---
title: "Commentary on Plato's Timaeus: Book 4"
title_greek: "Σχόλια εἰς τὸν Πλάτωνος Τίμαιον, Δʹ"
author: Proclus the Successor
eul_wid: uqy-cb
eul_aid: uqy
canonical: "https://eulogikon.org/works/proclus-timaeus-commentary-book-4-uqy-cb"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:28e1c3f7c4a7e2a83bbd94a8574e50ad9c5c9d48b280a56a581ee094e6f49cea"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Plato's Timaeus: Book 4

*Σχόλια εἰς τὸν Πλάτωνος Τίμαιον, Δʹ*

**Author:** Proclus the Successor

**eul_wid:** `uqy-cb` · [HTML page](https://eulogikon.org/works/proclus-timaeus-commentary-book-4-uqy-cb)

## Text

Part of [Commentary on Plato's Timaeus](/works/proclus-timaeus-commentary-uqy-ah)

`3.1`

ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ

Ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνόησε τῶν ἀϊδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι. καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀΐδιον ὄν, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησεν ἀποτελεῖν.

`3.2–3.8`

Ὁ μὲν εἷς καὶ ὅλα δημιουργῶν ἀθρόως κατὰ ταὐτὸν ἀπογεννᾷ τε καὶ ἐπιστρέφει καὶ τελειοῖ καὶ ἀφομοιοῖ τοῖς παραδείγμασι τὰ ἑαυτοῦ δημιουργήματα, εἴτε μιᾶς καὶ τῆς αὐτῆς οὔσης τῆς γεννητικῆς τε καὶ ἀνακλητικῆς καὶ τελεσιουργοῦ καὶ ἀφομοιωτικῆς δυνάμεως, καθά τισιν ἤρεσε τῶν πρεσβυτέρων, εἴτε καὶ διαφόρων, καθάπερ ἑτέροις δοκεῖ τισιν· οὐ γὰρ πολὺ τὸ μέσον τῆς τῶν ἀνδρῶν τούτων ὡσανεὶ διαστάσεώς τε καὶ ἀντιθέσεως, ἔστʼ ἂν μήθʼ οἱ ἑνίζοντες ἀνέμφατον τοῦ πλήθους τὸ ἓν εἶναι βούλωνται μήθʼ οἱ διαιροῦντες ἀσύντακτον τὸν ἀριθμὸν τῶν δυνάμεων καὶ ἀπηρτημένον ἀνέχωνται λέγειν, περιέχεσθαι δὲ τῇ οἰκείᾳ μονάδι καὶ παρʼ αὐτῆς ἑνοῦσθαι καὶ διακρατεῖσθαι καὶ θέλωσι καὶ ἀποφαίνωνται, ὡς συμβαίνειν τοὺς μὲν μονάδα τετραδικὴν εἶναι λέγειν ταυτασὶ τὰς δυνάμεις, τοὺς δὲ τετράδα πάλιν ἡνωμένην ἢ εἴ τῳ φίλον καλεῖν μοναδιζομένην. δηλοῖ δὲ καὶ ὁ ἐνταῦθα δημιουργὸς ὢν εἷς καὶ τοῖς μετʼ αὐτὸν νέοις δημιουργοῖς ὁμοῦ μὲν τὴν ἀφομοιωτικὴν δύναμιν ἐντιθείς, ὅταν αὐτοῖς παρακελεύηται μιμεῖσθαι τὴν ἑαυτοῦ δύναμιν περὶ τὴν αὐτῶν γένεσιν, ὁμοῦ δὲ τὴν γεννητικήν, ἡνίκʼ ἂν κινῇ ζῷα αὐτοὺς ἀπεργάζεσθαι καὶ γεννᾶν, ὁμοῦ δὲ τὴν ἀνακλητικήν, ὁπόταν αὐτοῖς κελεύῃ τὰ δανεισθέντα μόρια ἀπὸ τῶν ὅλων στοιχείων φθινόντων τῶν ἀπʼ αὐτῶν συστάντων δέχεσθαι πάλιν εἰς τὰ ὅλα ἀνακαλουμένοις, καὶ ἐπὶ πάσαις τὴν φρουρητικήν, ὅς γε καὶ αὐτόθεν τοὺς κοσμοκράτορας φύλακας ὑφίστησι τῶν ἀριθμῶν τοῦ χρόνου καὶ τὴν γῆν φύλακα νυκτὸς καὶ ἡμέρας. ὁ μὲν οὖν δημιουργός, ὅπερ ἐξ ἀρχῆς ὡρμήθην εἰπεῖν, ἀφʼ οὗπέρ ἐστι πάντα συνυπέστησεν ἑαυτῷ καὶ ἐξωμοίωσε καὶ ἐτελεώσατο καὶ πρὸς αὑτὸν ἐπέστρεψε, τῆς αὐτῶν τάξεως οὐ συγχεομένης ἐκ τῆς οἷον ἀθρόας ἁπάντων ἐκφάνσεως, ἀλλὰ πολλῷ πλέον φρουρουμένης καὶ συνεχομένης, ὅσῳ μήτε τὰ καταδεέστερα τῆς τῶν ἀμεινόνων ἀμοιρεῖ προστασίας μήτε τὰ τελειότερα τῆς ἐπιβαλλούσης αὐτοῖς κατὰ τῶν ἀτελεστέρων ἐπικρατείας· οὐδὲ γὰρ θάτερα προέφθη τῷ χρόνῳ ἢ τῶν δευτέρων ἀπρονοήτων μεινάντων ἢ τῶν πρεσβυτέρων ἀργῶν καὶ ἀγόνων, ἅτε μηδέπω τῶν δεξομένων αὐτῶν τὰς προνοητικὰς ἐνεργείας ὑποστάντων. ἡμεῖς δὲ οὔτε νοεῖν οὔτε πολλῷ πλέον ἑρμηνεύειν δυνάμενοι τὴν ἐξ ἀϊδίου τοῦ πατρὸς τῶν ὅλων περὶ τὸν κόσμον ἀγαθουργίαν ἀγαπῶμεν νῦν μὲν αὐτὸν γεννῶντα, νῦν δὲ ἐπικοσμοῦντα, νυνὶ δὲ τελειοῦντα καὶ ἄλλοτε ἀφομοιοῦντα καθορῶντές τε καὶ παραδιδόντες· ὃ δὴ καὶ νῦν ὁ τοῦ φιλοσόφου λόγος προπεπονθὼς εἰς ἡμᾶς δρᾶν παρασκευάζεται· κινήσεως γὰρ καὶ ζωῆς μετασχόντος ἤδη κατὰ τὴν διδασκαλίαν τοῦ παντός — ψυχὴ γὰρ αὐτῷ συνῴκει τὰς μὲν ἰδίας ἑαυτῆς γνώσεις, καθʼ ἃς τά τε νοητὰ καὶ τὰ ἐγκόσμια γιγνώσκει, σῴζουσα παρʼ ἑαυτῇ, κινήσεως δὲ καὶ ζωῆς οὐ μόνον αὐτὴ βρύουσα, μεταδιδοῦσα δὲ καὶ τῷ παντὶ τοῦ σώματος ὄγκῳ — καὶ διʼ αὐτὸ τοῦτο ἢ μόνον ἢ μάλιστα τῶν νοητῶν θεῶν ἀγάλματος ἀποτετελεσμένου τοῦ δημιουργήματος ἐπὶ πλέον ἀγασθέντα καὶ εὐφρανθέντα τὸν δημιουργὸν εἰς ὁμοίωσιν μείζονα καὶ τελεωτέραν αὐτὸ τῶν νοητῶν ἀγαγεῖν διὰ τοῦ καὶ οἷον ἀΐδιον ποιεῖν· κυρίως μὲν γὰρ καὶ πρώτως ἀΐδιον τὸ νοητόν, δευτέρως δὲ τὸ τῇ τοῦ χρόνου προόδῳ καὶ ἀνελίξει συμπαρατεινόμενον· διττὸν γὰρ καὶ τὸ ἀεί, τὸ μὲν αἰώνιον, τὸ δὲ χρονικόν. διὰ τί οὖν σχεδὸν ἐπὶ πᾶσι τούτου μεταδίδωσι τῷ ὅλῳ κόσμῳ τοῖς ἔμπροσθεν ὄγδοον τοῦ δημιουργοῦ τοῦτο τὸ δῶρον εἰσαγαγών; διότι δὴ μέγιστόν ἐστι καὶ τελεώτατον καὶ εἰς ἄκραν ὁμοιότητα περιιστᾷ τὴν εἰκόνα τῷ παραδείγματι. τῷ δʼ ἅπαξ ἐν τοῖς λόγοις γένεσιν διατιθέντι τῶν ὅλων ἀπὸ τῶν ἀτελεστέρων ἐπὶ τὰ τελεώτερα μεταβαίνειν ἀναγκαῖόν ἐστι· καὶ γάρ πως κατʼ αὐτὸ τοῦτο καὶ ὥσπερ ἀλλήλοις ἀντίκειται τά τε καθʼ αὑτὰ ὄντα καὶ τὰ ἑτέροις ἐγγιγνόμενα, ὅτιπερ ἐν μὲν τοῖς ἱδρυμένοις ἐν ἑαυτοῖς καὶ μηδαμῇ μηδαμῶς ἑτέρων γιγνομένοις ἀνάγκη τὰ σεμνότερα λέγειν ἡγεῖσθαι, καθʼ ἃ καὶ διʼ ἃ καὶ ὑφʼ ὧν τὰ ἐφεξῆς ἀναφαίνεται, ἐν δὲ τοῖς ὑφʼ ἑτέρων μετεχομένοις προλαμβάνει τὰ ἀτελέστερα, καὶ ὥσπερ ὑποκείμενα γίγνεται τοῖς τελειοτέροις καὶ ὕστερον ἐπιφοιτᾶν μεμελετηκόσιν. Ἡ μὲν οὖν πᾶσα τῶν προκειμένων ῥημάτων προαίρεσις τοιαύτη. ἕπεται δὲ εἰπεῖν, διὰ τίνας αἰτίας καὶ ὁποῖον ὄντα τὸν χρόνον καὶ ἡλίκων καὶ ὅσων ἀγαθῶν αἴτιον τῇ τε ψυχῇ καὶ τῷ οὐρανῷ συνυπέστησεν ὁ τῶν ὅλων δημιουργός, καὶ μάλισθʼ ὅτι πολλοὶ τὸν χρόνον καὶ τῶν Πλάτωνι φίλων ἀμυδρόν τι εἶδος ὑπέλαβον εἶναι καὶ μόνον αὐτὸ τὸ ἀριθμητὸν τῶν κινήσεων, οὐκ ἐνθυμηθέντες, ὅτι δέκα τῶν πάντων ὄντων, ἃ δὴ τῷ κόσμῳ δίδωσιν ὁ πατήρ, ἕκαστον τῶν ἑπομένων μεῖζόν ἐστι τῶν πρὸ αὐτοῦ πάντως. εἰ οὖν ἐψύχωσε μὲν ἤδη τὸν κόσμον καὶ εὐδαίμονα θεὸν ἀπετέλεσεν, ἐπὶ δὲ τούτῳ τὸν χρόνον ἐπέστησεν αὐτῷ, δῆλον δήπουθεν ὅτι καὶ ψυχῆς καὶ τῆς διὰ τὸ ψυχὴν ἔχειν εὐδαίμονος ζωῆς ὑπέρτερον ἂν εἴη τι ὁ χρόνος καὶ τὸ κατὰ χρόνον ἀφοριζόμενον περιοδικῶς ζῆν. ὥστʼ οὐκ ἂν εἴη τι τοιοῦτον, οἷον οἱ πολλοί φασιν, ὁ χρόνος, ἀλλὰ θειοτέραν ἂν ἔχοι καὶ ψυχῶν καὶ τῶν ψυχικῶν ἀγαθῶν τὴν οὐσίαν. τοῦτο μὲν οὖν καὶ αὖθις ἡμεῖς διὰ πλειόνων πιέσομεν ἐπιβολῶν. ἐφεπόμενοι δὲ τῇ λέξει νοεῖν μὲν αὐτὸν τήν τε ζωὴν καὶ τὴν κίνησιν καὶ τὴν τάξιν καὶ τὴν εἰδοποιίαν τοῦ παντὸς οὐκ εἰς αὑτὸν ὁρῶντα τὸν κόσμον φήσομεν — οὐδὲ γὰρ ὅλως νοητός ἐστι καθʼ ὅλον ἑαυτὸν ὁ κόσμος, μᾶλλον δὲ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου κατὰ τὸν ὄγκον δοξαστός, οὐδʼ ὁ δημιουργὸς ἔξω που ταῖς ἑαυτοῦ νοήσεσι φέρεται, πᾶς δὲ εἰς ἑαυτὸν ἐπέστραπται —, ἀλλʼ ὅτι νοῶν ἑαυτὸν καὶ ἔχων ἐν ἑαυτῷ τὴν γεννητικὴν αἰτίαν τῶν ὅλων καὶ τὴν προνοητικὴν αὐτῷ τῷ ἑαυτὸν νοεῖν τήν τε οὐσίαν τῶν ἑαυτοῦ γεννημάτων θεωρεῖ καὶ τὴν τελείωσιν. τῶν δὲ ἀϊδίων θεῶν ἄγαλμά φησι γεγενῆσθαι τὸν κόσμον, οὐχ ὅτι τῶν ἐγκοσμίων ἐστὶν ἄγαλμα θεῶν — οὐ γὰρ περὶ τοῦ σωματοειδοῦς μόνου λέγει τοῦ παντός, ἀλλὰ καὶ περὶ τοῦ ἐμψύχου καὶ ἔννου ζῴου, ὃ δὴ καὶ τοὺς ἐγκοσμίους ἐν ἑαυτῷ περιέχει θεούς —, ἀλλʼ ὅτι τῶν νοητῶν ἐστι θεῶν ἄγαλμα· πληροῦται γὰρ ἐξ αὐτῶν θεότητος, καί εἰσιν αἱ εἰς αὐτὸν πρόοδοι τῶν ἐγκοσμίων θεῶν ὥσπερ ὀχετοί τινες καὶ ἐλλάμψεις τῶν νοητῶν θεῶν, καὶ ταύτας ὁ κόσμος ὑποδέχεται τὰς προόδους οὐ μόνον κατὰ τὸ οὐράνιον αὑτοῦ μέρος, ἀλλὰ καὶ κατὰ πάντα ἑαυτόν· καὶ γὰρ ἐν ἀέρι καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ θεῶν εἰσι παρουσίαι χθονίων καὶ ἐνυδρίων καὶ ἀερίων. καθʼ ὅλον οὖν ἑαυτὸν ὁ κόσμος πληροῦται θεότητος καὶ διὰ τοῦτο ἄγαλμά ἐστι καθʼ ὅλον ἑαυτὸν τῶν νοητῶν θεῶν, αὐτοὺς μὲν οὐχ ὑποδεχόμενος τοὺς νοητοὺς θεούς — οὐδὲ γὰρ τὰ ἀγάλματα τὰς οὐσίας τὰς ἐξῃρημένας τῶν ὅλων ὑποδέχεται θεῶν —, ἀλλʼ ἐκλάμψεις ἐκεῖθεν ἐποχετευομένας, δευτέραις τάξεσι, πρὸς ἃς ἔχει συμμέτρως, ἐξ αὐτῶν ἀπογεννωμέναις κατακοσμούμενος. ὅτι δὲ ἀϊδίους θεοὺς τοὺς νοητοὺς λέγει πάντας καὶ οὐχὶ τοὺς ἐν αὐτῷ ὄντας, φανερὸν ἐποίησεν εὐθέως ἐπαγαγών· καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀΐδιον ὄν, λέγων αὐτὸ δῆλον ὅτι τὸ νοητόν. τίνες δὲ οἱ νοητοὶ θεοί, λάβοιμεν ἂν ἐκ διαιρέσεως· ἢ γὰρ πρὸ τοῦ αὐτοζῴου ληπτέον αὐτοὺς ὄντας, ἢ ἐν τῷ αὐτοζῴῳ, τὰς οἷον μονάδας τῶν ἰδεῶν ἐκεῖ τῶν τεσσάρων, ἢ μετὰ τὸ αὐτοζῷον. πρὸ μὲν οὖν τοῦ αὐτοζῴου τάττειν αὐτοὺς γελοῖον — εἶεν γὰρ ἂν καὶ τὸν αἰῶνα περιέχοντες, ᾧ μήπω φησὶν ὡμοιῶσθαι τὸ πᾶν —, ἐν δὲ τῷ αὐτοζῴῳ τάττειν αὐτοὺς ἀδύνατον· τὸ γὰρ πᾶν εἰ, ὥς φησι, μηδενὶ τῶν ἐν μέρους εἴδει περιεχομένων ὑπὸ τοῦ παντελοῦς ζῴου ἐστὶν ἄγαλμα, οὐκ ἂν εἶεν οἱ νοητοὶ καὶ ἀΐδιοι οὗτοι θεοί· οὐ θεοὶ γὰρ αἱ ἐν μέρους εἴδει περιεχόμεναι ἰδέαι ὑπὸ τοῦ παντελοῦς ζῴου. λείπεται οὖν εἶναι τοὺς ἀϊδίους θεοὺς μετὰ τὸ αὐτοζῷον, πάντας ὄντας τοὺς μεταξὺ τοῦ τε νοητοῦ παραδείγματος καὶ τοῦ δημιουργοῦ· πᾶσι γὰρ αὐτοῖς ἔοικε τὸ πᾶν, καθʼ ὅσον καὶ ἐκείνων ἕκαστος τῆς ὁλότητος τοῦ κόσμου περιέχει τὸ εἶδος. τοῦτο μὲν οὖν δέδεικται, καὶ μάτην ἄρα ὑπέλαβόν τινες ἀϊδίους λέγεσθαι θεοὺς τὰς ἐν τῷ αὐτοζῴῳ περιεχομένας ἰδέας, αἷς οὐ βούλεται τὸ πᾶν ὡμοιῶσθαι· καὶ γὰρ πῶς ἔμελλεν ἐκείνων ἄγαλμα τὸ πᾶν ἀποκαλεῖν, αἷς μηδέπω κατὰ τὴν τοῦ λόγου τάξιν ὡμοίωσε τὰ πληρώματα τοῦ παντός; ὕστερον γὰρ τοῦτο ποιεῖ προελθών, ἡνίκʼ ἂν καὶ τὰ μερικὰ παράγῃ πληρώματα τοῦ παντός· ὥστε οὐκ ἂν εἶπεν ἄγαλμα ἐκείνων τὸ πᾶν ἤδη γεγονός, ἀλλʼ εἴπερ ἄρα, «ἐσόμενον». ἄγαλμα δʼ οὖν ἐστιν ὁ κόσμος τῶν νοητῶν θεῶν μετὰ τῆς ψυχῆς καὶ τοῦ νοῦ καὶ τῆς ἐπιφοιτησάσης αὐτῷ θεότητος λαμβανόμενος, ἄγαλμα δὲ κινούμενον καὶ ζῶν καὶ θεότητος πλῆρες καὶ χρηματίζον πᾶσι τοῖς ἐντὸς ἑαυτοῦ καὶ τοῦ σῴζοντος τὰ πάντα καὶ πληρούμενον ἀθρόως μὲν ἁπάντων ἀγαθῶν ἀπὸ τοῦ πατρός, ἰδίᾳ δὲ παρὰ φύσεως μὲν μᾶλλον κίνησιν δεχόμενον, παρὰ ψυχῆς δὲ κίνησιν καὶ ζωήν, παρὰ νοῦ δὲ νόησιν καὶ ζωὴν καὶ τὴν τῶν ἐγκοσμίων θεῶν ὑποδοχήν, παρʼ αὐτῶν δὲ λοιπὸν τῶν ἐγκοσμίων θεῶν ἀληθέστατον ἄγαλμα τῶν νοητῶν θεῶν ἀποτελούμενον. καὶ πάλιν καὶ ἐκ τούτου δῆλον, ὅπως τὸν δημιουργὸν κατὰ τοὺς ἄκρους ἱδρύει τῶν τελεστῶν, ἀγαλματοποιὸν αὐτὸν ἀποφαίνων τοῦ κόσμου, καθάπερ ἔμπροσθεν ὀνομάτων ποιητὴν θείων καὶ χαρακτήρων θείων ἐκφαντικόν, διʼ ὧν τὴν ψυχὴν ἐτέλεσε· ταῦτα γὰρ καὶ οἱ τῷ ὄντι τελεσταὶ δρῶσι, διὰ χαρακτήρων καὶ ὀνομάτων ζωτικῶν τελοῦντες τὰ ἀγάλματα καὶ ζῶντα καὶ κινούμενα ἀποτελοῦντες. εἰκότως οὖν ἄγαται τὴν ἑαυτοῦ δημιουργίαν ὁ πατὴρ τῶν ὅλων, εὐφραινόμενος ἐπʼ αὐτῇ, ὅτι μᾶλλον ὁμοιοτέραν αὐτὴν ἀποτελεῖ τῷ παραδείγματι, ἄγαται δὲ καὶ θαυμάζει οὐ τὸ προελθὸν καὶ διʼ αὑτὸν τοιοῦτον ἀποτελεσθέν, ἀλλὰ τὴν ἑαυτοῦ δύναμιν τὴν ἐξ ἀτάκτως κινουμένου καὶ πλημμελῶς εὔτακτον καὶ ἔμψυχον καὶ ἔννουν καὶ ἔνθεον τὸ πᾶν ἀπεργασαμένην, καὶ ὥσπερ ἑαυτὸν γιγνώσκων οἶδε τὸν κόσμον, οὕτω τὴν δημιουργικὴν ἑαυτοῦ θαυμάζων δύναμιν ἀγαστὸν ποιεῖ τὸ δημιούργημα καὶ ἀληθινὸν ἄγαλμα τῶν ἀϊδίων θεῶν· καὶ γάρ πως τὸ ἄγαλμα παρὰ τὸ ἀγάλλεσθαι τὸν θεὸν ἐπʼ αὐτῷ λέλεκται. ἀγάλλεται δὲ οὐ χαίρων ἐπὶ τῷ ἔξω κειμένῳ πράγματι — πῶς γὰρ ἔξω βλέπει νοῦς ὤν; —, ἀλλὰ πληρουμένης τῆς ἀγαθοειδοῦς ἑαυτοῦ βουλήσεως καὶ προϊούσης αὐτῆς τῆς ἀγαθουργοῦ δυνάμεως εἰς μετάδοσιν ἄφθονον καὶ χορηγίαν τῶν τελειοτέρων ἀγαθῶν· ὃ καὶ αὐτὸς ἐνεδείξατο ἱκανῶς εἰπών· καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι· εὐφραίνεται μὲν γὰρ πρώτως κατὰ τὴν ἔνδον ἑαυτοῦ νόησιν ἁπλῇ καὶ ἀνεμποδίστῳ καὶ ἀθρόᾳ περιβολῇ τῇ πᾶν τὸ νοητὸν περιλαμβανούσῃ καὶ φιλοφρονουμένῃ διὰ τῆς πρὸς αὐτὸ στάσεως καὶ ἑνώσεως τελέας. εὐφραίνεται δέ, εἰ θέμις εἰπεῖν, καὶ δευτέρως διὰ τὴν ἐπιτηδειότητα τῶν ὑποδεχομένων τὴν ἔξω προϊοῦσαν αὐτοῦ τῶν ἀγαθῶν χορηγίαν. καὶ ὁρᾷς, ὅπως τρεῖς αἰτίας παραδίδωσι τῆς τῶν εἰς τόνδε τὸν κόσμον προϊόντων ἀπὸ τοῦ πατρὸς ἀγαθῶν μετουσίας· μίαν μὲν καὶ πρωτίστην τὴν ἀπὸ τῆς τοῦ ποιητικοῦ αἰτίου δυνάμεως — αὐτὸς γάρ ἐστι καὶ νῦν ὁ τὸν χρόνον ἀπογεννῶν διὰ τὴν οἰκείαν ἀφθονίαν καὶ τὴν γόνιμον περιουσίαν πάντα πληροῦν ἐφιέμενος πρώτων καὶ μέσων καὶ τελευταίων ἀγαθῶν —, δευτέραν δὲ τὴν ἀπὸ τῆς ἐπιτηδειότητος τοῦ δεξομένου πράγματος — τότε γὰρ εὐφραίνεται τὸ μεταδιδὸν τῶν ἀγαθῶν, ὅτε τὸ μεταλαμβάνον ἐπιτηδείως διάκειται πρὸς τὴν ὑποδοχὴν αὐτῶν —, τρίτην δὲ τὴν ἐκ τῆς ἀμφοῖν συμμετρίας καὶ ὡσανεὶ συμπνοίας καὶ συμφωνίας· διὰ γὰρ τοῦτο, καίπερ ἀεὶ τῶν θεῶν πᾶσι προτεινόντων τὰ σύστοιχα ταῖς οὐσίαις αὐτῶν ἀγαθά, οὐκ ἀεὶ πάντες αὐτὰ καταδεχόμεθα, διότι μήτʼ ἐπιτηδείως ἔχομεν μήτε σύμμετροί πως τῇ δυνάμει τῶν μεταδιδόντων καθέσταμεν. εἰ δὲ βουλοίμεθα χαίρειν ἐφʼ ἡμῖν τὸ θεῖον, ὡς δὴ πέφυκε χαίρειν καὶ εὐφραίνεσθαι καὶ διʼ ἡμᾶς καίπερ ὡσαύτως ἀεὶ διακείμενον, ἐπιτηδείους πρὸς ὑποδοχὴν τῶν παρʼ αὐτοῦ προτεινομένων ἡμῖν ἀγαθῶν ἡμᾶς αὐτοὺς ποιητέον, ἵνα μὴ ἀργῇ εἰς ἡμᾶς ἡ τοῦ θεοῦ δόσις καίπερ ὑπʼ οὐδενὸς ἐμποδίζεσθαι πεφυκυῖα. ταῦτα μὲν οὖν ἄλλης ἐστὶ προθέσεως ἐπὶ πλέον θεωρεῖν. νυνὶ δὲ ἴδωμεν, πῶς ὁμοιότερον γίγνεται τὸ πᾶν πρὸς τὸ παράδειγμα χρόνου γεννηθέντος. ὅτι μὲν οὖν ἀϊδίου πρώτως ὄντος τοῦ παραδείγματος, εἰ μὴ τὴν δευτέραν ἀϊδιότητα προσειλήφει, τὸ αἰσθητὸν ἧττον ἂν ὡμοίωτο τῷ νοητῷ, παντὶ πρόδηλον· καὶ ὅτι τὸ ἐν μεταβολῇ τὴν γένεσιν ἔχον τοῦ χρόνου χωρὶς οὐκ ἀΐδιον, ἀλλʼ οὐδʼ ἀκαρῆ διαμένειν οἷόν τʼ ἦν, οὐ χαλεπὸν συνιδεῖν. ὥστε δεῖ τῷ μὲν ἐπὶ πλέον ὁμοιωθησομένῳ πρὸς τὸ νοητὸν ἀϊδιότητός τινος, τῷ δὲ ἀϊδίῳ μέν, οὐκ ἔχοντι δὲ ὁμοῦ παροῦσαν αὑτῷ τὴν ἀϊδιότητα, καθάπερ τὸ νοητὸν πᾶσαν ἔχει, χρόνου τοῦ σύμπαντος. οὐ μὴν ἀλλʼ εἴ τις ἐπισκέψαιτο τὴν φύσιν τοῦ χρόνου, σαφέστερον εἴσεται, πῶς οὐ πρὸς ἀϊδιότητα μόνον συντελεῖ τῷ τε σύμπαντι κόσμῳ καὶ ταῖς τοῦ κόσμου μεγάλαις μερίσιν ὁ χρόνος, ἀλλὰ καὶ πρὸς τελειότητα καὶ πρὸς εὐδαιμονίαν ἑκάστῳ τε αὐτῶν καὶ πᾶσιν ὁμοῦ συλλαμβάνει. ὅπερ προϊούσης τῆς ἐξηγήσεως καὶ ἡμεῖς ἀναφῆναι πειρασόμεθα τὰ περὶ χρόνου πληρώματα διερευνώμενοι.

Ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος, καὶ τοῦτο μὲν τῷ γενητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν. εἰκὼ δὲ ἐπινοεῖ κινητόν τινα αἰῶνος ποιῆσαι, καὶ διακοσμῶν ἅμα οὐρανὸν ποιεῖ μένοντος αἰῶνος ἐν ἑνὶ κατʼ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν.

`3.9–3.10`

Ὅτι μὲν τὸ αὐτοζῷον πλήρωμά ἐστι τοῦ πλήθους τῶν νοητῶν ζῴων καὶ ὅτι ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, τῶν πολλάκις καὶ τεθεωρημένων καὶ πεπιεσμένων ἐστὶ καὶ οὐδεμίαν ἐπιδεξαμένων ἀμφισβήτησιν παρὰ τοῖς ἀπὸ Πλάτωνος φιλοσόφοις. ἀλλὰ τίς ὁ αἰὼν καὶ τίς ὁ κινητῶς αὐτὸν ἀπομιμούμενος χρόνος, τοῦτο καὶ νοῆσαι καὶ κεκρατημένως ἑρμηνεῦσαι παγχάλεπον. ῥητέον δὲ ὅμως περὶ αὐτοῖν τῶν ἀρεσάντων τοῖς πρεσβυτέροις τὰ χαριέστατα καὶ εἴ τι συντεῖνον εἰς σαφήνειαν καὶ διάρθρωσιν τῶν προκειμένων εἰς ἐπίσκεψιν πραγμάτων προσθεῖναι δυνηθείημεν. χρόνου μὲν οὖν ἔννοιαν καὶ συναίσθησιν καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων ἔχουσιν, εἴς τε τὴν τῶν ὑπὸ σελήνην καὶ τὴν τῶν οὐρανίων κίνησιν ἀποβλέποντες καὶ κινήσεώς τι τὸν χρόνον εἶναι νομίζοντες, οἷον ἀριθμὸν ἢ παράτασιν ἢ ἄλλο τι τοιοῦτον. αἰῶνος δὲ οἱ περιττότεροι προῆλθον εἰς ἐπίστασιν, κατιδόντες οὐχὶ κίνησιν ἁπλῶς, ἀλλὰ κίνησιν ἀΐδιον οὖσαν ἐν τῷ παντὶ καὶ τεταγμένην καὶ ἀεὶ ὡσαύτως ἀνακυκλουμένην, εἶτʼ ἀπὸ ταύτης ἐνθυμηθέντες, ὡς ἄρα τοῦτο τὸ ἀεὶ ὡσαύτως ἀπʼ ἄλλου τινὸς ὑπάρχει τοῖς κινουμένοις καὶ οὐκ ἀφʼ ἑαυτῶν. ἐκεῖνο τοίνυν ἢ ἀκίνητον ἔσται ἢ κινούμενον, καὶ εἰ κινούμενον, ἢ ποτὲ κινούμενον ἢ οὐ ποτέ, ἀλλʼ ἀεὶ κινούμενον. εἰ μὲν ποτέ, πῶς τοῦ ἀεὶ ὡσαύτως αἴτιον; εἰ δὲ ἀεί, πάλιν καὶ τῇ τούτου κινήσει τὸ ἀεὶ τοῦτο παρʼ ἄλλου, καὶ ἢ ἐπʼ ἄπειρον ἢ ἀκίνητον ἔσται τι τοῖς ἀεὶ κινουμένοις τῆς ἀεικινησίας αἴτιον, καὶ ἡ τούτου ἐνέργεια ἀκινήτου ὄντος οὐκέτι κατὰ χρόνον, ἀλλʼ αἰώνιος· ἴδιον γὰρ τῶν μὲν κατὰ χρόνον τὸ γίνεσθαι ἀεί, τῶν δὲ αἰωνίων τὸ εἶναι ἀεί· καὶ γὰρ ἡ κοινὴ ἔννοια παρὰ τὸ ἀεὶ εἶναι τὸν αἰῶνα λέγεσθαι οἴεται, καθάπερ τὸν χρόνον παρὰ τὴν χορείαν κίνησιν οὖσαν καὶ ἐν γενέσει τὴν ὕπαρξιν ἔχουσαν. διὰ τούτων μὲν οὖν ἐμοὶ δοκοῦσιν οἵ τε πολλοὶ καὶ οἱ σοφοὶ χρόνου μὲν ἅπαντες, αἰῶνος δὲ οἱ σοφοὶ τὴν πρώτην ἔννοιαν λαβεῖν, εἴς τε τὴν ἀεὶ κινουμένην καὶ τὴν ἀεὶ μόνιμον ἀποβλέψαντες φύσιν. τί δὲ τούτων ἑκάτερον, ἤδη λεκτέον, καὶ μάλιστα κατὰ τὴν τοῦ θείου Πλάτωνος ὑφήγησιν. Ἀριστοτέλης μὲν γὰρ τὸν χρόνον ἀριθμὸν τῆς κινήσεως θέμενος οὐ κατὰ τὸ ἀριθμοῦν, ἀλλὰ κατὰ τὸ ἀριθμητὸν ἔθετο, διὸ καὶ εἰκότως ἐζήτησε, τί τὸ ἀριθμοῦν, εἴπερ ὁ χρόνος ἀριθμητόν — πρός τι γὰρ ταῦτα, καὶ θατέρου ὄντος ἔστι καὶ τὸ λοιπόν —, καὶ ἔλυσε μαλακῶς, ψυχήν τινα τὸ ἀριθμοῦν εἰπών· δεῖ γὰρ πρὸ τοῦ ἀριθμοῦ ἀϊδίου ὄντος εἶναι τὸ ἀριθμοῦν ἀΐδιον, ἵνα ἀεὶ ποιῇ τοῦ γιγνομένου ἀεὶ ὄντος. θέμενος δʼ οὖν τὸ ἀριθμητὸν τῆς κινήσεως εἶναι τὸν χρόνον τὸν αἰῶνα νοητὸν εἶναί φησι καὶ αὐτός, ἀπὸ τοῦ ἀεὶ εἶναι τὴν ἐπωνυμίαν εἰληφότα ἔχοντά τε καὶ περιέχοντα τὸν ἅπαντα χρόνον, ὅθεν ἐξηρτῆσθαι πᾶσι τοῖς μὲν ἀμυδρότερον, τοῖς δὲ ἐναργέστερον τὸ εἶναι καὶ τὸ ζῆν. Δεῖ δὲ ἡμᾶς ἐν τῷ παρόντι διαφερόντως ἰδεῖν, τίς ὁ αἰὼν κατὰ Πλάτωνα καὶ τίς ὁ χρόνος, καὶ μήτε τὸ εἴδωλον τοῦ χρόνου χρόνον τίθεσθαι μόνον μήτε τὸν αἰῶνα νοητὸν ἁπλῶς εἶναί τινα θεόν, ἀλλʼ ἐν ποίᾳ τάξει τῶν νοητῶν ὑφέστηκε πρῶτον καταδήσασθαι· τοῦτο γάρ ἐστι μάλιστα τῆς Πλάτωνος ἐπιστήμης τὸ ἐξαίρετον. ὁ τοίνυν αἰὼν ὅτι σεμνότερός ἐστι καὶ ἀρχηγικώτερος καὶ οἷον μονιμώτερος τοῦ αὐτοζῴου, καίπερ ὄντος καλλίστου καὶ τελειοτάτου τῶν νοητῶν ζῴων, ὡς αὐτὸς ἐν τοῖς πρώτοις εἴρηκε, παντὶ πρόδηλον· εἰ γὰρ τὸ μὲν αἰώνιον ὡς μετέχον λέγεταί τε καὶ ἔστιν, ὁ δὲ αἰὼν οὔτε μετέχειν εἴρηται τοῦ αὐτοζῴου οὔτε ἐπωνυμίαν ἀπʼ αὐτοῦ κατεδέξατο, δῆλον, ὡς τὸ μέν ἐστι δεύτερον, τὸ δὲ ἁπλούστερον καὶ ἀρχηγικώτερον· οὔτε γὰρ μετέχει τοῦ αὐτοζῴου, διότι μὴ ἔστι ζῷον — οὐδὲ γὰρ ὁ χρόνος ὁρατὸν ζῷόν ἐστιν —, οὔτε ἄλλο τι ζῷόν ἐστι — δέδεικται γάρ, ὅτι μονογενὲς τὸ αὐτοζῷον αἰώνιον ὄν —, διότι κρείττων ὁ αἰών· τὸ γὰρ αἰώνιον οὔθʼ ὅπερ αἰὼν οὔτε κρεῖττον αἰῶνος, ἀλλʼ ὥσπερ τὸ ἔννουν καὶ τὸ ἔμψυχον νοῦ καὶ ψυχῆς ἐπίταδε πάντες φαμέν, οὕτω δὴ καὶ τὸ αἰώνιον αἰῶνος δεύτερον.

`3.11–3.12`

καὶ τί ἂν εἴη, φαίη τις ἄν, εἰ τοῦ αὐτοζῴου σεμνότερόν ἐστιν, ὃ κάλλιστόν τε εἴρηται τῶν νοουμένων καὶ κατὰ πάντα τέλειον; ἦ μάλιστα μὲν τὸ κάλλιστον, καὶ εἰ τὴν τοῦ καλοῦ προσείληφεν ἀκρότητα διὰ τὴν ἄγαν μέθεξιν, ἀλλʼ οὐχὶ τὴν τοῦ ἀγαθοῦ· οὐ γὰρ εἴρηται ἄριστον· ὥστε δύναιτʼ ἂν ὑπὸ τοῦ ἀρίστου κρατεῖσθαι, πρὸς τῷ καὶ οὐ πάντων ἁπλῶς τῶν νοητῶν, ἀλλὰ ζῴων αὐτὸ τῶν νοουμένων εἶναι κάλλιστον. οὐδὲν οὖν ζῷον, ἀλλʼ εἴπερ, ζωὴ ἄπειρος. ἔπειτα δὲ οὐκ ἀνάγκη πρώτιστον εἶναι τὸ κατὰ πάντα τέλειον· τὸ μὲν γὰρ τέλειον πάντα ἔχει, ὥστε καὶ πρῶτα καὶ μέσα καὶ τελευταῖα· ὃ δέ ἐστιν ὑπὲρ ταύτην τὴν τομήν, ὑπερτέλειον ἂν εἴη. κωλύεται δʼ οὖν οὐδαμῶς ὁ αἰὼν ὑπέρτερος εἶναι τοῦ καλλίστου καὶ κατὰ πάντα τελείου ζῴου, τῶν νοουμένων ζῴων πολλῶν ὄντων, εἰ ἄριστος εἴη καὶ ὑπερτέλειος. ἔπειτα δὲ καὶ τὸ μὲν αὐτοζῷον τοῦ πλήθους τῶν νοητῶν ζῴων προτετίμηται· διὰ τοῦτο οὖν εἶπε· τῷ γὰρ τῶν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελείῳ. ὁ δʼ αἰὼν πρὸ τοῦ πλήθους ἐστὶ τῶν νοητῶν ζῴων — καὶ γὰρ ταῦτα αἰώνια, τὰ δὲ αἰώνια μετέχει τοῦ αἰῶνος — καὶ ἀσύντακτός ἐστι πρὸς τὸ πλῆθος αὐτῶν καὶ μᾶλλον ὡς ἀντίξους αὐτῷ· ἑνοῖ τε γὰρ τὸ πλῆθος καὶ αὐτὸς ἐν τῷ ἑνὶ μένειν εἴρηται, ὡς ἂν ἀπλήθυντος ὤν, τὸ δὲ αὐτοζῷον περιέχει πάντα ὅσα νοητὰ ζῷα, διὸ καὶ δεῖται τοῦ αἰῶνος, ἵνα ἑνώσεως καὶ συνοχῆς καὶ ζωῆς ἀστεμφοῦς καὶ ἀμεταβλήτου παρʼ αὐτοῦ μεταλαγχάνῃ. διὸ δὴ καὶ αἰώνιον αὐτὸ προσειπὼν οὐκ εἶπεν αὐτὸ πλῆθος ἔχειν ἐν ἑαυτῷ, ἀλλʼ ἑνικῶς αὐτὸ προηνέγκατο, σημαίνων, ὅτι παρὰ τοῦ αἰῶνος ἡ ἕνωσις αὐτῷ μάλιστα πάρεστιν, ὡς μίαν φύσιν διὰ τὸν αἰῶνα πᾶσαν τὴν οὐσίαν τῶν νοητῶν ζῴων ἀναφαίνεσθαι. εἰ δὴ ταῦτα ὀρθῶς λέγεται, οὔτʼ ἂν ἕν τι γένος τοῦ ὄντος ὁ αἰὼν εἴη, ὥς τινες ᾠήθησαν, οἷον οὐσία ἢ στάσις ἢ ταυτότης — ταῦτα γὰρ πάντα μόρια τοῦ αὐτοζῴου, καὶ ἔχει αὐτῶν ἕκαστον ὡσανεὶ ἀντίθεσιν, ἣ μὲν τὸ μὴ ὄν, ἣ δὲ κίνησιν, ἣ δὲ θάτερον, αἰῶνι δὲ οὐδὲν ἀντίκειται· πάντα γοῦν ὁμοίως αἰώνια ταῦτα, τὸ ταυτόν, τὸ ἕτερον, ἡ στάσις, ἡ κίνησις, οὐκ ἂν δέ, εἰ ἕν τι τούτων ἦν ὁ αἰών· οὐ γὰρ ὁμοίως στάσις ἡ στάσις καὶ ἡ κίνησις, πάντα δὲ νοητὰ ὁμοίως ἐστὶν ἀεὶ ὄντα καὶ αἰώνια. πρὸς οὐδὲν οὖν ἀντίθετος ὁ αἰὼν ἢ τούτων ἢ τῶν μετʼ αὐτόν· καὶ γὰρ ὁ χρόνος, ὃς ἂν δόξειεν ἔχειν πρὸς αὐτὸν ἀνομοίως, πρῶτον μὲν οὐ περὶ τὰ αὐτὰ στρέφεται τῷ αἰῶνι, ἀλλὰ περὶ τὰ μὴ δεχόμενα τὴν ἐκ τοῦ αἰῶνος συνοχήν, ἔπειτα δὲ εἰκών ἐστι καὶ οὐκ ἀντίθεσις αὐτοῦ, καθάπερ ἤδη τε λέλεκται καὶ προσυποδείξομεν· οὔτʼ ἂν οὖν ἓν εἴη γένος τοῦ ὄντος ὁ αἰὼν οὔτε τὸ σύμπαν αὐτῶν ἄθροισμα· πάλιν γὰρ ἂν πλῆθος ἐν αὐτῷ ὂν καὶ ἑνώσεως τῆς ἐκ τοῦ μένοντος ἐν ἑνὶ προσδέοιτο. αὐτὸς δέ ἐστιν ὁ μένων ἐν τῷ ἑνί. ὥστε καὶ μένοι ἂν ἐν ἑνὶ καὶ οὐ μένοι· μένοι μὲν ἂν ὡς αἰὼν καὶ ὡς ἑνώσεως τοῖς οὖσιν αἴτιος, οὐ μένοι δʼ ἂν ὡς ἐκ πλήθους συγκείμενος.

`3.13–3.14`

πρὸς δὲ τούτοις πᾶσι νοῦς ἐστιν ὁ ἐκ τῶν γενῶν καὶ νοεῖ τὰ ἀποτελούμενα, ἄλλη δὲ ἔννοια νοῦ καὶ ἄλλη αἰῶνος, ὡς καὶ ψυχῆς καὶ χρόνου· νοῦ μὲν γὰρ ἐνέργεια ἀμετάβατος νόησις, αἰῶνος δὲ ἀϊδιότης ἀμέριστος. καὶ διακέκριται μὲν οὕτω τὰ πράγματα. οἱ δὲ πάντα εἰς ταὐτὸν συγκυκῶντες καὶ ἕνα νοῦν μεταξὺ ψυχῆς καὶ τἀγαθοῦ μόνον εἶναι λέγοντες ἀναγκάζονται νοῦν καὶ αἰῶνα ταὐτὸν ὁμολογεῖν εἶναι. τί οὖν ἂν εἴη ὁ αἰών, εἰ μήτε ἕν τι τῶν γενῶν μήτε τὸ ἐκ τῶν πέντε συνιστάμενον, ἐπειδὴ ταῦτα πάντα αἰώνια καὶ αἰῶνος ἐπίταδε; τί δὲ ἄλλο γε ἢ τῶν νοητῶν ἑνάδων — λέγω δὲ ἑνάδας τὰς ἰδέας τῶν νοητῶν ζῴων καὶ τὰ γένη τῶν νοητῶν τούτων ἰδεῶν πασῶν — τούτων δʼ οὖν καὶ τῆς ἀκρότητος τοῦ πλήθους αὐτῶν ἡ μία περιοχὴ καὶ αἰτία τῆς ἀνεξαλλάκτου πάντων διαμονῆς, οὐκ ἐν αὐτοῖς οὖσα τοῖς πολλοῖς νοητοῖς οὐδʼ ἐξ αὐτῶν ἀθροιζομένη, ἀλλʼ ἐξῃρημένως αὐτοῖς παροῦσα καὶ καθʼ ἑαυτὴν αὐτὰ διατιθεῖσα καὶ οἱονεὶ μορφοῦσα καὶ αὐτὸ τοῦτο τῷ ἅμα ὅλα εἶναι ποιοῦσα; οὐ γὰρ εὐθέως μετὰ τἀγαθὸν τὸ πάντη πλήθους ἀνέμφατον ἡ παντοδαπὴ τῶν νοητῶν ἰδέα παράγεται, ἀλλʼ εἰσί τινες μεταξὺ φύσεις ἡνωμέναι μὲν μᾶλλον τοῦ πλήθους τοῦ παντελοῦς, ὠδῖνα δὲ καὶ ἔμφασιν τῆς ἀπογεννήσεως τῶν ὅλων καὶ τῆς συνοχῆς ἐν ἑαυταῖς ἐπιδεικνύμεναι. πόσαι δὲ αὗται καὶ οἷαι, θείως μὲν οἱ θεοὶ γιγνώσκουσιν, ἀνθρωπίνως δὲ καὶ φιλοσόφως ἡ τοῦ Παρμενίδου διδάσκει μυστικὴ παράδοσις, εἰς ἣν καὶ ἡμεῖς τὴν ἀκριβῆ περὶ τούτων ἐξεργασίαν ἀναβαλλόμεθα. νῦν δὲ ὅτι καὶ ὁ αἰὼν ὑπὲρ τὸ παντελὲς ζῷον καὶ ὅτι προσεχῶς ὑπὲρ αὐτό, διʼ αὐτῶν τῶν τοῦ φιλοσόφου ῥημάτων ἐπιδείκνυμεν· ὅτι μὲν γὰρ αἰώνιον εἴρηται, δεύτερον ἂν εἴη τοῦ αἰῶνος· ὅτι δὲ οὐδὲν πρὸ αὐτοῦ αἰώνιον, προσεχῶς ἂν εἴη μετὰ τὸν αἰῶνα. πόθεν οὖν, ὅτι μηδὲν πρὸ αὐτοῦ αἰώνιον; ὅτι, φαίην ἄν, μηδὲ πρὸ τῆς εἰκόνος αὐτοῦ ἔστι τι ἔγχρονον, ἀλλʼ ὅ τε κόσμος πρώτως χρόνου μετέχει καὶ τὸ αὐτοζῷον πρώτως αἰῶνος· εἰ γὰρ ὃν ἔχει λόγον ὁ αἰὼν πρὸς τὸν χρόνον, τοῦτον ἔχει καὶ τὸ αὐτοζῷον πρὸς τὸν κόσμον, καὶ ἐναλλάξ, φαῖεν ἂν γεωμετρῶν παῖδες, ὃν ἔχει λόγον ὁ αἰὼν πρὸς τὸ αὐτοζῷον, τοῦτον ὁ χρόνος πρὸς τὸν κόσμον. ἀλλὰ μὴν ὁ χρόνος ὑπὸ πρώτου μετέχεται τοῦ κόσμου — καὶ γὰρ οὐδʼ ἦν ὅλως πρὸ τῆς οὐρανοῦ διακοσμήσεως —, καὶ ὁ αἰὼν ἄρα ὑπὸ πρώτου μετέχεται τοῦ αὐτοζῴου. καὶ εἰ ὁ χρόνος μὴ ἔστι τὸ πᾶν αἰσθητὸν ζῷον — μετʼ αὐτοῦ γὰρ γέγονε, τὸ δὲ μετʼ αὐτοῦ γεγονὸς οὐκ ἔστιν αὐτὸ μεθʼ οὗ γέγονεν —, οὐδʼ ἂν ὁ αἰὼν εἴη τὸ νοητὸν ζῷον· ὥστε οὐδὲ ζῷον, ἵνα μὴ δύο ᾖ νοητὰ ζῷα· δέδεικται γὰρ ὅτι μονογενές ἐστι τὸ αὐτοζῷον ὑπʼ αὐτοῦ πρότερον· ὥστʼ οὐχὶ ζῷον μὲν ὁ αἰών, ἄλλο δὲ τοῦ αὐτοζῴου τὸ ζῷον· οὐδʼ ἄρα ζῷον ὅλως· ἢ γὰρ ἕτερον τοῦ αὐτοζῴου ἢ ταὐτόν. οὐδέτερον δὲ δυνατὸν λέγειν, ὡς δεδείχαμεν· τὸ μέν, ὅτι μονογενὲς τὸ αὐτοζῷον, τὸ δέ, ὅτι μηδὲ χρόνος καὶ τὸ ἔγχρονον ταὐτόν. εἰ δὲ μετέχεται μέν, οὐ μετέχει δὲ τοῦ νοητοῦ ζῴου, εἴη ἂν πρὸ τοῦ αὐτοζῴου, θεὸς ὢν νοητὸς μέν, οὔπω δὲ ζῷον, εἴπερ θεὸς καὶ τὸ αὐτοζῷον, τοῦτο δέ, εἴπερ καὶ ὁ κόσμος· τὸ γὰρ μετεχόμενον ἐκεῖ, μὴ μετέχον δὲ τοῦ μετεχομένου πάντως ὁλικώτερον. δῆλον δέ, ὅτι τὰ τῆς μετοχῆς οὐκ ἐπʼ ἴσης ἐπʼ ἀμφοῖν· ἄλλη γὰρ ἡ τῶν νοητῶν κοινωνία καὶ ἕνωσις, ἣν καταχρώμενοι νῦν μετοχὴν ἐκαλέσαμεν, καὶ ἄλλη ἡ τῶν ἐπίταδε φύσεων. πέφηνεν ἄρα ἡ τάξις τοῦ αἰῶνος ἡ πρὸς τὸ αὐτοζῷον, ὅτι τε ὑπερτέρα καὶ προσεχῶς ὑπερτέρα καὶ ὅτι τοῦ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἐστὶν αἰτία τοῖς νοητοῖς — καὶ γὰρ εἰ τὴν στάσιν τούτου τις αἰτιῷτο, ἀλλʼ ἣ μέν ἐστι συντεταγμένη αἰτία καὶ περὶ τὴν ἐνέργειαν παρεχομένη μᾶλλον τὸ ὡσαύτως, ἣ δὲ ἐξῃρημένη — καὶ ὅτι περιοχή ἐστι τῶν πολλῶν νοητῶν ἑνάδων καὶ ἕνωσις. διὸ καὶ ὑπὸ τῶν λογίων πατρογενὲς φάος εἴρηται, διότι δὴ τὸ ἑνοποιὸν φῶς πᾶσιν ἐπιλάμπει· πολὺ γὰρ μόνος ἐκ πατρὸς ἀλκῆς

δρεψάμενος νόου ἄνθος ἔχει τὸ νοεῖν πατρικὸν

  
νοῦν  

καὶ νόον ἐνδιδόναι πάσαις πηγαῖς τε καὶ ἀρχαῖς

  
καὶ τὸ νοεῖν αἰεί τε μένειν ἀόκνῳ στροφάλιγγι·  
πατρικῆς γὰρ θεότητος διακορὴς ὤν, ἣν καλεῖ νόου ἄνθος, νοῦν ἐπιλάμπει τοῖς πᾶσι καὶ τὸ ἀεὶ ὡσαύτως νοεῖν καὶ ἐρωτικῶς περὶ τὴν πάντων ἀρχὴν στρέφεσθαι καὶ ἐνεργεῖν. ἀλλὰ ταῦτα μὲν ἐν ἀβάτοις σηκοῖς τῆς διανοίας ἀνελίττω.

`3.15–3.22`

Πάλιν δὲ πανταχόθεν ἀνιχνεύοντες τὴν τοῦ φιλοσόφου περὶ αἰῶνος ἐπιβολὴν δραξώμεθα τοῦ μένοντος αἰῶνος ἐν ἑνί· ποίῳ γὰρ ἑνί, ζητῶμεν. ἆρα τἀγαθῷ, καθάπερ ἔδοξε τῷ θεολογικωτάτῳ τῶν ἐξηγητῶν; ἀλλʼ οὐδʼ αὐτὸ ἐν ἑαυτῷ μένει διʼ ἁπλότητα, καθὰ μεμαθήκαμεν ἐν τῇ πρώτῃ τοῦ Παρμενίδου ὑποθέσει καὶ αὐτὸν ἤρεσε, μή τί γε ἄλλο ἐν αὐτῷ· οὐδὲν γὰρ ὅλως ἐν ἐκείνῳ οὐδὲ σὺν ἐκείνῳ διὰ τὸ ἐξῃρῆσθαι τῆς πρὸς ὁτιοῦν τῶν ἁπάντων αὐτὸ συντάξεως, ἄλλως τε οὐδὲ ἀγαθὸν οὔτε ἓν εἴωθε λέγεσθαι, ἀλλὰ τἀγαθὸν καὶ τὸ ἓν μετὰ τοῦ ἄρθρου, ἵνα τὴν μοναδικὴν αὐτοῦ καὶ ἐπέκεινα πάσης τῆς συνεγνωσμένης φύσεως ὑπεροχὴν ἐννοήσωμεν. νυνὶ δὲ οὐκ «ἐν τῷ ἑνὶ» μένειν ὁ αἰὼν εἴρηται, ἀλλʼ ἐν ἑνί· ὥστε οὐκ ἐν τἀγαθῷ. ἀλλʼ ἆρα τοῦτο δηλοῖ τὸ μένοντος αἰῶνος ἐν ἑνί, τὸ οἷον ἡνωμένου τοῦ αἰῶνος καὶ μένοντος ἐν τῷ ἑαυτοῦ ἑνὶ καὶ εἰς πλῆθος ἢ ὅλως ἀριθμὸν οὐ προϊόντος, ἵνα καὶ ἑνώσεως αἴτιος ᾖ τοῖς πολλοῖς νοητοῖς; ἢ καὶ τοῦτο μὲν ἀληθές, ὡς ἡμεῖς γέ φαμεν, ἵνα ἑαυτῷ πρὸ τῶν αἰωνίων παρέχῃ τὸ μόνιμον καὶ τὸ ὅλον — τοῦτο γὰρ τὸ ἐν ἑνὶ μένειν —, τὴν ὅλην ὁμοῦ παροῦσαν καὶ τὴν αὐτὴν ὕπαρξιν καὶ ἀνεξάλλακτον. ἕκαστον γοῦν τῶν θείων ἀφʼ ἑαυτοῦ ἄρχεται τῆς ἐνεργείας, ὡς καὶ ὁ αἰὼν ἑαυτὸν ἑδράζει πρὸ τῶν αἰωνίων ἐν τῷ ἑνὶ καὶ συνέχει ὡσαύτως· ὥστε οὐχὶ τὸ ὄν ἐστιν, ὥς φησι Στράτων ὁ φυσικός, τὸ τῆς διαμονῆς αἴτιον, ἀλλʼ ὁ αἰών, καὶ διαμονῆς οὐ γιγνομένης ἀεί, ἀλλʼ ἐν ἑνὶ οὔσης ἀνεξαλλάκτως, ὡς εἶπεν ὁ Τίμαιος. εἰ δὲ ὁ αἰὼν δυάδα ἐμφαίνει, κἂν πολλάκις αὐτὸ κρύπτειν σπουδάζωμεν — τὸ γὰρ ἀεὶ τῷ ὄντι συνάπτεται κατὰ ταὐτὸν καὶ ἔστιν αἰὼν ὁ ἀεὶ ὤν —, ἔοικεν ἔχειν τὴν μονάδα τοῦ ὄντος πρὸ αὐτοῦ καὶ τὸ ἓν ὂν καὶ μένειν ἐν τούτῳ τῷ ἑνί, ὡς ᾤετο περὶ τούτου τοῦ ἑνὸς καὶ ὁ ἡμέτερος καθηγεμών, ἵνα καὶ αὐτὸς ἓν ᾖ πρὸ τῆς δυάδος, ἅτε τοῦ ἑνὸς μὴ ἀφιστάμενος, καὶ ἡ μὲν ἐν αὐτῷ προεμφαίνουσα τὸ πλῆθος δυὰς ἑνίζηται τῷ ἑνὶ ὄντι, ἐν ᾧ μένει ὁ αἰών, τὸ δὲ πλῆθος τῶν νοητῶν αὐτῷ τῷ αἰῶνι περιέχοντι αὐτῶν καὶ συνέχοντι πάσας ἐξῃρημένως καὶ ἑνιαίως τὰς ἀκρότητας· ὅτι γὰρ ἡ τοῦ ὄντος ἑνὸς καὶ ἡ τοῦ αἰῶνος ἔννοια διαφέρουσι, δῆλον· τὸ γὰρ ἀεὶ εἶναι καὶ τὸ ἁπλῶς εἶναι πάντως ἕτερον. εἴ τι γοῦν ἀεί ἐστι, τοῦτο καὶ ἔστιν· οὐκ ἀνάπαλιν δὲ εἴ τι ἔστι, τοῦτο καὶ ἀεί ἐστιν· ὁλικώτερον ἄρα καὶ γενικώτερον τοῦ ἀεὶ εἶναι τὸ εἶναι καὶ διὰ ταῦτα ἐγγυτέρω τοῦ πάντων αἰτίου καὶ τῶν ὄντων καὶ τῶν ἑνάδων τῶν ἐν τοῖς οὖσι καὶ αὐτῆς τῆς γενέσεως καὶ τῆς ὕλης. τρία οὖν ταῦτά ἐστιν ἑξῆς· τὸ ἓν ὂν ὡς μονὰς τῶν ὄντων, ὁ αἰὼν ὡς δυὰς μετὰ τοῦ εἶναι τὸ ἀεὶ ἔχουσα, τὸ αἰώνιον μετέχον καὶ τοῦ εἶναι καὶ τοῦ ἀεὶ καὶ οὐ τὸ πρώτως ἀεὶ ὂν ὡς αἰών. καὶ τὸ μὲν ἓν ὂν τοῦ εἶναι μόνως αἴτιον πᾶσι τοῖς ὁπωσοῦν  <span class="gap">…</span> εἴτε ὄντως εἴτε οὐκ ὄντως, ὁ δὲ αἰὼν τῆς ἐν τῷ εἶναι διαμονῆς. καὶ τοῦτο ἔδει μᾶλλον τὸν Στράτωνα λέγειν, ἀλλʼ οὐχὶ τὴν διαμονὴν ὁρίζεσθαι τῶν ὄντων τὸ ὄν, ὡς ἐκεῖνος ἐν τῷ Περὶ Τοῦ Ὄντος βιβλίῳ γέγραφε, τὸ ἴδιον τοῦ αἰῶνος μετάγων ἐπὶ τὸ ὄν· οὐδὲ γὰρ ἐν τοῖς γενητοῖς ταὐτόν ἐστι τὸ γίνεσθαι τῷ διαμένειν γιγνόμενον, ἀλλὰ τῆς μὲν γενέσεως ἴδιον τὸ ἄλλο καὶ ἄλλο δεικνύναι τὸ ἔχον, τοῦ δὲ διαμένειν τὴν γένεσιν ὁ χρόνος, ἐν ᾧ ἡ γένεσις· καὶ ὅπερ ἐπὶ ταύτης ὁ χρόνος, τοῦτο ἐπὶ τῆς οὐσίας ὁ αἰών. ἀλλὰ περὶ μὲν τοῦ μεγίστου τοῦ μείναντος ἐν τῷ ἑνὶ τῶν θεῶν αἰῶνος ἄχρι τοσούτου παραγεγυμνώσθω. Διὰ τί δὲ ἐτύγχανεν οὖσα αἰώνιος ἡ τοῦ ζῴου φύσις, ἀλλʼ οὐχὶ «τυγχάνει», καίπερ τῷ αἰῶνι τοῦ νῦν ᾠκειωμένου μᾶλλον ἢ τοῦ παρεληλυθότος; ἐχρήσατο μὲν οὖν καὶ ἐν ἄλλοις τούτῳ τῷ εἴδει τῆς ἀπαγγελίας, ἀγαθὸς ἦν εἰπὼν περὶ τοῦ ἀγαθοῦ ὄντος ἀεί, σημαίνων, ὅτι οὐκ ἀπὸ χρόνου τοῦτο, ἀλλʼ ἀεὶ ἦν, καὶ ὅτι τὰ τέλη προείληπται καὶ συνείληπται ταῖς ἀρχαῖς πρὸ πάσης παρατάσεως ἐπὶ τῶν θείων. νυνὶ δὲ καὶ πλείονα καιρὸν ἔσχε τὸ ἐτύγχανεν· ἐπεὶ γὰρ καθʼ ὑπόθεσιν διακοσμεῖ, πρὸ δὲ τῆς διακοσμήσεως εἰ καὶ μὴ χρόνῳ, ἀλλʼ οὖν τῇ ἀξίᾳ ὑπάρχει τὰ νοητὰ καὶ ὅσα σύνεστι τοῖς νοητοῖς, διὰ τοῦτʼ εἶπεν ἐτύγχανε. πάλιν δὲ τῷ οὖσα τῇ ἀσθενείᾳ τοῦ παρατατικοῦ ῥήματος ἐβοήθησε· πεποίηκε γὰρ αὐτὸ καὶ οὐσιῶδες, καὶ οὐχ ἧττον τοῦ ἐνεστῶτος ᾠκείωσέ γε τῷ αἰῶνι τὸν λόγον περὶ αὐτοῦ, τελειότητα μὲν αὐτῷ διὰ τοῦ ἐτύγχανεν ἐπιδούς, τὸ ὂν δὲ τὸ οὐσιῶδες διὰ τοῦ οὖσα συνεισενεγκών. καὶ περὶ μὲν τῶν λεξειδίων ἅλις. Διὰ τί δὲ τῷ γενητῷ τὸ αἰώνιον παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν; ἦ ὅτι πᾶν τὸ γενητόν. φαίης ἄν, ἐν μεταβολῇ τὸ εἶναι ἔχει, τὸ δὲ παντελῶς αἰώνιον ἀμετάβλητόν ἐστι καὶ ἀγένητον. ἀντικειμένων οὖν ἀλλήλαις τῶν φύσεων εἴ τις ἐβιάσατο τῷ γενητῷ προσάψαι τὸ παντελῶς αἰώνιον, οὔτε ἂν ἀμετάβλητον αὐτὸ ἐποίει καὶ ἀνῄρει αὐτοῦ τὴν φύσιν. ἆρʼ οὖν ἀμηγέπῃ πάρεστι τῷ αἰσθητῷ ὁ αἰών, εἰ καὶ μὴ παντελῶς; πῶς δὲ οὐκ ἂν ὁμολογήσαιμεν; ὁ γὰρ τῆς εἰκόνος μετέχων τοῦ αἰῶνος μετέχει πως καὶ τοῦ αἰῶνος, εἰ καὶ μὴ οὕτως, ὡς ὁ ἀμέσως αὐτοῦ μετέχων, καὶ ὅλως ἀεὶ τὰ ὑπέρτερα αἴτια κοσμεῖ καὶ τὰς τῶν ὑφειμένων ἐπικρατείας. ὥστε καὶ ὁ αἰὼν πάρεστί πως τοῖς ὑπὸ τοῦ χρόνου κοσμουμένοις· καθʼ ἓν μὲν γὰρ παντελὲς πέρας μόνοις τοῖς νοητοῖς σύνεστι, πεπληθυσμένως δὲ κατὰ τὰς διῃρημένας τελειότητας καὶ κατὰ τὰ ὡρισμένα τῆς ζωῆς μέτρα καὶ μάλιστα κατὰ τὰς οὐσίας τῶν οὐρανίων ψυχῶν δύναται παρεῖναι καὶ τοῖς ἐγκοσμίοις πράγμασι. καὶ δέχεται αὐτὸς ὁ κόσμος οὐχ ὡς ἔστιν αὐτὸς ὁ αἰών, διὸ μηδʼ αἰώνιος εἶναι λέγεται, ἀλλʼ ὡς δύναται τὴν ἀμέριστον αὐτοῦ παρουσίαν καὶ ἔλλαμψιν. θείας ἄρα καὶ τοῦτο αἰτίας καὶ περιοχῆς ἐξαίρετον ἀγαθόν ἐστιν ἐν τῷ αἰῶνι, διόπερ δὴ καὶ τὰ μεριστὰ καὶ ὥσπερ ὑπεναντία πρὸς τὴν ἑαυτοῦ φύσιν κατʼ αἰτίας ἐπιπλοκὴν περιέχει. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Πῶς δὲ «εἰκὼν» ὁ χρόνος εἴρηται τοῦ αἰῶνος; ἆρʼ ὅτι μένει μὲν ὁ αἰὼν ἐν τῷ ἑνί, πρόεισι δὲ ὁ χρόνος κατʼ ἀριθμόν; ἀλλὰ ταῦτα τὴν ἀνομοιότητα μᾶλλον αὐτοῖν ἢ τὴν ὁμοίωσιν ἐπιδείκνυσι· σχεδὸν γὰρ τὰ πάντα τοῖς πᾶσιν ἀντέθηκε, τῷ «μένειν» τὸ «ἰέναι», τῷ ἐν ἑνὶ τὸ κατʼ ἀριθμόν, τῷ «αὐτὸ» τὴν «εἰκόνα». βέλτιον οὖν λέγειν, ὅτι δὴ δύο μέτρα ταῦτα τῶν ὄντων ὁ θεὸς παρήγαγε, τὸν αἰῶνά φημι καὶ τὸν χρόνον, τὸν μὲν τῶν νοητῶς ὄντων, τὸν δὲ τῶν ἐγκοσμίων. καθάπερ οὖν ὁ κόσμος εἰκὼν εἴρηται τοῦ νοητοῦ, καὶ τὸ κοσμικὸν μέτρον εἰκὼν τοῦ μέτρου τοῦ νοητοῦ κατωνόμασται. ἀλλʼ ὁ μὲν αἰὼν μέτρον ὡς τὸ ἕν, ὁ δὲ χρόνος ὡς ὁ ἀριθμός· μετρεῖ γὰρ ἑκάτερος, ὃ μὲν τὰ ἑνιζόμενα, ὃ δὲ τὰ ἀριθμούμενα, καὶ ὃ μὲν τὴν διαμονὴν τῶν ὄντων, ὃ δὲ τὴν παράτασιν τῶν γινομένων. αἱ δὲ δοκοῦσαι ἀντιθέσεις αὐτῶν οὐκ ἀνομοιότητά τινα τῶν μέτρων ἐμφαίνουσιν, ἀλλὰ τὸ παρῆχθαι τὰ δεύτερα παρὰ τῶν πρεσβυτέρων· ἥ τε γὰρ πρόοδος ἀπὸ τῆς μονῆς καὶ ὁ ἀριθμὸς ἀπὸ τοῦ ἑνός. μήποτε δὲ καὶ εἰκὼν ὁ χρόνος διὰ τοῦτο τοῦ αἰῶνος, διότι τῆς τελειότητός ἐστι τῶν ἐγκοσμίων ποιητικός, ὥσπερ ὁ αἰὼν τῆς τῶν ὄντων, ὡς συνοχεὺς καὶ φρουρός· ὡς γὰρ τὰ μὴ δυνάμενα κατὰ νοῦν ζῆν ὑπὸ τὴν τῆς εἱμαρμένης ἄγεται τάξιν, ἵνα μὴ φυγόντα τὸ θεῖον τελέως ἄτακτα γένηται, οὕτω δὴ καὶ τὰ προελθόντα τοῦ αἰῶνος καὶ μὴ δυνηθέντα μετέχειν τῆς ἑστώσης τελειότητος ὅλης ἅμα καὶ ἀεὶ ταῦτα τελεῖ μὲν εἰς τὴν ἐπικράτειαν τοῦ χρόνου, διεγείρεται δὲ παρʼ αὐτοῦ πρὸς τὰς προσφόρους ἑαυτοῖς ἐνεργείας, διʼ ὧν τοῦ προσήκοντος αὐτοῖς τέλους διά τινων περιόδων ἀποκαταστατικῶν ἀπολαύειν δυνήσεται. Εὖ δὲ ὅτι καὶ «ἐπίνοιαν» ἐκάλεσε τοῦ δημιουργοῦ τὴν τοῦ χρόνου ποίησιν· τὸ γὰρ τοῖς τὴν φύσιν μὴ ἀϊδίοις ἐπικτήτου μεταδοῦναι καὶ χρονικῆς ἀϊδιότητος, καὶ τὸ τοῖς ἀτελέσι τελειότητος, καὶ τὸ τοῖς εὐθυπόροις κυκλικῆς ἀποκαταστάσεως οὐ πόρρω δοκεῖ πίπτειν ἐπινοίας καὶ μηχανήματος. διὸ καὶ ἐν τοῖς ἑξῆς τὴν γένεσιν τῶν μερῶν τοῦ χρόνου τὸν θεὸν ἔφη μεμηχανῆσθαι. Ἀλλὰ πῶς λέγεται «κινητὴ» εἶναι ἡ τοῦ αἰῶνος εἰκών; ἆρʼ ὅτι πᾶσα κινεῖται καὶ τὸ ὅλον αὐτῆς ἐστιν ἐν κινήσει; ἦ τοῦτο μὲν ἀδύνατον· οὐδὲν γὰρ καθʼ ὅλον ἑαυτὸ κινεῖται, οὐδὲ ὅσα μεταβάλλει κατʼ οὐσίαν· καὶ γὰρ τούτων μένει τὸ ὑποκείμενον. πολλῷ δὲ μᾶλλον τὰ τὰς ἄλλας κινούμενα κινήσεις μένει κατὰ τὴν οὐσίαν καὶ εἰ αὔξοιτο καὶ εἰ ἀλλοιοῖτο καὶ εἰ τοπικῶς κινοῖτο, ἢ μὴ μένον κατά τι συνεξαφανίσει καὶ τὴν κίνησιν· ἔν τινι γὰρ πᾶσα κίνησις. οὐδὲν οὖν ὅλον κινεῖται, καθάπερ εἴπομεν, καὶ μάλιστα ὅσα τῶν ἀϊδίων, ἅ γε καὶ ἐνιδρῦσθαι χρὴ ταῖς οἰκείαις ἀρχαῖς καὶ ἐν ἑαυτοῖς μένειν, εἰ μέλλοι σῴζεσθαι διηνεκῶς. διαφερόντως δὲ ἡ τοῦ αἰῶνος εἰκὼν τὸ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχειν πῃ ὀφείλει καὶ τὸ στάσιμον· ὥστε ἀδύνατον τὸν χρόνον καθʼ ὅλον ἑαυτὸν εἶναι κινητόν, εἴπερ μηδὲ ἄλλο τι τῶν πάντων. δεῖ οὖν αὐτοῦ τι μένειν ἐξ ἀνάγκης, εἴπερ πᾶν κινούμενον κινεῖται κατά τι μένον ἑαυτοῦ  <span class="gap">…</span> τοῦτο ἔχον. μένει τοίνυν καὶ ἡ τοῦ χρόνου μονάς, ἐξηρτημένη τοῦ δημιουργοῦ, πλήρης δὲ οὖσα μετρητικῆς δυνάμεως καὶ βουληθεῖσα μετρῆσαι τῆς τε ψυχικῆς οὐσίας τὰς κινήσεις καὶ τῆς φυσικῆς τε καὶ σωματικῆς τό τʼ εἶναι καὶ τὰς ἐνεργείας καὶ τὰ παθήματα προῆλθε κατʼ ἀριθμόν. μένων οὖν ὁ χρόνος τῇ ἀμερεῖ ἑαυτοῦ καὶ ἔνδον ἐνεργείᾳ τῇ ἔξω καὶ ὑπὸ τῶν μετρουμένων κατεχομένῃ πρόεισι κατʼ ἀριθμόν, τουτέστι κατά τινα εἴδη νοερά, μᾶλλον δὲ κατʼ αὐτὸν τὸν πρώτιστον ἀριθμόν, ὃς ἀνὰ λόγον τῷ ἑνὶ ὄντι προέστηκε τῶν νοερῶν, φαίη ἂν ὁ Παρμενίδης, ὡς ἐκεῖνο τῶν νοητῶν. κατʼ ἀριθμὸν οὖν ἐκεῖνον πρόεισι, διὸ καὶ ἑκάστοις τῶν ἐγκοσμίων εἰδῶν τὸ πρόσφορον ἀπονέμει μέτρον. λέγοις δʼ ἂν ἔτι προσεχέστερον, ὅτι πρόεισι κατʼ ἀριθμὸν ὁ ὡς ἀληθῶς χρόνος ἀριθμῶν τὰ μετέχοντα αὐτοῦ καὶ αὐτὸς ὢν νοερὸς ἀριθμός, ὃν καὶ ὁ Σωκράτης ἔλεγε καὶ ᾐνίσσετο, ἡνίκα ἔλεγεν ἐν τῷ ἀληθινῷ ἀριθμῷ εἶναι τὸ αὐτοτάχος καὶ τὴν αὐτοβραδυτῆτα, οἷς διαφέρει τὰ ὑπὸ τοῦ χρόνου ἀριθμούμενα θᾶττον ἢ βραδύτερον κινούμενα· διὸ καὶ ὁ Τίμαιος πολὺν περὶ ἐκείνου οὐ πεποίηκε λόγον, ὡς τῇ προτεραίᾳ τοῦ Σωκράτους αὐτὸν τελέως ἐκφήναντος, ἀλλὰ περὶ τοῦ ἀπʼ αὐτοῦ προελθόντος· ἐκείνου γὰρ ἀριθμοῦ ἀληθινοῦ ὄντος τοῦτον εἶπε κατʼ ἀριθμὸν προϊέναι. προΐτω μὲν οὖν καὶ κατὰ τὸν νοητὸν ἀριθμόν, πρόεισι δὲ καὶ καθʼ ὃν αὐτὸς ἀριθμεῖ τὰ μετέχοντα, καθάπερ καὶ ὁ ἐν τούτοις ἀνάπαλιν κατὰ τὸν ἀριθμοῦντα πρόεισιν, αὐτὸς ὢν ὁ ἀριθμητός, εἴδωλόν τι ἔχων τοῦ οὐσιώδους χρόνου, διʼ ὃν πάντα ἀριθμεῖται μείζοσι καὶ ἐλάσσοσι τῆς ἑαυτῶν ζωῆς ἀριθμοῖς, ὡς βοῦν μὲν τοσόνδε ζῆν χρόνον, ἄνθρωπον δὲ τοσόνδε, ἥλιον δὲ ἐν τοσῷδε ἀποκαθίστασθαι καὶ σελήνην καὶ φαίνοντα καὶ ἄλλους κατʼ ἄλλα μέτρα ποιεῖσθαι τὰς ἑαυτῶν περιόδους. μέτρον δʼ οὖν ὁ χρόνος τῶν κινήσεων, οὐχ ὡς τὸ ᾧ μετροῦμεν — τοῦτο γὰρ ἡ ἔννοια δρᾷ ἡ περὶ χρόνου καὶ οὐκ αὐτὸς ὁ χρόνος —, ἀλλʼ ὡς ποιητικὸν καὶ ἀφοριστικὸν τοῦ εἶναι τῆς ζωῆς καὶ πάσης τῆς ἄλλης κινήσεως τῶν ἐν χρόνῳ πραγμάτων, καὶ ὡς κατὰ τὰ παραδείγματα μετρῶν αὐτὰ καὶ πρὸς ἐκεῖνα ἀφομοιῶν· ὡς γὰρ ἑαυτὸν ἀναφέρει πρὸς τὴν τοῦ αἰῶνος ὁμοίωσιν τοῦ περιέχοντος καὶ μετροῦντος τὰς παραδειγματικὰς αἰτίας, οὕτω καὶ τὰ ὑφʼ ἑαυτοῦ τελειούμενα κύκλῳ συνελισσόμενα πρὸς μίμησιν ἀναπέμπει σεμνοτέραν τῶν αἰωνίων ἀρχῶν. ἢ πῶς ἄρα τηλικοῦτος ὢν καὶ τοιοῦτος θεὸς μέτρον ἂν εἴη κινήσεως ὡς τὸ ᾧ μετροῦμεν ἢ τὸ ἀριθμητὸν τῆς τῶν ἐγκυκλίων σωμάτων κινήσεως ἢ ὅλως κινήσεως, ὥσπερ τισὶν ἔδοξε μήτε τῆς δυνάμεως αὐτοῦ συναισθανομένοις μήτε τῆς δημιουργικῆς ἐπὶ πάντα παρουσίας; ὅταν δὲ καὶ φθορᾶς αὐτὸν αἴτιον εἶναι λέγωσι μᾶλλον ἢ γενέσεως, καὶ λήθης μᾶλλον ἢ σωτηρίας, καὶ τούτων κατὰ συμβεβηκὸς καὶ οὐ καθʼ αὑτό, κομιδῇ τότε τοῖς καθεύδουσιν ἐοίκασιν καὶ μήθʼ ὅσα αὐτοὶ κατά τε σῶμα καὶ ψυχὴν ὑπὸ τοῦ χρόνου  <span class="gap">…</span> ἐπισκεπτομένοις, μήθʼ ὅσα ὁ σύμπας οὐρανὸς καθʼ ὅλον ἑαυτὸν καὶ πᾶσα ἡ γένεσις ἀγαθὰ παρὰ τοῦ χρόνου καὶ διὰ τοῦ χρόνου κομίζονται λογίζεσθαι δυναμένοις. ἀλλʼ οὐχ οἱ θεουργοὶ ταῦτα φαῖεν ἄν, οἵ γε καὶ θεὸν αὐτὸν εἶναί φασι καὶ ἀγωγὴν αὐτοῦ παρέδοσαν ἡμῖν, διʼ ἧς εἰς αὐτοφάνειαν κινεῖν αὐτὸν δυνατόν, καὶ ὑμνοῦσι πρεσβύτερον καὶ νεώτερον καὶ κυκλοέλικτον τοῦτον τὸν θεὸν καὶ αἰώνιον, οὐ μόνον ὡς αἰῶνος εἰκόνα, ἀλλὰ καὶ ὡς αὐτὸν αἰωνίως προειληφότα καὶ νοοῦντα τὸν σύμπαντα τῶν ἐν τῷ κόσμῳ κινουμένων ἁπάντων ἀριθμόν, καθʼ ὃν πάντα τὰ κινούμενα περιάγει καὶ ἀποκαθίστησι περιόδοις θάττοσιν ἢ βραδυτέραις, καὶ πρὸς τούτοις ἀπέραντον διὰ τὴν δύναμιν — τὸ γὰρ πάλιν καὶ πάλιν ἀνακυκλεῖν ἀπειροδυναμίας ἐστί —, καὶ ἑλικοειδῆ φασι μετὰ τούτων, ὡς καὶ τῶν κατʼ εὐθεῖαν κινουμένων καὶ τῶν κύκλῳ μετρητικὸν κατὰ μίαν δύναμιν, ὡς ἡ ἕλιξ ἑνοειδῶς περιέχει τὸ εὐθὺ καὶ περιφερές. οὐκ ἄρα ἀκολουθητέον τοῖς ἐν ψιλαῖς ἐπινοίαις αὐτὸν ἱστᾶσιν ἢ συμβεβηκός τι ποιοῦσιν. Ἀλλʼ οὐδʼ εἴ τινες ἔτι τούτων σεμνότεροι καὶ τῆς τῶν πραγμάτων ἐγγυτέρω χωροῦντες ἰδιότητος ἐκ τῆς ὅλης ψυχῆς γεννᾶσθαί φασι τὸν χρόνον μεταβατικῶς ἐνεργούσης αὐτῆς μὲν ἀθρόως καὶ ἀμεταστάτως, μετρούσης δὲ τῷ χρόνῳ τάς τε οὐρανίας περιφορὰς καὶ τὰς περιόδους τῶν ἄλλων ψυχῶν, οὐδὲ τούτοις τό γε ἡμέτερον ἐπιτρέψει, καίπερ οὐ πόρρω τῆς ἀληθείας κατηντηκόσι. πρῶτον γὰρ οὖν Πλάτων, ᾧ συμφωνεῖν περὶ τῶν θείων ἅπαντες ἐφιέμεθα, παρὰ τοῦ δημιουργοῦ φησιν ὑποστῆναι τὸν χρόνον ἤδη τοῦ κόσμου κατά τε ψυχὴν καὶ κατὰ σῶμα διατεταγμένου, καὶ οὐκ ἔνδον ἐν αὐτῇ τῇ ψυχῇ καθάπερ τοὺς ἁρμονικοὺς λόγους ἐντεθεῖσθαι παρʼ αὐτοῦ, οὐδʼ ὥσπερ τὸ σωματοειδὲς ἐντὸς τῆς ψυχῆς ἔφη τεκτήνασθαι τὸν θεόν, ἵνα ᾖ δεσπότις αὐτοῦ καὶ ἄρχουσα ἡ ψυχή, οὐχ οὕτω καὶ τὸν χρόνον ἐν τῇ ψυχῇ τὸν θεὸν ἐργαζόμενον καὶ ἀπογεννῶντα παραδίδωσιν, ἀλλὰ διαλεχθεὶς περί τε οὐσίας καὶ ἁρμονίας καὶ δυνάμεως καὶ κινήσεων καὶ γνώσεων παντοδαπῶν τῆς ψυχῆς ἐπὶ πᾶσι τελειωθείσῃ τῇ ψυχῇ καὶ τῷ σώματι μίαν οὐσίαν τούτων ἁπάντων φρουρητικὴν καὶ μετρητικὴν καὶ ἀφομοιωτικὴν πρὸς τὰς παραδειγματικὰς ἀρχὰς τὴν τοῦ χρόνου παρήγαγε· τί γὰρ ἦν ὄφελος ἔχειν μὲν πάντα καλῶς τὰ ἐγκόσμια, μὴ ἀεὶ δὲ διαμένειν, καὶ μιμεῖσθαι μὲν ἀμηγέπῃ τὴν τοῦ παραδείγματος ἰδέαν, μὴ πᾶσαν δὲ εἰς δύναμιν ἐξελίττειν αὐτοῦ καὶ μεριστῶς ὑποδέχεσθαι τὴν ἀμέριστον νόησιν; διὰ μὲν δὴ ταῦτα δημιουργικὴν αἰτίαν ἐπέστησεν ὁ φιλόσοφος τῇ τοῦ χρόνου προόδῳ, ἀλλʼ οὐχὶ ψυχικήν. ἔπειτα δὲ εἰς αὐτὰ ἀφορῶν τὰ πράγματα φαίης ἄν, ὡς εἰ ἐγέννα τὸν χρόνον ἡ ψυχή, οὐκ ἂν οὕτω μετεῖχεν αὐτοῦ, ὡς τελειουμένη ὑπʼ αὐτοῦ· ὅτι γὰρ τελειοῦται ὑπʼ αὐτοῦ καὶ μετρεῖται κατά γε τὰς ἐνεργείας, οὐκ ἀσαφές, ἐπεὶ καὶ πᾶν, ὃ μὴ ἀθρόως καὶ ἤδη καὶ ὁμοῦ τὸ πᾶν ἔχει τῆς ἐνεργείας, δεῖται τοῦ χρόνου πρὸς τελείωσιν καὶ ἀποκατάστασιν, διʼ οὗ συλλέγει πᾶν τὸ οἰκεῖον ἀγαθόν, ὃ ἀμερίστως καὶ ἀχρόνως χωρεῖν οὐκ ἠδύνατο· δύο γάρ, ὡς καὶ ἤδη προείρηται, ταῦτα μέτρα τῆς τε διαμονῆς καὶ τῆς τελειότητός ἐστι τῶν ὄντων, αἰὼν καὶ χρόνος, ὃ μὲν τῶν νοητῶν ἑνάδων περιοχὴ μία καὶ ἀπλήθυντος ὤν, ὃ δὲ τῶν ἐκεῖθεν προελθόντων τῆς ἀϊδιότητος ἢ τῆς ἐπὶ πλέον ἢ ἐπʼ ἔλαττον διαμονῆς ὅρος ὢν καὶ μέτρον δημιουργικόν. εἰ μὲν οὖν καὶ ἡ ψυχὴ κατὰ ταὐτὰ τῷ νῷ καὶ τοῖς θεοῖς ἐπιβολῇ μιᾷ καὶ ἀεὶ τῇ αὐτῇ πᾶν ᾕρει τὸ ἑαυτῆς γνωστὸν ἀμεταστάτως νοοῦσα, χρόνον μὲν ἐγέννησεν ἂν ἴσως, χρόνου δὲ πρὸς τὸ ἑαυτῆς τέλος οὐκ ἂν ἐδεήθη. ἐπειδὴ δὲ μεταβατικῶς νοεῖ καὶ ἀποκαταστατικῶς, ἣ μέν τις ὅλου δεῖται τοῦ χρόνου, ἣ δὲ μορίου γέ τινος χρονικοῦ τοῦ αὐτῇ πρός τε τὰς νοερὰς καὶ τὰς γενεσιουργοὺς ἀρκέσοντος ζωάς. οὐδὲν δὲ ὅλως αἴτιον ὂν τοῦ ἑαυτοῦ δεῖται γεννήματος πρὸς τελείωσιν τὴν ἑαυτοῦ· εἴη γὰρ ἂν οὕτω καὶ τέλειον καὶ ἀτελές, πρὶν ὑποστήσῃ τὸ δεύτερον· τέλειον μέν, ἵνα καὶ γεννήσῃ, ἐπεὶ μηδὲν ἀτελὲς ἄλλου γεννητικόν· ἀτελὲς δέ, ὅτι μηδέπω μετέσχε τοῦ τελειοῦντος αὐτό. καὶ καθάπαξ δὲ ἄτοπον τῶν ἀπʼ αὐτῶν προελθόντων λέγειν δεῖσθαι τὰ αἴτια. μέγιστον μὲν οὖν τοῦτό σοι τεκμήριον ἔστω τοῦ τὸν χρόνον μὴ εἶναι γέννημα τῆς ψυχῆς, ἀλλʼ ὑπὸ πρώτης αὐτῆς μετέχεσθαι.

`3.23–3.34`

μετὰ τοῦτο δὲ χρὴ νοεῖν, ὡς καὶ τὰ ἄψυχα χρόνου μετέχει. καὶ οὐ τότε μετέσχε μόνον, ὅτʼ ἐφύετο, καθάπερ τοῦ εἴδους καὶ τῆς ἕξεως, ἀλλὰ καὶ νῦν, ὅτε δοκεῖ πάσης ἐστερῆσθαι ζωῆς, μετέχει τοῦ χρόνου, καὶ οὐχ ὥσπερ λέγεται ζῆν, ὅτι συντέτακται τοῖς ὅλοις καὶ συμπαθῆ πρὸς τὸ πᾶν ἐστιν, ἀλλὰ καὶ ἰδίως καθʼ αὑτὰ χρόνου μετέχει τινὸς καὶ ταύτῃ, ᾗ ἄψυχά ἐστιν, ἀεὶ ἀπολλύμενα μέχρι τελέας φθορᾶς· οὐ γὰρ ἔστιν ὅπου μὴ πάρεστιν ὁ χρόνος. καὶ εἴποι δʼ ἂν ὁ μὲν οἰκοδόμος, πόσον χρόνον ἀντίσχοι ἂν ὁ τοῖχος, ὁ δʼ ὑφάντης περὶ χιτῶνος ἢ ὅλως ἐσθῆτος, ὁμοίως καὶ ἕκαστος τῶν τεχνιτῶν περὶ τῆς ἑαυτοῦ δημιουργίας, εἰ καὶ μὴ οὕτως ἀφωρισμένως, ὡς περὶ τῆς φυσικῆς ποιήσεως ἔστιν εἰπεῖν, ὁ δὲ μάντις περὶ πάντων, ἅτε καὶ τὴν ἐκ τοῦ παντὸς ἀπονενεμημένην τοῖς πράγμασι διάστασιν χρονικὴν δυνάμενος θεωρεῖν. πρὸς τούτοις δέ, ἐπειδὴ καὶ ψυχικαὶ καὶ σωματικαὶ μεταβολαὶ καὶ κινήσεις καὶ ἠρεμίαι καὶ ὅλως πάντα τὰ ὡς ἂν ἀντικείμενα τῶν ἐγκοσμίων πραγμάτων μετρεῖται τῷ χρόνῳ, δεῖ πάντων αὐτὸν ἐξῃρῆσθαι τούτων· τὸ γὰρ ὑπὸ πλειόνων καὶ τούτων ἀνομοίων ὄντων μετεχόμενον ἓν καὶ ταὐτὸν ὂν ἀεὶ καθʼ αὑτὸ προϋφεστὼς οὕτω μετέχεται ὑπʼ ἐκείνων, καὶ ἔτι μᾶλλον ἐν πᾶσιν ὂν πανταχοῦ ἐστιν ἀμερίστως, ὡς τὸ νῦν πανταχοῦ ἐστιν ἓν ὂν κατʼ ἀριθμὸν ἀμερὲς καὶ οὐδενὸς ἴδιον τῶν εἶναι κατʼ αὐτὸ λεγομένων. ὃ καὶ Ἀριστοτέλης ἰδὼν ἔδειξεν εἶναί τι ἀσώματον καὶ ἀμερὲς ἓν πανταχοῦ ταὐτὸν ὄν, τὸ νῦν· τοῦτο λαβών. ἔτι δὲ μὴ ὂν μὲν οὐσία, ἀλλὰ συμβεβηκός, οὐκ ἂν οὕτω δημιουργικὴν ἐπεδείκνυτο δύναμιν, ὡς τὰ μὲν ἀϊδίως γιγνόμενα ποιεῖν, τὰ δὲ χρονιώτερα, τὰ δὲ τούτων μὲν βραχυπορώτερα, τῶν δὲ ἀσθενεστέρων φύσεων μακροπορώτερα, πᾶσι δὲ τὸ πρόσφορον καὶ οἰκεῖον ἀπονέμειν μέτρον τῆς ἐν τοῖς οὖσι διαμονῆς. εἰ δʼ ἔστιν οὐσία δημιουργική, οὔτʼ ἂν ἡ ὅλη ψυχὴ εἴη οὔτʼ ἂν ψυχῆς μόριον· ἄλλη γὰρ ἔννοια ψυχῆς καὶ ἄλλη χρόνου, καὶ ἑτέρων καὶ οὐ τῶν αὐτῶν ἑκάτερον αἴτιον· ψυχὴ μὲν γὰρ ζωῆς μεταδίδωσι καὶ κινεῖ τὰ πάντα — διὸ καὶ ὁ κόσμος, ὡς ἐπλησίασε τῇ ψυχῇ, ζωῆς ἐπληρώθη καὶ μετέσχε κινήσεως —, χρόνος δὲ διεγείρει τὰ δημιουργήματα πρὸς τὴν αὑτῶν τελείωσιν καὶ μέτρον ἐστὶ τῶν ὅλων καὶ ἀϊδιότητός τινος χορηγός. καταδεέστερος δὲ ψυχῆς οὐκ ἂν εἴη, εἴπερ αὐτοῦ καὶ ψυχὴ μετέχει, καὶ εἰ μὴ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατά γε τὰς μεταβατικὰς ἑαυτῆς ἐνεργείας· καὶ γὰρ ἡ τοῦ παντὸς ἀπαύστως ἐνεργεῖν εἴρηται καὶ ζῆν ἐμφρόνως πρὸς τὸν σύμπαντα χρόνον. λείπεται ἄρα καὶ οὐσίαν εἶναι καὶ ψυχῆς μὴ δεύτερον. ἐπὶ πᾶσι δὲ ἐνθυμητέον, ὡς εἰ μὲν ὁ αἰὼν ἢ γέννημα ἦν τοῦ νοῦ ἢ δύναμίς τις νοερά, ἔδει καὶ τὸν χρόνον τοιοῦτόν τι λέγειν εἶναι τῆς ψυχῆς. εἰ δὲ μέτρον ἐξῃρημένον τοῦ πλήθους τῶν νοητῶν ὁ αἰὼν καὶ περιοχὴ τῆς πάντων ἀϊδιότητος καὶ τελειότητος, πῶς οὐχὶ καὶ ὁ χρόνος τοῦτον ἕξει τὸν λόγον πρὸς τὴν ψυχὴν καὶ τὸν ψυχικὸν διάκοσμον, ταύτῃ διαφέρων, ᾗ καὶ τὰ προελθόντα πάντα τῶν μεινάντων αἰτίων; ὅ τε γὰρ αἰὼν πλείονα δείκνυσι τὴν πρὸς τὰ ὑφʼ ἑαυτοῦ μετρούμενα ὑπεροχὴν ἤπερ ὁ χρόνος· ὃ μὲν γὰρ καὶ τὰς οὐσίας τῶν νοητῶν καὶ τὰς ἑνάδας ἐξῃρημένως περιέχει, ὃ δὲ τὰς οὐσίας οὐ μετρεῖ τῶν πρώτων ψυχῶν, ἅτε συντεταγμένος αὐταῖς μᾶλλον καὶ σὺν αὐταῖς ἀπογεννηθείς, ὡς δέ φασιν ἔνιοι τῶν Πλατωνικῶν, οὐδὲ τὰς νοερὰς ἐνεργείας, καίτοι σαφῶς τοῦ Πλάτωνος τὴν μίαν καὶ ὅλην ψυχὴν καὶ θείου καὶ ἔμφρονος ἦρχθαι βίου πρὸς τὸν ξύμπαντα χρόνον ἀποφηναμένου· τά τε νοητὰ μᾶλλον ἥνωται πρὸς τὸν αἰῶνα ἤπερ τὰ ἐγκόσμια πρὸς τὸν χρόνον, οὕτως ἄγαν, ὡς καὶ τῶν θεωρητικωτέρων φιλοσόφων ἐνίους μηδὲν ἄλλο τὸν αἰῶνα ἢ τὸν ἕνα καὶ ὅλον νοῦν ὑπολαβεῖν εἶναι. τὸν δὲ χρόνον τοῖς ἐν χρόνῳ πράγμασιν οὐδεὶς ἂν τῶν σωφρονούντων εἰς ταὐτὸν ἄγειν ἐθελήσειε διὰ τὴν πολλὴν αὐτῶν ἀπόστασιν καὶ ἑτερότητα. Εἰ τοίνυν μήτε κινήσεώς τι ὁ χρόνος μήτε παρακολούθημα ψυχικῆς ἐνεργείας ἢ ὅλως γέννημα ψυχῆς, μήθʼ ὥς τινες νεανιευόμενοι κατὰ τῶν θείων πραγμάτων λέγουσιν, ὡς ὁ μὲν τοῦ θατέρου κύκλος ὁ ψυχικὸς χρόνος ἐστίν, αἰὼν δὲ ὁ ταὐτοῦ — τοιαῦτα γὰρ ἤκουσα καὶ τοῦ Θεοδώρου φιλοσοφοῦντος —, ἵνα δὴ αὐτοὶ κατὰ τὸν ἡνίοχον τεταγμένοι κρείττους ὦσι καὶ χρόνου καὶ αἰῶνος· ὧν εἴ τις ἐπανορθοῦσθαι σπουδάζοι τὴν ὑπόληψιν, αὐτὰ μὲν ἐκεῖνα τὰ μόρια τῆς ψυχῆς οὐκ ἂν εἰς ταὐτόν ποτε χρόνῳ καὶ αἰῶνι συναγάγοι, ῥέπειν δὲ τὸν μὲν θατέρου κύκλον ἐπὶ τὰ ἔγχρονα, τὸν δὲ ταὐτοῦ πρὸς τὰ αἰώνια συγχωρήσειεν— ἐπειδὴ τοίνυν τούτων οὐδὲν δοκιμάζομεν, τί ἂν εἴη ὁ χρόνος; οὐ γὰρ ἱκανὸν ἴσως μέτρον εἰπεῖν τῶν ἐγκοσμίων, οὐδʼ ὧν ἐστιν ἀγαθῶν αἴτιος, ἀλλʼ εἰς δύναμιν ἀντιληπτέον αὐτοῦ τῆς ἰδιότητος. ἆρʼ οὖν κράτιστον οὐσίαν αὐτὸν ὄντα καὶ ψυχῆς τελειωτικὸν καὶ πᾶσι παρόντα νοῦν εἶναι λέγειν οὐχὶ μένοντα μόνον, ἀλλὰ καὶ κινούμενον, μένοντα μὲν κατὰ τὴν ἔνδον ἐνέργειαν, καθʼ ἣν καὶ ἔστιν αἰώνιος ὄντως, κινούμενον δὲ κατὰ τὴν ἔξω προϊοῦσαν, καθʼ ἣν ὁρίζει πᾶσαν μετάβασιν; τοῦ γὰρ αἰῶνος καὶ καθʼ ἣν ἔνδον ἔχει καὶ καθʼ ἣν εἰς τὰ αἰώνια ἐνεργεῖ τὸ μένειν ἔχοντος αὐτὸς κατὰ τὴν ἑτέραν ἐκεῖνον ἀπεικονισάμενος, κατὰ δὲ τὴν λοιπὴν διαστὰς ἐγένετο μένων καὶ κινούμενος. τί δʼ ἂν εἴη νοητὸν ἅμα καὶ γενητόν; τί δʼ ἂν εἴη μεριστὸν ἅμα καὶ ἀμέριστον; ἀλλʼ ὅμως ἐπὶ τῆς ψυχικῆς οὐσίας πάντα ταῦτα προσηκάμεθα, καὶ οὐδʼ ἄλλως δυνάμεθα τῆς μεσότητος ταύτης κατακρατῆσαι τελέως, εἰ μὴ τρόπον τινὰ τοῖς ἀντικειμένοις ἐπʼ αὐτῆς χρησαίμεθα. τί οὖν θαυμαστόν, εἰ καὶ τὴν τοῦ χρόνου φύσιν ὁρῶντες πῂ μὲν ἀκίνητον οὖσαν, πῂ δὲ κινουμένην, μᾶλλον δὲ οὐχ ἡμεῖς, ἀλλὰ πρὸ ἡμῶν ὁ φιλόσοφος διὰ μὲν τοῦ εἶναι αἰώνιον τὴν ἐν ταὐτῷ μένουσαν αὐτοῦ νοερὰν μονάδα παρέστησε, διὰ δὲ τοῦ κινητὸν τὴν ἔξω φερομένην αὐτοῦ καὶ μετεχομένην ἐνέργειαν ὑπό τε ψυχῆς καὶ κόσμου τοῦ σύμπαντος ἐνεδείξατο; μὴ γὰρ οἰηθῶμεν τὸ αἰώνιον τοῦτο ψιλὸν δηλοῦν τὸ αἰῶνος αὐτὸν ὑπάρχειν εἰκόνα — τί γὰρ ἐκώλυεν αὐτόθεν εἰπεῖν αἰῶνος εἰκόνα, ἀλλʼ οὐκ αἰώνιον; —, ἀλλʼ αὐτὸ τοῦτο δηλοῦν ἐθέλει, φύσιν αὐτὸν αἰώνιον ἔχειν, οὐχ οὕτως, ὡς τὸ αὐτοζῷον ἔλεγεν αἰώνιον· ἐκεῖνο γὰρ καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ τοιοῦτον, ὁ δὲ χρόνος τῇ μὲν αἰώνιος, τῇ δὲ ἔξω δόσει κινητός. διὸ καὶ οἱ θεουργοὶ καλοῦσιν αὐτὸν αἰώνιον καὶ οὐ Πλάτων μόνος· εἰκότως· καὶ γὰρ εἰ τὸ μέν ἐστι μόνως κινητὸν καὶ καθʼ αὑτὸ καὶ κατὰ τὰ μετέχοντα αὐτοῦ, κινήσεως μόνης αἴτιον ὂν ὥσπερ ψυχή — μόνως γοῦν ἑαυτήν τε κινεῖ καὶ τὰ ἄλλα —, τὸ δὲ μόνως ἀκίνητον, ἑαυτό τε ἀμετάβατον φυλάττον καὶ τοῖς ἄλλοις τοῦ ἀεὶ ὡσαύτως ὂν αἴτιον, καὶ τοῖς κινουμένοις διὰ ψυχὴν τὸ μέσον εἶναι δεῖ τούτων ἄκρων ὄντων — τοῦ μὲν ἀκινήτου κατʼ ἄμφω, τοῦ δὲ κινητοῦ καὶ κατὰ τὴν αὑτοῦ φύσιν καὶ κατὰ τὴν εἰς ἄλλο δόσιν — ἀκίνητον ὂν ἅμα καὶ κινούμενον, ἀλλὰ ἀκίνητον μὲν καθʼ αὑτό, κινούμενον δὲ ἐν τοῖς μετέχουσι. τοιοῦτος δὲ ὁ χρόνος· καὶ γὰρ εἰ ὁ ἐν τοῖς μετέχουσίν ἐστιν ὡς τὸ ἀριθμούμενον ἀριθμός, τίς ἔσται ὁ κατὰ τὸ ἀριθμεῖν ἐκεῖνον ὢν ἀριθμός; τὸ μὲν οὖν τὴν μερικὴν ψυχὴν λέγειν ἄτοπον· ὑστερογενὴς γάρ ἐστιν ὁ ἐν ταύτῃ τὸν χρόνον ἀριθμῶν ἀριθμὸς οὕτως, ὡς ὁ τοὺς δακτύλους ἀριθμῶν ἐν ἡμῖν. οὔκουν ἐκεῖνος ὁ ποιήσας πέντε τοὺς δακτύλους, ἀλλʼ ὁ γενομένους ἀριθμῶν ὑπὸ τῆς φύσεως τοσούτους. ἡμεῖς δὲ ζητοῦμεν τὸ αἴτιον τοῦ εἶναι τὸν ἀριθμούμενον χρόνον. οὗτος οὖν ἐστιν ὁ αὐτὸς μὲν ἀκίνητος μένων, καθʼ ἑαυτὸν δὲ ἀνελίττων τὸν ἀριθμούμενον. ὅλως δὲ εἰ κινητός ἐστιν ὁ ἐμφανὴς χρόνος, πᾶν δὲ τὸ κινητὸν ἄλλο τι ὂν κινητόν ἐστιν — οὐ γὰρ ἡ κίνησις κινητόν, ἀλλὰ τὸ κινούμενον —, εἶναι δεῖ καθʼ ἑαυτὸν  <span class="gap">…</span> τὸν χρόνον, ἵνʼ ᾖ κινητός. κατʼ ἐκεῖνο μὲν οὖν ἐστιν ὡς ἀληθῶς καὶ ἐν ἑαυτῷ, καθὸ δὲ ἐν τοῖς μετέχουσίν ἐστι, κινητός ἐστι καὶ μετʼ ἐκείνων, ἐξαπλῶν ἑαυτὸν εἰς ἐκεῖνα. ἔστιν οὖν αἰώνιος μὲν καὶ μονὰς καὶ κέντρον κατʼ οὐσίαν ὁ χρόνος καὶ κατὰ τὴν ἐν αὑτῷ μείνασαν ἐνέργειαν, συνεχὴς δὲ ἅμα καὶ ἀριθμὸς καὶ κύκλος κατὰ τὸ προϊὸν καὶ τὸ μετεχόμενον. νοῦς ἄρα τις οὗτός ἐστι προϊών, ἱδρυμένος μὲν ἐν αἰῶνι καὶ διὰ τοῦτο αἰώνιος καὶ αὐτὸς εἶναι λεγόμενος, ἐπεὶ μηδὲ ἄλλως εἰς τελειοτέραν ἀφομοίωσιν τῶν παραδειγμάτων τοῖς ἐγκοσμίοις συνετέλεσεν, εἰ μὴ πρότερον αὐτὸς ἐκείνων ἐξήρτητο, προϊὼν δὲ καὶ πολὺς ῥέων ἐπὶ τὰ ὑπʼ αὐτοῦ φρουρούμενα πράγματα. ὅθεν, οἶμαι, καὶ οἱ τῶν θεουργῶν ἀκρότατοι θεὸν καὶ τοῦτον ὕμνησαν, ὡς Ἰουλιανὸς ἐν ἑβδόμῳ Τῶν Ζωνῶν, καὶ τοῖς ὀνόμασι τούτοις ἐσέμνυναν, διʼ ὧν ἐκφαίνεται ἐν τοῖς μετέχουσι τὰ μὲν πρεσβύτερα ποιῶν, τὰ δὲ νεώτερα, καὶ πάντα κύκλῳ περιάγων· καὶ γὰρ γελοῖον αἰῶνος ὄντα εἰκόνα τοῦτο δὴ εἶναι τὸ ἐν τοῖς ἀριθμουμένοις μόνον ὑφεστὸς χρονικὸν εἴδωλον· πῶς γὰρ εἰκὼν θεοῦ τοσούτου τοῦ αἰῶνος τὸ τοιοῦτον ἐν ὑποκειμένῳ ὄν, μᾶλλον δὲ ἐν τῷ ἐν ὑποκειμένῳ ὄντι φανταζόμενον καὶ συμβεβηκὸς ὂν αὐτὸ συμβεβηκότος; εἰ δὲ καὶ νοῦς μὲν αἰῶνος δεύτερος, ψυχὴ δὲ νοῦ μίμημα, πῶς οὐχὶ ὁ χρόνος αἰῶνος ὢν εἰκὼν κρεῖττόν τι καὶ αὐτῆς ἂν εἴη τῆς ψυχῆς καὶ οὐσιωδέστερον; ὡς γὰρ νοῦς πρὸς ψυχήν, οὕτως αἰὼν ἔσται πρὸς χρόνον, καὶ ἐναλλάξ· ὥστε χρόνος πρὸ ψυχῆς, ὡς πρὸ νοῦ αἰών, καὶ μετέχοιτο μὲν ἂν ὑπʼ αὐτῆς, οὐ μετέχοι δʼ ἂν αὐτῆς, ὡς οὐδὲ τοῦ νοῦ ὁ αἰών, ἀλλʼ ἔμπαλιν. νοερὰν ἄρα τινὰ φύσιν ἔχων κατʼ ἀριθμὸν περιάγει τὰ μετέχοντα αὐτοῦ, τά τε ἄλλα καὶ τὰς ψυχάς· καὶ γὰρ ὁ μὲν χρόνος αἰώνιός ἐστιν οὐ τῇ οὐσίᾳ μόνον, ἀλλὰ καὶ τῇ ἐνεργείᾳ τῇ ἔνδον ἀεὶ ὁ αὐτὸς ὤν, καθʼ ἣν δὲ μετέχεται μόνην ὑπὸ τῶν ἔξω κινητός ἐστι συνεκτείνων ἐκείνοις τὴν ἑαυτοῦ δόσιν καὶ ἐφαρμόζων. ψυχὴ δὲ πᾶσα καὶ κατὰ τὰς ἔνδον ἐνεργείας μεταβατικῶς κινεῖται καὶ κατὰ τὰς ἐκτός, διʼ ὧν τὰ σώματα κινεῖ. καί μοι δοκοῦσιν οἱ τὴν φύσιν αὐτοῦ ταύτην κατανενοηκότες οὕτως αὐτὸν ὀνομάσαι χρόνον, χορόνοόν τινα ἐθελήσαντες εἰπεῖν καὶ οἷον χορεύοντα νοῦν, συντεμόντες δὲ τάχα μὲν διʼ ἐπίκρυψιν χρόνον ὠνόμασαν, τάχα δὲ καὶ διότι μένων τε ἅμα καὶ χορεύων καὶ τῷ μὲν ἑαυτοῦ μένων, τῷ δὲ χορεύων, ὥσπερ ἐφʼ ἡμισείας ἐστὶ νοῦς καὶ χορευτικός. μέρος οὖν ἑκατέρου συντιθέντες τὴν θαυμαστὴν καὶ δημιουργικὴν φύσιν τοῦ θεοῦ τούτου σημαίνουσι. καὶ ἔοικεν, ὡς ὁ δημιουργὸς ἀπὸ νοῦ ἄρχεται κοσμεῖν τὸ πᾶν νοερὸς ὤν, οὕτως ὁ χρόνος ἀπὸ ψυχῆς ἄρχεσθαι τελειοῦν αὐτὸς ὑπερκόσμιος ὤν· ὅτι γὰρ οὐ μόνον ἐστὶν ἐγκόσμιος, ἀλλὰ καὶ πολὺ πρότερον ὑπερκόσμιος, δῆλον, εἴπερ ὡς ὁ αἰὼν ἔχει πρὸς τὸ αὐτοζῷον, οὕτως ἔχει ὁ χρόνος πρὸς τόνδε τὸν κόσμον ἔμψυχον ὄντα καὶ ἔννουν καὶ ὅλον εἰκόνα τοῦ αὐτοζῴου, καθάπερ ὁ χρόνος αἰῶνος. εἰ δʼ οὖν χορόνοός ἐστι, μένων χορεύει, καὶ διὰ τὸ μένον αὐτοῦ καὶ αἱ χορεῖαι ἄπειροί εἰσι καὶ ἀποκαθίστανται· πρῶτος γὰρ τῶν νῶν περὶ τὴν ὅλην χορεύσας δημιουργίαν ᾗ μὲν ἀεὶ κατὰ τὰ αὐτὰ ἔχει καὶ νοῦς ἐστι κατʼ οὐσίαν, αἰώνιος εἴρηται, ᾗ δὲ χορεύει, ψυχάς τε καὶ φύσεις καὶ σώματα κύκλῳ περιάγει καὶ περιοδικῶς ἀποκαθίστησιν, ὡς συντόμως εἰπεῖν· ὁ γὰρ κόσμος κινεῖται μὲν ὡς ψυχῆς μετασχών, τεταγμένως δὲ κινεῖται, διότι νοῦ μετέσχεν — οὕτω γὰρ καὶ ἐν Νόμοις εἶπεν νοῦν θεῖον προσλαβοῦσαν τὴν ψυχὴν ὀρθὰ καὶ ἔμφρονα παιδαγωγεῖν —, περιοδικῶς δὲ κινεῖται τῇ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ κινήσει, μιμούμενος, λέγοιτο ἄν, τὴν ἐν τῷ αὐτῷ τοῦ νοῦ μονὴν διὰ τὴν πρὸς τὸν αἰῶνα τοῦ χρόνου μίμησιν. καὶ τοῦτʼ ἔστι τὸ ὁμοιότερον αὐτὸν τῷ παραδείγματι ποιῆσαν τῷ ἐν ἑνὶ μένοντι, τὸ εἰς τὸ αὐτὸ ἀποκαθίστασθαι καὶ ἓν διὰ τῆς κατὰ τὸν χρόνον κυκλήσεως. καὶ ἔχεις ἐκ τούτων πάντων πάντα τὰ αἴτια τοῦ χρόνου κατὰ Πλάτωνα· ποιητικὸν μὲν αἴτιον τοῦ χρόνου ὁ δημιουργός, παράδειγμα δὲ ὁ αἰών, τέλος δὲ ἡ κατὰ τὰς περιόδους τῶν κινουμένων εἰς τὸ ἓν περιαγωγή· τὸ γὰρ μὴ μεῖναν ἐν τῷ ἑνὶ τῆς γε εἰς τὸ ἓν περιαγωγῆς ἐφίεται, διὰ ταύτης τυχεῖν ἐφιέμενον τοῦ ἑνός, ὅ ἐστι τῷ ἀγαθῷ ταὐτόν· ὅτι γὰρ οὐδʼ ἡ πρόοδος αὐτοῦ μία τις καὶ ἐπʼ εὐθείας καὶ οἷον γραμμή τις ἄπειρος ἐφʼ ἑκάτερα, ἀλλʼ ὡρισμένη τε καὶ περιγεγραμμένη καὶ περί τε τὸν πατέρα τῶν ὅλων καὶ τὴν τοῦ χρόνου μονάδα χορεύουσα καὶ ἀνελίττουσα πᾶν τὸ τῆς δημιουργίας σθένος καὶ πάλιν ἀποκαθισταμένη καὶ τοῦτο ποιοῦσα πολλάκις, μᾶλλον δὲ ἀπειράκις, οὐ μόνον ἀπαιτεῖ τὸ εὔλογον, εἰ δεῖ τὸ ἀναγκαῖον εὔλογον καλεῖν — πόθεν γὰρ τοῖς μετέχουσι τοῦ χρόνου τὸ ἀποκαθίστασθαι μὴ τοῦ μετεχομένου ταύτην ἔχοντος τὴν δύναμιν καὶ τὴν ἰδιότητα τῆς κινήσεως; —, οὐδʼ ἂν πρὸς τῷ εὐλόγῳ καὶ τὴν ἀπὸ τοῦ. ὀνόματος ἀνάπτυξιν μόνην ἐπιμαρτύραιο, διʼ ἧς ὁμογνωμονοῦν σοι καὶ τὸ τῶν ὀνοματοθετῶν ἐπηβολώτατον ἐπιδείξεις, ἀλλὰ καὶ τὴν φωνὴν τοῦ Πλάτωνος αὐτοῦ φήσαντος· ἀλλὰ χρόνου ταῦτα αἰῶνα μιμουμένου καὶ κατʼ ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη· πρῶτος γὰρ τῶν κινουμένων κυκλούμενος κατὰ τὴν εἰς τὰ ἔξω προϊοῦσαν ἐνέργειαν καὶ μετὰ τὴν πᾶσαν ἀνέλιξιν τῆς ἑαυτοῦ δυνάμεως ἀποκαθιστάμενος οὕτω καὶ τὰς τῶν ἄλλων ἀποκαθίστησι περιόδους, ὅλῳ μὲν ἑαυτοῦ τῷ προελθόντι τὴν πρώτως αὐτοῦ μετέχουσαν ψυχὴν περιάγων, μορίοις δέ τισιν ἑαυτοῦ τάς τε ἄλλας ψυχὰς καὶ τὰς φύσεις καὶ τὰς οὐρανίους περιφορὰς καὶ πρὸς τοῖς τελευταίοις πᾶσαν τὴν γένεσιν· διὰ γὰρ αὐτὸν κυκλούμενον κύκλῳ πάντα περιάγεται. κύκλοι δὲ ἄλλων ἄλλοι βραχυπορώτεροί τε καὶ μακροπορώτεροι· καὶ γὰρ αὖ πάλιν εἰ ὁ δημιουργὸς αὐτὸς εἰκόνα κινητὸν τοῦ αἰῶνος τὸν χρόνον ποιεῖ καὶ κατὰ τὴν νόησιν ἑαυτοῦ τὴν περὶ τὸν αἰῶνα τοῦτον ὑφίστησι, δεῖ τὸ κινητὸν τοῦ χρόνου κυκλικὸν εἶναι καὶ χορευτικόν, ἵνα μηδὲ τοῦ αἰῶνος ἀποστατῇ καὶ τὴν περὶ αὐτοῦ νόησιν τοῦ πατρὸς ἀνελίττῃ· καὶ γὰρ ὅλως τὸ κινητὸν τοῦ χρόνου περιληπτικὸν ὂν τῶν κινήσεων πασῶν ὡρίσθαι πολὺ πρότερον τῶν ὑπʼ αὐτοῦ μετρουμένων ὀφείλει· οὐ γὰρ ἡ ἀμετρία μετρεῖ τὰ ὄντα, ἀλλὰ τὸ πρῶτον μέτρον, ὥσπερ οὐδʼ ἡ ἀπειρία περατοῖ, ἀλλὰ τὸ πρώτιστον πέρας. κινεῖται δὲ ὁ χρόνος οὔτε κατὰ τὴν ψυχὴν οὔτε κατὰ τὴν φύσιν οὔτε κατὰ τὸ σωματοειδὲς καὶ φαινόμενον· μερισταὶ γὰρ ἂν οὕτως αὐτοῦ καὶ οὐ περιληπτικαὶ τῶν ὅλων αἱ κινήσεις ἐπιτελοῖντο, ἔτι δὲ ἀνωμαλίας ἂν μετέχοιεν ἢ πλείονος ἢ ἐλάττονος καὶ χρόνου δέοιντʼ ἂν καὶ αὐταί· πᾶσαι γὰρ αὗται ἐν χρόνῳ καὶ οὐκ ἐν προόδῳ θεωροῦνται, ὡς αἱ μετρητικαὶ τῶν ὅλων, ἀλλʼ ἐν ποιότητι ζωῆς ἢ φορᾶς ἢ πάθους. ἡ δὲ τοῦ χρόνου κίνησις καθαρὰ καὶ ἀδιάφορός ἐστι καὶ πρόοδος ἀνεπίτατος καὶ ἀχάλαστος καὶ εὔτακτος καὶ ἴση καὶ ὁμοία καὶ ἡ αὐτή· καὶ γὰρ τῶν ὁμαλῶν καὶ τῶν ἀνωμάλων ἐξῄρηται καὶ ὁμοίως ἀμφοτέραις πάρεστιν, οὐκ ἀλλοιουμένη διὰ τὰς κινήσεις αὐτὰς ἀλλοιουμένας, ἀλλὰ μένουσα ἡ αὐτὴ χωρὶς ἀνωμαλίας πάσης, ἐγερτικὴ τῶν κατὰ φύσιν ὅλων κινήσεων καὶ ἀποκαταστατικὴ καὶ μετρητική, ἀμιγῶς μὲν ἔχουσα πρὸς τὰ μετρούμενα παρʼ αὐτῆς κατὰ τὸ τῆς νοερᾶς ἐνεργείας ἰδίωμα, προϊοῦσα δὲ μεταβατικῶς καὶ αὐτοκινήτως, καὶ ταύτῃ τῷ ψυχικῷ διακόσμῳ προσήκουσα, ἐνυπάρχουσα δὲ τοῖς ὑπʼ αὐτῆς ἀφοριζομένοις καὶ τελειουμένοις κατὰ πρωτουργὸν αἰτίαν τῆς φύσεως, ἑνὶ δὲ οὐδενὶ τῶν ὄντων κατὰ πάντα προσεοικυῖα· καὶ γάρ πως ἔδει τὸ τῶν ὅλων μέτρον ἐοικέναι μὲν τοῖς πᾶσι καὶ συγγενῶς ἔχειν πρὸς πάντα, μηδενὶ δʼ εἶναι τῶν μετρουμένων ταὐτό. πρόεισιν οὖν ἡ τοῦ χρόνου κίνησις ἀνελίττουσα καὶ διαιροῦσα καὶ μεριστῶς ἐκφαίνουσα τὴν ἀμερῆ καὶ μείνασαν δύναμιν, καθάπερ τις ἀριθμὸς πάντα τὰ εἴδη τῆς μονάδος διῃρημένως ὑποδεχόμενος καὶ πρὸς ἑαυτὸν ἐπιστρέφων καὶ ἀνακυκλούμενος· οὕτω γὰρ δὴ καὶ ἡ τοῦ χρόνου κίνησις κατὰ τὰ ἐν τῇ χρονικῇ μονάδι μέτρα προελθοῦσα πέρας ἀρχῇ συνάπτει, καὶ τοῦτο ἀπειράκις, τάξιν μὲν ἔχουσα καὶ αὐτὴ θείαν, οὐ μέντοι τὴν ταττομένην, ὥς φησι καὶ ὁ φιλόσοφος Ἰάμβλιχος, ἀλλὰ τὴν τάττουσαν, οὐδὲ τὴν ἑπομένην τοῖς προηγουμένοις, ἀλλὰ τὴν ἀρχηγὸν τῶν ἀποτελουμένων. μετρεῖται δὲ ὅμως καὶ αὐτὴ ἐξ οὐδενὸς μὲν διαστατοῦ — καὶ γὰρ γελοῖον ἐκ τῶν ὑστέρων μετρεῖσθαι λέγειν τὰ πρεσβυτέραν ἔχοντα τὴν φύσιν καὶ τὴν ἀξίαν —, ἐκ μόνης δὲ τῆς χρονικῆς μονάδος, ἣν ἀνελίττειν ἡ πρόοδος εἴρηται, καὶ πολὺ πρότερον ἔκ τε τοῦ δημιουργοῦ καὶ ἐξ αὐτοῦ τοῦ αἰῶνος, οὗ δὴ λέγεται καὶ εἰκών, πρὸς ὃν καὶ κινητὸς ἀπετελέσθη. πρὸς γοῦν αὐτὸν τὸν αἰῶνα λέγεται κινητὸς τὸν πάντη ἀκίνητον, ὥσπερ ἂν εἴ τις καὶ τὴν ψυχὴν μεριστὴν περὶ τοῖς σώμασιν ἔλεγεν ὡς πρὸς τὸν νοῦν, οὐχ ὅτι τοῦτο μόνον ἐστίν, ἀλλʼ ὅτι πρὸς νοῦν μὲν παραβαλλομένη τοιοῦτο δόξειεν ἂν εἶναι, πρὸς δὲ τὴν μεριστὴν οὐσίαν ἀμέριστος. οὕτω καὶ ὁ χρόνος καίπερ αἰώνιος ὢν κατὰ φύσιν ὅμως εἴρηται κινητὸς ὡς πρὸς αὐτὸν τὸν αἰῶνα, διὰ δὲ τὴν τάξιν αὐτοῦ καὶ τὴν ἐν τῇ προόδῳ συνέχειαν τό τε πρότερον καὶ ὕστερον παρʼ αὐτῷ πολλοῦ δεῖ τοιοῦτον εἶναι, οἷον αὐτό τινες ὑπειλήφασιν· οὔτε γὰρ κατὰ κινήσεων μεταβάσεις μόνον, ὥσπερ ἐπὶ τῶν κατʼ οὐρανόν, οὔτε κατὰ ζῴων ἀνελίξεις, ὥσπερ ἐπὶ τῆς ψυχῆς, οὔτε κατὰ σωματικῶν γενέσεων διεξόδους, ὥσπερ ἐπὶ τῆς φύσεως, οὔτε κατʼ ἄλλο τοιοῦτον οὐδὲν αὐτὸ θεωρητέον ἀφωρισμένως — τῶν γὰρ μετʼ αὐτὸν τάξεων ἴδια ταῦτα καθέστηκεν —, ἀλλὰ κατʼ αἰτίων προήγησιν καὶ συμπλοκὴν τῷ συνεχεῖ τῶν ἀπογεννήσεων καὶ πρωτουργὸν ἐνέργειαν καὶ δύναμιν ἐνεργητικὴν τῶν ποικίλων καὶ παντοδαπῶν κινήσεων. ἔστιν οὖν κινητὸς οὐ καθʼ αὑτόν, ἀλλὰ κατὰ τὴν ἀπʼ αὐτοῦ μέθεξιν τὴν ἐν ταῖς κινήσεσι φανταζομένην καὶ μετροῦσαν καὶ ὁρίζουσαν τὰς κινήσεις, ὥσπερ εἴ τις λέγοι καὶ τὴν ψυχὴν μεριστὴν περὶ τοῖς σώμασι καθʼ ὅσον ἐστὶν αὐτῆς μέθεξίς τις περὶ τὰ σώματα μεριστή, ἧς αὐτὴ περιέχει τὴν αἰτίαν· οὕτω γὰρ καὶ ὁ χρόνος κινητός, ὡς ἔχων τὴν αἰτίαν τῆς ἐνεργείας τῆς ἔξω προϊούσης ἀπʼ αὐτοῦ καὶ ἐν ταῖς κινήσεσι μεριστῶς ὁρωμένης καὶ συνδιισταμένης αὐταῖς. ὡς οὖν αἱ κινήσεις ἔγχρονοι γίνονται διὰ τὴν μέθεξιν, οὕτως ὁ χρόνος κινητὸς διὰ τὸ μετέχεσθαι ὑπὸ τῶν κινήσεων· πρὸς ὃ καὶ μόνον ὁρῶντες οἱ φυσικοὶ τῆς κινήσεως αὐτὸν ᾠήθησαν εἶναι τὸ ἀριθμητόν, τὸ αἴτιον τούτου κατιδεῖν οὐ δυνηθέντες. Πρῶτον μὲν οὖν ῥητέον, ὅτι οὐδὲ τὸ πᾶν ἐν κινήσει μόνον ὑφέστηκεν, ἀλλὰ δεῖ τι μένειν αὐτοῦ πάντως, ἵνα μένον κινῆται· δέδεικται γοῦν ἐν Θεαιτήτῳ, ὅτι κατὰ πάντα κινεῖσθαί τι παντελῶς ἀδύνατον. τοῦ τοίνυν ἐν μεθέξει χρόνου ἐν κινήσει ὄντος διὰ τὸ συμπαρατείνεσθαι τῇ κινήσει δεῖ τι μένειν πρὸ τούτου, καὶ τοῦτο, εἰ μὲν ἀνενέργητον, ἀδύνατον, εἰ δὲ ἐνεργοῦν, εἰ μὲν κινούμενον, πάλιν ἄλλου δεήσεται τοῦ μετροῦντος αὐτοῦ τὴν κίνησιν, εἰ δὲ ἀκινήτως ἐνεργοῦν, τοῦτʼ ἔστι τὸ ὡς ἀληθῶς ἰδίωμα τοῦ χρόνου. δεύτερον δὲ κοινῆς οὔσης ἐννοίας εἶναι τὰς Ὥρας θεὰς καὶ τὸν Μῆνα θεόν, ὧν καὶ ἱερὰ παρειλήφαμεν, καὶ Ἡμέραν καὶ Νύκτα θεὰς εἶναί φαμεν, ὧν καὶ κλήσεις ἔχομεν ἐκδεδομένας παρʼ αὐτῶν τῶν θεῶν, πολλῷ μᾶλλον ἀνάγκη τὸν χρόνον αὐτὸν εἶναι θεὸν καὶ μηνὸς καὶ ὡρῶν καὶ νυκτὸς καὶ ἡμέρας ὄντα περιληπτικόν. τρίτον τοίνυν, εἰ ἔστιν ἀριθμητόν τι ὁ χρόνος, δεῖ πρὸ τοῦ ἀριθμητοῦ τὸ ἀριθμοῦν προϋπάρχειν — ταῦτα γὰρ πρὸς ἄλληλα λέγεται καὶ τοῦ ἀριθμητοῦ προϋπάρχει τὸ ἀριθμοῦν —, τοῦ μὲν δυνάμει τὸ κατὰ δύναμιν, τοῦ δὲ ἐνεργείᾳ τὸ κατʼ ἐνέργειαν. ἐκεῖνο τοίνυν ἐστὶν ὁ τῷ ὄντι χρόνος, ὅς ἐστιν αὐτοαριθμὸς πασῶν τῶν περιόδων ἑκάστην ἀριθμῶν. τέταρτον, εἴ τι μὲν ψυχῆς μετέχει, καὶ χρόνου μετέχει, οὐκ ἀνάπαλιν δέ· καὶ γὰρ τὰ ἄψυχα μετέχει χρόνου· τὸν ἄρα χρόνον ἐπέκεινα ψυχῆς θετέον. ψυχὴ δὲ πρὸ τῶν μετεχόντων ἐστὶν αὐτὴ καθʼ αὑτήν. πολλῷ ἄρα μᾶλλον αὐτός ἐστιν καθʼ ἑαυτὸν ἐπέκεινα τῶν χρόνου μετεχόντων. Πῶς οὖν ὁ τοιοῦτος εἰκὼν ἂν εἴη τοῦ αἰῶνος; λεγέσθω γὰρ πάλιν διὰ τὴν τῶν πραγμάτων δυσεπίγνωστον ἰδέαν. ὅτι, φησὶν ὁ θεῖος Ἰάμβλιχος, τὸ ἓν καὶ ἄπειρον τοῦ αἰῶνος καὶ ἤδη ὂν καὶ ὁμοῦ πᾶν καὶ ἐν τῷ νῦν μένον καὶ ἀμέτρητον ὂν μέτρον τῶν νοητῶν ἐν ἀνελίξει κυκλικῇ καὶ ἐν συνεχείᾳ καὶ τῷ ἐφεξῆς ἐπιδείκνυσι καὶ τῷ ἀρχὰς καὶ μέσα καὶ τέλη διακρίνοντι καὶ μηδʼ ὁτιοῦν ἀπολείποντι τῶν ὑπʼ αὐτοῦ περιεχομένων, καὶ ὥσπερ οὐ κινητὸς ἁπλῶς, ἀλλʼ ὡς πρὸς τὸν αἰῶνα κινητός, οὕτως οὐδʼ ἁπλῶς εἰκών, ἀλλὰ τὸ σύνολον τοῦτο αἰῶνος εἰκὼν ἂν ῥηθείη δικαίως· ἀληθινὴ γὰρ ὢν οὐσία καὶ ἀποκαταστατικὴ καὶ μετρητικὴ καὶ περιεκτικὴ τῶν κινήσεων ὅλως ὅμως εἰκὼν αἰῶνος εἶναι λέγεται, καὶ ἔοικεν ἡ πρώτη τῶν εἰκόνων αὐτὸς εἶναι· νοῦς μὲν γὰρ ὁ παντελὴς οὐ κυρίως εἰκὼν λέγεται τοῦ πρώτου — τί γὰρ ἂν ἀφωμοίωτο τῷ πάντη ἀνειδέῳ —, τῶν δὲ ἐπίταδε νοῦ καὶ τῆς ἀμερίστου φύσεως χρόνος ἂν εἴη τὸ πρώτιστον, καὶ ὅλως, εἰ δεῖ τῶν μετεχόντων εἶναι τὴν εἰκόνα — τύπον γὰρ ἄλλου πρεσβυτέρου διασῴζειν βούλεται, παρʼ οὗ καὶ τὸ ἰδίωμα τῆς ἰδέας καταδέχεται —, χρὴ μήτε ἐν ταῖς πρωτίσταις οὐσίαις εἶναι τὴν εἰκόνα — οὐ γὰρ μετέχουσιν ἐκεῖναι πρώτισταί γε οὖσαι, μᾶλλον δὲ αὐταὶ ὑφʼ ἑτέρων μετέχονται, οὐκ ἐγγινόμεναι τοῖς μετέχουσιν, ἀλλʼ ἕτερον τρόπον αὐτὰ πρὸς ἑαυτὰς ἐπιστρέφουσαι —, μήτʼ ἐν ταῖς αἰσθηταῖς μόναις — μετέχει γὰρ καὶ τὰ μέσα τῶν πρώτων καὶ οὐ μόνα τὰ αἰσθητά, ἐπεὶ καὶ τὰ αἰσθητὰ διὰ τὰς ἐκ τῶν μέσων ἐμφάσεις ἀφομοιοῦται τοῖς πρώτοις· ὀρθῶς ἄρα καὶ ὁ χρόνος αἰῶνος εἰκὼν εἴρηται καὶ πᾶς ὁ κόσμος κατά τε ψυχὴν καὶ κατὰ σῶμα τοῦ αὐτοζῴου. εἰ μὲν γάρ, ὡς ᾤετο Πορφύριος καί τινες ἄλλοι Πλατωνικοί, μόνα μετεῖχε τῶν ὄντως ὄντων τὰ αἰσθητά, ἐν αὐτοῖς μόνοις ἂν ἐζητοῦμεν τὰς εἰκόνας. εἰ δʼ, ὡς Ἀμέλιος γράφει καὶ πρὸ Ἀμελίου Νουμήνιος, μέθεξίς ἐστι κἀν τοῖς νοητοῖς, εἶεν ἂν εἰκόνες καὶ ἐν αὐτοῖς. εἰ δὲ ὁ θεῖος Πλάτων οὔτε ἐν τοῖς πρωτίστοις τῶν ὄντων ἀπέθετο εἰκόνας οὔτʼ ἐν μόνοις τοῖς αἰσθητοῖς, νικῴη ἂν καὶ τούτοις ὁ πάντας ἐν πᾶσιν ὀλίγου δέω φάναι κρατῶν Ἰάμβλιχος ὁ τὰς μεθέξεις ἐπί τε τῶν μέσων κἀπὶ τῶν τελευταίων θεωρεῖν παρακελευόμενος. Καὶ περὶ μὲν αἰῶνος ἀρκείτω ταῦτα πρὸς τὸ παρὸν καὶ τῆς κινητῆς ἅμα καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης τοῦ αἰῶνος εἰκόνος, ἣν ὁ πατὴρ τῶν ὅλων κατὰ τὰ νοερὰ προϊοῦσαν εἴδη τοῖς ἑαυτοῦ δημιουργήμασιν ἐπέστησεν, ἐπειδὴ τὸ παντελὲς τοῦ αἰῶνος μέτρον ὑπομένειν οὐκ ἠδύναντο. τραπώμεθα δὲ λοιπὸν κἀπὶ τὴν τῶν ἑπομένων ῥημάτων ἐξέτασιν.

Ἡμέρας γὰρ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτούς, οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι, τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται. ταῦτα δὲ πάντα μέρη χρόνου, καὶ τό τε ἦν καὶ ἔσται χρόνου γεγονότα εἴδη.

`3.35–3.36`

Ὅτι μὲν πρὶν οὐρανὸν γενέσθαι — καλῶ δὲ οὐρανὸν νῦν τὸν μετὰ τῆς ψυχῆς καὶ τῆς ὅλης αὐτοῦ ζωῆς θεωρούμενον — ἡ ἀμέριστος ἦν οὐσία μένουσα ἐν αἰῶνι, καθάπερ ὁ αἰὼν ἐν τῷ ἑνί, καὶ μόρια οὐκ ἦν τοῦ προϊόντος καὶ μετεχομένου χρόνου, παντὶ προφανές. ἀλλὰ τί ἐστιν ἡμέρα καὶ τί νὺξ καὶ τί μὴν καὶ τί ἐνιαυτὸς καὶ πῶς ταῦτα μὲν μόρια χρόνου, τὸ δʼ ἦν καὶ τὸ ἔσται εἴδη καὶ οὐ μόρια λέλεκται, πλείονος ἂν δέοιτο λόγου καὶ βαθυτέρας τῆς ἐπισκέψεως. εἰ μὲν οὖν ἡμέραν εἶναι λέγοιμεν τὸν ὑφʼ ἡλίου φωτιζόμενον ἀέρα, πρῶτον μὲν γιγνόμενον ἄν τι λέγοιμεν ἐν ἡμέρᾳ καὶ οὐχ ὅπερ ἐστὶν ἡμέρα — μεγάλην γὰρ καὶ βραχεῖαν λέγοντες ἡμέραν οὐ δήπου τοῦ ἀέρος αὔξησιν ἢ μείωσιν κατηγοροῦμεν. —, ἔπειτα δὲ πῶς τοῦτο μόριον ἂν εἴη τοῦ χρόνου, χαλεπὸν πλάσαι. εἰ δὲ τὸ διάστημα τὸ χρονικόν, καθὸ ὁ ἥλιος ἀπʼ ἀνατολῶν ἐπὶ δυσμὰς ἔρχεται, λέγοιμεν εἶναι ἡμέραν, διαφευξούμεθα μὲν ἴσως τὰς προτέρας ἐνστάσεις, περιπεσούμεθα δὲ δυσκολίαις ἀπορωτέραις· εἴτε γὰρ αὐτὸ τὸ διάστημα ἄνευ τῆς πρὸς τὸν ἥλιον σχέσεως θεωροῦντες ἡμέραν εἶναι λέγοιμεν, ἄπορον φανεῖται, πῶς πανταχοῦ κατὰ ταὐτὸν τοῦ αὐτοῦ διαστήματος ὄντος οὐκ ἔστιν ἡμέρα πανταχοῦ, εἴτε μετὰ τῆς πρὸς τὴν ἡλιακὴν κίνησιν ἐπιπλοκῆς, εἰ μὲν ψιλῶς, ἔσται μὲν ἀεὶ ἡμέρα ἐν οὐρανῷ, νὺξ δὲ οὐκ ἔσται — καὶ πῶς μόριον χρόνου δύναται μὴ εἶναι πανταχοῦ; σαφῶς γὰρ ἐνταῦθα μόρια χρόνου καὶ νὺξ καὶ ἡμέρα καὶ μὴν εἴρηται —, εἰ δὲ μὴ ψιλῶς ἐπιπλέκοιμεν τῇ τοῦ ἡλίου περιφορᾷ τὸ διάστημα, ἀλλὰ τὸ μὲν ἀπʼ ἀνατολῶν ἐπὶ δυσμὰς ἡμέραν εἶναι λέγοιμεν, τὸ δʼ ἀπὸ δυσμῶν ἐπὶ τὰς ἀνατολὰς νύκτα, οὔθʼ ἡμέρας οὔτε νύκτας ὁ οὐρανὸς ἕξει μόρια χρόνου λεγομένας εἶναι, καὶ δῆλον, ὡς οὐδὲ μῆνα· οὐδʼ ἐνιαυτούς. ἀξιοῦμεν δὲ τὸν χρόνον καθʼ ὅλον τε ἑαυτοῦ τὸ μένον καὶ κατὰ πᾶν τῆς προόδου μόριον παντὶ παρεῖναι τῷ κόσμῳ· τὸ γὰρ αὐτὸ καὶ ἓν νῦν ἁπανταχοῦ ταὐτόν ἐστι. δεῖ τοίνυν καὶ τὴν ἡμέραν καὶ τὰ ἄλλα ὅσα μόρια λέγομεν εἶναι τοῦ χρόνου πανταχοῦ τὰ αὐτὰ εἶναι, καὶ εἰ μεριστῶς καὶ εἰ διαπεφορημένως ὑπὸ τῶν αἰσθητῶν δημιουργημάτων μετέχονται· εἰς ἃ καὶ βλέποντες ἔνιοι ἐπὶ συνηθέστερα μᾶλλον ἢ ἀκριβέστερα σημαινόμενα τῶν ὀνομάτων καταφέρονται. ἔστι τοίνυν, ὡς ὁ ἡμέτερος ἐφιλοσόφει πατήρ, οὐκ ἐπʼ ἀναιρέσεις τῶν φαινομένων — λεγέτω γὰρ καὶ ταῦτα ὁ Τίμαιος, ἃ καὶ τοῖς πολλοῖς εἴωθε λέγεσθαι —, ἀλλʼ ἐπὶ τὰς κυριωτέρας ὑποστάσεις καὶ ταῦτα ἀνάγων, ὥσπερ εἰώθει ποιεῖν, ἡμέρα μὲν καὶ νὺξ μέτρα τοῦ χρόνου δημιουργικά, πᾶσαν διεγείροντα καὶ συνελίσσοντα τήν τε ἐμφανῆ ζωὴν καὶ τὴν ἀφανῆ ζωήν τε καὶ κίνησιν καὶ διακόσμησιν τῆς ἀπλανοῦς· ταῦτα γὰρ καὶ μόριά ἐστιν ἀληθινὰ τοῦ χρόνου καὶ πᾶσι κατὰ ταὐτὸν πάρεστι, καὶ τῆς φαινομένης ἡμέρας καὶ νυκτὸς τὴν πρωτουργὸν αἰτίαν προείληφεν ἄλλης οὔσης ἐν τῷ ἐμφανεῖ χρόνῳ τούτων ἑκατέρας, εἰς ἣν καὶ ὁ Τίμαιος ὁρῶν ὑπομιμνήσκει, πῶς ἅμα τῷ οὐρανῷ γέγονε χρόνος, διὸ καὶ πληθυντικῶς εἶπεν ἡμέρας καὶ νύκτας, ὡς καὶ μῆνας καὶ ἐνιαυτούς. ταῦτα δὴ τὰ πρόχειρα πᾶσιν· αἱ γὰρ ἀφανεῖς τούτων αἰτίαι μονοειδεῖς εἰσι πρὸ τῶν πεπληθυσμένων καὶ ἐπʼ ἄπειρον ἀνακυκλουμένων, καὶ ἀκίνητοι προϋπάρχουσι τῶν κινουμένων καὶ νοεραὶ πρὸ τῶν αἰσθητῶν. ἡμέρα μὲν οὖν καὶ νὺξ ἡ πρωτίστη νοείσθω τοιάδε τις ἑκατέρα. μὴν δὲ τὸ τὴν σεληνιακὴν σφαῖραν καὶ πᾶσαν τὴν ἀποτελεύτησιν τῆς θατέρου περιφορᾶς συνελίσσον, θεῖον ὡς ἀληθῶς χρονικὸν μέτρον.

`3.37–3.41`

ἐνιαυτὸς δὲ τὸ τὴν μέσην ὅλην δημιουργίαν τελειοῦν καὶ συνέχον, καθʼ ἣν καὶ ὁ ἥλιος ὁρᾶται τὸ μέγιστον ἔχων κράτος καὶ πάντα σὺν τῷ χρόνῳ μετρῶν· οὔτε γὰρ ἡμέρα ἢ νὺξ ἄνευ ἡλίου οὔτε μὴν οὔτε πολλῷ πλέον ἐνιαυτὸς οὔτʼ ἄλλο τι τῶν περικοσμίων μέτρον οὐδέν. καὶ οὐ λέγω κατὰ τὴν ἐμφανῆ μόνον δημιουργίαν — τούτων γὰρ τῶν μέτρων καὶ ὁ φαινόμενος ἥλιος αἴτιος —, ἀλλὰ καὶ κατὰ τὴν ἀφανῆ καὶ ἐπαναβεβηκυῖαν ὁ ἀληθέστερος ἥλιος συμμετρεῖ τῷ χρόνῳ τὰ πάντα, χρόνου χρόνος ὢν ἀτεχνῶς κατὰ τὴν περὶ αὐτοῦ τῶν θεῶν ὀμφήν· ὅτι γὰρ καὶ Πλάτων οὐ τὰ φαινόμενα ταῦτα μόνον οἶδεν, ἀλλὰ καὶ τὰ θεῖα, οἷς ταῦτα ὁμώνυμα, δηλοῖ τὰ ἐν τῷ δεκάτῳ τῶν Νόμων· δείξας γὰρ μεστὰ πάντα θεῶν ἐπήγαγεν, ὅτι καὶ Ὥρας ἄρα καὶ Μῆνας θεῖα ἐροῦμεν οὕτως, ὡς ἔχοντα θείας ζωὰς ἐφεστώσας καὶ νόας θείους, οὓς καὶ τὸ πᾶν. εἰ δὲ νῦν μᾶλλον λέγει περὶ τῶν φαινομένων, οὐ θαυμαστόν, διότι φυσιολογεῖν πρόκειται νῦν. ταῦτα μὲν οὖν ἔστω μόρια χρόνου, ὧν τὰ μὲν ᾠκείωται τοῖς ἀπλανέσι, τὰ δὲ τοῖς περὶ τοὺς πόλους τοῦ λοξοῦ στρεφομένοις, τὰ δὲ ἄλλοις θεοῖς ἢ θεῶν ὀπαδοῖς ἢ ζῴοις θνητοῖς ἢ ἀθανάτοις ἢ μερίσι τοῦ παντὸς ὑψηλοτέραις ἢ χαμαιζηλοτέραις. τὸ δʼ ἦν καὶ τὸ ἔσται χρόνου φησὶν εἴδη εἶναι καὶ οὐ μέρη, καθάπερ ἡμέρας καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτούς· τούτοις μὲν γὰρ καὶ θείας ἐφεστάναι τάξεις, συμπληρούσας τὴν τοῦ χρόνου σειρὰν ὅλην, διὸ μέρη κέκληκεν αὐτὰ χρόνου. τὸ δʼ ἦν καὶ ἔσται καθʼ ἕκαστον τούτων θεωρεῖται πάντως, διόπερ εἴδη τινά ἐστιν, οἷον ὕλην ἰδίαν οὐκ ἔχοντα· λέγω δὲ ἡμερινὴν ἢ νύχιον ἢ ἄλλην τοιαύτην. εἰ δὲ χρόνου εἴδη ταῦτά ἐστι τοῦ μετʼ οὐρανοῦ γεγονότος, οὐκ ἦν πρὸ οὐρανοῦ γενέσεως. εἰ δὲ οὐκ ἦν, οὐδὲ κίνησις ἦν· ἐν πάσῃ γὰρ κινήσει ταῦτά ἐστι, διότι καὶ τὸ πρότερον καὶ ὕστερον. εἰ δὲ κίνησις οὐκ ἦν, οὐδὲ πλημμελὴς κίνησις. μάτην ἄρα λέγουσιν οἱ περὶ Ἀττικόν, ὅτι χρόνος μὲν ἦν καὶ πρὸ οὐρανοῦ γενέσεως, τεταγμένος δὲ χρόνος οὐκ ἦν· ὅπου γὰρ χρόνος, ἐκεῖ καὶ τὸ παρελθόν ἐστι καὶ τὸ μέλλον, ὅπου δὲ ταῦτα, ἐκεῖ καὶ τὸ «ἦν» καὶ τὸ «ἔσται» πάντως. ἀλλὰ μὴν τὸ «ἦν» καὶ τὸ «ἔσται» χρόνου ἐστὶν εἴδη γεγονότα παρὰ τοῦ δημιουργοῦ· διὸ καὶ γεγονότα αὐτὰ προσεῖπεν. οὐδʼ ἄρα χρόνος τις ἦν πρὸ τῆς δημιουργίας. ἀνάγκη τοίνυν τὴν πολυθρύλητον ἐκείνην πλημμελῆ κίνησιν ἤ, εἰ ἔστι, μὴ εἶναι ἐν χρόνῳ, ἢ μηδὲ ὅλως εἶναί ποτε γεγονυῖαν. ἀλλὰ μὴν ἀνάγκη κίνησιν οὖσαν ἔχειν καὶ χρόνον ἐν ᾧ γίνεται, τὸ μὲν ἔχουσαν παρελθὸν ἑαυτῆς, τὸ δὲ παρόν, τὸ δὲ μέλλον. οὐκ ἄρα οὐδὲ κίνησιν εἶναι πρὸ τῆς δημιουργίας τοῦ χρόνου δυνατόν· οὐδὲ γὰρ χρόνον ἄτακτον· καὶ γὰρ ὁ ἄτακτος χρόνος ὢν ἔχοι ἂν τὸ «ἦν» καὶ τὸ «ἔσται», καὶ τὸ μὲν παρελθόν, τὸ δὲ μέλλον, ἤ, εἰ μόνον ἔχοι τὸ «ἔστιν» ἄνευ τούτων, αἰὼν ἔσται καὶ οὐ χρόνος καὶ ἡ πλημμελὴς κίνησις αἰώνιος, ὅπερ ἀδύνατον, ἤ, εἰ μηδὲ τὸ «ἔστιν», ὥσπερ οὐδὲ τὸ «ἦν» ἢ «ἔσται», παντελῶς οὐκ ἦν τότε τις χρόνος, ὥστʼ οὐδὲ κίνησις ἢ ἄχρονος κίνησις, ὃ καὶ αὐτοί φασιν εἶναι πάντων ἀδυνατώτατον, καὶ τοῦ Ἀριστοτέλους ἱκανῶς ἀποδείξαντος, ὅτι πᾶσα κίνησις ἐν χρόνῳ, καὶ ἡ ἄτακτος καὶ ἡ τεταγμένη, πάντως ἔχουσα τὸ πρότερον ἑκατέρα καὶ τὸ ὕστερον, ἵνα καὶ αὐτὸ τοῦτο, ὃ λέγεται, κίνησις ᾖ καὶ μὴ ἀντὶ κινήσεως στάσις. ὅτι δὲ τὸ «ἦν» καὶ τὸ «ἔσται» οὐκ ἦν πρὸ τῆς δημιουργίας, σαφῶς ἡμᾶς ἐδίδαξεν, ὡς προεῖπον, εἰπὼν ὡς τὰς ἡμέρας καὶ νύκτας, οὕτω καὶ ταῦτα χρόνου γεγονότα εἴδη. τὴν δὲ πλημμελῆ κίνησιν ἀγένητον ἐκεῖνοι λέγουσιν· ὥστε καὶ εἴ τις ἦν τότε χρόνος, ἀγένητος ἦν· ὥστε καὶ τὸ «ἦν» καὶ τὸ «ἔσται» ἀγένητα ἂν ἦν. οὐκ ἄρα καὶ τὸ «ἦν» καὶ τὸ «ἔσται» πρὸ τῆς τοῦ κόσμου γενέσεως ἦν, ἀλλʼ ἅμα τῷ κόσμῳ καὶ ταῦτα καὶ ὁ χρόνος εἷς ὢν καὶ ὁ αὐτὸς καὶ τῶν ἀτάκτων κινήσεων ὢν ἀριθμὸς καὶ τῶν τεταγμένων καὶ ἀδιάφορος. τοῦτο μὲν οὖν δέδεικται καὶ διὰ τούτων ὥσπερ πόρισμα πάλιν τῶν ἐφόδων. ταῦτα δέ, ὥσπερ ἐδόκει καὶ τοῦτο τῷ ἡμετέρῳ καθηγεμόνι περὶ τούτων, εἴπερ τῷ ὄντι θέλεις ὡς εἴδη θεωρῆσαι τοῦ χρόνου, λαβέ μοι τελείαν περίοδον καὶ ὁλοτελῆ τοῦ χρόνου χορείαν, τὴν μὲν φθάσασαν ἤδη γενέσθαι, τὴν δὲ μέλλουσαν, καὶ ὄψει τὸ «ἦν» καὶ τὸ «ἔσται» τὰ ὡς εἴδη τοῦ χρόνου. ἐπειδάν γε μὴ οὕτως, ἀλλὰ μεριστῶς ἀκούσωμεν τῶν ῥημάτων, οὐκ ἀναφανήσεται καθʼ ἑκάτερον ἡμῖν ἡ σεμνὴ καὶ ὁλοτελὴς ἰδέα τοῦ χρόνου, ἀλλά τι συμβεβηκὸς ἐνίοις τῶν ἐν γενέσει καὶ μεταβολῇ πραγμάτων· εἰ μὴ ἄρα καὶ τὸ μὲν «ἦν» τὴν τελεσιουργὸν ἐνδείκνυται τοῦ χρόνου τάξιν, τὸ δὲ «ἔσται» τὴν ἐκφαντορικήν, ὥσπερ τὸ «ἔστι» τὴν συνεκτικήν· καὶ γὰρ ἐκφαίνει τὰ μήπω ὄντα ὁ χρόνος καὶ συνέχει τὰ παρόντα καὶ τελειοῖ τὰ γεγονότα καὶ πέρας αὐτῶν ἐπάγει ταῖς περιόδοις τὸ πρόσφορον. τοσαῦτα καὶ περὶ τῶν μορίων καὶ τῶν εἰδῶν ἡμῖν εἰρήσθω τοῦ χρόνου. περὶ γὰρ τοῦ «μηχανᾶται» κἀν τοῖς φθάσασιν ἐπεσημηνάμεθα, ὅτι μηχανῆς τῷ ὄντι θείας καὶ δημιουργικῆς ἔργον ὁ χρόνος, διʼ οὗ τὰ μεταβάλλοντα διʼ ὅλου μένει καὶ τελειότητος καὶ ἀϊδιότητος καὶ φρουρᾶς καὶ μέτρου καὶ περιοχῆς περιλήψεται. τί δὲ οὐχὶ καὶ ἑαυτὰ μετρεῖν τὰ θεῖα φαίη τις ἄν, καὶ μάλιστα τοὺς κατʼ οὐρανὸν περιιόντας οὐχὶ καὶ ἑαυτοῖς ἀφορίζειν τὴν κίνησιν; καὶ σφόδρα συγχωρήσαιμι ἄν· τὰ μὲν γὰρ ἔνυλα καὶ φθαρτὰ παρʼ ἄλλων ἔχει καὶ τὸ εἶναι καὶ τὸ ἐπὶ τοσόνδε εἶναι, τὰ δὲ θεῖα καὶ παρὰ τῶν ἀρχηγικῶν αἰτίων καὶ παρʼ ἑαυτῶν. διὸ καὶ ἡνίκʼ ἂν περὶ τῶν κατʼ οὐρανὸν ἐκφαινομένων χρόνων ἄρξηται διαλέγεσθαι, φησὶ τὰ ἄστρα γεγονέναι χάριν τοῦ συναπεργάζεσθαι χρόνον, καὶ πάλιν ὄργανα χρόνου, κἀκ τρίτων εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γεγενῆσθαι· ὧν τὸ μὲν συναπεργάζεσθαι τὸ εἶναι μὲν χρόνον καὶ πρὸ τούτων, ἐκφαίνεσθαι δὲ περὶ τὸν κόσμον διὰ τούτων παρίστησιν — ἐν αὐτοῖς γὰρ ὢν ὁ χρόνος διὰ τῆς αὐτῶν κινήσεως ἐκφαίνεται —, τὰ δὲ ὄργανα πάλιν ἕτερον τρόπον ταὐτὸ τοῦτό πως ἐνδείκνυται, ὡς ὁ μὲν ὅλος παράγεται χρόνος, ὅ τε μένων καὶ ὁ προϊών, ἐπὶ καταμετρήσει τῶν ἐγκοσμίων παρʼ αὐτοῦ τοῦ πατρὸς καὶ ποιητοῦ τῶν πάντων, οἱ δὲ κατʼ οὐρανὸν τὰ μερικὰ μέτρα καὶ περιεχόμενα τῷ ἑνὶ χρόνῳ καὶ μάλιστα τὰ αὑτῷ προσήκοντα ἕκαστος ὀργανικώτερον συνυφιστᾶσι· καὶ γὰρ ὅλως ἡ δευτέρα πᾶσα δημιουργία τοῦτον ἔχει τὸν λόγον πρὸς τὴν μίαν καὶ ἀμέριστον ποίησιν· ἕκαστος γὰρ τῶν κατʼ οὐρανὸν μάλιστα συντελεῖν εἰς τὸ ἑαυτοῦ μέτρον λέγεται· οἷον ἥλιος μέν, εἰ καὶ εἰς πάντα διὰ τὴν ἡγεμονικὴν ἀξίαν, ἀλλʼ οὖν διαφερόντως εἰς ἐνιαυτόν, ὃν καὶ συνυφίστησιν ὡς ἴδιον ἑαυτοῦ μέτρον τῷ δημιουργῷ καὶ τῷ ὅλῳ χρόνῳ, σελήνη δὲ εἰς μῆνα, ἡ δʼ ἀπλανὴς εἰς ἡμέραν καὶ νύκτα, καὶ δῆλος ὁ τύπος κἀπὶ τῶν λοιπῶν· καίτοι οὔτε νὺξ οὔτε πολλῷ πλέον ἡμέρα χωρὶς ἡλίου, οὔτʼ ἐνιαυτὸς ἄνευ τῆς ἀπλανοῦς καὶ τοῦ ζῳδιακοῦ· ἀλλʼ ὅμως ἄλλοις ἄλλα μέτρα μᾶλλον ᾠκείωται. δύναιτο δʼ ἂν τὰ ἄστρα καὶ ὄργανα λέγεσθαι χρόνου ὡς τοῦ χρόνου ποιητικὴν ἔχοντος ἀξίαν πρὸς αὐτὰ καὶ διʼ αὐτῶν ὥσπερ διʼ ὀργάνων τὴν γένεσιν διακοσμοῦντος. ᾧ καὶ δῆλον, ὡς ἄρα ὁ χρόνος οὐκ ἔστιν ὁ μετεχόμενος μόνον καὶ ἀριθμὸς ὢν τῆς κινήσεως, εἴπερ ὀργάνων ἔχουσι πρὸς αὐτὸν τάξιν οἱ κοσμοκράτορες, ἀλλὰ θεὸς ἀφανὴς καὶ κατʼ οὐσίαν αἰώνιος ἐνεργῶν περὶ πάσας τὰς κινήσεις καὶ τὴν ὅλην τοῦ κόσμου περίοδον, ὀργάνοις δὲ χρώμενος ὡς μερικωτέροις μέτροις ἑαυτοῦ τούτοις τοῖς θεοῖς. τὸ δέ γε «πρὸς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γεγενῆσθαι τὰ ἄστρα» σαφῶς ἑρμηνεύει τὸν ἕνα χρόνον ὑπὸ τοῦ δημιουργοῦ καὶ τῆς ἑαυτοῦ προελθόντα βουλήσεως μένοντα ἕνα καὶ ὅλον καὶ ἀδιάφορον ὑπὸ τῆς τούτων κινήσεως πολὺν κατʼ ἀριθμὸν γίγνεσθαι καὶ οἱονεὶ τέμνεσθαι καὶ διορίζεσθαι, ἑκάστου τὸ πρόσφορον ἑαυτῷ μέτρον ἀπὸ τοῦ χρόνου τοῦ σύμπαντος οἷον ἀποτεμνομένου καὶ τοῦτο φρουροῦντος ἀεὶ διὰ τῆς ὁμαλῆς καὶ τεταγμένης κινήσεως. καίτοι κατά γε τὸ ἀληθὲς φρουροῦνται μᾶλλον ὑπὸ τῶν ἀριθμῶν τοῦ χρόνου καὶ διορισμοῦ μεταλαγχάνουσιν οἱ κατʼ οὐρανὸν θεοὶ τῶν περιόδων, ἃς ποιοῦνται, καὶ τῶν ἀποκαταστάσεων. ἀλλʼ ὅμως, ἐπείπερ ἡμεῖς ἐκ τῶν ἐμφανῶν τὰ ἀφανέστερα συλλογίζεσθαι μεμελετήκαμεν, ἡμῖν οἱ ἀριθμοὶ τοῦ χρόνου φρουροῦνται διὰ τῆς ἐγκυκλίου φορᾶς. τούτοις δὲ οὐ μόνον, ὃ καὶ πρότερον εἴπομεν, Πλάτων, ἀλλὰ καὶ οἱ θεουργοὶ συνᾴδουσι, θεὸν ἐγκόσμιον τὸν χρόνον ὑμνοῦντες, ὡς αἰώνιον, ἀπέραντον, νέον καὶ πρεσβύτην, ἑλικοειδῆ, πρὸς τούτοις ὡς ἔχοντα τὴν οὐσίαν ἐν αἰῶνι καὶ μένοντα ἀεὶ τὸν αὐτὸν καὶ ὡς ἀπειροδύναμον. ἢ πῶς προσείληφε τοῦ ἐμφανοῦς χρόνου τὴν ἀπειρίαν τὰ κατὰ κύκλον ἐπανάγοντα πάντα εἰς ταὐτὸν καὶ ἀνανεάζοντα καὶ καταγηράσκοντα, διʼ αὐτὸν ἀνακαλούμενα εἰς τὸ οἰκεῖον μέτρον, ὡς ὁμοῦ περιεκτικὸν τῶν κύκλῳ κινουμένων καὶ κατʼ εὐθεῖαν; τοιαύτη γὰρ ἡ ἕλιξ, καὶ διὰ τοῦτο καὶ ὁ χρόνος ὑμνεῖται παρʼ ἐκείνων ἑλικοειδής, ὡς εἴρηταί μοι καὶ πρότερον. ἐπεὶ καὶ οὐ τὸν χρόνον μόνον ὡς θεὸν ὑμνήκασιν, ἀλλὰ καὶ ἡμέραν αὐτὴν καὶ νύκτα καὶ μῆνα καὶ ἐνιαυτόν· καὶ εἰκότως· τῶν γὰρ ἀϊδίως ἀνακυκλουμένων εἶναι δεῖ πάντως ἀκίνητον αἰτίαν καὶ τῶν κατʼ εἶδος διαφερόντων ἄλλην καὶ ἄλλην. καὶ τούτων δʼ οὖν ἐντυχίας καὶ κλήσεις καὶ θεσμοὺς τελεστικοὺς ἐκεῖνοι παρέδοσαν. καὶ δεῖ μὴ ἐπὶ δακτύλων πάντα ταῦτα μόνον σκοπεῖν, ἀλλὰ καὶ ὡς θεῖα σέβειν τὰ ἀφανῆ καὶ ἀκίνητα πρὸ τῶν κινουμένων τούτων καὶ πᾶσι φανερῶν, οἷς καὶ αὐτὸν εἴπομεν ἐν Νόμοις τὸν Πλάτωνα μαρτυρεῖν ὡς περὶ θεῶν τούτων διαλεγόμενον. ἐπεὶ καὶ παρʼ Ἕλλησι μηνὸς ἱερὰ παρειλήφαμεν καὶ παρὰ Φρυξὶ μῆνα Σαβάζιον ὑμνούμενον ἐν μέσαις ταῖς τοῦ Σαβαζίου τελεταῖς· ὃν γὰρ πρῶτον ἐθεάσαντο περιφορᾶς ἀϊδίου μετρητικόν, θεὸν ὑπέλαβον εἶναι καὶ διὰ τελετῶν καὶ πάσης ἱερᾶς θρησκείας ἐτίμησαν, ὡς καὶ τὰς Ὥρας· καὶ γὰρ ταύτας κατιδεῖν ἠδυνήθησαν ἀπὸ τῶν κατʼ αὐτὰς γιγνομένων. εἰ καὶ ἐνιαυτὸν οὐκέθʼ ὁμοίως· οἱ μὲν γὰρ θεόσοφοι καὶ τοῦτον ἡμῖν ἐξύμνησαν, οὐ πᾶσι δὲ γνῶναι καὶ σεφθῆναι ῥᾴδιον ἦν διὰ τὸ τῆς περιόδου τῆς ὑπʼ αὐτοῦ μετρουμένης δυσκατανόητον, ὥσπερ καὶ τὸν ὅλον χρόνον διὰ τὴν ἄγνοιαν τῆς μιᾶς περιόδου πάντων θηρᾶσαι καὶ ὄντα καὶ θεὸν ὄντα παγχάλεπον. καίτοι γε εἰ τῆς ἀϊδίου κινήσεως προηγεῖται τὸ ἀκίνητον αἴτιον, καὶ αὖ τῆς ἀϊδιότητος ἀνάγκη προϋπάρχειν τὸ πᾶσαν ἡνωμένως ἀφορίζον καὶ ἀριθμοῦν αὐτὴν οὖσαν ἀριθμουμένην.

Ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν οὐκ ὀρθῶς· λέγομεν γὰρ ὡς ἦν ἔστι τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει.

`3.42–3.44`

Πρῶτον μὲν ἐπισημήνασθαι ἄξιον, ὅτι τὴν ἀΐδιον οὐσίαν εἰς ταὐτὸν ἄγει πάλιν τῇ νοητῇ, ἵνα καὶ πεισθῶμεν ἐναργέστερον, ὅτι τῶν νοητῶν θεῶν ἄγαλμα γεγενῆσθαι τὸν κόσμον ἠβούλετο, ἡνίκα τῶν ἀϊδίων αὐτὸν ἄγαλμα θεῶν ἀπεφαίνετο γεγονέναι. ἔπειτα δὲ προσεκτέον, ὅπως ὁρῶν τοὺς ἀνθρώπους οὐδὲν ὑγιὲς περὶ τούτων φρονοῦντας καὶ λέγοντας αὐτὸς ἐπὶ τὰς ἀληθινὰς ἀνατρέχει τῶν πραγμάτων ἐννοίας, διακαθαίρων ἅμα καὶ τὴν χρῆσιν τῶν ὀνομάτων, διʼ ὧν ἀνάγκη τὸν διδάσκαλον τὰς ἀναμνήσεις ἐν ταῖς τῶν εὖ πεφυκότων διανοίαις ἐργάζεσθαι. δοκεῖ μὲν οὖν διʼ ἐπιείκειαν ἤθους ὁ λόγος οὐ βαρέα τοῖς λόγοις τῶν ἀνθρώπων ἐπιφέρειν ἐγκλήματα· τὸ γὰρ μὴ ὀρθῶς λέγειν, ἄλλως τε κἂν κοινὸν ᾖ τοῦ τε ἐλέγχοντος καὶ τῶν ἐλεγχομένων, οὐ μέγα φέρειν εἴωθεν ὄνειδος. δύναμιν δὲ ὁ λόγος ἔχει δριμεῖαν καὶ πληκτικήν· εἰ γὰρ ἃ ὁ δημιουργὸς τοῖς τελευταίοις ἀπένειμε διὰ τὸ ἄδεκτον αὐτῶν τῆς σεμνοτέρας περιοχῆς, ταῦτα οὗτοι τοῖς ἐν αἰῶνι μένουσι προσάπτειν ἐπιχειροῦσι, γιγαντικόν τινα πόλεμον μεταχειρίζονται τῇ βουλήσει καὶ τῇ δυνάμει τῆς δημιουργίας ἀντιφθεγγόμενοι, πέτρας ἀτεχνῶς καὶ δρῦς εἰς οὐρανὸν ἀναπέμπειν ἐπειγόμενοι. διὰ τί οὖν τὸ ἦν καὶ τὸ ἔσται οὐχ ἁρμόζει τοῖς νοητοῖς; ὅτι τὸ μέτρον αὐτῶν αὐτό τέ ἐστιν ἀστεμφὲς καὶ ἀκίνητον καὶ τὰ μετρούμενα ὑφʼ ἑαυτοῦ πάσης ἐξῃρῆσθαι ποιεῖ μεταβολῆς. διὰ τί δὲ τὸ ἔστι κατὰ τὸν ἀληθῆ λόγον αὐτοῖς προσήκει μόνον; ὅτι ἅ ἐστιν ἔστιν ἀεί, οὐδὲν οὔτε ἀφιέντα οὔτε προσλαμβάνοντα οὔτε κατʼ οὐσίαν οὔτε κατὰ ζωὴν οὔτε κατὰ τὴν νόησιν οὔτε πολλῷ πλέον κατʼ αὐτὴν τὴν ἕνωσιν. ἆρʼ οὖν τῶν τριῶν τούτων, τοῦ ἦν ἔστι τε καὶ ἔσται, τὰ μὲν ἄκρα οὐ προσήκει λέγειν ἐπὶ τῶν νοητῶν, μόνον δὲ τὸ μέσον, ἢ οὐδαμῶς; οὐδὲ γὰρ τὸ ἔστι τὸ συνταττόμενον τῷ τε ἦν καὶ τῷ ἔσται προσήκει τι τοῖς νοητοῖς, ἀλλʼ ὃ πάντων μὲν τούτων ἐξῄρηται, χρόνου δὲ οὐδεμίαν ἔμφασιν ἔχει, κατʼ αὐτὸ δὲ τὸ αἰώνιον ὥρισται μέτρον, ἀπονεμητέον ἐστὶ τοῖς θεοῖς καὶ τοῖς νοητοῖς· ὥσπερ γὰρ τὸ ἀεὶ τὸ μὲν ἦν αἰώνιον, τὸ δὲ χρονικόν, οὕτω καὶ τὸ ἔστι διττόν ἐστι καὶ τὸ μὲν τοῖς ὄντως οὖσιν ἁρμόζει, τὸ δὲ τοῖς ἐγκοσμίοις πράγμασιν. ὅταν οὖν λέγῃ τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ μόνον μεταθέντες ἐπιστημονικώτερον εὑρήσομεν τὸν λόγον· τῇ δὲ τὸ μόνον ἔστι προσήκει, τουτέστι τὸ καθʼ ἑαυτὸ καὶ ἐξῃρημένον τῆς πρὸς τὰ εἴδη τοῦ χρόνου συντάξεως. πόθεν οὖν ἐπῆλθε τοῖς ἀνθρώποις τηλικαῦτα πλημμελεῖν καὶ τὰ μηδὲν προσήκοντα τοῖς νοητοῖς θεοῖς ἐπʼ αὐτοὺς ἀναπέμπειν; τὸ μὲν ὅλον αἴτιον ἡ λήθη τῶν θείων ἡ διὰ τὴν πτερορρύησιν καὶ τὴν πτῶσιν καὶ τὴν τῶν ἐπικήρων σωμάτων κοινωνίαν ἡμῖν ἐπιγεγενημένη· διὸ καὶ αὐτὸς οὗτος ἔφη· λανθάνομεν φέροντες ἐπὶ τὴν ἀΐδιον οὐσίαν οὐκ ὀρθῶς. ἀλλʼ οὐχ οἵ γε θεουργοὶ ταῦτα πεπόνθασιν· οὐ γὰρ θέμις αὐτοῖς· ἀλλὰ τὸν χρόνον αὐτὸν ὑμνήκασιν ὡς θεόν, καὶ ἄλλον μὲν τὸν ζωναῖον, ὡς εἴπομεν, ἄλλον δὲ ἄζωνον, μετροῦντα τὴν περίοδον τοῦ τρίτου τῶν αἰθερίων, ἄλλον δὲ τὸν ἐπὶ τοῦ μέσου τῶν κόσμων ἐκείνων, ἀρχαγγελικόν τινα χρόνον, ἄλλον δὲ ἀρχικὸν αὐτῷ ἐφεστῶτα τῷ πρωτίστῳ τῶν αἰθερίων, ἐφʼ ἅπασι δὲ τούτοις πηγαῖον ἄλλον, ὃς τὸν ἐμπύριον κόσμον ἄγει καὶ περιάγει καὶ ἀφορίζει τὴν ἐκείνου περίοδον, ἀπʼ αὐτῆς προελθὼν τῆς πηγαίας θεοῦ τῆς πᾶσαν μὲν ζωήν, πᾶσαν δὲ κίνησιν τεκούσης· αὕτη γὰρ παρήγαγε καὶ τὸν πηγαῖον χρόνον καὶ πᾶσι τοῖς κινουμένοις ἐπέστησε μετροῦντα τὰς πάντων περιόδους μέχρι τῶν ἐσχάτων, ἃ δὴ καὶ αὐτὰ κατὰ περιόδους μετρεῖται, κἂν ᾖ τῶν παμφθόρων πραγμάτων, καὶ Πλάτωνος ἡμᾶς διδάξαντος, ὅτι πᾶν τὸ ζῶν ἐκ τεθνηκότος γίγνεται καὶ πᾶν τὸ τεθνηκὸς ἐκ ζῶντος, καὶ ὡς ἔστι πάντων περίοδος καὶ ἀποκατάστασις τῶν γενητῶν, οὐ τῶν ἀδιαφθόρων μόνων· καὶ γὰρ τὸ καθʼ ἕκαστον κατά τινα περίοδον ἀπὸ τοῦ μὴ ὄντος γεγονὸς ἄπεισιν εἰς τὸ μὴ ὄν, εἴπερ ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ κίνησίς ἐστι περίοδος. πάντων οὖν ὁ χρόνος μετρητικὸς ἕως τῶν ἐσχάτων, πᾶσι τὰς περιόδους ἀφορίζων· καὶ τοῦτο προστίθησι τοῖς κινουμένοις, ἵνα μιμῆται τοῦ νοῦ τὴν ἐν αὑτῷ μονὴν ὁ αἰὼν συνεχῆ διὰ τῆς εἰς τὸ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ περιόδου, ἣν ὁ χρόνος ἀφορίζει πᾶσι τοῖς κινουμένοις. οἱ δὲ πολλοὶ πολλαχοῦ μὲν συγχέουσι τὴν τῶν πραγμάτων διάφορον σύστασιν, μὴ διορίζοντες τὰ προσήκοντά πῃ τοῖς οὖσι καὶ τοῖς γιγνομένοις, διαφερόντως δὲ ἡ περὶ τὸν αἰῶνα καὶ τὸν χρόνον ἄγνοια τὴν δεινὴν ταύτην σύγχυσιν καὶ παρανομίαν ἀπεργάζεται. δρᾷ δέ τι καὶ ἡ τῶν πραγμάτων ὁμοιότης· οὐ γὰρ ἀπήρτηται τῶν πρωτίστων τὰ τελευταῖα, ἐξήρτηται δὲ αὐτῶν καὶ πρόεισι κατʼ ἐκεῖνα τὰ μέσα καὶ τὴν εἰκόνων ὑποδύεται μορφήν. δειναὶ δὲ τοὺς μὴ ἐπιστήμονας αἱ ὁμοιότητες παραλογίσασθαι καὶ ἀπαγαγεῖν ἀπὸ τῶν ἑτέρων ἐπὶ τὰ ἕτερα καὶ πεῖσαι ταῖς εἰκόσιν οἷα τοῖς παραδείγμασιν ὁμιλεῖν καὶ μηδὲν ἄλλο τὴν ἀρχηγέτιν οὐσίαν εἶναι νομίζειν ἢ ὅπερ ἐστὶν αὐτῆς τὸ φαινόμενον εἴδωλον. ὁρῶντες οὖν ἐνταῦθα μῖξιν τοῦ ὄντος πρὸς τὸ μὴ ὂν καὶ πῂ μὲν τοῦ ὄντος ἐπικράτειαν, ὅταν εἶναι τὸ πρᾶγμα λέγωμεν, πῃ δὲ τοῦ μὴ ὄντος, ὅταν τὸ «ἦν» ἢ τὸ «ἔσται» περὶ αὐτοῦ φθεγγώμεθα, μεταφέρομεν ταῦτα καὶ ἐπὶ τὴν αἰώνιον τῶν ὄντων διακόσμησιν, ὅπου μήτε παρατρέχει τι μήτε μέλλει μήθʼ ὅλως μεταβάλλει,  <span class="gap">…</span> μὴ χρόνου πρόοδος μηδὲ τοῦ ὄντος τοῦ κατὰ στέρησιν ἔμφασις, ἀλλʼ ἀληθὴς οὐσία καὶ τὸ ὄντως ὂν καὶ τὸ ἀεὶ ὡσαύτως καὶ ἐν τῷ νῦν τὸ πᾶν καὶ ἤδη καὶ ὁμοῦ τὰ τέλη, οὐχ ὡς ἕτερα ἐν ἑτέροις οὐδʼ ὡς ταὐτὰ τοῖς ἐν ὑποκειμένοις ὄντα, ἐπεὶ μηδὲ τὸ εὖ τοῦ εἶναι διέστηκεν ἐν αὐτοῖς, οἷς καλλονὴ καὶ ἀγαθότης τὸ πᾶν ὡς εἰπεῖν τῆς ὑπάρξεως.

`3.45`

Τὸ δὲ ἦν τό τε ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέγεσθαι· κινήσεις γάρ ἐστον. τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίγνεσθαι διὰ χρόνον οὐδὲ γενέσθαι ποτὲ οὐδὲ γεγονέναι νῦν, οὐδʼ εἰσαῦθις ἔσεσθαι, τὸ παράπαν τε οὐδὲν ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν, ἀλλὰ χρόνου ταῦτα αἰῶνα μιμουμένου καὶ κατʼ ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη.

`3.46–3.47`

Τρία ταῦτα προσήκει, φησί, διὰ χρόνον τῇ γενέσει, ἓν μὲν «τὸ ἦν καὶ τὸ ἔσται», δεύτερον δὲ «τὸ νεώτερον γίγνεσθαι καὶ πρεσβύτερον», τρίτον «τὸ γίγνεσθαί ποτε ἢ νῦν γεγονέναι ἢ εἰσαῦθις ἔσεσθαι». ὧν τὸ μὲν πρῶτόν φησιν ὁ θεῖος Ἰάμβλιχος δρᾶν τὸν χρόνον εἰς τὴν γένεσιν ὡς ἀπὸ τοῦ ὄντος προελθόντα, τὸ δὲ δεύτερον ὡς ἀπὸ ζωῆς ὁρμώμενον, τὸ δὲ τρίτον ὡς τῆς νοερᾶς τάξεως ἐξηρτημένον. τούτων δὲ λίαν ἐμφρόνως εἰρημένων πρῶτον ἐπιζήτησον αὐτός, εἰ ὡς τρία χρὴ θεωρεῖν αὐτὰ μᾶλλον, ἀλλὰ μὴ ὡς δύο τῷ «γενέσθαι ποτὲ» προσυπακούοντας τὸ «πρεσβύτερον ἢ νεώτερον» καὶ τῷ «γεγονέναι νῦν» καὶ τῷ «εἰσαῦθις ἔσεσθαι», ἵνα μὴ μόνον κατὰ τὸ γίγνεσθαι, ἀλλὰ καὶ κατὰ πάντα μόρια τοῦ χρόνου καὶ τῆς γενέσεως πλημμελὲς ᾖ προσάπτειν τι τοιοῦτο τοῖς θεοῖς. ἔπειτα δὲ εἰς τὴν ἀρχὴν ἀναδραμὼν τοῦ λόγου παντὸς ἐπίστησον, εἰ μόνα τὰ δύο λέγοιμεν ἂν ὀρθῶς ἐπὶ τῆς γενέσεως — λέγω δὲ τὸ «ἦν» καὶ τὸ «ἔσται» — ἢ καὶ τὸ ὡσανεὶ μέσον αὐτοῖν τὸ «ἔστιν», ὅπερ οὐκ ὠνόμασται νῦν, ἐπείπερ προσῆκον τὸ αἰώνιόν ἐστι τοῖς νοητοῖς, ἵνα μὴ πάλιν ἡ ὁμωνυμία ταραχὴν ἐμποιήσῃ τῷ λόγῳ. καὶ μὴν πρόδηλόν ἐστι πᾶσιν, ὡς ἑκάστη μὲν εἰκὼν μετέχει πῃ τοῦ παραδείγματος, διαφερόντως δὲ ὁ σύμπας κόσμος τοῦ νοητοῦ· ὥστε εἰ ἐκεῖ τὸ ὄντως ὄν, εἴη ἂν ἀμηγέπῃ κἀνταῦθα τὸ ὄν. οὐ συνηρίθμηται δὲ τῷ «ἦν καὶ ἔσται» τὸ «ἔστι», διότι τε μὴ τὸ κυρίως ἐστὶν ἐνταῦθα καὶ διότι καὶ τὸ δευτέρως ἀπὸ τοῦ νοητοῦ, ὥστʼ ἐκείνῳ μᾶλλον ἂν προσήκοι, καὶ ὅτι τὰ ἴδια ἑκατέρων τῶν φύσεων προὔκειτο λέγειν, οὐκ εἴ τινος ἡ ἑτέρα παρὰ τῆς ἑτέρας μετείληφε. καίτοι καὶ τὸ «ἦν» καὶ τὸ «ἔσται», καὶ εἰ τῷ μὴ ὄντι μᾶλλον χαρακτηρίζεται τὸ μὲν τῷ μηκέτι, τὸ δὲ τῷ μηδέπω, ἀλλʼ οὖν μετέχει γε πάντως ἀμηγέπῃ τοῦ ὄντος, ἢ οὐδʼ ἂν κατὰ παρέγκλισιν ἀπʼ αὐτοῦ κατωνομάζετο, ἀλλὰ διὰ τὴν ἐπικράτειαν τὴν ἐν αὐτοῖς τοῦ μὴ ὄντος τῇ γενέσει μόνως ᾠκείωται, τοῖς δὲ ὄντως οὖσιν οὐδαμῶς προσήκει. καὶ ἄλλως δὲ ἡ μὲν μονὰς τοῦ «ἔστι» τῷ αἰῶνι μᾶλλον ᾠκείωται καὶ τοῖς νοητοῖς, ἡ δὲ δυὰς τοῦ «ἦν» καὶ τοῦ «ἔσται» γενέσει καὶ χρόνῳ. μέγα δὴ καὶ τοῦτο σθένος τῆς χρονικῆς ἐνεργείας, ὅτι συντάττει καὶ τὸ μηκέτι ὂν τοῖς οὖσι καὶ τὸ μηδέπω τοῖς ἐνεστῶσι· κατὰ γὰρ τὸν χρόνον συνεχῆ πάντα ταῦτα γίγνεται, καὶ τὸ ἐνεστὼς διὰ χρόνου ἐπὶ τὸ «ἦν» ἐκπέμπεται, οὐδὲ τότε ἐπὶ τὸ μηδαμῇ μηδαμῶς ὂν ὑποφερόμενον, ἀλλʼ ἀμηγέπῃ διὰ τὸν χρόνον τοῖς οὖσι συνταττόμενον. πῶς οὖν τὸ «ἦν» καὶ τὸ «ἔσται» εἴδη χρόνου καὶ ἐπὶ γενητῶν πρέπει λέγεσθαι; ἦ ἄλλα μὲν ἦν τὰ εἴδη τοῦ χρόνου — ἁπλούστερα γὰρ καὶ πρόοδοι μόναι χρονικαὶ καὶ διαστάσεις τῶν ὅλων μετρητικαί —, ἄλλα δὲ τὰ κατὰ τῶν ἐν χρόνῳ γιγνομένων ταττόμενα· οὐ γὰρ ταὐτὸν τὸ «ἦν χρόνος» καὶ τὸ «ἦν ὁ πόλεμος», ὥσπερ οὐδὲ τὸ κάτω ἐπί τε τοῦ τόπου καὶ τῆς γῆς, ἀλλὰ τὸ μὲν ἁπλοῦν καὶ ἕν, τὸ δὲ σύνθετον καὶ διπλοῦν, καὶ τὸ μὲν περιέχον, τὸ δὲ περιεχόμενον. οὕτως οὖν καὶ ἐπὶ τοῦ «ἦν» τὸ μὲν χρονικὸν περιέχει καὶ μετρεῖ καὶ ἔστιν ἁπλοῦν, τὸ δʼ ἐπὶ τῆς ἐν χρόνῳ γενέσεως παραλαμβανόμενον περιέχεται καὶ μετρεῖται, καὶ μετέσχε μὲν χρόνου, χρόνος δὲ οὐκ ἔστιν. ὅτι δὲ περιέχεται πᾶσα ἡ γένεσις ὑπὸ τοῦ χρόνου, καθάπερ αὐτὸς ὁ χρόνος ὑπὸ τῶν νοητῶν, δῆλον, ἐξ ὧν ὁ μὲν χρόνος ἰέναι κατʼ ἀριθμὸν λέγεται, ὡς κατὰ τὰ νοερὰ εἴδη τὰ ἐν αὑτῷ καὶ μέτρα ποιούμενος τὴν πρόοδον, ἡ δὲ γένεσις ἐν χρόνῳ ἰέναι, ὡς ἂν ὑπὸ χρόνου μετρουμένη καὶ κοσμουμένη καὶ τελειουμένη. πάλιν ὁ χρόνος διὰ τὴν πρὸς τὸν αἰῶνα μίμησιν κυκλεῖσθαι λέγεται, ὡς καὶ ὁ οὐρανὸς διὰ τὴν πρὸς τὸν νοῦν μίμησιν ἐσφαιρῶσθαι, καὶ εἴδη ἔχειν τὸ «ἦν» καὶ τὸ «ἔσται» καὶ ὅσα τούτοις ὁμόφυλα, δῆλον ὅτι τὰ ἁπλᾶ καὶ τὰ ἀρχηγικὰ τῶν ἐν γενέσει φερομένων· τὰ γὰρ μέτρα πάσης ἔχων ἐν αὑτῷ τῆς γενέσεως εἰκόνας αὐτῶν καὶ τύπους τοῖς κατʼ αὐτὸν ἰοῦσιν ἐντίθησιν. ἡ μὲν οὖν γένεσις καὶ παρακμάζει καὶ διʼ αὐτὸ τοῦτο προσδεῖται τοῦ ἀνανεώσαντος αὐτὴν χρόνου καὶ ἀτελής ἐστι τὴν ἀρχὴν καὶ χρῄζει τοῦ τελειοτέραν αὐτὴν ποιήσοντος καὶ πρεσβυτέραν χρόνου. τὸ δὲ νοητὸν ἀεὶ τέλειον, ἀεὶ ἀκμαῖον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει· ὅθεν καὶ πρεσβύτερόν ἐστί τι ἐκεῖ·

  
ἀλλὰ Ζεὺς πρότερος γεγόνει·  
καὶ νεώτερον·

  
μετά σφισι πότνια Ἥβη  
  
νέκταρ ἐῳνοχόει.  
ἀλλʼ οὐχὶ διὰ χρόνου τοῦτο αὐτοῖς παραγίνεται. καὶ τοῦτο λίαν ἀκριβῶς αὐτὸς προσέθηκεν, ὡς τὸ νοητὸν οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίγνεσθαι διὰ χρόνου, οὐδʼ ὅλως γίγνεσθαι τὸ ἀγένητον οὐδὲ γεγονέναι οὐδὲ γενήσεσθαι. ἑνὶ δὲ λόγῳ γένεσις μέν, εἰ καὶ μὴ οὐσία ἐστίν, ἀλλʼ οὖν οὐσίας μεταλαγχάνει, οὐσίαν δὲ γενέσεως θέμις οὐδαμῶς ἀναπιμπλάναι, ὅθεν οὐδὲ τὰ γενέσει διὰ χρόνον προσήκοντα τοῖς ὄντως οὖσι προσφέρειν ὀρθόν.

Καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε, τό τε γεγονὸς εἶναι γεγονὸς καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον, τὸ γενησόμενον εἶναι γενησόμενον καὶ τὸ μὴ ὂν μὴ ὂν εἶναι, ὧν οὐδὲν ἀκριβὲς λέγομεν. περὶ μὲν οὖν τούτων τάχʼ ἂν οὐκ εἴη καιρὸς πρέπων ἐν τῷ παρόντι διακριβολογεῖσθαι.

`3.48–3.49`

Πρῶτον μὲν  <span class="gap">…</span> ὡς τὰ τῇ γενέσει πρέποντα ῥήματα τοῖς ὄντως οὖσι προσφέρουσαν τὴν συνήθειαν τῶν Ἑλλήνων διήλεγχε, νυνὶ δὲ ὡς τὸ εἶναι συντάττοντας τῇ γενέσει τὸ προσῆκον τοῖς νοητοῖς αἰτιᾶται τοὺς πολλοὺς τῶν ἀνθρώπων· ἢ γὰρ διπλῆν ἢ πάντως γε μίαν τινὰ καὶ μεγάλην αὐτῶν εἶναι τὴν παρανομίαν· ὅταν μὲν γὰρ τὸ γεγονὸς εἶναι γεγονὸς λέγωσι καὶ τὸ γενησόμενον εἶναι γενησόμενον, πλημμελῶς μὲν τὸ τῶν αἰωνίων οὐσιῶν ἴδιον τοῖς γενητοῖς προσάπτουσι — τὸ γὰρ εἶναι τοῦτο τοῖς ἄνω προσήκει καὶ θείοις, ὥσπερ τὸ γίγνεσθαι τοῖς αἰσθητοῖς —, οὐκ ὀρθῶς δὲ τὰ μόρια τοῦ χρόνου συγχέουσι καὶ τὴν ἐν αὐτῷ τάξιν ἀνατρέπουσι τῷ παρελθόντι τὸ νῦν εἰς ταὐτὸν ἄγοντες. ὅταν δὲ τὸ γιγνόμενον εἶναι λέγωσι, τῷ προτέρῳ μόνῳ περιπετεῖς εἰσιν ἁμαρτήματι. μεγίστου δὲ ὄντος τούτου μεῖζον, εἰ θέμις εἰπεῖν, ἐστὶ τὸ τὸ μὴ ὂν εἶναι λέγειν· εἰ γάρ ἐστιν ἡ γένεσις μέση μὴ ὄντος καὶ ὄντος, ἧττόν ἐστι πλημμελὲς τὰ τοῦ ὄντος τῇ γενέσει προσφέρειν ἢ τῷ μὴ ὄντι. μία δὴ καὶ ὑπὲρ τούτων ἀπολογία κατὰ φύσιν ἂν γένοιτο· μεταλαγχάνον γὰρ τὸ μὴ ὂν ἐν τῇ γενέσει τοῦ ὄντος, ὡς καὶ πᾶν τὸ ἔγχρονον τοῦ αἰῶνος, εἶναι δοκεῖ τοῖς ἐπὶ τὸν ἐξῃρημένον ἁπάσης διαστάσεως καὶ μερισμοῦ αἰῶνα καὶ τὸ ὄντως ὂν οὐκ εἰωθόσιν ἀνάγεσθαι. πάλιν τὸ ἐνεστὼς τοῦ χρόνου τὴν ἐν κινήσει φερομένην γένεσιν εἴωθε σῴζειν καὶ διακατέχειν. θαυμαστὸν οὖν οὐδὲν ὑπομένουσιν οἱ ἄνθρωποι, εἰ καὶ τὸ παρῳχηκὸς ἀμηγέπῃ διακατέχειν ἐν τοῖς οὖσι βουλόμενοι, καίπερ ἤδη γεγονὸς εἶναι γεγονὸς αὐτὸ λέγοιεν, τὸ δὲ μηδέπω γιγνόμενον συντάττειν ἐθέλοντες τοῖς οὖσιν εἶναι γενησόμενον αὐτὸ λέγοιεν· διὰ γὰρ δυεῖν τούτων τὸ μὴ ὂν ἀμηγέπῃ προσιέναι τοῖς πράγμασι καὶ συντάττεσθαι δύναται, διά τε τῆς μετοχῆς τοῦ ὄντος καὶ διὰ τοῦ παρόντος χρονικοῦ διαστήματος, ἅπερ ἀμφότερα τὸ εἶναι δόξειεν ἂν ἐπιφέρειν. καὶ ἡ μὲν ἀφορμὴ τῆς πολλῆς χρήσεως ἐντεῦθεν ἐλήφθη ποθέν· οὐ μὴν ἀκριβὲς καὶ ἐπιστημονικὸν ἔχει τι τῆς ἐπιταράξεως ταύτης ἡ μετάθεσις. διὸ ἐπισημηνάμενος ἐφʼ ὅσον ἔπρεπε τῇ παρούσῃ σκέψει φυσικωτέρᾳ οὔσῃ περὶ τούτων ἐπιπλέον ἐξετάζειν ἄλλης εἶναί φησι πραγματείας, ὡς μὲν οἱ πολλοὶ νομίζουσι τῶν ἐξηγητῶν, λογικῆς — ἐν γὰρ ταῖς λογικαῖς συνουσίαις εἰώθασι ζητεῖν, εἰ δοξαστόν ἐστι τὸ μὴ ὄν —, ὡς δὲ ὁ θεῖος Ἰάμβλιχος εἶπε κἀγὼ πείθομαι, θεολογικῆς· ἔν τε γὰρ τῷ Σοφιστῇ πολὺς ὁ περὶ τοῦ παντοδαπῶς μὴ ὄντος λόγος κἀν τῷ Παρμενίδῃ, ὧν δὴ καὶ τὸ σκέμμα οἰκεῖον ὁ Τίμαιος εἶναι ἀποφαίνεται, νῦν μέν, ὥσπερ τὰ πράγματα διέκρινε καὶ διέστησεν ἀπʼ ἀλλήλων εἴς τε τὸ ὂν ἀεὶ καὶ εἰς τὸ γιγνόμενον καὶ ἀπολλύμενον, εἰς εἰκόνα καὶ παράδειγμα, εἰς τὸ αἰώνιον καὶ τὸ ἔγχρονον, οὕτως ἐθελήσας καὶ τὰς προσρήσεις οἰκείας ἑκατέροις ἀποδοῦναι, ὡς μήτε τὰ διὰ χρόνον τῇ γενέσει προστεθέντα μεταφέρειν ἐπὶ τὰς ἁπλουστέρας καὶ θειοτέρας οὐσίας, μήτε τὰ ἐξαίρετα τῶν κρειττόνων ἀγαθὰ συναναφύρειν τοῖς ἐν κινήσει καὶ μεταβολῇ φερομένοις, τὰς δὲ βαθυτέρας τούτων ἐρεύνας τοῖς οἰκειοτέροις ἀπονέμων καιροῖς· εἰωθὸς γὰρ ἦν τοῦτο καὶ αὐτῷ Πλάτωνι καὶ πρὸ Πλάτωνος τοῖς Πυθαγορείοις, ὃ δὴ καὶ Ἀριστοτέλης διαφερόντως ἐζήλωσε, προσφόρως ταῖς προθέσεσι τῶν πραγματειῶν τὰ κατὰ φιλοσοφίαν προβλήματα μεταχειρίζεσθαι.

Χρόνος δʼ οὖν μετʼ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἵνα ὡς ὁμοιότατος αὐτὸς αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνά ἐστιν ὄν, ὁ δʼ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος.

`3.50–3.52`

Μετʼ οὐρανοῦ φησι γεγενῆσθαι τὸν χρόνον τοῦ ἐμψύχου καὶ ἔννου, διότι δὴ πρῶτος ὁ κόσμος αὐτοῦ μετέχει κατά τε ψυχὴν καὶ κατὰ τὸ σωματοειδές. τὸ δʼ ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἐάν ποτε λύσις τις αὐτῶν γίγνηται, σαφῶς ἀγένητον καὶ ἄφθαρτον δείκνυσι τὸν οὐρανόν· εἰ γὰρ γέγονεν, ἐν χρόνῳ γέγονεν. εἰ δὲ μετὰ χρόνου γέγονεν, οὐκ ἐν χρόνῳ γέγονεν· οὐδὲ γὰρ ὁ χρόνος ἐν χρόνῳ γέγονεν, ἵνα μὴ πρὸ χρόνου χρόνος ᾖ. εἰ ἄρα μετὰ χρόνου γέγονεν, οὐ γέγονε· δεῖ γὰρ πᾶν τὸ γιγνόμενον μεταγενέστερον εἶναι χρόνου· ὁ δʼ οὐρανὸς οὐδαμῶς ἐστι χρόνου μεταγενέστερος. πάλιν δὲ εἰ πᾶν τὸ λυόμενον ποτὲ λύεται, χρόνος δὲ ἐν μορίῳ ἑαυτοῦ οὐκ ἂν λύοιτο, χρόνος οὐκ ἂν λύοιτο· ὥστε οὐδὲ οὐρανός· ἄλυτος γὰρ καὶ οὗτος, ἔστʼ ἂν ὁ χρόνος ἄλυτος ᾖ. καὶ ἄλλως δὲ ὁ χρόνος ἄλυτος διʼ ἁπλότητα φύσεως, εἰ μή τις τὴν αἰτίαν αὐτοῦ τῆς τε προόδου καὶ τῆς ἐπὶ τὸν δημιουργὸν ἐπανόδου γένεσιν αὐτοῦ καὶ λύσιν ἐπονομάζειν ἐθέλοι· οὕτω δʼ ἂν καὶ ὁ οὐρανὸς τὴν κατʼ αἰτίαν ἔχοι λύσιν καὶ γένεσιν. ὅμοιον οὖν ὡς εἴ τις περιττὰς εἶναι βουλόμενος τὰς θατέρου περιφορὰς ἑπτάδα λέγοι συνυπάρχειν αὐταῖς, ἵνʼ ἐάν ποτε ἡ ἑπτὰς ἀρτία γίγνηται, καὶ αὗται ἄρτιαι γένωνται, σημαίνων μὴ μεταπεσεῖσθαι τὰς περιφορὰς ἐπὶ τὸ ἄρτιον, οὕτω δὴ καὶ νῦν εἰρῆσθαι νομιστέον περὶ τῆς ἀλυσίας τοῦ κόσμου τε καὶ τοῦ χρόνου τῆς παντοδαπῆς διὰ τὸ τὸν χρόνον ἄλυτον ἔχειν τὴν φύσιν. μία μὲν οὖν αἰτία τοῦ γεγενῆσθαι μετʼ οὐρανοῦ τὸν χρόνον εἴρηται, ἵνα ἄλυτον ᾖ τὸ πᾶν καὶ ἀΐδιον. δευτέρα δέ, ἵνα καὶ ὁμοιότατον ᾖ τῷ παραδείγματι· τὸ γὰρ αὐτὸς αὐτῷ ὁ οὐρανὸς λέγει τῷ παραδείγματι. πῶς οὖν διὰ χρόνον ὁμοιότερος ὁ οὐρανὸς τῷ αὐτοζῴῳ γίγνεται; ὅτι, φησίν, ὥσπερ τὰ νοητὰ τὴν σύμπασαν δύναμιν τοῦ αἰῶνος ἑνωτικὴν οὖσαν καὶ συνεκτικὴν ἤδη καὶ ὁμοῦ καὶ ἀθρόως καὶ ἑνιαίως ὑποδέχεται, οὕτω καὶ ὁ κόσμος τὴν σύμπασαν τοῦ χρόνου χορείαν μεριστῶς καὶ διῃρημένως ὑπομεμένηκε, διʼ ἣν καὶ γεγονὼς καὶ ὢν καὶ ἐσόμενός ἐστιν, οὐκ ἐν τῷ σύμπαντι χρόνῳ τὰ τρία ἔχων, ἕκαστον δὲ ἐν μορίῳ χρόνου, ἀλλὰ καὶ ἕκαστον τῶν τριῶν ἐν τῷ σύμπαντι χρόνῳ διά τε τὴν φθάσασαν καὶ τὴν μέλλουσαν περίοδον, καὶ ὅτι τῆς τῶν γενητῶν φύσεως ὢν ἔσχε τὸ ἐν τῇ γενέσει τέλειον κατὰ πᾶν τοῦ χρόνου μόριον, ὢν μέν, ἐπειδὴ κἀν τῇ ἐνεστώσῃ συμπάσῃ τοῦ χρόνου περιφορᾷ μεταλαγχάνει τοῦ ὄντος, γεγονὼς δὲ  <span class="gap">…</span> ἐσόμενος δέ, ἐπειδὴ οὐ λήξουσιν αἱ χορεῖαί ποτε τοῦ σύμπαντος χρόνου καὶ περιτροπαὶ αἱ συνάπτουσαι τὸν κόσμον τοῖς νοητοῖς αἰτίοις καὶ ἀφομοιοῦσαι. εἰ δὲ δὴ τὸν πάντα χρόνον ἐστὶν ὁ οὐρανὸς καὶ ὢν καὶ γεγονὼς καὶ ἐσόμενος, ἔστι δὲ ἐσόμενος τὸν ἔπειτα χρόνον ὡς ἄφθαρτος, καὶ τὸν ἔμπροσθεν ἄρα πάντα γέγονεν ὡς ἀγένητος· ὁμοίως γὰρ καθʼ ἑκάτερον τῷ παντὶ χρόνῳ συνὼν ἢ οὐδὲ ἔσται ἔτι ἄπειρον ἢ καὶ γέγονεν ἐξ ἀπείρου. καὶ γελοῖοί τινές εἰσιν οἱ ποτὲ μὲν αὐτὸν γενέσθαι λέγοντες, ἔσεσθαι δὲ μηκέτι ποτέ, τοῦ Πλάτωνος ὁμοίως ἐπʼ ἄμφω τὸν ἅπαντα χρόνον αὐτῷ δόντος. καὶ ὁρᾷς, ὅτι τὰ τρία νῦν αὐτῷ νέμει καὶ οὐ παραιτεῖται τὸ ὂν ἐπʼ αὐτοῦ. δῆλον οὖν, ὅτι, καὶ ἀνωτέρω τὸ ἔστι τῇ διαιωνίᾳ φύσει νέμων καὶ οὐχὶ τῇ γενέσει, τὸ ἐξῃρημένον πάσης χρονικῆς παρατάσεως ἔστι, καὶ κατʼ αὐτὸ τὸ αἰώνιον νῦν ἱστάμενον ἀπεκλήρου τοῖς νοητοῖς, ἐπεὶ τὸ σύμφυλον τῷ ἦν καὶ τῷ ἔσται συγχωρεῖ καὶ τοῖς αἰσθητοῖς κατὰ μέθεξιν τοῦ ὄντως ὄντος παραγίγνεσθαι. πῶς οὖν, εἴπερ ἡ τοῦ χρόνου φύσις, ὥς φησι καὶ ὁ θεῖος Ἰάμβλιχος κἀγὼ πείθομαι, μέση ἐστὶν αἰῶνος καὶ οὐρανοῦ καὶ τοῦ μὲν ἡγεῖται, τῷ δὲ ἀφομοιοῦται, χρόνος οὐρανοῦ χάριν ὑπέστη; τὸ γὰρ περιεκτικὸν καὶ τελειωτικὸν καὶ πλέον ἀφομοιοῦν τὴν εἰκόνα τῷ παραδείγματι πῶς τοῦ περιεχομένου καὶ ἀφομοιουμένου γέγονεν ἕνεκεν; οὕτω γὰρ ἂν τῶν τελῶν τὰ ἕνεκά του σεμνότερα ἂν εἴη καὶ τῶν ὑφειμένων χάριν τὰ κρείττω τὴν ἐπὶ τὰ ὄντα ποιοῖτο πρόοδον. ἔστι δὲ οὐδὲν τοιοῦτον ἐν τοῖς ὑπὸ Πλάτωνος διατεταγμένοις εὑρεῖν· οὔτε γὰρ ὁ χρόνος οὐρανοῦ μόνου γέγονε χάριν οὔτε ὁ οὐρανὸς τοῦ χρόνου μόνου χάριν ὑπέστη, ἀλλʼ ἑκάτερος καὶ ἑαυτοῦ καὶ τοῦ ἑτέρου καὶ τοῦ συναμφοτέρου· ἵνα γὰρ ἡ πᾶσα δημιουργία τὸ τέλειον ἔχῃ, τοιοῦτος μὲν ὁ οὐρανός, τοιοῦτος δὲ ὁ χρόνος ἀπετελέσθη. συμβαίνει μέντοι καὶ ἑκάτερον τῷ ἑτέρῳ μεγάλα συναίρεσθαι πρὸς τὴν τοῦ οἰκείου παραδείγματος ἀφομοίωσιν· οὔτε γὰρ ὁ χρόνος ἐμιμήσατο ἂν τὸν αἰῶνα μὴ ὄντος οὐρανοῦ — ποῖ γὰρ ἂν προῆλθεν ἢ τί ποτʼ ἂν ἐμέτρησε τῶν ὄντων ἢ συνέσχεν ἢ ἐτελεώσατο; —, οὔτʼ ἂν ὁ οὐρανὸς μὴ ὄντος χρόνου τὸ παντελὲς καὶ τὸ ἀΐδιον τοῦ αὐτοζῴου κατὰ δύναμιν ἀπεμιμήσατο. γέγονε μὲν οὖν ἑκάτερος οὐχ ἑαυτοῦ μόνου οὐδʼ αὖ τοῦ ἑτέρου χάριν, ἀλλὰ τῆς συμπάσης δημιουργίας, ἵνα ὡς ὅτι τελειοτάτη καὶ ὁμοιοτάτη τοῖς παραδείγμασιν ἀποτελεσθῇ· μᾶλλον δὲ τῆς ἀγαθότητος εἵνεκα τῆς τοῦ πατρὸς τῶν ὅλων, διʼ ἣν καὶ ἡ ποίησις ἔχει τὸ τέλειον. γενόμενος δὲ ὅ ἐστι θατέρῳ ὁ ἕτερος καὶ πᾶσι τοῖς ἐγκοσμίοις ἑκάτερος πρὸς διαμονὴν καὶ τάξιν καὶ εὐμοιρίαν μεγάλα συναίρεται. Καὶ τοσαῦτα μὲν περὶ τοῦ ἑνὸς καὶ ὅλου καὶ μετρητικοῦ τῶν πάντων κἀκ μόνου τοῦ δημιουργοῦ κἀκ τῆς οἰκείας μονάδος κινηθέντος καὶ προϊόντος χρόνου τῷ Πλάτωνι πεφιλοσόφηται. λοιπὸν δὲ ἐν τοῖς ἑπομένοις περὶ τοῦ κατʼ οὐρανὸν ἐκφαινομένου καὶ οἱονεὶ πληθυομένου καὶ οἱονεὶ συμμεριζομένου ταῖς ποικίλαις τῶν ἄστρων φοραῖς διαλήψεται, ὃς οὐκ ἂν ὑπέστη μὴ τῆς ταὐτοῦ καὶ τῆς θατέρου περιφορᾶς περὶ τὸν ἀφανῆ καὶ ἕνα κυκλουμένης χρόνον καὶ ἀπʼ αὐτοῦ τὸ πρόσφορον ἑαυτῇ μέτρον ἑκατέρας ὑποτεμνομένης καὶ ἐκφηνάσης καὶ διὰ παντὸς φυλαττούσης. ὅπου δέ, ἵνα καὶ οὗτος ὁ δεύτερος χρόνος καὶ εἰς τὸ ἐμφανὲς προϊὼν καὶ πᾶσι γνώριμος διὰ τῶν τὰ μερικὰ αὐτοῦ μέτρα προχειριζόντων καὶ μᾶλλον μεριστὸς ὑποστῇ, τὰ πλανητὰ τῶν ἄστρων, ἐν οἷς καὶ ὁ ἥλιος καὶ ἡ σελήνη κατηρίθμηνται, γεγενῆσθαι λέγεται, πηλίκον δεῖ νομίζειν ἀξίωμα τῷ πρωτίστῳ καὶ ἑνὶ χρόνῳ παρὰ τοῦ φιλοσόφου, μᾶλλον δὲ παρʼ αὐτοῦ τοῦ δημιουργοῦ τῶν ὅλων ἀποκεκληρῶσθαι;

`3.53`

Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γεννηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλανητά, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε.

`3.54–3.59`

Διττῆς τῆς δημιουργίας οὔσης, ὡς πολλάκις ὑπεμνήσαμεν, τῆς μὲν ἀφανοῦς καὶ μιᾶς καὶ ἁπλῆς καὶ ὑπερκοσμίου καὶ ὁλικῆς, τῆς δὲ ἐμφανοῦς καὶ πεπληθυσμένης καὶ πολυειδοῦς καὶ ἐν τῷ κόσμῳ μεριζομένης, καὶ διττὰς ἐχούσης τὰς ἐνεργείας, τὰς μὲν πρωτουργοὺς καὶ ἀκινήτους καὶ νοεράς, τὰς δὲ δευτερουργοὺς καὶ μετὰ κινήσεως προϊούσας καὶ περὶ νοῦν χορευούσας, καὶ τῆς μὲν ἐξῃρημένης τῶν ἀποτελουμένων, τῆς δὲ συντεταγμένης αὐτοῖς, διττὸς καὶ ὁ χρόνος προελήλυθεν εἰς τὰ ὄντα, ὃ μὲν ὑπερκόσμιος, ὃ δὲ ἐγκόσμιος, καὶ ὃ μὲν ἅμα μένων τε καὶ προϊών, ὃ δὲ ἐν κινήσει φερόμενος. καὶ ὁ μετεχόμενος διττός, ὃ μὲν κατὰ ἁπλῆν μέθεξιν, ὃ δὲ ἐν ταῖς περιόδοις τῶν οὐρανίων ἄστρων, ὃς ἀποτελεῖ μῆνας καὶ ἡμέρας καὶ νύκτας καὶ ἐνιαυτούς. τοιαύτης τοίνυν οὔσης τῆς τῶν χρόνων διαφορᾶς ὁ Πλάτων τὰ νοήματα περὶ τῆς μιᾶς καὶ ἁπλῆς οὐσίας τοῦ χρόνου παραδεδωκὼς μέλλει τὸ λοιπὸν ἐντεῦθεν καὶ περὶ τῆς ποικιλίας τοῦ χρόνου ποιεῖσθαι τὸν λόγον τοῦ μετεχομένου μεριστῶς, εἰς ὃν αὐτῷ καὶ ἡ περὶ τῶν πλανητῶν συντελέσει θεωρία — διὰ γὰρ τῆς τούτων κινήσεως περὶ τὸν ἥλιον χορευόντων ὁ συνεγνωσμένος ἀποτελεῖται χρόνος —, ἔνατον τοῦτο δημιουργικὸν δῶρον εἰς τὸν κόσμον εἰσαγαγών. ἵνα δέ σοι καὶ ἀπʼ αὐτῶν τῶν προοιμίων ἔνδειξιν παράσχηται τῆς τοῦδε τοῦ χρόνου πρὸς ἐκεῖνον ὑφέσεως, ἐκ λόγου τε καὶ διανοίας θεοῦ τοῦτον ὑποστῆναί φησι, καὶ ἔτι διορισμὸν παρασχέσθαι καὶ φυλακὴν ἀριθμῶν χρόνου κατὰ τὴν τῶν ἄστρων κίνησιν. καὶ προσεκτέον ἀμφοτέροις, τῷ τε διορισμῷ τῶν χρονικῶν μέτρων τῶν πολλῶν μετὰ τὸν ἕνα χρόνον καὶ τῇ φυλακῇ τῶν αὐτῶν ἀεὶ μέτρων, ὧν ἕνεκά φησι τὰ ἄστρα γενέσθαι. τὸν μὲν πρότερον χρόνον παρῆγε τοῦ δημιουργοῦ πρὸς τὸν αἰῶνα βλέποντος καὶ κατὰ μίαν καὶ ἁπλῆν νόησιν ἐνεργοῦντος, τὸν δὲ δεύτερον, ὡς καὶ αὐτός φησιν, ἐκ λόγου καὶ διανοίας, τὸ διῃρημένον τῆς αἰτίας καὶ τὸ μεριζόμενον εἰς πλῆθος ἀπὸ τῆς μιᾶς νοήσεως ἐνδεικνύμενος· ἄλλος γὰρ ὁ θεῖος νοῦς καὶ ἄλλος ὁ θεῖος λόγος· ὃ μὲν ἡνωμένος, ὃ δὲ πεπληθυσμένος, καὶ ὃ μὲν τὰ ὅλα περιέχων, ὃ δὲ διαιρῶν τὴν ἕνωσιν εἰς πλῆθος, καὶ ὃ μὲν ἐν ἑαυτῷ μένων, ὃ δὲ ἐκφαίνων ἑαυτόν. ὥστε καὶ ὁ δεύτερος χρόνος, εἰ πᾶσιν ἐμφανής ἐστιν, εἰ ἐκφαίνει τὸν ὑπερκόσμιον χρόνον, εἰ διῃρημένος ἐστίν, εἰκότως ἐκ λόγου δημιουργικοῦ προελήλυθεν, ἐκείνου τὴν ὡς ἀπὸ νοῦ λαβόντος πάροδον, τοῦ μὲν λόγου δηλοῦντος τὴν αἰτίαν, τῆς δὲ διανοίας τὴν ἐν τῷ δημιουργῷ γνῶσιν δυοειδῆ οὖσαν καὶ ἄλλην μὲν τοῦ ὡς ἀληθῶς χρόνου, ὅς ἐστιν ἀριθμὸς τῶν ἐν τῷ παντὶ περιόδων πασῶν, ἄλλην δὲ τοῦ ἀπʼ ἐκείνου ῥέοντος, ὅς ἐστι κατʼ ἀριθμὸν προϊών. ἔτι τοίνυν ἐκείνου τὰ μέτρα πάντα περιέχοντος ἑνοειδῶς, καθʼ ἃ καὶ ταῖς ψυχαῖς αἱ περίοδοι καὶ τοῖς σώμασιν ἐπιτελοῦνται καὶ τὸ ἓν μέτρον τῆς ὅλης ἀποκαταστάσεως — ἔστι γὰρ θείου γενητοῦ περίοδος, ἣν ἀριθμὸς περιλαμβάνει τέλειος, ὥς πού φησιν ὁ ἐν Πολιτείᾳ Σωκράτης —, οὗτος ὁ χρόνος διοριστικός ἐστι τῶν μέτρων τῶν ἐν ταῖς ψυχικαῖς ἢ σωματικαῖς φοραῖς καὶ φρουρητικός· ἀπονέμει γὰρ ἄλλοις ἄλλα μέτρα τὰ οἰκεῖα ἑκάστοις. καὶ τούτῳ μὲν διαιρεῖ τὴν ἑνιαίαν ἐκείνου δύναμιν, φρουρεῖ δὲ τὸ προσῆκον ἑκάστοις μέτρον καὶ κατὰ τοῦτο ποιεῖται τὰς ἀποκαταστάσεις· ἄλλο μὲν γὰρ τῆς ἡλιακῆς περιόδου μέτρον, ἄλλο δὲ τῆς σεληνιακῆς, ἄλλο δὲ τῶν μετεώρων — ἐπεὶ καὶ ἐν τούτοις ἔστι τις κύκλος τὸν οὐράνιον κύκλον ἀπεικονισάμενος — καὶ ἄλλο ἄλλων ζῴων· καὶ γὰρ τούτων εἰσὶ περίοδοι καὶ μέτρα ζωῆς, ὡς καὶ ὁ δαιμόνιος Ἀριστοτέλης φησί. ταῦτα μὲν οὖν καὶ ἀπὸ τούτων λάβοις ἂν περὶ τῶν χρόνων τούτων τῆς διαφορᾶς. καὶ ἔοικε καὶ τὸ ἵνα γεννηθῇ χρόνος εἰπεῖν οὐ μάτην, ἀλλʼ ἵνα δηλώσῃ καὶ ὅτι προῆν ὁ ἀφανὴς χρόνος ἀριθμὸς ὢν ὅλος καὶ εἷς καὶ νοερὸς πρὸ τοῦ μετεχομένου καὶ κατʼ ἀριθμὸν ἰόντος. πᾶν γοῦν τὸ γενόμενόν ἐστι πρὸ τῆς γενέσεως ἀφανῶς ἱδρυμένον ἐν τῇ ἑαυτοῦ αἰτίᾳ. σημαίνει οὖν ἡ γέννησις τὴν εἰς τὰ μετέχοντα πρόοδον, καθʼ ἣν ἄλλων ἐστὶν ἤδη πρώτως καὶ δευτέρως ἐκφαινόμενος, καὶ ὡς αὐτὸς μὲν ἀπὸ τῶν ὁλικωτέρων εἰς τὰ μερικώτερα πρόεισιν ἄχρι καὶ τῶν ἐσχάτων οἷον ζῴων καὶ φυτῶν, ἡμῖν δὲ ἀπὸ τῶν μερικῶν μέν, τεταγμένων δὲ μέτρων ὅλως γίγνεται γνώριμος· τό τε γὰρ ὅλον δύσγνωστον καὶ τὸ ἄτακτον οὐκ ἂν ἄλλων γένοιτο μέτρον. ἐπειδὴ δέ, ὥσπερ εἴπομεν, εἰς τὴν τοῦ δευτέρου χρόνου γένεσιν, μᾶλλον δὲ εἰς τὴν τῶν πολλῶν μέτρων τῶν ἐν αὐτῷ κατάληψιν, διʼ ὧν ὅλον αὐτὸν μετρεῖν διαφερόντως εἰώθαμεν, οἷον μηνῶν καὶ ἐνιαυτῶν, διʼ ὧν μετροῦμεν τὸν χρόνον, ἡ περίοδος συντελεῖ τῶν πλανωμένων καὶ διαφερόντως ὁ ἡλιακὸς κύκλος, ταῦτα πρῶτον ὑπὸ τοῦ δημιουργοῦ γεγονέναι φησίν, ἥλιον καὶ σελήνην καὶ τοὺς πέντε πλανήτας, καίτοι καὶ τῶν ἀπλανῶν ἑκάστου πάντως κατά τι μέτρον χρονικὸν τὴν ἑαυτοῦ ποιουμένου περὶ τὸ κέντρον, ὃ ἔχει σφαιρικὸς ὤν, περίοδον, ἀλλʼ ἡμῖν οὐκ ὄντων ἐκείνων τῶν μέτρων γνωστῶν ὡς τῶν ἐν τοῖς πλανήταις, καθʼ ἃ ποιοῦνται τὰς περὶ τὸν λοξὸν περιόδους· οὐδὲ γὰρ ἐπὶ τούτων ἴσμεν τὰς περὶ τὰ οἰκεῖα κέντρα περιόδους αὐτῶν. περὶ δʼ οὖν τούτων διαλέγεται καί φησιν αὐτὰ γενέσθαι, ἵνα συναπεργάζωνται τὸν ἐμφανῆ χρόνον, ἄλλων ἄλλο μέτρον ἐκφαίνοντα μετρητικόν, τοῦ μὲν ἡλίου πρωτουργὸν καὶ ἡγεμονικὴν ἀξίαν λαχόντος καὶ διαφερόντως κατὰ τὴν τοῦ χρόνου γένεσιν — διὸ καὶ χρόνου χρόνος οὗτος καλεῖται παρὰ τοῖς θεολόγοις, ὡς τὸν πρώτιστον ἐκφαίνων χρόνον, καὶ ἡ τῶν ὡρῶν περίοδος ἀποτελεῖται κατʼ αὐτόν —, τῆς δὲ σελήνης δευτέραν ἐχούσης τάξιν, ὡς προσεχῶς κινούσης τὰ ἐν γενέσει πάντα καὶ πάντα αὐξανούσης καὶ μειούσης ταῖς ἑαυτῆς δυνάμεσι διὸ καὶ ὥσπερ τὸν ἥλιον κατὰ ὥραν καὶ κατὰ ζῴδιον εἰρήκασιν ἀμείβειν τὰς μορφάς, οὕτω καὶ τὴν σελήνην κατὰ ἑκάστην ἡμέραν,

  
ὄφρʼ ἐν μηνὶ τρέπῃ ὅπερ ἥλιος εἰς ἐνιαυτόν,  
ὥς φησιν ὁ θεολόγος, τῶν δὲ ἄλλων πλανήτων ταῖς ποικίλαις ἑαυτῶν περιόδοις τὴν ποικιλίαν τῆς γενέσεως διαπλεκόντων· ἕπεται γὰρ ἄλλα ἄλλων ἀποκαταστάσεσι καὶ κατʼ ἄλλα μέτρα τὰς ἑαυτῶν συμπεραίνει ζωάς. ἐπειδὴ δὲ καὶ οὗτοι μίαν καὶ συνεχῆ καὶ ὁμαλὴν καὶ ἄπαυστον ποιοῦνται κίνησιν, λανθάνει δὲ ἡ τάξις αὐτῶν καὶ ἡ ὁμαλότης καὶ ἡ ταυτότης τῆς κινήσεως διὰ τοὺς φαινομένους προποδισμοὺς καὶ ὑποποδισμοὺς καὶ στηριγμούς, διὰ τοῦτο ἐπίκλην ἔχοντα πλανητά φησιν. ἐξ ὧν λάβοις ἄν, ὅτι τὰ ἄστρα ἐστίν, ἀλλʼ οὐχὶ αἱ σφαῖραι, ἐν αἷς τὰ ἄστρα ὑποποδίζοντα καὶ προποδίζοντα, ὅσα τοῦτο πάσχει, καὶ τὰ ἄνω καὶ τὰ κάτω κινούμενα, τῶν ὑπὸ σελήνην παντοίων κινήσεων, τῶν ἄνω, κάτω, πρόσω, ὀπίσω, τὰ οἷον παραδείγματα προειληφότα τεταγμένα τῶν ἀτάκτων· ὡς γὰρ καὶ ἐν Νόμοις εἴρηκε, πλημμελοῦσιν οἱ τὴν πλάνην ἐπὶ τοὺς ἐν οὐρανῷ θεοὺς ἀναπέμπειν τολμῶντες, οὐκ εἰδότες αὐτῶν τὴν τάξιν καὶ τὴν ἐναρμόνιον χορείαν καὶ τὴν ὁμαλότητα τῆς κινήσεως· ἡ γὰρ ἀνωμαλία φαίνεται μόνον ἐπʼ αὐτῶν διὰ τῆς τῶν ἀνελιττουσῶν φορᾶς καὶ ἀντιπεριφορᾶς, εἴτε διὰ τοὺς ἐπικύκλους καὶ ἐκκέντρους εἴτε διʼ ἄλλας αἰτίας· οὐδὲ γὰρ αὗται τὸ εἰκὸς ἔχουσιν αἱ ὑποθέσεις, ἀλλʼ αἳ μὲν τῆς ἁπλότητος ἀφίστανται τῶν θείων, αἳ δὲ ὥσπερ ὑπὸ μηχανῆς ὑποτίθενται τὴν κίνησιν τῶν οὐρανίων, ἐσκευωρημέναι παρὰ τῶν νεωτέρων. καὶ ὅ γε Πλάτων ἔοικεν ἔν τε Πολιτείᾳ ποιῶν ὁμοκέντρους τοὺς σφονδύλους καὶ ἐν τούτοις τοὺς ἑπτὰ κύκλους, καὶ μόνον τούτων μεμνημένος, ἀλλʼ οὐ τῶν ἐπικύκλων, αὐτοῖς τοῖς ἄστροις ἀνατιθέναι τὴν ἀνωμαλίαν καὶ ταύτην τὸ τεταγμένον ἔχουσαν — ἀποκαθίσταται γὰρ πρὸς ἑαυτὴν διὰ τεταγμένων χρόνων — ὡς μέσοις τῶν πάντη ὁμαλῶς κινουμένων καὶ τῶν πάντη ἀνωμάλως· ὁμαλῶς γὰρ ἀνώμαλον ἢ ἀνωμάλως ὁμαλὴν ἔλαχον κίνησιν. διὰ πάντων γοῦν τῶν οὐρανίων κύκλων ὁ χρόνος ἐκφαίνεται καὶ τὴν εἰς τὸ πᾶν ποιεῖται πρόοδον, καὶ οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἀπλανῶν. ὁ δὲ Πλάτων τούτων μάλιστα διεμνημόνευσεν ἐν τῇ γενέσει τοῦ χρόνου, διότι τῶν μὲν ἀπλανῶν τῇ ποικιλίᾳ διαφέρουσι τῶν περιόδων, τῶν δὲ ὑπὸ σελήνην τῷ ἀεὶ ὡσαύτως. ὧν τὸ μὲν ὁ διορισμὸς δηλοῖ τῶν πολλῶν χρονικῶν μέτρων, τὸ δὲ ἡ φυλακὴ τῶν αὐτῶν ἀεὶ περιόδων καὶ ἀποκαταστάσεων· δεῖ γὰρ τὰ πολλὰ μέτρα μένοντα ἀεὶ τὰ αὐτὰ θεωρεῖν. ἔστι γοῦν καὶ ταῦτα τεταγμένα μετὰ τὸ ἓν τῆς ὅλης περιόδου μέτρον, καὶ ἡ μὲν μία τοῦ χρόνου μονὰς αὕτη τέλειός ἐστιν ἀριθμὸς καὶ παντελής, ἀπὸ δὲ ταύτης καὶ ἐν ἑκάστῃ περιφορᾷ μέτρον ἐστὶν οἰκεῖον, Κρόνιον ἢ Δίιον ἢ Σεληνιακόν, τὴν ἰδιότητα προσλαμβάνον ἀπὸ τῆς ἐν ἑκάστῳ ψυχῆς καὶ τῆς κινητικῆς θεότητος· ἄλλος γὰρ ἀριθμὸς ἡλίῳ προσήκει καὶ ἄλλος ἵππῳ καὶ ἄλλος φυτῷ, κοινὸς δὲ ὁ κοσμικὸς ἀριθμός. διὸ καὶ τὸν αὐτὸν χρόνον εἶναι πανταχοῦ λέγομεν· ἔχει γὰρ καὶ μίαν ὁ κόσμος ζωήν, ὡς μίαν φύσιν καὶ ἕνα νοῦν. εἰ δὲ μίαν ἔχει ζωήν, ἔχει καὶ ἕνα βίον, εἰ δὲ τοῦτο, καὶ μέτρον χρονικὸν ἕν, καὶ ὥσπερ τῶν ἐν αὐτῷ μερῶν ἕκαστον ζῇ κατὰ τὴν ὅλην φύσιν, οὕτω καὶ κατὰ τὸν ὅλον χρόνον μετρεῖται, καὶ τοῦτο κοινόν ἐστι μέτρον ἁπάντων. μετὰ δὲ τὴν μονάδα ταύτην τριάς ἐστιν, ἧς τὸ μὲν ἀκρότατον μέτρον ἐστὶ τῆς πρώτης περιφορᾶς, τὸ δὲ μέσον τῆς θατέρου πάσης — ἔστι γὰρ καὶ πάντων τῶν πλανωμένων ὡς ἑνὸς ζῴου βίος εἷς καὶ μία περίοδος καὶ ἀποκαταστατικὸς χρόνος εἷς —, τὸ δὲ τρίτον τῆς ἐν γενέσει φερομένης ἀνακυκλήσεως· διὰ τοῦτο γὰρ καὶ αἱ μεταβολαὶ τῶν στοιχείων καὶ αἱ τῶν κινουμένων ἀντιμεταστάσεις καὶ ἡ παλιγγενεσία πᾶσαν τὴν ὑπόστασιν ἔλαχε. μετὰ δὲ τὴν τριάδα ταύτην κατʼ ἄλλους καὶ ἄλλους ἀριθμοὺς ὁ χρόνος πρόεισι τὰ ὅλα μετρῶν καὶ ἀφορίζων τοῖς οἰκείοις ἅπαντα μέτροις. ταῦτα μὲν οὖν καὶ εἰσαῦθις. ἐκεῖνό γε μὴν οὐκ ἄξιον παραδραμεῖν, ὅτι δὴ τὰ ὅλα συνυφιστὰς καὶ μήπω μερικῶν ζῴων μνησθεὶς τοὺς πλανήτας ὑφίστησι, τοὺς δὲ ἀπλανεῖς ὕστερον ἐν τῇ γενέσει τῶν μερικῶν ζῴων· οἱ γὰρ καλούμενοι πλάνητες κοσμοκράτορές εἰσι καὶ ὁλικὴν εἰλήχασι δύναμιν, καὶ ὥσπερ ἡ ἀπλανὴς ἔχει ζῴων ἀστρῴων ἀριθμόν, οὕτω καὶ ἕκαστος τούτων ἡγεῖται πλήθους οἰκείου ἢ ζῴων ἢ ἄλλων τινῶν τοιούτων. διὸ κἀκείνην ἐντεῦθεν λυτέον τὴν ἀπορίαν, πῶς ἡ μὲν μία σφαῖρα πλῆθος ἀστέρων περιείληφεν, αἱ δὲ πολλαὶ σφαῖραι ἓν ἄστρον ἑκάστη περιάγει. ῥητέον γάρ, ὅτι ἐκεῖ μὲν ἡ σφαῖρα μονὰς ἦν τὸ πλῆθος ἐν ἑαυτῇ τὸ οἰκεῖον συλλαβοῦσα, μία οὖσα, καὶ ἤρκει πρὸς τὴν τοῦ πλήθους περιοχὴν πρώτου πλήθους ὄντος, ἐπὶ δὲ τούτων διττὸν τὸ ἡγούμενον, τὸ μὲν ἡ σφαῖρα, τὸ δὲ ἕκαστος τῶν κοσμοκρατόρων, μονὰς ὢν τῷ πλήθει συντεταγμένη· τὰ γὰρ ὑφειμένα πλειόνων δεῖται τῶν ἡγουμένων, καὶ τὸ πλῆθος καθʼ ἑκάστην διὰ τὴν ὕφεσιν ἀφανές. ἐν δὲ τοῖς ὑπὸ σελήνην ἔτι πλείους αἱ ἡγούμεναι τάξεις τῶν καθʼ ἕκαστον στοιχεῖον θείων γενῶν, ὡς μαθησόμεθα διὰ τῆς παραδοθησομένης θεογονίας. ἀλλὰ ταῦτα μὲν ἔστω δῆλα. Τοσοῦτον δὲ ἄξιον ἐν τοῖς περὶ τῆς τοῦ χρόνου γενέσεως ἐπιστάσεως· εἰ μὲν μετὰ ψυχὴν ὁ χρόνος, πῶς ἐκείνη κινεῖται κατὰ χρόνον; εἰ δὲ πρὸ ψυχῆς, πῶς γενέσθαι λέγεται — τῶν γὰρ γεννηθέντων ἀρίστην εἶπεν εἶναι τὴν ψυχήν —; εἰ δὲ ψυχῇ σύστοιχος, πῶς οὐχὶ καὶ ὁ αἰὼν τῷ νῷ σύστοιχος, ἀλλὰ πρὸ νοῦ; καὶ ῥητέον, ὅτι πρὸ ψυχῆς μὲν ὁ χρόνος, ὡς πρὸ τοῦ νοῦ ὁ αἰών, ἀρίστη δὲ ψυχὴ τῶν γεννηθέντων, ἃ δὴ καὶ καθʼ αὑτὰ γενητά ἐστι καὶ οὐ μόνον κατὰ τὴν εἰς τὰ δεύτερα παρουσίαν ἑαυτῶν, ἀλλὰ καὶ τὴν ἐντὸς ἐνέργειαν ἔχει γένεσιν καὶ τὴν οὐσίαν μεριστὴν εἰς πλῆθος μερῶν, οἷον αὐτὸς ἡμῖν παραδέδωκεν. ὁ δὲ χρόνος καθʼ αὑτὸν μὲν αἰώνιος, νοῦς ὤν, ὡς δέδεικται, μετέχεται δὲ γενητῶς, οὐχ ὅλος ἅμα οὐδὲ ἀκινήτως, ὥσπερ οἱ πρὸ αὐτοῦ νόες, ἀλλὰ κινητῶς· ὅθεν καὶ τελειοῖ τὴν ψυχὴν ὡς νοῦς, καὶ γενητός ἐστι κατὰ τὰς μεθέξεις, ῥεύσας πολὺς εἰς τὰ μετέχοντα, καὶ ὡς ἀριθμητὰς ἐποίησε τὰς γενέσεις. οὕτω δὴ γενητὸν ἀποφήνας τὸν ἐκείναις συνεκδραμόντα πάντως ἀριθμόν — διὸ καὶ εἴρηται κατʼ ἀριθμὸν ἰὼν εἶναι κινητός, ἀλλʼ οὐκ ἀριθμὸς ὤν, ὅς ἐστιν αὐτὸς πρὸ τῶν ἠριθμημένων —, καὶ διὰ ταῦτα ἄρα τὸν μὲν χρόνον αἰώνιον εἰκόνα προσείρηκεν ἐνταῦθα, διότι κατὰ τὴν ἔνδον ἐνέργειαν αἰώνιός ἐστιν, ὅλην ἅμα παροῦσαν αὐτὴν ἔχων, ἐν δὲ τοῖς Νόμοις εἶπε τὴν ψυχὴν ἀνώλεθρον μέν, οὐ μέντοι αἰώνιον, διότι μηδὲ τὴν ἔνδον ἐνέργειαν ἀμετάβατον εἴληχε.

Σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς, ἃς ἡ θατέρου περίοδος ἤιεν ἑπτὰ οὔσας ὄντα ἑπτά.

`3.60`

Ὅτι μὲν σελήνην καὶ ἥλιον καὶ τὰ ἄλλα πέντε ἄστρα κατωνόμαζεν ὡς ἔμψυχα καὶ νοερὰ ζῷα, δεδήλωκεν ἐν τούτοις ἐπενεγκὼν σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας, ὡς ἐκείνων νοερῶν καὶ ζωτικῶν ὄντων· οὐ γὰρ εἶπε σώματα «αὐτοὺς» ποιήσας, ἀλλʼ αὐτῶν. τὰς δὲ περιφορὰς αὐτῶν ἆρα τοὺς ἐπικύκλους ῥητέον ἢ τὰς ἀνελιττούσας ἢ τὰς ὅλας σφαίρας, ἐν αἷς ἕκαστόν ἐστι τῶν ἄστρων, ἢ τούτων μὲν οὐδέν, τὰς δὲ ψυχὰς αὐτῶν τὰς νοεράς, ὥσπερ ὁ θεῖος Ἰάμβλιχος ὑπέλαβεν; ὡς γὰρ τὸν ὅλον ὄγκον εἴσω τῆς ψυχῆς ἐτεκτήνατο πρότερον, οὕτω καὶ νῦν τὰ ἑπτὰ σώματα ταῖς ἑπτὰ νοεραῖς ψυχαῖς ἐντίθησιν ἅμα καὶ ψυχὰς καὶ νόας αὐτοῖς ἐφιστάς. ἐπειδὴ δὲ καὶ ἡ θατέρου περίοδος τῆς ὅλης ψυχῆς τοῖς ἑπτὰ τούτοις θείοις σώμασιν ἐπιβέβηκε πολλῷ πρότερον, εἰκότως ἐπήνεγκεν ὑπομιμνήσκων τῶν εἰρημένων ἡμᾶς· «ἃς ἡ θατέρου περίοδος περιάγει τῆς ὅλης ψυχῆς». καὶ πάλιν τοῦτο δηλούτω ῥηθὲν ἑνικῶς, ὅτι ἄσχιστός ἐστιν ἐκείνη, κἂν ἐσχίσθαι λέγηται, καὶ ὡς οὐκ ἀπόλωλεν αὐτῆς τὸ ἓν τῇ εἰς τοὺς ἑπτὰ κύκλους κατατομῇ. τάχα δʼ ἂν εἴη κάλλιον λέγειν, ὅτι ταῖς δυνάμεσι τῆς ὅλης ψυχῆς ἐνήδρασε τὰ σώματα τῶν κοσμοκρατόρων, ἀλλʼ οὔπω ταῖς ἰδίαις ψυχαῖς οὐδὲ ταῖς σφαίραις· τὸ γὰρ ἃς ἡ θατέρου περίοδος ἤιε τοῦτο δηλοῖ τὸ αὐτὴν ἰέναι, ἀλλʼ οὐ τὸ περιάγειν αὐτάς. τὰς γοῦν ζωὰς ἐκείνας περιῄει καὶ περιεπορεύετο ἡ θατέρου περίοδος μία καὶ ἑπτάτομος οὖσα· καὶ γὰρ τὰ ἀπλανῆ ἄστρα ἐντεθεῖσθαι προϊὼν ἐρεῖ εἰς τὴν τοῦ νοῦ φρόνησιν, ἥτις ἐστὶν ἡ τοῦ ταὐτοῦ κύκλου ψυχή· «κράτιστον» μὲν γάρ ἐστιν ᾧ δέδωκε τὸ κράτος, τούτου δὲ φρόνησις ἡ ἐν αὐτῷ νοερὰ ζωή. οὕτως οὖν καὶ νῦν τοῖς ἑπτὰ κύκλοις τῆς ὅλης ψυχῆς ἐνέθηκε τὰ ἑπτὰ σώματα. καὶ πάλιν δῆλον ἔστω διὰ τούτων, ὅπως ἡ ἁπλότης σῴζεται τῆς ψυχῆς ὡς πρὸς τὰς σωματικὰς περιόδους· ὁ γὰρ εἷς ταὐτοῦ κύκλος κατὰ μίαν ἕνωσιν ψυχοῖ καὶ τὸ ἀπλανὲς καὶ τὰ ἐν αὐτῷ ἄστρα, καὶ τῶν ἑπτὰ ἕκαστος ὁμοίως κατὰ δύναμιν μίαν καὶ τὰς σφαίρας καὶ τὰ ἐν αὐταῖς ἄστρα. νῦν μὲν οὖν τὴν κοινὴν αὐτῶν λέγει ψύχωσιν, μικρὸν δὲ ὕστερον παραδώσει καὶ τὴν ἰδίαν, ὅταν λέγῃ δεσμοῖς τε ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη· οὐκέτι γὰρ ὡς μόρια ψυχοῦται, ἀλλʼ ὡς ζῷα διὰ τῶν οἰκείων ψυχῶν.

Σελήνην μὲν εἰς τὸν περὶ γῆν πρῶτον, ἥλιον δὲ εἰς τὸν δεύτερον ὑπὲρ γῆς, ἑωσφόρον δὲ καὶ τὸν ἱερὸν Ἑρμοῦ λεγόμενον εἰς τὸν τάχει μὲν ἰσόδρομον ἡλίῳ κύκλον ἰόντα, τὴν δὲ ἐναντίαν εἰληχότα αὐτῷ δύναμιν, ὅθεν καταλαμβάνουσί τε καὶ καταλαμβάνονται κατὰ ταὐτὰ ὑπʼ ἀλλήλων ἥλιός τε καὶ ὁ τοῦ Ἑρμοῦ καὶ ὁ ἑωσφόρος.

`3.61–3.68`

Ἡ μὲν κατὰ Πλάτωνα σφαιροποιία ποίαν ἀποδίδωσι τοῖς πλανωμένοις τάξιν, οὐ μόνον ἐκ τούτων δῆλόν ἐστιν, ἀλλὰ καὶ ἐκ τῶν ἐν Πολιτείᾳ γεγραμμένων· τὸν γὰρ ἥλιον δεύτερον τάττει μετὰ σελήνην, ἐπεὶ καὶ ἡ κοινωνία τῶν θεῶν τούτων ἡ περὶ τὴν ἐμφανῆ ποίησιν πλείστη τίς ἐστιν· ὃ μὲν γὰρ πατρός, ἣ δὲ μητρὸς ἐπέχει τάξιν, καὶ τὰ αἴτια αὐτῶν τά τε νοητὰ καὶ τὰ νοερὰ συνήνωται ἀλλήλοις, καὶ ἀπὸ μιᾶς αἰτίας ἐξεφάνησαν· τίκτει γὰρ ἡ αὐτὴ θεὸς Ἠέλιόν τε μέγαν καὶ λαμπρὰν Σελήνην, τάχα καὶ τῶν λογίων ἡμᾶς τοῦτο διδασκόντων, πανταχοῦ μετὰ τὸν ἥλιον τὴν σελήνην ταττόντων καὶ μετὰ τὴν σελήνην τὸν ἀέρα, καὶ ὅταν ἄνωθεν τὴν τάξιν αὐτῶν παραδιδῶ καὶ ὅταν κάτωθεν·

  
αἰθέριός τε δρόμος καὶ μήνης ἄπλετος ὁρμή,  
φησίν,

  
ἠέριοί τε ῥοαί.  
καὶ πάλιν·

  
αἰθὴρ ἥλιε πνεῦμα σελήνης ἠέρος ἀγοί.  
καὶ ἐν ἄλλοις·

  
ἡλιακῶν τε κύκλων καὶ μηναίων καναχισμῶν  
  
κόλπων τʼ ἠερίων.  
καὶ ἑξῆς·

  
αἴθρης μέρος ἠελίου τε  
  
καὶ μήνης ὀχετῶν ἠδʼ ἠέρος.  
καὶ ἀλλαχοῦ·

  
καὶ πλατὺς ἀήρ  
  
μηναῖός τε δρόμος καὶ ἀείπολος ἠελίοιο.  
τάχα μὲν οὖν, ὅπερ ἔφην, καὶ ἀπὸ τῶν λογίων πιστοῦσθαι δυνατόν, ὅτι πρὸ σελήνης εὐθὺς ὁ ἥλιος, ὡς πρὸ τοῦ ἀέρος ἡ σελήνη, τοῦ οὐρανοῦ παντὸς τὴν πυρὸς ἔχοντος τάξιν, ὃ καὶ Πλάτωνι δοκεῖ μετὰ τὴν οὐρανίαν ἰδέαν τάττοντι τὴν ἀερίαν ἐν τοῖς περὶ τῶν τεττάρων ἰδεῶν λόγοις, ὡς ἐρεῖ μικρὸν ὕστερον. εἰ μὴ ἄρα οὐκ ἀναγκαῖον ὑπὲρ σελήνην εὐθὺς εἶναι τὸν ἥλιον διὰ τὴν πρὸς τὸν αἰθέρα ἀναλογίαν· οὐδὲ γὰρ ὁ αἰθὴρ εὐθὺς ὑπὲρ ἥλιον· ὥστε πάλιν οὗτος ὁ λόγος οὐκ ἐᾷ τὸν ἥλιον ἀμέσως ὑπὲρ σελήνην τάττειν, ὡς οὐδὲ τὸν αἰθέρα ἀμέσως ὑπὲρ τὸν ἥλιον. ἀλλʼ οὖν ἡ τῶν παλαιῶν φήμη ταύτην ἐδίδου τῷ ἡλίῳ τὴν τάξιν· καὶ γὰρ Ἀριστοτέλης οὕτως ᾤετο καὶ οἱ ἀμφὶ τὸν Εὔδοξον. εἰ δέ τινες ταῖς τῶν μαθηματικῶν ὑποθέσεσι χαίροντες μέσον τῶν ἑπτὰ πλανήτων τάττειν ἀξιοῖεν τὸν ἥλιον, συνάγοντα καὶ συνδέοντα τὰς ἐφʼ ἑκάτερα αὐτοῦ τριάδας, ἴστωσαν μηδὲν ἐχυρὸν μηδὲ αὐτοὺς τοὺς ἀπὸ τῶν μαθημάτων λέγοντας· τὸ μὲν γὰρ λέγειν, ὅτι ἐπεπρόσθησαν ἄν, εἰ μετὰ τὸν ἥλιον ἦσαν, Ἀφροδίτη καὶ Ἑρμῆς, ὡς ἡ σελήνη ποτὲ τῷ ἡλίῳ, διελέγχουσι δεικνύντες, ὅτι ἡνίκα ἂν κατὰ μῆκος συνοδεύσωσιν αὐτῷ, κατὰ πλάτος διαφέρουσιν ἐκ παντός, καὶ τοῦτο τοῦ μὴ ἐπιπροσθεῖν αὐτοὺς αἴτιον. αὐτὸ δὲ τοῦτο τὸ δεόμενον ἀνάγκης, ὅτι μέσος ὁ ἥλιος, οὐκ ἔχουσι πιστώσασθαι διʼ ἀποδείξεων, διʼ οἵων εἰώθασι τὰ πολλὰ πιέζειν. ὅ γέ τοι Πτολεμαῖος ἐν μὲν τῇ Συντάξει τῷ εὐλόγῳ καὶ τῷ πιθανῷ φησιν ἀκολουθοῦντας τίθεσθαι προσήκειν τῶν ἑπτὰ μέσον τὸν ἥλιον, ἵνα τῶν πέντε πλανωμένων πρὸ αὐτοῦ μὲν ὦσιν οἱ παντελῶς αὐτοῦ ἀφιστάμενοι, μετʼ αὐτὸν δὲ οἱ συνόντες αὐτῷ καὶ προπομπεύοντες ἢ δορυφοροῦντες αὐτόν. ἐν δὲ ταῖς Ὑποθέσεσιν ἐκ τῶν ἀποστημάτων οὐ πάνυ διατεινόμενος οὐδὲ ἐν ταύταις συλλογίζεται περὶ αὐτῶν· ἐπειδὴ γὰρ ἐκ τῶν ἐν τῇ Συντάξει δεδειγμένων, οἵου ποτέ ἐστιν ἡ ἐκ τοῦ κέντρου τῆς γῆς ἑνός, τοιούτων συνάγεται τὸ μὲν ἐλάχιστον ἀπόστημα τῆς σελήνης λγ, τὸ δὲ μέγιστον ξδ — συναπαρτιζέσθω γὰρ τὰ μόρια, ἵνα ἐν ὅλαις μονάσιν ἔχωμεν τὸν λόγον — καὶ πάλιν τὸ μὲν ἐλάχιστον ἀπόστημα τοῦ ἡλίου τῶν αὐτῶν ͵αοϛ, τὸ δὲ μέγιστον ͵ασξ, καὶ λόγος ἐπὶ τῆς ὑποθέσεως τοῦ Ἑρμοῦ ἐλαχίστου ἀποστήματος πρὸς τὸ μέγιστον ὁ τῶν λδ πρὸς τὰ πη ἔγγιστα, δῆλον, ὅτι συναπτομένου τοῦ μεγίστου ἀποστήματος τῆς σελήνης τῷ ἐλαχίστῳ τοῦ Ἑρμοῦ τοιούτων ἔσται καὶ τὸ μέγιστον αὐτοῦ ἀπόστημα ρξϛ, οἵων τὸ ἐλάχιστον ξδ. πάλιν ἐπειδὴ καὶ ἐπὶ τῆς Ἀφροδίτης ὁ τοῦ ἐλαχίστου ἀποστήματος λόγος πρὸς τὸ μέγιστον ὁ αὐτὸς συνάγεται τῷ τῶν ιϛ πρὸς τὰ ρδ ἔγγιστα, φανερόν, ὅτι συναπτομένου τοῦ μεγίστου ἀποστήματος τοῦ Ἑρμοῦ τῷ ἐλαχίστῳ τῆς Ἀφροδίτης, τοιούτων ἔσται καὶ τὸ μέγιστον ἀπόστημα τῆς Ἀφροδίτης ͵αοθ, οἵων τὸ ἐλάχιστον αὐτῆς ρξϛ· ὥστε ἐπεὶ καὶ τὸ τοῦ ἡλίου ἐλάχιστον ἀπόστημά ἐστι ͵αοϛ, τοσοῦτον λειπόμενον τοῦ μεγίστου τῆς Ἀφροδίτης, ὅσον ἂν καὶ διαλάθοι καὶ παρʼ αὐτὰς τὰς ὑποθέσεις, δῆλον, ὅτι μεταξὺ σελήνης καὶ ἡλίου τήν τε τοῦ Ἑρμοῦ σφαῖραν καὶ τὴν τῆς Ἀφροδίτης ἐστὶ τακτέον· συνάπτει γὰρ τὸ μὲν μέγιστον τῆς σελήνης τῷ ἐλαχίστῳ τοῦ Ἑρμοῦ, τὸ δὲ μέγιστον τοῦ Ἑρμοῦ τῷ ἐλαχίστῳ τῆς Ἀφροδίτης, τὸ δὲ ταύτης μέγιστον τῷ ἐλαχίστῳ τοῦ ἡλίου σύνεγγυς. δεῖ δὲ οὐδὲν εἶναι κενόν. ὁ μὲν οὖν Πτολεμαῖος ἐν τοιούτοις λόγοις συνάγει μέσον εἶναι τὸν ἥλιον τῶν ἑπτὰ πλανήτων. ἀλλὰ τῶν μὲν μαθηματικῶν οὐ πολὺς λόγος πιθανολογούντων. ὁ δὲ θεουργὸς οὕτως οἴεται σαφῶς εἰπὼν τὸν δημιουργὸν ἓξ ἀνακρεμάσαι ζώνας ἕβδομον ἡλίου μεσεμβολήσαντα πῦρ, ᾧ μὴ θέμις ἀπιστεῖν. ὁ δʼ οὖν Πλάτων εἰς τὴν πολλὴν κοινωνίαν καὶ τὴν ὁμοφυῆ πάροδον ἀπὸ τῆς αὐτῆς αἰτίας ἡλίου καὶ σελήνης  <span class="gap">…</span> καὶ τὴν εἰς τὸν κόσμον πρόοδον αὐτῶν ὡς συνημμένην παραδέδωκε. καὶ οὐδὲ ταύτης ἦρξεν αὐτὸς τῆς ὑποθέσεως, ἀλλʼ Ἀναξαγόρας τοῦτο πρῶτος ὑπέλαβεν, ὡς ἱστόρησεν Εὔδημος. πάλιν δὲ αὐτὸ τοῦτο τῶν ἐζητημένων ἐστί, διὰ ποίαν αἰτίαν ἰσόδρομοί εἰσιν ἥλιος καὶ Ἀφροδίτη καὶ Ἑρμῆς. καὶ οἱ μὲν ἀπὸ τῶν μαθημάτων φασίν, ὅτι δὴ συνάπτουσιν οἱ ἐπίκυκλοι τῶν τριῶν τούτων ἀστέρων, καὶ ἐπὶ μιᾶς αὐτῶν ἐστιν εὐθείας τὰ κέντρα· ὥσπερ οὖν μιᾶς εὐθείας κινουμένης ἡ ἀποκατάστασις μία, οὕτω καὶ οἱ τούτων ἐπίκυκλοι ποιοῦνται τὴν αὐτὴν ἀποκατάστασιν, καὶ αὐτῶν δὲ τῶν ἐπικύκλων οἱ μὲν ἄκροι ἐλάττους εἰσίν, ὁ δὲ μέσος μείζων, ὥστε τὰς ὁμαλὰς αὐτῶν κινήσεις κατὰ λόγον ἀναφέρεσθαι τὸν αὐτὸν καὶ τὰς ἀνωμάλους. οἱ δὲ ἀπὸ τοῦ Πλάτωνος ἐξηγηταὶ τὴν αἰτίαν ζητήσαντες ἐπὶ τὰς ζωὰς αὐτῶν ἀνήγαγον τὴν τῆς ἰσότητος καὶ ἀνισότητος τῶν δρόμων ἀρχήν, ὥσπερ δή φασι Πορφύριός τε καὶ Θεόδωρος· ἔστι γὰρ κατʼ αὐτοὺς τὸ ἀνισοταχὲς ἢ ἰσοταχὲς παρὰ τὸ αὐτόθεν ἢ διὰ πλειόνων φέρεσθαι τοὺς νόας ἐπὶ τὴν οὐσίαν, καὶ παρὰ τὸ εἰς τὸ αὐτὸ καταστρέφειν, εἰ καὶ διʼ ἄλλων μέσων, ἢ καὶ εἰς ἄλλο καὶ ἄλλο· ἥλιος μὲν γὰρ οὐσία ὢν ἐπὶ νοῦν ὁδεύει διὰ ζωῆς, Ἀφροδίτη δὲ νοῦς μέν, ἀλλὰ διὰ ζωῆς ἐπὶ νοῦν, Ἑρμῆς δὲ ζωὴ μέν, διὰ δὲ οὐσίας εἰς νοῦν· εἰ καὶ ὁ νοῦς οὗτος, ἐφʼ ὃν ἡ καταστροφὴ τοῖς τρισίν, ὅπου μέν ἐστιν οὐσιώδης, ὅπου δὲ νοερός, ὅπου δὲ ζωτικός· διὸ καὶ ἀνισοταχῶς κινούμενοι καὶ ἀλλήλων ἀπολείπεσθαι καὶ προηγεῖσθαι δοκοῦντες εἰς ταὐτὸν καταλήγουσι. Κρόνος δὲ καὶ Ζεὺς καὶ Ἄρης δύναιντο μὲν ἂν καὶ διαφόρων εἶναι τμημάτων καὶ διὰ τοῦτο οὐκ ἰσοταχεῖς· εἰ δὲ καὶ τοῦ αὐτοῦ εἶεν, ἀλλὰ τῷ μὴ πρὸς τὸ αὐτὸ καταστρέφειν ἢ μὴ διὰ τῶν ἴσων μεσοτήτων οὐκ ἰσοταχεῖς· οἷον εἰ Κρόνος μὲν αὐτόθεν οὐσία ὢν ἐπὶ τὴν οὐσίαν ἴοι, Ζεὺς δὲ διὰ νοῦ μόνον, Ἄρης δὲ διὰ νοῦ καὶ ζωῆς, ἔσται ὃ μὲν ἀμέσως ἐν τῇ οὐσίᾳ, ὃ δὲ διὰ μιᾶς μεσότητος, ὃ δὲ διὰ δυεῖν, καὶ οὕτως οὐκ ἰσοταχεῖς· ἔστι γὰρ τῶν πλανωμένων ἡ μὲν πρώτη τριὰς ἐπὶ οὐσίαν, ἡ δὲ δευτέρα ἐπὶ νοῦν ἀναγομένη, σελήνη δὲ ἐπὶ ζωήν, πᾶσαν τὴν γένεσιν ἐν ἑαυτῇ περιέχουσα καὶ προϊοῦσα μέχρι τῶν ἐσχάτων μυχῶν τῆς γῆς. ταῦτα μὲν οὖν φασι Πορφύριός τε καὶ Θεόδωρος, οἰκείας ὑποθέσεις περαίνοντες, πανταχοῦ μὲν πάντα λέγοντες, καὶ τὴν οὐσίαν καὶ τὸν νοῦν καὶ τὴν ζωήν, καὶ ἕκαστον τῶν θεῶν μετέχειν τιθέμενοι τῶν τριῶν πατέρων, ἐπικρατεῖν δὲ ἄλλο ἐν ἄλλοις ἰδίωμα, καὶ τὴν ἐνέργειαν ἄλλων εἶναι ἄλλην καὶ διʼ ἄλλων μέσων τὴν ἀναγωγήν. ὁ δέ γε θεῖος Ἰάμβλιχος οὔτε τὰς τῶν ἐπικύκλων παρεισκυκλήσεις ἀποδέχεται ὡς μεμηχανημένας καὶ ἀλλοτρίως τοῦ Πλάτωνος εἰσαγομένας οὔτε τὴν ἀπὸ τῆς ζωῆς ἐπιβολὴν ὡς μάτην ὀνειροπολοῦσαν τὰς τοιαύτας διαστάσεις καὶ εἰσόδους καὶ ἐξόδους καὶ διαπλοκὰς καὶ οὐδαμῇ τῷ Πλάτωνι συνεπομένην· ποῦ γὰρ ὁ Πλάτων ἐμέρισε τὴν διὰ ζωῆς καὶ διὰ νοῦ καὶ διʼ οὐσίας ἐπὶ τὴν οὐσίαν ἀναφοράν; ποῦ δὲ τὸν μὲν Κρόνον κατὰ τὴν οὐσίαν ἔταξε, τὸν δὲ μετʼ αὐτὸν κατὰ τὸν νοῦν, τὸν δὲ τρίτον κατὰ τὴν ζωήν; ταῦτα δὲ ἀποδοκιμάζων ἁπλουστέραν παραδίδωσι θεωρίαν, τὴν μὲν σελήνην πρώτην εἰς τὸν περὶ γῆν τόπον τετάχθαι λέγων, ὡς φύσεως ἔχουσαν λόγον καὶ μητρὸς πρὸς τὴν γένεσιν — πάντα γὰρ αὐτῇ συντρέπεται καὶ συναύξεται μὲν αὐξομένης, ἐλαττοῦται δὲ ἐλασσουμένης —, τὸν δὲ ἥλιον ὑπὲρ σελήνην, διότι περιφανῶς τὴν σελήνην πληροῖ δυνάμεων καὶ πατρὸς ἔχει πρὸς τὴν γένεσιν λόγον, ὑπὲρ δὲ ἥλιον Ἀφροδίτην καὶ Ἑρμῆν, ἡλιακοὺς ὄντας καὶ συνδημιουργοῦντας αὐτῷ καὶ πρὸς τὴν τελεσιουργίαν τῶν ὅλων αὐτῷ συντελοῦντας· διὸ καὶ ἰσόδρομοι τυγχάνουσιν ὄντες ἡλίῳ καὶ περὶ αὐτόν εἰσιν ὡς συγκοινωνοῦντες αὐτῷ τῆς ποιήσεως. ἐναντιοῦνται δὲ πρὸς αὐτὸν οὐ κατὰ τὴν ἐν τοῖς ἐπικύκλοις μόνον φοράν, ὡς εἴπομεν πρότερον καὶ οἱ μαθηματικοί φασιν, οὐδὲ καθʼ ὅσον ὃ μὲν ἐκφάνσεως τῶν κρυπτῶν ἐστιν αἴτιος, οἳ δὲ κρύψεως, ὡς οἱ ἀστρολογικοὶ διατείνονται· καὶ διὰ ταῦτα μὲν γάρ, ἀλλὰ καὶ καθʼ ἣν εἶπεν αὐτὸς θείαν δύναμιν, ἡ μὲν τοῦ ἡλίου θαυμαστή τίς ἐστι καὶ ἀνυπέρβλητος δύναμις καὶ διὰ τοῦτο καθʼ ἑαυτὴν ἀσύμμετρος, αἱ δὲ τῆς Ἀφροδίτης καὶ αἱ τοῦ Ἑρμοῦ συμμετρίαν ἐπιλάμπουσαι καὶ εὐκρασίαν διὰ τὸ ἀεὶ μετὰ ἡλίου περιπολεῖν ἐναρμόνιον παρέχονται τὴν ἡλιακὴν ποίησιν· ἄμφω γὰρ κοινωνίας εἰσὶν αἴτιοι καὶ ὁ Ἑρμῆς, κοινωνὸς ὢν ἐν ταῖς ποιήσεσι τῶν τε ἡμερινῶν καὶ τῶν νυκτερινῶν καὶ ἀρρενούμενος καὶ θηλυνόμενος, καὶ ἡ Ἀφροδίτη, συνδετικὴν ἔχουσα δύναμιν καὶ συναρμοστικὴν τῶν διεστώτων. εἴποις δʼ ἂν καὶ διότι ὁ μὲν ἥλιος οὔτε ἀφαιρέσεσιν οὔτε προσθέσεσι χρῆται τῶν κινήσεων οὔτε στηριγμοῖς, Ἑρμῆς δὲ καὶ Ἀφροδίτη προποδισμοῖς χρῶνται καὶ στηριγμοῖς καὶ ὑποποδισμοῖς, ἐναντίας αὐτοὺς εἰληχέναι πρὸς τὸν ἥλιον κατὰ τὸ φαινόμενον δυνάμεις. καὶ μήποτε, καθὰ καὶ πρότερον εἴπομεν, ταῖς πρώταις τρισὶ μονάσι ταῖς ἐν προθύροις τἀγαθοῦ προῆλθον ἀνὰ λόγον· ὁ μὲν γὰρ ἥλιος, ὡς ἐμάθομεν ἐν Πολιτείᾳ, τῆς ἀληθείας εἰκόνα τὸ φῶς ὑπέστησεν, ἡ δὲ Ἀφροδίτη κάλλους ἐστὶν αἰτία τοῖς γενητοῖς, ὅ ἐστιν ἐκείνου μίμημα τοῦ κάλλους, ὁ δὲ Ἑρμῆς συμμετρίας πᾶσιν αἴτιος λόγος ὢν τοῖς περὶ τὴν γένεσιν· πᾶσα γὰρ συμμετρία καθʼ ἕνα πρόεισι λόγον καὶ κατʼ ἀριθμόν, ὧν ἐστιν ὁ θεὸς οὗτος δοτήρ. ἐκείνων οὖν τῶν μονάδων ὄντες ἀνὰ λόγον μετʼ ἀλλήλων οὐσῶν εἰκότως καὶ αὐτοὶ συνεῖναι ἀλλήλοις ἐφίενται καὶ συμπεριπολεῖν. διὰ δὴ τοῦτο καὶ καταλαμβάνουσι καὶ καταλαμβάνονται διὰ τὴν μετʼ ἀλλήλων ποίησιν καὶ τὴν συναπεργασίαν τῶν δημιουργικῶν ἔργων. εἰ δὲ καὶ τοτὲ μὲν κινοῦνται θᾶττον, τοτὲ δὲ βραδύτερον, καὶ οὐχ ὅτε θᾶττον οἱ ἕτεροι, τότε καὶ οἱ λοιποί, οὐδʼ ὅτε βραδύτερον, καὶ οἱ ἄλλοι, εἰκότως καταλαμβάνουσιν ἀλλήλους οἱ θᾶττον κινούμενοι τοὺς βραδύτερον καὶ καταλαμβάνονται ἔμπαλιν. καὶ ἡ μὲν πάντων περίοδος μία, τὰ δὲ μέρη τῶν περιόδων διαφέροντα τῷ θάττονι καὶ βραδυτέρῳ κατʼ ἄλλα καὶ ἄλλα μέρη τῶν περιόδων ποιεῖ καταλαμβάνεσθαι καὶ καταλαμβάνειν αὐτοὺς ἀλλήλους ἄλλοτε ἄλλους. οὐκοῦν διά τε τούτων καὶ τῶν ἔμπροσθεν προειρημένων συναγάγωμεν, ὅτι κατὰ Πλάτωνα ἡ μὲν ἀπλανὴς μία καὶ ὁμαλής, αἱ δὲ ἑπτὰ πλανώμεναι ἑαυταῖς μὲν ὁμαλεῖς, πρὸς δὲ ἀλλήλας ἀνώμαλοι, πλὴν ὅτι αἱ τρεῖς καὶ ἀλλήλαις ἰσόδρομοί εἰσι· πρὶν γὰρ παραγάγῃ τοὺς ἑπτὰ τούτους κύκλους, εἶπεν αὐτοὺς ἰσοδρόμους εἶναι. ὅτι δὲ ἑκάστη ἑαυτῇ ὁμαλής, δηλοῖ καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης εἰπὼν ἐπὶ τῶν ὀκτὼ κύκλων ἐφεστάναι Σειρῆνα μίαν φωνὴν ἱεῖσαν, ἕνα τόνον. ὥστε τὸ ὁμαλὲς κοινὸν αὐτοῖς. οἱ δὲ ἑπτὰ ἀστέρες κινοῦνται μὲν καὶ περὶ τὰ ἑαυτῶν κέντρα, κινοῦνται δὲ καὶ διὰ τοῦ βάθους τῶν σφαιρῶν, οἵ τε ἄλλοι καὶ οἱ τρεῖς καταλαμβάνοντες καὶ καταλαμβανόμενοι, διὰ τὴν ἀνωμαλίαν τῶν ἰδίων κινήσεων· ἐπεὶ εἴ γε καὶ αὐτοὶ ὡς αἱ σφαῖραι ὁμαλῶς ἐκινοῦντο, οὐκ ἄν ποτε τοῦτο ὑπέμειναν, ἀλλʼ ἦσαν ἂν ὁμοίως ἀεὶ διεστῶτες ἀλλήλων. τοῦτο γοῦν ἐρεῖ καὶ αὐτός, διʼ οὐρανοῦ πορευομένους αὐτοὺς ἔχειν τροπάς. ὑπὲρ οὖν τὴν τριάδα ταύτην οὕτως οὖσαν ἐναρμόνιον, ἅτε τῆς Ἀφροδίτης ἑνοποιούσης καὶ εἰς κοινωνίαν ἀγούσης τὴν Ἑρμαϊκὴν ποίησιν ἀνειμένην οὖσαν καὶ τὴν ἡλιακὴν δημιουργίαν ἐπιτεταμένην, ἄλλη τριάς ἐστι Κρόνου μὲν καὶ Ἄρεος ἄκρων ὄντων καὶ ἐναντίων ἀλλήλοις, καθʼ ὅσον ὃ μὲν συνοχῆς, ὃ δὲ διαιρέσεως αἴτιος, καὶ ὃ μὲν ψύξεως, ὃ δὲ θερμότητος, τοῦ δὲ Διὸς ἐν μέσῳ τεταγμένου καὶ εἰς εὐκρασίαν ἄγοντος αὐτῶν τὰς δημιουργικὰς ποιήσεις. εἰ δὲ καὶ κατὰ ἄλλον τρόπον ἐθέλοις τὴν μεσότητα τὴν ἡλίου θεωρεῖν, νόησον τὰς ἐφʼ ἑκάτερα αὐτοῦ δύο πεμπάδας, κάτωθεν μὲν σελήνην καὶ τὴν τῶν στοιχείων τετρακτύν, ἵνα καὶ τὸ αἰθέριον νοήσῃς ὡς ἔχον τι διαφέρον πρὸς τὸν κυρίως ἀέρα λεγόμενον ἢ καὶ τὴν τοῦ πυρὸς τοῦ ἐνταῦθα συμπαραλάβῃς φύσιν, ὃ δὴ ταῖς τῶν στοιχείων πάντων συνδιήκει στάσεσι, κινοῦν πάντα καὶ διεγεῖρον εἰς τὰς ποιήσεις — τὰ γὰρ ἄμοιρα πυρὸς νεκρὰ πάντα, τῆς ψύξεως ἐναντίας οὔσης πρὸς τὴν ζωήν —, ἄνωθεν δὲ τοὺς κυβερνήτας τῆς ὅλης γενέσεως, κοινὸν ἔχοντας πάντας ὃ μήτε ἥλιος ἔχει μήτε σελήνη, τοὺς προποδισμοὺς καὶ στηριγμοὺς καὶ ὑποποδισμούς, διʼ ὧν ἡ τῶν ὑπὸ σελήνην φύσις παντοίως ἐξαλλάττεται προσθέσεσι καὶ ἀφαιρέσεσιν ἐπιδόσεσί τε καὶ ἀνέσεσι τῶν λόγων καὶ τῆς ζωῆς καὶ τῆς συμπάσης αὐτῶν οὐσίας, αὐτὸν δὲ ἐκ μέσου πάντη διατείνοντα καὶ τὰς μὲν τῶν πρὸ αὐτοῦ θεῶν ποιήσεις τελειοῦντα, τὰς δὲ τῶν μετʼ αὐτὸν ἀνεγείροντα δυνάμεις καὶ ἀναζωπυροῦντα καὶ ποικίλως μεταβάλλοντα· διὸ καὶ φύλακα τοῦ παντὸς αὐτὸν προσείρηκεν ὁ θεολόγος καὶ περὶ αὐτὸν δυνάμεις ἀπέλιπε δημιουργικάς, ἀχράντους, ἀναγωγούς, τελεσιουργοὺς καὶ ἄλλας πολλὰς καθαρτικάς τε καὶ κριτικάς, καθʼ ἃς διακοσμεῖ τὸ πᾶν ἀϊδίως περιπολῶν.

Τὰ δὲ ἄλλα οἷ δὴ καὶ διʼ ἃς αἰτίας ἱδρύσατο, εἴ τις ἐπεξίοι πάσας, ὁ λόγος πάρεργος ὢν πλεῖον ἂν ἔργον ὧν ἕνεκα λέγεται παράσχοι. ταῦτα μὲν οὖν τάχʼ ἂν ἴσως κατὰ σχολὴν ὕστερον τῆς ἀξίας τύχοι διηγήσεως.

`3.69–3.70`

Τὰ μὲν ἄλλα δῆλον ὅτι λέγοι ἂν Ἄρεα καὶ Δία καὶ Κρόνον, τὸ δὲ ἱδρύσατο τὴν ἀΐδιον καὶ ἄφθαρτον αὐτῶν ἐμφαίνει δημιουργίαν. εἰ δέ, ὥσπερ ἔν τισιν εὕρομεν, ἱδρύσαντο γράφοις, ἔνδειξίν σοι τοῦτο παρέξεται τοῦ καὶ ἀπὸ δημιουργοῦ μὲν καὶ ἀπʼ ἄλλων δὲ αἰτίων ἀπογεννᾶσθαι καὶ διακοσμεῖσθαι τὸν οὐρανόν· καὶ γὰρ μικρῷ πρότερον τὰ ἑπτὰ σώματα τὸν θεὸν ἔλεγε διακοσμῆσαι καὶ τὴν θατέρου περίοδον, πρὸς δὲ ταύτῃ καὶ τὰς ἰδίας αὐτῶν ψυχάς, ἃς ὠνόμασε περιφοράς. ταῦτα δὲ καὶ ὡς ἀπὸ πάντων τῶν ἀϊδίων θεῶν ὑφισταμένων πάντων εἴρηται τῷ ἱδρύσαντο, μεθʼ ὧν ὁ δημιουργὸς ἕκαστα ἀπεργάζεται καὶ τὸν ὅλον κόσμον ἄγαλμα ποιῶν καὶ τὰ τῶν μερικῶν θεῶν ἀγάλματα ἐν αὐτῷ ἱδρυόμενος. δεῖ δὲ ἐν τούτοις μεμνῆσθαι καὶ ὧν εἰώθαμεν λέγειν περὶ τῆς τάξεως τῶν ἐγκοσμίων πάντων, ὅτι μονὰς μὲν ἡ ἀπλανής ἐστι, τοῦ ὡσαύτως οὖσα αἰτία πᾶσι, τριὰς δὲ ὑπʼ αὐτὴν Κρόνος, Ζεύς, Ἄρης, ὃ μὲν συνοχῆς αἴτιος, ὃ δὲ συμμετρίας, ὃ δὲ διακρίσεως. καὶ πάλιν μονὰς μὲν ἡ σελήνη, πάσης αἰτία γενέσεως καὶ φθορᾶς, τριὰς δὲ τὰ ἐν γενέσει στοιχεῖα τὰ ὑπʼ αὐτήν· μέσοι δὲ τούτων οἱ ἰσόδρομοι, καὶ ὁ μὲν ἥλιος τῆς ἀληθείας ἐκφαντικός, ὡς ἤδη πολλάκις εἴπομεν, ἡ δὲ Ἀφροδίτη τοῦ κάλλους, Ἑρμῆς δὲ τῆς τῶν λόγων συμμετρίας, τῶν ἐν προθύροις τοῦ ἀγαθοῦ μονάδων. εἰ δὲ βούλει καὶ ὅτι τῶν ἑπτὰ πλανήτων σελήνη μὲν αἰτία τοῖς θνητοῖς τῆς φύσεως, τὸ αὔτοπτον ἄγαλμα οὖσα τῆς πηγαίας φύσεως, ἥλιος δὲ δημιουργὸς τῶν αἰσθήσεων πασῶν, διότι καὶ τοῦ ὁρᾶν καὶ τοῦ ὁρᾶσθαι αἴτιος, Ἑρμῆς δὲ τῶν τῆς φαντασίας κινήσεων — αὐτῆς γὰρ τῆς φανταστικῆς οὐσίας ὡς μιᾶς οὔσης αἰσθήσεως καὶ φαντασίας ἥλιος ὑποστάτης —, Ἀφροδίτη δὲ τῶν ἐπιθυμητικῶν ὀρέξεων, Ἄρης δὲ τῶν θυμοειδῶν κινήσεων τῶν κατὰ φύσιν ἑκάστοις, κοινῇ δὲ τῶν μὲν ζωτικῶν πασῶν δυνάμεων Ζεύς, τῶν δὲ γνωστικῶν Κρόνος· διῄρηται γὰρ πάντα τὰ εἴδη τὰ ἄλογα εἰς ταύτας τούτων οὖν τὰ αἴτια προείληπται ἐν τοῖς οὐρανίοις, ἃ δὴ παρήγαγεν ὁ πατὴρ καὶ ἵδρυσεν ἄλλα ἀλλαχοῦ κατὰ τὴν ἑαυτῶν ἕκαστα τάξιν αἴτια τούτων ἐν τοῖς οὐρανίοις κύκλοις. ἀλλὰ ταῦτα μὲν ὑπεμνήσθη διὰ τούτων. Ἀπορήσειε δʼ ἄν τις ἐπὶ τοῖς εἰρημένοις εἰκότως, ποῦ τὴν τῆς ἀπλανοῦς ψυχὴν ὑφίστησιν ὁ Πλάτων εὐλαβούμενος, μήποτε τὴν αὐτὴν τοῦ τε κόσμου καὶ τῆς ἀπλανοῦς ποιεῖ ψυχήν, ὥσπερ καὶ ὁ Ἀριστοτέλης ὕστερον· τὰς μὲν γὰρ τῶν πλανωμένων ἰδίας ἄστρων ἔχομεν διὰ τῶν προειρημένων περιφορῶν, καὶ μικρὸν δὲ προελθὼν ἐρεῖ περὶ αὐτῶν δεσμοῖς τε ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη. μήποτε οὖν ἐν τῇ ὅλῃ ψυχῇ διττοὺς ἀποθέμενος κύκλους καὶ διττὰς περιφορὰς συνυφίστησιν αὐτοῖς καὶ διττὰς ψυχάς, τὴν μὲν τῆς ἀπλανοῦς, τὴν δὲ τῆς πλανωμένης ὅλης ὡς μιᾶς περιφορᾶς, καὶ αὖ πάλιν ἐν τῇ θατέρᾳ τοὺς ἑπτὰ κύκλους λαβὼν ἔχει σὺν αὐτοῖς καὶ τὰς ἑπτὰ ψυχὰς τὰς ταῖς ἑπτὰ σφαίραις ἐποχουμένας· ἡ γὰρ ἀρτίως παραδεδομένη ψύχωσις οὐ τῶν σφαιρῶν ἦν αὐτῶν, ἀλλὰ τῶν ἄστρων τῶν ἡγεμονικὴν ἀξίαν ἐν ταῖς σφαίραις λαχόντων, διὸ καὶ ἐπὶ τῆς ἀπλανοῦς μνησθήσεται τῆς τῶν ἄστρων ψυχώσεως παρεὶς τὴν τῶν ὅλων σφαιρῶν ψύχωσιν, ὡς ἐν τοῖς κύκλοις τῆς ὅλης ψυχῆς περιεχομένην· διὰ γὰρ ἀρχαιότροπον παραδόσεως εἶδος τὴν λεπτουργίαν παραλέλοιπε τῆς ποικίλης ψυχώσεως· ἄλλη γάρ ἐστιν ἡ καθόλου ψύχωσις καὶ ἄλλη μετὰ ταύτην ἡ καθόλου μερικὴ καὶ ἄλλη ἡ μερικὴ καθόλου, καὶ τελευταία πασῶν ἡ μερική, καὶ κατὰ πάντα τὰ εἴδη τῆς ψυχώσεως ὅ τε κόσμος ὅλος καὶ αἱ τοῦ κόσμου μερίδες ἐψύχωνται. μήποτε δὲ καὶ τοῦ Σωκράτους ἀκούσας τῇ προτεραίᾳ τοὺς περὶ τῶν ψυχώσεων ἐκείνων λεπτουργήσαντος λόγους περιττὴν ὑπέλαβεν αὐτῶν τὴν ἰδίαν ἐργασίαν. ἐκεῖνος γοῦν καὶ τοῖς ὀκτὼ σφονδύλοις ψυχὰς ἐπέστησεν, ἃς ἐκάλεσε Σειρῆνας, καὶ πάλιν μίαν τῇ ἀπλανεῖ Μοῖραν καὶ ὅλῃ τῇ πλανωμένῃ μίαν καὶ ὅλῳ τῷ οὐρανῷ μίαν, τὰς ἰδίας πάντων τούτων ψυχὰς ἀναπλώσας καὶ τὴν ἀπλανῆ διχῶς ψυχώσας, καὶ ὡς κύκλον ἕνα τοῖς ἑπτὰ κύκλοις ἀντιδιῃρημένον, καὶ ὡς περιέχοντα τὸ πλῆθος τῶν ἀπλανῶν καὶ ὄντα κόσμον καὶ αὐτὸν καθολικὸν ἅμα καὶ μερικόν. ταῦτα μὲν οὖν περὶ τῆσδε τῆς ἀπορίας εἰρήσθω. τὸ δὲ «πάρεργον» ποιεῖν τὸν περὶ τῶν ἄστρων λόγον πρόδηλόν ἐστιν, ἐπειδὴ τὸ προκείμενον ἦν περὶ τοῦ δευτέρου διδάξαι χρόνου, τίς ἐστι καὶ ὅπως ἀποτελεῖται καὶ πόθεν.

`3.71`

Ἐπειδὴ οὖν εἰς τὴν ἑαυτῷ πρέπουσαν ἕκαστον ἀφίκετο φορὰν τῶν ὅσα ἔδει συναπεργάζεσθαι χρόνον, δεσμοῖς τε ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη τό τε προσταχθὲν ἔμαθε.

`3.72–3.73`

Τίς μὲν ἡ ψύχωσις τῶν ἑπτὰ σωμάτων τῶν κοσμοκρατόρων καὶ τίς ἡ τάξις, εἴρηται διὰ τῶν ἔμπροσθεν λόγων. ὅπως δὲ ἕκαστον αὐτῶν καὶ ζῷόν ἐστι καὶ θειοτέρας ἐξήρτηται ψυχῆς καὶ ὁποίαν εἰς τὸ πᾶν παρέχεται συντέλειαν, διὰ τῶνδε παραδίδωσι τοῖς ὁρᾶν δυναμένοις τῶν ῥημάτων· ἕκαστον γὰρ αὐτῶν καὶ ζωὴν ἔλαχε καὶ κίνησιν τὴν ἑαυτῷ πρέπουσαν· ὅπου γὰρ καὶ τῶν θνητῶν ἑκάστῳ νέμει τὸ προσῆκον ὁ δημιουργικὸς θεσμὸς καὶ πάντα συντάττει πρὸς τὴν μακαριότητα τοῦ παντός, τί ἂν φαίης περὶ αὐτῶν τῶν ἡγεμόνων τοῦ παντός; οὐχὶ καὶ πᾶν τὸ πρέπον αὐτοῖς καὶ τὸ ἀγαθὸν αὐτῶν ἀπειληφέναι παρὰ τοῦ πατρὸς καὶ τῷ καλῷ διαλάμποντας αὐτοὺς οὐ μόνον τὴν τοῦ χρόνου τῷ πατρὶ συναπεργάζεσθαι γένεσιν, ἀλλὰ καὶ τὸν ὅλον κόσμον ποδηγετεῖν καὶ κυβερνᾶν; καὶ πῶς οὐχὶ ταῦτα περὶ αὐτῶν λέγοντες ὀρθῶς ἂν λέγοιμεν, καὶ πρὸς τούτοις, ὅτι τὸ καλὸν καὶ τὸ ἀγαθὸν οὐ μόνον παρὰ τῆς· δημιουργικῆς δέχονται μονάδος, ἀλλὰ καὶ αὐτοὶ ἑαυτοῖς παρέχουσιν, αὐτοκίνητοι ὄντες καὶ ἀφʼ ἑαυτῶν ἀρχόμενοι τῆς δόσεως τῶν ἀγαθῶν; ὃ δὴ καὶ ὁ Πλάτων ἐνδεικνύμενος ἀφικέσθαι φησὶν εἰς τὴν πρέπουσαν ἕκαστον φοράν, ὡς καὶ ἑαυτῷ τὸ μέτρον ἀφορίζον τῆς τε ζωῆς καὶ τῆς τάξεως, ἣν ἔλαχεν ἐν τῷ παντί, καὶ τῆς κινήσεως. ἐπειδὴ δὲ ἕκαστον αὐτῶν, τῶν ἑπτὰ λέγω σωμάτων, ἔχει διττὴν ζωήν, τὴν μὲν ἀχώριστον, τὴν δὲ χωριστήν, καὶ τὴν μὲν νοερὰν καὶ ἐφʼ ἑαυτῆς ἱδρυμένην ἡγεμονικῶς, τὴν δὲ περὶ τὸ σῶμα μεριζομένην καὶ συνέχουσαν αὐτὸ καὶ κινοῦσαν, καὶ κατὰ μὲν ταύτην ζῷόν ἐστι, κατʼ ἐκείνην δὲ θεός, διακρίνων ἀμφότερα ταῦτα ὁ Πλάτων καὶ ὡς ἄλλο μὲν ἡ θεία ψυχὴ καὶ νοερὰ καὶ ἀνεκφοίτητος τῶν νοητῶν, ἄλλο δὲ τὸ ζῷον τὸ ἐξηρτημένον αὐτῆς, ζωὴν ἔχον ἀπʼ ἐκείνης καὶ εἴδωλον ἐκείνης, ἐπήνεγκε· δεσμοῖς τε ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη καὶ τὸ προσταχθὲν ἔμαθε· μανθάνει μὲν γὰρ τὴν δημιουργικὴν βούλησιν καὶ νοεῖ τὰ ἔργα τοῦ πατρὸς ἡ θεία ψυχὴ καὶ συναπεργάζεται αὐτῷ τὰ περὶ τὸν κόσμον τῷ νοεῖν ἐκεῖνον καὶ πληροῦσθαι θείων δυνάμεων ἀπʼ αὐτοῦ· οὐ γὰρ ἄλλως δυνατὸν ἢ νοῦν ἢ ψυχὴν προνοεῖν τῶν ὅλων ἐξῃρημένως ἢ θεότητος μεθέξει καὶ διʼ ἐνθέου ζωῆς. τὸ δʼ οὖν συναπεργάζεσθαι τὸν χρόνον δηλοῖ δευτερουργὸν αὐτοὺς εἰληχέναι δύναμιν τῆς τοῦ χρόνου ἀπεργασίας, ὡς τοῦ πατρὸς αὐτῶν τὴν πρωτουργὸν ἔχοντος, καὶ ὡς ἐκείνου μὲν τὴν ὁλότητα τοῦ χρόνου γεννήσαντος, τούτων δὲ τὰ μέρη συναποτελούντων, ἐξ ὧν ὁ χρόνος· αἱ γὰρ τούτων περίοδοι μέρη τοῦ παντός εἰσι χρόνου, ὡς καὶ αὐτοὶ μέρη τοῦ κόσμου γεγόνασι. δεσμοῖς δὲ ἐμψύχοις δεθὲν ζῷόν ἐστι τὸ ἔμψυχον σῶμα ζωὴν ἔχον ἀπὸ τῆς λαχούσης αὐτὸ κατὰ τοὺς δημιουργικοὺς κλήρους ψυχῆς· εἰ γὰρ καὶ ἐφʼ ἡμῶν ἕτερόν ἐστι τὸ ζῷον παρὰ τὸν ἄνθρωπον καὶ ἄλλος μὲν ὁ φαινόμενος Σωκράτης, ἄλλος δὲ ὁ ἀληθινός, πολλῷ δήπου μᾶλλον καὶ ἥλιος καὶ Ζεὺς ἄλλος ἐστὶ καὶ οὐ τὸ ἐκ τοῦ σώματος καὶ τῆς ψυχῆς. τοῦτο γοῦν καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης ἐπέπληξε τοῖς ἐξ αὐτῆς τῆς ψυχῆς καὶ τοῦ σώματος συνιστᾶσι τὸ θεῖον ζῷον· πλάττομεν γάρ, φησίν, οὔτʼ εἰδότες οὔτε ἱκανῶς νοήσαντες θεόν, ἀθάνατόν τι ζῷον, ἔχον μὲν ψυχήν, ἔχον δὲ σῶμα, τὸν ἀεὶ δὲ χρόνον ταῦτα συμπεφυκότα. καὶ εἰ δεῖ τὸ δοκοῦν λέγειν, πρώτως μέν ἐστι θεὸς ἡ ἑνὰς ἡ ἐν ἑκάστῳ καὶ ἡ ἄρρητος μετουσία τῆς πηγῆς τῶν ὅλων ἑνιαίων ἀριθμῶν, δευτέρως δὲ ὁ νοῦς ὁ μονίμως καὶ ἑνοειδῶς καὶ ἀκλινῶς ἕκαστον συνέχων, τρίτως δὲ ἡ ψυχὴ ἡ παρὰ νοῦ πληρουμένη καὶ ἀνελίττουσα τὴν μίαν τοῦ νοῦ περιοχήν. καὶ ἣ μέν ἐστιν ὄντως θεός, ὃ δὲ θειότατος, ἣ δὲ θεία μὲν καὶ αὐτή, προσλάμπουσα δὲ καὶ τῷ ζῴῳ τὸ τῆς θεότητος ἰδίωμα, καθὸ καὶ τοῦτο θεῖόν ἐστι, δεσμοῖς ἐμψύχοις δεθέν, οὓς εἴποις ἂν εἶναι ζῳογόνους δεσμοὺς καὶ δημιουργικοὺς καὶ ἀλύτους, ὡς αὐτὸς ἐρεῖ προελθών· ὅλα γὰρ τὰ σώματα τὰ θεῖα ταῖς ψυχαῖς ἐνδέδεται καὶ περιέχεται ὑπʼ αὐτῶν καὶ ἐνίδρυται ἐν αὐταῖς, καὶ τὸ δεθῆναι τὴν μόνιμον καὶ ἀμετάβλητον ἐνδείκνυται τῶν σωμάτων ἐν ταῖς ψυχαῖς περιοχὴν καὶ τὴν ἀδιάζευκτον αὐτῶν πρὸς τὰς ψυχὰς κοινωνίαν. τοιαῦτα δὲ ὄντα τὰ θεῖα σώματα συναπεργάζεται τῷ δημιουργῷ τὸν χρόνον προκαλούμενα τὴν μίαν καὶ ἀφανῆ τοῦ χρόνου δύναμιν καὶ τὴν πρόοδον τὴν εἰς τὸν κόσμον αὐτῷ παρεχόμενα, τῶν πολλῶν ὄντα χρονικῶν μέτρων ἐκφαντικά, διʼ ὧν ὁ σύμπας χρόνος συμπληροῦται μιμούμενος τὸν ἐν τῷ ἀριθμεῖν χρόνον, αὐτὸς ἐν τῷ ἀριθμεῖσθαι συνεστὼς καὶ ὅλος ἐκ πολλῶν ἀριθμῶν γινόμενος, ἵνα ὁμοιωθῇ τῷ ὅλῳ ὡς ἀληθῶς καὶ πάντων περιεκτικῷ τῶν ἀποκαταστατικῶν ἀριθμῶν. τὸ δʼ οὖν «συναπεργάζεσθαι» τὴν εἰς τέλος προϊοῦσαν ποίησιν καὶ τὴν τελείαν ἐνέργειαν ἐνδείκνυσι.

Κατὰ δὴ τὴν θατέρου φορὰν πλαγίαν οὖσαν, διὰ τῆς ταὐτοῦ φορᾶς ἰούσης τε καὶ κρατουμένης, τὸ μὲν μείζω αὐτῶν, τὸ δὲ ἐλάττω κύκλον ἰόν, θᾶττον μὲν τὰ τὸν ἐλάττω, τὰ δὲ τὸν μείζω βραδύτερον περιῄειν.

`3.74–3.77`

Τὸ μὲν «πλάγιον» τῆς θατέρου φορᾶς εἴποις ἂν ἢ τὴν λόξωσιν τοῦ ζῳδιακοῦ δηλοῦν — κατὰ γὰρ τοὺς τοῦ ζῳδιακοῦ πόλους ἔστιν ἡ τῶν πλανήτων κίνησις, ἵνα μαθηματικῶς εἴπωμεν· οὐ γάρ που τὴν τοιαύτην ἀτιμαστέον ἀπόδοσιν τοῖς περὶ τῶν οὐρανίων σωμάτων διαλεγομένοις — ἤ, ὅπερ καὶ ἐποπτικώτερόν ἐστι, τὴν αἰτίαν τῆς γενέσεως καὶ τὴν παράλλαξιν τὴν ἐν τοῖς οὐρανίοις προϋπάρχουσαν· μετέχει γὰρ ἡ γένεσις ἑτερότητος μὲν καὶ ποικιλίας ἀπὸ τῆς θατέρου περιφορᾶς, ταυτότητος δὲ καὶ τοῦ ἀεὶ ὡσαύτως ἀπὸ τῆς ταὐτοῦ, καθάπερ φησὶν ὁ Ἀριστοτέλης· εἴτε γὰρ ἡ ταὐτοῦ μόνον ἦν, μεταβολὴ καὶ γένεσις οὐκ ἂν ἦν, ἀλλὰ πάντα μονοειδῆ καὶ γενόμενα ἂν ἀεὶ ὡσαύτως διέμενεν, εἴτε ἡ θατέρου, πάντα ἀνίδρυτα καὶ φερόμενα ἂν ὑπῆρχεν. ἵνα οὖν καὶ μονὴ καὶ κίνησις ᾖ καὶ τὸ ὅλον τοῦτο, φασίν, ἀμετάβλητος ᾖ μεταβολὴ καὶ ἀκίνητος κίνησις, ἀμφοτέρας ἔχει τὰς περιφορὰς τὸ πᾶν. καὶ ἡ μὲν ποικιλία τῆς γενέσεως διὰ τὴν θατέρου περιφορὰν ἐφάνη, ἡ δὲ κοινωνία καὶ τὸ ἀμετάβλητον διὰ τὴν ταὐτοῦ, τούτων δὲ πάλιν ἣ μὲν διὰ τὸν ταὐτοῦ κύκλον τῆς ψυχῆς, ἣ δὲ διὰ τὸν θατέρου, καὶ αὐτῶν δὲ τούτων ὃ μὲν διὰ τὴν ταυτότητα τὴν νοεράν, ὃ δὲ διὰ τὴν ἑτερότητα τὴν δημιουργικήν, καὶ τούτων ἣ μὲν διὰ τὸ πέρας τὸ νοητόν, ἣ δὲ διὰ τὴν ἀπειρίαν. τὸ μὲν οὖν «πλάγιον» τοιόνδε νοείσθω. καὶ ὁρᾷς, ὁποίαν διαφορὰν παραδέδωκε τῆς τε ψυχικῆς θατέρου φορᾶς καὶ τῆς σωματικῆς· τὴν μὲν γὰρ ὀρθήν, τὴν δὲ πλαγίαν ἐκάλεσεν· ἐκείνη μὲν γὰρ ἄχραντός ἐστι καὶ ἀκλινής, αὕτη δὲ προσεχῶς κυβερνᾷ τὴν ποικιλίαν τῶν γενητῶν καὶ ἀνωμαλίαν ἔχει φαινομένην καὶ θέσιν τοιάνδε καὶ σχέσιν πρὸς τὸ ὅλον. τοιαύτη δὲ οὖσα ἡ θατέρου περιφορὰ διὰ τῆς ταὐτοῦ τε εἶσι καὶ κρατεῖται ὑπʼ αὐτοῦ· κινεῖται μὲν γὰρ ὑπὸ τῶν ἀφανῶν αἰτίων, κινεῖται δὲ καὶ ὑπὸ τῆς ἀπλανοῦς αὐτῆς, μᾶλλον δὲ διʼ αὐτῆς δυνάμεις ὑποδεχομένη κινητικάς, καὶ κρατεῖται ὑπʼ αὐτῆς, ὅτι περιάγεται κατὰ τὴν αὐτῆς μίαν καὶ ἁπλῆν κίνησιν. καὶ τοῦτο μὲν μαθηματικῶς. ἄλλως δὲ φαίης ἂν κράτος ἔχειν τὴν ταὐτοῦ καὶ ὁμοίου φύσιν, ἵνα εἷς ὁ κόσμος ᾖ καὶ ἵνα πάντα κατὰ δύναμιν ἀΐδια ᾖ καὶ μιμῆται τὸ αὐτοζῷον ὁ κόσμος, ἐν ᾧ πάντα διαιωνίως ἐστίν· εἰ γὰρ ἐπεκράτει τῆς ταὐτοῦ περιφορᾶς ἡ θατέρου, ἔλαττον ἂν ἦν ἐν τῷ παντὶ τὸ ἀμετάβλητον, καὶ οὐ πᾶν ὅσον οἷός τε ἦν ὁ κόσμος τῆς ἀϊδιότητος μέτρον ἐδέξατο ἄν, τούτου δὲ οὕτως ἔχοντος ἐλάττων ἂν αὐτοῦ καὶ ἡ πρὸς τὸ αὐτοζῷον ὁμοιότης ἦν. τῆς δὴ θατέρου φορᾶς ἰούσης διὰ τῆς ταὐτοῦ καὶ κρατουμένης ὑπʼ αὐτῆς  <span class="gap">…</span> καὶ ἐντὸς ἐκείνης εἶσι διὰ τῆς κοιλότητος αὐτῆς ἀνακυκλουμένη καὶ συμπερίεισιν αὐτῇ. καὶ κατʼ αὐτὴν τὴν θατέρου φορὰν κινεῖται τὰ ἑπτὰ σώματα τὰ μὲν βραδύτερα ὄντα, τὰ δὲ θάττω, τὰ μὲν μείζω περιιόντα κύκλον, τὰ δὲ ἐλάττω· σελήνη μὲν γὰρ ἐλάττονα περιιοῦσα κύκλον θᾶττον περίεισιν, ὁ δὲ Κρόνος μείζω περιιὼν βραδύτερον. Ταῦτα δὲ ὁ Πλάτων πρὸς τὰς ἀποκαταστάσεις ὁρῶν διατάττεται, διὸ καὶ περιιέναι φησὶ θᾶττον ἢ βραδύτερον, ἀλλʼ οὐχὶ ἁπλῶς ἰέναι μὲν θᾶττον, ἐκπεριιέναι δὲ βραδύτερον· ὅταν μὲν γὰρ τὸν αὐτὸν ἔχῃ λόγον ὅ τε κύκλος πρὸς τὸν κύκλον καὶ ὁ χρόνος πρὸς τὸν χρόνον, τότε τὰ κινούμενα ὁμοταχῆ ἐστιν· ἔστω γὰρ διπλασίων ὅ τε κύκλος τοῦ κύκλου καὶ ὁ χρόνος τοῦ χρόνου. τὸ δὴ τὸν μείζονα κύκλον ἐν τῷ διπλασίῳ κινηθὲν ἐν τῷ ἡμίσει τὸν ἐλάττω κινηθήσεται. ἐκινεῖτο δὲ καὶ θάτερον ἐν τῷ ἡμίσει τὸν αὐτόν· ὁμοταχῆ ἄρα ἐστί· τὰ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ κινούμενα ὁμοταχῆ ἐστιν. ὅταν δὲ ὁ κύκλος πρὸς τὸν κύκλον μείζονα ἔχῃ λόγον ἢ ὁ χρόνος πρὸς τὸν χρόνον, θᾶττόν ἐστι τὸ τὸν μείζω κύκλον διιόν· ἔστω γὰρ οὕτως καὶ γεγονέτω ὡς ὁ κύκλος πρὸς τὸν κύκλον ὁ χρόνος πρὸς χρόνον τινά· πρὸς ἐλάττω δὴ ἔσται τοῦ ἐξ ἀρχῆς· τὸ γὰρ αὐτὸ πρὸς τὸ ἔλαττον μείζω λόγον ἔχει. τὸ ἄρα μείζω κύκλον διιὸν ἐν τούτῳ τῷ ἐλάττονι τοῦ ἐλάσσονος ἐξ ἀρχῆς τὸν ἐλάσσονα διελεύσεται κύκλον· δέδεικται γάρ, ὅτι, ἐὰν ὡς ὁ κύκλος πρὸς τὸν κύκλον ὁ χρόνος πρὸς τὸν χρόνον, ὁμοταχές ἐστι τὸ τὸν ἐλάσσω καὶ μείζω διιόν. ἀλλὰ μὴν τὸ τὸν ἐλάσσονα κύκλον ἐξ ἀρχῆς διιὸν ἐν τῷ ἐξ ἀρχῆς ἐλάττονι διῄει. τὸ ἄρα αὐτὸ διάστημα τὸ μὲν ἐν πλείονι, τὸ δὲ ἐν ἐλάσσονι χρόνῳ δίεισι. βραδύτερον ἄρα κινεῖται τὸ τὸν ἐλάττω κύκλον διιὸν τοῦ τὸν μείζονα. πάλιν ἐὰν ὁ κύκλος πρὸς τὸν κύκλον ἐλάσσονα ἔχῃ λόγον ἢ ὁ χρόνος πρὸς τὸν χρόνον, βραδύτερόν ἐστι τὸ τὸν μείζω κύκλον διιόν· ἐὰν γὰρ ποιήσῃς ὡς ὁ κύκλος πρὸς τὸν κύκλον, οὕτω τὸν χρόνον πρὸς ἄλλον χρόνον, πρὸς μείζω ποιήσεις· τὸ γὰρ αὐτὸ πρὸς τὸ μεῖζον ἐλάσσονα ἔχει λόγον· ὥστε τὸ μείζω κύκλον διιὸν ἐν μείζονι χρόνῳ διελεύσεται τὸν ἐλάσσονα κύκλον ἢ τὸ τὸν ἐλάσσονα διιόν. βραδύτερον ἄρα ἐστί. τούτων τοίνυν οὕτως ἐχόντων τὸ μὲν ὅπως ἔχουσι τάχους καὶ βραδυτῆτος οἱ πλάνητες, οὐ ζητεῖ νῦν ὁ Πλάτων — δεῖται γὰρ πλείονος ἐπισκέψεως —, ὅτι δὲ ἡ ἀποκατάστασις ἄλλη ἄλλων καὶ τῶν μὲν βραδυτέρα, τῶν δὲ θάττων, τοῦτο προστίθησι, τοῦ βράδους καὶ τῆς ταχυτῆτος ἢ παρὰ τὴν ἀνωμαλίαν τῶν κινήσεων ἐπιτελουμένων, ἤ, ὅπερ ἀληθέστερον, τῶν μὲν ἀστέρων πάντων ὁμοταχῶς φερομένων, τοῦ δὲ κύκλου πρὸς τὸν κύκλον ἔχοντος μείζω λόγον ἢ τοῦ χρόνου πρὸς τὸν χρόνον. ὅλως δὲ περὶ αὐτῆς τῆς τῶν ἄστρων κινήσεως τοσοῦτον εἰδέναι προσῆκεν, οὐχ ὅτι κυλίονται μόνον ἐπὶ τῶν σφαιρῶν — ἀλλοτρία γὰρ ἡ κίνησις αὕτη τῆς τῶν σφαιρικῶν σωμάτων — οὐδʼ ὅτι μένουσι μόνον — πῶς γὰρ ἔτι τῆς κυκλοφορητικῆς ἔσονται φύσεως; —, ἀλλʼ ὅτι καὶ περὶ τὰ ἑαυτῶν κέντρα περιφέρονται μιμούμενοι τὸ πᾶν κατὰ τὴν Πλάτωνος δόξαν, οὐδὲν ὅλως δεόμενοι τῶν παρὰ τοῖς ἀστρονόμοις ἐπισκευαστῶν ὑποθέσεων, ὡς εἴρηται καὶ πρότερον· εἰ γὰρ τοὺς ἀπλανεῖς ἀστέρας οὕτω βούλεται κινεῖσθαι ὁ Πλάτων διὰ τὴν πρὸς τὸ πᾶν μίμησιν, πολλῷ μᾶλλον δώσει τοὺς κοσμοκρατορικὴν καὶ ἡγεμονικὴν ἀξίαν λαχόντας μιμεῖσθαι τὸν ὅλον κόσμον. αὐτοὶ μὲν δὴ κινήσονται περὶ τὰ ἑαυτῶν κέντρα, αἱ δὲ σφαῖραι, ἐν αἷς εἰσιν οἷον κυβερνῆται βεβηκότες, περιάξουσιν αὐτοὺς ἢ θᾶττον ἢ βραδύτερον. πλὴν ὅτι ποικιλωτέραν τούτοις ἀποδίδωσι κίνησιν, διότι μέσοι τῶν τε εὐθυπορουμένων εἰσὶ καὶ τῶν κύκλῳ μόνως καθʼ αὑτὰ κινουμένων, καὶ περὶ τὰ κέντρα κινῶν ἕκαστον τὸν καὶ διὰ τῶν οἰκείων σφαιρῶν ὑψούμενον καὶ πρόσγειον γινόμενον καὶ περὶ τὰ βόρεια καὶ νότια τρεπόμενον, οὓς καὶ ἐλασσοῦσθαι τῶν ἀπλανῶν ἄλλως ἐξουσίαν ἀπόλυτον λαχόντας.

Τῇ δὴ ταὐτοῦ φορᾷ τὰ τάχιστα περιιόντα ὑπὸ τῶν βραδύτερον περιιόντων ἐφαίνετο καταλαμβάνοντα καταλαμβάνεσθαι· πάντας γὰρ τοὺς κύκλους αὐτῶν στρέφουσα ἕλικα διὰ τὸ διχῇ κατὰ τἀναντία ἅμα προϊέναι τὸ βραδύτατα ἀπιὸν ἀφʼ αὑτῆς οὔσης ταχίστης ἐγγύτατα ἀπέφαινε.

`3.78–3.80`

Διττῆς, ὡς πολλάκις ὑπέμνησται, τῆς περιφορᾶς οὔσης, τῆς μὲν ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν, τῆς δὲ ἀπὸ δύσεως ἐπʼ ἀνατολὴν ὁ μὲν ἀμφοτέρας τὰς περιφορὰς κατανοήσας οἶδε, τίς μὲν ἡ κοινὴ τῶν ἀστέρων κίνησις, τίς δὲ ἡ ἰδία, καὶ τίνες μὲν θᾶττον κινοῦνται, τίνες δὲ βραδύτερον· ἀφορᾷ γὰρ πρὸς τὰς ἰδίας αὐτῶν κινήσεις καὶ οἶδεν, ὅτι τὰ ἐν τοῖς ἑπομένοις γιγνόμενα θάττονά ἐστι, καὶ οὕτως οὐ τὸν Κρόνον τῆς σελήνης εἶναι τίθεται ταχύτερον, ἀλλὰ τὴν σελήνην, ἀνατολικωτέραν αὐτὴν ἰδών, καὶ τὸν μὲν καταλαμβάνεσθαι, τὴν δὲ καταλαμβάνειν. ὁ δὲ οἰόμενος μίαν εἶναι μόνην καὶ ἁπλῆν πάντων κίνησιν τὴν ἀπʼ ἀνατολῶν ἐπὶ δύσιν, ὅταν ἴδῃ τὸν Κρόνον καὶ τὴν σελήνην νῦν μὲν ἅμα ὄντας, νῦν δὲ δυτικώτερον, ὡς μᾶλλον κεκινημένον θάττονά φησι, καὶ ὑπʼ αὐτοῦ καταλαμβάνεσθαι τὴν σελήνην φησίν, ὑπὸ θάττονος βραδυτέραν. τὸ δʼ αἴτιον τῆς πλάνης ἐστὶ τὸ πρὸς τὴν ταὐτοῦ περίοδον μόνην ἀποβλέπειν πολὺ τὸ κράτος ἔχουσαν, τὰς δὲ ἰδίας κινήσεις μὴ συλλογίζεσθαι τῶν πλανήτων, καὶ ὅτι οὐκ ἐπὶ τὰ προηγούμενα ποιοῦνται τὴν μετάβασιν, ἀλλʼ ἐπὶ τὰ ἑπόμενα. τοῦτο δὴ καὶ ὁ Ἀθηναῖος Ξένος ἐπέπληξε τοῖς πολλοῖς καὶ ἀστρονομίας ἀπείροις αἰσχρὸν γάρ, φησίν, εἰ μὲν στάδιον ἐθεωροῦμεν, τὸ μὴ εἰδέναι τὸν θάττονα καὶ βραδύτερον καὶ τὸν οἰόμενον τὸν θάττονα δρομέα βραδύτερον ἄτοπον οἴεσθαι, τὰ δὲ ὄντως Ὀλύμπια ὁρῶντας ἀγνοεῖν τήν τε θάττω καὶ βραδυτέραν περίοδον διʼ ἀπειρίαν ἀστρονομίας· τὰ γὰρ τάχιστα περιιόντα ὑπὸ τῶν βραδύτερον περιιόντων φαίνεται καταλαμβάνεσθαι, καίτοι γε αὐτὰ καταλαμβάνοντα· τοῖς γὰρ πρὸς τὴν ἰδίαν αὐτῶν κίνησιν ἀποβλέπειν δυναμένοις ἐπικρατοῦσα ἡ ταὐτοῦ φορὰ τὸ ἐγγύτατα αὐτῆς τάχιστον φαίνεσθαι ποιεῖ. ἔστι δὲ ἐγγύτατα αὐτῆς τὸ ἐπʼ ἔλαττον ἀφιστάμενον αὐτῆς· ἔστωσαν γὰρ πρὸς τῇ καρδίᾳ τοῦ λέοντος, εἰ τύχοιεν, σελήνη καὶ Κρόνος, ἡ δὲ σελήνη τὴν ἰδίαν αὑτῆς κινουμένη κίνησιν ἀφίσταται τοῦ ἀπλανοῦς ἀστέρος, ὁ δὲ Κρόνος ἐν πολλαῖς νυξὶν ὁρᾶται περὶ τὸν αὐτὸν τόπον. ὁ μὲν οὖν ἀστρονομικὸς οἶδεν, ὅτι θᾶττον ἀπέστη ἡ σελήνη διὰ τὴν ἐπὶ τὰ ἑπόμενα τῆς καρδίας κίνησιν· ὁ δὲ πολὺς οἴεται καὶ τὴν σελήνην καὶ τὸν Κρόνον ἐπὶ τὰ αὐτὰ τῷ παντὶ κεκινημένους ἀποκαταστῆναι μὴ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸν μὲν ὡς θάττονα ἐπὶ τὴν δύσιν πρότερον ἐλθεῖν, τὴν δὲ ὡς βραδυτέραν ὑπολειφθῆναι καὶ μὴ προτέραν ἐπὶ τὸ δυτικώτερον ἐλθεῖν. οὕτω μὲν οὖν κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν. ἔστι δὲ ὅπῃ καὶ τοῦτο ἀληθές — λέγω δὴ τὸ θάττονα τὸν Κρόνον εἶναι —, εἴπερ, ὡς προείρηται, μείζων ὁ τοῦ κύκλου τοῦ Κρονίου λόγος πρὸς τὸν κύκλον τὸν σεληνιακὸν ἢ ὁ τοῦ χρόνου πρὸς τὸν χρόνον τῆς ἀποκαταστάσεως· τὸ γὰρ ἐγγυτέρω τῆς ἀπλανοῦς ἔσται θᾶττον διὰ τοὺς προειρημένους λόγους. ἀλλὰ τί τὸ «στρέφειν ἕλικα διὰ τὸ διχῇ κατὰ τἀναντία ἅμα προϊέναι» καὶ πῶς ἐναντίωσιν ἐπὶ τῆς κυκλικῆς παραδεξόμεθα κινήσεως; οὔτε γὰρ τοῦτο αἴτιον τῆς ἕλικος, τὸ δύο φέρεσθαι φορὰς τῶν πλανήτων ἕκαστον, ἀλλὰ τὸ ἐπὶ λοξοῦ κινεῖσθαι κύκλου πρὸς τὸν ἰσημερινόν — αὐτίκα εἴ τις ὑπόθοιτο τὸν ἥλιον ἐπὶ τοῦ ἰσημερινοῦ κινεῖσθαι τῷ παντὶ τὴν ἐναντίαν, ἕλιξ οὐκ ἔσται καίτοι τῆς ἀντιπεριφορᾶς γιγνομένης —, οὔτε τὸ ἐναντίαν εἶναι τῇ κύκλῳ κινήσει κίνησιν ἄλλην προσδεκτέον ἁπλῶς· πολλοὶ γὰρ καὶ καλοὶ πρὸς ταύτην λόγοι τὴν δόξαν καταβεβλημένοι τυγχάνουσι. μήποτε οὖν τὸ μὲν διχῇ κατὰ τἀναντία προϊέναι τοιοῦτόν ἐστιν, οὐ μόνον τὸ ἅμα κινεῖσθαι πρὸς ἀνατολὰς καὶ δύσεις, ἀλλὰ καὶ κατὰ πλάτος καὶ κατὰ βάθος, προσγειοτέρους ἢ ἀπογειοτέρους γιγνομένους καὶ βορειοτέρους ἢ νοτιωτέρους· αὗται γὰρ αἱ δύο κινήσεις τὴν ἕλικα ποιοῦσι μετὰ τῆς τοῦ παντὸς φορᾶς. καὶ ἔστι καὶ ἡ ἕλιξ πρέπουσα τοῖς πλανωμένοις μέσοις οὖσι τῶν τε ἀπλανῶν καὶ τῶν ὑπὸ σελήνην, τῶν μὲν κατὰ μόνον κύκλον κινουμένων, τῶν δὲ εὐθυπορουμένων, καθάπερ αὖ τοῖς κατὰ φύσιν ἔστι μέσοις οὖσι τούτων τὸ καὶ ἀνωμάλως κινεῖσθαι καὶ ὁμαλῶς κατά τε μῆκος καὶ πλάτος καὶ βάθος, ἵνα καὶ τῶν μεθʼ ἑαυτοὺς παντοίως κινουμένων τὰ παραδείγματα ἔχωσι καὶ τῶν πρὸ αὑτῶν τὸ μονοειδὲς μιμῶνται διὰ τῆς κυκλήσεως. ταῦτα μὲν οὖν δῆλα παντί. τὸ δὲ ἐναντίωσιν εἶναι καὶ ἐν οὐρανῷ τὴν προϋπάρχουσαν τῶν ἐναντίων ἐν τῇ θατέρου περιφορᾷ οὐδὲν θαυμαστόν, ὅπου καὶ ἐν τοῖς γένεσι τοῦ ὄντος ἐναντίωσιν εἶναί φαμεν ταυτότητος καὶ ἑτερότητος, κινήσεως καὶ στάσεως, καὶ ἐν αὐταῖς ταῖς τούτων ἀρχαῖς πέρατος καὶ ἀπειρίας· καὶ γὰρ ταῦτα ἐναντία. διότι ἐν τοῖς πέρασιν αὐτῶν ἔστι τις μάχη καὶ διάστασις, κἂν αὐτὰ μετʼ ἀλλήλων ἀεὶ τὴν τοῦ ποιεῖν ἔχῃ δύναμιν. οὐδὲν οὖν θαυμαστὸν εἶναί τινα καὶ ἐν οὐρανῷ κινήσεών τινων ἐναντίωσιν· καὶ γὰρ οὐ ταῦτα λαμβάνει νῦν ἐναντία τὰ μαχόμενα πρὸς ἄλληλα καὶ φθαρτικὰ ἀλλήλων — ἔνυλα γὰρ καὶ μεριστά ἐστι ταῦτα —, ἀλλʼ ἁπλῶς τὰ τῶν ἐναντίων ποιητικὰ καὶ τὰ πλεῖστον ἀπέχοντα ἀπʼ ἀλλήλων — ἔστι γάρ τις καὶ οὗτος ἐναντιότητος ἐν τῇ φύσει τρόπος —, ἐπεὶ καὶ τὸ ἄλλο μὲν εἶναι τὸ φαινόμενον, ἄλλο δὲ τὸ ἀληθὲς ἐπὶ τῶν οὐρανίων κινήσεων ἐνδείκνυται τὴν τοῦ μὴ ὄντος ἐκεῖ προϋπόστασιν καὶ τὴν πρὸς τὸ ὂν συμπλοκήν.

καὶ τὸ σχῆμα τῆς ἕλικος οὐκ ἔστι σύμπτωμα κενόν, ἀλλὰ τὴν μεσότητα συμπληροῖ τῶν τε εὐθυπορουμένων καὶ τῶν κυκλοφορουμένων σωμάτων· κύκλος μὲν γάρ, ὡς εἴρηται, μόνον ἐπὶ τῆς ἀπλανοῦς, εὐθεῖα δὲ ἐπὶ τῆς γενέσεως, ἡ δὲ ἕλιξ ἐπὶ τῶν πλανωμένων, σύμμιξιν ἔχουσα περιφερείας τε καὶ εὐθείας, αἱ δὲ κατὰ πλάτος καὶ κατὰ βάθος κινήσεις αἰτίαι προσεχεῖς εἰσι καὶ παραδείγματα τῶν ἐνταῦθα κινήσεων, τῆς ἄνω τῆς κάτω τῆς ἐπὶ τὰ πλάγια. καὶ μήποτε καὶ ὁ θεουργὸς ἑλικοειδῆ τὸν χρόνον ὑμνήσας ὡς νέον ἅμα καὶ πρεσβύτην καὶ εἰς τοῦτο ἀπέβλεπε τὸ μάλιστα διὰ τῆς τῶν πλανήτων κινήσεως τῆς καθʼ ἕλικα γιγνομένης ἡμῖν ἐμφανῆ γίγνεσθαι τὰ μέτρα τῶν χρονικῶν παντοίων περιόδων, καὶ οὐ μόνον εἰς τὸ πᾶσαν αὐτὸν κίνησιν ἀριθμεῖν εὐθεῖαν καὶ κυκλικήν, ὧν ἡ ἕλιξ ἐστὶν ἑνοειδῶς περιληπτική, καὶ συνᾴδοι ἂν καὶ ταύτῃ τῷ Πλάτωνι, διὰ τῆς τῶν πλανήτων κινήσεως οἰόμενος καὶ αὐτὸς γνωρίζεσθαι τὰς χρονικὰς περιόδους. ταῦτα καὶ περὶ τούτων. τὰ δὲ ἑξῆς ὁ Πλάτων ἐπιφέρει τοῦτον τὸν τρόπον·

Ἵνα δὲ εἴη μέτρον ἐναργές τι πρὸς ἄλληλα βραδυτῆτι καὶ τάχει καὶ τὰ περὶ τὰς ὀκτὼ φορὰς πορεύοιτο, φῶς ὁ θεὸς ἀνῆψεν ἐν τῇ πρὸς γῆς δευτέρᾳ τῶν περιόδων, ὃ δὴ νῦν κεκλήκαμεν ἥλιον, ἵνα ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν μετάσχοι τε ἀριθμοῦ τὰ ζῷα, ὅσοις ἦν προσῆκον, μαθόντα παρὰ τῆς ταὐτοῦ καὶ ὁμοίου περιφορᾶς.

`3.81–3.83`

Τὴν μίαν καὶ ἡγεμονικὴν αἰτίαν τῆς τοῦ φανεροῦ χρόνου γενέσεως ἐν τούτοις παραδίδωσιν ὁ Πλάτων· ὡς γὰρ τὸν ἀφανῆ χρόνον ὁ δημιουργὸς ὑφίστησιν, οὕτω τὸν ἐμφανῆ καὶ μετροῦντα τὴν τῶν σωμάτων κίνησιν ὁ ἥλιος· διὰ γὰρ τοῦ φωτὸς εἰς τὸ ἐμφανὲς ἄγει πᾶν διάστημα τὸ χρονικὸν καὶ τὰς περιόδους ὁρίζει πάσας καὶ τὰ μέτρα δείκνυσι τῶν ἀποκαταστάσεων. μέτρον οὖν ἐστιν ἐναργές, ὡς μάλιστα ἐκφαίνων τὴν τοῦ χρόνου κατʼ ἀριθμὸν πρόοδον εἰς τὸ πᾶν· εἰκότως· καὶ γὰρ τῶν μὲν πέντε πλανήτων ἀκριβεστέραν ἔχει περίοδον τῶν προποδισμῶν καὶ ὑποποδισμῶν καθαρεύων, τῆς δὲ σελήνης τῷ τὰς εἰς τὸ βόρειον καὶ νότιον παρόδους ἀεὶ κατὰ τῶν αὐτῶν περατοῦν σημείων. εἰ δὲ ἀκριβεστέραν ἔχει περίοδον, εἰκότως μέτρον ἐστὶ μέτρων, καὶ παρʼ ἑαυτοῦ προξενεῖ γνωρίζειν καὶ τὰ τῶν ἄλλων περιοδικὰ μέτρα καὶ τοὺς λόγους, οὓς ἔχει τὰ τάχη τῶν ἄλλων πρὸς ἄλλα, καὶ μᾶλλον μιμεῖται τὸ ἀεὶ μένον τοῦ αἰῶνος διὰ τοῦ ἀεὶ ὡσαύτως περιπολεῖν. τῶν μὲν οὖν πλανωμένων ταύτῃ διενήνοχε. τοῦ δὲ μέτρου τῆς ἀπλανοῦς ἄλλον ἐστὶ τρόπον ἐναργέστερον μέτρον ὁ ἥλιος, ἐπεὶ καὶ ἡ ἀπλανὴς ἔχει τι μέτρον οἰκεῖον καὶ διάστασιν οἰκείαν καὶ ἀριθμὸν τῆς ἰδίας κινήσεως ἕνα καὶ ἀπαράλλακτον· ἀλλὰ καὶ τοῦτο τὸ μέτρον καὶ πᾶσαν τοῦ ἐμφανοῦς χρόνου τὴν ἀνέλιξιν ἐναργῆ ποιεῖ καὶ γνώριμον τὸ ἡλιακὸν φῶς. διὸ καὶ αὐτὸς οὕτως εἶπεν· ἵνα δὲ εἴη μέτρον ἐναργές τι· καὶ γὰρ εἰ καὶ ἐπὶ τῶν ἄλλων ἐστί τι μέτρον, ἀλλʼ οὐκ ἐναργές, ἥλιος δὲ ἐκφαίνει τά τε ἄλλα νοητὰ καὶ τὸν χρόνον. καὶ οὐ διὰ τοῦτο φαίης ἂν τὸ φῶς τὸ ἡλιακὸν γεγονέναι τῆς ἡμετέρας ἀναμετρήσεως χάριν· ποῦ γὰρ τὰ ὅλα τῶν μερῶν χάριν ὑφίστασθαι δυνατὸν καὶ τὰ ἡγεμονοῦντα τῶν κρατουμένων καὶ τὰ ἀΐδια τῶν φθαρτῶν; ἐκεῖνο δὲ μᾶλλον φαίημεν ἄν, ὅτι τὸν ὅλον χρόνον ἐκφαίνει τὸ φῶς, ἐκφαντορικὴν ἔχον δύναμιν, καὶ προκαλεῖται τὴν ὑπερκόσμιον αὐτοῦ μονάδα καὶ τὸ ἓν μέτρον εἰς καταμέτρησιν τῶν περιόδων τῶν σωματικῶν, καὶ τοῦτο ποιεῖ τὸν χρόνον οἷον αἰσθητόν. ἔστιν ἄρα τὸ πάντα τὰ κινούμενα ποιοῦν ἐναργὲς μέτρον ἔχειν τὸ τοῦ ἡλίου φῶς. καὶ τοῦτο μὲν τὸ ὅλον ἀγαθόν. μετὰ δὲ τὰ ὅλα καὶ τὰ μέρη δευτέρως εὐεργετεῖ· δίδωσι γὰρ αὐτοῖς ἀριθμοῦ γένεσιν καὶ μέτρων, οἷς ἐστι προσῆκον τούτων μετασχεῖν· τὰ μὲν γὰρ ἄλογα τούτων ἄμοιρα, δαιμόνων δὲ γένη παρακολουθοῦντα ταῖς τῶν θεῶν περιόδοις καὶ ἄνθρωποι τῆς τούτων τυγχάνουσι μετουσίας. ἄνωθεν οὖν ἀπὸ τῶν ὅλων ἀρξαμένη κάτεισιν ἄχρι τῶν μερῶν ἡ τοῦ ἡλίου χορηγία τῶν ἀγαθῶν διὰ τοῦ φωτός, καὶ εἰ ἀπὸ τῶν ἐμφανῶν ὁρμώμενος ἐθέλοις καὶ τὰ ἀφανῆ λέγειν, ἀπολαμπρύνει μὲν τὸν κόσμον ὅλον καὶ θεῖον ποιεῖ τὸ σωματοειδὲς καὶ ὅλον διʼ ὅλου ζωῆς πεπληρωμένον, ἄγει δὲ τὰς ψυχὰς διὰ τοῦ ἀχράντου φωτὸς καὶ ἄχραντον αὐταῖς ἐνδίδωσι δύναμιν ἀναγωγὸν καὶ ταῖς ἀκτῖσι ταῖς ἑαυτοῦ κυβερνᾷ τὸν κόσμον, πληροῖ δὲ τὰς ψυχὰς τῶν ἐμπυρίων καρπῶν· ἔστι γὰρ ἡ τοῦ ἡλίου τάξις ἄνωθέν ποθεν ἀπὸ τῶν ὑπερκοσμίων ἥκουσα. διὸ καὶ ὁ Πλάτων οὐκ ἐντεῦθέν ποθεν συνέστησε τὸ φῶς, ἀλλʼ ἀνάψαι φησὶν αὐτὸ τὸν δημιουργόν, ὡς ἀπὸ τῆς ἑαυτοῦ οὐσίας ὑποστήσαντα τὴν σφαῖραν ταύτην καὶ ἀπὸ τῆς ἡλιακῆς πηγῆς προβαλόντα ζωὴν διαστᾶσαν καὶ νενοωμένην, ὃ δὴ καὶ περὶ τῶν ὑπερκοσμίων στερεωμάτων οἱ θεολόγοι φασί. καὶ διὰ τοῦτό μοι δοκεῖ καὶ διττὴν παραδοῦναι τοῦ ἡλίου γένεσιν, μίαν μὲν ὁμοῦ τοῖς ἑπτὰ κοσμοκράτορσιν, ὅτε σώματα αὐτῶν ἔπλαττε καὶ ἐνετίθει ταῖς περιφοραῖς, ἑτέραν δὲ τὴν τοῦ φωτὸς ἔξαψιν, καθʼ ἣν ὑπερκοσμίου δυνάμεως αὐτῷ μεταδίδωσιν· ἄλλο γάρ ἐστιν αὐτὸν καθʼ ἑαυτὸν τὸν ὄγκον ἀπογεννᾶν, ἄλλο μετὰ τῆς ἡγεμονικῆς ἰδιότητος, διʼ ἣν βασιλεὺς καλεῖται τοῦ ὁρατοῦ παντὸς καὶ ἀνὰ λόγον ἵσταται πρὸς τὴν μίαν τῶν ἀγαθῶν πηγήν· ὡς γὰρ ἐκεῖνο τοῦ νοητοῦ κρεῖττον ὂν καταλάμπει τόν τε νοῦν καὶ τὸ νοητόν, οὕτως ὁ ἥλιος τοῦ ὁρατοῦ κρείττων ὑπάρχων καταλάμπει τό τε ὁρατὸν καὶ τὴν ὄψιν. εἰ δὲ ἐπέκεινα τοῦ ὁρατοῦ ἐστιν, ὑπερκόσμιον ἂν ἔχοι φύσιν· ὁ γὰρ κόσμος ὁρατός τε καὶ ἁπτός ἐστι καὶ σῶμα ἔχων. διχῶς ἄρα θεωρήσομεν τὸν ἥλιον, καὶ ὡς ἕνα τῶν ἑπτὰ καὶ ὡς ἡγεμόνα τῶν ὅλων καὶ ὡς ἐγκόσμιον καὶ ὡς ὑπερκόσμιον, καθὸ καὶ προσλάμπει τὸ θεῖον φῶς ὡς τἀγαθὸν τὴν ἀλήθειαν τὴν ἐκθεοῦσαν τούς τε νοητοὺς καὶ τοὺς νοεροὺς διακόσμους, ὡς ὁ Φάνης παρὰ τῷ Ὀρφεῖ προΐησι τὸ νοητὸν φῶς, ὃ πληροῖ νοήσεως πάντας τοὺς νοεροὺς θεούς, ὡς ὁ Ζεὺς νοερὸν καὶ δημιουργικὸν ἀνάπτει φῶς εἰς πάντας τοὺς ὑπερκοσμίους· οὕτω γὰρ καὶ ὁ ἥλιος τὸ ὁρατὸν πᾶν ἀπολαμπρύνει διὰ τοῦ ἀχράντου τούτου φωτός, καὶ ἀεὶ τὸ προσλάμπον ἐν ὑπερτέρᾳ τάξει τῶν προσλαμπομένων ἐστίν· οὔτε γὰρ τἀγαθὸν νοητόν ἐστιν οὔτε ὁ Φάνης νοερὸς οὔτε ὁ Ζεὺς ὑπερκόσμιος. κατὰ δὴ τοῦτον τὸν λόγον καὶ ὁ ἥλιος ὑπερκόσμιος ὢν τὰς πηγὰς ἀφίησι τοῦ φωτός, καὶ οἵ γε μυστικώτατοι τῶν λόγων καὶ τὴν ὁλότητα αὐτοῦ τὴν ἐν τοῖς ὑπερκοσμίοις παραδεδώκασιν· ἐκεῖ γὰρ ὁ ἡλιακὸς κόσμος καὶ τὸ ὅλον φῶς, ὡς αἵ τε Χαλδαίων φῆμαι λέγουσι καὶ ἐγὼ πείθομαι. ταῦτα καὶ περὶ τούτων.

`3.84–3.85`

Ἐπανιτέον δὲ ἐπὶ τὴν λέξιν καὶ ῥητέον οὑτωσί· τὸ μὲν ἵνα δὲ εἴη μέτρον οὐ τὸ ἐπινοηματικὸν σημαίνει μέτρον, ἀλλʼ αὐτὸ τὸ μετροῦν καὶ ἀφορίζον τὰς σωματικὰς κινήσεις καὶ τὸν χρόνον τὸν ἐμφανῆ γεννῶν. τὸ δὲ καὶ τὰ περὶ τὰς ὀκτὼ φορὰς πορεύοιτο πρὸς τὸ μέτρον ἀποδέδοται καὶ δῆλον ὅτι τοῦτο τὸ μέτρον τὰ μέτρα τὰ περὶ τὰς ὁδοὺς τῶν ὀκτὼ φορῶν διέξεισι καὶ καταμετρεῖ· λέγομεν γὰρ ἐκ πόσων ἐστὶν ἐνιαυτῶν ἡ κοινὴ τῶν ὀκτὼ συναποκατάστασις, τὸν δὲ ἐνιαυτὸν ἴσμεν τὸν ἡλιακὸν διὰ τὸ φῶς· διὰ γὰρ τούτου γιγνώσκομεν, οἵαν ἐπέχει τοῦ λοξοῦ ὁ ἥλιος καὶ ποίαν ἀπολείπει καὶ εἰς ποίαν πορεύεται. διὰ δὲ τούτων καὶ αὐτὸς ἐν πόσῳ χρόνῳ δίεισι τὸν ἴδιον κύκλον καὶ περιπορεύεται καὶ πᾶσαι αἱ περίοδοι τῶν ὀκτὼ κύκλων ἐν πόσοις ἐνιαυτοῖς συμπληροῦνται γιγνώσκομεν, τῇ μεταβάσει τοῦ φωτὸς καὶ τὴν ἡλιακὴν περίοδον καὶ τῶν ἄλλων τὴν κοινὴν δυνάμενοι τούτῳ ὃ ἦν ταύτης μέτρῳ συναποκατάστασιν μετρεῖν. τὸ δὲ φῶς ἀνῆψε τὴν ἐξ ἀφανοῦς προϊοῦσαν καὶ ἀπὸ τῆς δημιουργικῆς οὐσίας ἄχρονον ὑπόστασιν ἐμφαίνει τοῦ φωτός. τὸ δὲ ἵνα ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν αἰτίαν ἂν ἔχοι τοιαύτην· ἔδει τὸν ὅλον κόσμον κατὰ δύναμιν πεπληρῶσθαι τοῦ ἡλιακοῦ φωτός. ἀλλὰ φύσει σκοτεινὸς ὁ τῆς γῆς ὄγκος. ἔδει οὖν καὶ ἐγγυτέρω τῆς γῆς εἶναι τὸν ἥλιον, ἵνα παραμυθῆται τὸ σκοτεινὸν αὐτῆς· τὸ γὰρ ἐγγυτέρω ὂν πλέον φωτίζει καὶ πλέον δύναται περιλάμπειν, ὅταν μεῖζον ᾖ τοῦ φωτιζομένου τὸ φωτίζον. δηλοῖ δὲ καὶ διὰ τοῦ ὅτι μάλιστα κατὰ τὸ δυνατὸν αὐτὸν πάντα φωτίζειν τὸν κόσμον, διότι τὴν γῆν οὐ πᾶσαν ἅμα δύναται περιλάμπειν, ἀλλὰ κύκλῳ περιιὼν παρὰ μέρος. ἐν ἐλαχίστῳ δὲ χρόνῳ πᾶσαν ἅμα φωτίζει κατὰ τὸν ἰσημερινὸν ὤν· ἀνατέλλων τε γὰρ καὶ δύνων πλέον ἢ τὸ ἥμισυ φωτίσας ὅλην ἐν μιᾷ ταύτῃ περιφορᾷ καταλάμπει τὴν γῆν. εἰ δὲ καὶ οὐρανὸν ἀκούοιμεν τὸ κύκλῳ κινούμενον, οὐδὲ ἐκεῖνον ὁμοῦ φωτίζει τὸν ὅλον· σκιαὶ γάρ εἰσι καὶ ἐκεῖ διὰ τὰς ἐπιπροσθήσεις τάς τε τῶν ἄστρων καὶ τῆς σελήνης, οὐδὲν δὲ καθαρεύει τῶν ἐν τῷ κόσμῳ σκιᾶς, ὡς οὐδὲ ὕλης, μόνα δὲ τὰ ὑπὲρ τὸν κόσμον καὶ ἄσκια καὶ ἄυλά ἐστι πλὴν ἡλίου. διὸ καὶ ὄντως ἄσκιος οὗτός ἐστι καὶ γενέσεως ἄδεκτος πάντων τῶν ἄλλων προσθέσεις φωτιστικὰς ἄλλοτε ἄλλας δεχομένων. διὰ τί οὖν, φαίη ἄν τις, μὴ ἐν τῇ πρώτῃ τῶν ἀπὸ γῆς περιόδων τὸ φῶς ἀνῆψεν; ὅτι, φήσω, καθʼ ἑαυτὴν ἀσύμμετρός ἐστι πρὸς τὴν γένεσιν ἡ τοῦ ἡλίου μαρμαρυγή, μέση δὲ οὖσα ἡ σελήνη καὶ πρώτη δεχομένη τὸ φῶς συμμετρότερον αὐτὸ ποιεῖ πρὸς τὴν γένεσιν· ἔστι γὰρ οἷον ἐλάττων ἥλιος, ὥς φησιν Ἀριστοτέλης. ἔδει δὲ καὶ τὸ προσεχῶς ὑπὲρ τὴν γένεσιν ὂν οὐ τὸ λαμπρότατον εἶναι καὶ φωτεινότατον· οὐ γὰρ θέμις τῷ σκοτεινῷ τὸ τοιοῦτο πελάζειν, ἀλλὰ τὸ δευτέρως τοιοῦτον καὶ ἀεὶ μὲν ἔχον τὸ οἰκεῖον φῶς, μεταβολὴν δὲ ἐν τῇ μετουσίᾳ τοῦ κρείττονος φωτὸς ἐπιδεικνύμενον, καὶ τοῦτο τεταγμένως — τοῦ γὰρ ἀτάκτου κρεῖττόν ἐστι τὸ τεταγμένον —, ἵνα διὰ τῆς μεταβολῆς ταύτης παράδειγμα ᾖ τῆς πολυμεταβόλου φύσεως, ἣν ἡ ὕλη τοῖς γενητοῖς ἐπιφέρει πράγμασιν, ὥσπερ αὖ τὴν στέρησιν τοῦ φωτὸς ἡ ἀντίφραξις τῆς γῆς. ταῦτα μὲν οὖν ἐπὶ πλέον ἔξεστι μηκύνειν. ὅτι δὲ καὶ τὰ ἄστρα καὶ πᾶς ὁ οὐρανὸς ἀφʼ ἡλίου δέχεται τὸ φῶς, ῥᾴδιον συνιδεῖν· ὃ γάρ ἐστιν ἐν πολλοῖς κοινόν, τοῦτο ἀπὸ μιᾶς αἰτίας ὑπάρχει καὶ ταύτης ἄλλως μὲν τῆς ἐξῃρημένης, ἄλλως δὲ τῆς συντεταγμένης. αὕτη δέ ἐστιν ἡ πρώτως μετασχοῦσα τοῦ εἴδους ἐκείνου. πρώτως δὲ μετέσχεν ἐν ᾗ μάλιστα τοῦτό ἐστιν. εἰ τοίνυν ἐν ἡλίῳ μάλιστα τὸ φῶς, οὗτος ἂν εἴη τὸ πρῶτον φῶς, καὶ ἀπὸ τούτου καὶ τὸ ἐν τοῖς ἄλλοις. καὶ τοῦτο μὲν τοιοῦτον. εἴρηται δέ, τί δηλοῖ καὶ ἐκεῖνο τὸ ἵνα ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανόν· εἰ μὲν γὰρ οὐρανὸν ἀκούοις τὸ κυκλοφορητικόν, εἴποις ἂν εἰρῆσθαι διὰ τὴν σελήνην, ἣν οὐ πᾶσαν ἀεὶ φωτίζει, ἀλλʼ ἐν τῷ ἀπὸ συνόδου μέχρι πανσελήνου πᾶσαν· εἰ δὲ τὸν κόσμον ὅλον, διὰ τὴν γῆν μάλιστα, ἣν ἐν μιᾷ μόνῃ, καθάπερ εἴπομεν, ἡμέρᾳ τῇ τῆς ἰσημερίας ὅλην ἀκριβῶς φωτίζει, ἀνατέλλων καὶ δύνων ἑαυτῷ κατὰ διάμετρον γινόμενος. λείπεται δὴ τὸν ἀριθμὸν ἰδεῖν τίς ἐστιν οὗτος ὁ ἀπὸ τῆς ταὐτοῦ καὶ ὁμοίου φορᾶς ἀποτελούμενος κατὰ τὴν ἐπίστασιν τῆς ἡμέρας καὶ νυκτός. ἔστι δὴ οὖν οὔτε νοερὸς οὗτος ὁ ἀριθμὸς οὔτε διανοητικός, ἀλλὰ δοξαστικός, ἔνδειγμα παρεχόμενος τῶν ἐν εἴδεσι προϋπαρχόντων ἀριθμῶν· πολλαὶ γὰρ κατὰ πολλὰ γένη τῶν ἀριθμῶν εἰσι διαφορότητες, καὶ ὥσπερ τῷ διανοητικῷ ἀριθμῷ τὸν ἀριθμὸν τοῦ ἀφανοῦς χρόνου γιγνώσκομεν, οὕτως τῷ δοξαστικῷ τὸν ἀριθμὸν τοῦ ἐμφανοῦς καταλαμβάνομεν.

`3.86`

Νὺξ μὲν οὖν ἡμέρα τε γέγονεν οὕτω καὶ διὰ ταῦτα ἡ τῆς μιᾶς καὶ φρονιμωτάτης κυκλήσεως περίοδος, μὴν δὲ ἐπειδὰν σελήνη περιελθοῦσα τὸν ἑαυτῆς κύκλον ἐπικαταλάβῃ τὸν ἥλιον, ἐνιαυτὸς δὲ ὁπόταν ὁ ἥλιος τὸν ἑαυτοῦ περιέλθῃ κύκλον. τῶν δὲ ἄλλων τὰς περιόδους οὐκ ἐννενοηκότες ἄνθρωποι, πλὴν ὀλίγοι τῶν πολλῶν, οὔτε ὀνομάζουσιν οὔτε πρὸς ἄλληλα συμμετροῦνται σκοποῦντες ἀριθμοῖς, ὥστε ὡς ἔπος εἰπεῖν οὐκ ἴσασι χρόνον ὄντα τὰς τούτων πλάνας, πλήθει μὲν ἀμηχάνῳ χρωμένας, πεποικιλμένας δὲ θαυμαστῶς.

`3.87`

Διὰ τὴν τοῦ φωτὸς γένεσιν νύκτες καὶ ἡμέραι τὴν πάροδον ἔσχον, καὶ τὸ ἐλάχιστον τοῦ χρόνου μέτρον τούτοις διῄρηται τοῖς διαστήμασιν· ἔστι γάρ, φησίν, ἡ τῆς μιᾶς καὶ φρονιμωτάτης κυκλήσεως περίοδος ἡμέρα καὶ νύξ, οὐ τὴν ἀπλανῆ λέγων μίαν καὶ φρονιμωτάτην κύκλησιν καὶ ταύτης τὴν περίοδον νύκτα καὶ ἡμέραν, ὡς δοκεῖ τοῖς πολλοῖς, ἀλλὰ μίαν μὲν κύκλησιν καὶ φρονιμωτάτην τὴν τοῦ ταὐτοῦ κύκλου νόησιν, περίοδον δὲ ταύτης τὴν τῆς ἀπλανοῦς περιφοράν, ἣν ἐκείνη περιάγει· καὶ γὰρ ἡ κύκλησις ἐνέργειά ἐστι καὶ ἡ περίοδος, ἀλλʼ ἣ μὲν ἀρχηγικωτέρα, ἣ δὲ ἀποτέλεσμα ἐκείνης, μιμουμένη τὴν κύκλησιν. νυχθήμερον μὲν οὖν τοῦτό ἐστιν, ἐκ δὲ τούτου μετροῦνται καὶ ἐνιαυτοὶ καὶ μῆνες· τοῖς γὰρ ἐλάττοσι διαστήμασι μετροῦμεν τὰ μείζω, ὥσπερ καὶ τοῖς ἐνιαυτοῖς τὸν ὅλον χρόνον τὸν ἀποκαταστατικὸν τοῦ κόσμου παντός. καὶ δεῖ ἐφιστάνειν τῇ ἰδιότητι τούτων, ὅπως μέση ἐστὶ τῶν τε μοναδικῶν εἰδῶν καὶ τῶν ἐν πολλοῖς ὑφισταμένων τοῖς ἀτόμοις· τὰ μὲν γὰρ ἐν ἑνί ἐστιν, ἀλλʼ ἀεὶ τῷ αὐτῷ κατʼ ἀριθμόν, τὰ δὲ ἐν ἄλλοις καὶ ἄλλοις κατʼ ἀριθμόν, ἀλλὰ πλείοσιν, ἐνιαυτὸς δὲ καὶ μὴν ἐν ἑνὶ μὲν ἀεὶ κατʼ ἀριθμόν, ἄλλοτε δὲ ἄλλῳ κατʼ ἀριθμὸν διὰ τὴν κατὰ κύκλον ἀλλήλων τῶν ἀτόμων ἀμοιβήν· ἄλλος γὰρ ἄλλον διαδέχεται μῆνα μὴν καὶ ἐνιαυτὸν ἐνιαυτός, εἷς δὲ ἀεί ἐστιν ἑκάτερος. ἀλλὰ ταῦτα μὲν οὐ δεῖται λόγου πλείονος. ἐκεῖνο δὲ ἴσως ἀπορήσειεν ἄν τις ἐν τοῖς λεγομένοις, πῶς φησι νύκτα καὶ ἡμέραν γεγονέναι τὴν περίοδον τῆς φρονιμωτάτης καὶ μιᾶς κυκλήσεως· τοῦτο γὰρ αὐτό ἐστιν, ὃ καὶ ὁ Ἀριστοτέλης ἔγκλημα ἐπήνεγκε τῷ Πλάτωνι, τὸ χρόνον λέγειν τὴν περιφοράν, καίτοι γε ἤδη κινηθέντι τῷ παντὶ τὸν χρόνον προσέθηκεν ὡς ἄλλον ὄντα παρὰ τὴν κίνησιν. εἰ δὲ ἡ τοῦ παντὸς κίνησις ἄλλη παρὰ τὸν τοῦ παντὸς χρόνον, καὶ ἡ ἑκάστου τῶν κύκλῳ κινουμένων κίνησις ἄλλη παρὰ τὸν περιοδικὸν αὐτῆς ἐστι χρόνον. τοῦτο δʼ οὖν ἄν τις ἀπορήσειεν ἐν ταῖς ἐκκειμέναις ῥήσεσι.

`3.88–3.90`

πῶς δὲ καὶ ἡ τῆς ἀπλανοῦς περίοδός ἐστι ταχίστη, τὰ δὲ ἔγγιον αὐτῆς βραδύτερα τῶν πορρωτέρω κατὰ τὴν ἀποκατάστασιν; μήποτε οὖν πρὸς μὲν τὸ πρότερον χρὴ λέγειν, ὅτι δύο σημαίνει ἡ περίοδος, ποτὲ μὲν αὐτὴν τὴν κίνησιν, ποτὲ δὲ τὸ μέτρον καὶ τὴν παράτασιν τῆς κινήσεως, ὥσπερ καὶ ὁ μέδιμνος λέγεται διχῶς καὶ ἡ κοτύλη καὶ τῶν τοιούτων ἕκαστον, καὶ ὡς νῦν περίοδον τῆς ἀπλανοῦς οὐ τὴν κίνησιν ῥητέον, ἀλλὰ τὸ διάστημα τὸ χρονικὸν τῆς κινήσεως. μήποτε δὲ καὶ χρόνον εἰπὼν εἶναι τὰς πλάνας οὐδὲν ἄλλο λέγει ἢ ὅτι αἱ περίοδοι τούτων εἰσὶ χρόνος· αὗται γάρ εἰσιν αἱ ἀριθμηταί, τὸ δὲ ἀριθμητὸν ἦν τῆς κινήσεως χρόνος, ὡς καὶ ἐκεῖνοί φασιν. ὅμοιον οὖν ὡς εἰ ἔλεγεν οὗτοι οἱ βόες ἀριθμός ἐστι τοσόσδε· οὕτω γὰρ καὶ αἱ περίοδοι χρόνος, ὡς τοσόσδε ἀριθμός. πρὸς δὲ τὸ δεύτερον, ὅτι τὴν φαινομένην ἀποκατάστασιν ὁ Πλάτων ἔλαβε τῆς ἀπλανοῦς τὴν τὸ νυχθήμερον ποιοῦσαν, ἐπεὶ ἥ γε ἀληθής ἐστιν ἑτέρα· τὸ γὰρ νῦν ἀνατεῖλαν σημεῖον οὐ κατὰ τὴν αὐτὴν ὥραν τῇ ἑξῆς ἀνίσχει οὐδὲ ὡσαύτως ἐχόντων τῶν ἄλλων, ἃ δὴ πάντα συντελεῖ πρὸς τὴν ἀποκατάστασιν τῆς ἀπλανοῦς· οὐδὲ γὰρ καὶ πάντα τὰ ἐν αὐτῇ σημεῖα καὶ πάντα τὰ ἀπλανῆ ἄστρα συναποκαθίσταται κατὰ ταύτην τὴν περίοδον. δεῖ δέ, εἴπερ τὴν ἀκριβῆ λαμβάνοιμεν ἀποκατάστασιν,  <span class="gap">…</span> ἥτις ἐν πολλῷ γίνεται χρόνῳ· δῆλον γάρ, ὅτι πάντων κινουμένων ὑπʼ αὐτῆς τῶν ὄντων ἐν αὐτῇ καὶ σχέσεις πρὸς ἄλληλα καὶ πρὸς αὐτὴν πάντως ἄλλοτε ἄλλως ἔχουσι, καὶ μετὰ τούτων τὴν εἰς τὰ κέντρα φορὰν ἄλλοτε ἄλλην ἔχει καὶ τὴν εἰς τὰ αὐτὰ κατὰ πάντα ἀποκατάστασιν πολυχρονιωτάτην. καὶ μὴν κἀκεῖνο ἄν τις ἀπορήσειεν, ὅπως τὸ μέτρον τῆς ἀποκαταστάσεως τῆς ταὐτοῦ φορᾶς καλεῖ νύκτα καὶ ἡμέραν· τὸ μὲν γὰρ μέτρον τοῦτο πανταχοῦ ἐστιν ἄνωθεν ἀπὸ τῆς μιᾶς καὶ νοητῆς αἰτίας τοῦ παντὸς καὶ τοῦ πρώτου παραδείγματος, τὸ δὲ νυχθήμερον ἐν τοῖς ὑπὸ σελήνην. ῥητέον δέ, ὅτι τοῦ νυχθημέρου ποιητικόν ἐστι τό τε διάστημα τὸ χρονικόν, ὃ δὴ πρώτως ἐστὶν ἐν τῇ περιφορᾷ τῆς ἀπλανοῦς, καὶ τὸ ἡλιακὸν φῶς. ἀπὸ τῶν ἐσχάτων οὖν καὶ τῶν ἡμῖν γνωρίμων τὸ σύμπαν ἀφορίζεται μέτρον· ἄλλο γὰρ τοῦτο τὸ νυχθήμερον καὶ ἄλλο τὸ ἐν τῷ ἀφανεῖ χρόνῳ, καὶ εἴδωλον τοῦτο ἐκείνου καὶ ἀποπεράτωσις ἐσχάτη· καὶ γὰρ τῆς νυκτὸς καὶ τῆς ἡμέρας τάξεις πολλαί, νοηταὶ καὶ νοεραὶ καὶ ὑπερκόσμιοι καὶ οὐράνιοι καὶ ὑπὸ σελήνην, ὡς καὶ ἡ Ὀρφικὴ διδάσκει θεολογία, καὶ αἳ μὲν πρὸ τῆς δημιουργίας, αἳ δὲ ἐν αὐτῇ περιεχόμεναι, αἳ δὲ ἀπʼ αὐτῆς προϊοῦσαι, καὶ αἳ μὲν ἀφανεῖς, αἳ δὲ ἐμφανεῖς, ἐπεὶ καὶ ὁ μὴν καὶ ὁ ἐνιαυτὸς ἄλλος μὲν ὁ ἀφανὴς καὶ ὁ μετρητικὸς καὶ συνοχικὸς καὶ τελεσιουργὸς τῶν νοερῶν τε καὶ σωματικῶν περιόδων, ἄλλος δὲ ὁ ἐμφανής, ὃς περάτωσίς ἐστι καὶ μέτρον τῆς ἡλιακῆς περιπολήσεως. οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων θεῶν· ἄλλος γὰρ ἀριθμὸς Κρόνιος ὁ ἀφανὴς καὶ ἄλλος ὁ ἐμφανής, Ἀρεϊκός τε καὶ Δίιος καὶ Ἑρμαϊκὸς ὡσαύτως· καὶ γὰρ ὁ μὴν αὐτὸς καὶ ὁ ἐνιαυτὸς ὁ καθʼ ἑκάστην περίοδον εἷς ὢν ἀεὶ ὁ αὐτὸς θεός τίς ἐστιν ἀκινήτως τὸ τῆς κινήσεως μέτρον ὁρίζων· πόθεν γὰρ τὸ ἀεὶ ὡσαύτως ὑπάρχει ταῖς περιόδοις ἢ ἀπὸ ἀκινήτου τινὸς αἰτίας; πόθεν δὲ τὸ διάφορον τῶν ἀποκαταστάσεων ἢ ἀπὸ τῶν διαφερόντων ἀκινήτων αἰτίων; πόθεν δὲ τὸ ἀκατάληκτον καὶ τὸ πάλιν καὶ πάλιν ἐπʼ ἄπειρον ἢ ἀπὸ τῶν ἀπείρων ἐν ἐκείναις δυνάμεων; πᾶσαν δὴ ταύτην τὴν σειρὰν χρονικὴν θέμενος ὑφʼ ἕνα τὸν πρώτιστον ἄναγε χρόνον, ὃς ἀφορίζει τὴν τοῦ θείου γενητοῦ περίοδον, αὐτὸς ὢν ὁ ἀληθινὸς ἀριθμός, ὡς εἴρηται πρότερον. ἀπὸ δὲ τῶν ἀφανῶν τούτων νόησον λοιπὸν τοὺς ἐμφανεῖς, οἳ κατὰ τὸ ἀριθμεῖσθαι προΐασιν ἀπʼ ἐκείνων ἀριθμεῖν τούτους καὶ γεννᾶν δυναμένων, οὓς δὴ πάντας ἀστρονομία καλῶς ἀναδιδάσκει δοξαστικῶς αἱροῦσα τὸν ἀριθμὸν τῶν ἑκάστου περιοδικῶν ἀποκαταστάσεων παραβολάς τε ποιουμένη τῶν περιόδων, τίνα λόγον ἔχουσι πρὸς ἀλλήλας, οἷον ὅτι διπλασιεφήμισυς ἡ Κρονία περίοδος τῆς τοῦ μετʼ αὐτόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· εἰ γὰρ καὶ διαφέρουσαί εἰσιν αὐτῶν αἱ ἀποκαταστάσεις, ἀλλὰ λόγον ἔχουσι πρὸς ἀλλήλας· ὥσπερ δὴ καὶ τοὺς ἀφανεῖς ἐκείνους καὶ τούτων αἰτίους ἡ ἱερὰ φήμη θεραπεύει, ὀνόματά τε θεῖα νυκτὸς καὶ ἡμέρας ἐκδιδοῦσα καὶ μηνὸς καὶ ἐνιαυτοῦ συστατικὰ καὶ κλήσεις καὶ αὐτοφανείας, ὡς οὐκ ἐπὶ δακτύλων θεωρουμένων, ἀλλʼ ἐν ὑπάρξεσι θείαις, ἃς καὶ θρησκεύειν καὶ τιμᾶν ἀγάλμασί τε καὶ θυσίαις οἱ τῶν ἱερῶν παρεκελεύσαντο θεσμοί, καὶ ἐπεψήφισαν αἱ χρησμῳδίαι τοῦ Ἀπόλλωνος, ὡς αἱ ἱστορίαι λέγουσι, καὶ τιμωμένων μὲν αὐτῶν καὶ τὰ ἀπὸ τῶν περιόδων ὑπῆρχεν ἀγαθὰ τοῖς ἀνθρώποις τῶν τε ὡριαίων καὶ τῶν ἄλλων ὁμοίως, ἀμεληθέντων δὲ πᾶσα τῶν περὶ γῆν ἐπηκολούθησε πάντων παρὰ φύσιν διάθεσις. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς Πλάτων ἐν Νόμοις κέκραγεν, ὅτι ταῦτα πάντα θεοί εἰσιν, ὧραι καὶ ἐνιαυτοὶ καὶ μῆνες, ὥσπερ καὶ τὰ ἄστρα καὶ ὁ ἥλιος, καὶ οὐδὲν ἡμεῖς καινὸν εἰσάγομεν ἀξιοῦντες πρὸ τῶν ἐμφανῶν νοεῖν τὰς ἀφανεῖς δυνάμεις τούτων. ταῦτα καὶ περὶ τούτων. Ἐπὶ δὲ τὴν λέξιν τῷ λόγῳ πάλιν ἰτέον. τὴν μὲν δὴ «νύκτα» προτέραν τῆς «ἡμέρας» κατέλεξεν ὡς ἴνδαλμα φέρουσαν τῶν ἀφανῶν καὶ νοερῶν μέτρων· καὶ γὰρ ἡ κοινὴ φήμη προτάττει τὴν νύκτα τῆς ἡμέρας. νυχθήμερον οὖν λέγειν εἰώθαμεν, διότι καὶ ἐν ταῖς νοηταῖς αὐτῶν αἰτίαις πρὸ τῆς ἡμέρας αἱ Νύκτες ὑπέστησαν· ἅμα γὰρ αὐτῇ τῇ τρίτῃ Νυκτὶ  <span class="gap">…</span> τὸ δὲ οὕτως καὶ διὰ ταῦτα τὸ μὲν οὕτως δηλοῖ τὴν ποιητικὴν αἰτίαν τῆς νυκτὸς καὶ ἡμέρας, ὅτι τὸ φῶς μετὰ τῆς ἀπλανοῦς, τὸ δὲ διὰ ταῦτα τὴν τελικήν, ἵνα μέτρον ἐναργὲς εἴη τὸ νυχθήμερον πασῶν τῶν περιφορῶν. μίαν δὲ καὶ φρονιμωτάτην κύκλησιν ἐπονομάζει τὴν ταὐτοῦ περιφοράν, ὡς μονοειδῆ καὶ νοερὰν καὶ τῇ στάσει καὶ τῇ ταυτότητι τοῦ νοῦ συγγενεστάτην καὶ ὡς ἔχουσαν τὸ μὲν μονοειδὲς ἀπὸ τῆς μιᾶς ἀρχῆς, τὸ δʼ «ἔμφρον» ἀπὸ τοῦ νοῦ, τὴν δὲ κύκλησιν ἀπὸ τῆς ψυχικῆς ἰδιότητος. χρόνον δὲ τίθεται εἶναι τὰς πλάνας τῶν ἀστέρων, οὐχ ὡς αὐτὴν τὴν κίνησιν χρόνον ποιῶν, ἀλλʼ ὡς μέτρα τῶν κινήσεων τὰ χρονικὰ διαστήματα οἰόμενος· καὶ γὰρ ἀριθμὸν τῆς ἑκάστου ζωῆς τῆς ἐμφανοῦς τὸν δεύτερον χρόνον τίθεται. πλήθει δὲ ἀμήχανον ἀποκαλεῖ τὸν χρόνον τόν τε ἴδιον τῶν κινήσεων ἑκάστου καὶ τὸν κοινόν· παντοίας γὰρ οὗτος αὐτῶν ἀνακυκλήσεις συνείληφε καὶ παντοίους σχηματισμούς. πεποικιλμένον δὲ θαυμαστῶς διὰ τὰς χορείας αὐτῶν καὶ παραβολὰς καὶ τὴν ἐναρμόνιον κίνησιν καὶ τὴν τάξιν τῶν ἀποκαταστάσεων· τοιαῦται γὰρ αἱ πλάναι τῶν οὐρανίων, ἀπλανεῖς πλάναι τὸ ὅλον τοῦτο ὑπάρχουσαι καὶ ἀεὶ ἐν τέλει οὖσαι καὶ πρὸς ἓν σπεύδουσαι τέλος.

`3.91`

Ἔστι δὲ ὅμως οὐδὲν ἧττον κατανοῆσαι δυνατόν, ὡς ὅ γε τέλειος ἀριθμὸς χρόνου τὸν τέλειον ἐνιαυτὸν πληροῖ τότε, ὅταν ἁπασῶν τῶν ὀκτὼ περιόδων τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλὴν τῷ ταὐτοῦ καὶ ὁμοίως ὄντος ἀναμετρηθέντα κύκλῳ.

`3.92–3.94`

Μετὰ τὴν δημιουργικὴν ἀπογέννησιν τῶν σφαιρῶν καὶ τὴν τῶν ἑπτὰ σωμάτων πρόοδον καὶ τὴν ψύχωσιν αὐτῶν καὶ τὴν τάξιν, ἣν ἐνέθηκεν αὐτοῖς ὁ πατήρ, καὶ τὰς κινήσεις αὐτῶν τὰς ποικίλας καὶ τὰ μέτρα τὰ χρονικὰ τῆς ἑκάστων περιόδου καὶ τὰς διαφορὰς τῶν ἀποκαταστάσεων ἐπὶ τὴν μονάδα τοῦ χρονικοῦ πλήθους καὶ τὸν ἕνα ἀριθμόν, καθʼ ὃν μετρεῖται πᾶσα κίνησις, ὑφʼ οὗ περιέχεται πάντα τὰ ἄλλα μέτρα καὶ καθʼ ὃν ἀφορίζεται πᾶσα ἡ ζωὴ τοῦ κόσμου καὶ ἡ παντοία τῶν σωμάτων ἀνέλιξις καὶ ὁ βίος ὅλος κατὰ τὴν παντελῆ περίοδον, ἐπὶ δὴ τοῦτον τὸν ἀριθμὸν προελήλυθεν ὁ λόγος, ὃν οὐ χρὴ θεωρεῖν δοξαστικῶς, ἐπισυντιθέντα μυριάδας ἐπὶ μυριάσιν· εἰώθασι γὰρ οὕτω τινὲς λέγειν, λαμβάνοντες τὴν ἀκριβῆ τῆς σελήνης ἀποκατάστασιν καὶ τὴν ἡλιακὴν ὁμοίως καὶ ποιοῦντες τὴν ἑτέραν ἐπὶ τὴν λοιπὴν καὶ τὴν Ἑρμαϊκὴν ἐπὶ ταύτας καὶ τὴν Ἀφροδισιακὴν ἐπὶ τὰς τρεῖς καὶ τὴν Ἀρεϊκὴν ἐπὶ πάσας καὶ τὴν Δίιον ὁμοίως καὶ λοιπὴν τὴν Κρόνιον ἐπὶ ταύτας ὅλας καὶ τὴν τῆς ἀπλανοῦς ἐπὶ τὴν μίαν καὶ κοινὴν τῶν πλανωμένων ἀποκατάστασιν. οὕτω μὲν οὖν λέγουσιν, εἴπερ εἶεν οἱ ἀποκαταστατικοὶ χρόνοι πρῶτοι πρὸς ἀλλήλους οἱ προσβαλλόμενοι· εἰ δὲ μὴ πρῶτοι, λαβόντες τὸ κοινὸν μέτρον ὁρῶσι, κατὰ τίνας μετρεῖ τοῦτο ἀριθμοὺς ἑκάτερον τῶν δοθέντων ἀποκαταστατικῶν χρόνων, καὶ καθʼ ὃν μὲν τὸν ἐλάσσω μετρεῖ, τούτῳ πολλαπλασιάζουσι τὸν μείζονα, καθʼ ὃν δὲ τὸν μείζονα, τούτῳ τὸν ἐλάσσονα, καὶ ἔχουσι τὸν αὐτὸν ὑπʼ ἀμφοτέρων τῶν πολλαπλασιασμῶν κοινὸν τῆς ἀμφοτέρων ἀποκαταστάσεως χρόνον, ὅστις καὶ μετρεῖται ὑπὸ ἀμφοτέρων ἐκείνων. οὗτοι μὲν οὖν τοιαῦτα ἄττα φασίν. οὐ δεῖ δὲ τοῦτον αὐτὸν τρόπον μόνον ψιλῶς θεωρεῖν τὸν ὅλον ἐγκόσμιον χρόνον, ἀλλὰ τῷ νῷ καὶ τῇ διανοίᾳ καθορᾶν ἐπιστημονικῶς ἕνα ἀριθμὸν καὶ μίαν δύναμιν ἀνελιττομένην καὶ μίαν τελεσιουργὸν πρόοδον διατείνουσαν ἐπὶ πάντα τὸν βίον τοῦ κόσμου, καὶ τοῦτον προϊόντα τε εἰς τέλος καὶ ἀνακάμπτοντα ἐπʼ ἀρχὴν καὶ εἰς ἑαυτὸν συννεύοντα καὶ διὰ τοῦτο καὶ τὴν μετρουμένην κίνησιν ποιοῦντα κυκλικήν· ὥσπερ γὰρ ἡ μονὰς τὴν ἀπειρίαν ὁρίζει τοῦ ἀριθμοῦ καὶ προκαταλαμβάνει τὴν ἀοριστίαν τῆς δυάδος, οὕτω καὶ ὁ χρόνος μετρεῖ τὴν ὅλην κίνησιν καὶ τὸ τέλος αὐτῆς ἐπιστρέφει πρὸς τὴν ἀρχήν. διὸ καὶ ὁ ἀριθμὸς ἐπονομάζεται καὶ τέλειος· ἀριθμὸς γὰρ καὶ ὁ μὴν καὶ ὁ ἐνιαυτός, ἀλλʼ οὐ τέλειος· μόρια γάρ ἐστιν ἄλλων· ὁ δὲ τῆς τοῦ παντὸς περιόδου χρόνος τέλειος, ὅτι μόριόν ἐστιν οὐδενός, ἀλλʼ ὅλος, ἵνα μιμῆται τὸν αἰῶνα· πρώτως γὰρ ἡ ὁλότης ἐκεῖνος, ἀλλʼ ὃ μὲν τὴν ὁλότητα ὁμοῦ πᾶσαν ἐπιφέρει τοῖς οὖσιν, ὁ δὲ χρόνος μετὰ παρατάσεως· ἀνέλιξις γάρ ἐστιν ἡ ὁλότης ἡ χρονικὴ τῆς ἐν ἐκείνῳ συνεσπειραμένως μενούσης ὁλότητος. μετρεῖ δὴ οὖν ὁ ὅλος χρόνος ὁ ἐγκόσμιος τὴν μίαν ζωὴν τοῦ παντός, καθʼ ἣν πάντα συμπεραίνεται τὰ τάχη τῶν κύκλων τῶν τε οὐρανίων καὶ τῶν ὑπὸ σελήνην — εἰσὶ γὰρ καὶ ἐν τούτοις περίοδοι καὶ ἀποκαταστάσεις —, ἔχοντα κεφαλὴν τὴν ταὐτοῦ φοράν· ὡς γὰρ ἐπʼ ἀρχὴν ἐκείνην ἀνάγεται, διότι δὴ πασῶν ἐστιν ἁπλουστάτη· καὶ γὰρ αἱ ἀποκαταστάσεις θεωροῦνται πρὸς τὰ αὐτῆς σημεῖα, οἷον ὅτι πάντες ἀποκατέστησαν περὶ τὸ ἰσημερινὸν σημεῖον ἢ περὶ τὸ θερινὸν τροπικόν, ἤ, εἰ καὶ μὴ κατὰ τὸ αὐτὸ νοοῖτο ἡ συναποκατάστασις, ἀλλὰ πρὸς τὸ αὐτὸ οἷον ἀνατέλλον ἢ μεσουρανοῦν, πάντες ἔχουσι σχῆμα τοιόνδε πρὸς αὐτό· καὶ γὰρ νῦν πάντως ἐστὶ πάντων ἡ παροῦσα τάξις ἀποκατάστασίς τις, ἀλλʼ οὐ περὶ τὸ αὐτό, ἀλλὰ πρὸς τὸ αὐτὸ τῆς συσχηματίσεως ὁρωμένης, γέγονε δέ ποτε καὶ περὶ ταὐτὸν καὶ καθʼ ἕν τι σημεῖον, καθὸ πάλιν εἰ γένοιτο, τέλος ἕξει ὁ πᾶς χρόνος. καὶ ἔοικε μία τις μνημονεύεσθαι ἀποκατάστασις, διὸ καὶ λέγουσιν ὡροσκόπον εἶναι τοῦ κόσμου τὸν Καρκίνον, καὶ καλοῦσι τὸν ἐνιαυτὸν τοῦτον κυνικόν, διότι τῷ Καρκίνῳ συνανατέλλει τῶν ἀπλανῶν λαμπρὸς ἀστὴρ ὁ τοῦ Κυνός. πάλιν οὖν ἐὰν κατὰ ταὐτὸν τοῦ Καρκίνου σημεῖον συνδράμωσιν, ἔσται περίοδος αὕτη μία τοῦ παντός· ἐὰν δὲ Καρκίνῳ τῆς ἀποκαταστάσεως γενομένης περὶ τὸ ἰσημερινὸν ἄλλη γένηται πάλιν, οὐκ ἔσται αὕτη περίοδος — οὐ γὰρ ἀπὸ τοῦ αὐτοῦ πρὸς τὸ αὐτὸ γέγονεν —, ἀλλʼ ἡ ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς τὸ ἰσημερινὸν καὶ ἡ ἀπὸ τοῦ θερινοῦ εἰς τὸ θερινόν, καὶ ἴσος ὅδε ἀριθμὸς ἐκείνῳ καὶ ὁ χρόνος τῷ χρόνῳ· μία γάρ ἐστι περίοδος ἑκάτερος αὐτῶν καὶ ὥρισται κατὰ τὸ ποσὸν διὰ τὴν τάξιν τῶν κινουμένων. ταῦτα καὶ περὶ τοῦ ἑνὸς χρόνου τοῦ πάσας τὰς κινήσεις τὰς σωματικὰς μετροῦντος, ὥσπερ κόσμος μετρεῖ καὶ τὰς ψυχικάς, ὡς ὁ αἰὼν τὰς νοερὰς ζωάς. καὶ δῆλον ἐκ τῶν εἰρημένων, τίς τέ ἐστι καὶ πόθεν ὑφίσταται καὶ τίνα παρέχεται συντέλειαν τῷ παντί. πλὴν προσκείσθω τοῖς εἰρημένοις, ὅτι τοῦτον τὸν τέλειον ἀριθμὸν ἐκείνου τοῦ ἐν Πολιτείᾳ ῥηθέντος, ὃς τὴν παντὸς τοῦ θείου γενητοῦ περιλαμβάνει περίοδον, οἰητέον διαφέρειν, μερικώτερον ὄντα καὶ μόνων τῶν ὀκτὼ περιόδων ἀποκαταστατικόν· ἐκεῖνος γὰρ καὶ τῶν ἐν τοῖς ἀπλανέσι κινήσεων ἰδίων καὶ τῶν ἐν πᾶσιν ἁπλῶς τοῖς ἐν οὐρανῷ κινουμένοις ἀφανῶς ἢ ἐμφανῶς, θείοις γένεσιν ἢ μετὰ θεούς, καὶ τῶν ἐν τοῖς ὑπὸ σελήνην μακροπορωτέρων ἢ βραχυπορωτέρων περιόδων φορῶν τε καὶ ἀφοριῶν ἐστι περιληπτικός. διὸ καὶ τοῦ ἀνθρωπείου γένους τῆς περιόδου κύριός ἐστι.

Κατὰ ταῦτα δὴ καὶ τούτων ἕνεκα ἐγεννήθη τῶν ἄστρων ὅσα διʼ οὐρανοῦ πορευόμενα ἔσχε τροπάς, ἵνα τόδε ὡς ὁμοιότατον ᾖ τῷ τελείῳ καὶ νοητῷ ζῴῳ πρὸς τὴν τῆς διαιωνίας μίμησιν φύσεως. καὶ τὰ μὲν ἄλλα ἤδη μέχρι χρόνου γενέσεως ἀπείργαστο εἰς ὁμοιότητα ᾧπερ ἀπεικάζετο.

`3.95–3.96`

Ὅτι μὲν καὶ ὁ κόσμος τελειότερος γέγονε διὰ τῆς τοῦ χρόνου γενέσεως τὸ παντελὲς ζῷον μιμησάμενος κατὰ τὸ αἰώνιον καὶ ἡ γένεσις ὑπέστη διὰ τὴν τῶν ἑπτὰ κοσμοκρατόρων φοράν — ἀπὸ γὰρ ταύτης ἡ ποικιλία κατὰ τὴν γένεσιν ἀνεφάνη —, δῆλόν ἐστι διὰ τῶν προειρημένων. ἐκεῖνο δὲ λοιπὸν τῶν περὶ χρόνου σκεμμάτων ἄξιον παρὰ τοῦ Πλάτωνος λαμβάνειν, ὅτι καὶ αὐτὸς ἀνὰ λόγον τῇ ψυχῇ προελήλυθεν αἰώνιος ἅμα καὶ γενητός, ὥσπερ καὶ ἡ ψυχὴ τῶν τε ἀεὶ ὄντων ἐστὶ καὶ ἀρίστη τῶν γενομένων. κατὰ ταῦτα γὰρ καὶ ὁ χρόνος αἰώνιός τέ ἐστι καὶ γενητός, καθʼ ὅσον καὶ αὐτὸς συμμίγνυται ψυχαῖς καὶ σώμασι, καὶ καθʼ ὅσον πρόεισι καὶ φοιτᾷ διὰ πάντων τῶν δευτέρων, ἐπεὶ καὶ ἀριθμός ἐστι προϊὼν καὶ κύκλος, αὐτὸς δὲ καθʼ ἑαυτὸν μονάς ἐστι καὶ κέντρον· τοιαύτην γὰρ ὁ δημιουργὸς μεσότητα παρήγαγε τῶν τε ἀκινήτων καὶ τῶν κινουμένων κατὰ τὴν πρὸς ἑαυτὸν ὁμοίωσιν — μέσος γὰρ καὶ αὐτός ἐστι τῶν τε μεινάντων θεῶν καὶ τῶν προεληλυθότων — καὶ κατὰ τὴν πρὸς τὸ παράδειγμα ἀπεικασίαν, διότι δὴ κἀκεῖνο μέσον ἐστὶ τῶν τε νοητῶν καὶ νοερῶν, τοῦ τε αἰῶνος καὶ τοῦ ἀριθμοῦ, τῶν τε αἰωνίων θεῶν καὶ τῶν ἀϊδίων· μετέχει μὲν γὰρ τοῦ αἰῶνος, πρώτως δὲ μετέχει καὶ μονάς ἐστι τῶν νοητῶν ζῴων. διὰ δὴ ταῦτα καὶ ὁ κόσμος ἀΐδιος εἰς ἅπαντα τὸν χρόνον γεγονὼς ἀπείκασται πρὸς τὸ παράδειγμα τελέως· ὡς γὰρ ἐκεῖνο τὴν ὅλην ὑπεδέξατο τοῦ αἰῶνος δόσιν — πᾶν γὰρ τὸ πρώτως τινὸς μετέχον ὅλης αὐτοῦ μεταλαγχάνει τῆς δόσεως —, οὕτω δὴ καὶ ὁ κόσμος πρὸς τὸν ἅπαντα ζῇ χρόνον καὶ καθʼ ὅλον ζῇ τὸν τέλειον ἀριθμόν, διὸ δὴ καὶ ἀΐδιός ἐστι· πᾶν γὰρ τὸ τὴν ὅλην ἀνέλιξιν τοῦ χρόνου διαρκεῖν δυνάμενον ἀνώλεθρόν ἐστιν. ὅλος δέ ἐστι χρόνος ὁ τέλειος ἀριθμὸς τῆς τοῦ παντὸς ἀποκαταστάσεως, ὥσπερ ὑπέμνησται πολλάκις. ἔτι δὲ κἀκεῖνο ληπτέον ἀπὸ τῶν προειρημένων, ὅτι πολλοῦ δεῖ τοιοῦτον ὑπονοῆσαι τὸν χρόνον ὁ Πλάτων, οἷον οἱ ἀπὸ τῆς Στοᾶς ὑπέλαβον ἢ τῶν ἐκ τοῦ Περιπάτου πολλοί, οἳ μὲν κατʼ ἐπίνοιαν ψιλὴν αὐτὸν συνιστάντες ἀμενηνὸν καὶ ἔγγιστα τοῦ μὴ ὄντος — ἓν γὰρ ἦν τῶν παρʼ αὐτοῖς ἀσωμάτων ὁ χρόνος, ἃ δὴ καταπεφρόνηται παρʼ αὐτοῖς ὡς ἀδρανῆ καὶ οὐκ ὄντα καὶ ἐν ἐπινοίαις ὑφιστάμενα ψιλαῖς —, οἳ δὲ συμβεβηκὸς τῆς κινήσεως λέγοντες. ποίας κινήσεως; πότερον τῆς συνεχοῦς; ἀλλὰ πανταχοῦ ὁ χρόνος, ἡ δὲ κίνησις ἐν τοῖς κινουμένοις. ἀλλὰ πάσης; πολλοὶ οὖν οἱ χρόνοι. καὶ τίς αὐτῶν ἡ μονάς; πῶς δὲ καὶ τὸ ἀριθμητὸν τῆς κινήσεως; ἐν σχέσει γὰρ οὕτως ἔσται καὶ τῶν πρός τι ὁ χρόνος, καὶ τοῦ ἀριθμοῦντος οὐκ ὄντος οὐδὲ ὁ χρόνος ἔσται. ταῦτʼ οὖν ἅπαντα ἀνάξια ὄντα τῆς περὶ χρόνου θεωρίας ὁ Πλάτων κατιδὼν ἄνωθεν ἀπὸ τῶν νοητῶν καὶ νοερῶν θεῶν ὑφίστησι τὸν χρόνον ὑπερκόσμιον ὄντα νοῦν, συνέχοντα μὲν τὴν ψυχικὴν ζωὴν πᾶσαν, μετροῦντα δὲ τὰς ψυχικὰς καὶ σωματικὰς περιόδους, τελεσιουργοῦντα δὲ τὴν εἰς παράτασιν προϊοῦσαν αὐτῶν κίνησιν, καὶ ἀπὸ τῆς μονάδος ταύτης διαφόρους ὑφίστησι χρόνους κατά τε τριάδα καὶ ἑπτάδα καὶ τούτους πάντας περὶ ἕνα χρόνον παράγει τὸν μετροῦντα τὴν μίαν ζωὴν τοῦ παντός, καὶ τοσαύτην ἀξίαν ἀποδίδωσι τῷ χρόνῳ καὶ δύναμιν, ὥστε ὁμοιότερον διʼ αὐτοῦ πρὸς τὸ παράδειγμα ποιεῖ τὸν κόσμον καὶ ἕνεκα τῆς τούτου γενέσεως ἀπογεννᾷ καὶ ἥλιον καὶ τοὺς ἄλλους κοσμοκράτορας ὡς προκαλουμένους μὲν τὸν ἀφανῆ χρόνον καὶ ἐκφαίνοντας καὶ μεριζομένους αὐτὸν καὶ διαιροῦντας καὶ ἀεὶ ὡσαύτως συνελίσσοντας. ἐπειδὴ δὲ τὰ πλανητὰ διʼ οὐρανοῦ πορευόμενά φησιν ἐσχηκέναι τροπάς, ἐπεστήσαμεν, μήποτε τὴν τούτων κίνησιν ποικίλην οἴεται εἶναι, περὶ τὰ κέντρα μὲν τὰ ἑαυτῶν κινουμένων, καὶ κατὰ μῆκος δὲ καὶ κατὰ πλάτος καὶ κατὰ βάθος τρεπομένων αὐτῶν διὰ τοῦ οὐρανοῦ, τουτέστι διὰ τῶν οἰκείων σφαιρῶν, αἵ εἰσι τοῦ οὐρανοῦ μερίδες συμπληροῦσαι τὸν ὅλον οὐρανόν· οὐ γὰρ εἶπεν αὐτὰ «ἐν τῷ οὐρανῷ» φέρεσθαι ὡς ἂν τὸν αὐτὸν κατέχοντα τόπον, ἀλλὰ «διὰ τοῦ οὐρανοῦ», ὡς ἂν διὰ τῶν ἁψίδων κινούμενα καὶ ὅλα μεθιστάμενα κατὰ τόπον πρὸς τῷ ἀεὶ καὶ περὶ τὰ κέντρα τὰ ἑαυτῶν φέρεσθαι, ἵνʼ ἔχῃ μικτήν τινα κίνησιν, ὥσπερ δὴ καὶ ἔστι μέσα τῶν ἀπλανῶν τῶν ἀεὶ τὸν αὐτὸν κατεχόντων τόπον καὶ τῶν ὑπὸ σελήνην μὴ κινουμένων περί τι μέσον. ἤδη τοίνυν φανερόν, ὅτι κατʼ αὐτὸν ὁμόκεντροι μέν εἰσιν αἱ σφαῖραι πᾶσαι καὶ ἔχουσι κέντρον τῷ παντὶ ταὐτόν, ἡ δὲ φαινομένη τῶν κινήσεων ἀνωμαλία κατὰ τοὺς ἑπτὰ παρὰ τὴν αὐτῶν γίνεται τροπὴν παντοίως μεταβαλλόντων τὴν κίνησιν, προστιθέντων αὐτῶν, ἀφαιρούντων αὐτῶν, προποδιζόντων αὐτῶν, ὑψουμένων, προσγείων γιγνομένων ἄνευ τῶν μεμηχανημένων ἐπικύκλων· καὶ γὰρ οὐδενὸς τοιούτου πεποίηται μνήμην αὐτός, καὶ ἡ φύσις ἀπαιτεῖ τὸ μέσον πανταχοῦ. μέσον δὲ πάντων τῶν ὁμαλῶν καὶ τεταγμένων καὶ τῶν ἀνωμάλων καὶ ἀτάκτων ἐστὶν ὃ καὶ ἀνώμαλόν ἐστι καὶ τεταγμένον, οἷον δή ἐστι τὸ τῶν πλανωμένων τῆς κινήσεως εἶδος τὴν ἀνωμαλίαν ἀνταποδιδὸν κατά τινα τάξιν ἀεὶ τὴν αὐτὴν τοῦ τε τάχους καὶ τῆς βραδυτῆτος καὶ τῆς ἐπὶ τὰ αὐτὰ ἢ τὰ ἐναντία τροπῆς. εἰ δέ τινες ἢ ἐπικύκλοις ἐχρήσαντό τισιν ἢ ἐκκέντροις, ὁμαλεῖς ὑποθέμενοι κινήσεις, ἵνʼ ἔχοιεν εὑρίσκειν τοὺς ἀριθμοὺς τῶν κινήσεων κατʼ ἐπισύνθεσιν τούτων, ὧν οἱ ἐπίκυκλοι κινοῦνται καὶ οἱ ἔκκεντροι καὶ ὧν οἱ ἀστέρες ἐπʼ αὐτῶν, καλὴ μὲν ἡ ἐπίνοια καὶ ψυχαῖς ἐμπρέπουσα λογικαῖς, τῆς δὲ τῶν ὅλων ἄστοχοι φύσεως, ἧς μόνος ἀντελάβετο Πλάτων.

`3.97`

Τῷ δὲ μήπω τὰ πάντα ζῷα ἐντὸς αὑτοῦ γεγενημένα περιειληφέναι, ταύτῃ ἔτι εἶχεν ἀνομοίως. τοῦτο δὴ τὸ κατάλοιπον ἀπειργάζετο αὐτοῦ πρὸς τὴν τοῦ παραδείγματος ἀποτυπούμενος φύσιν.

`3.98`

Ὅτι μὲν ἀεὶ πρὸς τὸ αὐτοζῷον ἐξομοιῶν τὸν κόσμον ὅμως τὴν μνήμην αὐτοῦ πεποίηται τρίς, μονογενὲς ποιῶν τόδε τὸ πᾶν, αἰώνιον ἀποτελῶν, παντελὲς ἀπεργαζόμενος, δῆλον, καὶ εἰκότως· τὸ γὰρ αὐτοζῷον τρισὶ τούτοις χαρακτηρίζεται, τῷ μονογενεῖ, τῷ αἰωνίῳ, τῷ παντελεῖ· τρίτην γὰρ εἰληχὸς τάξιν ἐν τοῖς νοητοῖς τὸ μὲν μονογενὲς ἀπὸ τῆς πρώτης ἔχει, καθʼ ἣν τὸ ἓν ὄν, τὸ δὲ αἰώνιον ἀπὸ τῆς δευτέρας, καθʼ ἣν ὁ αἰών, τὸ δὲ παντελὲς ἀφʼ ἑαυτῆς. τί δὲ τὸ παντελές ἐστι τοῦτο, δεῖ μὴ παρέργως ἰδεῖν. τῆς τοίνυν ὁλότητος, ὥσπερ πολλάκις ὑπέμνησται, τριπλῆς οὔσης καὶ ἀπʼ αὐτῶν ἄνωθεν ἀρχομένης τῶν νοητῶν ἔδει καὶ τόνδε τὸν κόσμον εἰκόνα τοῦ καλλίστου τῶν νοητῶν ὄντα καθʼ ἑκάστην τούτων ὑποστῆναι τῶν ὁλοτήτων, κατὰ πρώτην μὲν τὴν πρὸ τῶν μερῶν, κατὰ δευτέραν δὲ τὴν ἐκ τῶν μερῶν καὶ διὰ ταύτης κατὰ τὴν λοιπήν. ἤδη μὲν οὖν αὐτὸν ὁ δημιουργὸς ἐκόσμησε κατὰ τὸ πρῶτον εἶδος τῆς ὁλότητος· γέγονε γὰρ ζῷον ἔμψυχον ἔννουν τὴν πρώτην, κοσμηθέντος μὲν τοῦ πλημμελῶς κινουμένου καὶ ἀτάκτως καὶ λαβόντος τάξιν, ψυχῆς δὲ ἐπιγενομένης καὶ νοῦ καὶ θείας ἑνώσεως. προϊὼν δὲ ὁ λόγος καὶ τὴν δευτέραν αὐτῷ δέδωκεν ὁλότητα τὴν ἐκ τῶν μερῶν, διττὰς περιφορὰς ὑποστήσας καὶ στοιχεῖα διʼ ἀναλογίας δεθέντα καὶ ψυχῆς κύκλους κατά τε μονάδα καὶ τριάδα καὶ τετράδα καὶ ἑπτάδα διατεταγμένους· ἐκ γὰρ τούτων ἁπάντων ὡς μερῶν ἐστι τὸ πᾶν, διότι ταῦτα τοῦ παντὸς ὡς παντός ἐστι συμπληρωτικά. ἐν δέ γε τοῖς προκειμένοις καὶ τὸ τρίτον εἶδος αὐτῷ δίδωσι τῆς ὁλότητος· δεῖ γὰρ καὶ ἑκάστην αὐτοῦ μοῖραν ὅλην γενέσθαι καὶ πάντα σχεῖν ἑαυτῇ οἰκείως, οὐρανίως μὲν τὸν οὐρανόν, ἀερίως δὲ τὸν ἀέρα, χθονίως δὲ τὴν γῆν· τοῦτο γὰρ τὸ ἐν τῷ μέρει ὅλον, καὶ διὰ τούτου μειζόνως ὁμοιοῦται πρὸς τὸ παράδειγμα τὸ πάντων ζῴων περιεκτικόν· ἔστι γὰρ καὶ ἐκεῖνο μονὰς καὶ ἀριθμός, καὶ δεῖ καὶ τὸν κόσμον πάντα ἐν αὑτῷ τὰ ζῷα σχεῖν, ἵνα προσόμοιος γένηται τελέως πρὸς τὴν παντότητα τοῦ παραδείγματος, μὴ μόνον τὰ ὅλα πληρώματα τοῦ κόσμου λαβὼν καὶ ὅλος ἐξ ὅλων ὑφιστάμενος, ἀλλὰ καὶ τὰ μερικὰ ζῷα, διʼ ὧν συμπεπλήρωται πᾶσα μερὶς τοῦ παντός, ἐν ἑαυτῷ περιλαβὼν καὶ πάσας τάξεις τὰς θείας τε καὶ δαιμονίας καὶ θνητάς· τελειοτάτη γὰρ πρὸς τὸ αὐτοζῷον ὁμοίωσις ἂν οὕτω γένοιτο τοῦ παντός. καὶ ἔστι τοῦτο τὸ δέκατον δῶρον εἰς τὸν κόσμον τοῦ δημιουργοῦ καὶ τὸ πάντων μέγιστον. καὶ οὐ τοῦτό φαμεν, ὅτι τὸν κόσμον ὁ δημιουργὸς ἐξ ἀνομοιότητος εἰς ὁμοίωσιν ἄγει πρὸς τὸ νοητόν — οὕτω γὰρ ἂν τὸ ἀτελὲς προηγεῖτο τοῦ τελείου κατὰ τὴν δημιουργικὴν ἀπογέννησιν —, ἀλλʼ ἡ τάξις αὐτὴν τὴν ἐν εἴδεσι προήγησιν καὶ κατʼ αἰτίαν προηγουμένην ἐπικράτειαν τῶν ἐνδιδομένων δευτέρων καὶ τρίτων ἀγαθῶν παραδίδωσιν, ἵνα πάντας τοὺς ἐξελιγμοὺς τῶν νοητῶν εἰδῶν ἀποτυπώσηται κατὰ δύναμιν ὁ κόσμος. ἐπεὶ οὖν τὸ παράδειγμα καὶ μοναδικὸν ἦν καὶ πάντων περιληπτικὸν τῶν νοητῶν ζῴων, δεῖ καὶ τὸν κόσμον μὴ μονογενῆ μόνον εἶναι καὶ ὅλον ἐξ ὅλων, ἀλλὰ καὶ πάντων τῶν αἰσθητῶν ζῴων περιεκτικόν.

ᾟπερ οὖν νοῦς ἐνούσας ἰδέας τῷ ὅ ἐστι ζῷον ὅσαι τε καὶ οἷαι καθορᾷ, τοσαύτας διενοήθη δεῖν καὶ τόδε σχεῖν.

`3.99–3.102`

Ἐνταῦθα δὴ οὖν ὁ περὶ τῆς ζῳογονίας λόγος πρόεισι πάσας τὰς μοίρας ἀναπληρῶν τοῦ παντὸς τοῖς οἰκείοις γένεσι τῶν ζῴων καὶ πάντα τὰ γένη κατακοσμῶν τοῖς οἰκείοις ἀριθμοῖς καὶ τοὺς ἀριθμοὺς ἅπαντας καθʼ ὁμοιότητα τοῦ παραδείγματος ἀπογεννῶν, καὶ ἡ τρίτη διὰ τῆς δημιουργίας ὁλότης ἐφήκει τῷ κόσμῳ, τοῖς ὅλοις τὰ μέρη συνυφαίνουσα καὶ ταῖς μονάσι τοὺς ἀριθμοὺς καὶ ἑκάστην μοῖραν τοῦ παντὸς κόσμον ποιοῦσα καὶ ὅλον τὸ ἐν μέρει καὶ πᾶν· καὶ γὰρ καὶ τοῦτο κατὰ τὴν πρὸς τὸ αὐτοζῷον ὁμοίωσιν ἔλαχεν ὁ κόσμος, διότι δὴ καὶ ἐκεῖνο καὶ μονάς ἐστιν ὁλοτελὴς καὶ ἀριθμὸς καὶ νοῦς νοητὸς παντέλειος καὶ πλήρωμα τῶν νοητῶν αἰτιῶν, ἃς αὐτὸς ἀπεγέννησεν ἐν αὑτῷ μενούσας διαιωνίας· ἄλλο γὰρ τὸ μένον ἐν τοῖς αἰτίοις ἐστὶ πλῆθος καὶ ἄλλο τὸ προϊὸν καὶ μεριζόμενον. ἐπεὶ καὶ αὐτὸς ὁ δημιουργὸς τὰ μὲν ἐν ἑαυτῷ γένη τῶν θεῶν ὑφίστησι, τὰ δὲ εἰς δευτέρας ἀφʼ ἑαυτοῦ καὶ τρίτας προάγει τάξεις, καὶ ὁ τούτου πατὴρ ἄλλα μὲν ἀπογεννᾷ τὰ παραδειγματικὰ τῆς δημιουργίας αἴτια τὰ μένοντα ἐν αὑτῷ, ἄλλα δὲ αὐτὰ τὰ δημιουργικὰ αἴτια τὰ προτεταγμένα τῶν ὅλων, καὶ ὁ προπάτωρ Οὐρανὸς τοὺς μὲν ἐν ἑαυτῷ κατέχει, τοῖς δὲ τὴν ἀφʼ ἑαυτοῦ δίδωσι διάκρισιν. καὶ δηλοῦσιν οἱ θεολόγοι ταῦτα μυστικοῖς ὀνόμασιν, ὅπου μὲν «κρύψιν», ὅπου δὲ «κατάποσιν» λέγοντες, ὅπου δὲ «τὴν ἐν τῷ μηρῷ τροφήν». πολλῷ δὴ πρότερον τούτων ὁ νοητὸς νοῦς, ὁ πατὴρ τῶν ὅλων, τὰς μὲν ἐν ἐκείνῳ γεννᾷ καὶ ἐκφαίνει τῶν αἰτιῶν, τὰς δὲ ἀφʼ ἑαυτοῦ προάγει καὶ ταῖς μεθʼ ἑαυτὸν τάξεσιν ἐφίστησι τῶν θεῶν, τὰ μὲν ἑνοειδῆ καὶ ὅλα καὶ παντελῆ κατέχων ἐντὸς τῆς ἑαυτοῦ περιοχῆς, τὰ δὲ πληθυόμενα καὶ μεριζόμενα διʼ ἑτερότητος εἰς ἑτέρας τάξεις προάγων. ἐπεὶ τοίνυν πᾶσα ἡ πατρικὴ τάξις τοῦτον ὑφίστησι τὸν τρόπον, εἰκότως καὶ ὅδε ὁ κόσμος, μίμημα ὢν τῶν νοητῶν τάξεων καὶ εἰς ἐκείνας ἀνηρτημένος, ἄλλην μὲν ἔχει τὴν πρὸ τῶν μερικῶν ζῴων παντότητα, ἄλλην δὲ τὴν ἀπʼ αὐτῶν συμπληρουμένην, καὶ μετὰ τῆς προτέρας ὑποδέχεται καὶ τὴν δευτέραν, ἵνα ὁμοιότατος ᾖ καὶ πρὸς τὴν δημιουργικὴν καὶ πρὸς τὴν παραδειγματικὴν αἰτίαν. καὶ τοῦτο μὲν οὕτως. αὐτὸ δὲ τὸ ὅ ἐστι ζῷον εἴρηται μὲν καὶ πρότερον τί ἐστιν, ὥς γε ἡμεῖς οἰόμεθα, λεγέσθω δὲ καὶ νῦν, ὅτι τοῦ νοητοῦ πλάτους τὸ μέν ἐστιν ἀκρότατον καὶ ἡνωμένον καὶ κρύφιον, τὸ δὲ δύναμις ἐκείνου καὶ προϊὸν ἅμα καὶ μένον, τὸ δὲ ἐκφῆναν ἑαυτὸ διʼ ἐνεργείας καὶ τὸ πλῆθος ἐν αὑτῷ δεῖξαν τὸ νοητόν. καὶ τούτων τὸ μὲν ὄν ἐστι νοητόν, τὸ δὲ ζωὴ νοητή, τὸ δὲ νοῦς νοητός. ἀλλʼ οὔτε τὸ ὂν αὐτὸ τὸ πρώτιστον αὐτοζῷον εἶναι δυνατόν· οὐ γάρ ἐστιν ἐκεῖ πλῆθος οὐδὲ τετρὰς ἰδεῶν, ἀλλὰ διὰ τὴν μόνωσιν αὐτοῦ καὶ τὴν ἄφραστον ἕνωσιν ἓν ὂν ὑπὸ τοῦ Πλάτωνος προσηγόρευται, καὶ ὅλως τὸ μὲν αὐτοζῷον αἰῶνος λέγεται μετέχειν, ἐκεῖνο δὲ οὐδενὸς μετέχει, πλὴν εἰ τοῦ ἑνὸς λέγοι τις, ὃ δὴ καὶ αὐτὸ πάντως ἐπιστάσεως ἄξιον· μήποτε γὰρ τὸ μὲν ὑπὲρ αὐτὸ κρεῖττον καὶ ταύτης τῆς προσρήσεως, αὐτὸ δέ ἐστι τὸ πρώτως ὃ οὐ κατὰ μέθεξίν ἐστι τοιοῦτον. οὔτʼ οὖν τὸ ὂν αὐτὸ τὸ αὐτοζῷον εἶναι δυνατὸν διὰ τὰς εἰρημένας αἰτίας οὔτε τὴν ζωὴν τὴν νοητήν· τὸ γὰρ ζῷον δεύτερόν ἐστι τῆς ζωῆς καὶ κατὰ μετουσίαν ζωῆς λέγεται ζῷον, ὅλως δέ, εἰ τὸ αὐτοζῷον δεύτερον ἦν, ὁ αἰὼν τὸ ὄν. ἀλλʼ ἀδύνατον· ἄλλο γὰρ τὸ ἓν ὂν καὶ ἄλλο τὸ ἀεὶ ὄν· τὸ μὲν μονὰς τοῦ ὄντος, τὸ δὲ δυὰς μετὰ τοῦ ὄντος ἔχουσα τὸ ἀεὶ συμπεπλεγμένον, καὶ τὸ μὲν τοῦ εἶναι πᾶσιν αἴτιον, τὸ δὲ τῆς κατὰ τὸ εἶναι διαμονῆς. εἰ τοίνυν μήτε αὐτὸ τὸ ἓν ὄν ἐστι μήτε τὸ μετʼ αὐτό — τοῦτο γὰρ ὁ αἰών, ἡ νοητὴ δύναμις καὶ ἡ ἄπειρος ζωὴ καὶ ἡ ὁλότης αὐτή, καθʼ ἣν ὁμοῦ τὸ ὅλον ἐστὶν ἕκαστον τῶν θείων —, ἀνάγκη τρίτον εἶναι λοιπὸν τὸ αὐτοζῷον· καὶ γὰρ ἀνάγκη καὶ νοῦν εἶναί πῃ τὸ αὐτοζῷον, εἴπερ καὶ ἡ εἰκὼν αὐτοῦ πάντως μετʼ αἰσθήσεως, νοῦ δὲ εἰκὼν ἡ αἴσθησις· ὥστε καὶ ἐν ἐκείνῳ πρώτως ὁ νοῦς, ὅ ἐστι πρώτως ζῷον· ὥστε εἰ δεύτερόν ἐστι τῆς ζωῆς, ἐξ ἀνάγκης κατὰ τὸν νοητὸν ὑφέστηκε νοῦν· νοητὸν γὰρ ὂν καὶ ζῷον, ὡς αὐτὸς εἶπε, τῶν νοουμένων κάλλιστον καὶ μονογενὲς ταύτην ἂν ἔχοι τὴν τάξιν· πάντα γὰρ τὰ μετὰ τοῦτο τὸ εἶδος μετʼ ἄλλων τε παράγεται καὶ τῆς παντότητος ἀπολείπεται τῆς νοητῆς. ἔστιν ἄρα τὸ αὐτοζῷον νοῦς νοητός, περιέχων τὰς νοερὰς διακοσμήσεις τῶν θεῶν ἐν ἑαυτῷ καὶ συναγωγὸς αὐτῶν καὶ ἑνοποιὸς καὶ τελεσιουργός, πέρας μὲν ὢν τῶν νοητῶν τὸ κάλλιστον, τὴν δὲ ἡνωμένην αὐτῶν καὶ ἄγνωστον αἰτίαν ἐκφαίνων τοῖς νοεροῖς, ἐγείρων μὲν ἑαυτὸν πρὸς ἰδέας καὶ δυνάμεις παντοίας, παράγων δὲ πάσας τὰς δευτέρας τάξεις τῶν θεῶν. διὸ δὴ καὶ Ὀρφεὺς Φάνητά τε τὸν θεὸν τοῦτον προσηγόρευσεν ὡς ἐκφαίνοντα τὰς νοητὰς ἑνάδας καὶ ζῴων αὐτῷ μορφὰς ἀνέθηκεν ὡς ἐν αὐτῷ τῆς πρώτης αἰτίας τῶν νοητῶν ζῴων ἐκφανείσης καὶ ἰδέας πολυειδεῖς ὡς τῶν νοητῶν ἰδεῶν πρώτως περιληπτικῷ, καὶ κληῖδα νόου προσειπὼν κλεῖν αὐτὸν ἐκάλεσε τοῦ νοῦ, διότι περατοῖ πᾶσαν τὴν νοητὴν οὐσίαν καὶ συνέχει τὴν νοερὰν ζωήν. πρὸς δὴ τοῦτον τὸν τοσοῦτον θεὸν ὁ δημιουργὸς ἀνήρτηται τοῦ παντὸς νοῦς μὲν καὶ αὐτὸς ὤν, ὥσπερ εἴπομεν πρότερον, ἀλλὰ νοερὸς νοῦς ὡς νοῦ διαφερόντως αἴτιος. διὸ καὶ ὁρᾶν λέγεται τὸ αὐτοζῷον· ἴδιον γὰρ τὸ ὁρᾶν τῶν νοερῶν θεῶν, ἐπεὶ τόν γε νοητὸν νοῦν καὶ ἀνόμματον ὁ θεολόγος προσηγόρευσε· λέγει γοῦν περὶ αὐτοῦ·

  
ποιμαίνων πραπίδεσσιν ἀνόμματον ὠκὺν Ἔρωτα·  
ἔστι γὰρ αὐτοῦ καὶ τὸ ἐνέργημα νοητόν. νοῦς δὲ ὁ δημιουργὸς ὢν οὐκ ἔστι τῶν μετεχομένων, ἵνα τῶν ὅλων ᾖ δημιουργὸς καὶ ἵνα δύνηται πρὸς τὸ αὐτοζῷον ὁρᾶν· ἀμέθεκτος δὲ ὢν ὄντως νοερός ἐστι νοῦς, καὶ διὰ μὲν τῆς ἁπλῆς νοήσεως συνήνωται πρὸς τὸ νοητόν, διὰ δὲ τῆς ποικίλης εἰς ἀπογέννησιν σπεύδει τῶν δευτέρων. ἐκείνην μὲν αὐτοῦ τὴν νόησιν ὅρασιν προσείρηκεν ὁ λόγος, ὡς ἀπλήθυντον καὶ ὡς τῷ νοητῷ φωτὶ καταλαμπομένην, τὴν δὲ δευτέραν ἐνέργειαν διανόησιν, ὡς διὰ τῆς ἁπλῆς νοήσεως προϊοῦσαν καὶ εἰς ἀπογέννησιν τῶν δημιουργικῶν ἔργων προχωροῦσαν. καὶ ὁ μὲν Πλάτων ὁρᾶν αὐτὸν εἰς τὸ αὐτοζῷον εἶπεν, ὁ δὲ Ὀρφεὺς καὶ ἐπιπηδᾶν αὐτῷ καὶ καταπίνειν δειξάσης μέντοι τῆς Νυκτός· ἀπὸ γὰρ ταύτης νοητῆς οὔσης ἅμα καὶ νοερᾶς ὁ νοερὸς νοῦς συνάπτεται πρὸς τὸ νοητόν. καὶ οὐ διὰ τοῦτο φαίης ἂν εἰς τὸ ἔξω ἑαυτοῦ τὸν δημιουργὸν βλέπειν — οὐ γὰρ θέμις αὐτῷ —, πρὸς δὲ ἑαυτὸν ἐστραμμένον καὶ εἰς τὴν ἐν αὑτῷ πηγὴν τῶν ἰδεῶν καὶ πρὸς τὴν μονάδα συνάπτεσθαι τῶν παντοίων εἰδητικῶν διακόσμων·

οὐ γὰρ ἄνευ νόος ἐστὶ νοητοῦ καὶ τὸ νοητόν

`3.103–3.104`

οὐ νοῦ χωρὶς ὑπάρχει κατὰ τὸ λόγιον. ὅπου δὲ καὶ τὴν ἡμετέραν ψυχὴν εἰς ἑαυτὴν ὁρῶσαν τὰ πάντα γιγνώσκειν φαμὲν καὶ οὐκ ἔστιν ἔξω αὐτῆς τὰ πρὸ αὐτῆς, πῶς οὐχὶ μειζόνως ὁ δημιουργικὸς νοῦς ἑαυτὸν νοῶν τὸν νοητὸν θεᾶται κόσμον; ἔστι μὲν γὰρ καὶ ἐν αὐτῷ τὸ αὐτοζῷον, ἀλλʼ οὐ μοναδικῶς, ἀλλὰ κατά τινα θεῖον ἀριθμόν, διὸ καὶ καταπίνειν λέγεται τὸν νοητόν, ὡς εἴπομεν, ἐκεῖνον θεὸν αὐτὸς νοερὸς ὢν παρὰ τοῖς θεολόγοις ὡς ἑνούμενος τούτῳ, καὶ τὸ νοητὸν πᾶν καὶ αἱ εἰδητικαὶ διαιρέσεις καὶ ὁ νοητὸς ἀριθμός· ἃ καὶ ὁ Πλάτων ἐνδεικνύμενος ὅσας καὶ οἵας ἐπωνόμασεν αὐτοῦ τὰς ἰδέας, τῷ μὲν τὰς ἰδιότητας τῶν αἰτίων δηλῶν, τῷ δὲ τὴν κατʼ ἀριθμὸν διάκρισιν. εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὐ χρὴ τὴν ἀπειρίαν τῶν εἰδῶν ἐν τοῖς νοητοῖς ὑποτίθεσθαι, καθάπερ λέγουσί τινες — τὸ γὰρ ὡρισμένον τοῦ ἀορίστου ταῖς ἀρχαῖς οἰκειότερον, ὡς καὶ ὁ Πλάτων ἐνδείκνυται —, καὶ ἀεὶ τὰ πρῶτα τῷ ποσῷ μὲν εἶναι συνεσταλμένα, τῇ δὲ δυνάμει διαφέροντα τῶν μετὰ ταῦτα καὶ ἀπʼ αὐτῶν προϊόντων, ἀλλʼ οὐδὲ λέγειν, ὅτι οἱ τὸ αὐτοζῷον τοῦ δημιουργοῦ διορίζοντες ἔξω ποιοῦσι τοῦ νοῦ τὸ νοητόν· οὐ γὰρ καταδεέστερον τοῦ ὁρῶντος ποιοῦμεν τὸ ὁρώμενον, ἵνα ἔξω ᾖ, ἀλλὰ πρὸ αὐτοῦ. τὰ δὲ θειότερα νοητὰ ὑπὸ τῶν κοιλοτέρων ὡς ἐν αὐτοῖς ὄντα νοεῖται· ὅπου γε καὶ ἡ ψυχὴ εἰς ἑαυτὴν εἰσιοῦσα πάντα εὑρίσκειν λέγεται τὰ ὄντα, θεόν τε καὶ φρόνησιν, φησὶν ὁ Σωκράτης, καὶ πρὸ τοῦ δημιουργοῦ τοίνυν τὸ αὐτοζῷον καὶ οὐκ ἔξω αὐτοῦ, κἀκεῖ μὲν ὁλικῶς πάντα καὶ νοητῶς, ἐν τῷ δημιουργῷ δὲ νοερῶς καὶ διῃρημένως· ἐν τούτῳ γὰρ ἡλίου καὶ σελήνης αἴτια προϋφέστηκε διωρισμένα καὶ οὐ μόνον ἡ μία τῶν οὐρανίων θεῶν ἰδέα πάντων ὑποστατικὴ τῶν οὐρανίων γενῶν· ὅθεν καὶ τὰ λόγια τὰς δημιουργικὰς ἰδέας σμήνεσσιν ἐοικυίας φέρεσθαι λέγει

  
ῥηγνυμένας κόσμου περὶ σώμασι·  
τὴν γὰρ ὁλικὴν αὐτῶν ἐν τῷ νοητῷ διάκρισιν ἀνείλιξεν εἰς πᾶν τὸ δημιουργικὸν πλῆθος ὁ θεῖος νοῦς. ταῦτα μὲν οὖν ὥσπερ πορίσματα ληπτέον. Εἰρημένων δὲ τούτων ἄξιον ἱστορῆσαι καὶ τὰς τῶν παλαιοτέρων δόξας ὅσαι καινότερον ἐπικεχείρηνται περὶ τήνδε τὴν λέξιν. Ἀμέλιος μὲν οὖν τὴν τριάδα τῶν δημιουργικῶν νόων ἀπὸ τούτων μάλιστα συνίστησι τῶν ῥημάτων, τὸν μὲν πρῶτον «ὄντα» καλῶν ἀπὸ τοῦ ὅ ἐστι ζῷον, τὸν δὲ δεύτερον «ἔχοντα» ἀπὸ τοῦ ἐνούσας — οὐ γὰρ ἔστιν ὁ δεύτερος, ἀλλʼ εἴσεισιν ἐν αὐτῷ —, τὸν δὲ τρίτον «ὁρῶντα» ἀπὸ τοῦ καθορᾶν, καίτοι τοῦ Πλάτωνος ἐν τῷ ὅ ἐστι ζῷον εἶναι τὰς ἰδέας εἰπόντος καὶ οὐκ ἄλλο μὲν εἶναι τὸ αὐτοζῷον, ἄλλο δὲ τὸ ἐν ᾧ ἔνεισιν αἱ ἰδέαι τῶν ζῴων, ὥστε οὐκ ἄλλος ἐστὶν ὁ ὢν τοῦ ἔχοντος, εἴπερ ὃ μέν ἐστι τὸ ὅ ἐστι ζῷον, ὃ δὲ ἐν ᾧ ἔνεισιν αἱ ἰδέαι. Νουμήνιος δὲ τὸν μὲν πρῶτον κατὰ τὸ ὅ ἐστι ζῷον τάττει καί φησιν ἐν προσχρήσει τοῦ δευτέρου νοεῖν, τὸν δὲ δεύτερον κατὰ τὸν πρῶτον νοῦν καὶ τοῦτον αὖ ἐν προσχρήσει τοῦ τρίτου δημιουργεῖν, τὸν δὲ τρίτον κατὰ τὸν διανοούμενον. ταῦτα δὲ ὅτι μὲν ἔχει τινὰς καθʼ ἑαυτὰ διαφοράς, πρόδηλον, οὐχ οὕτω δὲ διῄρηται νῦν ὑπὸ τοῦ Πλάτωνος, ὥστε ἕτερον μὲν εἶναι τὸν νοοῦντα νοῦν, ἕτερον δὲ τὸν διανοούμενον· οὐ γὰρ ἀντιδιαιρεῖ τὰς ἐνεργείας ὁ Πλάτων τοῖς ἐνεργοῦσιν· ἀπὸ γὰρ τῶν ἐνεργούντων αἱ ἐνέργειαι, μᾶλλον δὲ ἐπὶ τῶν θείων οὐσιῶν σύνδρομοι πρὸς τὰς οὐσίας. τὸ δὲ διενοήθη καὶ τὸ καθορᾷ τοῦ δημιουργικοῦ νοῦ πρὸς τὸ παρὸν ὡς ἐνεργήματα παραλαμβάνεται. πολλοῦ ἄρα δεῖ ταῦτα ἀντιδιαιρεῖσθαι πρὸς αὐτόν, ἃ σύνδρομά ἐστι πρὸς τὴν ὑπόστασιν αὐτοῦ. πρὸς μὲν οὖν τούτους καὶ ὁ θεῖος Ἰάμβλιχος ἱκανῶς ἀντείρηκε προστιθείς, ὅτι καὶ τὰς διακρίσεις τῶν θείων οὐ τοιαύτας ὁ Πλάτων πεποίηται, οἵας οὗτοι λέγουσιν, ἔν τε Σοφιστῇ καὶ Φιλήβῳ καὶ Παρμενίδῃ, ἀλλὰ διωρισμένους περὶ ἑκάστης ἐκεῖ τάξεως ἀποδέδωκε λόγους καὶ διεῖλε τὰς ὑποθέσεις ἀπʼ ἀλλήλων, χωρὶς μὲν τὴν περὶ τοῦ ἑνός, χωρὶς δὲ τὴν περὶ τοῦ ὅλου, καὶ ἐφεξῆς ὁμοίως ἑκάστην τοῖς οἰκείοις περιγράφων ἀφορισμοῖς. ἡμεῖς δέ — οὐδὲ γὰρ τοῦτο πρόκειται τὰς τῶν ἄλλως εἰπόντων δόξας διελέγχειν — ἀναμνήσαντες ἡμᾶς αὐτούς, ὅτι τὰ εἰρημένα ταῦτά ἐστι· τί τὸ παράδειγμα τὸ ἓν καὶ τὸ νοητόν; τίς ὁ ὅλος δημιουργός; τίς ἡ ἕνωσις ἀμφοτέρων; κατίδωμεν, ὅπως ἐφεξῆς καὶ τὸ πλῆθος τῶν παραδειγμάτων καὶ τὰς πολλὰς δημιουργίας παραδίδωσιν ὁ λόγος.

Εἰσὶ δὲ δὴ τέτταρες, μία μὲν οὐρανίων θεῶν γένος, ἄλλη δὲ πτηνὸν καὶ ἀεροπόρον, τρίτη δὲ ἔνυδρον εἶδος, πεζὸν δὲ καὶ χερσαῖον τέταρτον.

`3.105–3.112`

Ὥσπερ οὖν ἐπʼ αὐτῆς τῆς δημιουργικῆς νοήσεως ἡγεῖται τοῦ νοεροῦ πλήθους ἡ μονὰς καὶ ὡς ἐπὶ τοῦ παραδείγματος προϋπάρχει τοῦ ἀριθμοῦ τὸ ἑνιαῖον εἶδος, οὕτω δὴ καὶ ὁ λόγος ὁ τῶν θείων ἐξηγητὴς τὴν τῶν πραγμάτων ἀπεικονιζόμενος φύσιν, ὧν ἐστιν ἄγγελος, πρῶτον μὲν ἀθρόως καὶ κατʼ ἐνθουσιαστικὴν ἐπιβολὴν ὅλον περιλαμβάνει τὸ γνωστόν, ἔπειτα ἀναπτύσσει τὸ συνεσπειραμένον καὶ ἀνελίσσει τὴν μίαν νόησιν διὰ τῶν λόγων καὶ τὸ ἡνωμένον διαιρεῖ κατʼ αὐτὴν τὴν τῶν πραγμάτων φύσιν, ποτὲ μὲν τὴν ἕνωσιν αὐτῶν, ποτὲ δὲ τὴν διάκρισιν ἑρμηνεύων, ἐπειδήπερ ἑκάτερον ἅμα περιλαμβάνειν οὐ πέφυκεν οὐδὲ οἷός τέ ἐστι. τοῦτο δὴ οὖν καὶ ὁ τοῦ Πλάτωνος λόγος πεπονθὼς πρῶτον μὲν ἐνθέως τὸν ὅλον ἀριθμὸν ἐξέφηνε τῶν νοητῶν ἰδεῶν, ἔπειτα τὰς ἐν αὐτῷ προόδους κατεμέρισεν· ἐκεῖ γὰρ τὸ πλῆθός ἐστι τὸ νοητὸν ἐκφανές, ὅπου καὶ αἱ πρώτισται τῶν ἰδεῶν μονάδες. καὶ τοῦτο μὲν ὅτι Πλατωνικόν ἐστιν ἔθος, διὰ πολλῶν ὑπέμνησται καὶ πρότερον, οἷον ἐκ τοῦ γέγονεν, ἐκ τοῦ ἀγαθὸς ἦν, ἐκ τοῦ ἕνα, ἐκ πάντων τῶν προειρημένων. ἀπὸ δὲ τῶν λόγων ἐπὶ τὰ πράγματα μεταβάντες κατίδωμεν πρῶτον μέν, τίς ἡ τετρὰς αὕτη τῶν ἰδεῶν καὶ πόθεν οὗτος ὁ ἀριθμός; ἔπειτα τίνες αἱ τέτταρες ἰδέαι καὶ πῶς εἰσιν ἐν τῷ αὐτοζῴῳ, πότερον ὡς συμπληροῦσαι διʼ ἑαυτῶν τὸ ἐκείνου παντελὲς ἢ ἄλλως πως; διὰ γὰρ τούτων τῶν σκεμμάτων καθʼ ὁδὸν ἰόντες εὑρήσομεν τὴν ἔνθεον τοῦ Πλάτωνος ἐπιβολήν. δεῖ δὴ πάλιν ἐπὶ τὰς εἰρημένας ἀποδείξεις ἀναδραμεῖν, ἐν αἷς ἐλέγομεν, ὅτι τῆς πρωτίστης καὶ ἡνωμένης καὶ ἁπλουστάτης τῶν θεῶν νοητῆς οὐσίας ἄνωθεν ἀπὸ τῆς ἑνάδος τῶν ἑνάδων προϊούσης κατὰ δή τινα τρόπον ἄρρητον καὶ ἄληπτον τοῖς πᾶσι τὸ μέν ἐστι πρώτιστον καὶ κρύφιον καὶ πατρικόν, τὸ δὲ δεύτερον καὶ μία δύναμις τῶν ὅλων καὶ ἀπερίληπτον μέτρον, τὸ δὲ τρίτον εἰς ἐνέργειαν προελθὸν καὶ παντοίας δυνάμεις καὶ ἅμα πατρικόν τε καὶ ποιητικὸν ὑφεστηκός. καὶ τὸ μὲν μονάς, ὅτι δὴ κορυφὴ παντός ἐστι τοῦ νοητοῦ πλάτους καὶ αἰτία καὶ πηγὴ τῶν θείων ἀριθμῶν, τὸ δὲ δυάς· καὶ γὰρ μένει καὶ πρόεισιν ὡς ἐν νοητοῖς γένεσι καὶ τὸ ἀεὶ μετὰ τοῦ ὄντος ἔχει συμπεπλεγμένον. τὸ δὲ νῦν ζητούμενον ἡ τετρὰς ἡ πᾶσαν μὲν ὑποδεξαμένη τὴν κρύφιον τῆς μονάδος αἰτίαν, ἐκφήνασα δὲ ἐν ἑαυτῇ τὴν ἀνεκφοίτητον ἐκείνης δύναμιν· ὅσα γὰρ ἦν ἐν τῇ μονάδι πρώτως καὶ ἑνιαίως καὶ ἀνεκφοιτήτως, ταῦτα ἡ τετρὰς ἔδειξε διῃρημένως καὶ κατʼ ἀριθμὸν ἤδη διαστήσασα καὶ κατὰ τὴν εἰς τὰ δεύτερα ποίησιν. ἐπειδὴ δὲ τὸ τρίτον ἔχει μὲν καὶ τὴν αὑτῷ πρέπουσαν τάξιν, μετέχει δὲ καὶ τῶν πρὸ αὑτοῦ πάντως αἰτίων, οὐ μόνον ἐστὶ τετράς, ἀλλὰ καὶ πρὸ τῆσδε μειζόνως μονάς τε καὶ δυάς, καὶ ὡς μὲν μονὰς πατρικὴν ἔλαχεν ὑπεροχήν, ὡς δὲ δυὰς ποιητικὴν καὶ γόνιμον. καθὸ μὲν οὖν αὐτοζῷον ἀποκαλεῖται, μονάς ἐστι τῆς τῶν ζῴων ἁπάντων φύσεως, τῶν τε νοερῶν καὶ ζωτικῶν καὶ σωματικῶν, καθὸ δὲ τοῦ τε ἄρρενός ἐστιν ἅμα καὶ τοῦ θήλεος περιεκτικόν, δυάς ἐστι· ταῦτα γὰρ ἐν πάσαις τάξεσι τῶν ζῴων οἰκείως ἐστίν, ἄλλως μὲν ἐν θεοῖς, ἄλλως δὲ ἐν δαίμοσιν, ἄλλως δὲ ἐν θνητοῖς, καὶ δεῖ προάρχειν αὐτῶν τὰς πρώτας ἑνάδας ἐν τῇ μιᾷ τοῦ ζῴου περιοχῇ. καθὸ δὲ ἐκ τῆς δυάδος ταύτης τὰς τέτταρας ἐν ἑαυτῷ τῶν ζῴων ἰδέας ὑπεστήσατο, τετράς· κατὰ γὰρ ταύτας τὰς ἰδέας ἡ τετραμερὴς δημιουργία προελήλυθε, καὶ ἡ πρώτη ποιητικὴ τῶν ὅλων αἰτία τετράς ἐστι. ταύτην οὖν ὁ Πλάτων τὴν τετραδικὴν δύναμιν τοῦ παραδείγματος ἀναδιδάσκων καὶ τὰς ἑνικωτάτας ἰδέας τῶν ἐγκοσμίων τέτταρας αὐτὰς εἶναί φησιν ὑφʼ ἑνὸς τοῦ αὐτοζῴου περιεχομένας· ἔστι μὲν γὰρ ἐκεῖ καὶ ἡ μία ἰδέα, τὸ αὐτοζῷον, ἔστι δὲ καὶ ἡ δυάς, τὸ θῆλυ καὶ τὸ ἄρρεν, εἰ δὲ βούλει καὶ ὡς αὐτὸς διεῖλε γένη τε ἔχον καὶ εἴδη· κέκληκε γὰρ γένη τὸ νοερὸν μὲν καὶ ἀεροπόρον, τὰς δύο ἰδέας, εἴδη δὲ τὰς λοιπάς, ὡς ἐκείνων ὑφειμένας. ἔστι δὲ καὶ ἡ τετρὰς καὶ μέχρι ταύτης τὰ νοητὰ εἴδη· κατὰ ταύτην γὰρ ἀφωρίζετο τὸ πέρας τῶν νοητῶν. ἐντεῦθεν δὲ ἤδη καὶ ἐπʼ ἄλλους πρόεισι διακόσμους κατʼ ἄλλον καὶ ἄλλον ἀριθμόν· οἰκεῖος γάρ ἐστι καθʼ ἑκάστην τάξιν ἀριθμός, καὶ ὁ μὲν ἐλάττων ὁλικωτέρων ἐστὶν ἰδεῶν περιεκτικός, ὁ δὲ πεπληθυσμένος μερικωτέρων, ἐπειδὴ τὰ θειότερα τῷ ποσῷ συνεσταλμένα δύναμιν ὑπερφέρουσαν ἔχει, καὶ τὰ τῶν δευτέρων εἴδη πληθύνεται μᾶλλον τῶν πρὸ αὐτῶν, τὰ μὲν νοερὰ τῶν νοητῶν, τὰ δὲ ὑπερκόσμια τῶν νοερῶν, τὰ δὲ ἐγκόσμια τῶν ὑπερκοσμίων. ταῦτα γοῦν ἐστι τὰ εἰς τὸν ἔσχατον ἀφικόμενα μερισμόν, ὥσπερ τὰ νοητὰ τὴν ἀκροτάτην ἕνωσιν καταδεξάμενα· πᾶσα γὰρ πρόοδος ἐλαττοῖ μὲν τὴν δύναμιν, αὔξει δὲ τὸ πλῆθος. εἰ μὲν οὖν περὶ νοερᾶς τινος τάξεως ἐποιεῖτο τὸν λόγον ὁ Τίμαιος, ἄλλον ἂν εἶπεν ἀριθμόν, οἷον ἑβδομαδικὸν ἢ δεκαδικόν. ἐπειδὴ δὲ περὶ τῆς νοητῆς αἰτίας τῶν ἰδεῶν τῆς περιεχούσης πάντα ὅσα νοητὰ ζῷα, τέτταρας εἶναί φησι τὰς πρώτας ἰδέας· ἐκεῖ γὰρ ἡ τετράς, ἀπὸ τῆς μονάδος προελθοῦσα τῆς νοητῆς καὶ πληροῦσα τὴν δεκάδα τὴν δημιουργικήν· πρόεισι γὰρ ὁ θεῖος ἀριθμός, ὥς φησιν ὁ Πυθαγόρειος εἰς αὐτὸν ὕμνος,

  
μουνάδος ἐκ κευθμῶνος ἀκηράτου, ἔστʼ ἂν ἵκηται  
  
τετράδα ἐπὶ ζαθέην· ἣ δὴ τέκε μητέρα πάντων,  
  
πανδοχέα, πρέσβειραν, ὅρον περὶ πᾶσι τιθεῖσαν,  
  
ἄτροπον, ἀκαμάτην· δεκάδα κλείουσί μιν ἁγνήν·  
μονάδα μὲν ἀκήρατον λέγων καὶ κευθμῶνα τῆς μονάδος τὴν ἑνοειδῆ καὶ κρύφιον τοῦ ἑνὸς ὄντος αἰτίαν, τετράδα δὲ ζαθέην τὴν τοῦ νοητοῦ πλήθους ἔκφανσιν, ἣν ἡ δυὰς ἐξέφηνεν ἡ μέση τῆς τε μονάδος καὶ τετράδος, δεκάδα δὲ αὐτὸν τὸν κόσμον τὸν πάντων ὑποδεχόμενον τῶν θείων ἀριθμῶν εἰκόνας ἄνωθεν εἰς αὐτὸν ἐκδοθείσας· δυνατὸν γὰρ καὶ οὕτως ἀκούειν τῶν εἰρημένων εἰς τὴν τοῦ κόσμου δημιουργίαν βλέποντα. ταῦτα μὲν περὶ τῆς τετράδος αὐτῆς εἰρήσθω. τίνες δὲ αἱ τέτταρες ἰδέαι μετὰ ταῦτα λέγωμεν καὶ ποίων εἰσὶν ὑποστατικαὶ πραγμάτων· ἄλλοι γὰρ ἄλλως δοξάζουσιν· οἳ μὲν εἰς θεοὺς καὶ τὰ θνητὰ γένη τὴν πρόοδον γίγνεσθαι λέγοντες τῆς λέξεως καταδραττόμενοι μάλιστα τῆς τοῦ Πλάτωνος, οἳ δὲ εἰς θεοὺς καὶ τὰ κρείττονα ἡμῶν γένη πρὸς τὰ πράγματα ἀποβλέποντες, διότι προϋφέστηκε ταῦτα πρὸ τῶν θνητῶν καὶ δεῖ τὸν δημιουργὸν μὴ ἀμέσως τὰ θνητὰ ποιεῖν ἀπὸ τῶν θείων, οἳ δὲ καὶ συνάπτοντες ἀμφότερα καὶ τοῖς ἐν τῇ Ἐπινομίδι γεγραμμένοις ἀκολουθοῦντες, ἐν οὐρανῷ μὲν θεοὺς ὑποστῆναι λέγοντες, ἐν ἀέρι δὲ τοὺς δαίμονας, ἐν ὕδατι δὲ τοὺς ἡμιθέους, ἐν γῇ δὲ ἀνθρώπους καὶ τὰ ἄλλα θνητὰ ζῷα. τοιαύτης δὲ τῆς τῶν ἐξηγησαμένων διαφορᾶς οὔσης θαυμάζομεν μὲν τὸν φιλοθεάμονα τῶν πραγμάτων, πειρώμεθα δὲ ἕπεσθαι τῷ ἡμετέρῳ καθηγεμόνι καί φαμεν τὸ μὲν οὐράνιον τῶν θεῶν γένος πάντων εἶναι περιληπτικὸν τῶν οὐρανίων γενῶν εἴτε θείων εἴτε ἀγγελικῶν εἴτε δαιμονίων, τὸ δὲ ἀεροπόρον πάντων τῶν ὁπωσοῦν ἐν ἀέρι τεταγμένων εἴτε θεῶν τῶν τὸν ἀέρα κληρωσαμένων εἴτε δαιμόνων ἑπομένων τούτοις εἴτε ζῴων θνητῶν ἐν ἀέρι διαιτωμένων, τὸ δὲ ἔνυδρον πάντων τῶν διαλαχόντων τὸ ὕδωρ γενῶν καὶ τῶν ἐν ὕδατι τρεφομένων, τὸ δὲ πεζὸν τῶν τὴν γῆν κατανειμαμένων καὶ ἐν γῇ συνισταμένων τε καὶ φυομένων ζῴων· ὅ τε γὰρ δημιουργὸς ἅπαξ ἁπάντων ἐστὶν αἴτιος τῶν ἐγκοσμίων εἰδῶν καὶ κοινὸς πάντων πατήρ, τὰ μὲν θεῖα γένη καὶ τὰ δαιμόνια παρʼ ἑαυτοῦ μόνου καὶ διʼ ἑαυτοῦ γεννῶν, τὰ δὲ θνητὰ τοῖς νέοις παραδιδοὺς θεοῖς, ὡς ἐκείνων προσεχῶς αὐτὰ γεννᾶν δυναμένων, καὶ τὸ παράδειγμα οὐ τινῶν μέν ἐστι ζῴων αἴτιον, τινῶν δὲ οὐκ ἔστιν, ἀλλὰ πάντων ἔχει τὰς ὁλικωτάτας αἰτίας· καὶ γὰρ αὖ καὶ εἰ τῶν μὲν θείων γενῶν αἴτιον εἴη καὶ τῶν δαιμονίων, τῶν δὲ θνητῶν μηδαμῶς, οὐκέτι τῶν θνητῶν μὴ γενομένων οὐρανὸς παντελής, ὡς τὰ πάντα γένη τῶν ζῴων οὐκ ἔχων· ἔστι γὰρ ὅμοιος τῷ παραδείγματι καὶ παντελής, τὰς τέτταρας ἰδέας τοῦ αὐτοζῴου μιμησάμενος. εἰ δὲ ἔμπαλιν λέγοι τις, ὅτι τὰ γένη ταῦτα θεούς τε περιέχει καὶ τὰ θνητά, πῶς τῷ Πλάτωνι συμφωνήσομεν μετὰ τὴν δημιουργίαν τῶν οὐρανίων ζῴων λέγοντι· περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθʼ ἡμᾶς· καὶ μεμνημένῳ θεῶν τῶν εἰς τὸν ὑπὸ σελήνην κόσμον προεληλυθότων; καὶ γὰρ ἐνταῦθα μὲν μετὰ τὸ ἀέριον τάττει τὸ ἐνύδριον καὶ μετὰ τοῦτο τὸ πεζόν, ἐν δὲ τῇ γενέσει τῶν θνητῶν ζῴων οὐκέτι ταύτην φυλάττει τὴν τάξιν, ἀλλὰ διὰ τῆς ψυχῆς πάντα γεννῶν τῆς ἀνθρωπίνης μετὰ τὴν ἐν οὐρανῷ πολιτείαν αὐτῆς εἰς τὸ πεζὸν ἄγει γένος, ἵνα ἄνθρωπον ἀποτελέσῃ, καὶ μετὰ τοῦτο ἁμαρτοῦσαν εἰς τὸ πτηνὸν καὶ εἰς τὸ πεζὸν αὖθις καὶ ἄγριον γένος, εἶτʼ εἰς τὸ ἔνυδρον· ὥστʼ ἔοικεν οὐ μόνον εἶναι τὰ τρία γένη τούτων αἴτια τῶν θνητῶν, ἀλλὰ πρὸ τούτων ἄλλων, ἐν οἷς ἡ τάξις σῴζεται τῶν τριῶν ἰδεῶν ἡ αὐτή, διʼ ὑφέσεως τῶν δευτέρων ἀπὸ τῶν πρὸ αὐτῶν προϊόντων. ἀνάγκη ἄρα πάντα διὰ τούτων ἀπογεννᾶσθαι τῶν ἰδεῶν τά τε θεῖα γένη καὶ τὰ θνητά, καὶ τὰς νοητὰς ἰδέας ἅτε ὁλικωτάτας οὔσας πάντων ὑποστατικὰς εἶναι τῶν γενῶν. Καὶ δεῖ καὶ τὰ προκείμενα ῥήματα καθʼ ἑκάστην τάξιν οἰκείως θεωρεῖν, οἷον τὸ τῶν θεῶν γένος ἄλλως μὲν ἐπὶ τῶν ἰδίως καλουμένων θεῶν, ἄλλως δὲ ἐπὶ τῶν κρειττόνων ἡμῶν γενῶν τῶν ἐν οὐρανῷ τεταγμένων· καὶ γὰρ ἀγγέλους καὶ δαίμονας καὶ ἥρωας οὐρανίους εἶναί φαμεν καὶ θεοὺς πάντας τούτους ἀποκαλεῖσθαι, διότι τὸ θεῖον ἰδίωμα κρατεῖ τῆς ἰδίας αὐτῶν ἰδιότητος, καί εἰσιν ἐκεῖ δαίμονες τὸ ὅλον τοῦτο θεοὶ δαίμονες καὶ ἄγγελοι καὶ ἥρωες ὁμοίως. πάλιν τὸ πτηνὸν καὶ ἀεροπόρον ἄλλως μὲν ἐπὶ τῶν ἀερίων θεῶν, ἄλλως δὲ ἐπὶ τῶν δαιμόνων, ἄλλως δὲ ἐπὶ τῶν θνητῶν· τὸ μὲν γὰρ νοερὸν τῶν θεῶν πτηνὸν ἐπονομάζεται, τὸ δὲ προνοητικὸν ἀεροπόρον, ὡς διατεῖνον διὰ πάσης τῆς τοῦ ἀέρος σφαίρας καὶ συνέχον πᾶσαν αὐτήν. ἐπὶ δὲ τῶν δαιμόνων τὸ μὲν πτηνὸν τῆς ὀξυτάτης ἐστὶν ἐνεργείας σύμβολον, τὸ δὲ ἀεροπόρον δηλοῖ τὸ ἀκωλύτως πανταχοῦ παρὸν καὶ διὰ πάντων προϊόν. ἐν δὲ τοῖς θνητοῖς τὸ μὲν πτηνὸν τὴν διʼ ἑνὸς ὀργάνου κίνησιν δηλοῖ τῶν πτέρυξι χρωμένων μόνον, τὸ δὲ ἀεροπόρον τὴν παντοίαν διὰ τῶν σωμάτων κίνησιν· οὐδὲν γὰρ κωλύει καὶ ψυχὰς μερικὰς ἐν ἀέρι ζώσας ἀεροπορεῖν. ἔτι τὸ ἔνυδρον ἐπὶ μὲν τῶν θείων τὴν ἀχώριστον ἐπιστασίαν ἐνδείκνυται τοῦ ὕδατος, διὸ καὶ τὸ λόγιον ὑδροβατῆρας καλεῖ τοὺς θεοὺς τούτους, ἐπὶ δὲ τῶν ἑπομένων τοῖς θεοῖς γενῶν τὸ συνεκτικὸν τῆς ὑγρᾶς φύσεως. καὶ μὴν καὶ τὸ πεζὸν οὗ μὲν τὸ συνέχον τὴν τελευταίαν ἕδραν καὶ χωροῦν διʼ αὐτῆς, ὡς τὸ χερσαῖον τὸ μονίμως αὐτὴν διακρατοῦν καὶ τελεσιουργοῦν δυνάμεσι καὶ ζωαῖς παντοίαις, οὗ δὲ τὸ ἄλλοτε ἄλλας μερίδας κατευθῦνον τῆς γῆς ἐπιδείκνυσι διὰ τῆς οἰκείας αὐτοῦ κινήσεως. καὶ ταῦτα μὲν περὶ τῶν ὀνομάτων. Λάμβανε δὲ ἀπὸ τούτων καὶ ὅτι τὸ αὐτοζῷον τὸ νοητὸν ἕτερον τοῦ ἐν τῷ δημιουργῷ πάντως ἐστίν· ἐκεῖνο μὲν γὰρ τῶν θνητῶν ζῴων οὐκ ἔχει διωρισμένας ἰδέας — ἦ γὰρ ἂν καὶ τὰ θνητὰ ὁ δημιουργὸς ἐποίει, πᾶσι τοῖς ἐν ἐκείνῳ τὰ ἐν τῷ κόσμῳ βουλόμενος εἰκάζειν, ἵνα ποιήσῃ παντελῆ τὸν κόσμον —, αὐτὸς δὲ περιέχει καὶ τούτων ἰδέας διωρισμένας ἀπὸ τῶν τὰ ἀθάνατα παραγουσῶν. οἶδε γοῦν τὰ θνητὰ καὶ δῆλον ὅτι οἶδεν εἰδητικῶς, καὶ ἀξιοῖ τοὺς νέους θεοὺς εἰς αὐτὸν βλέποντας αὐτὰ δημιουργεῖν, ἀλλʼ οὐκ εἰς τὸ αὐτοζῷον, ὡς ἂν αὐτὸς ἔχων καὶ τῶν θνητῶν τὰς ἰδέας χωρίς, ὡς τὰς τῶν ἀθανάτων. ἐκεῖ μὲν οὖν τὸ ἀέριον ἢ τὸ ἔνυδρον ἢ τὸ πεζὸν μία ἦν ἕκαστον ἰδέα πάντων τῶν ὁπωσοῦν ἀερίων ζῴων ἢ ἐνυδρίων ἢ πεζῶν, ἐν δὲ τῷ δημιουργῷ διῄρηνται, καὶ αἳ μέν εἰσιν ἀθανάτων ἀερίων, αἳ δὲ θνητῶν ζῴων εἰδητικαὶ περιοχαὶ καὶ ἐνύδρων ὡσαύτως καὶ χθονίων. οὐκ ἄρα ταὐτόν ἐστι τὸ ἐν τῷ αὐτοζῴῳ πλῆθος εἰδητικὸν καὶ τὸ δημιουργικόν, ὡς ἄν τις ἐκ τούτων συλλογίσαιτο τῶν ἐφόδων. θεατέον δὲ ὅπως καὶ τὴν τούτων τῶν γενῶν πεποίηται διαίρεσιν εἴς τε μονάδα καὶ τριάδα — τὴν ἀκρότητα τοῦ οὐρανίου γένους ἀντιθεὶς τοῖς ἄλλοις γένεσι — καὶ εἰς δύο δυάδας· τὸ μὲν γὰρ «οὐράνιον» καὶ τὸ «πτηνὸν» γένος προσηγόρευσε, τὸ δὲ «ἔνυδρον» καὶ τὸ «πεζὸν» εἶδος, ὡς ὑφειμένην ἐχόντων τούτων πρὸς ἐκεῖνα τάξιν, ὥσπερ καὶ τὸ εἶδος τοῦ γένους. καὶ μὴν κἀκεῖνο δεῖ θεωρεῖν, ὅτι τὴν τοῦ πυρὸς παρῆκε χώραν ἐν τούτοις, διότι τὸ θεῖον γένος τὴν ἀκρότητα περιέχει τοῦ πυρὸς κατὰ τὴν ἑαυτοῦ σύστασιν· καὶ γὰρ μόνον τὸ πῦρ τῶν ὑπὸ σελήνην σωμάτων οὐδέποτε ἔστιν, ἀλλὰ κατὰ μόνην μεταβολὴν ὑφέστηκεν, ἀεὶ τροφῆς δεόμενον τοῦ ἀέρος καὶ τοῦ ὕδατος, ὄντων μετὰ τὴν γένεσιν, καὶ μόνον οὐκ ἔχει τόπον οἰκεῖον· ἔστι γὰρ ὡς πυρὶ τόπος οἰκεῖος ὁ ἄνω· οὔτε δὲ ἐκεῖ ἐστιν — ἦ γὰρ ἂν ἑωρᾶτο φύσει ὁρατὸν ὄν —, οὔτε ἀφικνεῖται ἐκεῖσε, σβεννύμενον ὑπὸ τοῦ πέριξ ἀέρος ὄντος ἀνομοίου. εἰ οὖν δεῖ καὶ ὁλότητα εἶναι πυρὸς καὶ εἶναί που αὐτό, εἶδος ἔχον, ἀλλὰ μὴ ἐν τῷ γίνεσθαι μόνον ὑφεστώς, οὐκ ἔστι δὲ τὸ ὑπὸ σελήνην πῦρ τοιοῦτον, μόνως ἂν εἴη πῦρ ἐν τῷ οὐρανῷ καὶ μόνον οἷόν ἐστι καὶ τὸν οἰκεῖον τόπον ἀεὶ κατέχον· ἡ γὰρ ἐπὶ τὸ ἄνω κίνησις οὐκ ἔστι τοῦ κατὰ φύσιν ἔχοντος πυρός, ἀλλὰ μόνως τοῦ παρὰ φύσιν. οὕτω δὲ καὶ ὁ ἱερὸς λόγος ὁ παρὰ Χαλδαίοις συνάπτει τοῖς μηναίοις καναχισμοῖς τὰ ἀέρια, τῷ πυρὶ τὸ οὐράνιον ἀπονέμων κατὰ τὴν τῶν στοιχείων εἰς τὸν κόσμον διαίρεσιν· τὸ γὰρ ἐν τῇ γενέσει πῦρ ἀπόρροιά τίς ἐστι τοῦ οὐρανίου πυρὸς καὶ ἔστιν ἐν τοῖς κοιλώμασι τῶν ἄλλων στοιχείων, αὐτὴ δὲ καθʼ αὑτὴν σφαῖρα πυρὸς οὐκ ἔστιν, ἀλλὰ τοῦ ἀέρος τὰ ἄκρα τὴν καθαρότητα μιμεῖται τοῦ ἄνω πυρός. καὶ ταῦτα λέγομεν πῦρ ὑποσέληνον καὶ πυρὸς τόπον τὸν ὑπὸ τῷ οὐρανῷ· καὶ γάρ ἐστιν ὁμοιότατον ἐκεῖνο πρὸς τὸ οὐράνιον βάθος, ὥσπερ τὸ πέρας τοῦ ἀέρος πρὸς τὸ ὕδωρ, παχὺ καὶ ὁμιχλῶδες ὄν. οὕτω δὲ διανοηθεὶς καὶ ὁ Ἀριστοτέλης, ὡς ἔοικεν, ἠξίωσε τὸ μὲν ἐνταῦθα πῦρ οὕτω καλεῖν, τὸ δὲ ὑπὸ τὸν οὐρανὸν εὐθύς. ὃ δὴ καὶ συμπεριφέρεσθαι λέγει τῇ τοῦ οὐρανοῦ περιφορᾷ, πυροειδές. εἰ δὲ ταῦτα, δεῖ πάντως ἀπαιτεῖν αὐτόν, ποῦ τὸ ὡς ἀληθῶς καὶ τὸ ὅλον πῦρ· οὔτε γὰρ τὸ ἐνταῦθα — οὐ γάρ ἐστιν ὅλον — οὔτε ἐκεῖνο· — οὐ γάρ ἐστι πυροειδὲς ὂν ὡς ἀληθῶς πῦρ· ἀναγκασθήσεται γὰρ ἐν οὐρανῷ τίθεσθαι τὸ ὄντως πῦρ, φῶς ὂν καθαρόν. οὐκ ἂν δὲ θαυμάσαις, εἰ καὶ τὸ λεπτομερέστατον πῦρ καὶ καθαρώτατον ἐν τοῖς ἄκροις εἴη τοῦ ἀέρος, ὥσπερ ἐν τοῖς τῆς γῆς κόλποις τὸ παχύτατον καὶ θολερώτατον, οὐχ ὡς ὁλότητα ποιοῦν ἑτέραν τοῦ ὅλου ἀέρος, ἀλλʼ ὡς ἐμφερόμενον τοῖς πόροις αὐτοῦ στενοτάτοις οὖσι λεπτομερέστατον ὄν. διὸ καὶ οὐχ ὁρᾶται διὰ δύο αἰτίας, τῷ τε μὴ ἄθρουν εἶναι καὶ τῷ σμικρομερέστατον ὑπάρχον μὴ ἀντερείδειν ταῖς ὄψεσιν ἡμῶν, ὥσπερ καὶ τὸ τῶν ὄψεων φῶς. τὸ δʼ οὖν ὄντως πῦρ ἐν οὐρανῷ ἐστι, τοῦ δὲ ὑπὸ σελήνην τὸ μὲν καθαρώτατον ἐν τῷ προσεχεῖ τοῖς οὐρανίοις ἀέρι, ὃν αἰθέρα καλέσει προϊών, τὸ δὲ παχύτατον ἐν τοῖς κοίλοις περιέχεται τῆς γῆς. ἐπειδὴ τοίνυν εἴρηται περὶ τῶν τεττάρων γενῶν ὁ κοινὸς λόγος, ἴδωμεν, ὅπως καὶ ἕκαστον αὐτῶν συνίστησιν ἐν τῷ ἐφεξῆς.

Τοῦ μὲν οὖν θείου τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπειργάζετο, ὅπως ὅτι λαμπρότατον ἰδεῖν καὶ κάλλιστον εἴη.

`3.113–3.115`

Πρῶτόν ἐστι τῶν μερικῶν ζῴων τὸ ἀπλανές, ὃ δὴ καὶ πρῶτον ὑφίστησιν ὁ δημιουργὸς ἐκ πυρὸς αὐτοῦ τὴν πλείστην ἰδέαν ἀπεργαζόμενος· δεῖ γὰρ πρῶτον ἡμᾶς περὶ τῆς οὐσίας αὐτοῦ διελθεῖν, ἔπειτα περὶ τοῦ σχήματος καὶ τρίτον περὶ τῆς θέσεως καὶ τέταρτον περὶ τῆς κινήσεως. ὁ δὲ περὶ τῆς οὐσίας λόγος πολλὴν ἐπεισκυκλεῖ τὴν τῶν ἐξηγητῶν διαφωνίαν· πῶς γὰρ ἐκ πυρὸς ἔχει τὴν πλείστην ἰδέαν; πότερον οὕτως, ὥσπερ ἔνιοί φασιν, ὅτι συγκέκραται μὲν ἀπὸ πάντων τῶν στοιχείων, τοῦ δὲ πυρὸς πλείστου μετείληχεν, ἢ ὅτι πᾶν μὲν τὸ οὐράνιον γένος ἐκ πάντων ἐστί, τὸ δὲ πλεῖστον αὐτοῦ πύριόν ἐστι; δυνατὸν γὰρ ἑκατέρως λέγειν, οἷον εἰ λέγοιμεν· πάντα μὲν ἐκ πάντων τῶν γενῶν τοῦ ὄντος, τὰ δὲ νοητὰ πλείστην ἔχει τὴν ταυτότητα. ἀλλʼ ἆρα μὴ οὕτως, ὥσπερ ὁ τῶν πραγμάτων θεατὴς ὄντως ἐξηγήσατο τὴν πλείστην ἰδέαν τοῦ πυρός, ἀντὶ τοῦ πέμπτου σώματος τὸ πῦρ ἀκουστέον πλείστην ἰδέαν ἔχον, ὡς πολλοὺς λόγους ὑποδεξάμενον, ὧν ἐστι πλῆρες ἕκαστον τῶν θείων σωμάτων; ἢ κατὰ τούτων μὲν οὐδένα τῶν τρόπων, ὡς δὲ ἔνιοι λέγουσιν, ὅτι τὰ θεῖα ζῷα συνέστηκε μὲν ἐκ πυρός, ἀλλὰ διαστατὴν ἔχει καὶ πεπληθυσμένην τὴν οὐσίαν — ἑνοειδὲς γὰρ τὸ νοητόν, πλεῖστον δὲ τὸ σωματικὸν ὡς μεριστόν, ὡς διαστατόν, ὡς ὄγκον ἔχον —, ἤ, ὅπερ ἐστὶ πάντων ἀληθέστατον, εἰς πάσας ἀποβλέψομεν τὰς ἐπιβολὰς καὶ μίαν ἀπὸ πασῶν ἀλήθειαν θεωρήσομεν; καὶ γὰρ πάντα ἐν οὐρανῷ τὰ στοιχεῖα θήσομεν, ἀλλʼ ἀΰλως ὡς ἐν ὑλαίοις καὶ κατʼ αὐτὰς μόνον τὰς ἀκρότητας αὐτῶν· εἰ γὰρ καὶ ἐν τοῖς νοητοῖς ἐστιν εἶδος πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς, δεῖ τὸν οὐρανὸν τῆς τετράδος ταύτης πρῶτον μετασχεῖν. προϊοῦσα δὲ ἡ δημιουργία καὶ τὴν ἐσχάτην ὑφίστησι τῶν στοιχείων φύσιν τὴν ὄντως οὖσαν ὑλαίαν, καὶ τὴν πλείστην ἰδέαν τοῖς ἄστροις ἐκ πυρὸς εἶναι δώσομεν· εἰ γὰρ καὶ πάντα ἐστὶν ἐν αὐτοῖς, ἀλλὰ ἐπικρατεῖ τὸ πῦρ, διότι καὶ ἐν τοῖς τῆς γενέσεως στοιχείοις εἴδους ἐπέχει λόγον τὸ πῦρ πρὸς τὰ ἄλλα στοιχεῖα. δεῖ οὖν ἐν τοῖς θεοῖς πλεῖστον μὲν εἶναι τὸ πύριον, ἵνα τὸ εἶδος ἐπικρατῇ τῆς ὑποκειμένης οὐσίας, ἐλάχιστον δὲ ἐκ τῶν ἄλλων, ὡς ὑποκειμένου τάξιν ἔχον. ἔστιν οὖν ἐκεῖ καὶ τὸ γήινον ὡς στερεά τις οὐσία καὶ ἁπτὸς ὄγκος, διὸ καὶ ἀντερείδει τοῖς ὄμμασιν ἡμῶν, καὶ τὸ πύριον ὡς φωτιστικὸν καὶ εἰδοποιὸν τοῦ ὄγκου καὶ τῆς διαστάσεως. ἔστι δὲ καὶ τὰ μέσα τούτων ὡς συνεκτικὰ τῶν ἄκρων καὶ ἑνοποιά, ἐπικρατεῖ δὲ πάντων τὸ πύριον, ὅτι καὶ τὸ εἶδος τὸ ἐκεῖ διακρατεῖ τὸ ὑποκείμενον καὶ συνέχει καὶ τηρεῖ τὸ αὐτὸ πανταχόθεν καὶ αὐτὸ ζωῆς ὂν πλῆρες καὶ αὐτοκινήτου δυνάμεως· ὥστε καὶ λόγων ἔσται πλῆρες θείων καὶ δημιουργικῶν καὶ εἰς πλῆθος προελήλυθε καὶ διάστασιν, πανταχόθεν ὁρίζον τὸ διαστατὸν καὶ περιέχον τὸν ὄγκον τοῦ σώματος. καὶ οὐ φοβηθησόμεθα τοὺς δεινοὺς τῶν διαλεκτικῶν, οἳ σμικρόν τι μόριον τῆς φύσεως ἰδόντες οἴονται τὸν Πλάτωνα διασύρειν τὸ πῦρ ἀνωφερὲς λέγοντες, τὰ δὲ ἄστρα κυκλοφορητικά· ταῦτα γὰρ οὐκ ἔχει χώραν ἐπὶ τοῦ οὐρανίου πυρός· ὥσπερ γὰρ οὐχ ἡ αὐτὴ κίνησις τοῦ τε νοητοῦ πυρός — ἔστι γὰρ καὶ πῦρ νοερὸν ὁ ἐν τῷ νῷ τοῦ πυρὸς λόγος — καὶ τοῦ σωματοειδοῦς, οὕτως οὐδὲ τοῦ οὐρανίου καὶ τοῦ ὑπουρανίου· κατὰ γὰρ τὴν τάξιν τῶν οὐσιῶν καὶ αἱ κινήσεις συνυπάρχουσι τοῖς πράγμασιν. εἰ δὴ θεῖόν ἐστι πῦρ τὸ τῶν ἄστρων συστατικόν, οὐκ ἔστιν οἷον τὸ ἐνυλότατον τοῦτο καὶ παχύτατον, καὶ εἰ λαμπρότατόν ἐστι καὶ κάλλιστον, τοῦ σκοτεινοῦ καὶ τῇ αἰσχρότητι τῆς ὕλης συμμιγοῦς ἕτερόν ἐστιν· ἡ γὰρ ἐσχάτη ὕλη σκότος ἐστὶ καὶ αἶσχος, τοῦτο δὲ λαμπρότατον καὶ κάλλιστον, ἃ δὴ ἀληθείας ἐστὶ τεκμήρια· τό τε γὰρ ὑπέρλαμπρον διαύγασμα τοῦ φωτὸς αὐτῆς τῆς θείας ἐστὶν εἰκὼν ἀγαθότητος καὶ τὸ τῷ κάλλει διαπρέπον τῆς νοητῆς συμμετρίας ἔνδειγμα. ἄλλο ἄρα τὸ θεῖον πῦρ καὶ ἄλλο τὸ μὴ θεῖον. ἔοικεν οὖν ἐκεῖ μὲν εἶναι τὸ ὄντως πῦρ ἐν τῷ ἀκροτάτῳ τόπῳ, καὶ διὰ τοῦτο καὶ τὰ ἄστρα εἶναι πύρια ὡς τὸν τόπον εἰληχότα τοῦ πυρός, γῆς δὲ ἐκεῖ τὸ ἀκρότατον εἶναι, γῆ δὲ ἀνάπαλιν ἐνταῦθα μὲν εἶναι ἡ ὅλη, πυρὸς δὲ τοῦ ἐσχάτου μετέχειν, ὡς ἦν δυνατὸν γῆν οὖσαν, τοῦ γηινωτάτου καὶ παχυτάτου, καθάπερ καὶ τὸ ἐκεῖ πῦρ γῆν εἶχε τὴν ἀκρότητα τῆς γῆς, κρατοῦντος καὶ ἐκείνου τοῦ λόγου πάντως, ὃν Πτολεμαῖος καὶ Πλωτῖνος ἐξέφηναν, πᾶν σῶμα ἐν τῷ οἰκείῳ τόπῳ ὂν ἢ μένειν ἢ κυκλοφορεῖσθαι, τὸ δὲ ἀνωφερὲς ἢ κατωφερὲς τῶν μὴ ἐν οἰκείοις ὄντων εἶναι τόποις τὸν οἰκεῖον καταλαβεῖν ἐφιεμένων. ὥστε καὶ τῶν ἄλλων ἕκαστον ἐν τῷ οἰκείῳ τόπῳ ὂν ἢ μένοι ἂν ἢ κυκλίζοιτο, κἂν ᾖ πύριον καὶ ἀνωφερές, ἐν ἀλλοτρίῳ τόπῳ πάντως ἐστί. καὶ οὐκ ἀπιστητέον τοῖς θεολόγοις καὶ ἐν οὐρανῷ τὴν ἐμπύριον οὐσίαν τιθεμένοις· πολλὰ γὰρ εἴδη πυρός. ἐπεὶ καὶ τὸ μὲν λέγειν ἁπλῶς, ὅτι πέμπτον ἐστὶ σῶμα τὸ οὐράνιον, οὐδέν ἐστι περὶ αὐτοῦ διασαφεῖν πλὴν ὅτι τῶνδε τῶν στοιχείων ἕτερον, ὁ δέ γε Πλάτων καὶ τὴν φύσιν αὐτοῦ πᾶσαν ἀνέπτυξεν, ἀπολείπων καὶ ἐν ἐκείνοις τὰς τῶν στοιχείων ἀκρότητας. τὸν οὖν συλλογισμὸν ἐλεγκτέον τῶν οἰομένων ἐλέγχειν τὸν Πλάτωνος λόγον περὶ τῶν ἄστρων ὡς τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἐχόντων, ὡς οὐ συγχωροῦσι τῇ ἑτέρᾳ προτάσει τῇ λεγούσῃ τὸ πῦρ ἀνωφερές· οὐ γὰρ δεῖ χαρακτηρίζειν αὐτοῦ τὴν φύσιν ἐκ τοῦ παρὰ φύσιν ἔχοντος καὶ ἐπὶ τὸ κατὰ φύσιν ἰόντος, ἀλλʼ ἐκ τοῦ κατὰ φύσιν ἔχοντος· τοιοῦτον δὲ τὸ ἢ μένον ἢ κυκλιζόμενον.

Τῷ δὲ παντὶ προσεικάζων εὔκυκλον ἐποίει.

`3.116`

Ἕκαστον τῶν μερῶν διττὴν ἔχει τὴν ὁμοίωσιν, τὴν μὲν πρὸς τὴν οἰκείαν ὁλότητα, τὴν δὲ πρὸς τὸ παράδειγμα τῆς ὅλης αὑτοῦ σειρᾶς· τὰ μὲν γὰρ ὅλα μίαν, ὡς εἰς τὸ παράδειγμα τὸ ἑαυτῶν ἀνηρτημένα, τὰ δὲ μέρη διπλῆν, καὶ πρὸς τὸ ὅλον καὶ πρὸς τὴν ἰδέαν τῆς ὁλότητος. οὕτω καὶ ἡ μερικὴ ψυχὴ πρός τε τὴν ὅλην ὁμοιοῦται ψυχὴν καὶ πρὸς τὸν νοῦν, ἡ δὲ ὅλη καὶ μία πρὸς τὸν ἕνα νοῦν καὶ ὅλον, καὶ ἡ μὲν ὅλη φύσις πρὸς τὴν ψυχήν, ἡ δὲ μερικὴ πρός τε τὴν ἑαυτῆς ὁλότητα καὶ πρὸς τὴν ψυχήν. κατὰ ταῦτα δὴ οὖν καὶ τῶν ἄστρων ἕκαστον ἀπεικάζεται τῷ τε παντὶ κόσμῳ καὶ τῷ οἰκείῳ παραδείγματι, καὶ ἡ ὁμοίωσις διάφορος· ἐκείνῳ μὲν γὰρ κατὰ τὴν οὐσίαν ὅλην ὁμοιοῦται, τούτῳ δὲ καὶ κατὰ τὸ σχῆμα καὶ τὴν κίνησιν· δημιουργεῖται γὰρ εὔκυκλον, ὥσπερ καὶ ὁ κόσμος ἐστὶ σφαιροειδής· πρώτως γὰρ σφαῖρα τὸ πᾶν ὡς ἐν αἰσθητοῖς. διʼ αὐτοῦ δὲ τούτου μιμεῖται καὶ τὸν δημιουργὸν καὶ τὸ παράδειγμα τὸ νοητόν· ἑκάτερον γὰρ αὐτῶν εἰς ἑαυτὸ συννεῦον ὑφίστησι τὸ ἐμφανὲς τοῦτο ζῷον, ἡ δὲ ἐκεῖ σύννευσις συνέπλεξε κἀνταῦθα τῷ κύκλῳ τὸ εὖ, διότι πᾶσαν ἀπετυπώσατο κατὰ δύναμιν τοῦ παραδείγματος τὴν ἰδιότητα τὸ γεγονός. ταῦτα μὲν οὖν περὶ τούτων. Διʼ ἣν δὲ αἰτίαν καὶ τῷ παντὶ προσόμοιον γέγονε τὸ μέρος, εἰ θέλοιμεν ἀναζητεῖν, οὐκ ἀπορήσομεν λόγων· οὐ γὰρ ἐπὶ πάντων τοῦτο συμβαίνειν δυνατόν· οὐδὲ γὰρ τῷ ὀφθαλμῷ τὸ ὁμοιοσχήμονι γενέσθαι πρὸς τὸ ὅλον ἄριστον, οὐδὲ ἐπὶ καρδίας οὐδὲ ἐπὶ κεφαλῆς ἀληθὴς ὁ λόγος, ἀλλʼ ὅταν μὲν ἡ ὁλότης πρὸ τῶν μερῶν ᾖ, δυνατὸν ὁμοιοῦσθαι τὰ μέρη πρὸς τὸ ὅλον καὶ τὸ ἀγαθὸν αὐτοῖς ὑπάρχειν διὰ τῆς ἀφομοιώσεως ταύτης, ὅπου δὲ ἡ ὁλότης ἐκ τῶν μερῶν ἐστιν, ἐνταῦθα οὐκέτι τὸ μέρος ὁμοιούμενον πρὸς τὸ ὅλον ἔχει τὸ εὖ. τοιοῦτον δὲ τὸ πᾶν· ὅλον γάρ ἐστι πρὸ τῶν μερῶν καὶ συμπληροῦται τοῖς μερικοῖς γένεσι τῶν ζῴων κατὰ τὸ τρίτον τῆς ὁλότητος εἶδος, ὥσπερ καὶ πρότερον εἴπομεν, ἐπεὶ καὶ τὸ αὐτοζῷον ὅλον ἐστὶ καὶ παντελὲς ὡς μονάς, περιέχει δὲ καὶ πάντα τὰ νοητὰ ζῷα διὰ τῆς εἰρημένης τετράδος.

Τίθησί τε εἰς τὴν τοῦ κρατίστου φρόνησιν ἐκείνῳ ξυνεπόμενον, νείμας περὶ πάντα κύκλῳ τὸν οὐρανόν, κόσμον ἀληθινὸν ἐν αὐτῷ πεποικιλμένον εἶναι καθʼ ὅλον.

`3.117–3.118`

Περὶ τῆς θέσεως ἐνταῦθα διαλέγεται τῶν ἄστρων, ὅτι τῇ ταὐτοῦ περιφορᾷ κύκλῳ πανταχόθεν ἐντέθειται καὶ ὅτι περιστέφει τὸν οὐρανόν, ὡς ἡ ποίησίς φησιν, ἄλλων κατʼ ἄλλην τάξιν τεταγμένων καὶ ποικιλίαν θαυμαστὴν παρεχομένων. εἰ δὲ καὶ τοῦδε μειζόνως ἐθέλοις λέγειν, ἐντίθησι τὰ ἄστρα τῇ θείᾳ ψυχῇ τῆς ἀπλανοῦς, ψυχώσας αὐτὰ δηλαδὴ καὶ δοὺς αὐτοῖς ζωὴν οἰκείαν καὶ νοῦν. οὕτω δὲ καὶ τὰ πλανώμενα ἐνετίθει ταῖς περιφοραῖς, ἃς ἡ θατέρου περίοδος ἤιεν, ὡς εἴρηται ἐν ἐκείνοις· θεῖα γὰρ ὄντα ζῷα δεῖ καὶ ψυχὴν ἔχειν νοερὰν καὶ νοῦν θεῖον· ὅτι γὰρ οὐχ ὑπὸ τῆς τοῦ ὅλου ψυχῆς ψυχοῦται μόνης, ἀλλὰ καὶ ἰδίαν ἔχει τὴν ἐφεστῶσαν ἕκαστον, μάθοιμεν ἂν συννοήσαντες, ὅτι καὶ τῶν ἐνταῦθα ζῴων κρείττονά ἐστιν ὅσα μετὰ τῆς ὅλης καὶ ὑπὸ ἰδίας ψυχοῦται ψυχῆς τῆς ἐλλαμπούσης ζωήν, οἷον ἄνθρωπος, ἢ ὅσα ὑπὸ τῆς ὅλης μόνης, οἷον τὰ ἔσχατα τῆς δημιουργίας, τὰ μὲν διχόθεν σῳζόμενα, τὰ δὲ μόλις ἀπὸ τῆς ὅλης. εἰ δὲ τοῦτʼ ἀληθὲς καὶ τὰ οὐράνια κρείσσονα τῶν ἡμετέρων σωμάτων, μειζόνως ἐκεῖνα ψυχοῦται μετὰ τῆς κοσμικῆς καὶ ὑπὸ ἰδίας ἕκαστα ψυχῆς, ἐπεὶ καὶ εἰ ἔοικε τῷ ὅλῳ οὐρανῷ, ἐν ᾧ ἐστι, κυκλοφορητικά ἐστι, εἰ δὲ τοῦτο, κύκλῳ πάντα κινεῖται περὶ τὰ κέντρα τὰ ἑαυτῶν. εἰ δὲ τοῦτο, πᾶσα δὲ κίνησις ἀΐδιος ἴδιον ἔχει καὶ τὸ κινοῦν αἴτιον καὶ ὅσα τὰ ἰδίως κινούμενα, τοσαῦτα καὶ τὰ κινητικὰ αἴτια, φησὶν Ἀριστοτέλης, ἀνάγκη καὶ ψυχὰς εἶναι τοῖς ἄστροις ἰδίας ἐφεστώσας τὰς κινούσας, καὶ εἰ μὲν τεταγμένως κινοῦσι, νοεράς, εἰ δʼ, ὃ μὴ θέμις εἰπεῖν ἐπὶ θείων σωμάτων, ἀλόγους· ὧν ὄντως ἀλόγων ὄντων ἕκαστον ἀνάγκη τῶν ἄστρων ἰδίαν ἔχειν ἐπιβεβηκυῖαν θείαν ψυχήν, καὶ διὰ μὲν τῶν ἐν αὐτοῖς οὐσῶν ψυχῶν συνάπτεσθαι πρὸς τὴν ὅλην ψυχήν, διὰ δὲ τοῦ νοῦ πρὸς τὸν ὅλον ἡνῶσθαι νοῦν· ὅπου γὰρ καὶ τοῖς θνητοῖς μέτεστι λόγου καὶ νοῦ, τί χρὴ περὶ αὐτῶν νομίζειν τῶν θείων σωμάτων; ἐντέθειται οὖν διὰ τῆς ἑαυτῶν ψυχῆς εἰς τὴν ψυχὴν τῆς ταὐτοῦ φορᾶς, ἣν «κρατίστην» εἰκότως ἐκάλεσεν ὡς κρατοῦσαν πασῶν τῶν περιφορῶν καὶ πάσας αὐτὰς νοερῶς συνελίσσουσαν· ὥσπερ γὰρ τὸ τῶν ἄστρων γένος περιάγεται ὑπὸ τῆς ὅλης φορᾶς, οὕτω δὴ καὶ αἱ ψυχαὶ αὐτῶν περιέχονται ὑπὸ τῆς μιᾶς ψυχῆς τῆς ταὐτοῦ κυκλήσεως καὶ οἱ νόες ὑπὸ τοῦ νοῦ· καὶ γὰρ αὖ καὶ δεῖ μετὰ τὴν μονάδα τὴν ἐξῃρημένην εἶναι καὶ τὴν συντεταγμένην μονάδα τῷ πλήθει. μονάδος οὖν ἐξῃρημένης οὔσης τῆς πρωτίστης τῶν τεττάρων ἰδεῶν τὸ τῶν ἄστρων πλῆθος ἀπʼ ἐκείνης προϊὸν ὑπὸ συντεταγμένης περιέχεται μονάδος τῆς ἀπλανοῦς. ὁμοίως δὲ καὶ καθʼ ἑκάστην τῶν οὐρανίων σφαιρῶν ἡ μὲν ὅλη σφαῖρα μονάδος ἔχει λόγον, οἱ δὲ κοσμοκράτορες ἡγεμόνες εἰσὶ τοῦ καθʼ ἑκάστην πλήθους· ἔστι γὰρ καθʼ ἑκάστην ἀριθμὸς ἀνὰ λόγον τῷ τῶν ἄστρων χορῷ συνυφεστὼς ταῖς οἰκείαις περιφοραῖς.

`3.119`

εἰ δὲ ἐπὶ μὲν τῶν ἀπλανῶν μία μονὰς ἡ ὁλότης αὐτῶν, ἐπὶ δὲ τῶν πλανωμένων ἔστι μὲν καὶ ἡ ὁλότης, ἔστι δὲ καὶ τῶν πλανωμένων ἕκαστος ἡγεμών, οὐ θαυμαστόν· ὡς γὰρ ποικιλωτέρα τῶν θατέρου περιφορῶν ἡ κίνησις, οὕτω καὶ τὰ ἡγεμονοῦντα πλείω· καὶ γὰρ τὸ πλῆθος μᾶλλον προελήλυθεν. ἐπὶ δὲ τῶν ὑπὸ σελήνην ἔτι πλείους οἱ ἡγεμόνες· αἱ γὰρ ἐν οὐρανῷ μονάδες ἀριθμοὺς ἀπογεννῶσιν ἀνὰ λόγον αὑταῖς. ἀλλʼ οὖν, ὅπερ ἐλέγομεν, ἡ ψύχωσις τῶν ἄστρων ἐντίθησι μὲν αὐτὰ ταῖς οἰκείαις ψυχαῖς, συνάπτει δὲ καὶ πρὸς τὴν ὅλην ψυχὴν τῆς ταὐτοῦ φορᾶς, ἀνάγει δὲ καὶ ἐπὶ τὴν κοσμικὴν ψυχήν, ἐνιδρύει δὲ καὶ εἰς αὐτὸ τὸ παράδειγμα τὸ νοητόν, ὃ καὶ διαφερόντως ὁρῶν ὁ θεῖος Ἰάμβλιχος τὴν τοῦ κρατίστου φρόνησιν ἐν τῷ παραδείγματι τίθεται. κόσμος δὲ ἀληθινὸς ἡ ἀπλανὴς γέγονε, διότι κυριώτερόν ἐστιν αὕτη κόσμος ἢ τὸ ὑπὸ σελήνην ἀλλοτρίας διατάξεως ἀεὶ δεόμενον καὶ συνεχῶς μεταβαλλόμενον. καὶ πεποικιλμένος οὕτω κόσμος, ὡς τὴν νοερὰν ποικιλίαν ἀποτυπωσάμενος καὶ οἷον ἄνθη περὶ αὑτὸν ἑνοειδῆ καθʼ ὅλον ἑαυτὸν ὑποδεξάμενος μιμούμενα τῶν οὐρανίων παραδειγμάτων τὸ κάλλος. οἰκεῖον δὲ αὐτῷ καὶ τὸ «νεῖμαι» καὶ τὸ «κύκλῳ νεῖμαι»· τὸ μὲν γὰρ τὴν νοερὰν σημαίνει διανομήν, τὸ δὲ τὴν τάξιν τὴν δημιουργικήν· διὰ γὰρ τοῦτο καὶ οἱ θεολόγοι τὴν Εὐνομίαν ἐπέστησαν τῇ ἀπλανεῖ, τὸ ἐν αὐτῇ πλῆθος διακρίνουσαν καὶ ἕκαστον ἐπὶ τῆς οἰκείας διατηροῦσαν ἀεὶ τάξεως. διὰ τοῦτο δὲ ἄρα καὶ τὸν Ἥφαιστον ὑμνοῦντες τοῦ οὐρανοῦ ποιητὴν συνάπτουσιν αὐτῷ τὴν Ἀγλαΐαν ὡς ἀγλαΐζοντι πάντα τὸν οὐρανὸν διὰ τῆς τῶν ἄστρων ποικιλίας. καὶ πάλιν τῷ μὲν πλανωμένῳ τὴν μὲν Δίκην ἐφιστᾶσι τῶν Ὡρῶν ὡς ὀφείλουσαν τὴν ἀνωμαλίαν κατὰ λόγον εἰς ὁμαλότητα περιάγειν, τὴν δὲ Θάλειαν τῶν Χαρίτων ὡς τὰς ζωὰς αὐτῶν ἀειθαλεῖς ἀποτελοῦσαν, τῷ δὲ ὑπὸ σελήνην τὴν μὲν Εἰρήνην ὡς τὸν πόλεμον τῶν στοιχείων ἐξιωμένην, τὴν δὲ Εὐφροσύνην τῶν Χαρίτων ὡς ἑκάστοις ἐνδιδοῦσαν ῥαστώνην τῆς κατὰ φύσιν ἐνεργείας.

Κινήσεις δὲ δύο προσῆψεν ἑκάστῳ, τὴν μὲν ἐν ταὐτῷ κατὰ ταὐτὰ περὶ τῶν αὐτῶν ἀεὶ ταὐτὸν ἑαυτῷ διανοουμένῳ, τὴν δὲ εἰς τὸ πρόσθεν, ὑπὸ τῆς ταὐτοῦ καὶ ὁμοίου περιφορᾶς κρατουμένῳ· τὰς δὲ πέντε κινήσεις ἀκίνητον καὶ ἑστώς, ἵνα ὡς ὅτι μάλιστα αὐτῶν ἕκαστον γένοιτο ὡς ἄριστον.

`3.120–3.121`

Ὁ περὶ τῆς κινήσεως λόγος ἑπόμενός ἐστι τῷ περὶ τῆς ψυχώσεως· διότι γὰρ ἕκαστον τῶν ἄστρων ἐψύχωται, διὰ τοῦτο καὶ κίνησιν οἰκείαν ἔλαχεν· ἀρχὴ γὰρ ἡ ψυχὴ κινήσεως. ἔτι δὲ συνήρτηται τῇ περὶ τοῦ σχήματος θεωρίᾳ· τὸ γὰρ οἰκεῖον ἔχον σχῆμα κυκλικὸν καὶ τοῦτο παραδεξάμενον ἀπὸ τῆς δημιουργικῆς αἰτίας ἀνάγκη καὶ ἐνέργειαν ἔχειν οἰκείαν τῷ σχήματι καὶ κυκλικὴν φοράν· πᾶν μὲν γὰρ σῶμα φυσικὸν κινεῖται καθʼ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, ἐπείπερ ἡ φύσις ἀρχὴ κινήσεως καὶ μεταβολῆς, ἐν ᾧ ἐστι πρώτως καθʼ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός. τὸ δὲ ἀστρῷον σῶμα πάσας μὲν τὰς ἄλλας κινήσεις ἀκίνητόν ἐστιν ἅτε τὸν πάντα χρόνον ἀΐδιον ὄν, μόνην δὲ τὴν κατὰ τόπον ἐπιδέχεσθαι δυνατόν, καὶ ταύτης τὴν κυκλικήν, ὡς ἐν τῷ ἑαυτοῦ τόπῳ κινούμενον. ἔτι δέ, ὃ καὶ πρότερον ἔφην, πῶς τῆς αὐτῆς οὐσίας ἔσται τῷ ὅλῳ οὐρανῷ μὴ ὂν κυκλοφορητικὸν κατὰ δή τινα κίνησιν ἰδίαν; πῶς δὲ μιμήσεται τὸ πᾶν ἄλλως ἢ περὶ τὸ ἑαυτοῦ κέντρον φερόμενον; ἀνάγκη ἄρα καὶ τὰ ἄστρα διττὰς κινεῖσθαι κινήσεις, τὴν μὲν καθʼ αὑτὰ περὶ τὸ ἑαυτῶν κέντρον, τὴν δὲ μετὰ τῆς ἑαυτῶν ὁλότητος. τίνες οὖν αὗται αἱ δύο κινήσεις; ἄλλοι γὰρ ἄλλας λέγουσιν, οἳ μὲν σωματικὰς ἀμφοτέρας, οἳ δὲ τὴν μὲν ψυχικήν, τὴν δὲ σωματικήν. κάλλιον δὲ καὶ τὴν ψυχικὴν κίνησιν καὶ τὴν σωματικὴν διττὴν ποιεῖν· καὶ γὰρ ἡ ψυχὴ τῶν θείων τούτων ζῴων οἰκείαν ἔχει ζωὴν καὶ διʼ οἰκείας ἐνεργείας συνῆπται τοῖς νοητοῖς καὶ ἔτι τῇ ὅλῃ συμπεριάγεται ψυχῇ, διότι δὴ ἐπὶ τῶν θείων τὰ οἷον μέρη καὶ τὰς ἑαυτῶν ἐνεργείας ἐνεργεῖ καὶ μετὰ τῶν ὅλων. ἥ τε οὖν ψυχὴ κινεῖται διχῶς καὶ τὸ σῶμα περί τε τὸ ἑαυτοῦ κέντρον περιάγεται μιμούμενον τὴν ἰδίαν ἐνέργειαν τῆς ἑαυτοῦ ψυχῆς καὶ τὸν ἑαυτοῦ νοῦν καὶ τὴν εἰς τὸ πρόσθεν φέρεται φορὰν τῆς ἀπλανοῦς, μιμούμενον τὴν τῆς ψυχῆς πρὸς τὴν ὁλότητα τὴν ἑαυτῆς συνεργίαν καὶ τοῦ ἐν αὐτῇ νοῦ τὴν εἰς τὸν ὅλον ἐνίδρυσιν. ἐπʼ ἀμφοτέρων ἄρα τὸ διπλοῦν τῆς κινήσεως ληπτέον, τῆς τε ψυχῆς τῆς ἀστρῴας καὶ τοῦ σώματος· καὶ γὰρ ἡ ψυχὴ μάλιστα τὰ αὐτὰ φρονεῖ περὶ τῶν αὐτῶν καὶ ἀεὶ ὡσαύτως νοεῖ καὶ εἰς τὸ πρόσθεν κινεῖται τῇ ὁλότητι τῇ ἑαυτῆς ἑπομένη, διότι θειοτέρας μεταλαγχάνουσα δυνάμεως ἐπʼ αὐτὴν ἀνατρέχει τὴν ἀκρότητα τῶν νοητῶν, ἣν εἴποι τις ἂν ἡγουμένων τάξιν ἔχειν καὶ ἔμπροσθεν εἶναι τῆς ψυχῆς ὡς νοουμένην τε καὶ ὁρωμένην ὑπʼ αὐτῆς, οὕτω καὶ τοῦ Σωκράτους ἐν Πολιτείᾳ διελόντος ἐπὶ τῶν σημείων τῶν περιαπτομένων ταῖς ψυχαῖς ἔμπροσθεν καὶ ὄπισθεν, ὡς σημαίνοντα τὸ ἐπὶ νοῦν καὶ ἐπὶ φύσιν στέλλεσθαι τὰς ψυχάς. τὸ δὲ σῶμα κινεῖται μὲν ἐπὶ τὰ ἡγούμενα μετὰ τῆς ὅλης περιφορᾶς, ἔχει δὲ καὶ ἰδίαν κίνησιν αὐτὴν ἀφʼ ἑαυτῆς ὁρμωμένην καὶ φέρουσαν ἴνδαλμα τῆς διανοητικῆς ἐνεργείας καὶ τῆς νοερᾶς καὶ διαιωνίου κινήσεως, καὶ διὰ μὲν τὸ ἐν ταὐτῷ τὴν αὐτὴν ἔχει πρὸς τὸ ὅλον, διὰ δὲ τὸ περὶ τῶν αὐτῶν ἀεὶ διανοεῖσθαι πρὸς τὸ αὐτὸ τέλος ἀεὶ τέτακται καὶ τῆς αὐτῆς μετέχει ψυχῆς καὶ πρὸς τὸν αὐτὸν ἔστραπται νοῦν.

`3.122–3.126`

Δεῖ τοίνυν καὶ τῶν λέξεων ποιεῖσθαι τὴν διαίρεσιν ἑπομένην τοῖς δόγμασι τούτοις τὸν τρόπον τοῦτον. ἑκάστῳ τῶν ἄστρων δύο δέδωκε κινήσεις, τὴν μὲν ἐν τῷ αὐτῷ κατὰ ταὐτά, ταύτην λέγοντας τὴν περὶ τὸ οἰκεῖον κέντρον τοῦ ἄστρου, καὶ ὑποστίξαντας ἐπάγειν περὶ τῶν αὐτῶν ἀεὶ ταὐτὸν ἑαυτῷ διανοουμένῳ — δέδωκε γὰρ τὴν σωματικὴν τὴν περὶ τὸ οἰκεῖον κέντρον ἑκάστῳ δεδωκὼς καὶ τὴν ψυχικὴν ἀεὶ ταὐτὸν ἑαυτῷ διανοουμένῳ —, ταύτην λέγοντας τὴν ψυχικὴν διανοητικὴν οὖσαν τῶν ὄντων ἀεί — τοῦτο γὰρ δηλοῖ τὸ περὶ τῶν αὐτῶν καὶ ταὐτόν· οὐ γὰρ ἄλλοτε ἄλλα διανοεῖται περὶ τῶν αὐτῶν, ἅπερ ἡμεῖς πάσχομεν ἢ ἀφιστάμενοι τῶν νοουμένων ἢ οὐ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διανοούμενοι· καὶ αὖθις ἐπὶ τῆς λοιπῆς τὴν δὲ εἰς τὸ πρόσθεν, ταύτην λέγοντας τὴν σωματικήν, καθʼ ἣν ὅλον ἐκ τόπου μέτεισιν· εἶθʼ ὑποστίξαντας ἐπιφέρειν ὑπὸ τῆς ταὐτοῦ καὶ ὁμοίου φορᾶς κρατουμένῳ, ταὐτοῦ καὶ ὁμοίου φορᾶς λέγοντας τὴν κίνησιν τοῦ ταὐτοῦ κύκλου τῆς ὅλης ψυχῆς, ὑφʼ ἧς κρατουμένη καὶ ἡ ἑκάστου τῶν ἄστρων ψυχὴ καὶ μιμουμένη κινεῖται εἰς τὸ ἑαυτῆς πρόσθεν, ὅπερ ἐστὶ τὸ ὄντως ὄν, συναγομένη ταῖς ἐκείνης νοεραῖς ἐνεργείαις καὶ συνεξομοιοῦσα ἑαυτὴν ταῖς περιόδοις αὐτῆς ταῖς θείαις. ὅτι δὲ ἡ εἰς τὸ πρόσθεν κίνησις μόνοις ὑπάρχει τοῖς ὅλοις μεθισταμένοις τόπον ἐκ τόπου, δῆλον· ὥστε τὰ μὲν ἄστρα κινοῖτʼ ἂν εἰς τὸ πρόσω, ἡ δὲ ἀπλανὴς οὐκέτʼ, ἀλλὰ κύκλῳ μόνον, οὕτω δὲ καὶ τὰ πλανώμενα, οὐκέτι δὲ αἱ σφαῖραι αἱ πλανώμεναι. Πάλιν τοίνυν ἀπὸ τοῦ ἀριθμοῦ τῶν κινήσεων τὴν τάξιν τῶν πραγμάτων κατίδωμεν· μονοειδὴς μὲν γάρ ἐστι κίνησις ἡ τοῦ παντός, δυοειδὴς δὲ ἡ τῶν ἀπλανῶν, πολυειδὴς δὲ καὶ ἀόριστος ἡ τῶν ὑπὸ σελήνην, ἐπεὶ καὶ τῶν πλανωμένων ἑκάστη μονοειδῆ κινεῖται κίνησιν, ἀλλʼ ἡ σύμμιξις τῶν πολλῶν περιόδων, τῆς τε οἰκείας ἑκάστης καὶ τῆς μετὰ τοῦ ἀπλανοῦς, ποικίλην ἀπεργάζεται τὴν φοράν· ἔδει γὰρ ἐν τῷ οὐρανῷ προειλῆφθαι τῆς ποικιλίας αἰτίαν καὶ τῆς ἐναντιώσεως τὰς ἀρχάς· ἢ πῶς περιέξει τὴν γένεσιν ὁ οὐρανός, πῶς δὲ ποδηγετήσει τὴν μεταβολὴν τῶν ὑπὸ σελήνην στοιχείων μὴ περιέχων ἐν ἑαυτῷ τὴν τῆς ἐναντιώσεως ἀρχήν; ἐπειδὴ δὲ ἄυλος ὡς ἐν αἰσθητοῖς ἐστιν, οὐ μάχεται τὰ ἐναντία ἐν αὐτῷ οὐδὲ στασιάζει πρὸς ἄλληλα, συνυπάρχει δὲ ἀλλήλοις, καὶ τὸ αὐτὸ κινεῖται τὰς διττὰς περιφορὰς καὶ οὐ τὴν μὲν καθʼ αὑτό, τὴν δὲ κατὰ συμβεβηκός, εἰ δεῖ τὸ δοκοῦν λέγειν, ἀλλʼ ἀμφοτέρας καθʼ αὑτό· τί γάρ ἐστιν ἐκεῖ συμβεβηκὸς ἁπάντων ἀΰλων ὄντων καὶ πάντων ἐκ τῆς ὅλης δημιουργίας ὑφισταμένων; καὶ τὸ σχῆμα οὖν οὐσιῶδες ἐκεῖ καὶ ἡ κίνησις. ἐπειδὴ δʼ οὖν ἄυλός ἐστι — ταύτην λέγω τὴν ὕλην τὴν ἀνέδραστον καὶ νόθον κάλλος κεκτημένην, αἶσχος δὲ οὖσαν αὐτήν —, ὁ οὐρανὸς καὶ τὰς ἐναντίας κινήσεις ἅμα συνείληφεν· ἔξω γὰρ ὄντα τῆς ὕλης ταύτης τῆς οὐδὲν στεγούσης τὰ ἐναντία σύνδρομά ἐστι καὶ ἥνωται ἀλλήλοις, ἐν δὲ τῇ ὕλῃ μάχεται μὴ δυναμένῃ καταδέξασθαι διὰ τὴν αὑτῆς ἀσθένειαν τὴν ἀμφοτέρων τῶν εἰδῶν παρουσίαν. ταῦτα μὲν οὖν περὶ τῶν κινήσεων εἰρήσθω. Ποίας δὲ πέντε κινήσεις ἀφεῖλε τῶν ἀπλανῶν; ἦ πρόδηλον, ὅτι τὴν ἄνω καὶ κάτω καὶ τὴν ἐπὶ τὸ ὀπίσω καὶ τὴν ἐπὶ δεξιὰ καὶ ἐπʼ ἀριστερά· τῆς μὲν γὰρ ἀπλανοῦς τὰς ἓξ ἤδη πρότερον ἀφεῖλε, τοῖς δὲ ἄστροις τὴν εἰς τὸ πρόσθεν δέδωκεν, ἵνα καὶ τὴν τοῦ ὅλου κινῆται κίνησιν, τοῖς δὲ πλάνησιν οὐ τὴν εἰς τὸ πρόσθεν μόνην, ἀλλὰ καὶ τὴν εἰς τὰ ἑπόμενα· κατὰ γὰρ ταύτην καὶ πλανᾶσθαι λέγεται μόνην. εἰ δὲ ἣν πρότερον ἐκάλεσεν ἐπὶ δεξιά, ταύτην νῦν εἰς τὸ πρόσθεν ἐπωνόμασεν, οὐ δεῖ θαυμάζειν· ἐπὶ δεξιὰ μὲν γάρ ἐστιν ὡς πρὸς τὴν ὅλην περιφοράν, εἰς τὸ πρόσθεν δὲ ὡς πρὸς τοὺς ἀστέρας. καὶ ἔοικεν ὡς μὲν εἷς κόσμος μίαν ἔχειν κίνησιν τὴν περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν καὶ τῶν ἓξ μηδεμίαν, ὡς δὲ διῃρημένος εἰς ἀπλανὲς καὶ πλανώμενον τὴν ἐπὶ δεξιὰ καὶ ἐπʼ ἀριστερὰ διὰ τὴν διττὴν περιφοράν, ὡς δὲ ἔχων μερικὰ ζῷα ἀπλανῆ καὶ πλανώμενα καὶ τὴν εἰς τὸ πρόσθεν κίνησιν καὶ τὴν εἰς τὰ ὀπίσω, τὴν μὲν ἐπὶ τῶν ἀπλανῶν, τὴν δὲ ἐπὶ τῶν πλανωμένων. καὶ ἔοικεν, ὡς ἐκ τούτων ἀπομαντεύεσθαι δυνατόν, ἕκαστον τῶν ἀπλανῶν κινεῖν ὁμοίως τῇ ἀπλανεῖ περὶ τὸ ἑαυτοῦ μὲν κέντρον, ἀλλʼ ὡς ἐπὶ δυσμὰς κυκλούμενον· οὕτω γὰρ καὶ ὑπὸ τοῦ ὅλου κινούμενος ἕκαστος εἰς τὸ πρόσω ἑαυτοῦ κινήσεται· ἐφʼ ὃ γὰρ ἡ κατὰ φύσιν ἑκάστου κίνησις, τοῦτό ἐστιν ἑκάστου πρόσω. τὸ οὖν ἐφʼ ὃ τῆς ἑκάστου κυκλήσεως τοῦτό ἐστι τὸ ἐπὶ δύσιν, ἵνα καὶ ταύτῃ  <span class="gap">…</span> ὁμοίως ἐν τῇ ἑαυτῶν ὁλότητι, ὥσπερ τῶν πλανωμένων τὸ ἀνατολικόν ἐστι πρόσω, ἐφʼ ὃ φέρονται κατὰ φύσιν. ἡ δʼ οὖν εἰς τὸ πρόσω κίνησις τῶν ἀπλανῶν ἐστιν, ἀλλʼ οὐ τῆς πλανωμένης· τούτων γάρ ἐστί τι ἐκτός· καὶ τὸ μὲν γὰρ αὐτῶν ἡγεῖται, τὸ δὲ ἕπεται. ἡ δὲ ὅλη σφαῖρα πάσης μὲν ὑπερέχει τῆς κατʼ εὐθεῖαν κινήσεως, κατὰ μόνην δὲ φέρεται τὴν κυκλικήν. τοὺς δὲ πλάνητας εἴποις ἂν τὴν ἰδίαν μὲν ποιεῖσθαι κίνησιν ἐπʼ ἀνατολὰς αὐτοὺς φερομένους κύκλῳ τε ὁμοῦ καὶ ὅλους διὰ τοῦ βάθους τῶν σφαιρῶν, καὶ εἶναι αὐτῶν πρόσω τὸ ἀνατολικόν, ὑπὸ δὲ τῆς ἀπλανοῦς ἀντιπεριάγεσθαι εἰς τὰ ὀπίσω ἑαυτῶν ἀντικειμένως πρὸς τὴν ἰδίαν κίνησιν. τῶν οὖν ἓξ κινήσεων τὴν εἰς τὸ πρόσω τοῖς ἄστροις ἀποδέδωκε μόνην. καὶ κατασκευάσειας ἄν, ὅτι τιμιωτάτη τῶν λοιπῶν αὕτη· καθάπερ γάρ φησιν Ἀριστοτέλης, ἡ τοῦ ἀρίστου κίνησις ἀρίστη ἐστί. διὸ τῶν μὲν ἄλλων ἡ τοπικὴ κρείττων, τῶν δὲ τοπικῶν πρώτη μὲν ἡ κύκλῳ, δευτέρα δὲ ἡ ἐπὶ τὸ πρόσω· τοῖς γὰρ ἀπλανέσιν ὑπάρχει καὶ αὕτη, τὰς δὲ πέντε κινήσεις ἕκαστον αὐτῶν ἀκίνητόν ἐστι καὶ ἑστώς· ἄμφω γὰρ εἶπεν ὁ Πλάτων, ἵνα μὴ τὴν ἀκινησίαν πάρεσιν εἶναι νομίσῃς καὶ ἀργίαν καὶ στέρησιν, ἀλλὰ διʼ ὑπεροχὴν αὐτὴν ὑπολάβῃς ὑπάρχειν τοῖς οὐρανίοις. δηλοῖ δὲ καὶ τὸ ἑξῆς· ἵνα γάρ, φησίν, ὅτι μάλιστα αὐτῶν ἕκαστον γένοιτο ὡς ἄριστον· εἰ γὰρ τοῦ κάλλους τῆς τῶν οὐρανίων τάξεως καὶ τοῦ ἀγαθοῦ στοχάζεται ἡ ἀκινησία τῶν πέντε κινήσεων, οὐκ ἔστιν ἀζωΐα καὶ στέρησις, ἀλλὰ δύναμις κρατητικὴ τῆς ποικιλίας· ὁ μὲν γὰρ τῆς ἀπλανοῦς κύκλος πᾶσαν περιέχει κίνησιν ὁπωσοῦν ἐπιτελουμένην, ἡ δὲ εἰς τὸ πρόσω τοῖς ἄστροις προστεθεῖσα δῆλον ὡς ἀρχὴν ταύτην ἐμφαίνει τῆς εὐθυπορίας, ἡ δὲ ποικιλία τῶν πλανωμένων πᾶσαν ποδηγετεῖ τὴν τῆς γενέσεως ἀοριστίαν, ἅτε προσεχῶς αὐτὴν κινοῦσα ταῖς ἑαυτῆς ἀνελίξεσι παντοίαις. ὁ μὲν οὖν Πλάτων τοιαύτην κίνησιν ἀποδέδωκε τοῖς ἀπλανέσιν. Ὅσοι δὲ καὶ τούτους ἐπὶ τὰ ἑπόμενα κινοῦσι περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους διʼ ἑκατὸν ἐτῶν μοῖραν μίαν, ὡς Πτολεμαῖος καὶ Ἵππαρχος πρὸ τούτου, τηρήσεσι πιστεύσαντες, πρῶτον μὲν ἴστωσαν, ὅτι καὶ Αἰγύπτιοι πρὸ αὐτῶν τηρήσεσι χρησάμενοι καὶ ἔτι πολλῷ πρότερον Χαλδαῖοι καὶ πρὸ τῶν τηρήσεων ὑπὸ θεῶν διδαχθέντες ὁμοίως Πλάτωνι περὶ τῆς τῶν ἀπλανῶν κινήσεως ἐδόξασαν· καὶ γὰρ τὰ λόγια τῶν ἀστέρων τὸ προπόρευμα τῶν ἀπλανῶν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις λέγοντα·

  
μηναῖόν τε δρόμημα καὶ ἀστέριον προπόρευμα  
καὶ πάλιν·

  
ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη·  
τὴν εἰς τὸ πρόσθεν κίνησιν αὐτοῖς ἀποδίδωσι καὶ ὁ θεουργὸς ἐν Τοῖς Ὑφηγητικοῖς λέγων περὶ τοῦ τρίτου πατρός· ἔπηξε δὲ καὶ πολὺν ὅμιλον ἀστέρων ἀπλανῶν, τὸ πῦρ πρὸς τὸ πῦρ ἀναγκάσας πήξει πλάνην οὐκ ἐχούσῃ φέρεσθαι· σαφῶς ἐν τῷ αὐτῷ κατὰ τὰ αὐτὰ μαρτυρεῖ κινεῖσθαι τοὺς ἀπλανεῖς, ὥστε διʼ ἀμφοτέρων εἶναι πιστὴν τὴν Πλάτωνος δόξαν. Πρὸς δὲ τούτοις καὶ τὰ φαινόμενα τοὺς ἔχοντας ὄμματα πείθειν ἱκανά· δῆλον γάρ, ὅτι περὶ τοὺς πόλους τοῦ ζῳδιακοῦ κινουμένων αὐτῶν εἰς τὰ ἑπόμενα καὶ τῆς Ἄρκτου δύνειν ἐν τούτοις ἔδει τοῖς τόποις οὐκ ὀλίγον, ἀπὸ τῶν Ὁμήρου χρόνων ἀειφανοῦς λεγομένης, οὕτως, ὥσπερ καὶ νῦν πλείονας μοίρας κεκινῆσθαι τῶν πεντεκαίδεκα, καὶ οὐ περὶ τὸν τοῦ ἰσημερινοῦ πόλον καὶ τὸν Κάνωβον μηκέτι φαίνεσθαι βραχεῖαν μὲν ὑπὲρ τὸν ὁρίζοντα ποιοῦντα περίοδον τοῖς ἐν τῷ τρίτῳ κλίματι, τοῖς δὲ ἐν Ῥόδῳ παραξέοντα τὸν ὁρίζοντα, καθάπερ λέγει Ποσειδώνιος. ἀλλὰ μὴν καὶ ἡ Ἄρκτος ἀειφανὴς καὶ ὁ Κάνωβος τὴν αὐτὴν φυλάττει θέσιν. οὐκ ἄρα ἀληθὴς ἡ θρυλουμένη παρʼ αὐτοῖς ἐπὶ τὰ ἑπόμενα τῶν ἀπλανῶν κίνησις. εἰ δὲ καὶ τὰς ψηφηφορίας τῆς τῶν πλανωμένων κινήσεως καὶ τὰς ἐκθέσεις τῶν γενέσεων ὡς ταύτην κινουμένων τὴν ἐπὶ τὰ ἑπόμενα κίνησιν τῶν ἀπλανῶν συμπαραλαμβάνοντες σύμφωνα λέγειν οἴονται τοῖς φαινομένοις, ῥητέον πρὸς αὐτούς, ὅτι καὶ οἷς οὐκ ἀρέσκει ταύτην κινεῖσθαι τοὺς ἀπλανεῖς τὴν κίνησιν καὶ ἐκεῖνοι διαφερόντως συμφωνοῦσι τοῖς φαινομένοις, καὶ περὶ τῶν ἐν τοῖς πλάνησι κινήσεων κανόνας ἐκδεδωκότες καὶ περὶ τὰ κατὰ γενεθλιαλογίαν σπουδάσαντες οὐδὲν δεηθέντες καὶ ταύτην συμπαραλαβεῖν εἰς τὴν τῶν κανόνων ἔκθεσιν ἢ τὴν τῶν γενέσεων εὕρεσιν, οἵους γεγονέναι μάλιστα ἂν εἴποιμι Χαλδαίους, ὧν καὶ αἱ τηρήσεις ὅλων ἦσαν κοσμικῶν περιόδων καὶ προρρήσεις ἀνέλεγκτοι τῶν τε ἰδίων καὶ τῶν κοινῶν παθημάτων. τί δὴ οὖν ἡμεῖς μαρτυρόμεθα τὰ ἐξ ὀλίγων τηρήσεων ἱστορημένα καὶ τὰ μὴ μετὰ τοσαύτης ἀκριβείας νεαροπρεπῆ θεάματα, μαρτυρούντων ἐκείνων τοῖς τῶν ἀρχαίων περὶ τῆς τῶν ἀπλανῶν κινήσεως δόγμασιν, οὐδὲ τοῦτο εἰδότες, ὅτι ἔστι καὶ ἐκ ψευδῶν ὑποθέσεων ἀληθές τι συνάγειν καὶ ὡς οὐ δεῖ τὸ συναγόμενον ὡς σύμφωνον τοῖς φαινομένοις τεκμήριον ἱκανὸν ἡγεῖσθαι τῆς τῶν ὑποθέσεων ἀληθείας;

Ἐξ ἧς δὴ τῆς αἰτίας γέγονεν ὅσα ἀπλανῆ τῶν ἄστρων ζῷα θεῖα ὄντα καὶ διὰ ταῦτα ἐν ταὐτῷ στρεφόμενα ἀεὶ διαμένει. τὰ δὲ τρεπόμενα καὶ πλάνην τοιαύτην ἴσχοντα, καθάπερ ἐν τοῖς ἔμπροσθεν ἐρρήθη, κατʼ ἐκεῖνα γέγονεν.

`3.127–3.131`

Ἡ μὲν «αἰτία» πάσας περιέχει τὰς κυριωτάτας ἀρχὰς τῆς τῶν ἄστρων ἀπογεννήσεως, τὴν παραδειγματικήν, τὴν δημιουργικήν, τὴν τελικήν· ἀπὸ πασῶν γὰρ τούτων ἐγεννήθη τοιαῦτα καὶ οὕτω κινούμενα τὰ ἄστρα. τὸ δὲ «ἀπλανὲς» τῆς μονοειδοῦς ἐστι καὶ ἀεὶ ὡσαύτως προϊούσης κινήσεως παραστατικόν. τὸ δὲ «θεῖον ζῷον» τὴν εἰς αὐτὰ παρουσίαν ἐνδείκνυται τοῦ τε νοῦ καὶ τῆς θείας ψυχῆς καὶ πρὸ τούτων τῆς μιᾶς ἑνάδος, καθʼ ἣν ἕκαστόν ἐστι θεός· διότι μὲν γὰρ ἕκαστον «ζῷον», ψυχὴν ἔχει τὴν κινοῦσαν, διότι δὲ «θεῖον ζῷον», εἰς νοῦν ἀνήρτηται θεῖον· οὐ γὰρ νοῦς ὃ ποιεῖ θεῖόν ἐστιν, ἐπεὶ καὶ ἀγγελικός ἐστι νοῦς καὶ δαιμόνιος, ἀλλὰ τὸ ὅλον τοῦτο θεῖος νοῦς, διαφέρων τοῦ μὴ θείου τῷ θεότητος ἀνηρτῆσθαι τῆς θεῖον αὐτὸν ἀποτελούσης νοῦν. ἡ δὲ «ἐν ταὐτῷ διαμένουσα ἀεὶ στροφὴ» τὴν κατʼ οὐρανὸν ἀϊδιότητα, καθʼ ἣν καὶ τὸν αὐτὸν ἀεὶ κατέχουσι τοῦ οὐρανοῦ τόπον περὶ τὰ ἑαυτῶν κέντρα κινούμενοι, καὶ τὴν ἀνέκλειπτον αὐτῶν ἐνέργειαν παρίστησι καὶ τὴν ἀκατάληκτον ζωήν. ὅσοι τοίνυν ἢ ἄψυχα τὰ ἄστρα ποιοῦσιν ἢ μεταβάλλειν οἴονται τὰς τῶν οὐρανίων ψυχὰς ὥσπερ τὰς ἡμετέρας ἢ κατὰ χρόνον εἶναι τὴν γένεσιν αὐτῶν, ἀποπίπτουσι τῆς τοῦ Πλάτωνος γνώμης· εἰ γάρ τι ζῷόν ἐστι θεῖον, ψυχὴν ἔχει θείαν καὶ νοῦν θεῖον, ἀλλʼ οὐκ ἀπὸ τοῦ ὅλου ψυχοῦται μόνον· ἔστι γὰρ καὶ ἡ γῆ ζῷον θεῖον, εἴπερ καὶ πρεσβυτάτη θεῶν, καὶ ἐν αὐτῇ τινα ζῶντα ἀπὸ τῆς ὅλης ἐντελεχείας ἔχοντα μόνας, ἀλλὰ ταῦτα ζῷα θεῖα οὐκ ἔστι. καὶ εἴ τι διαμένει ἀεὶ κινούμενον, οὔτε ἀπὸ χρόνου τὴν ψυχὴν ἔσχεν οὔτε ἀφήσει ποτὲ αὐτήν· τὸ γὰρ ἀεὶ τὴν ἐφʼ ἑκάτερα δηλοῖ κατὰ τὸν χρόνον ἀμεταβλησίαν. ταῦτα μὲν περὶ τῶν ἀπλανῶν. Περὶ δὲ τῶν πλανωμένων ὑπομιμνήσκει πάλιν, ὅτι ποικίλας ἔχουσι κινήσεις, ἀλλʼ ἐν τάξει καὶ κατὰ μέτρα καὶ ὅρους· ἡ γὰρ ἁπλότης αὐτῶν περιέχει τὸ πλῆθος καὶ ἡ τάξις συνέχει τὴν ποικιλίαν καὶ τὸ μέτρον ὁρίζει τὴν πλάνην. τί οὖν βούλεται νῦν ἡ ὑπόμνησις καὶ τίνα παρέχεται ἡμῖν ἔνδειξιν; ἦ τοῦτο, φασί τινες, ἐκεῖνο δηλοῖ τὸ τὰ πλανώμενα, εἰ καί πῃ ὑπερέχει τῶν ἀπλανῶν ἄστρων, καθʼ ὅσον ἡγεμονικὴν ἔλαχε καὶ κοσμοκρατορικὴν ἀξίαν ἐν τῷ παντὶ καί, ὡς οἱ θεολόγοι φασίν, ἀζωνικήν — ἐν ἑκάστῳ γὰρ τῶν κοσμοκρατόρων ἐστὶν ἀζωνικὴ τάξις θεῶν —, ὅμως αὐτῶν ἐλασσοῦσθαι κατὰ τὴν ποικιλίαν τῆς κινήσεως καὶ τὰς πλάνας καὶ τὴν παντοίαν κίνησιν. καὶ οὐδέν γε ἄτοπον ἡμεῖς φήσομεν καὶ αὐτὸ καὶ ὑπερέχειν καὶ ὑπερέχεσθαι τῶν αὐτῶν κατʼ ἄλλας καὶ ἄλλας ἐπιβολάς, ἀλλʼ ἐπιστήσομεν, εἰ τοῦτο ὁ Πλάτων ἐνδεικνύμενος καὶ πρὸ τῶν ἀπλανῶν περὶ τῶν πλανωμένων εἴρηκε τήν τε τάξιν αὐτῶν καὶ τὴν κίνησιν καὶ τὰς δυνάμεις παραδιδοὺς καὶ τὰς περιόδους καὶ τὰς ἀποκαταστάσεις καὶ μετὰ τοὺς ἀπλανεῖς τὸν περὶ αὐτῶν πάλιν ἀνεκαλέσατο λόγον, διότι κατὰ τὴν ποικιλίαν τῆς κινήσεως δεύτερός ἐστιν ὁ περὶ αὐτῶν λόγος τοῦ περὶ ἐκείνων. κοινὸν μὲν τοίνυν ἐστὶ τῶν τε ἀπλανῶν καὶ τῶν πλανωμένων τὸ ζῷα θεῖα εἶναι πάντα· περὶ γὰρ ἀμφοτέρων εἴρηται τοῦτο σαφῶς. ἴδιον δὲ τὸ τὰ μὲν ἐν τῷ αὐτῷ κατὰ τὰ αὐτὰ κινεῖσθαι τὴν ἰδίαν κίνησιν — τοῦτο γὰρ εἶπε περὶ τῶν ἀπλανῶν —, τὰ δὲ διʼ οὐρανοῦ πορευόμενα τροπὰς ἔχειν· καὶ γὰρ τοῦτο λέλεκται περὶ τῶν πλανωμένων, ὥσπερ καὶ νῦν αὐτὰ τρεπόμενα προσεῖπε. δῆλον οὖν ὅτι ταῦτα βούλεται διʼ ἑαυτῶν ἀπογειότερα γίνεσθαι καὶ περιγειότερα καὶ τὰς κατὰ πλάτος ποιεῖσθαι τροπὰς αὐτὰ πορευόμενα καὶ οὐχ ὑπʼ ἄλλων φερόμενα, καθάπερ φησὶ τῶν ἀνελιττουσῶν τινες ἢ τῶν ἐπικύκλων, ὡσὰν κατὰ τὴν ἑαυτῶν μίαν φύσιν μίαν καὶ ποικίλην ἔχοντα κίνησιν καὶ προποδίζοντα καὶ ὑποποδίζοντα ἑλικοειδῶς καὶ παντοίως μετασχηματίζοντα τὴν ἑαυτῶν περιπόλησιν, ὥστε εἶναι τριπλῆν αὐτῶν τὴν φοράν, τὴν μέν, ἣν αὐτὰ τρέπεται μετὰ τοῦ περὶ τὰ ἑαυτῶν κέντρα κινεῖσθαι καὶ κατὰ πλάτος κινούμενα καὶ κατὰ βάθος, τὴν δέ, ἣν ὑπὸ τῶν ἰδίων ἐπʼ ἀριστερὰ περιάγεται κύκλων, τὴν δέ, ἣν ὑπὸ τῆς ταὐτοῦ φορᾶς κρατούσης τῆς θατέρου πάσης. τοσαῦτα περὶ τούτων ἐξαιρέτων ὄντων τῆς Πλάτωνος φιλοσοφίας θεαμάτων. Εἰ δὲ ἐπιζητοίης, τίς ἡ τῶν πλανωμένων σύστασις αὐτῶν τε τῶν ἄστρων καὶ τῶν ὅλων σφαιρῶν καὶ πότερον ἡ αὐτὴ τῶν τε ἄστρων καὶ τῶν σφαιρῶν ἢ ἑτέρα, διʼ αὐτῶν ἀπαντησόμεθα τῶν Πλατωνικῶν ἀρχῶν, ὅτι πᾶς μὲν ὁ οὐρανὸς ἐκ πάντων ἐστὶ τῶν στοιχείων λέγοντες, ἐπικρατεῖ δὲ ὅπου μὲν τὸ πῦρ μετὰ τῆς γῆς, ὅπου δὲ τὸ πῦρ μετὰ τοῦ ἀερώδους, ὅπου δὲ τὸ πῦρ μετὰ τοῦ ὕδατος τῆς ἀκρότητος, ὥσπερ καὶ τοῦ ἀέρος καὶ αὐτοῦ τοῦ πυρὸς καὶ καθʼ ἕκαστον τούτων ἡ ἐξαλλαγὴ παμπόλλη τίς ἐστι, διὸ δὴ καὶ τὰ μὲν ὁρατὰ μᾶλλόν ἐστιν, ὅσα τὸ πῦρ ἔχει μετὰ τοῦ στερεοῦ, τὰ δὲ ἀορατότερα, ὅσα τὸ πῦρ ἔχει μετὰ τοῦ διαυγοῦς καὶ διαφανοῦς, καὶ διὰ τούτων μὲν τὰ ἀνωτέρω δυνατὸν ὁρᾶν, ὥσπερ καὶ διὰ τοῦ ἀέρος, ἐκεῖνα δὲ ἐπιπροσθεῖ πρὸς τὴν ἡμετέραν ὄψιν. εἰ δὴ ταῦτα ὀρθῶς λέγομεν, εἰκότως αἱ μὲν σφαῖραι λεπτοτέραν ἔχουσι καὶ διαφανεστέραν οὐσίαν, τὰ δὲ ἄστρα στερεωτέραν, πανταχοῦ δὲ ἐπικρατεῖ τὸ πῦρ, καὶ ὁ πᾶς οὐρανὸς κατὰ τὴν τούτου χαρακτηρίζεται δύναμιν, καὶ οὔτε καυστικὸν τὸ ἐκεῖ πῦρ ὅπου γε οὐδὲ τὸ ὑπὸ σελήνην τὸ πρώτιστον τῶν ἐνταῦθα στοιχείων, ὃ καλεῖν εἴωθεν Ἀριστοτέλης πυροειδές, οὔτε φθαρτικόν τινος οὔτε ἐναντίον πρὸς τὴν γῆν, ἀλλὰ θερμότητι ζῳογόνῳ καὶ δυνάμει φωτιστικῇ καὶ καθαρότητι καὶ διαυγείᾳ διαλάμπον· ἄλλο γάρ ἐστι τὸ σφοδρὸν καὶ ἄλλο τὸ καθαρόν, ὡς ἔδειξεν ὁ ἐν Φιλήβῳ Σωκράτης. φῶς οὖν τὸ ἐκεῖ πῦρ, καὶ οὐ δεῖ τὸν περὶ αὐτοῦ λόγον ἐπιταράττειν ἐπὶ τὸ παχὺ τοῦτο καὶ σκοτεινὸν πῦρ φερομένους. οὕτω μὲν οὖν ὁ περὶ τῶν πλανήτων λόγος οἰκείως τοῖς εἰρημένοις ἀποδοθήσεται. Εἰ δέ τινα καὶ ἄλλα ζῷα θεῖα εἴη οὐράνια συνεπόμενα ταῖς τῶν πλανωμένων περιφοραῖς, ὧν ἡγεμόνες εἰσὶν οἱ ἑπτά, καὶ ταῦτα πάντα περιέλαβεν ἐν τούτοις ὁ Πλάτων· καὶ γὰρ ταῦτα τρεπόμενά ἐστι καὶ πλάνην ἔχοντα τοιαύτην, οἵαν εἴρηκε περὶ τῶν ἑπτὰ μικρῷ πρότερον· καὶ γὰρ συμπεριπολεῖ καὶ συναποκαθίσταται ταῖς ἑαυτῶν ἀρχαῖς, ὥσπερ καὶ τὰ ἀπλανῆ κρατεῖται ὑπὸ τῆς ὅλης περιφορᾶς. ταῦτα δʼ οὖν τὰ πλανώμενα γίνεσθαί φησι κατʼ ἐκεῖνα τὰ ἔμπροσθεν χρόνου γενέσεως χάριν, ἵνα συναπεργάζηται χρόνον, διά τε τῆς ἀνωμαλίας καὶ τῆς ἀεικινησίας τὰ διάφορα χρονικὰ μέτρα προάγοντα εἰς τὸν κόσμον, ὧν ὁ εἷς χρόνος περιληπτικός, τὸν ἕνα περιοδικὸν ἔχων ἀριθμὸν τὸν τῶν παντοδαπῶν ἀριθμῶν τῶν περιοδικῶν περιεκτικόν. καὶ οὐ δὴ τὰ ἀπλανῆ κινεῖσθαι καὶ αὐτὰ λέγων περὶ τὰ ἑαυτῶν κέντρα μετὰ τῆς εἰς τὸ πρόσθεν πορείας οὐχὶ κἀκεῖνα φαίη ἂν συναπεργάζεσθαι χρόνον, ἔχοντα καὶ αὐτὰ περιοδικὸν ἀριθμὸν τῆς ἰδίας ἀποκαταστάσεως, καθʼ ὃν μετρεῖται ὁ σύμπας χρόνος, ἀλλὰ τὸν προσήκοντα τῇ φυσιολογίᾳ τρόπον λέγων περὶ τῶν πλανωμένων ταῦτα διαφερόντως εἶπεν, ἐφʼ ὧν καὶ τὴν αἴσθησιν εἶχε μαρτυροῦσαν τῇ διαφόρῳ κινήσει τῶν πλανωμένων, οὐδὲν ἐχόντων ἡμῶν ἀπὸ τῆς αἰσθήσεως λαβεῖν περὶ τῶν διαφόρων ἀριθμῶν τῆς κινήσεως τῶν ἀπλανῶν καὶ τῶν περιόδων, ἃς ποιοῦνται περιιόντες. τοῦτο μὲν οὖν — λέγω δὴ τὸ τὰ πλανώμενα χρόνου ἕνεκα γεγονέναι — διαφερόντως ὑπεμνήσθω διὰ τούτων παρʼ ἡμῶν, ὥσπερ καὶ αὐτὸς ὑπέμνησεν. Ὅσοι δὲ τὸ ἐκ πυρὸς εἶναι τὸν οὐρανὸν ἀθετοῦσιν ὡς τοῦ πυρὸς ἄνω φέρεσθαι πεφυκότος, ἤδη μὲν προείπομεν, δεῖ δὲ ἄρα πάλιν καὶ πάλιν ὑπομιμνήσκειν αὐτοὺς φιλέριδας ὄντας, ὡς ἀτόπως λέγουσιν· εἰς γὰρ τοῦτο τὸ ἐνταῦθα πῦρ ἀποβλέπουσιν, ὃ παρὰ φύσιν· ἐπεὶ τῷ γε πυρί, κἂν τὸ ὑπὸ σελήνην λάβῃς, οὐ τὸ ἄνω κινεῖσθαι κατὰ φύσιν, ἀλλὰ τὸ μένειν ἐν τῇ αὑτοῦ χώρᾳ, τὸ δὲ ἄνω κινεῖσθαι ἄγει μὲν εἰς τὸ κατὰ φύσιν, αὐτὸ δὲ οὐ κατὰ φύσιν· οὐδὲ γὰρ σώματι τὸ ὑγιάζεσθαι κατὰ φύσιν, ἀλλὰ τὸ ὑγιαίνειν, νενοσηκότι δὲ τὸ ὑγιάζεσθαι μόνῳ κατὰ φύσιν, ὥστε καὶ πυρὶ τῷ μὴ τελέως πυρὶ τὸ ἄνω φέρεσθαι κατὰ φύσιν, τῷ δὲ κατʼ ἐνέργειαν πυρὶ τὸ μένειν ἐν τῷ ἄνω κατὰ φύσιν, ἐν ᾧ μένον, εἰ κινοῖτο, μίαν ἕξει μόνην τὴν κύκλῳ κίνησιν. εἰ δὲ ὅτι καὶ τούτου τὸ ἄκρον ἐν τοῖς τῇδε φέρεται κύκλῳ μετὰ τοῦ αἰθέρος, ὥς φησιν Ἀριστοτέλης, ἀληθές, ἔτι μειζόνως ἀποδείκνυται κυκλοφορητικὸν ὄν· εἰ γὰρ καὶ τοῦτο κύκλῳ φέρεται καθʼ ὅσον δύναται ἀεί, κατὰ φύσιν κινεῖται· τὸ γὰρ παρὰ φύσιν οὐκ ἀΐδιον· τοιοῦτον δὲ πᾶν τὸ βίαιον. εἰ δὴ καὶ ὑπὸ σελήνην ἐστὶ πῦρ τοιοῦτον, τί περὶ τῶν οὐρανίων ἀμφισβητοῦσι τὴν ἐπὶ τὸ ἄνω κίνησιν τοῦ πυρὸς ἄνω καὶ κάτω διαθρυλοῦντες; ταῦτα μὲν οὖν, ὡς ἔφην, εἴρηταί που καὶ ἔμπροσθεν. ζητήσαντος δὲ τοῦ Ἀριστοτέλους, διʼ ἣν αἰτίαν ἡ μὲν ἀπλανὴς πολλὰ περιείληφεν ἄστρα μία οὖσα, αἱ δὲ πλανώμεναι πολλαὶ οὖσαι ἓν ἑκάστη, τὰ μὲν ἐκείνῳ ἀρέσαντα λαμβάνειν ἀπὸ τῶν ἐκείνου δυνατόν, ἡμεῖς δὲ καὶ ἤδη τι περὶ τούτου προείπομεν καὶ νῦν ἑπόμενα τοῖς ἔμπροσθεν γράφοντες φήσομεν καὶ τῶν πλανωμένων ἑκάστην κόσμον ὅλον εἶναι πολλῶν ἡμῖν ἀφανῶν θείων γενῶν περιληπτικόν, πάντων δὲ ἐκείνων τὴν ἡγεμονίαν ἔχειν τὸ φαινόμενον ἄστρον, καὶ ταύτῃ διαφέρειν τὰ ἀπλανῆ τῶν ἐν ταῖς πλανωμέναις σφαίραις, ὅτι ἐκεῖνα μὲν μίαν ἔχει μονάδα, τὴν ὁλότητα τὴν ἑαυτῶν, ταῦτα δὲ τὰ καθʼ ἑκάστην τῶν πλανωμένων ἀφανῆ συμπεριπολοῦντα ταῖς ἑαυτῶν σφαίραις διπλῆν, τήν τε ὁλότητα καὶ τὴν ἐν τοῖς περιεχομένοις ἐξῃρημένην λαχοῦσαν ὑπεροχήν· δεύτερα γὰρ ὄντα τῶν ἀπλανῶν διττῆς ἐπιστασίας ἐδεῖτο, τῆς μὲν ὁλικωτέρας, τῆς δὲ μερικωτέρας. ὅτι δὲ καὶ ἐν ἑκάστῃ τούτων πλῆθός ἐστιν ἑκάστῃ σύστοιχον, κατασκευάσειας ἂν ἀπὸ τῶν ἄκρων· εἰ γὰρ ἡ ἀπλανὴς ἔχει σύστοιχον ἑαυτῇ πλῆθος καὶ ἡ γῆ τῶν χθονίων ζῴων, ὡς ἐκείνη τῶν οὐρανίων, ἀνάγκη καὶ ἑκάστην ὁλότητα πάντως ἔχειν μερικὰ ἄττα σύστοιχα πρὸς αὐτῇ ζῷα, διʼ ἃ καὶ ὁλότητες λέγονται. λανθάνει δὲ ἡμῶν τὰ μέσα τὴν αἴσθησιν, τῶν ἄκρων δήλων ὄντων, τῶν μὲν διὰ τὴν ὑπέρλαμπρον οὐσίαν, τῶν δὲ διὰ τὴν πρὸς ἡμᾶς συγγένειαν. εἰ δὲ καὶ μερικαὶ ψυχαὶ περὶ αὐτοὺς ἐσπάρησαν, ἄλλαι μὲν περὶ ἥλιον, ἄλλαι δὲ περὶ σελήνην, ἄλλαι δὲ περὶ ἕκαστον τῶν λοιπῶν, καὶ πρὸ τῶν ψυχῶν δαίμονες συμπληροῦσι τὰς ἀγέλας ὧν εἰσιν ἡγεμόνες, δῆλον, ὅτι καλῶς εἴρηται κόσμον ἑκάστην εἶναι τῶν σφαιρῶν, καὶ τῶν θεολόγων ἡμᾶς ταῦτα διδασκόντων, ὁπόταν περὶ ἑκάστου θεοὺς ἐν αὐτοῖς εἶναι πρὸ τῶν δαιμόνων ἄλλους ὑπὸ τὴν ἄλλου τελοῦντας ἡγεμονίαν  <span class="gap">…</span> , οἷον καὶ περὶ τῆς δεσποίνης ἡμῶν τῆς σελήνης, ὅτι καὶ ἡ Ἑκάτη θεαί τινές εἰσιν ἐν αὐτῇ καὶ ἡ Ἄρτεμις, καὶ περὶ τοῦ βασιλέως Ἡλίου καὶ τῶν ἐκεῖ θεῶν, τὸν ἐκεῖ Διόνυσον ὑμνοῦντες·

`3.132–3.133`

Ἠελίοιο πάρεδρος ἐπισκοπέων πόλον ἁγνόν, τὸν Δία τὸν ἐκεῖ, τὸν Ὄσιριν, τὸν Πᾶνα τὸν ἡλιακόν, τοὺς ἄλλους, ὧν αἱ βίβλοι πλήρεις εἰσὶ τῶν θεολόγων καὶ τῶν θεουργῶν· ἐξ ὧν ἁπάντων δῆλον, ὅπως ἀληθὲς καὶ τῶν πλανωμένων ἕκαστον ἀγελάρχην εἶναι πολλῶν θεῶν συμπληρούντων αὐτοῦ τὴν ἰδίαν περιφοράν. ταῦτα μὲν οὖν ταύτῃ διαλύσομεν. Ἓν δὲ ἐκεῖνο χρὴ συλλογίζεσθαι διὰ τῶν εἰρημένων, ὅτι τὰ ἀπλανῆ κατὰ Πλάτωνα τῶν πλανωμένων ἐστὶν οὐ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ τῇ ἀξίᾳ κρείττονα· τὰ μὲν γὰρ ἐντεθῆναί φησι τῇ ταὐτοῦ κύκλου φρονήσει, τὰ δὲ ταῖς περιφοραῖς, ἃς ἡ θατέρου περίοδος ἤιεν, ὡς τὰ μὲν μόνῃ συζῶντα τῇ ταὐτοῦ νοερᾷ ζωῇ, τὰ δὲ καὶ τῇ θατέρου περιφορᾷ· πάντως μὲν γὰρ καὶ ἐκείνῃ, διότι καὶ αὐτὰ συμπεριφέρεται τῇ ἀπλανεῖ καθάπερ καὶ τὰ ἀπλανῆ, μετὰ δὲ τοῦ καὶ τῇ θατέρου περιόδῳ συμπεριάγεσθαι. εἰ οὖν τὰ μὲν αὐτόθεν ἐκείνης μετέχει τῆς θειοτέρας, τὰ δὲ διὰ μέσης τῆς καταδεεστέρας, ἀνάγκη δήπου τὰ μὲν εἶναι κρείττονος ἀξίας, τὰ δὲ καταδεεστέρας. ἐοίκασιν οὖν, εἴ τι δεῖ τεκμαίρεσθαι διὰ τούτων, αἱ μὲν τῶν ἀπλανῶν ψυχαί, κἂν ἔχωσιν ἀμφοτέρους τοὺς κύκλους — ἔχουσι δέ, εἴπερ καὶ αἱ ἡμέτεραι τὸν ταὐτοῦ καὶ τὸν θατέρου, καθάπερ αὐτός φησι —, μᾶλλον ζῆν κατὰ τὸν ταὐτοῦ καὶ διὰ τοῦτο μᾶλλον συζῆν τῷ ὁμοίῳ τῆς ὅλης ψυχῆς, αἱ δὲ τῶν πλανωμένων μᾶλλον κατὰ τὸν θατέρου, διὸ καὶ ποικίλας κινεῖσθαι τὰ σώματα αὐτῶν κινήσεις καὶ ἐντίθεσθαι ταῖς τοῦ θατέρου περιφοραῖς. καὶ ἔχοι ἂν ταῦτα λόγον τοῖς εἰς μόνας αὐτῶν βλέπουσι τὰς κινήσεις, ὃ δὴ τῆς φυσικῆς ἐστι θεωρίας ἴδιον, οὕτω καὶ τοῦ θεουργοῦ διδάξαντος ἡμᾶς περί τε τῶν ἄστρων καὶ τῶν πλανωμένων φρονεῖν· περὶ μέν γε τῶν ἀπλανῶν τῆς δημιουργίας λέγων φησίν· ἔπηξε δὲ καὶ πολὺν ὅμιλον ἀστέρων ἀπλανῶν μὴ τάσει ἐπιπόνῳ πονηρᾷ, πήξει δὲ πλάνην οὐκ ἐχούσῃ χρωμένων — τὴν ἐν τῷ αὐτῷ δήπου κατὰ τὰ αὐτὰ κίνησιν αὐτῶν δηλῶν διὰ τῆς πήξεως· περὶ δὲ τῶν πλανωμένων, ὅτι ἓξ αὐτοὺς ὑπέστησεν ἕβδομον ἡλίου μεσεμβολήσας πῦρ, τὸ ἄτακτον αὐτῶν εὐτάκτοις ἀνακρεμάσας ζώναις, τὴν μὲν ἀνωμαλίαν ἣν ἔχουσι τῶν κινήσεων ἀταξίαν εἰπών, τὴν δὲ τῶν ἐπιτεταγμένων αὐτοῖς ζωνῶν εὐταξίαν κρατοῦσαν εἰς τάξιν περιάγειν τὴν ἀταξίαν παριστάς — οὐ γὰρ διʼ ἀσθένειαν ἀνωμάλως κινοῦνται καθάπερ τὰ ἄψυχα, ἀλλὰ διὰ τὴν βούλησιν τῶν ἐπιβεβηκότων — καὶ τὰς διαφόρους νοήσεις, ἃς δὴ ζώνας ἐκάλεσε, διὰ τὴν ἑαυτῶν τάξιν ἔφατο καὶ τὴν φαινομένην τῶν σωμάτων ἀταξίαν εἰς τὴν πρέπουσαν τάξιν περιάγειν ἑαυταῖς, διασωσαμένας ἕκαστα τῶν πλανωμένων ταῖς ἑαυτῶν δυνάμεσι.

Γῆν δὲ τροφὸν μὲν ἡμετέραν, ἰλλομένην δὲ περὶ τὸν διὰ παντὸς πόλον τεταμένον, φύλακα καὶ δημιουργὸν νυκτός τε καὶ ἡμέρας ἐμηχανήσατο, πρώτην καὶ πρεσβυτάτην θεῶν ὅσοι ἐντὸς οὐρανοῦ γεγόνασιν.

`3.134–3.136`

Ἡ περὶ γῆς φυσιολογία προσεχῶς συνυφαίνεται τῷ λόγῳ τῷ περὶ τῆς κινήσεως τῶν ἄστρων, οὐχ ὡς διὰ τούτων νῦν πρῶτον αὐτὴν τοῦ λόγου παράγοντος — ἤδη γὰρ ὑπέστησεν αὐτήν, ἡνίκα τὸν κόσμον ἐκ τῶν ὅλων ὑπέστησε στοιχείων, τῶν τε ἄκρων καὶ τῶν μέσων —, ἀλλʼ ὡς τοῖς περὶ τῆς πορείας τῶν πλανωμένων καὶ ἀπλανῶν λόγοις καὶ τοῖς περὶ χρόνου καὶ τῶν χρονικῶν περιόδων καὶ τοῦ περὶ γῆς λόγου συντελοῦντος, φύλακος γενομένης νυκτὸς καὶ ἡμέρας· ἅπας γὰρ ὁ οὐρανὸς χορεύει περὶ αὐτὴν καὶ κύκλῳ περιπολεῖ, καὶ αὕτη κέντρον ἐστὶ τοῦ παντὸς ὡς ἐν φυσικοῖς σώμασιν· ἄλλο γὰρ τὸ ἀμερὲς κέντρον, ὡς ἐν τῇ ἀληθεστάτῃ σφαίρᾳ τῇ περιεχούσῃ τὸν φυσικὸν πάντα καὶ αἰσθητὸν κόσμον τὴν μέσην τάξιν ἔχον καὶ ἐκ μέσου πανταχόσε διατεῖνον, ὃ καὶ δύναμίς ἐστι τῆς σφαίρας ἀνὰ λόγον τοῖς πόλοις τεταγμένον, ἄλλο τὸ φυσικόν, ὃ ἡ φύσις ἐνίδρυσε τῷ μέσῳ, περὶ ὃ κύκλῳ κινεῖται πάντα τὰ ἄστρα καὶ εἰς ὃ καταπέμπει τὰς ἑαυτῶν ἐνεργείας, ὃ δὴ καὶ τὴν γῆν εἶναί φαμεν. ὥστε ἐπεὶ περὶ τῆς κυκλοφορίας διελέχθη τῶν οὐρανίων, εἰκότως καὶ τὸν περὶ γῆς λόγον συνῆψε τοῖς εἰρημένοις. ἔτι δὲ καὶ κατʼ ἄλλον τρόπον ἡ τῆς γῆς φύσις πρὸς τὴν οὐράνιον τάξιν μητρὸς ἐπέχει λόγον· ὅσα γὰρ ὁ οὐρανὸς ποιήσει πατρικῶς, ταῦτα ἡ γῆ μητρικῶς· καὶ γὰρ τὰ μετέωρα πάντα, διʼ ὧν ὁ κύκλος ἐπιτελεῖται τῆς γενέσεως, ὡς μὲν ἀπὸ πατρὸς ὑφίσταται τοῦ οὐρανοῦ, κυβερνῶντος ἄνωθεν τὴν ἔνυλον πᾶσαν καὶ φερομένην οὐσίαν, ὡς δὲ ἀπὸ μητρὸς τῆς γῆς· αὕτη γὰρ παρέχει τὴν ὕλην ταῖς ἀναθυμιάσεσιν ἀπὸ τῶν εἰς αὐτὴν συνερρυηκότων καὶ ἑαυτῆς, ὥσπερ τὸ εἶδος καὶ τὴν μορφὴν ὁ οὐρανός. καὶ διὰ ταύτην ἄρα τὴν αἰτίαν εἰκότως τῷ περὶ τοῦ οὐρανοῦ λόγῳ συνέταξε τὸν περὶ γῆς, εἰς αὐτὴν τὴν τῶν πραγμάτων ἀποβλέπων φύσιν, καὶ τὴν συμφωνίαν αὐτῶν καὶ κοινωνίαν καὶ τὴν ἐν ἀρχαῖς ὁμοφυῆ σύζευξιν θεωρῶν. καὶ μὴν καὶ τὴν τῆς ἀναλογίας δύναμιν ἔργῳ κατάδηλον αὐτὸς ἐποίησε διὰ τῆς τάξεως, τὸν περὶ τῶν πλανήτων λόγον καὶ πρῶτον καὶ μέσον παραλαβὼν καὶ τὸν περὶ γῆς λόγον πρὸ τῶν ἄλλων δαιμόνων τῶν ὑπὸ σελήνην παραδούς· οὕτω γὰρ τὰ μὲν ἄκρα καὶ πρῶτα καὶ μέσα γίνεται, τὰ δὲ μέσα πάλιν εἰς τὴν τῶν αὐτῶν ἄκρων μεθίσταται τάξιν· τοῦτο δὲ πέφυκεν ἀναλογία κάλλιστα ἀποτελεῖν. κατὰ πάντας ἄρα τοὺς τρόπους ὁμοφυής ἐστιν ἡ περὶ γῆς φυσιολογία τῇ περὶ τοῦ οὐρανοῦ θεωρίᾳ. καὶ περὶ μὲν τῆς τάξεως τοσαῦτα. Τίς δὲ ἡ γῆ καὶ πόθεν πρόεισι καὶ πῶς ἡμετέρα λέγεται τροφός, πῶς δὲ πρεσβυτάτη καὶ πρωτίστη θεῶν; ἐὰν γὰρ ταῦτα κατανοῆσαι δυνηθῶμεν, ἕξομεν ὥς γε πρὸς τὰ παρόντα ἱκανῶς τὴν περὶ αὐτῆς θεωρίαν. πρόεισι μὲν οὖν ἡ γῆ πρώτως ἀπό τε τῆς νοητῆς γῆς τῆς ἑνιαίως πάντας περιεχούσης τοὺς νοητοὺς διακόσμους τῶν θεῶν καὶ ἐνιδρυμένης τῷ πατρὶ διαιωνίως καὶ τῆς νοερᾶς τῆς τῷ οὐρανῷ συντεταγμένης καὶ πάσας ὑποδεχομένης τὰς τοῦ οὐρανοῦ ποιήσεις· ἐκείναις γὰρ ἀνὰ λόγον καὶ αὕτη μένουσα ἀϊδία ὡς ἐν τῷ κέντρῳ τοῦ οὐρανοῦ καὶ πανταχόθεν ὑπʼ αὐτοῦ συνεχομένη πλήρης ἐστὶ γεννητικῆς δυνάμεως καὶ τελειότητος δημιουργικῆς. ἔστι δὲ ἄρα ἡ ὡς ἀληθῶς γῆ οὔτε ὁ σωματοειδὴς οὗτος καὶ παχὺς ὄγκος — οὐ γὰρ ἂν εἴη πρεσβυτάτη θεῶν διὰ τὸν ὄγκον οὐδὲ πρώτη τῶν ἐντὸς οὐρανοῦ τεταγμένων —, οὔτε ἡ ψυχὴ τοῦδε τοῦ σώματος — οὐ γὰρ ἂν εἴη περὶ τὸν διὰ παντὸς τεταμένον πόλον· οὐ γὰρ ἡ ψυχὴ τοιοῦτον, ἀλλὰ τὸ σῶμα τῆς γῆς· ἀλλʼ εἰ δεῖ τὸ ἀληθέστατον περὶ αὐτῆς εἰπεῖν, ζῷόν ἐστιν ἐκ ψυχῆς θείας καὶ σώματος ζῶντος· διὸ καὶ τὸ ὅλον ζῷόν ἐστιν, ὥς φησιν ὁ Πλάτων· ἔστι γὰρ ἐν αὐτῷ νοῦς ἄυλος καὶ χωριστὸς ἐν ταὐτῷ συνέχων καὶ τόνδε τὸν ὄγκον καὶ ψυχὴ θεία περὶ τόνδε χορεύουσα τὸν νοῦν καὶ σῶμα αἰθέριον προσεχῶς ἐξηρτημένον ἀπὸ τῆς ψυχῆς καὶ τελευταῖος οὗτος ὁ φαινόμενος ὄγκος, ἐμπνεόμενος πανταχόθεν ὑπὸ τοῦ ὀχήματος αὐτῆς καὶ ζωῆς πληρούμενος, ἀφʼ ἧς καὶ γεννᾷ καὶ τρέφει ζῷα παντοῖα, τὰ μὲν ἐν αὐτῇ κατερριζωμένα, τὰ δὲ κινούμενα περὶ αὐτήν. καὶ τοῦτό γε καὶ ὁ Ἀριστοτέλης ἰδὼν ᾐσχύνθη μὴ οὐχὶ ζωὴν αὐτῇ δοῦναι φυσικήν· πόθεν γὰρ ἐν γῇ μὲν ἔτι μένοντα τὰ φυτὰ ζῇ, ἀποσπασθέντα δὲ νεκροῦται, μὴ καὶ τοῦδε τοῦ ὄγκου τῆς γῆς ζωῆς ὄντος πλήρους; δεῖ δὲ καὶ καθʼ ὅλου λαμβάνειν, ὅτι τὰ ὅλα πρὸ τῶν μερῶν ἐψύχωται· γελοῖον γάρ, εἰ ἄνθρωπος μὲν μετέχοι καὶ ψυχῆς λογικῆς καὶ νοῦ, τῇ δὲ γῇ καὶ τῷ ἀέρι μηδεμίαν ἀποδοίη ψυχὴν ἄνωθεν ἐποχουμένην καὶ διακυβερνῶσαν τὰ στοιχεῖα καὶ ἐν οἰκείοις ὅροις φυλάττουσαν· τὰ γὰρ ὅλα κυριώτερα τῶν μερῶν καὶ τὰ ἀΐδια τῶν φθαρτῶν, οὐδὲν δὲ τίμιον ἄνευ ψυχῆς, ὥς φησι καὶ ὁ Θεόφραστος. ἀναγκαῖον ἄρα καὶ ψυχὴν τῇ γῇ διδόναι καὶ νοῦν, τὴν μὲν γόνιμον αὐτὴν ποιοῦσαν, τὸν δὲ συνέχοντα αὐτὴν ἐν τῷ μέσῳ τοῦ παντός. αὕτη μὲν οὖν ἡ γῆ, ζῷον οὖσα θεῖον καὶ πλήρωμα νοερῶν τε καὶ ψυχικῶν οὐσιῶν ἀΰλων τε δυνάμεων — εἰ γὰρ τὴν μερικὴν ψυχὴν μετὰ τοῦ ἰδίου ὀχήματος ἐνύλῳ σώματι πλεονάζειν φαμέν, ὡς ἐν ἄλλοις δέδεικται, τί χρὴ οἴεσθαι περὶ θείας οὕτω ψυχῆς; ἦ ὅτι πολλῷ πρότερον ταύτης διὰ μέσων ἄλλων ὀχημάτων ἀποκρέμαται τὰ ἐμφανῆ σώματα, διʼ ὧν ἐλλάμψεις καὶ ταῦτα δέχεσθαι δυνατόν — τοιαύτη δʼ οὖν οὖσα λέγεται τροφὸς ἡμετέρα πρῶτον μὲν ὡς τῷ οὐρανῷ δύναμιν ἔχουσά πως ἀντίρροπον, καὶ ὥσπερ ἐκεῖνος ζῴων ἦν θείων περιεκτικός, οὕτω καὶ αὕτη γήινα φαίνεται περιέχουσα ζῷα, δεύτερον δὲ ὡς ἐμπνέουσα τὰς ζωὰς τὰς ἡμετέρας ἀπὸ τῆς οἰκείας ζωῆς· οὐ γὰρ μόνον καρποὺς ἀνίησι καὶ τρέφει τὰ σώματα ἡμῶν διὰ τούτων, ἀλλὰ καὶ τὰς ψυχὰς ἀποπληροῖ τῶν ἑαυτῆς ἐλλάμψεων· ζῷον γὰρ οὖσα θεῖον καὶ ἡμᾶς γεννησαμένη ζῷα μερικὰ γεγονότας διὰ μὲν τοῦ σώματος τοῦ ἑαυτῆς τρέφει καὶ συνέχει τὸν ἡμέτερον ὄγκον, ἀπὸ δὲ τῆς οἰκείας ψυχῆς τελειοῖ τὴν ἡμετέραν ψυχήν, κατὰ δὲ τὸν νοῦν τὸν ἑαυτῆς ἀνεγείρει τὸν ἐν ἡμῖν νοῦν, καὶ οὕτω δὴ καθʼ ὅλην ἑαυτὴν γίνεται τροφὸς ὅλης ἡμῶν τῆς συστάσεως. ὅθεν ἐμοὶ δοκεῖν καὶ τροφὸν αὐτὴν ἡμετέραν προσειπεῖν τὴν νοερὰν αὐτῆς θρεπτικὴν ἐνέργειαν ἐνδεικνύμενος· εἰ γὰρ δὴ ἡμετέρα τροφός ἐστιν, οἱ δὲ ὄντως ἡμεῖς ψυχαὶ καὶ νόες, κατʼ ἐκεῖνα ἂν μάλιστα τελεσιουργὸς ἡμῶν εἴη, τὸν ἡμέτερον κινοῦσα νοῦν.

`3.137–3.140`

ζῷον δὲ οὖσα θεῖον καὶ πολλῶν ζῴων μερικῶν περιληπτικὸν ἴλλεσθαι λέγεται περὶ τὸν διὰ παντὸς τεταμένον πόλον, διότι δὴ περὶ τὸν ἄξονα τοῦ παντὸς συνέχεται καὶ συσφίγγεται· πόλος μὲν γάρ ἐστι καὶ ὁ ἄξων, καὶ νῦν οὕτω λέγεται πόλος, διότι περὶ αὐτὸν πολεῖ τὸ πᾶν. διότι δὲ ὁ πόλος ἀμερής, ὁ δὲ ἄξων πόλος ἐστὶ μετὰ διαστάσεως, ὡς εἰ καὶ τὴν γραμμὴν λέγοι τις σημεῖον ῥυέν, τετάσθαι λέγεται διὰ παντός, ὡς διαμπὰξ διήκων διὰ τοῦ κέντρου τῆς γῆς· οὐ γὰρ διὰ παντὸς ὡς «διὰ τοῦ παντὸς» εἴρηται τεταμένος· οὐ γὰρ ἄνευ ψελλισμοῦ τὸ οὕτω λέγειν. ἰλλομένην δὲ τὴν σφιγγομένην δηλοῖ καὶ συνεχομένην· οὐ γάρ, ὡς Ἀριστοτέλης οἴεται, τὴν κινουμένην· διαφερόντως γὰρ ὁ Πλάτων ἀκίνητον φυλάττει τὴν γῆν καὶ τὴν αἰτίαν προστιθεὶς ἐν τῷ Φαίδωνι, διʼ ἣν ἀκίνητος ἵδρυται, λέγει οὖν· ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἕξει μᾶλλον οὐδʼ ἧττον οὐδαμόσε κλιθῆναι· πρὸς τῷ καὶ ἀπὸ τῆς Ἑλληνικῆς χρήσεως μαρτυρεῖσθαι τὸν λόγον, ὅτι τὸ ἰλλομένην τὸ «συναγομένην» δηλοῖ καὶ οὐχὶ τὸ «κινουμένην», ἰλλάδας καλούσης τοὺς δεσμούς. ἐρεῖ δὲ καὶ αὐτὸς ὁ Τίμαιος ἐν τοῖς ἑπομένοις ἴλλεσθαι τὰς τρίχας ἐπὶ τὴν κεφαλὴν ῥιζουμένας καὶ συσπειρωμένας εἴσω τοῦ δέρματος, ὥστʼ εἶναι κἀκ τούτου δῆλον, ὅπως «ἴλλεσθαι» καὶ ἐν τούτοις εἶπε τὴν γῆν. εἰ δὲ καί, ὡς ἔνιοί φασι, τὸ μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη περὶ ταύτης εἴρηται τῆς γῆς, πολλοῦ ἂν δέοι κινεῖν ὁ Πλάτων τὴν γῆν. εἰ δὲ καὶ μὴ τὴν ἐκεῖ Ἑστίαν θείμεθα τὴν γῆν, ἀλλʼ οὖν ἑστιοῦχον ἐν αὐτῇ δύναμιν ὑποληπτέον· ὡς γὰρ ἐν οὐρανῷ τοὺς πόλους ὑπὸ τῆς Ἑστίας συνέχεσθαί φαμεν, οὕτως ἐν τοῖς στοιχείοις τὴν γῆν, καὶ ἔστιν ἀνὰ λόγον ὡς ἡ ὑπερκόσμιος Ἑστία πρὸς τὸν μέγαν ἡγεμόνα τῶν δώδεκα θεῶν, οὕτως ἐν τοῖς ἐγκοσμίοις ἡ γῆ πρὸς τὸν οὐρανόν. εἰ δὲ δὴ καὶ πρὸς τὸν Πυθαγόρειον Τίμαιον ἀποβλέψαιμεν, ἔτι μᾶλλον οὐκ ἂν ὑπολάβοιμεν κινεῖσθαι τὴν γῆν· λέγει γὰρ κἀκεῖνος τὰν γᾶν ἐν τῷ μέσῳ εἶναι ἱδρυμέναν. ποῦ δὴ οὖν εὔλογον ἡμᾶς ἰλλομένην ἀκούσαντας εἱλουμένην καὶ στρεφομένην αὐτὴν ποιεῖν, ὡς Πλάτωνι ἀρέσκον λέγοντας; Ἡρακλείδης μὲν οὖν ὁ Ποντικός, οὐ Πλάτωνος ὢν ἀκουστής, ταύτην ἐχέτω τὴν δόξαν, κινῶν κύκλῳ τὴν γῆν· Πλάτων δὲ ἀκίνητον αὐτὴν ἵστησιν. ἦ γὰρ τὸν τέλεον ἐνιαυτὸν οὐκ ἀπὸ τῶν ὀκτὼ περιόδων ἂν ἐποίει μόνον, ἀλλὰ καὶ τὴν τῆς γῆς ἐνάτην συνηρίθμει συναποκαθιστὰς αὐτὴν ταῖς ἄλλαις καὶ ποιῶν ἐκ πασῶν μίαν πρὸς τὸν ταὐτοῦ κύκλον ἀποκατάστασιν. οὕτω μὲν οὖν ἐξηγησόμεθα τὸν πόλον καὶ τὸν ἄξονα καὶ τὴν περὶ τοῦτον συνεχομένην ἐν τῷ μέσῳ γῆν. Δεῖ δὲ ἀπὸ τῶνδε τῶν λόγων ἐπὶ τὴν φύσιν μετιέναι καὶ θεωρεῖν τοὺς μὲν πόλους δυνάμεις ἑδραστικὰς καὶ συνεκτικὰς τοῦ παντός, ἀνεγειρούσας μὲν τὸν ὅλον ὄγκον εἰς ἔρωτα τῶν νοητῶν, ἀμερίστως δὲ τὸ μεριστὸν καὶ ἡνωμένως καὶ ἀδιαστάτως τὸ διαστατὸν συνεχούσας — διὸ δὴ καὶ ἐν Πολιτείᾳ τὰ ἄγκιστρα τῆς ἠλακάτης ἐξ ἀδάμαντος ἐποίει, τὸ ἀκλινὲς αὐτῶν, ὡς εἴρηται, καὶ ἀδαμάντινον ἐνδεικνύμενος· τὸν δὲ ἄξονα μίαν θεότητα συναγωγὸν μὲν τῶν κέντρων τοῦ παντός, συνεκτικὴν δὲ τοῦ ὅλου κόσμου, κινητικὴν δὲ τῶν θείων περιφορῶν, περὶ ἣν ἡ χορεία τῶν ὅλων, περὶ ἣν αἱ ἀνακυκλήσεις, ἀνέχουσαν τὸν ὅλον οὐρανόν, ἣν καὶ Ἄτλαντα διὰ τοῦτο προσειρήκασιν, ὡς ἄτρεπτον καὶ ἄτρυτον ἐνέργειαν ἔχουσαν. καὶ μέντοι καὶ τὸ τεταμένον ἐνδείκνυται Τιτήνιον εἶναι τὴν μίαν ταύτην δύναμιν τὴν φρουρητικὴν τῆς ἀνακυκλήσεως τῶν ὅλων. εἰ δὲ καί, ὥς φησιν ὁ θεῖος Ἰάμβλιχος, τὸν διὰ παντὸς τεταμένον πόλον ἐπὶ τοῦ οὐρανοῦ θέλοιμεν ἀκούειν, οὐδὲ οὕτως ἔξω τῆς Πλάτωνος ἀποπλανησόμεθα διανοίας· ὡς γὰρ αὐτὸς ἐν Κρατύλῳ λέγει, τὸν οὐρανὸν πόλον καλοῦσιν οἱ δεινοὶ περὶ ἀστρονομίαν ὡς ἐναρμονίως περιπολοῦντα. λέγοιτʼ ἂν οὖν κατὰ ταύτην τὴν ἐπιβολὴν διὰ παντὸς μὲν πόλος τεταμένος ὁ διʼ ὅλου ἑαυτοῦ κεκυρτωμένος οὐρανός, ὡς ἀγώνιος ὤν — οὕτω γὰρ τέταται ἡ τοῦ κύκλου ἐπιφάνεια —, περὶ δὲ τοῦτον ἴλλεσθαι ἡ γῆ, οὐ τοπικῶς, ἀλλὰ διʼ ὄρεξιν τῆς πρὸς αὐτὸν ὁμοιότητος συννεύουσα εἰς τὸ μέσον, ἵνʼ ὡς ἐκεῖνος περὶ τὸ κέντρον κινεῖται, οὕτως αὕτη συναγομένη εἰς τὸ κέντρον ὁμοία γένηται τῷ κατʼ οὐσίαν σφαιρικῷ, κατὰ δύναμιν σφαιρωθεῖσα, σφιγγομένη περὶ τὸν οὐρανὸν οὕτως, ὡς τεταμένον ὅλον περὶ αὐτήν. καθʼ ἑκατέραν μὴν τῶν ἐπιβολῶν τὴν αἰτίαν ὁ Πλάτων παραδέδωκε, διʼ ἣν ἐν τῷ μέσῳ συνέχεται ἡ γῆ, διότι δύναμίς ἐστι συνεκτικὴ τῆς γῆς ὁ ἄξων ἢ ὅτι πανταχόθεν ὑπὸ τῆς περιφορᾶς συνέχεται καὶ ἐν τῷ κέντρῳ συνάγεται τοῦ παντός. τίνα οὖν ἡ γῆ παρέχεται τῷ παντὶ χρείαν τοιάδε οὖσα; τοῦτο ἐφεξῆς ὁ Τίμαιος διασαφεῖ, φύλακα καὶ δημιουργὸν αὐτὴν ἀποκαλῶν νυκτὸς καὶ ἡμέρας. καὶ ὅτι μὲν ποιητικὴ νυκτός ἐστι, δῆλον· αὐτὴ γὰρ ἀποτελεῖ τὸν κῶνον, ἐπειδὴ σκιὰ αὐτῆς ἐστιν ὁ κῶνος καὶ τὸ μέγεθος καὶ τὸ σχῆμα αὐτῆς δίδωσι τοσονδὶ καὶ τοιονδὶ σχῆμα τῇ σκιᾷ. πῶς δὲ καὶ τῆς ἡμέρας δημιουργός; ἦ καὶ ταύτην τὴν ἡμέραν τῇ νυκτὶ συνεζευγμένην ἀποτελεῖ· πρὸς γὰρ αὐτὴν αἵ τε ἀνατολαὶ θεωροῦνται καὶ αἱ δύσεις. ὅτι δὲ ταύτην τὴν ἡμέραν παρέλαβε τὴν ἀντιπεριαγομένην τῇ νυκτί, δεδήλωκεν ὑποτάξας αὐτὴν τῇ νυκτί, καθάπερ καὶ πρότερον ἐν οἷς ἔλεγε· νὺξ μὲν οὖν ἡμέρα τε γέγονεν οὕτως. ἔστιν οὖν ἀμφοῖν δημιουργὸς ἡ γῆ συναποτελοῦσα τῷ ἡλίῳ τὰ συνάμφω· μᾶλλον μὴν ὁ μὲν ἥλιος ἡμέρας, ἡ δὲ γῆ νυκτὸς αἰτία. «δημιουργὸς» δὲ οὖσα καὶ «φύλαξ» ἐστὶν αὐτῶν, φυλάττουσα τούς τε ὅρους αὐτῶν καὶ τὴν ἀντανίσωσιν τὴν πρὸς ἀλλήλας καὶ τὰς αὐξήσεις καὶ τὰς ἐλαττώσεις αὐτῶν κατὰ δή τινα ἀναλογίαν, διὸ δὴ καὶ Ἶσιν αὐτὴν προσηγόρευσάν τινες, ὡς ἐπανισοῦσαν τὴν ἀνισότητα καὶ εἰς ἀναλογίαν ἄγουσαν τάς τε αὐξήσεις καὶ τὰς μειώσεις ἀμφοτέρων. ἄλλοι δὲ εἰς τὸ γόνιμον αὐτῆς ἀπιδόντες Δήμητραν προσεῖπον, ὥσπερ δὴ καὶ Πλωτῖνος, τὸν μὲν νοῦν αὐτῆς Ἑστίαν καλῶν, Δήμητραν δὲ τὴν ψυχήν. ἡμεῖς δὲ αὐτὰς μὲν τὰς πρωτίστας τούτων τῶν θεαινῶν αἰτίας νοεράς τε καὶ ἡγεμονικὰς καὶ ἀπολύτους εἶναί φαμεν, καθήκειν δὲ εἰς τὴν γῆν ἀπʼ αὐτῶν ἐλλάμψεις καὶ δυνάμεις, καὶ εἶναι καὶ Δήμητραν χθονίαν καὶ Ἑστίαν καὶ Ἶσιν χθονίαν, ὥσπερ καὶ Δία χθόνιον καὶ Ἑρμῆν χθόνιον, περὶ τὴν μίαν θεότητα τῆς γῆς τούτων τεταγμένων τῶν χθονίων, ὥσπερ δὴ καὶ περὶ τὴν μίαν τοῦ οὐρανοῦ θεότητα προελήλυθε τὸ πλῆθος τῶν οὐρανίων θεῶν· πάντων γὰρ τῶν ἐν οὐρανῷ θεῶν πρόοδοι γεγόνασιν εἰς τὴν γῆν καὶ ἀποπερατώσεις, καὶ ἔστιν ἐν αὐτῇ πάντα χθονίως, ὅσα ἐν οὐρανῷ οὐρανίως· καὶ γὰρ ἡ νοερὰ γῆ πάσας ὑποδέχεται τὰς πατρικὰς τοῦ οὐρανοῦ δυνάμεις καὶ ἔχει πάντα γεννητικῶς. οὕτως οὖν καὶ Διόνυσον χθόνιον ἐροῦμεν καὶ Ἀπόλλωνα χθόνιον, ὃς καὶ ὕδατα μαντικὰ πολλαχοῦ τῆς γῆς ἀναδίδωσι καὶ στόμια προφητεύοντα τὸ μέλλον. ἄλλους δὲ τόπους αὐτῆς καθαρτικοὺς ἢ κριτικοὺς ἢ ἰατικοὺς ἀποτελοῦσιν αἱ εἰς αὐτὴν καθήκουσαι παιώνιοι καὶ κριτικαὶ δυνάμεις. ἀλλὰ τὰς μὲν χθονίας πάσας δυνάμεις ἐπεξελθεῖν ἀδύνατον· εἰσὶ γὰρ ἀπεριήγητοι μὲν αἱ θεῖαι, τούτων δὲ ἔτι πλείους αἱ συνεπόμεναι τάξεις αὐταῖς ἀγγέλων τε καὶ δαιμόνων, διαλαχοῦσαι τὴν γῆν κύκλῳ πᾶσαν καὶ περὶ τὴν μίαν αὐτῆς θεότητα χορεύουσαι καὶ τὸν ἕνα νοῦν καὶ τὴν μίαν ψυχήν.

`3.141–3.144`

λοιπὸν δέ ἐστι θεωρῆσαι, πῶς πρεσβυτάτη θεῶν ἡ γῆ καὶ πρωτίστη λέγεται τῶν ἐντὸς οὐρανοῦ· τοῦτο γὰρ ἁπλῶς εἰρῆσθαι φανήσεται τοῖς πρὸς τὸ ἔνυλον αὐτῆς καὶ παχὺ καὶ σκοτεινὸν ἀποβλέπειν εἰθισμένοις. ἡμεῖς δὲ ὅτι μέν ἐστί τι καὶ τοιοῦτον ἐν τῷ ὄγκῳ τῆς γῆς, οἷον ἐκεῖνοι λέγουσι, συγχωρήσομεν, ἀξιώσομεν δὲ αὐτοὺς καὶ τὰ ἄλλα τῆς γῆς ὁρᾶν ἀγαθά, διʼ ὧν πλεονεκτεῖ τὰ λοιπὰ στοιχεῖα, τὸ μόνιμον, τὸ γεννητικόν, τὴν πρὸς τὸν οὐρανὸν συμφωνίαν, τὴν ἐν τῷ κέντρῳ τοῦ παντὸς θέσιν· μεγάλην γὰρ ἔχει τὸ κέντρον ἐν τῷ παντὶ δύναμιν, ὡς συνεκτικὸν ἁπάσης τῆς περιφορᾶς. διὸ καὶ οἱ Πυθαγόρειοι Ζανὸς πύργον ἐκάλουν τὸ κέντρον, ὡς δημιουργικῆς φρουρᾶς ἐν ἐκείνῳ τεταγμένης. ὑπομνήσομεν δὲ τοὺς ἀντιλέγοντας καὶ τῶν Πλατωνικῶν ὑποθέσεων περὶ γῆς καὶ τῶν ἔργων αὐτῆς, ὥς φησιν ὁ ἐν Φαίδωνι Σωκράτης. τοῦτο μὲν οὖν, ὃ ἡμεῖς οἰκοῦμεν, κοῖλόν ἐστι καὶ σκοτεινὸν καὶ ὑπὸ ἅλμης κατεδηδεσμένον, ἄλλη δέ ἐστιν ἡ ἀληθινὴ γῆ, θεῶν ὑποδοχὰς ἔχουσα καὶ ἄλση καὶ κάλλος τῷ οὐρανῷ προσεοικός. οὐ χρὴ οὖν θαυμάζειν, εἰ καὶ νῦν πρεσβυτάτη λέγοιτο θεῶν ἡ γῆ καὶ πρωτίστη τῶν ἐντὸς οὐρανοῦ, τηλικοῦτον μὲν ὕψος ἔχουσα, τοιοῦτον δὲ κάλλος, ἐοικυῖα δὲ ταῖς δωδεκασκύτοις σφαίραις, ὥσπερ ὁ οὐρανὸς τῷ δωδεκαέδρῳ παρὰ τοῦ δημιουργοῦ διεζωγράφηται, καθὰ καὶ αὐτὸς ἐρεῖ προϊών. ἐννοήσωμεν δὲ καὶ ὅτι μόνῃ τῶν στοιχείων τῇ γῇ δέδωκε πάντα στοιχεῖα διακεκριμένως ἔχειν, κόσμον αὐτὴν ὅλον ἀποτελῶν ἀνὰ λόγον τῷ οὐρανῷ πεποικιλμένον· ἔστι γὰρ ἐν αὐτῇ καὶ πυρὸς ποταμὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς ἄλλης λόγον ἐχούσης πρὸς αὐτήν, ὃν ἂν αὐτὴ πρὸς τὸ πᾶν, ὥς φησιν ὁ ἐν Φαίδωνι Σωκράτης. εἰ δὲ τοῦτο, πολλὴν ὑπεροχὴν ἔχει κατὰ τῶν λοιπῶν στοιχείων, ὡς μιμουμένη τὸν οὐρανὸν καὶ πάντα ἔχουσα χθονίως ἐν ἑαυτῇ. προσθῶμεν δὲ τούτοις καὶ ὅτι τὰ δύο ταῦτα στοιχεῖα πρῶτα παρήγαγεν ὁ δημιουργός, γῆν καὶ πῦρ, τὰ δʼ ἄλλα ἕνεκα τούτων, ἵνα τὸν τῶν δεσμῶν ἐπέχοιεν πρὸς αὐτὰ λόγον, καὶ ὅτι τὰ τέτταρα καὶ ἐν οὐρανῷ ἐστι καὶ ὑπὸ σελήνην, ἀλλʼ ἐκεῖ μὲν πυρίως — ἡ γὰρ πλείστη ἰδέα, καθὰ προεῖπεν, ἐκ πυρός —, ἐνταῦθα δὲ γηίνως — καὶ γὰρ τὸ τοῦ ἀέρος βάθος καὶ ὁ τοῦ ὕδατος ὄγκος περικέχυται τὴν γῆν καὶ πολὺ τὸ γήινον ἔχει, διὸ καὶ τῇ ἑαυτῶν φύσει σκοτεινά ἐστιν. ἔστιν οὖν ἐν οὐρανῷ μὲν ἐπικράτεια τοῦ πυρός, ὑπὸ σελήνην δὲ τῆς γῆς. ἐπειδὴ δὲ συνῆπται ἡ γένεσις πρὸς τὸν οὐρανὸν συμφυῶς, τὸ μὲν πέρας τοῦ οὐρανοῦ γῆ ἐστιν ὡς ἐν οὐρανῷ, ἡ δὲ ἀρχὴ τῆς γενέσεως πῦρ ὡς ἐν γενέσει· τὴν μὲν γὰρ σελήνην γῆν εἰώθασι καλεῖν, ὡς τοῦτον ἔχουσαν τὸν λόγον πρὸς τὸν ἥλιον, ὃν ἡ γῆ πρὸς τὸ πῦρ·

  
μήσατο δʼ ἄλλην γαῖαν ἀπείριτον, ἥν τε σελήνην  
  
ἀθάνατοι κλῄζουσιν, ἐπιχθόνιοι δέ τε μήνην,  
φησὶν Ὀρφεύς, τὴν δὲ ἀκρότητα τῆς γενέσεως πῦρ, ὡς καὶ Ἀριστοτέλης, τὸν αἰθέρα πῦρ ὀνομάζων, ἔστι δὲ ὅπου καὶ οὐ πῦρ, ἀλλὰ πυροειδῆ δοκιμάζων καλεῖν, ὡς εἴρηται πολλάκις. τὸ μὲν τοῦ οὐρανοῦ πέρας οὐκ ἔστι πάντη μεταβολῆς ἄμοιρον, ὡς τῇ γενέσει πελάζον· ἡ δὲ ἀρχὴ τῆς γενέσεως κύκλῳ κινεῖται, μιμουμένη τὸν οὐρανόν. ἔτι κἀκεῖνον παραλάβωμεν τὸν λόγον, ὅτι δὴ οὐ τοῖς τόποις δεῖ κρίνειν τὴν ἀξίαν τῶν πραγμάτων, ἀλλὰ ταῖς δυνάμεσι καὶ τῇ οὐσίᾳ, καθάπερ δέδεικται ἐν ἄλλοις. τίσιν οὖν ἰδιότησι κριτέον τὰς ὑπεροχάς; τίσι δὲ ἄλλαις ἢ ἃς αἱ θεῖαι τάξεις ἐπιδεικνύουσιν; ἡ γὰρ ὄντως ὑπεροχὴ παρὰ τοῖς θεοῖς. ληπτέον οὖν ἐκ τῶν θείων τάξεων τὸ μοναδικόν, τὸ μόνιμον, τὸ παντελές, τὸ γόνιμον, τὸ συνεκτικόν, τὸ τελεσιουργόν, τὸ πάντη διατεῖνον, τὸ ζωοποιόν, τὸ κοσμητικόν, τὸ ἀφομοιωτικόν, τὸ περιεκτικόν· ταῦτα γάρ ἐστι τὰ ἰδιώματα πασῶν τῶν θείων διακοσμήσεων. κατὰ ταῦτα δὲ ἡ γῆ τῶν ἄλλων πλεονεκτεῖ στοιχείων· ὥστε εἰκότως ἂν λέγοιτο πρεσβυτάτη τε καὶ πρωτίστη τῶν θεῶν. ἔτι διττὴν θεωρητέον τὴν τῶν πραγμάτων φύσιν, τὴν μὲν κατὰ πρόοδον, ἥτις ἀεὶ τὰ δεύτερα τεταγμένα καταδεέστερα ποιεῖ τῶν πρὸ αὐτῶν, τὴν δὲ κατʼ ἐπιστροφήν, ἣ τὰ ἔσχατα συνάπτει καθʼ ὁμοιότητα τοῖς πρώτοις καὶ ἕνα κύκλον ἀποτελεῖ τῆς ὅλης ἀπογεννήσεως. καὶ ἐπειδήπερ ὁ κόσμος σφαιρικός ἐστι, τὸ δὲ τοιοῦτον σχῆμα τῶν κατʼ ἐπιστροφὴν ἴδιόν ἐστι, καὶ τὴν γῆν ἐν αὐτῷ συναπτέον τῷ οὐρανῷ διʼ ἑνὸς κύκλου καὶ μιᾶς ὁμοιότητος· οὕτω γὰρ καὶ τὸ κέντρον ὁμοιότατόν ἐστι τοῖς πόλοις· ὁ μὲν γὰρ οὐρανὸς πάντη περιέχει τὰ ὅλα περὶ τοὺς πόλους κινούμενος, ἡ δὲ γῆ τὴν ἐν τῷ κέντρῳ μονὴν ἔλαχεν· ἔπρεπε γὰρ τῇ γενέσει τὸ ἀκίνητον εἶναι τοῦ κινουμένου πρεσβύτερον. κατὰ πάσας δὴ ταύτας τὰς ἐπιβολὰς φαίης ἂν τὴν γῆν ὡς τῷ οὐρανῷ σύστοιχον πρεσβυτάτην τῶν ἐντὸς οὐρανοῦ θεῶν· καὶ γὰρ αὕτη ἐντὸς οὐρανοῦ ἐστιν, ὡς ὑπʼ αὐτοῦ περιεχομένη πανταχόθεν· ὡς γὰρ τὸ πᾶν τὸ σωματικὸν ἐντὸς ἐτεκτήνατο τῆς ψυχῆς, οὕτω καὶ τὴν γῆν ἐντὸς τοῦ οὐρανοῦ δεδημιούργηκεν, ὡς ὑπʼ αὐτοῦ σφιγγομένην καὶ συνεχομένην καὶ μετʼ αὐτοῦ τὰ ὅλα δημιουργοῦσαν. ἔχει δὲ κατὰ μὲν τὸ πρώτιστον τὴν τῆς κατʼ οὐσίαν ὑπεροχῆς ἔνδειξιν, τὸ δὲ πρεσβύτατον τὴν ἀπὸ τῶν πρεσβείων, ὧν ἔλαχεν ἡ γῆ· πῶς γὰρ οὐκ ἂν εἴποις αὐτὴν μεγάλην μοῖραν ἐν τῷ κόσμῳ λαχεῖν καὶ εἶναι πολυτίμητον, ἐν ᾗ καὶ ὁ Ζανὸς πύργος καὶ ἡ τοῦ Κρόνου πρόοδος; οὐ γὰρ μόνον ὁ Τάρταρος, τὸ ἔσχατον ὢν τῆς γῆς, ὑπὸ τοῦ Κρόνου καὶ τῆς Κρονίας κατείληπται δυνάμεως, ἀλλὰ καὶ εἴ τι τούτου καταδεέστερον ἐπινοοίης· καὶ γὰρ τοῦτο συνέχεται διὰ τῶν ὑποταρταρίων θεῶν, ὥς φησιν Ὅμηρος, οὐχ ὅτι τοὺς θεοὺς ἐπέκεινα τάττει τοῦ Ταρτάρου, ὡς τὰ ῥήματα ἐνδείκνυται, ἀλλʼ ὅτι πανταχόθεν ὑπʼ αὐτῶν περιείληπται καὶ αὐτὸς ὁ Τάρταρος. ἔτι τοίνυν θεατέον τὴν ἀναλογίαν τῆς γῆς, ἣν ἔχει πρὸς τὴν νοερὰν γῆν· ὡς γὰρ ἐκείνη περιέχει τάξεις θεῶν καὶ ὑφίστησι τελεσιουργούς, φρουρητικάς, Τιτανικάς, ὧν αἱ Ὀρφικαὶ θεολογίαι πλήρεις, οὕτω δὴ καὶ αὕτη δυνάμεις ἔχει ποικίλας, καὶ ὡς μὲν «τροφὸς» τὴν τελεσιουργὸν μιμεῖται τάξιν, καθʼ ἣν καὶ πάτριον Ἀθηναίοις «κουροτρόφον» αὐτὴν ὑμνεῖν καὶ «ἀνησιδώραν», ὡς καὶ ἀνιεῖσαν τὰ φυτὰ καὶ τὰ ζῷα καὶ τρέφουσαν, ὡς δὲ «φύλαξ» τὴν φρουρητικήν, ὡς δὲ «τεταμένη περὶ τὸν διὰ παντὸς πόλον» τὴν Τιτανικήν. ἐπειδὴ δὲ καὶ ἐκείνη πρὸ τῶν ἄλλων Αἴγλην τε καὶ τὴν ἐσπερέθουσαν Ἐρίθυιαν ἀπεγέννησε, καὶ αὕτη νυκτός ἐστι καὶ ἡμέρας δημιουργός· καὶ δήλη καὶ ἡ τούτων ἀναλογία πρὸς ἐκείνας. ταῦτα καὶ περὶ τούτων. εἰ δὲ καὶ κατʼ ἄλλον τρόπον ἐθέλοις πρωτίστην αὐτὴν ἀκούειν καὶ πρεσβυτάτην θεῶν, ὡς ἀπὸ πρωτίστων καὶ πρεσβυτάτων αἰτίων ὑφισταμένην, ἔχοι ἂν τὸ πιθανὸν καὶ οὗτος ὁ λόγος τῷ τὰ πρώτιστα φθάνειν ταῖς ἑαυτῶν ἐνεργείαις ἐπὶ πλεῖστον· καὶ ἔστι πολλαχοῦ τὰ τελευταῖα σῴζοντα τὴν τῶν πρώτων ἀναλογίαν, ἅτε ἀπʼ ἐκείνων μόνων ἔχοντα τὴν ὕπαρξιν. ὥστε πανταχόθεν ὁ τοῦ Πλάτωνος λόγος ἀληθής, εἴτε πρὸς τὸν ὄγκον τῆς γῆς εἴτε πρὸς τὰς ἐν αὐτῇ δυνάμεις ἀποβλέπειν ἐθέλοις. τὸ δὲ ἐμηχανήσατο πόσην οἴεσθαι χρὴ μαρτυρεῖν τὴν νοερὰν δύναμιν τῇ δημιουργίᾳ; τὸ γὰρ μήτε ἡλίου καθʼ ἑαυτὸν νύκτα καὶ ἡμέραν δυναμένου ποιεῖν μήτε γῆς μόνης — ἄλλο γάρ ἐστι φωτὸς στέρησις καὶ ἄλλο νύξ — εὑρεῖν ὅπως ἂν διʼ ἀμφοῖν ἐπιτελεῖται ταῦτα, τῆς δημιουργικῆς ἐστιν ὄντως ἔργον μηχανῆς· ἡ γὰρ τῆς γῆς ἐν μέσῳ τάξις καὶ ἡ τοῦ ἡλίου χορεία περὶ αὐτὴν καὶ ἡ τῆς ἀπλανοῦς ἀνακύκλησις νύκτας περὶ γῆν καὶ ἡμέρας ἀποτελοῦσιν. ἔτι δὲ καὶ ἡ ἐν τῷ κέντρῳ θέσις τῆς γῆς ἀνὰ λόγον ποιεῖ τὴν τῶν νυχθημέρων ἐξαλλαγήν, οὐκ ἂν γενομένην, εἰ τοῦ μέσου τις αὐτὴν ἐξελὼν ἵδρυσεν ἀλλαχοῦ. ταῦτα δὴ καὶ ἔτι τούτων πλείω διὰ τοῦ τῆς μηχανῆς ὀνόματος συνάγειν δυνατόν.

`3.145`

Χορείας δὲ τούτων αὐτῶν καὶ παραβολὰς ἀλλήλων καὶ περὶ τὰς τῶν κύκλων πρὸς ἑαυτοὺς ἀνακυκλήσεις καὶ προσχωρήσεις, ἔν τε ταῖς συνάψεσιν ὁποῖοι τῶν θεῶν κατʼ ἀλλήλους γινόμενοι καὶ ὅσοι κατʼ ἀντικρύ, μεθʼ οὕστινάς τε ἐπίπροσθεν ἀλλήλοις ἡμῖν τε κατὰ χρόνους οὕστινας ἕκαστοι κατακαλύπτονται καὶ πάλιν ἀναφαινόμενοι φόβους καὶ σημεῖα τῶν μετὰ ταῦτα γενησομένων τοῖς δυναμένοις λογίζεσθαι πέμπουσι, τὸ λέγειν ἄνευ διόψεως τούτων αὖ τῶν μιμημάτων, μάταιος ἂν εἴη πόνος.

Οὐκ ἔστι τὸ προκείμενον τῷ Πλάτωνι νῦν τὴν ἀπὸ τῆς ἀστρονομίας παρεισκυκλῆσαι θεωρίαν καὶ τοὺς λόγους, οὓς κακῶς ἔνιοι ποιοῦντες περὶ τῶν ὑποθέσεων καταβάλλονται καὶ τῆς ἀστρολογικῆς τηρήσεως, μηδὲ κατʼ αὐτὸ τοῦτο τῷ Πλάτωνι συνεπόμενοι, διότι δὴ παραιτεῖται νῦν ὁ φιλόσοφος — ἔτι γὰρ νῦν μέγα ἔργον ἄρεκτον —, καὶ οὐ δεῖ περὶ ταῦτα διατρίβειν· ἄλλο γάρ ἐστιν ἀστρονομία καὶ ἄλλο φυσιολογία, ὡς καὶ Ἀριστοτέλης διέκρινεν ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς Ἀκροάσεως. ἄλλως τε καὶ πολλῆς δεῖ σχολῆς εἰς τὸ πρῶτον ἐν εἰκόσι ταῦτα ἰδεῖν, εἶθʼ οὕτως ἀποδοῦναι τοὺς λόγους· τὸ γὰρ λέγειν περὶ τούτων ἄνευ τῶν διόψεως μιμημάτων μάταιός ἐστι πόνος, ὥς φησιν αὐτός· δεῖ γὰρ καὶ ἐπὶ τοῦ ἀβακίου καὶ ἐπὶ τῆς κρικωτῆς σφαίρας καὶ ἐπὶ τοῦ παραδείγματος καὶ ἐπὶ τοῦ ἀστρολάβου ταῦτα κατιδόντας οὕτως ἐπὶ τὴν τῶν ὅλων στέλλεσθαι θεωρίαν· δεῖ δὲ καὶ τηρήσεως, ἣν τὰ ὄργανα παρέχεται τοῖς περὶ ταῦτα διατρίβουσι. διὰ ταῦτα μὲν οὖν ὁ φιλόσοφος παραιτεῖται τὸν περὶ τούτων λόγον.

`3.146–3.149`

αὐτὰ δὲ ταῦτα, ἃ νῦν λέγει, διχῶς ἐκληπτέον, μαθηματικῶς τε καὶ φιλοσόφως· ὑπάρχει γὰρ καὶ ταῖς σωματικαῖς τῶν ἄστρων κινήσεσι καὶ ταῖς ψυχικαῖς. καὶ πρότερον, εἰ βούλει, μαθηματικῶς χορείας μὲν ἀκούσωμεν τὰς εὐτάκτους αὐτῶν καὶ ἐναρμονίους περιφοράς· καὶ προσέθηκε χορείας αὐτῶν τούτων, λέγει τῶν ἄστρων, ὧν ἕνεκα καὶ τὸν περὶ τῆς γῆς λόγον ἐμβέβληκεν· οὐ γὰρ τὴν γῆν χορεύειν, τὴν ἰλλομένην, ἀλλὰ περὶ τὴν γῆν τοὺς ἀστέρας· χορεύουσι γὰρ οἱ μίαν κίνησιν καὶ σύμφωνον περὶ τὸ αὐτὸ κινούμενοι. παραβολὰς δὲ τὰς κατὰ μῆκος αὐτῶν συντάξεις, ὅταν κατὰ τὸ πλάτος διαφέρωσιν ἢ κατὰ τὸ βάθος, τὰς συνανατολὰς λέγω καὶ συγκαταδύσεις. τὰ δὲ περὶ τὰς τῶν κύκλων πρὸς ἑαυτοὺς ἀνακυκλήσεις καὶ τὰς προσχωρήσεις τοὺς προποδισμοὺς δηλοῖ καὶ τοὺς ὑποποδισμούς· προποδίζοντες μὲν γὰρ προσχωροῦσι ταῖς ἑαυτῶν ἀποκαταστάσεσιν, ὑποποδίζοντες δὲ ἀνακυκλοῦνται πρὸς ἑαυτούς. κύκλους δὲ λέγει νῦν τὰς σφαίρας, καθʼ ὧν κινοῦνται οἱ ἀστέρες, ἀλλʼ οὐχὶ τοὺς ἐπικύκλους· οὐδαμοῦ γὰρ ἐκείνων ἐμνημόνευσεν, ὥσπερ οὐδὲ τοὺς ἐκκέντρους εἶναι τῶν κύκλων· καὶ γὰρ γελοῖον ἢ κυκλίσκους τινὰς ποιεῖν καθʼ ἑκάστην σφαῖραν τὴν ἐναντίαν αὐτῇ κινουμένους, εἴτε μέρη ὄντας τῆς σφαίρας εἴτε καὶ ἄλλης συστάσεως, ἢ ἐκκέντρους σφαίρας περιεχούσας μὲν τὸ κέντρον, οὐ περὶ αὐτὸ δὲ κινουμένας· τοῦτο μὲν γὰρ ἀναιρεῖ τὸ κοινὸν ἀξίωμα τῶν φυσικῶν, πᾶσαν κίνησιν ἁπλῆν ἢ περὶ τὸ μέσον εἶναι τοῦ παντὸς ἢ ἀπὸ τοῦ μέσου ἢ ἐπὶ τὸ μέσον. ἐκεῖνο δὲ ἢ διαιρεῖ τὰς σφαίρας εἰς ἁψῖδας ἐναντίως φερομένας καὶ ἀφανίζει τὴν συνέχειαν ἑκάστης ἢ κύκλους ἐπεισάγει τοῖς οὐρανίοις φύσεως ἄλλης ὄντας καὶ συνείρει κινήσεις ἐκ τῶν ἀνομοίων καὶ ἀσυμπαθῶν ἀλλήλοις διὰ τὴν ἀνομοιότητα τῶν συστάσεων. εἰ δὲ ταῦτα οὕτως ἔχει, δεῖ ἐφιστάνειν — πάλιν γὰρ τὰ δοκοῦντα λεκτέον πολλῆς ἐπιστάσεως δεόμενα —, μήποτε ὁ Πλάτων αὐτοὺς τοὺς ἀστέρας κινῇ διαφόρως, οὐδὲν δεόμενος τῶν τοιούτων μηχανημάτων ὡς ἀναξίων τῆς θείας οὐσίας, καὶ δεῖ τὴν ποικιλίαν αὐτὴν ἐξάπτειν τῆς κινήσεως τῶν ψυχῶν, κατὰ τὴν ἐκείνων βούλησιν θᾶττον ἢ βραδύτερον κινουμένων τῶν σωμάτων, ἀλλʼ οὐ διʼ ἀσθένειαν, ὅπερ οἱ πολλοὶ νομίζοντες τὴν διαφορὰν ταύτην παραιτοῦνται καὶ τὴν ἀνωμαλίαν, καὶ ταύτην ἐν τεταγμένοις χρόνοις γιγνομένην, τῶν ἀστέρων αὐτῶν περί τε τὰ ἑαυτῶν κέντρα κινουμένων καὶ διὰ τῶν οἰκείων σφαιρῶν πορευομένων ποικίλως, ἵνα μέσοι τῶν ἀπλανῶν ὄντες καὶ τῶν κατʼ εὐθεῖαν κινουμένων μικτὴν ἔχωσι κίνησιν, εἰς ὕψος φερόμενοι καὶ βάθος, καὶ προποδίζοντες αὐτοὶ καὶ ὑποποδίζοντες, καὶ πάντα ἐν χρόνοις τεταγμένως· τὰ γὰρ ἄστρα εἶπεν ἔμπροσθεν διʼ οὐρανοῦ πορευόμενα τροπὰς ἔχειν — εἰ δὲ διʼ οὐρανοῦ πορεύεται, δῆλον ὅτι διὰ τοῦ τῶν σφαιρῶν κινεῖται παντοίως βάθους· τὰ γὰρ διά τινος πορευόμενα οὐ μένει ἐν ταὐτῷ, μεταβαίνει δὲ ἀπʼ ἄλλου μέρους ἐκείνου, διʼ οὗ πορεύεται, εἰς ἄλλο τοῦ αὐτοῦ μέρος, καὶ εἰ ταῦτʼ ἐστὶ τὰ ἔχοντα τροπάς, αἱ παντοῖαι μεταβολαὶ τούτων εἰσὶν ἐν ταῖς σφαίραις τρεπομένων κατά τε πλάτος καὶ βάθος —, τὰς δὲ δὴ σφαίρας ἐπʼ ἀνατολὰς κινεῖσθαι μόνον, ἀλλʼ οὐ περὶ τοὺς αὐτοὺς τῇ ἀπλανεῖ πόλους· ἕνα μὲν γὰρ αὐτῶν ἐποίησεν ἄξονα τὴν ἀρχὴν ἐν Πολιτείᾳ τὸν ἄτρακτον, καὶ πόλους τοὺς τῶν ὀκτὼ σφαιρῶν τὰ ἄγκιστρα, καὶ εἶναι καὶ τούτων ὡς τῆς ἀπλανοῦς περὶ ταῦτα μίαν εἶπε κίνησιν καὶ ἁπλῆν, προϊὼν δὲ καὶ ἐκεῖ Μοίρας ἐφεστάναι τοῖς κύκλοις εἶπε καὶ ἄλλην ἄλλως κινεῖν, ἐνταῦθα δὲ τὴν μὲν κατὰ πλευρὰν περιήγαγε, τὴν δὲ κατὰ διάμετρον, ὡς τοὺς κύκλους τῆς ψυχῆς, ἐν οἷς καὶ αὐτῶν τῶν ὅλων σφαιρῶν τὰς αἰτίας ἔθετο, διὸ κατὰ διάμετρον αὐτοὺς ἐκίνησε λοξῶς, καὶ τῶν πλανωμένων ἄστρων, διὸ καὶ τούτους εἶπεν ὁμοίως τινὰς καὶ ἄλλους ἀνομοίως κινεῖσθαι, καθάπερ ἐκεῖνα. τὴν οὖν διαφορὰν εἶναι κατὰ ταῦτα καὶ κατὰ τὸ ἐπὶ δεξιὰ ἢ ἐπʼ ἀριστερὰ τῶν πλανωμένων σφαιρῶν καὶ τῆς ἀπλανοῦς. εἶναι δʼ οὖν τὴν κατὰ Πλάτωνα σφαιροποιίαν τοιαύτην, ὁμοπόλων μὲν οὐσῶν τῶν ἑπτὰ σφαιρῶν, τὴν δὲ διαφορὰν πρὸς τὴν μίαν ἐχουσῶν ὡς εἴπομεν, καὶ τὰ μὲν ἀπλανῆ τῶν ἄστρων κινεῖσθαι μόνως περὶ τὰ ἑαυτῶν κέντρα, τὰ δὲ πλανώμενα καὶ περὶ τὰ ἑαυτῶν κέντρα καὶ διὰ τοῦ βάθους πορευόμενα τῶν σφαιρῶν, ἐν αἷς ἐστιν ἕκαστον, ποικίλως τρεπόμενα εἰς τὸ ἄνω, εἰς τὸ κάτω, εἰς τὸ πρόσω, εἰς τοὐπίσω, καὶ ταῦτα μὲν κινεῖσθαι περὶ λοξὸν ἕκαστον ἄλλον κύκλον καὶ τοὺς τούτων πόλους, τὰς δὲ σφαίρας, ἐν αἷς εἰσι, πάσας ὁμοίως τῇ ἀπλανεῖ, τοῦτʼ ἔστι περὶ τὸν αὐτὸν κινεῖσθαι πόλον ἕνα ὄντα πασῶν, καὶ τὴν μὲν ἀπλανῆ μίαν κινεῖσθαι κίνησιν αὐτὴν καθʼ αὑτήν, τὴν δὲ πλανωμένην διπλῆν, καὶ τὴν ἑαυτῆς λοξῶς καὶ μετὰ τῆς ἀπλανοῦς περιαγομένην, τὰ δὲ ἄστρα τὰ μὲν ἀπλανῆ καὶ περὶ τὰ ἑαυτῶν κέντρα καὶ εἰς τὸ πρόσω μετὰ τῆς σφαίρας, τὰ δὲ πλανώμενα καὶ μετὰ τῆς ἀπλανοῦς περιφέρεσθαι, καὶ τῶν πλανωμένων ἕκαστον  <span class="gap">…</span> τῇ ἑαυτοῦ σφαίρᾳ τὴν ἐπʼ ἀνατολάς, καὶ καθʼ αὑτὸ κατὰ πλάτος καὶ βάθος, καὶ περὶ τὰ οἰκεῖα κέντρα· δεῖ γὰρ καὶ ταύτῃ κινεῖσθαι καὶ τούτων ἕκαστον, σφαιρικὸν ὄν, μιμούμενον τὴν οἰκείαν ὁλότητα, καθάπερ τὰ ἀπλανῆ συντέτακται  <span class="gap">…</span> , πρὸς τῷ καὶ διʼ οὐρανοῦ πορεύεσθαι παντοίως ἴσχον τροπάς, ὡς εἶπεν αὐτός. καὶ τούτων ὄντων ἀληθῶν, ὡς ἐνεδειξάμεθά που καὶ πρότερον, οὐδὲ τὰς τῶν ἐπικύκλων ἢ τῶν ἐκκέντρων ὑποθέσεις εἶναι ματαίας, ἀλλʼ εἰς ἁπλᾶς κινήσεις ἀναλῦσαι τὰς ποικίλας, ἵνα εὐλήπτους σχῶμεν διʼ ἐκείνων τὰς τῶν ποικίλων ἀποκαταστάσεις, οὐκ οὔσας ἀφʼ ἑαυτῶν εὐλήπτους, ἀλλʼ ἐκ τῶν ἀπλανῶν μόνως γιγνομένας καταληπτάς. εὐμήχανον οὖν τὸ εὑρεῖν, τίνες ἁπλαῖ ποιοῦσι τὰς ποικίλας καὶ διʼ ἐκείνων θηρᾶσαι τὰ μέτρα τῶν ποικίλων, καὶ ὅμοιον ὡς εἴ τις τὴν περὶ κύλινδρον ἕλικα μετρῆσαι μὴ δυνάμενος, εἶτα λαβὼν εὐθεῖαν περὶ αὐτὸν κινουμένην καὶ σημεῖον ἐπὶ τῆς εὐθείας τὰς τούτων κινήσεις μετρῶν ηὕρισκε, πόση τίς ἐστι καὶ ἡ περὶ τὴν ἕλικα κίνησις, ἐν τῷ πόσῳ δὲ χρόνῳ. πρὸς γοῦν τοῦτο βλέπουσι καὶ οἱ ταῖς ἀνελιττούσαις χρώμενοι καὶ οἱ τοῖς ἐπικύκλοις καὶ ἐκκέντροις διὰ τὰς ἁπλᾶς κινήσεις, ἐξ ὧν τὴν ποικίλην ἀνευρίσκουσιν. ἀλλὰ ταῦτα μὲν ἐπιστάσεως ἄξια, καὶ διὰ τοῦτο καὶ πλεονάκις αὐτὰ τοῖς φιλοθεάμοσιν εἰς ἐπίσκεψιν προτείνω καὶ ἀνεγείρω ἐν αὐτοῖς καὶ τὰς περὶ τούτων ἀκριβεστέρας κατανοήσεις. τὰς δὲ συνάψεις νοητέον τὰς συνόδους αὐτῶν καὶ τοὺς σχηματισμούς, οὓς ποιοῦνται πρὸς ἀλλήλους, εἴτε τριγωνικῶς εἴτε τετραγωνικῶς εἴτε ἑξαγωνικῶς εἴτε διαμετρικῶς· αὐτὸς γὰρ τὴν σύνοδον μόνην καὶ τὴν κατʼ ἀντικρὺ στάσιν παραλαβὼν ἐν τούτοις ὡς ἐν ἄκροις περιέχει τὰ λοιπὰ πάντα σχήματα. τὰς δὲ «ἐπιπροσθήσεις», καθʼ ἃς ἡμῖν τε καὶ ἀλλήλοις ἐπιπροσθοῦσιν· ὅδε γὰρ μετὰ τόνδε τεταγμένος ἐπίπροσθεν γίγνεται τῷ μετʼ αὐτὸν καὶ ἡμῖν δὲ ἐπιπροσθοῦσιν ὑποτρέχοντες ἀλλήλους. τὰς δὲ «κατὰ χρόνους αὐτῶν κατακαλύψεις καὶ πάλιν ἐκφάνσεις» οἰητέον τὰς κρύψεις τὰς ὑπὸ τὸν ἥλιον καὶ τὰς φάσεις, ἃς ἀμφοτέρας μεγάλων τινῶν εἶναι ποιητικὰς καὶ σημαντικὰς λέγουσιν οἱ ταῦτα δεινοί. τὸ δʼ οὖν ταῦτα πάντα λέγειν χωρὶς τούτων, λέγει δὲ τούτων τῶν διόψεως μιμημάτων, ἃ δή ἐστιν ὀργανικά, μάταιός ἐστι πόνος.

`3.150–3.151`

Μετὰ δὴ τὸ μαθηματικὸν κατίδωμεν φιλοσόφως ἕκαστα τῶν εἰρημένων. οὐκοῦν χορεῖαι μέν εἰσι τῶν ψυχῶν αἱ περὶ τὸ νοητὸν βακχεῖαι καὶ αἱ περίοδοι καὶ ἀποκαταστάσεις αἱ νοεραί· συνεπόμεναι γὰρ τῷ θειοτέρῳ τῶν ἡγεμόνων καὶ αὐταὶ χορεύουσιν, ὥς φησιν ὁ ἐν Φαίδρῳ Σωκράτης. παραβολαὶ δὲ αἱ γνώσεις αἱ ἀλλήλων· φανὰ γὰρ πάντα ἐκεῖ, καὶ ὁρῶσιν ἀλλήλας, καὶ οὐκ ἀγνοεῖ ἡ ἑτέρα τὰ τῆς ἄλλης. ἔτι δὲ τὰ ἑαυτῶν εἴδη τοῖς νοητοῖς ἐφαρμόζουσιν ὡς ἴχνη καὶ τύπους τοῖς ἑαυτῶν παραδείγμασιν. αἱ δὲ τῶν κύκλων ἀνακυκλήσεις καὶ αἱ προσχωρήσεις αἱ ἀφʼ ἑαυτῶν ἐπὶ νοῦν καὶ ἀπὸ νοῦ πάλιν εἰς αὑτὰς ἐπιστροφαί· ποιοῦσι γὰρ ἀμφότερα τὸν ἀεὶ χρόνον, καὶ ἀφʼ ἑαυτῶν γιγνώσκουσι τὸν νοῦν καὶ ἀπὸ τοῦ νοῦ ἑαυτάς. συνάψεις δὲ καὶ «διάμετροι στάσεις» αἵ τε ἑνώσεις αἱ πρὸς τὸ νοητὸν ἀλλήλων, συναπτομένων κατὰ τὸ νοητὸν ἀλλήλαις, καὶ αἱ πρόοδοι αὐτῶν· ὅταν μὲν γὰρ τὸ ἑαυτῶν ἓν τῷ ἑνὶ τοῦ νοῦ συνάπτωσι, σύνοδος ἀμφοῖν· καὶ γὰρ ἐν ταῖς συνόδοις ταύταις δεῖ τὰ κέντρα γενέσθαι τῶν συνιόντων ἐπὶ μιᾶς εὐθείας· προϊοῦσαι δὲ ἐκεῖθεν εἰς πρόνοιαν τῶν δευτέρων εἰς τὸ κατʼ ἀντικρὺ χωροῦσι τῆς ἑνώσεως ταύτης. ἐπειδὴ δὲ ἀεὶ ὡσαύτως ἔχουσι καὶ μένουσιν ἅμα καὶ προΐασι, καὶ συνέχονται καὶ διάμετροί εἰσιν. αἱ δὲ «ἐπιπροσθήσεις ἀλλήλοις τε καὶ ἡμῖν» αἱ μεσότητές εἰσιν αἱ μεταξὺ τῶν τε θείων ψυχῶν καὶ ἡμῶν· οὐ γὰρ πᾶσαι πάσαις ἀμέσως ἥνωνται, ἀλλὰ διὰ μέσων ἄλλαι ἄλλων πλειόνων ἢ ἐλαττόνων. αἱ δὲ «κατακαλύψεις καὶ ἐκφάνσεις αἱ κατὰ χρόνους» αἵ τε ἀποκαταστάσεις καὶ αἱ ἀρχαὶ τῶν περιόδων· κατὰ γὰρ ταύτας μάλιστα τρέπουσι τὰ ἐν τῷ κόσμῳ καὶ μεταβάλλουσιν, ἀθρόας ἐπάγουσαι φθορὰς καὶ μεγάλας μεταβολάς, ὥς φησιν αὐτὸς ἐν τῷ Πολιτικῷ. τὸ δʼ οὖν ταῦτα πάντα λέγειν ἄνευ διόψεως τῶν μιμημάτων τούτων τῶν περὶ τὸν οὐρανὸν θεωρουμένων μάταιος ἂν εἴη πόνος· δεῖ γὰρ ἀπὸ τῶν φαινομένων εἰς ἀνάμνησιν τῶν ἀφανῶν ἀναδραμεῖν· ὡς γὰρ ἀπὸ τῶν τῇδε ὀργάνων καὶ τῶν σκιῶν εἰς ἀρχὴν καθιστάμεθα τῆς τῶν οὐρανίων κατανοήσεως, οὕτω δὴ καὶ ἀπʼ ἐκείνων ἀνεμιμνησκόμεθα τῶν ἀφανῶν περιπολήσεων· μέσος γάρ ἐστιν ὁ οὐρανὸς τῶν τε γενητῶν καὶ τῶν νοητῶν. ἐπειδὴ δὲ τὰ σχήματα καὶ τὰς κινήσεις τῶν οὐρανίων φόβους εἶπε καὶ σημεῖα τῶν γιγνομένων παρέχειν τοῖς δυναμένοις λογίζεσθαι, τοσοῦτον ἰστέον, ὅτι οὐ μόνον ἐκεῖνα σημαίνειν οἰητέον, ἀλλὰ σημεῖα γεγονότων ὄντα σημαντικά τινων. διὸ καὶ αὐτὸς τῶν σημαντικῶν ἑαυτοῖς ἐνεργειῶν προηγουμένως ἐμνήσθη. θαυμασιωτάτην δὲ εἶναί φησιν ὁ Θεόφραστος ἐν τοῖς κατʼ αὐτὸν χρόνοις τὴν τῶν Χαλδαίων περὶ ταῦτα θεωρίαν, τά τε ἄλλα προλέγουσαν καὶ τοὺς βίους ἑκάστων καὶ τοὺς θανάτους, καὶ οὐ τὰ κοινὰ μόνον, οἷον χειμῶνας καὶ εὐδίας, ὥσπερ καὶ τὸν ἀστέρα τοῦ Ἑρμοῦ χειμῶνος μὲν ἐκφανῆ γενόμενον ψύχη σημαίνειν, καύματα δὲ θέρους εἰς ἐκείνους ἀναπέμπει· πάντα δʼ οὖν αὐτοὺς καὶ τὰ ἴδια καὶ τὰ κοινὰ προγινώσκειν ἀπὸ τῶν οὐρανίων ἐν τῇ Περὶ Σημείων βίβλῳ φησὶν ἐκεῖνος.

Ἀλλὰ ταῦτά τε ἱκανῶς ἡμῖν ταύτῃ καὶ τὰ περὶ θεῶν ὁρατῶν καὶ γενητῶν εἰρημένα φύσεως τέλος ἐχέτω.

`3.152`

Ἓν καὶ τοῦτο τῆς ἐπιστήμης ἐστὶν ἔργον, τὸ μέτρον ἐφαρμόζειν τὸ προσῆκον τοῖς λόγοις καὶ τοσοῦτον αὐτοῖς ἐνδιδόναι φερομένοις, ὁπόσον εἰς τὴν προκειμένην συντελεῖν δύναται θεωρίαν. τοῦτο δὴ καὶ ὁ Πλάτων ἐν τούτοις ποιεῖ, τέλος ἐπιτιθεὶς τοῖς περὶ τῶν οὐρανίων καὶ τῶν ζῴων τῶν ἀστρῴων λόγοις, ὧν ἕνεκα καὶ τὸν περὶ γῆς παρέλαβε λόγον, διότι δὴ καὶ αὕτη χρόνον συναποτελεῖ ταῖς οὐρανίαις περιφοραῖς. ἐνταῦθα δὲ συμπεραίνεται τὰ εἰρημένα· τέλος γὰρ ἔχει αὐτῷ τὰ περὶ θεῶν ὁρατῶν καὶ γενητῶν, οἵους δὴ τοὺς ἀστρῴους φαμὲν καὶ ὅλως τοὺς οὐρανίους· ὁρατοὺς μὲν αὐτοὺς εἰπών, ὅτι δὴ ἐγκόσμιοί εἰσι καὶ ἔχουσί τι τῶν αἰσθητῶν ἐξημμένον τῆς νοερᾶς αὐτῶν οὐσίας, γενητοὺς δέ, ὡς καὶ ψυχὴν ἔχοντας, ἣν πρωτίστην ἀποκαλεῖ τῶν γενητῶν· οὐ γάρ εἰσι πᾶν ὅπερ εἰσὶν ὁρατοί, ἀλλʼ ἔστι τι ἐν αὐτοῖς γενητὸν μέν, ἀόρατον δὲ ὅμως. ὅτι δὲ ὁ περὶ γῆς λόγος τῆς τῶν ἄστρων ἕνεκα περὶ αὐτὴν χορείας παρείληπται, δεδήλωκεν εὐθὺς μετὰ τὸν περὶ αὐτῆς λόγον ἐπενεγκών· χορείας δὲ τούτων αὐτῶν καὶ παραβολὰς ἀλλήλων καὶ τὰ τούτοις ἐφεξῆς, διʼ ὧν ἐμφανῶς, οἶμαι, δεδήλωκεν, ὅτι τὸ προκείμενόν ἐστιν αὐτῷ περὶ τῶν οὐρανίων εἰπεῖν θεῶν καὶ τῶν συνεπομένων αὐτοῖς γενῶν, ἃ δὴ ποτὲ μὲν καλύπτεται ὑπὸ τὰς αὐγὰς τῶν ἡγεμόνων θεῶν, ποτὲ δὲ ἀναφαινόμενα φόβους καὶ σημεῖα ποιεῖται τῶν μελλόντων· ἐφαρμόσει γὰρ καὶ τούτοις τὰ λεγόμενα κατὰ τὸν οἰκεῖον αὐτῶν ὅρον.

Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθʼ ἡμᾶς.

Μέλλων ἐπὶ τὸν περὶ τῶν ὑπὸ σελήνην θεῶν μετιέναι λόγον θαυμαστὸν εἶναί φησιν αὐτὸν καὶ μείζονα ἢ καθʼ ἡμᾶς, ὡς ὑπεραίροντα δήπου τὴν ἡμετέραν ἀκοήν, εἰ μέλλοιμεν εὑρήσειν τε τὴν γένεσιν αὐτῶν καὶ εἰς ἄλλους ἐξοίσειν· ὃ γὰρ εἶπε περὶ τοῦ δημιουργοῦ πρότερον, ὅτι χαλεπὸν αὐτὸν εὑρεῖν τε καὶ εἰς ἅπαντας λέγειν, τοῦτο δὴ νῦν φησι περὶ τῶν ὑπὸ σελήνην θεῶν, ὅτι καὶ γνῶναι τὴν γένεσιν αὐτῶν καὶ εἰπεῖν μεῖζον ἢ καθʼ ἡμᾶς.

`3.153–3.159`

τί δὴ οὖν αὐτῷ βούλεται τῆς ἐνδείξεως ταύτης ὁ τρόπος; καὶ γὰρ οὕτω πολλοὺς καὶ θαυμαστοὺς λόγους εἰπὼν καὶ περὶ τοῦ παντὸς οὐρανοῦ καὶ περὶ τοῦ νοητοῦ παραδείγματος πῶς μείζονα ἢ καθʼ ἑαυτὸν εἶναι τὸν περὶ τῶν γενεσιουργῶν θεῶν λόγον φησίν; ἦ τάχα μὲν καὶ ἐκεῖνα λέγειν δυνατόν, ὅτι πολλοῖς τῶν φυσιολόγων ἄψυχα καὶ εἰκῇ φερόμενα καὶ καὶ ἀπρονόητα ταῦτα εἶναι τὰ στοιχεῖα νενόμιστο· τὰ μὲν γὰρ οὐράνια διὰ τὴν ἐν αὐτοῖς τάξιν νοῦ καὶ θεῶν μετέχειν ὡμολόγουν, τὴν δὲ γένεσιν ὡς πολυμετάβολον καὶ ἀόριστον καὶ ἀπρονόητον ἀπέλειπον, οἷα δὴ καὶ Ἀριστοτέλης ὕστερον ἐδόξασε, ταῖς οὐρανίαις περιφοραῖς μόναις ἐπιστήσας τὰς ἀκινήτους αἰτίας, εἴτε ὀκτὼ εἶεν εἴτε πλείους, ἄψυχα δὲ τὰ στοιχεῖα ταῦτα καταλείπων ἵνʼ οὖν μὴ καὶ ἡμεῖς ταὐτὸν ἐκείνοις πάθωμεν, προεξυμνεῖ καὶ προανακηρύττει τὴν γένεσιν τῶν ὑπὸ σελήνην θεῶν ὡς θείαν καὶ νοεράν, οὐδεμιᾶς τοιαύτης ἐνδείξεως ἐπὶ τῶν οὐρανίων δεηθείς. τάχα δὲ καὶ τοῦτο ἂν εἴποις, ὅτι δὴ αἱ ψυχαὶ τῶν ἑαυταῖς προσεχεστέρων θᾶττον ἐπιλανθάνονται, τῶν δὲ ὑπερτέρων ἀρχῶν μᾶλλον μνημονεύουσι· δρῶσι γὰρ μᾶλλον εἰς αὐτὰς διʼ ὑπεροχὴν δυνάμεως καὶ δοκοῦσιν αὐταῖς παρεῖναι διʼ ἐνέργειαν· ὃ δὴ καὶ περὶ τὴν ὄψιν γίγνεται τὴν ἡμετέραν· πολλὰ γὰρ τῶν ἐν γῇ κειμένων οὐχ ὁρῶντες ὅμως αὐτὴν ὁρᾶν δοκοῦμεν τὴν ἀπλανῆ καὶ αὐτοὺς τοὺς ἀστέρας, διότι καταλάμπουσιν ἡμῶν τὴν ὄψιν τῷ ἑαυτῶν φωτί. μᾶλλον οὖν καὶ τὸ ὄμμα τῆς ψυχῆς λήθην ἴσχει καὶ ἀορασίαν τῶν προσεχεστέρων ἢ τῶν ἀνωτέρω καὶ θειοτέρων ἀρχῶν. οὕτω τὴν μὲν πρωτίστην ἀρχὴν πᾶσαι θρησκεῖαι καὶ αἱρέσεις συγχωροῦσιν εἶναι, καὶ θεὸν πάντες ἄνθρωποι καλοῦσι βοηθόν, θεοὺς δὲ εἶναι μετʼ αὐτὴν καὶ πρόνοιαν ἀπʼ αὐτῶν ἐν τῷ παντὶ οὐ πᾶσαι πιστεύουσιν· ἐναργέστερον γὰρ αὐταῖς καταφαίνεται τὸ ἓν τοῦ πλήθους. ἄλλαι δὲ θεοὺς μὲν εἶναι νομίζουσι, μετὰ δὲ θεοὺς δαιμόνιον γένος ὑποτιθέμεναι τὴν ἡρωικὴν ἀγνοοῦσι τάξιν· καὶ ὅλως τοῦτο καὶ μέγιστόν ἐστι τῆς ἐπιστήμης ἔργον, τὸ τὰς μεσότητας καὶ τὰς προόδους τῶν ὄντων λεπτουργεῖν. εἰ δὴ ταῦτα ὀρθῶς φαμεν, εἰκότως περὶ μὲν τῶν οὐρανίων θεῶν διαλεγόμενος οὐδὲν ἐνεδείκνυτο τῆς τοῦ λόγου πέρι χαλεπότητος, ὑπὲρ δὲ τῶν ὑπὸ σελήνην μέλλων λέγειν μεῖζον ἢ καθʼ ἑαυτὸν εἶναι τὸ ἔργον φησί· χαλεπώτερος γὰρ ὁ περὶ τούτων λόγος, διότι μηδὲ ἔστιν ἀπὸ τῶν ἐμφανῶν συλλογίσασθαι περὶ αὐτῶν, ἀλλʼ ἐνθέου μόνης δεῖ καὶ νοερᾶς ἐπιβολῆς. ταῦτα μὲν εἰρήσθω πρὸς τὴν ἀπορίαν ταύτην. πάλιν δὲ ἀπορήσειεν ἄν τις, διὰ ποίαν αἰτίαν «δαίμονας» αὐτοὺς προσηγόρευσεν· ἐκ τούτων γάρ τινες ὁρμηθέντες ἐν οὐρανῷ μὲν ἔθεντο θεούς, δαίμονας δὲ τῶν ὑπὸ σελήνην προστατεῖν. ὅτι μὲν οὖν καὶ τούτους οἴεται εἶναι θεούς, ῥᾴδιον ἐκ τῶν ἐπαγομένων λαβεῖν· λέγει γάρ· οὕτως οὖν κατʼ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω τε καὶ λεγέσθω· καὶ γὰρ ὅλως περὶ τῶν ἰδίως ὀνομαζομένων δαιμόνων ἰδίᾳ φαίνεται μὴ λέγων, ὡς ἂν οὐκ ἔχων αὐτῶν ἀρχὰς φυσικὰς ἀπὸ τῆς αἰσθήσεως, ἀφʼ ἧς ὡρμῆσθαι δεῖ τοὺς φυσικοὺς λόγους, δὶς δὲ μέμνηται τοῦ τῶν δαιμόνων ὀνόματος, ὅπου μὲν τὴν λογικὴν ἡμῶν ψυχὴν τοῦ ζῴου δαίμονα λέγων, ὅπου δὲ τοὺς γενεσιουργοὺς θεοὺς δαίμονας ἀποκαλῶν ὥσπερ ἐν τούτοις. τί δήποτε οὖν, φαίης ἄν — τοῦτο γὰρ πρῶτον διαλυτέον — τῶν κατʼ οὐσίαν ὄντων δαιμόνων οὐ πεποίηται μνήμην; ἦ διότι καὶ τοῦτο εἶχεν ὑπὸ τοῦ Σωκράτους τῇ προτεραίᾳ τοῖς αὐτοῖς ἀκροαταῖς ἐμπεφανισμένον, ἐν οἷς ἔλεγεν ἐκεῖνος περὶ τῶν τοῖς βίοις τῶν ψυχῶν ἐφεστώτων καὶ τῶν ἐν ᾍδου κολαζόντων τοὺς ἁμαρτόντας. ὡς οὖν δήλων ὄντων ἤδη τούτων παρῆκε τὴν μνήμην, ἐκ δὲ ὧν εἶπε κἀκείνων εἰς ὑπόνοιαν ἤγαγε τῶν ὑπʼ αὐτοῦ δαιμόνων ὑμνημένων. οὕτω δὲ καὶ τὰς τῶν ὀκτὼ σφαιρῶν αὐτῶν ψυχώσεις ἰδίας καὶ τὴν τοῦ ἀπλανοῦς κύκλου παντὸς ὡς ἑνὸς καὶ τῶν ὑπʼ αὐτοῦ περιεχομένων ἄστρων καὶ τοῦ πλανωμένου παντὸς ὡς ἑνὸς καὶ τῶν πλανωμένων ἀφῆκεν ὡς ὑπὸ τοῦ Σωκράτους προπαραδοθεῖσαν. ἀλλὰ τοῦτο μὲν ἔχει τὸν εἰκότα λόγον. ἐπανελθόντες δὲ εἰς τὴν προρρηθεῖσαν ζήτησιν λέγωμεν περὶ τῶν γενεσιουργῶν θεῶν τούτων, ὑπὲρ ὧν ὁ λόγος, τί δήποτε δαίμονας ἐν τούτοις ἄρα τοῖς ῥήμασι προσωνόμασεν. ὁ μὲν οὖν Θεόδωρος ἄλλον τρόπον ταῦτα μεταχειριζόμενος δαίμονας μὲν ὡς ἐν σχέσει, θεοὺς δὲ αὐτοὺς ὡς ἀσχέτους καλεῖσθαί φησιν, ὡς ἐν τοῖς ὑπὸ σελήνην τάττων αὐτοὺς μέρεσι τοῦ παντὸς κόσμου ἄλλους ἄλλως ψυχώσαντας τὸ πᾶν. ὁ δὲ ἡμέτερος καθηγεμὼν πρῶτον ἠξίου δαίμονας αὐτοὺς ἀκούειν ὡς πρὸς θεοὺς τοὺς οὐρανίους· ἐκείνων γὰρ ἐξήρτηνται καὶ μετʼ ἐκείνων προνοοῦσι τῶν οἰκείων κλήρων. καὶ ἔστιν ἡ διάταξις αὕτη Πλατωνική· καὶ γὰρ ἐν Συμποσίῳ δαίμονα τὸν Ἔρωτα προσείρηκεν ὡς ὀπαδὸν τῆς Ἀφροδίτης καὶ ὡς ἀπὸ τοῦ Πόρου θεοῦ ὡς ἀληθῶς ὄντος προεληλυθότα, καίτοι γε ἐν Φαίδρῳ θεὸν αὐτὸν εἶναι τιθέμενος ὡς πρὸς τὴν ἀναγομένην ὑπʼ αὐτοῦ ζωήν. ἔπειτα κατʼ ἄλλην ἐπιβολὴν εἶναι μὲν καὶ ἐν τοῖς οὐρανίοις δαίμονας καὶ ἐν τοῖς ὑπὸ σελήνην θεούς, ἀλλʼ ἐκεῖ μὲν τὸ γένος ἅπαν καλεῖσθαι θεούς, διὸ καὶ τὴν ἰδέαν τῶν οὐρανίων θεῶν ἐκάλει γένος, καίτοι καὶ δαιμόνων κατʼ ἐκείνην παραγομένων, ἐνταῦθα δὲ πᾶν τὸ πλῆθος δαίμονας, ἐκεῖ μὲν τῆς θείας, ἐνταῦθα δὲ τῆς δαιμονίας κρατούσης ἰδιότητος, εἰς ἥν τινες καὶ μόνην ἀποβλέψαντες διεῖλον τό τε θεῖον καὶ τὸ δαιμόνιον κατά τε τὸν οὐρανὸν καὶ τὴν γένεσιν, δέον ἐν ἀμφοῖν μὲν ἄμφω τάττειν, ἀλλʼ ἐκεῖ μὲν πλεονάζειν τὸ θεῖον, ἐνταῦθα δὲ τὸ δαιμόνιον, εἶναι δὲ κἀνταῦθα τὸ θεῖον· εἰ γὰρ ὅλος ὁ κόσμος θεὸς εὐδαίμων ἐστίν, οὐδέν ἐστι τῶν συμπληρούντων αὐτὸν μορίων ἄθεον καὶ ἀπρονόητον. εἰ δὲ καὶ θεοῦ πάντα μετέχει καὶ προνοίας, θείαν ἔλαχε φύσιν. εἰ δὲ τοῦτο, καὶ οἰκεῖαι τάξεις θεῶν ἐφεστήκασιν αὐτοῖς· εἰ γὰρ καὶ ὁ οὐρανὸς διὰ μέσων ψυχῶν καὶ νόων μετέχει τῆς μιᾶς ψυχῆς καὶ τοῦ ἑνὸς νοῦ, τί χρὴ περὶ τούτων οἴεσθαι τῶν στοιχείων; πῶς οὐ πολλῷ μᾶλλον ταῦτα διὰ δή τινων μέσων θείων τάξεων μετείληχε τῆς μιᾶς τοῦ κόσμου θεότητος; ἔτι δὲ κἀκεῖνο ἄτοπον, τὸ τὴν μὲν τελεστικὴν καὶ χρηστήρια καὶ ἀγάλματα θεῶν ἱδρῦσθαι ἐπὶ γῆς καὶ διά τινων συμβόλων ἐπιτήδεια ποιεῖν τὰ ἐκ μερικῆς ὕλης γενόμενα καὶ φθαρτῆς εἰς τὸ μετέχειν θεοῦ καὶ κινεῖσθαι παρʼ αὐτοῦ καὶ προλέγειν τὸ μέλλον, τὸν δὲ τῶν ὅλων δημιουργὸν μὴ ἐπιστῆσαι τοῖς ὅλοις στοιχείοις ἀφθάρτοις οὖσι τοῦ κόσμου πληρώμασι ψυχὰς θείας καὶ νόας καὶ θεούς· πότερον γὰρ οὐ βούλεται; καὶ πῶς οὐ βούλεται, πάντα ἑαυτῷ παραπλήσια ποιῆσαι βουλόμενος; ἀλλʼ ἀδυνατεῖ; καὶ τί τὸ ἐμποδίζον; ὁρῶμεν γὰρ τοῦτο δυνατὸν ἐκ τῶν τῆς τελεστικῆς ἔργων. εἰ δὲ καὶ βούλεται καὶ δύναται, δῆλον ὅτι καὶ ὑπέστησε θεοὺς τῆς γενέσεως ἐφόρους λήξεις τε κεκληρωμένας. ἐπειδὴ δὲ πανταχοῦ τὸ τῶν δαιμόνων γένος ὀπαδόν ἐστι τῶν θεῶν, εἰσὶ καὶ γενεσιουργοὶ δαίμονες, οἳ μὲν ὅλων στοιχείων ἐπάρχοντες, οἳ δὲ κλιμάτων φύλακες, οἳ δὲ ἐθνῶν ἄρχοντες, οἳ δὲ πόλεων, οἳ δέ τινων γενῶν, οἳ δὲ καὶ τῶν καθʼ ἕκαστα ἔφοροι· κάτεισι γὰρ ἡ φρουρὰ τῶν δαιμόνων εἰς τὸν ἔσχατον μερισμόν. τοῦτο μὲν οὖν ἓν πρόβλημα περὶ ὧν μέλλει λέγειν ἐζητήσθω. δεύτερον δὲ ἕτερον μετὰ τὸ περὶ τῆς ὑπάρξεως σκέμμα τὸ περὶ τῆς τάξεως αὐτῶν· ἔστωσαν γὰρ θεοὶ καὶ καλείσθωσαν δαίμονες διὰ τῆς εἰρημένης ἡμῖν αἰτίας. ποῦ δὴ αὐτοὺς τάξομεν; ἆρα ὡς προείπομεν ὑπὸ σελήνην ἢ πρὸ τῶν θεῶν; τοῦτο γὰρ ἂν δόξειε διὰ δύο ταῦτα· ἓν μέν, ὅτι ἐνδείκνυται ὡς ἐπὶ μείζονα τάξιν ἀνιὼν εἰπὼν μεῖζον ἢ καθʼ ἡμᾶς εἶναι τὸ περὶ αὐτῶν εἰπεῖν, ἤδη περὶ τῶν οὐρανίων διαλεχθείς· ἕτερον δέ, ὅτι τοῖς τὰς θεογονίας παραδοῦσιν ἑπόμενος διαθήσειν τὸν λόγον φησίν. ἐκεῖνοι δὲ πρὸ τοῦ κόσμου καὶ τοῦ δημιουργοῦ ταύτας τὰς γενέσεις παρέδοσαν, τῶν ἐξ οὐρανοῦ προελθόντων λέγω καὶ γῆς. ἡμεῖς δὲ ὅτι μὲν μετὰ τοὺς οὐρανίους αὐτοὺς παράγει καὶ διὰ τοῦτο ἐξ οὐρανοῦ καὶ γῆς, περὶ ὧν προεῖπεν ἤδη — καὶ γὰρ τὴν γῆν διὰ τοῦτο πρεσβυτάτην τῶν ἐντὸς οὐρανοῦ θεῶν εἶπεν, ἀπό τε ταύτης καὶ τοῦ οὐρανοῦ μέλλων τοὺς ἄλλους παράγειν τοὺς ἐντὸς οὐρανοῦ — τοῦτο δʼ οὖν δείξομεν ἀπὸ τοῦ δημιουργοῦ πρός τε τούτους καὶ τοὺς ἄλλους πάντας ὡς ὑπʼ αὐτοῦ παραχθέντας εἴσω τοῦ παντὸς ποιεῖσθαι τοὺς λόγους. διʼ ἣν δὲ αἰτίαν ἕπεσθαι ταῖς θεογονίαις ἐρεῖ καὶ διὰ τί παρελθεῖν προεῖπε τὸ περὶ τούτων λέγειν, ἀνοίσομεν εἰς τὸ μηδὲν ἔχειν ἀπὸ τῶν φαινομένων ἐναργὲς τῆς τούτων ὑποστάσεως γνώρισμα, καθάπερ ἐπὶ τῶν οὐρανίων τὴν τῶν περιόδων τάξιν, πρέπουσαν θεῶν ἐπιστασίαις. μεῖζον οὖν φυσιολογίας ἐστὶ διαλέγεσθαι περὶ ὧν οὐ δίδωσιν ἡμῖν τὰ φυσικὰ πράγματα πίστιν ἀραρυῖαν, καὶ διὰ τοῦτό φησιν ὡς φυσιολόγος ὑπὲρ αὑτὸν εἶναι τὸν περὶ τούτων λόγον. εἰ δὲ ἕπεσθαι μέν φησι τοῖς ἐνθεάζουσιν, ἐκείνων δὲ περὶ θεῶν ὑπερουρανίων λεγόντων αὐτὸς τὴν ὁμοίαν θεογονίαν διατίθησι περὶ τῶν ὑπʼ οὐρανὸν λέγων, οὐ θαυμαστόν· οἶδε γάρ, ὅτι πᾶσαι τάξεις θεῶν, ἀφʼ ἧς ἂν ἄρξωνται διακοσμήσεως, χωροῦσι μέχρι τῶν ἐσχάτων, σειρὰς ἀφʼ ἑαυτῶν γεννῶσαι πανταχοῦ τὰς ἀνὰ λόγον ἑαυταῖς· ὥστε κἂν ὑπὲρ τὸν κόσμον ὦσιν αἱ παρὰ τοῖς θεολόγοις ὑμνημέναι τῶν θεῶν τούτων τάξεις, ἀλλʼ εἰσὶ καὶ ἐν τῷδε τῷ παντί, καὶ ὡς οὗτος ὁ οὐρανὸς συγγενὴς πρὸς ἐκεῖνον καὶ ἥδε ἡ γῆ πρὸς τὴν ἐκεῖ γῆν, οὕτω καὶ αἱ ἀπὸ τούτων ὑποστᾶσαι τάξεις ταῖς ἀπʼ ἐκείνων προελθούσαις. ἀπὸ δὴ τούτων κἀκεῖνο ληπτέον, ὅτι καὶ κατʼ αὐτὸν ὥσπερ κατὰ τοὺς ἄλλους θεολόγους τὰ πρῶτα προϊόντα συμπαράγει τοῖς ἑαυτῶν αἰτίοις τὰ ἐφεξῆς· καὶ γὰρ οὗτοι οἱ θεοὶ προϊόντες ἀπὸ τοῦ δημιουργοῦ καὶ ἀπὸ τῶν πρώτων ἀπʼ αὐτοῦ προελθόντων γεννᾶσθαι λέγονται γῆς καὶ οὐρανοῦ. λέγει γοῦν ἐκεῖνος πρὸς πάντας, ὅτι τὰ θνητὰ δημιουργεῖν ὀφείλουσι μιμούμενοι τὴν ἑαυτοῦ δύναμιν περὶ τὴν αὑτῶν γένεσιν. πάντες ἄρα προῆλθον ἀφʼ ἑνός, εἰ καὶ οἱ δεύτεροι καὶ ἀπὸ τῶν πρὸ αὐτῶν. τούτῳ δὴ ἕπεται μὴ πᾶν τὸ ὑπὸ τῶν νέων θεῶν παραγόμενον εἶναι θνητόν, εἴπερ καὶ τούτων τινὲς ἄλλοι προῆλθον ἀπʼ ἄλλων, ἀλλὰ τὸ ἔμπαλιν εἶναι μόνον ἀληθές, πᾶν τὸ θνητὸν ὑπὸ τῶν νέων παράγεσθαι θεῶν. τούτῳ δὲ πάλιν ἀκόλουθον τὸ καὶ τοὺς νέους θεοὺς παράγειν τὰ μὲν κατὰ τὰς ἀκινήτους ἑαυτῶν ὑπάρξεις, τὰ δὲ κατὰ τὰς κινουμένας· οὐ γὰρ ἂν ἀθανάτων ἦσαν αἴτιοι κατὰ τὰς κινουμένας μόνας πάντα παράγοντες, εἴπερ ἀληθές, ὅτι πᾶν τὸ ἀπὸ κινουμένης ὑποστὰν αἰτίας μεταβολὴν ἔχει κατʼ οὐσίαν. ἐκ δὲ ταύτης τῆς ἐπιβολῆς κἀκείνην λύσωμεν τὴν ζήτησιν· εἴπερ γάρ εἰσιν ἄλογοι δαίμονες, ὡς οἱ θεουργοὶ λέγουσι, πόθεν ὑπέστησαν; εἰ μὲν γὰρ ἀπὸ τῶν νέων θεῶν, ζητητέον, πῶς εἰσιν ἀθάνατοι — θνητῶν γὰρ οὗτοι πατέρες —, εἰ δὲ ἀπὸ τοῦ δημιουργοῦ, πῶς ἄλογοι — μετὰ νοῦ γὰρ ἐκεῖνος πάντως ἐστὶ πατήρ. λύσις οὖν ταύτης τῆς ζητήσεως, ὅτι καὶ ἀπὸ τῶν νέων ὑφίστανται θεῶν καὶ οὐ διὰ τοῦτο θνητοί, ὅπου γε καὶ νέους ἄλλους γεννῶσιν ἄλλοι, τάχα καὶ τῶν γεννωμένων διὰ τοῦτο δαιμόνων κληθέντων, ἵνʼ ἔχωμεν, ὅτι καὶ οἱ ὡς ἀληθῶς δαίμονες ἀπὸ τῶν αὐτῶν ὑπέστησαν. ἀλλὰ μὴν καὶ ἀπὸ τοῦ ἑνὸς δημιουργοῦ προῆλθον· πάντων γὰρ τῶν ἀθανάτων ἐκεῖνος αἴτιος, ὡς αὐτός φησιν ὁ Τίμαιος. εἰ δὲ νοῦ πᾶσι μεταδίδωσιν ὁ εἷς δημιουργός, ἔστι τι καὶ ἐν ἐκείνοις ἴχνος τῆς νοερᾶς ἰδιότητος ἔσχατον, καθόσον εἰσὶν εὐφάνταστοι — τοῦτο γάρ ἐστιν ἀπήχημα τοῦ νοῦ τελευταῖον, καὶ νοῦς διὰ τοῦτο παθητικὸς ἡ φαντασία λέγεται καὶ ὑπʼ ἄλλων οὐ κακῶς λεγόντων —, ὥστε καὶ οἱ ἡμιθνῆται τῶν ἰδίως καλουμένων δαιμόνων. ἀλλὰ καὶ πρὸς τὴν περὶ τῶν ἐν αὐτοῖς ἐσχάτων γενῶν ζήτησιν τῆς λύσεως αὐτὸς ἡμῖν προκατέσπειρε τὰς ἀρχάς· εἰ γάρ τι δαιμόνιόν ἐστι γένος λόγῳ χρώμενον, τοῦτο δῆλον ὅπως ἐπὶ τὸν ἕνα δημιουργὸν ἀνοίσομεν, εἴτε ὡς ἀπʼ αὐτοῦ παραχθὲν εἴτε ὡς διὰ μέσων τῶν ἀπʼ αὐτοῦ παρηγμένων θεῶν, τὸ μὲν οὐράνιον τῶν οὐρανίων, τὸ δὲ ὑπουράνιον παρὰ τῶν ὑπουρανίων θεῶν, ἐπεὶ καὶ αὐτῶν τῶν ὑπουρανίων ἄλλοι πατέρες εἰσὶν ἄλλων, ὡς αὐτὸς διδάσκει ταῖς θεογονίαις ἑπόμενος. ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ δαίμονας γεννῷεν τοὺς ἑαυτοῖς καὶ οὗτοι συστοίχους, οὐκ ἀλόγους μόνον, ἀλλὰ καὶ λογικούς, θεῶν ὄντες γεννῆται, καθάπερ καὶ οἱ οὐράνιοι τῶν οὐρανίων δαιμόνων· ὥστε καὶ τὸ περὶ τῶν δαιμόνων σκέμμα δήλην ἔχειν ἐκ τούτων τὴν δίαιταν ἑπομένως ταῖς Πλατωνικαῖς ὑφηγήσεσιν· ἐξ ὧν γὰρ εἶπε περὶ τῶν γενεσιουργῶν θεῶν ἐναργὲς γέγονε, τί ἂν ἀπεκρίνατο περὶ τῆς τῶν δαιμόνων ὡς ἀληθῶς γενέσεως ἐρωτηθείς· ὅλως γὰρ τὸ κατὰ τὴν σχέσιν γένος τῶν δαιμόνων εἰδὼς πολλῷ δήπου πρότερον τοὺς καθʼ ὕπαρξιν ἂν εἰδείη δαίμονας τόδε τὸ πᾶν συμπληροῦντας. πῶς δὲ οὐχὶ συγχωρήσει τὸ κατὰ σχέσιν εἶναι τὸ τῶν δαιμόνων γένος αὐτὸς λέγων τὴν ἡμετέραν ψυχὴν ὑπὸ τῶν τὰ θνητὰ δημιουργούντων δαίμονος τάξιν λαχεῖν πρὸς τὸ θνητὸν ζῷον; ἀνάγκη ἄρα πρὸ ταύτης εἶναι τῆς σχετικῆς δαιμονίας ζωῆς τὴν οὐσιώδη καὶ τοὺς ταύτῃ τὴν σχέσιν δεδωκότας κἀκείνῃ δεδωκέναι τὴν οὐσίαν. ἀλλʼ αὐτὸς τοὺς ἄρχοντας τοῦ παντὸς ὑποστήσας ἔχειν οἴεται μετὰ τούτων καὶ ἀπὸ τούτων τοὺς ἀϊδίους αὐτῶν ὀπαδοὺς  <span class="gap">…</span> τὴν ὑπόστασιν λαβόντας.

Πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐγγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τούς γε αὐτῶν προγόνους εἰδόσιν· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ τε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν.

`3.160`

Ὁ ἁπλῶς ἐπιστήμων καὶ ἐν τοῖς δοκοῦσι δυσγνώστοις καὶ ἀπόροις θεῖ τὰς τῆς εὐπορίας ὁδοὺς ἐπὶ τὴν θείαν γνῶσιν ἀνατρέχων καὶ τὴν ἔνθεον νόησιν, διʼ ἧς πάντα φανὰ καὶ γνώριμα γίγνεται· πάντα γάρ ἐστιν ἐν θεοῖς. τὸ δὲ πάντα προειληφὸς δύναται καὶ τὰ ἄλλα τῆς ἑαυτοῦ γνώσεως πληροῦν. τοῦτο δὴ καὶ ἐνταῦθα πεποίηκεν ὁ Τίμαιος, ἐπὶ τοὺς θεολόγους ἡμᾶς ἀναπέμπων καὶ τὴν παρʼ ἐκείνων ὑμνημένην γένεσιν τῶν θεῶν. τίνες οὖν εἰσιν οὗτοι καὶ τίς αὐτῶν ἡ γνῶσις; αὐτοὶ μὲν οὖν εἰσιν ἔγγονοι θεῶν καὶ σαφῶς τοὺς ἑαυτῶν προγόνους εἰδότες, ἔγγονοι μὲν καὶ παῖδες ὄντες θεῶν ὡς τὸ εἶδος σῴζοντες τοῦ ἑαυτῶν προστάτου κατὰ τὴν παροῦσαν ζωήν· αἱ γὰρ Ἀπολλωνιακαὶ ψυχαὶ μαντικὸν ἢ τελεστικὸν ἑλόμεναι βίον παῖδες καὶ ἔγγονοι καλοῦνται τοῦ Ἀπόλλωνος, παῖδες μὲν καθὸ ψυχαὶ προσήκουσαι τῷδε τῷ θεῷ καὶ ᾠκειωμέναι πρὸς τήνδε τὴν σειράν, ἔγγονοι δὲ ὅτι καὶ τὸν παρόντα βίον τοιοῦτον ἐπιδείκνυνται. πᾶσαι μὲν οὖν ψυχαὶ θεῶν παῖδες, ἀλλʼ οὐ πᾶσαι τὸν ἑαυτῶν ἐπέγνωσαν θεόν· αἱ δὲ ἐπιγνοῦσαι καὶ τὴν ὁμοίαν ἑλόμεναι ζωὴν καλοῦνται παῖδες θεῶν. διὸ καὶ τὸ ὡς ἔφασαν προσέθηκεν· αὐταὶ γὰρ ἑαυτὰς ἐκφαίνουσιν ἀφʼ ἧς ἥκουσι τάξεως, ὥσπερ καὶ ἡ Σίβυλλα παρʼ αὐτὴν τὴν ἀποκύησιν χρησμῳδήσασα καὶ ὁ Ἡρακλῆς κατὰ τὴν γένεσιν μετὰ συμβόλων δημιουργικῶν ἐκφανείς. αἱ δὲ τοιαῦται ψυχαὶ καὶ ἐπιστρέφουσιν ἐπὶ τοὺς ἑαυτῶν προγόνους καὶ πληροῦνται παρʼ ἐκείνων ἐνθέου νοήσεως, ἡ δὲ γνῶσις αὐτῶν ἐστιν ἐνθουσιαστική, διὰ τοῦ θείου φωτὸς τῷ θεῷ συναπτομένη, πάσης ἄλλης ἐξῃρημένη γνώσεως τῆς τε διʼ εἰκότων καὶ τῆς ἀποδεικτικῆς· ἣ μὲν γὰρ περὶ τὴν φύσιν διατρίβει καὶ τὰ καθʼ ὅλου τὰ ἐν τοῖς καθʼ ἕκαστα, ἣ δὲ περὶ τὴν ἀσώματον οὐσίαν καὶ τὰ ἐπιστητά· μόνη δὲ ἡ ἔνθεος γνῶσις αὐτοῖς συνάπτεται τοῖς θεοῖς.

Ἀλλʼ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατʼ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω τε καὶ λεγέσθω.

`3.161`

Πολλὰ ἄν τις ἀπὸ τούτων λάβοι τῶν τοῦ Πλάτωνος ῥημάτων σκοπῶν ἀκριβῶς, οἷον τὸ τὴν ἔνθεον γνῶσιν διʼ οἰκειότητος ἐπιτελεῖσθαι τῆς πρὸς τοὺς θεούς — καὶ γὰρ ἥλιος ὁρᾶται διὰ τοῦ ἡλιοειδοῦς φωτὸς καὶ τὸ θεῖον ἐκφαίνεται διὰ τῆς θείας ἐλλάμψεως· τὸ τὸν θεῖον νόμον διορίσαι τὰς θείας τάξεις, ὃν ἐκφαίνουσιν αἱ ἐνθεαστικαὶ τῶν παλαιῶν νοήσεις, καθʼ ὃν καὶ ψυχαὶ ἐνεργοῦσαι καὶ μὴ ἐνθουσιάζουσαι πείθονται ταῖς ἐνθουσιαζούσαις. τούτῳ δὲ τῷ νόμῳ πειθόμενος καὶ ἐν προοιμίοις εἶπε θεοὺς καὶ θεὰς παρακαλέσειν τὸ κατὰ τὰς πρωτίστας καὶ νοερὰς ἀρχὰς πάσας διακεκοσμῆσθαι τὰς βασιλείας τάς τε ἐν οὐρανῷ καὶ τὰς ὑπὸ σελήνην καὶ εἶναι πανταχοῦ πάσας κατὰ τὸ ἀνὰ λόγον, τὴν δὲ τάξιν τῶν πραγμάτων προηγεῖσθαι τῶν ἡμετέρων νοήσεων· τὸ γοῦν ἐχέτω πρὸ τοῦ λεγέσθω ταχθὲν ἀπὸ τῶν πραγμάτων ἐπὶ τοὺς λόγους μετάγει τὴν τάξιν. τοιαῦτα μὲν ἄν τις ἀπὸ τῶν προκειμένων λάβοι δόγματα. Πυθαγόρειον δὲ καὶ τὸ ταῖς Ὀρφικαῖς ἕπεσθαι γενεαλογίαις· ἄνωθεν γὰρ ἀπὸ τῆς Ὀρφικῆς παραδόσεως διὰ Πυθαγόρου καὶ εἰς Ἕλληνας ἡ περὶ θεῶν ἐπιστήμη προῆλθεν, ὡς αὐτὸς ὁ Πυθαγόρας φησὶν ἐν τῷ Ἱερῷ λόγῳ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqy-cb`.
