---
title: On the Daphne Festivals
title_greek: Ἀποσπάσματα
author: Protagorides the Historian
eul_wid: gea-aa
eul_aid: gea
canonical: "https://eulogikon.org/works/protagorides-daphne-festivals-gea-aa"
lang: grc
period: Classical
dialect: Attic
domain: History
genre: Historiography
content_hash: "sha256:10606e0e338be778907baa49f367cbba6166c99737e61bc736028f389a66a391"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Daphne Festivals

*Ἀποσπάσματα*

**Author:** Protagorides the Historian

**eul_wid:** `gea-aa` · [HTML page](https://eulogikon.org/works/protagorides-daphne-festivals-gea-aa)

## Text

ΠΕΡΙ ΤΩΝ ΕΠΙ ΔΑΦΝῌ ΠΑΝΗΓΥΡΕΩΝ.

`1`

<cite>Ἀθήναιος</cite>

: Τίνα δʼ ἦν τὰ Αἰγύπτια δεῖπνα Πρωταγορίδης ἐν τῷ πρώτῳ Περὶ Δαφνικῶν ἀγώνων διδάσκει ἡμᾶς λέγων οὕτως· «Τρίτη δʼ ἐστὶν ἰδέα δείπνων Αἰγυπτιακὴ, τραπεζῶν μὲν οὐ παρατιθεμένων, πινάκων δὲ περιφερομένων.»

`2`

<cite>Ἀθήναιος</cite>

: Πρωταγορίδης δʼ ὁ Κυζικηνὸς ἐν δευτέρῳ Περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεών φησι· «Παντὸς δʼ ὀργάνου καταμίτου ἧπται, κροτάλων, ὑποφανοῦ  <span class="gap">…</span> πανδούρου, τῷ τε ἡδεῖ μοναύλῳ τὰς ἡδίστας ἁρμονίας ἀναμινυρίζει.»

`3`

<cite>Ἀθήναιος</cite>

: Τοῦ δὲ καλουμένου πανδούρου Εὐφορίων μὲν, ὡς προείρηται, καὶ Πρωταγορίδης ἐν δευτέρῳ Περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεων.

ΚΩΜΙΚΑΙ ΙΣΤΟΡΙΑΙ.

`4`

<cite>Ἀθήναιος</cite>

: Πρωταγορίδης δʼ ἐν δευτέρῳ τῶν Κωμικῶν ἱστοριῶν, τὸν Ἀντιόχου τοῦ βασιλέως κατὰ τὸν ποταμὸν διηγούμενος πλοῦν, λέγει τι καὶ περὶ ἐπιτεχνήσεως ψυχρῶν ὑδάτων, ἐν τούτοις· «Τὴν γὰρ ἡμέραν ἀνηλιάζοντες αὐτὸ, τῆς νυκτὸς ἀπηθοῦντες τὸ παχύτατον, τὸ λοιπὸν ἐξαιθριάζουσιν ἐν ὑδρίαις κεραμέαις ἐπὶ τῶν μετεωροτάτων μερῶν τῆς οἰκήσεως, διʼ ὅλης τε τῆς νυκτὸς δύο παῖδες ὕδατι τὰ τεύχη καταρραίνουσιν. Ὄρθρου δὲ καθαιροῦντες, καὶ τὴν ὑποστάθμην πάλιν ὑποσπῶντες, λεπτόν τε ποιοῦντες αὐτὸ καὶ πρὸς ὑγίειαν οἷον ἄριστον, ἐν ἀχύροις τιθέασι τὰς ὑδρίας, εἶθʼ οὕτως χρῶνται, χιόνος οὐδʼ ἡντινοῦν χρείαν ἔχοντες.»

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: gea-aa`.
