---
title: Fragments on Mythical Origins
title_greek: Ἀποσπάσματα περὶ Μυθικῶν Ἀρχῶν
author: Promathion the Historian
eul_wid: jis-aa
eul_aid: jis
canonical: "https://eulogikon.org/works/promathion-mythical-origins-jis-aa"
period: Hellenistic
dialect: Koine
domain: History
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Mythical Origins

*Ἀποσπάσματα περὶ Μυθικῶν Ἀρχῶν*

**Author:** Promathion the Historian

**eul_wid:** `jis-aa` · [HTML page](https://eulogikon.org/works/promathion-mythical-origins-jis-aa)

## Text

## ΙΣΤΟΡΙΑ ΙΤΑΛΙΚΗ. Plutarch.

### 1

Rom. c. 27: Οἱ δὲ μυθώδη παντάπασι περὶ τῆς γενέσεως διεξίασι. Ταρχετίῳ γὰρ Ἀλβανῶν βασιλεῖ παρανομωτάτῳ καὶ ὠμοτάτῳ φάσμα δαιμόνιον οἴκοι γενέσθαι· φαλλὸν γὰρ ἐκ τῆς ἑστίας ἀνασχεῖν, καὶ διαμένειν ἐπὶ πολλὰς ἡμέρας· εἶναι δὲ Τηθύος ἐν Τυρρηνίᾳ χρηστήριον, ἀφ’ οὗ κομισθῆναι τῷ Ταρχετίῳ χρησμὸν, ὥστε συμμῖξαι τῷ φάσματι παρθένον· ἔσεσθαι γὰρ ἐξ αὐτῆς παῖδα κλεινότατον, ἀρετῇ καὶ τύχῃ καὶ ῥώμῃ διαφέροντα. Φράσαντος οὖν τὸ μάντευμα τοῦ Ταρχετίου μιᾷ τῶν θυγατέρων, καὶ συγγενέσθαι τῷ φαλλῷ προστάξαντος, αὐτὴν μὲν ἀπαξιῶσαι, θεράπαιναν δὲ εἰσπέμψαι. Τὸν δὲ Ταρχέτιον, ὡς ἔγνω, χαλεπῶς φέροντα, συλλαβεῖν μὲν ἀμφοτέρας ἐπὶ θανάτῳ· τὴν δ’ Ἑστίαν ἰδόντα κατὰ τοὺς ὕπνους ἀπαγορεύουσαν αὐτῷ τὸν φόνον, ἱστόν τινα παρεγγυῆσαι ταῖς κόραις ὑφαίνειν δεδεμέναις, ὡς ὅταν ἐξυφήνωσι, τότε δοθησομένας πρὸς γάμον. Ἐκείνας μὲν οὖν δι’ ἡμέρας ὑφαίνειν, ἑτέρας δὲ νύκτωρ, τοῦ Ταρχετίου κελεύοντος, ἀναλύειν τὸν ἱστόν. Ἐκ δὲ τοῦ φαλλοῦ τῆς θεραπαινίδος τεκούσης δίδυμα, δοῦναι τινὶ Τερατίῳ τὸν Ταρχέτιον ἀνελεῖν κελεύσαντα. Τὸν δὲ θεῖναι φέροντα τοῦ ποταμοῦ πλησίον· εἶτα λύκαιναν μὲν ἐπιφοιτᾶν μαστὸν διδοῦσαν, ὄρνιθας δὲ παντοδαποὺς, ψωμίσματα κομίζοντας, ἐντιθέναι τοῖς βρέφεσιν· ἄχρις οὗ βουκόλον ἰδόντα καὶ θαυμάσαντα, τολμῆσαι προσελθεῖν, καὶ ἀνελέσθαι τὰ παιδία. Τοιαύτης δὲ τῆς σωτηρίας αὐτοῖς γενομένης, ἐκτραφέντας ἐπιθέσθαι τῷ Ταρχετίῳ καὶ κρατῆσαι. Ταῦτα μὲν οὖν Προμαθίων τις ἱστορίαν Ἰταλικὴν συντεταγμένος εἴρηκε.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: jis-aa`.
