---
title: "Commentary on Plato's Timaeus: Book 3"
title_greek: "Σχόλια εἰς τὸν Πλάτωνος Τίμαιον, Γʹ"
author: Proclus the Successor
eul_wid: uqy-ca
eul_aid: uqy
canonical: "https://eulogikon.org/works/proclus-timaeus-commentary-book-3-uqy-ca"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:ba64a6727fd02e2104bc17ac513d5ff750b1727c47a1a0ebd93d4559992c0df0"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Plato's Timaeus: Book 3

*Σχόλια εἰς τὸν Πλάτωνος Τίμαιον, Γʹ*

**Author:** Proclus the Successor

**eul_wid:** `uqy-ca` · [HTML page](https://eulogikon.org/works/proclus-timaeus-commentary-book-3-uqy-ca)

## Text

Part of [Commentary on Plato's Timaeus](/works/proclus-timaeus-commentary-uqy-ah)

`2.1`

ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ

`2.2–2.3`

Τὸν κόσμον ἄλλως μὲν ὁ λόγος θεωρεῖ κατὰ τὴν ὁλότητα τὴν ἐν αὐτῷ, καθʼ ἣν καὶ ἔοικε τῷ παντελεῖ ζῴῳ καὶ αὐτὸς ζῷον ἔμψυχον ἔννουν μονογενὲς γεγονώς, ἄλλως δὲ κατὰ τὴν ἐν αὐτῷ διαίρεσιν, ὥσπερ ὅταν τὴν ψυχὴν ἀπὸ τοῦ σώματος διελόμενος καὶ τὰ εἰδικωτέραν ἔχοντα τάξιν ἀπὸ τῶν ὑλικωτέραν φύσιν λαχόντων ἐπισκέπτηται, πῶς μὲν ὑπέστη τὸ σωματοειδὲς καὶ ποίαν ἔσχε τάξιν, πῶς δὲ τὸ ψυχικὸν πλάτος ἀπὸ τῆς δημιουργίας προελήλυθε καὶ κατὰ ποίους λόγους· ἐπειδὴ γὰρ ζῷον ἔμψυχον ἔννουν ὁ κόσμος ἀποπέφανται, τρία ταῦτα ἐν αὐτῷ, σῶμα ψυχὴ νοῦς. ἀλλʼ ὁ μὲν νοῦς πάντη ἀγένητός ἐστιν· αἰώνιον γὰρ ἔλαχε τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν. τὸ δὲ σῶμα πάντη γενητόν· κατὰ χρόνον γὰρ ὅλον καθʼ ὅλον ὑφέστηκεν. ἡ δὲ ψυχὴ μέσης ἐστὶν οὐσίας. ὥσπερ οὖν τῶν ἀμερίστων καὶ μεριστῶν μέση τέτακται, τοῦτον τὸν τρόπον καὶ τῶν ἀγενήτων ἐστὶ καὶ τῶν γενητῶν ὅρος, γενητὴ μὲν ὡς πρὸς νοῦν, ἀγένητος δὲ ὡς πρὸς τὴν σωματοειδῆ φύσιν ὑπάρχουσα, καὶ οὖσα τῶν μὲν ἀεὶ ὄντων πέρας, πρωτίστη δὲ ἐν τοῖς γενομένοις. διὰ ταῦτα τοίνυν καὶ ὁ Πλάτων τοῦ μὲν σώματος παντοίαν παραδίδωσι γένεσιν, ὅλον αὐτὸ παράγων ἀλλαχόθεν, τὴν δὲ ψυχὴν παράγει μὲν καὶ ἀφʼ ἑαυτῆς, παράγει δὲ καὶ ἀπὸ τῆς ὅλης δημιουργίας τε καὶ ζῳογονικῆς, νοῦ δὲ οὐδεμίαν πλάττει τῷ λόγῳ γένεσιν· οὔτε γὰρ κατὰ ἰδέαν παράγεται ὁ νοῦς οὔτε τὸ τῆς γενέσεως προσίεται καὶ ὁπωσοῦν ὄνομα, πάντη δέ ἐστιν ἀγένητος καὶ αἰώνιος, ἀλλʼ ἐκφαίνεται μὲν ἀπὸ τῶν ὅλων, μένων δὲ ἐν αὐτοῖς ἀνεκφοίτητος πρόεισιν ἡνωμένος τοῖς αἰτίοις αὐτοῦ τοῖς ὁλικωτέροις· διὸ καὶ ἀμέριστος μένει καὶ ἀδιαίρετος ὑπὸ τῶν ἀχράντων θεῶν σῳζόμενος καὶ τῶν ἀμειλίκτων δυνάμεων, τῆς ἄλλης ζωῆς μεριζομένης καὶ διαιρουμένης περὶ τὰς μερίδας τοῦ παντός. πρώτην μὲν οὖν παραδέδωκε τὴν καθʼ ὁλότητα τοῦ παντὸς ὑπόστασιν ἀπὸ τῆς δημιουργίας, καθʼ ἣν ἔμψυχον ἀπετελέσθη καὶ ἔννουν καὶ θεῖον κατὰ τὴν πρὸς τὸ παντελὲς ζῷον ἐξομοίωσιν. δευτέραν δὲ προσθήσει τὴν καθʼ ὅλα διαιροῦσαν τὸν κόσμον καὶ τὴν τῶν ὅλων ποίησιν μερῶν, τῆς τε ψυχῆς οὔσης καθʼ αὑτὴν καὶ τοῦ σωματοειδοῦς· νοῦς γὰρ ἀγένητός ἐστι πάντη, καθάπερ ἐλέγομεν, ὅτι καὶ ἀγένητός ἐστι καὶ ἀδιαίρετος, πλὴν ὅτι καὶ οὗτος πρόεισιν ἄνευ γενέσεως ἀπὸ τῆς τοῦ δημιουργοῦ προνοίας. λέγει δὲ καὶ τὴν τοῦτον ὑποδεχομένην φύσιν αὐτὴν τὴν τῆς ψυχῆς ἔκφανσιν αὐτὸς ὁ δημιουργός, ὃς ἐντίθησιν αὐτῷ τοὺς τῆς ψυχῆς κύκλους, ἄνευ διαιρέσεως αὐτὸν ἐκφήνας ὡς ὄντα ἀμέριστον καὶ ἄνευ σχήματος ὡς ὄντα τελέως ἀσχημάτιστον. τρίτην δὲ ἐφεξῆς τὴν κατὰ μέρη τέμνουσαν τὸ πᾶν καὶ τῶν μορίων ἕκαστον ἀποτελοῦσαν. πῶς γὰρ ἐγένετο πῦρ καὶ πῶς ἀὴρ καὶ πῶς ὕδωρ καὶ αὐτὴ πῶς ἡ γῆ παραδώσει τελευταῖον τὴν σωματουργικὴν τῆς δημιουργίας ἐνέργειαν θεωρῶν, καὶ οὐδὲ ἐπὶ ταύτης εἰς τὰ καθʼ ἕκαστα κάτεισιν, ἀλλʼ ἐν τοῖς ὅλοις μένει στοιχείοις· ἡ γὰρ ὅλη δημιουργία τῶν ὅλων ἐστὶ καὶ ὁλικῶν μερῶν, τὰ δὲ ἄτομα καὶ ὄντως μερικὰ τοῖς νέοις παραδίδωσι θεοῖς, ἵνα μιμούμενοι τὴν τοῦ πατρὸς περὶ τὰ ὅλα πρόνοιαν καὶ αὐτοὶ περὶ τὰ καθʼ ἕκαστα τὴν ὁμοίαν ἐπιδείξωνται δημιουργίαν καὶ ἀναλογίαν ποιήσωνται πρὸς αὐτόν, ἣν αὐτὸς ἔχει πρὸς τὸ παράδειγμα τὸ νοητόν· νοερὸς γὰρ ὢν ὡς πρὸς ἐκεῖνο καὶ νοῦ τάξιν ἔχων ὡς πρὸς τὸν νοητὸν νοῦν αὐτὸς νοητὸς γίγνεται τοῖς ἐγκοσμίοις θεοῖς. τριττῆς οὖν οὔσης, ὡς ἐλέγομεν, τῆς δημιουργίας τῆς μὲν καθʼ ὁλότητα, τῆς δὲ κατὰ τὴν εἰς ὅλα διαίρεσιν, τῆς δὲ κατὰ τὴν εἰς τὰ μέρη διαίρεσιν, τὴν μέσην ἡμῖν ὁ Πλάτων μέλλει παραδιδόναι νῦν, ἔχων μὲν καὶ ἀπʼ αὐτῶν τῶν πραγμάτων ἀκόλουθον τὴν τοιαύτην μετάβασιν, ἔχων δὲ καὶ ἀπὸ τῶν προειρημένων εὔκαιρον τὴν εἰς τοῦτο πρόοδον· ἐπειδὴ γὰρ ζῷον ἓν ὁρατὸν ἀφωρίσατο τὸν κόσμον πάντα τὰ κατὰ φύσιν συγγενῆ περιέχον ἐντός, ὅτι μὲν εἷς ἐστιν ὁ κόσμος ἀπὸ τῆς τοῦ παραδείγματος μονώσεως ἀπέδειξεν, ὅτι δὲ ὁρατὸν καὶ ὅτι τῶν συγγενῶν ἁπάντων περιεκτικὸν ἡ καθʼ ὅλα τοῦ παντὸς διαίρεσις ἡμῖν ποιήσει καταφανές· ἐὰν γὰρ εὕρωμεν, διὰ ποίαν αἰτίαν ὁρατὸς ὁ κόσμος, καὶ πῶς ἐν αὐτῷ πάντα τὰ στοιχεῖα συντέτακται καὶ διὰ τίνων ἀναλογιῶν, θεασόμεθα ῥᾳδίως, ὅτι πάντα τὰ συγγενῆ περιείληφε καὶ οὐδέν ἐστιν αἰσθητόν, ὃ μὴ συνείληπται τῇ μιᾷ τοῦ κόσμου περιοχῇ. τοῦτο δὲ ἰδόντες ἱκανῶς ἔχοιμεν ἂν τὸ ζητούμενον· τοῦτο γὰρ ἦν, πῶς ὁρατὸς ὁ κόσμος καὶ πῶς πάντων περιεκτικὸς τῶν κατὰ φύσιν αὐτῷ συγγενῶν. ἀπὸ γὰρ τῶν προειρημένων ὅτι μόνος ἐστὶ παρειλήφαμεν, ἀπὸ δὲ τούτων ὅτι καὶ παντελής.

`2.4`

Σωματοειδὲς δὲ δὴ καὶ ὁρατὸν ἁπτόν τε δεῖ τὸ γιγνόμενον εἶναι χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο οὔτε ἁπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς. ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς ἀρχόμενος συνιστάναι σῶμα ὁ θεὸς ἐποίει.

`2.5–2.12`

Τὸν μὲν ὁρισμὸν ἀποδιδοὺς τοῦ γενητοῦ μικρῷ πρότερον γιγνόμενον αὐτὸ καὶ ἀπολλύμενον ἀποκαλῶν ὡρίζετο δοξαστὸν αὐτὸ μετʼ αἰσθήσεως, τὸν δὲ κόσμον δεικνὺς γενητὸν ἀντέστρεφε τὸν ὁρισμόν· τὰ γὰρ αἰσθητά, φησί, γιγνόμενα καὶ γενητὰ ἐφάνη. νυνὶ δὲ τὸ γιγνόμενον αὐτὸ μεταλαβὼν εἰς ὑποκειμένου τάξιν κατηγόρησεν αὐτοῦ τὸ ὁρατὸν καὶ ἁπτόν· ταῦτα γὰρ ἄκρα τῶν αἰσθητῶν, ὡς ἡ ὄψις καὶ ἡ ἁφὴ τῶν αἰσθήσεων ἄκραι. ἐκεῖ μὲν οὖν, ὡς ἔφην, ἐν τοῖς περὶ τοῦ γενητὸν εἶναι τὸν κόσμον λόγοις τὸν ὅρον ἀντέστρεψεν, ἐνταῦθα δὲ κατὰ φύσιν ἀποδέδωκεν· ἦν γὰρ τὸ μὲν γιγνόμενον ἐν ὁριστοῦ τάξει, τὸ δὲ δόξῃ μετʼ αἰσθήσεως ληπτὸν ἐν ὁρισμοῦ, καθάπερ εἴρηκεν ἐν ταῖς ὑποθέσεσι· δεῖ οὖν, φησίν, αἰσθητὸν εἶναι τὸ γενητόν, οὐ πᾶν, ἀλλὰ τοῦτο, ὃ καὶ πρότερον εἴπομεν γενητόν, τὸ σύνθετον καὶ ἀεὶ γιγνόμενον εἰς ἅπαντα τὸν χρόνον· ἐπεὶ καὶ ἡ ψυχὴ γενητόν· ἀλλʼ οὐ περὶ ταύτης ὁ λόγος. εἰ δέ τις καὶ τὰ ἔνυλα εἴδη καὶ αὐτὰς λέγοι τὰς ποιότητας αἰσθήσει μὲν εἶναι ληπτάς, ἀσωμάτους δέ, καὶ ὅμως γένεσιν ἔχειν, ἴστω, φησὶν ὁ θεῖος Ἰάμβλιχος, ὅτι συντελεῖ καὶ ταῦτα πρὸς τὴν ὑπόστασιν τῶν σωμάτων καὶ μετʼ ἐκείνων συνθεωρεῖται. ἐπειδὴ δʼ οὖν ὁ κόσμος ἔχει μέν τινα καὶ σωματικὴν ἐν ἑαυτῷ μοῖραν, ἔχει δὲ καὶ ἀσώματον καὶ ταύτην διττήν, τὴν μὲν ἀχώριστον τοῦ σώματος, τὴν δὲ χωριστήν, καὶ ταύτην πάλιν διπλῆν, τὴν μὲν ψυχικήν, τὴν δὲ νοεράν, καὶ ἔχει τὸ μὲν ἀγένητον ἐν ἑαυτῷ, τὸ δὲ γενητόν, πᾶν δὲ τὸ ἐξ ἀγενήτου καὶ γενητοῦ συγκείμενον τὸ ὅλον ἐστὶ γενητόν, εἰκότως γιγνόμενόν τε προσεῖπε τὸν σύμπαντα κόσμον καὶ σωματοειδῆ· καὶ γὰρ σῶμα ἔχει καὶ διὰ τοῦτο σωματοειδής ἐστι, καὶ γενητόν τί ἐστιν ἐν αὐτῷ, καὶ διὰ τοῦτο γιγνόμενόν ἐστι τὸ ὅλον· ἐὰν γὰρ ἐκ θνητοῦ καὶ ἀθανάτου συγκέηται, τὸ ὅλον ἐστὶ θνητόν, καὶ ἐὰν ἐξ ἀγενήτου καὶ γενητοῦ, τὸ ὅλον ἐστὶ γενητόν, καὶ ἐὰν ἐξ ἀσωμάτου καὶ σώματος, τὸ ὅλον ἐστὶ σωματοειδές· εἰ μὲν γὰρ καὶ αὐτὸ τὸ ἀσώματον συμπάσχοι τῷ σώματι, γίγνεται καὶ αὐτὸ σωματοειδές, οὐ τὸ ὅλον μόνον· εἰ δὲ ἐξῃρημένον εἴη καὶ ἀπαθές, αὐτὸ μὲν κυρίως ἀσώματον, ὑπερανέχον τοῦ σώματος, τὸ δὲ ὅλον διὰ τὴν τοῦ σώματος συνάρτησιν σῶμα μὲν οὐκ ἔστιν· μένει γὰρ ἐν τῇ ἑαυτοῦ καθαρότητι τὸ κρεῖττον· σωματοειδὲς δὲ ἂν προσονομάζοιτο δικαιότερον. ἐπεὶ τοίνυν καὶ ὁ κόσμος πολλῶν μὲν καὶ μακαρίων ἐκ τοῦ γεννήσαντος αὐτὸν μετείληφεν, ἀτὰρ κεκοινώνηκέ γε καὶ σώματος, σωματοειδὴς εἰκότως προσαγορεύεται καθʼ ὅλον ἑαυτὸν ὁρατός τε καὶ ἁπτός. γενητὸς γάρ ἐστι, τὸ δὲ γενητὸν ὁρατόν ἐστι καὶ ἁπτὸν καὶ σῶμα ἔχον, ὥσπερ εἴρηται πρότερον ὀρθῶς εἰρημένον. ἀρξάμενος οὖν ἀπὸ τοῦ σώματος πρῶτον αὐτῷ δίδωσιν αἰσθητῷ εἶναι κατὰ τὰς ἄκρας αἰσθήσεις· εἶτα τούτου τι τελειότερον, τὸν διὰ τῆς ἀναλογίας δεσμὸν συνεκτικὸν τῶν ἐν αὐτῷ σωμάτων· εἶτα ἄλλο τρίτον, ὅλον ἐξ ὅλων ποιήσας αὐτὸν τῶν στοιχείων· εἶτα τέταρτον, σφαιρώσας, ἵνʼ ὁμοιότατος ᾖ ἑαυτῷ κατὰ τὸ εἶδος· εἶτα πέμπτον, αὐτὸν ὑφʼ ἑαυτοῦ πάντα πάσχοντα ἀποφήνας· εἶτα ἕκτον, κίνησιν αὐτῷ νείμας τὴν νῷ προσήκουσαν· εἶτα ψυχώσας ἕβδομον τοῦτον διὰ θείας ψυχῆς· εἶτα ὄγδοον, τῆς χρονικῆς αὐτῷ μεταδοὺς περιόδου· εἶτα ἔνατον, θεῶν ἐν αὐτῷ καταστησάμενος ἱερὰ τῶν τὸν τέλειον ἐνιαυτὸν συναπεργαζομένων· εἶτα δέκατον, παντελῆ ποιήσας ἐκ πάντων ζῴων τῶν ταῖς τέτταρσιν ἰδέαις ὡμοιωμένων καὶ διὰ τῆς δεκάδος συμπληρώσας τὴν πᾶσαν δημιουργίαν. ταῦτα μὲν οὖν ὁ πᾶς ἀνελίξει λόγος προϊών. νῦν δὲ λέγωμεν, ὡς ἐπεὶ διαστατός ἐστιν ὁ κόσμος καὶ αἰσθήσει ληπτός, διά τε ὁράσεως γνωρίζεται καὶ ἁφῆς, ὡς μὲν ὅλος διʼ ὅλου φωτὸς πεπληρωμένος ὁρατὸς ὤν, ὡς δὲ στερεὸς ἁπτὸς ὑπάρχων· ἐξαρκεῖ γὰρ αὐτῷ διὰ τῶνδε τῶν αἰσθήσεων πάντα τὰ αἰσθητὰ περιλαβεῖν. καὶ ἔστιν ὡς ἐν τοῖς τέτρασι στοιχείοις ἀεὶ οὖσιν ἐν τῷ κόσμῳ νοουμένοις ἐναντία ταῦτα, τὸ ὁρατὸν καὶ ἁπτόν· ταῦτα γὰρ ὡς πλεῖστον ἀφεστῶτα καὶ ὑπὸ τὸ αὐτὸ γένος ὄντα ἐναντία· καὶ γὰρ αἰσθητὰ ἄμφω, καὶ τοῦτο αὐτῶν τὸ κοινὸν γένος, καὶ πλεῖστον ἀφέστηκεν, εἴπερ τὸ μὲν ἀμέσως αἰσθητόν, τὸ δὲ οὐκ ἀμέσως. εἰ δὲ ζητοῖμεν τὰ ὡς ἐν μεταβλητοῖς ἐναντία τῶν στοιχείων, οὐ τὸ πῦρ καὶ τὴν γῆν, ἀλλὰ τὸ πῦρ καὶ τὸ ὕδωρ ἐροῦμεν. μάλιστα γὰρ τὸ ὕδωρ σβέννυσι τὸ πῦρ. καὶ ἔστιν ἑκάτερος τῶν λόγων ἀληθής. κοινὸν δὲ ἀμφοῖν τὸ ἐν τοῖς ἄκροις τιθέναι τὴν ἐναντίωσιν, καὶ ταύτῃ συμφωνοῦσιν αἱ αἱρέσεις, ὡς μὲν ἐν αἰσθητοῖς τῷ πυρὶ τῆς γῆς ἐναντίας οὔσης, ὡς δὲ ἐν τοῖς μεταβλητοῖς τῷ πυρὶ τοῦ ὕδατος. διὸ καὶ αὐτὸς τῷ ἁπτῷ τὸ ὁρατὸν ἀντέθηκεν, ᾗ αἰσθητὰ τὰ στοιχεῖα λαμβάνων, ὡς ἂν μήπω τὴν μεταβολὴν αὐτῶν ἐπισκοπῶν, καθʼ ἣν μᾶλλον ἠναντίωται τῷ πυρὶ τὸ ὕδωρ τῆς γῆς. καὶ οὐχ ὡς οἴεται Θεόφραστος, ἀτελής ἐστιν ὁ λόγος. ἀπορεῖ γὰρ οὕτως· τί δή ποτε πυρὸς μὲν ἴδιον εἶπε τὸ ὁρατὸν καὶ γῆς τὸ ἁπτόν, τῶν δὲ λοιπῶν στοιχείων οὐδέν; λέγομεν δὴ οὖν πρὸς αὐτόν, ὅτι καὶ ἡμεῖς ὁρῶμεν τὸν κόσμον καὶ ἁπτόμεθα αὐτοῦ, γευόμεθα δὲ ἢ ἀκούομεν αὐτοῦ ἢ ὀσφραινόμεθα οὐκέτι, καὶ αὐτὸς δὲ ὁ κόσμος ἑαυτῷ καὶ ὁρατός ἐστι καὶ ἁπτός· ὡς μὲν φωτοειδής, ὁρατός, διὰ τοῦ θείου φωτὸς ἑαυτὸν ὁρῶν, ὃ τέταται διὰ τοῦ οὐρανοῦ παντὸς τῇ ἴριδι προσφερὲς ὄν, ὥς φησιν ὁ ἐν Πολιτείᾳ Σωκράτης· ἐκεῖνο γάρ ἐστι τὸ πρώτως ὁρατικόν, διʼ ὅλου τοῦ κόσμου διῆκον· ὡς γὰρ ἡ τοῦ ἡλίου σφαῖρα τῆς ἐν αὐτῇ ψυχῆς ὄψις ἐστίν, οὕτω δὴ καὶ τῆς ὅλης ψυχῆς ὄψις ἐστὶ τὸ θεῖον ἐκεῖνο φῶς διὰ πάντων τῶν ὁρατῶν πεφοιτηκὸς καὶ δρῶν εἰς τὰ ὁρώμενα καὶ ζωὴν αὐτοῖς ἐνδιδόν. καὶ ταύτην ἂν εἴποις τὴν πρωτίστην καὶ κυριωτάτην ὄψιν, ἀλλʼ οὐ τὴν μετὰ πάθους ὑφισταμένην καὶ τὴν κεχωρισμένην τῶν ὁρατῶν. ὡς δὲ αὖ στερεὸς καὶ ὡς ζωῆς πλήρης, τὴν καλουμένην συναίσθησιν ἔχων—καὶ γὰρ ἡμεῖς τῶν ἐν ἡμῖν συναισθανόμεθα κινήσεων ἢ παθῶν ἔνδον συνισταμένων—καὶ διὰ τῆς συναισθήσεως ταύτης αὐτὸς ἑαυτῷ γιγνόμενος ἁπτός. κυριωτάτη δὲ τῶν λύσεών ἐστιν ἡ λέγουσα, ὅτι τὰ μὲν ἄκρα λαμβάνει πρὸ τῶν ἄλλων ὁ λόγος, ἐπειδὴ καὶ τούτων ἕνεκεν ὑφέστηκεν ἐκεῖνα, μέλλει δὲ καὶ τὰ λοιπὰ κατὰ τὸν δεσμὸν τῶν ἄκρων ὑφιστάνειν. ἢ καὶ τοῦτο φαίη τις ἄν, ὡς διὰ τῶν ἄκρων καὶ τὰ μέσα περιείληφεν· ὡς γὰρ διὰ πυρὸς καὶ γῆς τὸ πᾶν ὁρίζεται καὶ τῶν μέσων ἐν τούτοις περιεχομένων, οὕτω δὴ καὶ διὰ τοῦ ὁρατοῦ καὶ ἁπτοῦ τὰ παντοίως αἰσθητὰ συνείληφεν. τούτῳ δὲ ὥσπερ ἀξιώματι χρώμενος—εἴωθε γὰρ πρὸ ἑκάστου τῶν σκεμμάτων ἀξίωμα προσλαμβάνειν, ἀφʼ οὗ δείκνυται τὸ ζητούμενον, οἷον ἀγαθῷ δὲ οὐδεὶς οὐδέποτε περὶ οὐδενὸς ἐγγίνεται φθόνος, ἵνʼ ἐπιδείξῃ πάντα ἀγαθύνοντα τὸν δημιουργόν, καὶ πάλιν θέμις δὲ οὔτʼ ἦν οὔτʼ ἔσται τῷ ἀρίστῳ δρᾶν ἄλλο τι πλὴν τὸ κάλλιστον, ἵνα ἀποφήνῃ ζῷον ἔμψυχον ἔννουν τὸ πᾶν, καὶ πάλιν ἀτελεῖ γὰρ ἐοικὸς οὐδὲν ἄν ποτε γένοιτο καλόν, ἵνα θεωρήσῃ, πρὸς ποῖον παράδειγμα τὸν κόσμον ὁ δημιουργὸς ὑπέστησεν—οὕτω δὴ οὖν καὶ ἐν τούτοις ἀξίωμα προσλαβών, ὅτι δεῖ τὸ γενητὸν ὁρατὸν εἶναι καὶ ἁπτόν, ἀπὸ τούτου δείκνυσι, πῶς μὲν τὰ στοιχεῖα συντελεῖ πρὸς τὴν τοῦ κόσμου σύστασιν, πῶς δὲ τέτακται ἐν τῷ παντί· εἰ γὰρ δεῖ τὸν κόσμον ὁρατὸν εἶναι καὶ ἁπτόν, δεῖ αὐτῷ πυρὸς καὶ γῆς· τὸ γὰρ πρώτως ὁρατὸν πῦρ ἐστι· πρῶτον μέν, ὅτι καὶ αὐτὰ τὰ ὁρατὰ φῶτά ἐστι· πάντα γὰρ τὰ χρώματα ἔγγονά ἐστι φωτός. ἔπειθʼ, ὅτι καὶ αὐτὴ ἡ ὄψις φῶς ἐστιν, ἀπʼ οὐσίας προϊοῦσα αἰθερώδους. καὶ τρίτον, ὅτι δεῖται συναγωγοῦ τοῦ φωτὸς ἡ ὄψις καὶ τὸ ὁρατόν, εἰ μέλλοι κατʼ ἐνέργειαν ἔσεσθαι ἑκάτερον, ὅπερ λέγεται καὶ δέδεικται ἐν Πολιτείᾳ· τί τὸ συνάγον ἀμφότερα ταῦτα; φῶς. ὥστε εἰ ὁρατὸς ἔσται ὁ κόσμος, δεήσει πυρὸς αὐτῷ πρὸς τὴν γένεσιν. καὶ πρὸς τούτοις, ὅτι τὸν ὀφθαλμὸν ἀνὰ λόγον εἶναι τῷ πυρὶ δείκνυσιν ὁ Πυθαγόρας ἐν τῷ πρὸς Ἄβαριν λόγῳ· καὶ γὰρ ἀνωτάτω τῶν αἰσθητηρίων ἐστίν, ὡς τὸ πῦρ τῶν στοιχείων, καὶ ὀξείαις ἐνεργείαις χρῆται, ὡς ἐκεῖνο, τό τε κωνοειδὲς ὁμοιότητα ἔχει πρὸς τὸ πυραμοειδὲς οὐκ ὀλίγην. οὐκ εἶπε δέ, ὅτι μόνον τὸ πῦρ ὁρατόν· τοῦτο γὰρ διχῶς ἐστι ψεῦδος· αὐτό τε γὰρ καθʼ ἑαυτὸ τὸ πῦρ ἀμιγὲς ὂν πρὸς τὰ ἄλλα στοιχεῖα οὐδαμῶς ἐστιν ὁρατόν, ἀλλʼ ἐπινοεῖται μόνον, καὶ ἔτι τῶν ἄλλων οὐδὲν ἔσται ὁρατόν, εἰ μόνον τὸ πῦρ ὁρατόν· ἄλλο γὰρ ἦν διὰ πυρὸς καὶ μετὰ πυρὸς εἶναι ὁρατὸν καὶ ἄλλο τὸ αὐτὸ τὸ πῦρ εἶναι μόνον ὁρατόν. τοῦτο μὲν οὖν οὐκ εἶπεν, ὡς διχόθεν ἐλεγχόμενον, ἐκεῖνο δέ, ὅτι πυρὸς χωρισθὲν οὐδὲν ὁρατόν· ἀφʼ οὗ λάβοις ἄν, ὅτι πάντα τὰ σώματα μετέχει πυρός, ἄλλο δὲ ἄλλοις τὸ πῦρ. οὐ γὰρ ταὐτόν ἐστι φῶς καὶ φλὸξ οὐδὲ φλὸξ καὶ ἄνθραξ, ἀλλʼ ἄνωθεν ἄχρι γῆς ἡ ὕφεσις γίγνεται τοῦ πυρός, προϊόντος ἀπὸ τοῦ ἀυλοτέρου καὶ καθαρωτέρου καὶ ἀσωματωτέρου μέχρι τῶν ἐνυλοτάτων καὶ παχυτάτων σωμάτων. καὶ γὰρ ὑπὸ γῆς ῥύακές εἰσι πυρός, ὥς πού φησι καὶ Ἐμπεδοκλῆς·

  
πολλὰ δʼ ἔνερθε οὔδεος πυρὰ καίεται·  
καὶ οὐ δεῖ θαυμάζειν, πῶς οὖν ἐν ὕδατι ὂν τὸ πῦρ οὐ σβέννυται· χωρεῖ γὰρ πάντα διʼ ἀλλήλων, καὶ ἔστι τὸ ἐπικρατοῦν ἄλλο ἐν ἄλλοις, καὶ ἔστι καὶ τὸ φῶς πῦρ διιὸν διὰ πάντων. Νουμήνιος μὲν οὖν πάντα μεμῖχθαι οἰόμενος οὐδὲν οἴεται εἶναι ἁπλοῦν. ὁ δὲ Πλάτων καὶ τὴν μῖξιν αὐτῶν οἶδεν καὶ ἑκάστου τὴν φύσιν ἰδίᾳ παραδίδωσιν, ἐκ τῶν σχημάτων τὰ στοιχεῖα πλάττων. ἴσως δὲ ἡμῖν ὁ θαυμαστὸς Ἀριστοτέλης ἀπαντήσεται πρὸς τὸν λόγον οὐ πᾶν τὸ ὁρατὸν πυρὸς μετουσίᾳ τοιοῦτον εἶναι τιθέμενος· τὸν γοῦν τῶν ἄστρων χορὸν καὶ αὐτὸν τὸν μέγαν ἥλιον οὐκ ὄντα ἐκ πυρὸς ὅμως ὁρατὸν ὑπάρχειν. εἰ δὲ εἴποι τις πρὸς αὐτόν, ὅτι πῦρ ἄλλο μὲν τὸ ἔνυλον, ἄλλο δὲ τὸ ἄυλον, ὡς πρὸς τὴν ὕλην τῶν ὑπὸ σελήνην ἄυλον ὄν, καὶ ἄλλο μὲν τὸ φθαρτόν, ἄλλο δὲ τὸ ἄφθαρτον, καὶ ἄλλο μὲν τὸ ἀέρι συμμιγές, ἄλλο δὲ τὸ καθαρόν, καὶ ὅλως, ὅτι πολλὰ εἴδη πυρός, ἴσως ἐνδώσει τῷ λόγῳ καὶ τῶν θεολόγων ἀκούων πῦρ πυρὸς ἐξοχέτευμα τὸν ἥλιον καλούντων καὶ πυρὸς ταμίαν καὶ πᾶσι τοῖς τοιούτοις ὀνόμασι. τίνι γὰρ ἀνέθηκε τὸ ὁρατόν; ἆρα ἄλλῳ τινὶ ἢ τῷ γεννητικῷ τοῦ φωτός; τί δὲ ἄλλο τοιοῦτον ἢ τὸ πῦρ; γῆ μὲν γὰρ παντὸς τοῦ ἐναντίου ποιητική· σκότους γὰρ αἰτία, καὶ ἧττον μετέχει φωτὸς τὸ γηινώτερον· ἀὴρ δὲ καὶ ὕδωρ διαφανῆ καὶ οὐχ ὁρατὰ καθʼ ἑαυτά· διὸ καὶ μέσον ἑκάτερον τούτων, τοῦ τε πρώτως ὁρατοῦ καὶ τοῦ ἐπιπροσθοῦντος τοῖς ὁρατοῖς, ὡς ἄλλοις τοῦ ὁρᾶσθαι αἴτιον, ἀλλʼ οὐχ ἑαυτῷ, καθόσον ἑκάτερον διαφανές· ἀλλὰ διʼ αὐτῶν ἄλλα. λείπεται οὖν μόνον τὸ πῦρ οἷς ἂν παρῇ, ταῦτα φωτίζειν καὶ ὁρατὰ ποιεῖν. εἰ δὲ λέγοι τις, ὅτι τὸ οὐράνιον στοιχεῖον ὁρατὸν ὂν καὶ φωτιστικὸν οὐκ ἔστι πῦρ, ἐρωτήσομεν, πόθεν οὖν τὸ ἐνταῦθα πῦρ τοιοῦτον. εἰ γὰρ ἑκάτερον φωτὸς αἰσθητοῦ γεννητικόν, διὰ τί μὴ καὶ ἑκάτερον πῦρ, εἰ καὶ τὸ μὲν ἄυλον, τὸ δὲ ἔνυλον; λέγω δέ, ὡς ἤδη προεῖπον, τὸ ἄυλον καὶ ἔνυλον πρὸς τὴν παχυτάτην ὕλην καὶ μὴ στέγουσαν τὰ εἴδη διορίζων, ἐκείνην τὴν ἀεὶ ὡσαύτως ἐν τῷ οἰκείῳ εἴδει μένουσαν διιστάς· ἐπεὶ μαθησόμεθα διὰ παντὸς τοῦ κόσμου τὴν ὕλην διήκειν, ὥσπερ καὶ οἱ θεοί φασιν· διὸ καὶ τοῦ παντὸς ὑποδοχὴν αὐτὴν ἐρεῖ προελθών. οἷα γοῦν τὰ φῶτα, τοιαῦτα καὶ τὰ πυρά, καὶ ἡ ἀναλογία δείκνυσιν, ὅτι καὶ τὸ ἐκεῖθεν φῶς ἐκ πυρός. καὶ ῥητέον, ὅτι Πλάτων οὐ θερμότητι χαρακτηρίζει τὸ πῦρ οὐδὲ τῷ ἐπὶ τὸ ἄνω κινεῖσθαι—ταῦτα γὰρ τοῦ τῇδε πυρὸς ἴδια, μὴ ὄντος ἐν οἰκείῳ τόπῳ—ἀλλὰ τῷ ὁρατῷ· διὰ γὰρ τούτου πᾶν περιλαμβάνει πῦρ, καὶ τὸ θεῖον καὶ τὸ θνητὸν καὶ τὸ καυστικὸν καὶ τὸ ῥωστικόν. Ἔτι τοίνυν περὶ γῆς τὰ αὐτὰ λεκτέον, ὅτι γῆ ἐστι τὸ πρώτως στερεόν· μὴ γάρ μοι λεγέτω τις, ὅτι καὶ ἡ γῆ τὸ στερεὸν ἀλλαχόθεν εἴληφεν, ἀλλʼ ἐν τοῖς αἰσθητοῖς τὸ μάλιστα στερεὸν πρὸ τῶν ἧττον τοιούτων ἔχει τὴν ἰδιότητα ταύτην· ἐπεὶ καὶ τὸ μάλιστα θερμὸν πρὸ τῶν ἧττον θερμῶν τοιοῦτον, καὶ ἀπὸ τούτου τὰ ἧττον ὄντα θερμὰ μεταλαγχάνει τῆς ποιότητος ταύτης. οὕτω δὴ οὖν καὶ τὸ μάλιστα στερεὸν τοῖς ἧττον στερεοῖς τῆς ἑαυτοῦ μεταδίδωσι στερεότητος. εἰ τοίνυν τῶν μὲν ἄλλων στοιχείων ἡ γῆ στερεώτατον, τὸ δὲ στερεώτατον αἴτιόν ἐστιν ἐν ταῖς μίξεσι τοῖς ἧττον στερεοῖς τοῦ εἶναι στερεοῖς, ἀλλʼ οὐχὶ τὰ ἧττον ὄντα τοιαῦτα τοῖς μάλιστα καὶ τοῖς διαφερόντως ἔχουσι τὴν δύναμιν ταύτην, ἀνάγκη δήπου τὴν γῆν αἰτίαν εἶναι τῆς στερεότητος τοῖς ἄλλοις στοιχείοις, ἐναντίως ἔχουσαν πρὸς τὸ πῦρ. καὶ εἰ μὲν τὰ φαινόμενα ταῖς αἰσθήσεσιν ἡμῶν λαμβάνοιμεν, τὸν οὐρανὸν ὡς πύριον λαμβάνοντες καὶ τὴν γῆν, ἐφʼ ἧς βεβήκαμεν, ὡς μάλιστα γῆν, δήλη τούτων ἡ ἐναντίωσις, τοῦ μὲν ὄντος ἀεικινήτου, τῆς δὲ ἀκινήτου, καὶ τοῦ μὲν ὁρατοῦ διαφερόντως, τῆς δὲ ἁπτῆς, καὶ τοῦ μὲν λεπτοτάτου διὰ τὸ φῶς, τῆς δὲ παχυτάτης διὰ τὸ σκοτῶδες· εἰ δὲ καὶ τὰ πρῶτα στοιχεῖα τούτων σκοποῖμεν, αὐτὸ τὸ πῦρ ᾗ πῦρ ἢ τὴν γῆν καθόσον γῆ, μικρὸν ὕστερον αὐτοῖν τὰς ἀντιθέσεις ἐροῦμεν πάσας, ἡνίκα ἂν καὶ τὴν ἀναλογίαν διεξίωμεν τῶν τεττάρων. ὅτι δʼ οὖν τὸ ὁρατὸν πυρὸς ἴδιον καὶ τὸ ἁπτὸν τῆς γῆς ἐξαίρετον, ἐκ τούτων λάβωμεν ἀληθέστατον ὄν. διὸ καὶ τῶν δαιμόνων, φησὶν ὁ Πορφύριος, οἱ μὲν ἐν τῇ συστάσει πλέον τὸ πύριον ἔχοντες ὁρατοὶ ὄντες οὐδὲν ἔχουσιν ἀντιτύπως, οἱ δὲ καὶ γῆς μετειληφότες ὑποπίπτουσι τῇ ἁφῇ. ἠλέγχθησαν δέ, ὥς φησι, τοιοῦτοι ὄντες οἱ κατὰ τὴν Ἰταλίαν φαινόμενοι περὶ τοὺς Τούσκους οὐ μόνον τῷ σπερμαίνειν καὶ τῷ σκώληκας γεννᾶν ἐκ τοῦ σπέρματος, ἀλλὰ καὶ τῷ καίεσθαι καὶ τέφραν ἀπολείπειν· ἀφʼ οὗ δὴ καὶ αὐτοῦ δείκνυται πάντα μετέχοντα γῆς. ἀλλʼ οὐχ ἡ αὐτὴ τῆς γῆς φύσις πανταχοῦ καὶ ἐν πάσαις ταῖς τοῦ κόσμου μερίσιν, ἀλλʼ ὅπου μὲν καθαρωτέρα καὶ ἀϋλοτέρα καὶ ἀβαρής—οὐ γὰρ τὸ βάρος ἴδιον γῆς, ἀλλὰ τὸ ἁπτόν—ὅπου δὲ ἐνυλοτέρα καὶ βαρεῖα καὶ δυσκίνητος, καὶ ὅπου μὲν τὴν στερεότητα μόνην ἐπιδεικνυμένη, ὅπου δὲ καὶ ἄλλας δυνάμεις γενεσιουργοὺς καὶ ἐνύλους προσλαμβάνουσα κατὰ τὸν αὐτὸν τῷ πυρὶ τρόπον. εἰ δὲ τούτων ὑφʼ ἡμῶν λεγομένων ὁ Ἀριστοτέλης ἀποροῖ, πῶς οὖν, εἰ πῦρ ἐστιν ἐν οὐρανῷ, κύκλῳ κινεῖται καὶ οὐκ ἐπʼ εὐθείας, λεκτέον τὸν Πλωτίνειον λόγον πρὸς αὐτόν, ὅτι πᾶν σῶμα ἁπλοῦν ἐν τῷ οἰκείῳ τόπῳ ὂν ἀκίνητον μένει ἢ κύκλῳ κινεῖται, ἵνα μηδὲ ὣς ἀπολείπῃ τὸν οἰκεῖον τόπον· ἄλλως γὰρ κινούμενον ἢ οὐκέτι ἔσται ἐν τῷ ἑαυτοῦ τόπῳ, ἢ οὔπω ἐστὶν ἐν αὐτῷ. καὶ τὸ οὐράνιον οὖν πύριον ὑπάρχον ἐξ ἀνάγκης, εἰ κινεῖται, κύκλῳ κινεῖται· ἐπεὶ καὶ ἡ γῆ, μὴ ἀπολείπουσα τὸν περὶ τὸ μέσον τόπον, εἴπερ ἐκινεῖτο, κύκλῳ ἂν ἐκινήθη· καὶ γὰρ ὅταν ἐπὶ τὸ ἄνω φέρηται τὸ πῦρ, ἐν ἀλλοτρίῳ τόπῳ ὂν ἐπὶ τὸ ἄνω φέρεται, καὶ ἡ βῶλος ἐπὶ τὸ κάτω ὡσαύτως, καὶ ὅλως τῶν στοιχείων αἱ ἐπʼ εὐθείας φοραὶ παρὰ φύσιν εἰσὶ διακειμένων· ὥστε ψεῦδος τὸ λέγειν, ὅτι τὸ πῦρ ἐπʼ εὐθείας κινεῖται κατὰ φύσιν. μάλιστα γὰρ ἔχει κατὰ φύσιν, ὁπόταν τὸν οἰκεῖον ἔχῃ τόπον, ὅταν δὲ φέρηται εἰς τὸν οἰκεῖον, οὔπω ἔχει τὸ κατὰ φύσιν. τούτου δὲ δειχθέντος φανερόν, ὅπως καὶ τὸ οὐράνιον πῦρ, ἐπειδὴ κινεῖται, κύκλῳ κινεῖται καὶ οὐδὲν ἐνοχλεῖ τὸν Πλατωνικὸν λόγον· εἰ γὰρ μὴ κύκλῳ ἐκινεῖτο τὸ πῦρ, οὔπω ἦν ἐν τῷ κατὰ φύσιν τόπῳ. εἰ δὲ ἔστιν ἐν τᾷ κατὰ φύσιν, ἢ ἀκίνητον ἔσται ἢ κύκλῳ κινήσεται. ἀλλὰ μὴν ἀδύνατον ἀκίνητον αὐτὸ εἶναι· φύσει γὰρ εὐκίνητον πᾶν πῦρ· κύκλῳ ἄρα κινήσεται μόνως. ἀλλʼ ἐπανέλθωμεν εἰς τὸ προκείμενον.

`2.13`

εἰ τοίνυν γενητὸν τὸ πᾶν, εἶναι δεῖ αὐτὸ αἰσθητόν, εἰ δὲ αἰσθητόν, ὁρατὸν καὶ ἁπτόν, εἰ ταῦτα, ἐκ πυρὸς εἶναι καὶ γῆς, εἰ ταῦτα, καὶ ἐκ τῶν μέσων· ταῦτα γὰρ πλεῖστον ἀλλήλων διέστηκεν καὶ ὅσον ἁφὴ καὶ ὄψις διεστήκατον. εἰ δὲ ὁρατὸς ὁ κόσμος, εἶναι δεῖ πῦρ, εἰ δὲ ἁπτός, εἶναι δεῖ γῆν. ἁπτὸν γάρ ἐστι τὸ στερεόν, ὃ καὶ ἀντερείδειν δύναται πρὸς τὴν ἁφήν· τὸ γὰρ εὔθρυπτον καὶ μὴ ὑπομένον τὴν ἁφὴν οὐδαμῶς ἁπτόν. διὸ καὶ Πυθαγόρας τλήμονα προσαγορεύει τὴν γῆν, ὡς στερεὰν καὶ ὡς ἀντιβαίνουσαν πρὸς τὴν ἁφὴν καὶ ὡς δυσκίνητον καὶ ὡς τῆς μονίμου δυνάμεως μετέχουσαν. εἰ οὖν, ὥσπερ εἴρηται, δεῖ πυρός, ἵνʼ ὁρατὸς ὁ κόσμος ᾖ, γῆς δέ, ἵνα ἁπτός, ἐκ πυρὸς καὶ γῆς ἀρχόμενος ὁ θεὸς ποιήσει τὸ πᾶν· οὐχ ὡς ταῦτα πρῶτα τοῦ θεοῦ ποιοῦντος· πάλαι γὰρ τῆς κατὰ χρόνον γενέσεως ἀπέγνωμεν· ἀλλʼ ἐπειδὴ πᾶσα φυσιολογία τὴν ἀρχὴν ἀπὸ τῶν ἐναντίων ποιεῖται, διὰ τοῦτο καὶ τὸ πᾶν ἦρχθαί φησι τῆς συστάσεως ἐκ πυρὸς καὶ γῆς, ἵνα ὁρατόν τε ἀποτελεσθῇ διὰ τὸ πῦρ καὶ ἁπτὸν διὰ τὸ στερεὸν τῆς γῆς, ὃ δὴ καὶ πάνυ μετʼ ἀκριβείας τὶ στερεὸν προσηγόρευσε. φυσικὸν γὰρ ἄλλο στερεὸν καὶ μαθηματικὸν ἄλλο, τὸ μὲν ἀναφές, τὸ δὲ ἁπτόν, ὃ δὴ ποθεῖ νῦν ὁ λόγος· ἐκεῖνο γὰρ τὸ στερεὸν ἁπτόν, ὅ ἐστι φυσικόν. οἱ οὖν ἀποροῦντες, διὰ τί στερεὸν ἡ γῆ μόνον, ἄτοποι· καὶ γὰρ ὕδωρ, φασί, καὶ ἀὴρ τοιαῦτα. δυνατὸν γὰρ πρὸς αὐτοὺς λέγειν, ὅτι τῇ γῇ μάλιστα ὑπάρχει τὸ ἀντίτυπον. αὕτη γοῦν ὑποβάθρα καὶ τῶν ἄλλων ἐστί· γῆ γὰρ ὑπερείδει καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα, ταῦτα ἀμφότερα. πρῶτον οὖν ἁπτὸν ἡ γῆ καὶ πρῶτον ἀντίτυπον καὶ διὰ τοῦτο πρῶτον. στερεόν. παραιτούμεθα δὲ τοὺς λέγοντας, ὅτι τὰ τρία στοιχεῖα τὰ μετὰ τὸ πῦρ ἐκάλεσε γῆν ἐν τούτοις· τί γὰρ ἂν εἴη λοιπὸν τὸ μέσον γῆς καὶ πυρός, οὐκ ἔστιν εἰπεῖν.

Δύω δὲ μόνω καλῶς συνίστασθαι τρίτου χωρὶς οὐ δυνατόν· δεσμὸν γὰρ ἐν μέσῳ δεῖ τινα ἀμφοῖν συναγωγὸν γίγνεσθαι. δεσμῶν δὲ κάλλιστος, ὃς ἂν αὑτόν τε καὶ τὰ συνδούμενα ἓν ποιῇ.

`2.14`

Ἐν δὴ τούτοις ὁ μὲν δεσμὸς ὡς εἰκόνα παρεχόμενος ἑαυτὸν τῆς ἑνώσεως τῆς θείας παραλαμβάνεται καὶ τῆς κοινωνίας τῶν δυνάμεων, καθʼ ἣν μετʼ ἀλλήλων ποιεῖται τὰς ἀπογεννήσεις τὰ νοερὰ τῶν ὅλων αἴτια, τὸ δὲ κάλλος ὡς ἑνοποιὸν ἔχον καὶ συνδετικὴν οὐσίαν τε καὶ δύναμιν ἀναφαίνεται· καὶ γὰρ τὸ καλῶς συνίστασθαι καὶ τὸ δεσμῶν δὲ κάλλιστος τούτου μοι δοκεῖ σημαντικὰ ὑπάρχειν ἀμφότερα. ἀρξάμενος οὖν ἀπὸ τῆς δυάδος ὡς τῇ γενέσει καὶ προόδῳ καὶ ἑτερότητι συζύγου τὴν ἕνωσιν ἐπάγει τοῖς μετέχουσιν αὐτῆς καὶ τὴν ἐναρμόνιον κοινωνίαν διὰ τοῦ δεσμοῦ, δεύτερον τοῦτο δῶρον ἐκ τοῦ δημιουργοῦ τῷ κόσμῳ διδούς.

παραιτήσομαι δὲ καὶ ἐνταῦθα τοὺς τοῦ Πλάτωνος παρακούοντας μὴ προσάγειν τοιαύτας ἀπορίας τοῖς λόγοις· οὔτε γὰρ οἱ τὰ ἡμικύκλια λέγοντες μηδενὸς δεῖσθαι δεσμοῦ πρὸς τὴν τοῦ κύκλου γένεσιν ὀρθῶς λέγουσιν· οὐ γὰρ ἐκ τῶν ἡμικυκλίων ὁ κύκλος ὑφέστηκεν, ἀλλὰ τοὐναντίον ὄντος ἤδη τοῦ κύκλου καὶ οὐκ ἐκ τούτων ὄντος ἡ διάμετρος γραφεῖσα ποιεῖ τὰ ἡμικύκλια· δηλοῖ δὲ καὶ τὸ ὄνομα τούτοις ἀπὸ τοῦ κύκλου παρεχόμενον τὴν γένεσιν, ἀλλʼ οὐκ ἔμπαλιν. οὔτε οἱ τὴν μονάδα καὶ δυάδα παραλαμβάνοντες ἀντικείμενά πως ὄντα καὶ οὐδὲν ἔχοντα μέσον· οὐ γὰρ ἁπλῶς πάντων τῶν ὁπωσοῦν ἐχόντων εἶναί τι μεταξύ φησιν ὁ Πλάτων, ἀλλὰ τῶν εἰς ἑνὸς συνθέτου μελλόντων τελεῖν ὑπόστασιν· δύω γὰρ μόνω καλῶς συνίστασθαι, φησί, τρίτου χωρὶς ἀδύνατον· οὐκ ἐναντία δὲ μονὰς καὶ δυάς, εἴπερ ἐκ μονάδων ἡ δυάς. οὔτε αὖ οἱ τὰ συμφθειρόμενα παραφέροντες, ὥσπερ τὸν τῷ μέλιτι κεκραμένον οἶνον· ταῦτα γὰρ οὐκέτʼ ἔστι τῆς κράσεως γενομένης, ἡμεῖς δὲ ἐπιζητοῦμεν οὐχ ὅπως φθαρήσεται τὰ πράγματα· τοῦτο γὰρ οὐ θαυμαστόν· ἀλλʼ ὅπως μένοντα πρὸς ἄλληλα συναρμοσθήσεται· ὁ γὰρ δεσμὸς οὗτος σωτηρίας ἐστὶ τοῖς δεδεμένοις αἴτιος, ἀλλʼ οὐ κοινῆς φθορᾶς καὶ ἀπωλείας. οὔτε οἱ τὴν ἀνδρὸς καὶ γυναικὸς κοινωνίαν ἐπιμαρτυρόμενοι μηδενὸς δεομένην τρίτου πρὸς τὴν σύστασιν· λελήθασι γὰρ ἑαυτοὺς οὗτοι τὸν μέγιστον οὐχ ὁρῶντες δεσμὸν τὸν τοῦ ἔρωτος, ὃς ἐγείρει πρὸς τὴν κοινωνίαν ἄλλως μὲν τὴν ψυχικὴν ζωήν, ἄλλως δὲ τὴν φυσικήν. οὔτε τὸ σῶμα καὶ τὴν ψυχήν· ἔστι γὰρ ἐν τούτοις μέσος ὁ διὰ τῆς ἐμψυχίας δεσμός. οὔτε τὰ συντηκόμενα, ὡς χρυσὸς καὶ ἄργυρος· τούτων γὰρ ἡ αὐτὴ οὐσία· ὕδωρ γάρ ἐστιν ἀμφότερα. πάντες μὲν οὖν οὗτοι τῆς Πλάτωνος ἀποσφάλλονται διανοίας.

`2.15–2.18`

ἡμεῖς δὲ αὖ λέγομεν ἑπόμενοι τοῖς εἰρημένοις, ὅτι δεῖ τὰ δύο ταῦτα πρῶτον μὲν πρὸς τὴν σύστασιν ἑνὸς παραλαμβάνεσθαι πράγματος, ἔπειτα μὴ συμφθείρεσθαι πρὸς τὴν σύνοδον—οὐ γὰρ ἂν ἔτι δεδεμένα εἴη, ἀλλὰ μηκέτι ὄντα— καὶ τρίτον ὄντως εἶναι στοιχεῖα τοῦ ἐξ αὐτῶν οὕτω γὰρ ἔχοντα πάντως δεήσεται τρίτου τινὸς εἰς τὸν σύνδεσμον. τί γὰρ αὐτὰ χωρὶς ὄντα καὶ διῃρημένα καὶ διεστῶτα πλεῖστον ἀλλήλων συνήγαγεν εἰς ἕν; εἰ μὲν γὰρ μηδὲν αὐτοῖς προσγέγονε, μένει διῃρημένα καὶ τὸν αὐτὸν ἔχοντα τρόπον, ὅνπερ καὶ πρότερον· εἰ δέ τι προσγέγονε, παρὰ τὰ ἤδη ὄντα γέγονε τοῦτο προσγενόμενον αὐτῶν δεσμός· τοῦτο γὰρ ἦν καὶ τὸ συναγωγὸν αὐτῶν εἰς ἑνὸς σύστασιν. ἀλλὰ ὁ δεσμὸς λέγεται τριχῶς· ἄλλος μὲν γὰρ δεσμὸς ὁ ἐν τῇ αἰτίᾳ τῶν συνελθόντων προϋπάρχων, ἄλλος δὲ ὁ ἐν αὐτοῖς τοῖς δεδεμένοις ἐνυπάρχων ὁμόστοιχος αὐτοῖς καὶ συμφυής, τρίτος δὲ ἄλλος ἐν μέσῳ τούτων, προϊὼν μὲν ἀπὸ τῆς αἰτίας, ἐν δὲ τοῖς συνδεομένοις ἐμφαινόμενος. ἄλλος γάρ, εἰ βούλει, τοῦ ζῴου καὶ τῶν ἐν αὐτῷ μορίων ἐστὶ δεσμὸς ὁ εἷς λόγος, ὁ ἐν αὐτῇ τῇ αἰτίᾳ τοῦ ζῴου προϊδρυμένος, ἄλλος δὲ γίγνεται τῶν ἐν αὐτῷ, τὰ νεῦρα καὶ αἱ ἶνες, δεσμός, ἄλλος δὲ ὁ ἀπὸ τῆς αἰτίας προελθὼν φυσικὸς εἷς λόγος καὶ χρώμενος τοῖς τε νεύροις καὶ τοῖς ὑλικοῖς πᾶσιν ὀργανικοῖς δεσμοῖς πρὸς τὴν τοῦ ζῴου σύνδεσιν· οὗτος γὰρ οὔτε ἐξῄρηται τῶν συνδεδεμένων οὔτε τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχων ἄμοιρός ἐστι τῆς ἀληθινῆς αἰτίας. μήτʼ οὖν κατὰ τὸν πρῶτον τρόπον τὸν νῦν λεγόμενον δεσμὸν ἀκούσῃς· οὐδὲν γὰρ ἐκεῖνος τῆς αἰτίας διενήνοχεν, ἡ δὲ αἰτία πάντως ἐξῄρηται τῶν ἀπʼ αὐτῆς καθὸ αἰτία ἐστίν, ὁ δέ γε Πλάτων ἐν μέσῳ τὸν δεσμὸν εἶναι τῶν δεδεμένων εἴρηκεν, τὸ δὲ ἐν μέσῳ τινῶν οὐκ ἔστιν αὐτῶν κεχωρισμένον. μήτε κατὰ τὸν ὀργανικὸν καὶ τελευταῖον· ὁ γὰρ κατὰ τοῦτον δεσμὸς οὐκ ἔστιν ἑαυτοῦ κύριος οὐδὲ τῆς οἰκείας ἑνώσεως, ὁ δὲ αὖ Πλάτων προσέθηκεν, ὃς ἂν αὑτόν τε καὶ τὰ συνδούμενα ἓν ποιῇ· τοῦτον γὰρ καὶ ἐν τῷ μέσῳ τετάχθαι δυνατόν, ἔχειν δὲ τὴν τοιαύτην δύναμιν διὰ τῆς ἀναλογίας, ἣν κάλλιστον οὖσαν δεσμὸν καὶ τούτῳ διδόναι τὴν ταυτοποιὸν καὶ ἑνοποιὸν τῶν πάντων δύναμιν. ἔστιν οὖν καὶ οὗτος δεσμὸς ἀχώριστος τῶν συνδεθέντων, καὶ ἡ ἀναλογία δεσμός, ἄλλη μὲν οὖσα τῶν δεδεμένων πάντων, ἐν αὐτοῖς δὲ ὑφεστηκυῖα, καὶ ἡ βούλησις ἡ δημιουργικὴ δεσμὸς ἐξῃρημένος τῶν δεδεμένων· τῆς ἐμῆς βουλήσεως, φησί, μείζονος δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε συνεδεῖσθε. λείπεται δὴ κατὰ τὸν μέσον τρόπον ἡμᾶς ἀκούειν καὶ τὸ εἶδος τοῦ δεσμοῦ μέσον, οὔτε ποιητικὸν οὔτε ὀργανικόν. πόθεν οὖν ὁ τοιοῦτος ἐπινοεῖται δεσμός, καὶ τίνος ἐστὶ σύμβολον; ἐφήκει μὲν οὖν καὶ ἀπὸ τῆς μιᾶς τῶν ὅλων αἰτίας· τὸ γὰρ ἑνοποιὸν πᾶσι κατʼ ἐκείνην πάρεστι τὴν πηγὴν ἁπάσης ἑνώσεως, διʼ ἣν συνῆπται καὶ ὁ νοῦς τῷ νοητῷ, παράγουσαν τὸ τῆς ἀληθείας φῶς, ὃ δὴ πρώτιστος δεσμός ἐστι, διʼ ἣν συνήρτηται πάντα ἀλλήλοις καὶ ἔστιν ὡς πάντα εἰς ἑνὸς τελεῖ τελείωσιν, τὴν ὁμοιότητα ὑποστήσασαν, διʼ ἣν καὶ τὰ προελθόντα ἐπέστραπται πρὸς τὰς οἰκείας ἀρχάς. ἐφήκει δὲ καὶ ἀπὸ τοῦ ἑνὸς ὄντος, ὃ δὴ πρώτιστόν ἐστι τῶν ὄντων καὶ ἡνωμένως περιέχει τὰς πάντων αἰτίας κατὰ τὸν ἐν ἑαυτῷ δεσμὸν καὶ τὴν ἕνωσιν τὴν θείαν. πρόεισι δὲ καὶ ἀπὸ τοῦ παντελοῦς ζῴου· τὸ γὰρ πᾶν νοητὸν πολλῷ πρότερον ἢ τὸ αἰσθητὸν ἥνωται πρὸς ἑαυτό, καὶ τὰ ἐν αὐτῷ τῶν ὅλων αἴτια πρὸ ἀναλογίας διʼ ἀλλήλων πεφοίτηκεν, ἃ καὶ ἡ ἀναλογία μιμουμένη πάντα ἐν πᾶσι ποιεῖ καὶ τῶν αὐτῶν δυνάμεων μεταδίδωσι τοῖς διαφόροις. πρόεισί γε μὴν καὶ ἀπὸ τῆς συνοχικῆς αἰτίας· καὶ γὰρ ἡ ἀναλογία συνοχὴν ἐνέθηκεν ἄλυτον παντί, φησίν, οὖσαν πλὴν τοῦ συνδήσαντος τοῖς ὑπʼ αὐτῆς συνδεθεῖσι. προϊὼν δὴ οὖν ἀπὸ τούτων τῶν αἰτίων ὁ δεσμὸς συνεκτικός ἐστι καὶ κοινωνίας αἴτιος καὶ τῆς μιᾶς ἑνώσεως τῶν διακεκριμένων  <span class="gap">…</span> ἁρμονίας χορηγὸς καὶ τῆς εἰς ἓν σπευδούσης τῶν διαφόρων συμπνοίας, ἵνα δὴ ταῖς αἰτίαις, ἀφʼ ὧν ἐνδίδοται, παραπλήσιος ᾖ. τούτων δὴ διῃρημένων οὑτωσὶ καὶ ἀφωρισμένων ἐπʼ αὐτὸ τὸ προκείμενον ἐπανέλθωμεν. ἐπειδὴ γὰρ ἔδει τὸν κόσμον ὄντα γενητὸν ὁρατὸν εἶναι καὶ ἁπτόν, δεδέηται πυρὸς καὶ γῆς· διότι μὲν ὁρατός, πυρός· καὶ γὰρ τὸ ὁρῶν ἐστιν αἰθερῶδες, διὸ καὶ ἀκτῖνας ἀφίησι, καὶ τὸ συνάγον ἀμφότερα φῶς ἐστι, πᾶν δὲ φῶς ἐκ πυρός, οὐ γὰρ ἀπὸ γῆς τῆς τὸ σκότος ἐμποιούσης, πολλὰ δέ, ὥσπερ εἴρηται, τὸ πῦρ. διότι δὲ ἁπτός, γῆς· ἡ γὰρ γῆ τὸ μάλιστα στερεόν· μονιμωτέρα γὰρ καὶ ἀντιτυπωτέρα τῶν ἄλλων, τὸ δὲ μάλιστα στερεὸν μάλιστα ἁπτόν· ὑπομένει γὰρ τὴν ἀντέρεισιν τοῦ μὴ στερεοῦ μᾶλλον· ἡ ἄρα γῆ μάλιστα ἁπτόν. ἔστω οὖν δύο ταῦτα στοιχεῖα πρῶτον ἡμῖν ἐν τῷ παντὶ κείμενα καὶ ἐναντία ἀλλήλοις, τὸ μὲν πῦρ εἴδει καὶ ἄρρενι καὶ τοῖς τοιούτοις ἀνὰ λόγον, ἡ δὲ γῆ θήλει καὶ ὕλῃ σύστοιχον. τούτων οὖν οὕτως ἀντιδιῃρημένων ταῖς οὐσίαις, ταῖς δυνάμεσι, ταῖς ἐνεργείαις, ταῖς αἰσθήσεσι, τοῖς τόποις οὐκ ἔσται μία διακόσμησις οὐδὲ εἷς κόσμος, εἰ μὴ δεσμὸς αὐτοῖς ἐγγένοιτο καὶ κοινωνία πρὸς ἄλληλα. δύο γάρ τινα καλῶς συνίστασθαι τρίτου χωρὶς ἀδύνατον. καὶ ὁ μὲν Πλάτων καθόλου προήνεγκε τὸν λόγον εἰπὼν τινά· πρόσθες δέ, εἰ βούλει, τὰ παντάπασιν ἐναντία, καὶ ποιήσεις ἀνελεγκτότατον τὸν λόγον καὶ μᾶλλον ὡμολογημένον· δύο γὰρ τὰ ἐναντιώτατα συνδραμεῖν ἀλλήλοις εἰς μίαν σύστασιν ἀδύνατον τρίτου χωρίς. ἢ γὰρ ἑαυτὰ συνάγει ἢ ὑπʼ ἄλλου συνάγεται. ἀλλὰ μὴν ἐναντία ὄντα καὶ πλεῖστον διεστῶτα ἀλλήλων καὶ ἀποδιδράσκοντα ἄλληλα φειδοῖ τῆς ἑαυτῶν οὐσίας οὐ δυνατὸν ἑαυτὰ συνάγειν· ὑπʼ ἄλλου ἄρα συνάγεται. τοῦτο δʼ ἐστὶν ὁ δεσμός. ὥστε δεήσει τρίτου τινός· ἀπὸ δυάδος ἄρα προῆλθεν ἐπὶ τριάδα τὸ πᾶν. ἤρξατο μὲν γὰρ ἀπὸ δυάδος, ὅτι πᾶσα γένεσις οἰκείως ἔχει πρὸς ταύτην τὴν ἀρχήν· ἡ γὰρ ἑτερότης καὶ τὸ ἄπειρον καὶ τὸ Ἐμπεδόκλειον νεῖκος τοῖς γενητοῖς προσήκει πράγμασι· προῆλθε δὲ ἄχρι τριάδος τό γε νῦν διὰ τὸν δεσμόν. πάλιν οὖν γῆς καὶ πυρὸς μέσον τι ληπτέον τρίτον, ἀμφοῖν συναγωγόν, καὶ ἔστω τοῦτο τὸ ὑγρὸν παραδείγματος χάριν, ὃ καὶ ἀέρι κοινόν ἐστι καὶ ὕδατι· τοῦτο γὰρ συνεκτικὸν μέν ἐστι τῆς γῆς ὡς συγκολλῶν αὐτὴν καὶ συνέχον διαπεφορημένην, ὑποκείμενον δὲ τῷ πυρὶ τροφὴν αὐτῷ παρέχεται καὶ διαμονήν. ἀπὸ δὲ τῆς τριάδος ταύτης ἡ τετρὰς ἀναφανήσεται μικρὸν ὕστερον, διότι στερεὰ τὰ συνδούμενά ἐστιν. ὀρθῶς ἄρα εἴρηται τὸ κάλλος καὶ τὴν ἐναρμόνιον κοινωνίαν καὶ τὴν ἕνωσιν παρέχειν ὁ δεσμός. τίς δὲ οὗτός ἐστι καὶ ὅπως ἐνυπάρχει τοῖς δεδεμένοις, διὰ τῶν ἑξῆς λόγων παρίστησι.

Τοῦτο δὲ πέφυκεν ἀναλογία κάλλιστα ἀποτελεῖν.

`2.19–2.20`

Ταύτην δὴ τὴν ἀναλογίαν φατέον εἶναι τὸν νυνὶ ζητούμενον δεσμόν, τὸ δὲ μέσον ἢ τὰ μέσα κατὰ τὸν τρίτον τρόπον εἶναι δεσμούς· ἡ γὰρ ἀναλογία καὶ ἐν αὐτοῖς ἐστι τοῖς τὸν αὐτὸν ἔχουσι λόγον καὶ ἑαυτὴν πέφυκε μετʼ ἐκείνων συνδεῖν, ἐκεῖνα μὲν διὰ τῶν λόγων, ἑαυτὴν δὲ τῷ τὸ αὐτὸ σῴζειν εἶδος ἐν τοῖς κατʼ ἀριθμὸν διαφόροις καὶ τὸ ἓν ἐν τῷ πλήθει φερόμενον· τοῦτο γὰρ ἔχει παρʼ ἑαυτῆς καὶ κατὰ τὸν ἑαυτῆς λόγον, καὶ εἰκότως. ἀπὸ γὰρ ἰσότητος ἡ ἀναλογία πρόεισιν, ἡ δὲ ἰσότης τῆς τοῦ ἑνός ἐστι συστοιχίας· ὡς γὰρ τοῦ καθʼ αὑτὸ ποσοῦ πηγὴ καὶ ῥίζα ἐστὶν ἡ μονάς, οὕτως τοῦ πρός τι παντὸς ἡ ἰσότης, τὴν μονάδος ἔχουσα τάξιν πρὸς τὰς ἄλλας σχέσεις. ἵνα γὰρ παρῶμεν μὲν τὰς ἄλλας μεσότητας, ἃς οἱ νεώτεροι προστιθέασι, τοὺς Νικομάχους λέγω, τοὺς Μοδεράτους καὶ εἴ τινες ἄλλοι τοιοῦτοι, περὶ δὲ τῶν τριῶν τὰ νῦν μεσοτήτων εἴπωμεν, ἀφʼ ὧν καὶ ὁ Πλάτων ὑφίστησι τὴν ψυχήν, ἀριθμητικῆς, γεωμετρικῆς, ἁρμονικῆς, ἔξεστι καθορᾶν, ὅπως ἀπὸ τῆς ἰσότητος αὗται πᾶσαι γεννῶνται διὰ τῶνδε τῶν προσταγμάτων. ἡ μὲν ἀριθμητικὴ τοῦτον τὸν τρόπον· πρῶτον πρώτῳ ἴσον ποιῆσαι, δεύτερον πρώτῳ καὶ δευτέρῳ, τρίτον πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ. τριῶν οὖν μονάδων ἐκκειμένων ἔσονται οἱ κατὰ ταῦτα τὰ προστάγματα γεγονότες ὅροι μονὰς δυὰς τριὰς ἀριθμητικὴν μεσότητα σῴζοντες· αὕτη γάρ ἐστιν ἡ ἴσῳ μὲν ὑπερέχουσα κατʼ ἀριθμόν, ἴσῳ δὲ ὑπερεχομένη, καθά φησιν αὐτὸς ὁ φιλόσοφος. ἡ δὲ γεωμετρικὴ καὶ αὐτὴ τοιόνδε τινὰ τρόπον· πρῶτον πρώτῳ ἴσον ποιῆσαι, δεύτερον πρώτῳ ἅμα καὶ δευτέρῳ, τρίτον πρώτῳ ἅμα καὶ δύο δευτέροις καὶ τρίτῳ· τριῶν γὰρ πάλιν οὐσῶν μονάδων γίγνονται διὰ τούτων τῶν προσταγμάτων ὅροι μονὰς δυὰς τετρὰς γεωμετρικὴν ποιοῦντες· ἔστι γὰρ ἀναλογίας ἴδιον τὸν αὐτὸν λόγον ἐν μείζοσί τε καὶ ἐλάττοσιν ὅροις διαφυλάττειν. ἡ δὲ ἁρμονικὴ τρίτην ἔχουσα τάξιν οὑτωσί πως γεννᾶται καὶ αὕτη· τριῶν μονάδων ἐκκειμένων πρῶτον πρώτῳ καὶ δὶς δευτέρῳ ἴσον ποιῆσαι, δεύτερον δὶς πρώτῳ καὶ δύο δευτέροις, τρίτον πρώτῳ καὶ δύο δευτέροις καὶ τρισὶ τρίτοις· διὰ γὰρ τούτων τῶν προσταγμάτων ἔσονται ὅροι τριὰς τετρὰς ἑξὰς ἁρμονικὴν ποιοῦντες· ἁρμονικὴ γάρ ἐστι μεσότης ἡ ταὐτῷ μέρει τῶν ἄκρων ὑπερέχουσά τε καὶ ὑπερεχομένη κατʼ αὐτὸν τὸν Πλατωνικὸν ἀφορισμόν. πᾶσαι ἄρα αἱ μεσότητες ἀπὸ ἰσότητος ἔχουσι τὴν γένεσιν· εἰ δὲ τοῦτο, τὸ μονοειδὲς ἔχουσι καὶ τὸ συναγωγὸν καὶ ἑνοποιὸν τῶν πραγμάτων. ἡ γὰρ ἰσότης ἀνὰ λόγον ἐστὶ τῇ ταυτότητι καὶ τῇ μονάδι καὶ τῷ πέρατι καὶ τῇ ὁμοιότητι, διʼ ὧν ἡ κοινωνία τοῖς οὖσίν ἐστι. διὸ καὶ τὸ πέφυκεν οἰκείως προσέθηκεν ὁ Πλάτων, ὅτι τὸ αὐτοφυὲς ἔχουσιν αἱ ἀναλογίαι καὶ πᾶσαι αἱ μεσότητες καὶ οὐ μεμηχανημένον ἐπάγουσι τὸν δεσμὸν οὐδʼ ἐπείσακτον, ἀλλʼ ἐν αὐταῖς ταῖς οὐσίαις καὶ ταῖς δυνάμεσιν ἀναφαίνονται τῶν πραγμάτων.

Ὁπόταν γὰρ ἀριθμῶν τριῶν εἴτε ὄγκων εἴτε δυνάμεων ὡντινωνοῦν ᾖ τὸ μέσον, ὅ,τι περ τὸ πρῶτον πρὸς αὐτό, τοῦτο αὐτὸ πρὸς τὸ ἔσχατον· καὶ πάλιν αὖθις· ὅ,τι τὸ ἔσχατον πρὸς τὸ μέσον, τὸ μέσον πρὸς τὸ πρῶτον, τότε τὸ μέσον μὲν πρῶτον καὶ ἔσχατον γιγνόμενον, τὸ δὲ ἔσχατον καὶ τὸ πρῶτον αὖ μέσα ἀμφότερα, πάνθʼ οὕτως ἐξ ἀνάγκης τὰ αὐτὰ εἶναι συμβήσεται, τὰ αὐτὰ δὲ γενόμενα ἀλλήλοις, ἓν πάντα ἔσται.

`2.21–2.23`

Πρῶτον εἰπεῖν χρὴ περὶ τούτων μαθηματικῶς, ἔπειτα, ὅπερ μάλιστα πρόκειται, φυσικῶς· οὐ γὰρ ἀπηρτῆσθαι δεῖ τὸν λόγον τῆς προκειμένης ἡμῖν θεωρίας. εἰσὶ μὲν οὖν τινες, οἳ νομίζουσι τὸν Πλάτωνα διὰ τούτων τὴν γεωμετρικὴν μεσότητα ἀφορίζεσθαι, λέγοντες ἄλλα τε πολλὰ καὶ ὅτι κυρίως μέν ἐστιν ἀναλογία παρὰ πάσας ἡ γεωμετρική, μεσότητες δὲ αἱ ἄλλαι καλοῖντο ἂν δικαίως, καὶ ὅ γε Νικόμαχος ταύτης ἐστὶ τῆς δόξης, λέγων ὀρθῶς. ἀναλογία γὰρ κυρίως ἐστὶν ἡ γεωμετρική, τὰς δὲ ἄλλας μεσότητας δεῖ προσαγορεύειν, ὡς ἐρεῖ καὶ αὐτὸς ἐν τῇ ψυχογονίᾳ προελθών, ἀναλογίας δὲ καταχρώμενοι ταύτας λέγουσι. δοκοῦσι δὲ ἄλλοις μὴ καλῶς ἀντιλαμβάνεσθαι τῆς τοῦ Πλάτωνος διανοίας. οὐ γὰρ προσδιώρισε, φασίν, ἐν τούτοις, ὅτι δεῖ τὸν αὐτὸν εἶναι λόγον, ἀλλὰ τοσοῦτον εἴρηται μόνον, ὅτι δεῖ τοιαύτην εἶναι σχέσιν τοῦ ἐσχάτου πρὸς τὸ μέσον, οἵαν τὸ μέσον ἔχει πρὸς τὸ πρῶτον· τοῦτο δὲ τῶν εἰρημένων πασῶν μεσοτήτων κοινόν. καὶ γὰρ ὡς μονὰς πρὸς δυάδα κατὰ τὴν ἀριθμητικὴν καὶ τὸ ἴσον τῷ ποσῷ, οὕτω πρὸς τριάδα ἡ δυάς· ᾧ γὰρ ἡ δυὰς ὑπερέχεται πρὸς τῆς τριάδος, τούτῳ καὶ ἡ τριὰς ἐλασσοῦται τῆς τετράδος. καὶ ὡς μονὰς πρὸς δυάδα κατὰ τὴν γεωμετρικήν, οὕτω δυὰς πρὸς τετράδα· λόγος γὰρ ὁ αὐτός. καὶ ὡς τριὰς πρὸς τετράδα κατὰ τὴν ἁρμονικὴν καὶ τὸ μόριον τῆς τριάδος, ᾧ ὑπερέχει αὐτῆς ἡ τετράς, οὕτω τετρὰς πρὸς ἑξάδα· ᾧ γὰρ ἑαυτῆς ὑπερέχεται μορίῳ παρὰ τῆς τετράδος ἡ τριάς, τούτῳ τῆς ἑξάδος καὶ τοσούτῳ παρʼ αὐτῆς ὑπερέχεται τῆς ἑξάδος ἡ τετράς. οὗτοι μὲν οὖν ταῦτα διατάττονται τοῦ Πλάτωνος ἐναργῶς τὴν γεωμετρικὴν μεσότητα παραλαμβάνοντος· τὸ γὰρ ἀνὰ τὸν αὐτὸν λόγον εἶναι τὸ πρῶτον πρὸς τὸ μέσον καὶ τὸ μέσον πρὸς τὸ τρίτον ταύτης ἐξαίρετόν ἐστι. τριῶν δὲ οὐσῶν τῶν μεσοτήτων, ἀριθμητικῆς, γεωμετρικῆς, ἁρμονικῆς, καὶ τοιούτων οὐσῶν, οἵων εἴπομεν, εἰκότως ὁ Πλάτων τρία ταῦτα ἔλαβεν ὑποκείμενα, τοὺς ἀριθμούς, τοὺς ὄγκους, τὰς δυνάμεις. ἔστι γὰρ ἀριθμητικὴ μὲν ἐν τοῖς ἀριθμοῖς, γεωμετρικὴ δὲ ἐν τοῖς συνεχέσι μᾶλλον, ἁρμονικὴ δὲ ἐν ταῖς δυνάμεσι· περὶ γὰρ ὀξύτητας καὶ βαρύτητας ὑφέστηκε. καὶ οὕτω μὲν ἂν εἴποις διελὼν κατὰ τὴν ἐπικράτειαν. ἔστι δὲ καὶ ἐν ἀριθμοῖς πάσας λαβεῖν καὶ ἐν ὄγκοις καὶ ἐν δυνάμεσι. καὶ ὅπως μὲν ἐν ἀριθμοῖς, δῆλον· εἴρηται γάρ. ἀλλὰ μὴν καὶ ἐν ὄγκοις· τριῶν γὰρ μεγεθῶν ἴσων ἐκκειμένων τοῖς εἰρημένοις τρισὶ προστάγμασι χρώμενος δύναιο ἂν πλάττειν ἄλλα μεγέθη, νῦν μὲν ἀριθμητικὴν ποιοῦντα, νῦν δὲ ἁρμονικήν, νῦν δὲ γεωμετρικήν. καὶ δὴ καὶ ἐν δυνάμεσι τὸν αὐτὸν τρόπον· ἔστωσαν γὰρ ἴσαι δυνάμεις τρεῖς, οἷον ὑπάται πᾶσαι ὁμότονοι, ποιήσεις δὴ καὶ ἐκ τούτων ἀριθμητικὴν μέν, εἰ πρῶτον ἴσον πρώτῳ θείης, οἷον ὑπάτην, δεύτερον δὲ πρώτῳ καὶ δευτέρῳ, οἷον ἄλλον φθόγγον διπλασίως ἠχοῦντα ταύτης· ἔστω δὲ ἡ νήτη, ἡ τὸν διπλάσιον ἔχουσα λόγον πρὸς τὴν ὑπάτην· τρίτον δὲ πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ. ἔσται γὰρ φθόγγος ὁ τὸν τριπλάσιον λόγον ποιῶν πρὸς τὴν ὑπάτην ἴσῳ τῆς νήτης ὑπερέχων, ὅσῳ ἡ νήτη τῆς ὑπάτης, καὶ τρεῖς οὗτοι φθόγγοι διαστήσονται ἀλλήλων ἀριθμητικῶς, ὑπάτη, νήτη, τρίτη ὑπερβολαίων.  <span class="gap">…</span> γεωμετρικὴν δὲ ποιήσεις ἐκ τῶν ἐκκειμένων ὑπατῶν πρῶτον πρώτῳ ποιήσας ἴσον καὶ θεὶς ὑπάτην, δεύτερον πρώτῳ ἅμα καὶ δευτέρῳ καὶ θεὶς νήτην· αὕτη γὰρ δύναται τῆς ὑπάτης διπλάσιον· τρίτον πρώτῳ ἅμα καὶ δύο δευτέροις καὶ τρίτῳ καὶ θείς τινα χορδήν· αὕτη γὰρ διπλάσιον μὲν δύναται τῆς νήτης, τετραπλάσιον δὲ τῆς ὑπάτης· καὶ ἔσονται τρεῖς οὗτοι φθόγγοι γεωμετρικὴν ποιοῦντες. πᾶσαι ἄρα καὶ ἐν ἀριθμοῖς ὁρῶνται καὶ ἐν ὄγκοις καὶ ἐν δυνάμεσι, μᾶλλον μὴν ᾠκείωται ὁ μὲν ἀριθμὸς τῇ ἀριθμητικῇ, ὁ δὲ ὄγκος τῇ γεωμετρικῇ, ἡ δὲ δύναμις τῇ ἁρμονικῇ. καὶ διὰ ταῦτα μὲν οὖν τοῖς τρισὶν ἐχρήσατο τούτοις ὁ Πλάτων, ἀριθμοῖς, ὄγκοις, δυνάμεσιν. εὖ δὲ καὶ ὅτι κοινούς τινας λόγους ἀποδιδοὺς ἀπὸ τοῦ μέσου πεποίηται τὴν ἀρχήν· τοῦτο γάρ ἐστι διʼ οὗ πᾶσα ἀναλογία συνέστηκε, συνάγον τοὺς ἄκρους κατὰ τὸν λόγον καὶ διαπορθμεῦον τὸν λόγον ἀπὸ τῆς ἑτέρας δυνάμεως ἐπὶ τὴν λοιπήν ἔστι γὰρ ὁ μὲν κυρίως δεσμὸς ἡ ἀναλογία, δεσμὸς δὲ ὡς τὸ διʼ οὗ καὶ τὸ μέσον· διʼ αὐτοῦ γὰρ ἡ ἀναλογία συνδεῖ τοὺς ἄκρους. ἀπὸ τούτου τοίνυν ὡς οἰκειοτάτου τῇ φύσει τῆς ἀναλογίας πεποίηται τὴν ἀρχὴν καὶ ὡς διʼ αὐτοῦ τῆς σχέσεως ἐπιτελουμένης, διὸ καὶ μεσότητες προσαγορεύονται, καὶ ὅτι τέλος ἐστὶ πάσης ταύτης ἀναλογίας ἡ ταυτότης· ἐπειδὴ γὰρ ἀπὸ ἰσότητος προελήλυθεν, ἡ δὲ ἰσότης ταυτότης τίς ἐστιν, ἐπιστρέφει πάντα πρὸς τὴν ἰσότητα καὶ τὴν ταυτότητα. λέγοιτο δʼ ἂν κυρίως ἐπὶ μὲν τῆς γεωμετρικῆς ἡ ταυτότης· ὁ γὰρ αὐτός ἐστι λόγος· ἐπὶ δὲ τῆς ἀριθμητικῆς ἡ ἰσότης, ἐπὶ δὲ τῆς ἁρμονικῆς ἡ ὁμοιότης. καὶ τρίτον ὅτι διὰ τῆς ταυτότητος ἐπὶ τὴν ἕνωσιν ἡ ἄνοδος. ἐξήρτηται γὰρ ἡ μὲν ἐκ τῆς ἀναλογίας σχέσις ἐγγινομένη τοῖς ὅροις τῆς ἰσότητος, ἡ δὲ ἰσότης τῆς ταυτότητος, ἡ δὲ ταυτότης τῆς ἑνώσεως.

`2.24–2.28`

Μετὰ δὴ τὴν μαθηματικὴν ἀνάληψιν τῶν ῥημάτων τούτων ἐπὶ τὴν φυσικὴν δεῖ τρέπεσθαι θεωρίαν. οὔτε γὰρ τοῖς μαθήμασιν ἐγκαταμένειν προσήκει τὸν λόγον ἀπαρτῶντας — φυσικὸς γὰρ ὁ διάλογος — οὔτε ἀμελεῖν τῶν λόγων ἐκείνων τὸ πρὸς αἴσθησιν μόνον ἐπιζητοῦντας, ἀλλὰ δεῖ συνάπτειν ἀμφότερα καὶ συμπλέκειν ἀεὶ τὰ φυσικὰ τοῖς μαθηματικοῖς, ὥσπερ καὶ αὐτὰ τὰ πράγματα συμπλέκεται καὶ ἔστιν ὁμογενῆ καὶ ἀδελφὰ κατὰ τὴν ἀπὸ νοῦ πρόοδον. καὶ γὰρ ὅλως εἰ μέσην ἔταττον οἱ Πυθαγόρειοι τὴν μαθηματικὴν οὐσίαν τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν, ὡς ἀνελιττομένην μὲν τῶν νοητῶν μᾶλλον, καθολικωτέραν δὲ τῶν αἰσθητῶν οὖσαν, τί χρὴ ταῦτα παρέντας φυσιολογίας μόνης φροντίζειν; πῶς γὰρ διακεκόσμηται τὸ αἰσθητὸν ἢ κατὰ ποίους διατέτακται λόγους ἢ ἀπὸ ποίων προελήλυθε λόγων ἢ ἀπὸ τῶν μαθηματικῶν; οὗτοι γοῦν οἱ λόγοι πρώτως μέν εἰσιν ἐν ψυχαῖς ἀπὸ νοῦ καταβάντες, ἔπειτα ἐν τοῖς σώμασιν ἀπὸ τῶν ψυχῶν. δεῖ δὴ οὖν μὴ μένειν ἐπὶ τῶν μαθηματικῶν, ὥσπερ τινὲς ποιοῦσι τοῦτο γὰρ καὶ ψευδεῖς δόξας ἐμποιεῖ τοῖς ἀκούουσιν, ὡς τῶν φυσικῶν σχημάτων καὶ ἀριθμῶν μαθηματικῶν ὄντων, καὶ ἄλλως ἄτοπον· οὐδὲ γὰρ ἐπιδέχονται τῶν μαθημάτων τὸ ἀκριβὲς καὶ ἐρηρεισμένον οἱ λόγοι τῆς φύσεως, πρὸς τῷ μηδὲ τοῖς ἀποδεικτικοῖς ἡμᾶς ἕπεσθαι κανόσιν, ἐν οἷς εἴρηται μὴ μεταφέρειν τὰ ἀπʼ ἄλλου γένους ἐπιστητὰ εἰς ἄλλο γένος. οὐκοῦν οὐδὲ τὰ φυσικὰ δυνατὸν ἀριθμητικῶς θεωρεῖν. φέρʼ οὖν, εἰ δοκεῖ, φυσικῶς τὴν τῶν προκειμένων ῥητῶν θεωρίαν μετέλθωμεν. ἡ μὲν οὖν ἀναλογία ἡ πρώτη, καθʼ ἣν ἡ φύσις ἁρμονίαν ἐντίθησι τοῖς ἑαυτῆς ἔργοις καὶ καθʼ ἣν ὁ δημιουργὸς διακοσμεῖ τὸ πᾶν, μία τίς ἐστι ζωὴ καὶ λόγος εἷς φοιτῶν διὰ πάντων καὶ ἑαυτὸν μὲν πρώτως, ἔπειτα δὲ καὶ ἐκεῖνα συνέχων, ἐν οἷς ἐστι, καθʼ ἣν καὶ ἡ συμπάθεια γίγνεται τοῖς ἐν τῷ κόσμῳ πᾶσιν, ὡς ἑνὶ ζῴῳ καὶ φύσει μιᾷ κυβερνωμένῳ· ταύτην δὲ δεσμὸν οὖσαν τῶν ὅλων ὑφίστησι μὲν καὶ ἡ ὅλη φύσις, ὑφίστησι δὲ καὶ ἡ μία ψυχή, γεννᾷ δὲ καὶ ὁ εἷς νοῦς, καὶ ἀεὶ τὰ κρείττω μείζω καὶ τελειοτέραν ἕνωσιν ἐντίθησι τοῖς ἐγκοσμίοις. λεγέσθω μὲν οὖν καὶ ἡ ἕξις εἶναι συνοχικὴ τῶν ὑποκειμένων καὶ τὸ εἶδος τὸ ἔνυλον καὶ τῶν στοιχείων τῶν μέσων αἱ δυνάμεις. ἀλλὰ ταῦτα μὲν πάντα τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχειν φήσομεν καὶ ἀναλογεῖν τῷ ἐν τοῖς μαθήμασι μέσῳ, διʼ οὗ τοῖς ἄκροις ἡ σχέσις, αὐτὴ δὲ ἡ ζωὴ συναγωγὸς γιγνομένη πάντων καὶ ἑνοποιὸς καὶ ἐξηρτημένη μὲν τῶν οἰκείων αἰτίων, συνδέουσα δὲ ταῦτα, ἐν οἷς ἐστιν, ἡ ὄντως ἐστὶν ἀναλογία, καὶ τὴν ἑαυτῆς ἕνωσιν φυλάττουσα καὶ τὴν τῶν μετασχόντων αὐτῆς. πάλιν οὖν ὁ δεσμὸς τριχῶς· ἄλλος γὰρ δεσμὸς αὐταὶ τῶν στοιχείων αἱ κοιναὶ δυνάμεις, ἄλλος ἡ μία τῶν σωμάτων αἰτία, καὶ τρίτος ἄλλος ὁ μέσος ἀμφοῖν, ἀπὸ μὲν τῆς αἰτίας προϊών, ταῖς δὲ μερισταῖς περὶ τὸ σῶμα δυνάμεσι χρώμενος. καὶ οὗτός ἐστιν ὁ κρατερὸς δεσμός, ὥς φησιν ὁ θεολόγος, διὰ πάντων τεταμένος καὶ ὑπὸ τῆς χρυσῆς σειρᾶς συνεχόμενος· ἐπʼ αὐτῷ γὰρ ὁ Ζεὺς τὴν χρυσῆν ὑφίστησι σειρὰν κατὰ τὰς ὑποθήκας τῆς Νυκτός·

  
αὐτὰρ ἐπὴν δεσμὸν κρατερὸν περὶ πάντα τανύσσῃς,  
  
σειρὴν χρυσείην ἐξ αἰθέρος ἀρτήσαντα.  
τῆς δὲ ἀναλογίας τοιαύτης οὔσης τῆς φυσικῆς κατίδωμεν. ἐν τίσι καὶ διὰ τίνων συνίστασθαι πέφυκεν. οὐκοῦν, ὥς φησιν αὐτός, ἐν ἀριθμοῖς καὶ ὄγκοις καὶ δυνάμεσιν. εἰσὶ δὲ ἀριθμοὶ μὲν οἱ φυσικοὶ τὰ εἴδη τὰ ἔνυλα, τὰ μεριζόμενα περὶ τὸ ὑποκείμενον, ὄγκοι δὲ αἱ ἐκτάσεις αὐτῶν καὶ αἱ διαστάσεις αἱ περὶ τὴν ὕλην, δυνάμεις δὲ αἱ ποιότητες αἱ συνεκτικαὶ καὶ εἰδοποιοὶ τῶν σωμάτων. ἄλλο γὰρ τὸ εἶδος καὶ ἄλλη ἡ ἀπʼ αὐτοῦ δύναμις· αὐτὸ μὲν γὰρ ἀμερές ἐστι καὶ οὐσιῶδες, ἐκταθὲν δὲ καὶ ὀγκωθὲν οἷον πνοὴν ἀφʼ ἑαυτοῦ προΐεται τὰς ἐνύλους δυνάμεις, ποιότητάς τινας οὔσας· οἷον ἐπὶ τοῦ πυρὸς τὸ μὲν εἶδος αὐτοῦ καὶ οὐσία ἀμερής ἐστι καὶ ὄντως ἄγαλμα τῆς αἰτίας τοῦ πυρός· ἔστι γάρ τι καὶ ἐν τοῖς μεριστοῖς ἀμερές· ἀπὸ δὲ τοῦ εἴδους ἀμερῶς ὄντος ἐν τῷ πυρὶ διάστασις αὐτοῦ γίγνεται καὶ ἔκτασις περὶ τὴν ὕλην, ἀφʼ ἧς αἱ δυνάμεις προβέβληνται τοῦ πυρός, οἷον θερμότης ἢ ψύξις ἢ ὑγρότης ἢ ἄλλη τις τοιαύτη, καὶ εἰσὶν αὗται ποιότητες μὲν οὐσιώδεις, οὐσία δὲ τοῦ πυρὸς οὐδαμῶς· οὐ γὰρ ἐκ ποιοτήτων αἱ οὐσίαι οὐδὲ ταὐτὸν οὐσία καὶ δύναμις, ἀλλὰ προηγεῖται πανταχοῦ τὸ οὐσιῶδες τῆς δυνάμεως, καὶ ἐξ ἑνὸς ἐκείνου πλῆθος πρόεισι δυνάμεων καὶ ἐξ ἀδιαιρέτου διῃρημένον, ὥσπερ αὖ καὶ ἐκ μιᾶς δυνάμεως ἐνέργειαι πλείους. ὅσῳ γὰρ πρόεισιν ἕκαστον, τοσούτῳ μᾶλλον πληθύεται καὶ διαιρεῖται, κατὰ τὴν ἀρχὴν ἑαυτοῦ καὶ τὴν αἰτίαν ἀμέριστον ὂν καὶ ἀδιαίρετον. ὄντος οὖν ἐν ἑκάστῳ σώματι τοῦ τριττοῦ τούτου, λέγω δὲ ἀριθμοῦ καὶ ὄγκου καὶ δυνάμεως, ἡ ἀναλογία καὶ ὁ δεσμὸς ὁ φυσικὸς ἄνωθεν ἐπιβατεύει τοῖς τε ἀριθμοῖς αὐτῶν καὶ τοῖς ὄγκοις καὶ ταῖς δυνάμεσι, τάς τε οὐσίας αὐτῶν τὰς ἀμερεῖς συνάγει καὶ ἑνοῖ πρὸς τὴν μίαν τοῦ κόσμου συμπλήρωσιν, τοῖς τε εἴδεσι κοινωνίαν καὶ τοῖς ὄγκοις συμμετρίαν καὶ ταῖς δυνάμεσιν ἁρμονίαν ἐντίθησι, καὶ οὕτω ῥητὰ πάντα καὶ ὁμόλογα ἀλλήλοις ἀπεργάζεται, πρόεισι δὲ ἀπὸ μὲν τοῦ μέσου πρὸς τὸ πρῶτον, ἀπὸ δὲ τοῦ τρίτου πρὸς τὸ μέσον καὶ ἀπὸ τοῦ πρώτου πρὸς τὸ μέσον, ἀπὸ δὲ τούτου πρὸς τὸ ἔσχατον, καὶ ἀπὸ τοῦ ἐσχάτου πάλιν ἐπὶ τὸ μέσον, ἀπὸ τούτου δὲ ἐπὶ τὸ πρῶτον. διότι καὶ πρόοδον παρέχεται καὶ ἐπιστροφὴν τοῖς σώμασιν ὁ τοιοῦτος δεσμός, ἀπὸ τοῦ μέσου μὲν ἀρχόμενος, διότι συνοχικός ἐστι καὶ ἑνοποιὸς καὶ κατὰ ταύτην τὴν ἰδιότητα ἀφώρισται, προϊὼν δὲ ἀπὸ τοῦ πρώτου διὰ τοῦ μέσου ἐπὶ τὸ ἔσχατον, ὡς ἐκτείνων καὶ ἐξαπλῶν ἑαυτὸν μέχρι τῶν τελευταίων, ἀνατρέχων δὲ ἀπὸ τοῦ ἐσχάτου πρὸς τὸ πρῶτον, ὡς ἐπιστρέφων πάντα διὰ τῆς ἁρμονίας ἐπὶ τὴν αἰτίαν τὴν νοητήν, ἀφʼ ἧς καὶ ἡ διαίρεσις γέγονε τῆς φύσεως καὶ ἡ διάστασις τῶν σωμάτων. ἐπιστρέφοντα γὰρ πρὸς ἐκείνην καθʼ ἕνα κύκλον καὶ μίαν τάξιν καὶ εἱρμὸν ἕνα τῶν δευτέρων εἰς τὰ πρὸ αὐτῶν ἀνηρτημένων ἕνα τὸν κόσμον καὶ ὁμοιότατον ἀποτελεῖ πρὸς τὸ νοητόν· ὡς γὰρ ἐκεῖ πάντα ἥνωται ἀλλήλοις, οὕτως ἐνταῦθα πάντα ἥρμοσται, καὶ ὡς ἐκεῖνα προελθόντα ἀπὸ τοῦ ἀγαθοῦ πρὸς αὐτὸ πάλιν ἐπέστραπται διὰ τῆς ἐν αὐτοῖς ἀγαθότητος καὶ τῶν νοητῶν ἑνάδων, οὕτω δὴ καὶ ταῦτα προελθόντα ἀπὸ τοῦ δημιουργοῦ πρὸς αὐτὸν πάλιν ἐπέστραπται διὰ τοῦ δεσμοῦ τούτου καὶ μερισθέντος καὶ διὰ πάντων αὐτῶν διαπεφοιτηκότος καὶ πάντα συνδέοντος· μιμεῖται γὰρ τὴν ἐν τῷ δημιουργῷ τάξιν ἡ τῶν σωμάτων τούτων θέσις. ἔτι τοίνυν καὶ τὸ μέσον ἐν τούτοις πάντα ἐστί, καὶ τὰ ἔσχατα τὸ μέσον· ἔστι γὰρ πάντα ἐν πᾶσι καὶ μετέχει τῆς ἀλλήλων φύσεως· μιμεῖται γὰρ καὶ ταύτῃ τὸν νοητὸν κόσμον ὁ αἰσθητός, καὶ ὥσπερ ἐν ἐκείνῳ πάντα ἐν πᾶσίν ἐστιν, ἀλλʼ οἰκείως ἐν ἑκάστῳ, νοητῶς μὲν ἐν τῷ νοητῷ, νοερῶς δὲ ἐν τῷ νῷ, καὶ ὁλικῶς μὲν ἐν τοῖς ὅλοις, μερικῶς δὲ ἐν τοῖς μερικοῖς, τὸν αὐτὸν τρόπον καὶ ὁ αἰσθητὸς κόσμος πάντα ἔχει κατὰ πάσας ἑαυτοῦ τὰς μοίρας· καὶ γὰρ τὸ πῦρ καθόσον ἁπτόν ἐστι, γῆς μετέχει, καὶ ἡ γῆ καθόσον ὁρατόν, πυρός, καὶ ὑγρότητος ἑκάτερον· ἣ μὲν γὰρ κολλᾶται διʼ αὐτῆς, καὶ συνέχεται καὶ ἑνοῦται τὸ σκιδνάμενον αὐτῆς, τὸ δὲ τρέφεται καὶ αὔξεται ὑπʼ αὐτῆς· ὥστε τὰ ἔσχατα τὸ μέσον ἐστίν, ἵνʼ ἐν τοῖς γνωρίμοις ἡμῖν γένηται σαφὲς τὸ λεγόμενον φυσικῶς. ἔστι δʼ οὖν πως τὰ ἔσχατα τὸ μέσον, ὡς τὴν οἰκείαν ἰδέαν σῴζοντα διʼ ἐκεῖνο καὶ μένοντα οἷά ἐστι. καὶ αὖ τὸ ὑγρὸν καθόσον χρώννυται, μετέχει πυρός, καὶ καθόσον ἀναθάλπεται διὰ τῆς θέρμης· καθόσον δὲ ἁπτόν ἐστι, πάλιν μετέχει γῆς· ὥστε καὶ τοῦτο ἑκάτερον ἀποτελεῖται τοῖν ἄκροιν. ταῦτα μὲν οὖν καὶ μικρὸν ὕστερον ἡμῖν ἔσται γνωριμώτερα, διὰ δὲ τῆς ἁρμονίας ταύτης καὶ τῆς ἀναλογίας ἀναφαίνεται πρώτη μὲν ἡ ταυτότης, ἐπὶ ταύτῃ δὲ ἡ ἕνωσις. αὐτὰ μὲν γὰρ τὰ σώματα κατὰ τὴν ἑαυτῶν φύσιν μεριστά ἐστι καὶ ὑπὸ τῆς ἑτερότητος κρατούμενα καὶ τοῦ νείκους, γίγνεται δὲ ὅμως καὶ ταῦτα διὰ τῆς ἁρμονίας ταυτότητι φίλα καὶ διὰ τῆς ταυτότητος ἑνώσει. καὶ γὰρ ἓν τὸ πᾶν ἀποτελεῖται διὰ τῆς ἀναλογίας ἑνοποιὸν τῶν διῃρημένων καὶ συναγωγὸν τῶν πεπληθυσμένων καὶ συνεκτικὴν τῶν διασκεδαννυμένων δύναμιν ἐχούσης. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ οἱ θεολόγοι τὰς ἐν τοῖς θεοῖς τούτων αἰτίας θεωροῦντες τὴν Ἀφροδίτην τῷ Ἄρει συγκαθείρξαντες περιβάλλουσιν αὐτοὺς τοῖς Ἡφαιστοτεύκτοις δεσμοῖς, τῆς ἑτερότητος τῆς ἐν τῷ κόσμῳ διʼ ἁρμονίας καὶ φιλίας συνεχομένης καὶ ἁπάσης ταύτης τῆς συμπλοκῆς τοῦ Ἡφαίστου τὴν αἰτίαν ἔχοντος, καὶ διὰ τῶν δημιουργικῶν δεσμῶν τὴν ταυτότητα τῇ ἑτερότητι συμπλέκοντες καὶ τῇ διακρίσει τὴν ἁρμονίαν καὶ τῇ ἐναντιώσει τὴν κοινωνίαν. καὶ ἐπὶ τούτοις γελᾷ μὲν ὁ Ἀπόλλων, γελᾷ δὲ ὁ Ἑρμῆς, γελᾷ δὲ ἕκαστος τῶν θεῶν, ὁ δὲ γέλως αὐτῶν ὑπόστασιν δίδωσι τοῖς ἐγκοσμίοις καὶ δύναμιν ἐντίθησι τοῖς δεσμοῖς. ταῦτα μὲν οὖν, φασίν, εὔστομα κείσθω. νῦν δὲ ἡμῖν ἐκ τῶν εἰρημένων τοσοῦτον ἔστω δῆλον, ὅτι δὴ καὶ ὁ φυσικὸς δεσμὸς Ἡφαίστειος ὢν καὶ δημιουργικός—περιέχει γὰρ ὁ εἷς καὶ παντελὴς δημιουργὸς καὶ τὴν διʼ ἀνάγκης ποίησιν Ἡφαιστότευκτον οὖσαν, ὡς καὶ τὴν Διονυσιακὴν ὅλον ἕκαστον τῶν τοῦ παντὸς μερῶν ἀπεργαζομένην—συναγωγός ἐστι τῶν ἐναντίων καὶ συνοχικὸς τῶν ὑλαίων πραγμάτων, τάς τε οὐσίας αὐτῶν ἑνοποιῶν καὶ τοὺς ὄγκους μετρῶν καὶ τὰς δυνάμεις ἁρμόζων, πάντα ἐν πᾶσιν ἀπεργαζόμενος καὶ τὰ αὐτὰ κατὰ πάντας τρόπους ἐν ἀλλήλοις ἐπιδεικνύμενος, ἐμπυρίως, ἀερίως, ἐνυδρίως, χθονίως.

Εἰ μὲν οὖν ἐπίπεδον μέν, βάθος δὲ μηδὲν ἔχον ἔδει γίγνεσθαι τὸ τοῦ παντὸς σῶμα, μία μεσότης ἂν ἐξήρκει τά τε μεθʼ ἑαυτῆς ξυνδεῖν καὶ αὑτήν· νῦν δέ—στερεοειδῆ γὰρ αὐτὸν προσῆκεν εἶναι, τὰ δὲ στερεὰ μία μὲν οὐδέποτε, δύο δὲ ἀεὶ μεσότητες προσαρμόττουσι.

`2.29–2.36`

Σκοπὸς μὲν ἡμῖν, ὥσπερ καὶ πρότερον εἴρηται, καταμαθεῖν, ὅπως συνέστη καὶ ἐκ πόσων τὸ πᾶν· τοιαύτης δὲ τῆς προθέσεως οὔσης ἔξεστι καθορᾶν, ὅπως εὐτάκτως τὴν τῶν τεττάρων στοιχείων μηχανᾶται σύστασιν ὁ λόγος. ἓν μὲν γὰρ εἶναι μόνον ἁπλοῦν στοιχεῖον ἀδύνατον γένεσις γὰρ οὐκ ἂν ἦν· πᾶσα γὰρ γένεσις μεταβολή τίς ἐστι, πᾶσα δὲ μεταβολὴ γίγνεσθαι πέφυκεν ἐν δύο πράγμασι· καὶ πᾶσα μὲν γένεσις ἐξ ἐναντίων ἐστίν, αὐτὸ δὲ ἑαυτῷ στοιχεῖον ἁπλοῦν ἐναντίον οὐδαμῶς ἐστιν· εἴη γὰρ ἂν καὶ αὐτὸ ἑαυτοῦ φθαρτικόν. εἰ τοίνυν δεῖ γένεσιν εἶναι, δεῖ μὴ ἓν εἶναι τὸ στοιχεῖον· ὥσπερ γάρ φησιν Ἱπποκράτης· εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐκ ἂν ἤλγεε· τὸ γὰρ ἀλγοῦν πλεονεξία τινὸς καὶ ἀμετρία· δυοῖν ἄρα ὄντοιν τοὐλάχιστον ἀλγεῖ· τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς λέγομεν· εἰ ἓν ἦν στοιχεῖον, οὐκ ἂν τὰ πράγματα μετέβαλλεν· οὐ γάρ ἐστιν εἰς τὸ ὅμοιον ἡ μεταβολὴ καὶ ἡ κίνησις, ἀλλʼ εἰς τὸ ἐναντίον. ἓν μὲν οὖν οὐκ ἔστι στοιχεῖον ἁπλοῦν· εἰ δὲ μὴ ἕν, ἀλλὰ δύο τοὐλάχιστον, δεῖ τὰ ἐναντία ταῦτʼ εἶναι· γένεσις γὰρ ἐκ τῶν ἐναντίων ἐστίν. ἀναγκαῖον ἄρα τὰ δύο ταῦτα στοιχεῖα φύσιν ἐναντίαν ἔχειν πρὸς ἄλληλα. οὐκοῦν εἰ ἐναντία ἐστί, δεήσεταί τινος δεσμοῦ καὶ μεσότητος· δύο γὰρ ἐναντία καλῶς συνίστασθαι τρίτου χωρὶς ἀδύνατον. δεσμὸν γὰρ ἐν μέσῳ δεῖ τινα γίγνεσθαι συναγωγὸν ἀμφοῖν· αὐτὰ μὲν γὰρ ἐναντία ὄντα τὴν πρὸς ἄλληλα κοινωνίαν ἐκδιδράσκει, δεῖ δὲ ἄλλο τρίτον εἶναι τὸ συνάπτον αὐτὰ καὶ εἰς ἑνὸς συμπλήρωσιν ἄγον. ἀλλὰ τοῦτο τὸ μέσον δυοειδὲς ἀναγκαῖον ὑπάρχειν· εἰ μὲν γὰρ ἦν ἐπίπεδα τὰ στοιχεῖα τὰ συνδεόμενα, μιᾶς ἐδεῖτο μεσότητος· ἐπειδὴ δὲ στερεά, διὰ δύο συνάπτεται μέσων. ἀρχηγὸς γὰρ οὖσα τῶν στερεῶν ἡ δυάς, καὶ τῶν ἐν αὐτοῖς συνδέσμων εἴληχε τὴν πρωτουργὸν αἰτίαν· διὸ καὶ ὁ Τίμαιος ἁρμονίαν ἐκάλεσε τὴν τοιαύτην σύνδεσιν, ὡς συμμετρίαν ἐντιθεῖσαν τοῖς ἄκροις τῆς πρὸς ἄλληλα κοινωνίας· καὶ ἡ ἐν τοῖς στερεοῖς δὲ ἀναλογία διὰ δυοῖν προάγεται μέσων· τῶν γὰρ στερεῶν ὁμοίων δύο ὄντων δύο μέσοι ἀνὰ λόγον ἐμπίπτουσιν. εἰ δὴ ταῦτα ὀρθῶς εἴρηται, τέτταρά ἐστι τὰ πάντα στοιχεῖα καὶ οὔτε ἕν, ἵνα μὴ μεταβολὴν ἀνέλωμεν, οὔτε δύο ἐναντία τρίτου χωρίς, ἵνα ὁ δεσμὸς ᾖ τῶν πολεμούντων ἀλλήλοις. οὐ γὰρ ἔσται κόσμος ἐκ δυοῖν τῶν ἀλλοτριωτάτων, ἀλλὰ καὶ εἴ τι τοιοῦτον ἐπινοήσειας, ῥᾴδιον ἕξει τὴν λύσιν. ἀλλὰ μὴν οὐδὲ μὴ ἐναντία δύο μόνον ἔσται· δρᾶν γὰρ εἰς ἄλληλα οὐ δυνήσεται. οὐδὲν γὰρ πάσχει λευκὸν ὑπὸ γραμμῆς, ἀλλʼ ὑπὸ τοῦ μέλανος, οὐδὲ θερμὸν ὑπὸ λευκότητος, ἀλλʼ ὑπὸ ψυχρότητος. πάλιν οὖν ῥητέον, ὅτι καθολικώτερον ἀπὸ τῶν γνωρίμων ἀναχθεῖσιν ἢ ἕν ἐστι τὸ στοιχεῖον ἢ οὐχ ἕν. εἰ μὲν δὴ ἓν τὸ τοῦ κόσμου στοιχεῖον, ἀνῄρηται ἡ ποικιλία τῶν φαινομένων, ἡ τῶν περιφορῶν ἀντίθεσις, ὁ τῆς γενέσεως πόλεμος, καὶ ἢ πάντα ἀΐδια ἔσται ἢ πάντα φθαρτά· εἰ δὲ οὐχ ἕν, ἤτοι δύο ἢ πλείω. ἀλλʼ εἰ δύο, ἢ ἐναντία ἢ οὐκ ἐναντία. εἰ δὲ οὐκ ἐναντία, πάλιν οὐκ ἔσται ποίησις οὐδὲ πάθος ἐν τοῖς σώμασιν οὐδὲ ἀντίθεσις οὐδὲ ἐν τοῖς ἔχουσι γένεσιν γένεσις. εἰ δὲ ἐναντία, δεῖται ταῦτα μεσότητος. ἀλλʼ εἰ τοῦτο, ἢ μία ἡ μεσότης ἢ δύο· ἀλλὰ μίαν ἀδύνατον· οὐ γάρ ἐστιν ἐπίπεδα τὰ στοιχεῖα· δύο ἄρα αἱ μεσότητες. εἰ δὲ δυοῖν δύο τὰ μέσα, τὰ πάντα τέτταρα. ὅτι μὲν οὖν τοσαῦτα στοιχεῖα τὸν ἀριθμὸν ἀρκεῖ πρὸς τὸ πᾶν, διὰ τούτων δῆλον. Φέρε δέ, εἰ δοκεῖ, πρῶτον ὥσπερ καὶ ἐν τοῖς προειρημένοις τὸ μαθηματικὸν αὐτὸ καθʼ αὑτὸ συντόμως ἀναλάβωμεν, ἔπειθʼ οὑτωσὶ καὶ τὴν φυσικὴν θεωρίαν προσαγάγωμεν τῇ λέξει· πῶς γὰρ δυοῖν ὁμοίοιν ἐπιπέδοιν μία μεσότης καὶ δύο στερεῶν ὁμοίων δύο μεσότητες, ἐπὶ τῶν ἀριθμῶν καθʼ ἑαυτοὺς θεασώμεθα· τὸ γὰρ ἀρχοειδὲς τῶν ἀριθμῶν καὶ αὐτοφυὲς πρὸ τῆς γεωμετρικῆς ἀνάγκης ἀσπαστόν. ἔστωσαν δὴ οὖν δύο τετράγωνοι τὸ πρῶτον ἀριθμοί, ἐννέα καὶ ἑκκαίδεκα, πλευρὰς ἔχοντες ὁ μὲν ἐλάττων δηλαδὴ τὸν τρία, ὁ δὲ μείζων τὸν τέσσαρα. ταύτας πολλαπλασιάσαντες καὶ τὸν δυοκαίδεκα ποιήσαντες ἀναλογίαν ἕξομεν ἐν τρισὶν ὅροις, τοῖς ἐννέα, δυοκαίδεκα, ἑκκαίδεκα. ἀλλὰ δὴ εἰλήφθωσαν ἀριθμοὶ δύο μὴ τετράγωνοι μέν, ὅμοιοι δʼ οὖν ὅμως ἐπίπεδοι, καὶ ἔστωσαν ὀκτωκαίδεκα καὶ τριακονταδύο, ὃ μὲν ἀπὸ τριάδος καὶ ἑξάδος γενόμενος, ὃ δὲ ἀπὸ τετράδος καὶ ὀγδοάδος. ἐὰν τοίνυν πολλαπλασιάσωμεν ἢ τὴν τριάδα ἐπὶ τὴν ὀγδοάδα ἢ τὴν ἑξάδα ἐπὶ τὴν τετράδα, ἔσται ἡμῖν ὁ τέσσαρα καὶ εἴκοσι γεγονώς, ἀναλογίᾳ συνδέων τὸν ὀκτωκαίδεκα πρὸς τὸν δύο καὶ τριάκοντα κατὰ τὸν ἐπίτριτον λόγον. τούτου δὲ αἴτιον τὸ τὰς πλευρὰς αὐτῶν τὸν αὐτὸν ἔχειν λόγον. εἰ μὲν οὖν αἱ τῶν παραληφθέντων ἀριθμῶν πλευραὶ μηδένα δέχοιντο μέσον αὐτῶν ἀνὰ λόγον, πάντες οἱ ἐκ τούτων ἐπίπεδοι γεγονότες ὅμοιοι μιᾷ συνδεθήσονται μεσότητι κατὰ τὸν εἰρημένον ἡμῖν τρόπον· εἰ δέ γε αἱ πλευραὶ καὶ αὐταὶ δέχοιντό τινα μέσον ἀνὰ λόγον ἀριθμόν, καὶ οἱ ἐξ αὐτῶν ἐπίπεδοι πλείους μιᾶς ἀναγκαίως ἐπιδέξονται μεσότητας. ἔστωσαν γάρ, εἰ βούλει, δύο τετράγωνοι ὅ τε ἑκκαίδεκα καὶ ὁ ὀγδοηκονταέν, καὶ τοῦ μὲν ἔστω πλευρὰ ἡ τετράς, τοῦ δὲ ἡ ἐννεάς. ἐπεὶ τοίνυν τῆς τετράδος καὶ τῆς ἐννεάδος μέση ἀνὰ λόγον ἑξὰς κατὰ τὸν ἡμιόλιον, ἀνάγκη καὶ μεταξὺ τῶν ἀπʼ αὐτῶν πλείους μιᾶς μεσότητος ἐμπίπτειν. ἡ μὲν γὰρ τετρὰς ἐπὶ τὴν ἑξάδα ποιήσει τὸν εἴκοσι καὶ τέσσαρα, ἡ δὲ ἑξὰς ἐφʼ ἑαυτὴν μὲν τὸν ἀπʼ αὐτῆς τετράγωνον, ἐπὶ δὲ τὴν ἐννάδα τὸν πεντηκοντατέσσαρα, καὶ ἔσται συνεχὴς ἀναλογία ἐν ὅροις τῷ ἑκκαίδεκα, τῷ εἰκοσιτέσσαρα, τῷ τριακονταέξ, τῷ πεντηκοντατέσσαρα, τῷ ὀγδοηκονταέν· πλείους ἄρα μεσότητες μιᾶς ἐφʼ ὧν αἱ πλευραὶ μέσον ἀνὰ λόγον ἔχουσι. διό μοι δοκεῖ καὶ πάνυ μετʼ ἀσφαλείας ὁ Πλάτων μὴ ὅτι μία πάντως ἡ μεσότης ἐπὶ τῶν ὁμοίων ἐπιπέδων εἰπεῖν, ἀλλʼ ὅτι μίαν ἐξαρκεῖν δυνατόν· καὶ γὰρ πλειόνων γιγνομένων ἀρκεῖ καὶ ἡ μία συνάπτειν· τὸν γοῦν ὀγδοήκοντα καὶ ἓν τῷ ἑκκαίδεκα συνάπτει καὶ μόνον ὁ τριακονταὲξ κατὰ τὸν διπλασιεπιτέταρτον λόγον. περὶ μὲν οὖν τῶν ὁμοίων ἐπιπέδων τοσαῦτα ῥητέον. μεταβαίνωμεν δὲ ἐπὶ τοὺς ὁμοίους ἤδη στερεοὺς καὶ κατίδωμεν τὰς ἐν τούτοις μεσότητας. ἔστωσαν δὴ οὖν κύβοι δύο πρῶτον ὅ τε ὀκτὼ καὶ ὁ εἰκοσιεπτά, πλευρὰς ἔχοντες ὃ μὲν δυάδα, τριάδα δὲ ἅτερος. τούτοιν τοῖν κύβοιν δύο μεσότητες ἔσονταί πως, ὃ μὲν ἐκ τοῦ δὶς δύο τρὶς γενόμενος, ὁ δυώδεκα καὶ διὰ τοῦτο ὢν δοκίς, ὃ δὲ ἐκ τοῦ τρὶς τρία δίς, ὁ ὀκτωκαίδεκα καὶ διὰ τοῦτο πλινθίς, καὶ ποιήσουσιν ἀναλογίαν συνεχῆ πρὸς τοὺς εἰρημένους κύβους κατὰ τὸν ἡμιόλιον λόγον. καὶ ὁρᾷς, ὅπως ἑκάτερος τῶν μέσων δύο μὲν ἔχει πλευρὰς ἀπὸ τοῦ παρακειμένου κύβου, τὴν δὲ λοιπὴν ἀπὸ θατέρου τῶν κύβων· χρήσιμον δὲ καὶ τοῦτο πρὸς τὴν φυσιολογίαν ἡμῖν ἔσται. πάλιν, εἰ μὴ κύβοι μὲν εἶεν, στερεοὶ δὲ ὅμοιοι, δύο μέσους ἕξουσιν ἀνὰ λόγον ἀριθμούς. ἔστωσαν γὰρ ὅμοιοι δύο στερεοὶ ὅ τε εἰκοσιτέσσαρα καὶ ὁ ἑκατὸν ἐνενηκονταδύο, πλευραὶ δὲ αὐτοῖν τοῦ μὲν δυάς, τριάς, τετράς, τοῦ δὲ τετράς, ἑξάς, ὀγδοάς, ἀπὸ μὲν δὴ δυάδος καὶ τριάδος καὶ ὀγδοάδος ἔσται ὁ τεσσαράκοντα καὶ ὀκτώ, ἀπὸ δὲ τετράδος καὶ ἑξάδος καὶ αὖθις τετράδος ὁ ἐνενηκονταέξ· καὶ ἔσται ἀναλογία συνεχὴς κατὰ τὸν διπλάσιον λόγον ἐν ὅροις τοῖς εἰκοσιτέσσαρα καὶ τεσσαράκοντα καὶ ὀκτὼ καὶ ἐνενηκονταὲξ καὶ ἑκατὸν ἐνενηκονταδύο. κἀνταῦθα δὲ τῶν μέσων ἑκάτερος δύο μὲν ἔχει πλευρὰς τοῦ παρʼ αὐτὸν τῶν ἄκρων ὁμοίου στερεοῦ, μίαν δὲ θατέρου, καθάπερ ἐπὶ τῶν προειρημένων. τῶν ἄρα ὁμοίων στερεῶν δύο μεσότητες ἐξαρκοῦσιν, ὥσπερ δὴ καὶ αὐτός φησιν, ὅτι τὰ στερεὰ δύο μεσότητες προσαρμόττουσι, μία δὲ οὐδέποτε. τί οὖν; φαίη τις ἄν· δύο στερεῶν ἀριθμῶν τοῦ τε ἑξηκοντατέσσαρα καὶ τοῦ ἑπτακόσια εἰκοσιεννέα οὐχὶ μία μόνη μεσότης ἐστίν, ὁ διακόσια δεκαέξ; ἔστι γὰρ ὁ μὲν ἑξηκοντατέσσαρα κύβος ἀπὸ τετράδος, ὁ δὲ ἑπτακόσια εἴκοσι καὶ ἐννέα κύβος ἀπὸ τῆς ἐννεάδος γεγονώς, καὶ ὁ μὲν ψκθ τοῦ σιϛ τριπλάσιος καὶ ἐπιτριμερὴς ὀγδόων, ὁ δὲ σιϛ ὡσαύτως τοῦ ξδ· ἔχει γὰρ ἑκάτερος τὸν λοιπὸν τρὶς καὶ τρία ὄγδοα αὐτῶν. καὶ οὐκ ἐπὶ τούτων μόνον, ἀλλὰ καὶ ἐπʼ ἄλλων· οὗτοι γάρ εἰσιν οἱ ἐλάχιστοι τῶν τοῦτο ἐπιδεχομένων. ἀλλὰ ῥητέον πρὸς αὐτόν, ὅτι οἱ ῥηθέντες ἀριθμοὶ κύβοι τέ εἰσιν ἅμα καὶ τετράγωνοι, ὃ μὲν ἀπὸ τῆς ὀγδοάδος, ὁ ἑξηκοντατέσσαρα, ὃ δὲ ἀπὸ τοῦ εἴκοσι καὶ ἑπτά, ὁ ἑπτακόσια καὶ εἴκοσι καὶ ἐννέα. μία οὖν αὐτῶν ἡ μεσότης οὐ καθὸ κύβοι, ἀλλʼ ᾗ τετραγωνικὸν ἔχουσιν ἰδίωμα· τὴν γὰρ τετραγωνικὴν πλευρὰν τοῦ ἑξηκοντατέσσαρα, λέγω δὴ τὴν ὀγδοάδα, πολλαπλασιάσας ἐπὶ τὸν εἴκοσι καὶ ἑπτά—πλευρὰ δὲ οὗτος τετραγωνικὴ τοῦ ἑπτακόσια καὶ εἰκοσιεννέα—μέσον ἀνὰ λόγον ἀπέφηνε τὸν σιϛ κατὰ τὴν παραδεδομένην μέθοδον τῆς τοῦ μέσου τῶν τετραγώνων εὑρέσεως. τοῖς ἄρα στερεοῖς οὐ καθόσον εἰσὶ στερεοὶ χρησάμενος μιᾷ μεσότητι συνέδησεν αὐτούς· εἰ δὲ ᾗ στερεοὶ καὶ ᾗ κύβοι θεωρήσειεν αὐτούς, δύο μεσότητες ἔσονται καὶ ἐν τούτοις, ὃ μὲν ἑκατὸν τεσσαρακοντατέσσαρα γενόμενος ἀπὸ τοῦ τετράκις τέσσαρα καὶ τοῦτο ἐνάκις, ὃ δὲ τριακόσια καὶ εἴκοσι καὶ τέσσαρα γεγονὼς ἀπὸ τοῦ ἐνάκις ἐννέα καὶ τοῦτο τετράκις. Δημόκριτος δὲ ἀπορήσας, πῶς εἴρηται δύο ἐπιπέδων εἷς μέσος ἀνὰ λόγον ἐμπίπτειν—δυνατὸν γὰρ λαβόντα τέτταρας γραμμὰς ἑξῆς ἀνὰ λόγον δεικνύναι καὶ τὰ ἀπʼ αὐτῶν τετράγωνα ἀνὰ λόγον, ὥστε δύο ἄκρων ἐπιπέδων δύο μέσοι ἀνὰ λόγον ἐμπίπτουσι— καὶ εἰπὼν ἄλλους εἰς ἄλλας ἐμβεβλῆσθαι ταραχὰς διὰ τὴν ἀπορίαν ταύτην καὶ ἐπὶ τὸν διπλασιασμὸν τοῦ κύβου καὶ τὰς τοιαύτας ζητήσεις ἐκπεσεῖν, αὐτός φησιν οὐ τῶν τυχόντων ἐπιπέδων ἕνα μέσον ἐμπίπτειν τὸν Πλάτωνα λέγειν οὐδὲ αὖ τῶν τυχόντων στερεῶν, ἀλλὰ τῶν ὁμοίων καὶ ἐν ῥητῷ λόγῳ καὶ κατʼ ἀριθμοὺς τεταγμένους τὰς πλευρὰς ἐχόντων· τὰ γὰρ ὑπὸ θεοῦ τοῦ δημιουργικοῦ γιγνόμενα ῥητὰ πρὸς ἄλληλά ἐστι καὶ ἀριθμοῖς διαπεποίκιλται δημιουργικοῖς, ὡς αὐτὸς ἐρεῖ προελθών, καὶ τοὺς ἐπιπέδους χρὴ καὶ τοὺς στερεοὺς ἀριθμοὺς τοὺς ὁμοίους παραλαμβάνειν καὶ ἐπὶ τούτων ὁρᾶν τὴν ἀλήθειαν τοῦ λόγου τοῦ Πλατωνικοῦ. πῶς μὲν οὖν δύο δοθεισῶν εὐθειῶν δυνατὸν δύο μέσας ἀνὰ λόγον λαβεῖν, ἡμεῖς ἐπὶ τέλει τῆς πραγματείας εὑρόντες τὴν Ἀρχύτειον δεῖξιν ἀναγράψομεν, ταύτην ἐκλεξάμενοι μᾶλλον ἢ τὴν Μεναίχμου, διότι ταῖς κωνικαῖς ἐκεῖνος χρῆται γραμμαῖς, καὶ τὴν Ἐρατοσθένους ὡσαύτως, διότι κανόνος χρῆται παραθέσει. περὶ δὲ τῶν ζητουμένων ῥητέον νῦν, ὅτι ἔοικε τῷ ὄντι τοῖς ἐπὶ τῶν ἀριθμῶν δεδειγμένοις θαρρεῖν ὁ Πλάτων, ἐπεὶ ἔν γε τοῖς σχήμασιν εὑρεῖν ἔστι δύο ὁμοίων στερεῶν ἕνα μέσον ἀνὰ λόγον· ἐὰν γὰρ ὦσι τρεῖς εὐθεῖαι ἀνὰ λόγον, ὡς η, δ, β, ἐν λόγῳ διπλασίῳ, τὰ ἀπʼ αὐτῶν τετράγωνα ἐν τετραπλασίῳ λόγῳ ἔσται, ὡς ὁ ξδ καὶ ὁ ιϛ καὶ ὁ δ, τὰ δὲ στερεὰ τὰ ἀπʼ αὐτῶν ἐν ὀκταπλασίῳ, ὡς ὁ φιβ καὶ ὁ ξδ καὶ ὁ η. ἔσονται ἄρα κύβοι τρεῖς, ὧν οἱ ἄκροι ἕνα μέσον ἔχουσιν ἀνὰ λόγον. καὶ ὅτι πάντες κύβοι ὅμοιοι ἀλλήλοις, δῆλον· καὶ γὰρ τὰς γωνίας ἴσας ἔχουσι κατὰ μίαν καὶ ὑπὸ ὁμοίων ἐπιπέδων περιέχονται καὶ ἴσων τὸ πλῆθος. καὶ μὴν καὶ ὅτι δύο ὁμοίων ἐπιπέδων δύο μέσοι ἀνὰ λόγον ἐμπίπτουσι, δείκνυμεν οὕτως, ὡς ἔδειξε καὶ ὁ Δημόκριτος. καὶ γὰρ ὅτι τὰ τετράγωνα πάντα ὅμοια ἀλλήλοις, φανερόν· καὶ γὰρ τὰς γωνίας ἴσας ἔχει κατὰ μίαν καὶ τὰς πλευρὰς ἀνὰ λόγον. ἔοικεν οὖν ὁ Πλάτων ὡς ἐπʼ ἀριθμῶν ποιούμενος τὸν λόγον ἀποφήνασθαι, ὅτι τὰ στερεὰ μία μὲν οὐδέποτε, δύο δὲ ἀεὶ μεσότητες συναρμόττουσι· καὶ γὰρ ἐν τούτοις, ὡς ὁρᾷς, οἱ ἄκροι κύβοι τέ εἰσιν ὁμοῦ καὶ ὅμοιοι ἐπίπεδοι, ὁ μὲν φιβ ἀπὸ τοῦ ιϛ καὶ τοῦ λβ, ὁ δέ γε τῶν ἄκρων ἕτερος, ὁ η, ἀπὸ τοῦ β καὶ τοῦ δ, καὶ λόγος ὁ αὐτὸς τῶν πλευρῶν. εἷς οὖν μέσος καὶ τούτων ἐστὶν ὡς ὁμοίων ἐπιπέδων, οὐχ ὡς στερεῶν· ὥστε ἐὰν ὡς ἐπʼ ἀριθμῶν λάβῃς, ἕξεις τὴν λύσιν· ἀριθμοὺς γὰρ εὑρεῖν στερεοὺς ἅμα καὶ ὁμοίους ἐπιπέδους τοὺς αὐτοὺς δυνατόν, σχήματα δὲ στερεὰ καὶ ὅμοια ἐπίπεδα λαβεῖν ἀμήχανον. ἐπεὶ καὶ τοῦτο λέγειν δυνατόν, ὅτι πάντων ὄντων κύβων τὸ εἶδος ἕν ἐστιν. ὁ δὲ Πλάτων ὁμοίους εἶναι λαβὼν τοὺς μέσους τοῖς ἄκροις οὕτως ἐθάρρησε τῷ θεωρήματι· καὶ γὰρ πῶς ἂν κατὰ φύσιν εἶεν δεόμενοι συνδέσμων ἄλλων, εἰ ταὐτὸν ἔχοιεν πάντες εἶδος; πῶς δʼ ἂν οἱ μέσοι καὶ κοινωνοῖεν τοῖς ἄκροις καὶ διαφέροιεν αὐτῶν κατὰ τὰς πλευράς, εἰ πάντες εἶεν κύβοι; δῆλος οὖν ἐστι τὰς μεσότητας ὡς ἀληθῶς μεσότητας λαβὼν καὶ οὕτως εἰπὼν μίαν οὐδέποτε μεσότητα, δύο δὲ ἀεὶ συνάπτειν τὰ στερεά, πάσης μεσότητος, ὧν ἐστι μεσότης, τούτοις καὶ κοινωνίαν καὶ διαφορὰν ἐθελούσης ἔχειν· καὶ γὰρ αὐτὸ καθʼ αὑτὸ τὸ λέγειν πάντα τὰ στερεὰ συνάπτεσθαι διὰ δύο μεσοτήτων ἄπειρα ποιεῖ τὰ μέσα. δῆλον δὴ οὖν, ὅτι τὰ πλεῖστον διεστῶτα λαμβάνει καὶ κατὰ πάντα ἠναντιωμένα καὶ ἔχοντα πάσας τὰς πλευρὰς ἀντιθέτους πρὸς πάσας, αἵτινές εἰσιν ἐπὶ τῶν φυσικῶν σωμάτων αἱ δυνάμεις, ἵνα τῶν μέσων τὸ μὲν ἔχῃ τὴν πρὸς θάτερον τῶν ἄκρων πλείονα κοινωνίαν, ἐλάσσονα δὲ πρὸς τὸ λοιπόν, τὸ δὲ ἀνάπαλιν. εἰ μὴ ἄρα καὶ ἐκεῖνο ἀληθές, ὅπερ ἔλεγεν ὁ ἡμέτερος καθηγεμών· ἔλεγε δέ, ὅτι δέοι λαμβάνειν τὸν αὐτὸν ἐν ταῖς μεσότησι λόγον, ὅς ἐστιν ἐν ταῖς πλευραῖς τῶν ἄκρων. οἷον εἰ ὁ μὲν εἴη κύβος ὀκτώ, ὁ δὲ ἑπτὰ καὶ εἴκοσι, τὰς μεσότητας αὐτῶν εὑρίσκομεν, εἰ λάβοιμεν τὰς πλευρὰς αὐτῶν, τὸν δύο καὶ τρία, καὶ ποιήσαιμεν αὐτοὺς ἐπʼ ἀλλήλους καὶ ἐπὶ τὸν ἐξ ἀμφοῖν ἑκάτερον· ἔσονται γὰρ οἱ μέσοι διὰ τοῦ ἡμιολίου λόγου συνάπτοντες τοὺς ἄκρους, ὅσπερ ἦν καὶ ἐν ταῖς ἐξ ἀρχῆς πλευραῖς τῶν κύβων. τοῦ τοίνυν αὐτοῦ λόγου ὄντος ἔν τε ταῖς πλευραῖς τῶν κύβων καὶ ἐν τοῖς μέσοις δύο ἐξ ἀνάγκης οἱ μέσοι, φαίη ἂν ὁ Πλάτων. καὶ τοῦτο συμφωνότερον πρὸς τὴν προκειμένην φυσιολογίαν· καὶ γὰρ ἐν ταῖς δυνάμεσι τῶν στοιχείων καὶ ἐν τοῖς ἁπλοῖς εἴδεσι πρὸ τῶν συνθέτων ἐντίθησιν ὁ δημιουργὸς τὴν κοινωνίαν. ἡμεῖς δὲ ἐλαμβάνομεν διʼ ὀκταπλασίου λόγου συναπτομένους τοὺς ἄκρους, ὧν αἱ πλευραὶ τὸν ὀκταπλάσιον οὐκ εἶχον λόγον· ἐν διπλασίῳ γὰρ λόγῳ τοῦ μέσου ληφθέντος οἱ ἄκροι τὸν τετραπλάσιον ἕξουσιν οἷον ἐπὶ τῶν ἐκκειμένων τριῶν ὅρων εἰ λάβοιμεν τέταρτον ἀνὰ λόγον, εὑρήσομεν, ὅτι ὡς ἡ πλευρὰ ὀκταπλασία τῆς πλευρᾶς, οὕτως ὁ πρῶτος κύβος τῷ τετάρτῳ διʼ ὀκταπλασίου λόγου συνάπτεται· ἐὰν γὰρ τῷ β, δ, η προσθῇς τὸν ιϛ, ὁ ἀπὸ τοῦ ιϛ κύβος συνάπτεται τῷ η διʼ ὀκταπλασίου λόγου, ὃν ἔχει πρὸς τὸν η ὁ ξδ καὶ πρὸς τοῦτον ὁ φιβ καὶ πρὸς τοῦτον ὁ ͵δϞϛ, ὅς ἐστι κύβος ἀπὸ τοῦ ιϛ· ὥστε τῶν πλευρῶν τὸν ὀκταπλάσιον λόγον ἐχουσῶν, ὡς τοῦ ιϛ πρὸς τὸν β, καὶ διʼ ὀκταπλασίου λόγου τῶν μεσοτήτων λαμβανομένων δύο μεταξὺ τῶν ἄκρων πίπτουσι μεσότητες. εἰ δὲ πέμπτον ἀνὰ λόγον, οὐκέτι πάλιν αἱ πλευραὶ ἐν ὀκταπλασίῳ λόγῳ, ἀλλʼ ἐν ἑκκαιδεκαπλασίῳ, καὶ διὰ τοῦτο δύο κύβων τρεῖς ἀνὰ λόγον οἱ μέσοι. ἀληθὲς ἄρα τὸ τοῦ Πλάτωνός ἐστι κατὰ τὴν εἰρημένην μέθοδον. μήποτε δὲ καὶ τὸ συναρμόττουσι χρείαν αὐτῷ πληροῖ, καὶ δεῖ λέγειν, ὅτι τῶν δύο κύβων εἷς μέσος γένοιτο ἄν, ἀλλʼ οὐ κατὰ ἁρμονικοὺς λόγους· ὅταν οὖν ὄντως διὰ τοιούτων λόγων ἡ σύνδεσις γίνηται τῶν ἄκρων, πάντως δύο χρεία μεσοτήτων. ὅτι μὲν οὖν μαθηματικῶς οἵ τε ὅμοιοι ἐπίπεδοι μιᾶς δεόνται μεσότητος καὶ οἱ ὅμοιοι στερεοὶ δυοῖν, μία δὲ αὐτοὺς οὐδέποτε συνδεῖ μεσότης, διὰ τούτων καταφανές.

`2.37–2.42`

Ἀπὸ δὲ τούτων ὁρμηθέντες κατίδωμεν, ὅπως καὶ τὰ φυσικὰ διανοήματα σύμφωνα τούτοις ἐστί, καὶ τοῖς ἐπιστημονικοῖς λόγοις τοὺς εἰκότας συναρμόσωμεν, καὶ πρῶτον, τί τὸ ἐπίπεδον τὸ φυσικόν, καὶ πῶς ἐπὶ τούτων μία μεσότης, δύο δὲ ἐπʼ αὐτῶν τῶν στερεοειδῶν. ὁ μὲν θεῖος Ἰάμβλιχος— οὗτος γὰρ ὁ ἀνὴρ διαφερόντως ἀντελάβετο τῆς τοιαύτης θεωρίας, τῶν ἄλλων ὥσπερ καθευδόντων καὶ περὶ τὸ μαθηματικὸν καλινδουμένων μόνον—διακρίνειν μοι δοκεῖ τὰ ἁπλᾶ τῶν συνθέτων καὶ τὰ μέρη τῶν ὅλων καὶ ἁπλῶς εἰπεῖν τὰς ἐνύλους δυνάμεις καὶ τὰ εἴδη τὰ ἔνυλα τῶν συμπληρουμένων ἀπʼ αὐτῶν οὐσιῶν, καὶ τὰ μὲν ἐπίπεδα καλεῖν, τὰ δὲ στερεά· καθάπερ γὰρ τὸ ἐπίπεδον ἔσχατος ὅρος ἐστὶ τοῦ μαθηματικοῦ σώματος, οὕτω δὴ καὶ τὸ ἔνυλον εἶδος καὶ ἡ δύναμις ἡ τῶν σωμάτων μορφὴ καὶ πέρας ἐστὶ τῶν ὑποκειμένων. οὕτω δὲ τούτων διῃρημένων ἐπὶ μὲν τῶν ἁπλῶν ἐξαρκεῖν τὴν μίαν μεσότητα, διότι τῶν λόγων καὶ τῶν εἰδῶν καὶ ἔτι τῆς ζωῆς ἐστιν ἑτερότης, καὶ κατὰ τοὺς κοινοὺς συνδέσμους τῶν λόγων καὶ τῶν εἰδῶν καὶ τῆς ζωῆς μία γίγνεται μεσότης· ποιότης οὖν ποιότητι καὶ δύναμις δυνάμει μονοειδῶς συμπλέκεται κατʼ αὐτὴν τὴν ἑτερότητα καὶ ταυτότητα τῶν εἰδῶν. ἐπὶ δὲ τῶν συνθέτων εἰκότως δύο μεσότητες· ἡ γὰρ δυὰς συνθέσεώς τε καὶ διαιρέσεως πάσης χορηγός. ἕκαστον δὲ τῶν συνθέτων ἐκ πλειόνων ἐστὶν οὐσιῶν καὶ δυνάμεων, διὸ πλείους αἱ μεσότητες, καὶ αὗται διτταὶ τοὐλάχιστον· ἄλλη γὰρ κατὰ τὸ εἶδος μεσότης καὶ ἄλλη κατὰ τὸ ὑποκείμενον. ἡμεῖς δὲ ἑπόμενοι ταῖς φυσικαῖς ἀρχαῖς οὑτωσὶ λέγωμεν, ἀφʼ ὧν ὁ Πλάτων παραδώσει προϊὼν τὰς ἀφορμὰς λαμβάνοντες. ἄνωθεν δὲ μᾶλλον ῥητέον. τῶν δὴ φυσικῶν εἰσί τινες, οἳ τῶν στοιχείων ἑκάστῳ μίαν δεδώκασι δύναμιν, τῷ μὲν πυρὶ θερμότητα, τῷ δὲ ἀέρι ψυχρότητα, τῷ δὲ ὕδατι ὑγρότητα, τῇ δὲ γῇ ξηρότητα, πάντη διαμαρτάνοντες οὗτοι τῆς ἀληθείας· πρῶτον μέν, ὅτι κόσμον καὶ τάξιν ἀναιροῦσι· τὰ γὰρ ἐναντιωτάτας ἔχοντα τὰς δυνάμεις, εἰ μὴ καὶ κοινόν τι σχοίη, πρὸς ἄλληλα συναρμοσθῆναι ἀδύνατον. ἔπειθʼ, ὅτι τὰ ἐναντιώτατα σύνεγγυς ἀλλήλων ποιοῦσι, τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ὑγρὸν τῷ ξηρῷ· δεῖ δὲ τὰ μαχόμενα πορρωτέρω ποιεῖν τῶν ἧττον ἀλλοτρίων· τοιαύτη γὰρ ἡ τῶν ἐναντίων φύσις. τρίτον τοίνυν τὰ πρῶτα δύο πρὸς τὰ ἐφεξῆς οὐδεμίαν ἕξει συμπάθειαν, ἀλλʼ ἔσται ἀπηρτημένα ἀλλήλων. τί γὰρ δὴ κοινὸν ὑγρότητι καὶ ψυχρότητι, οὐκ ἔστιν εἰπεῖν. καὶ ἐπὶ τούτοις ἅπασι στερεὰ ὄντα τὰ στοιχεῖα διʼ οὐδεμιᾶς μεσότητος συναφθήσεται ἀλλήλοις· δέδεικται δέ, ὅτι οὐδὲ διὰ μιᾶς ποτε δυνατὸν ᾗ στερεὰ συνάπτεσθαι, μὴ ὅτι γε ἀμέσως· τοῖς γὰρ ἀδιαστάτοις πάντη τοῦτο προσήκει μόνοις. ἄλλοι δέ τινες, ὡς οἱ περὶ Ὄκκελον, τὸν τοῦ Τιμαίου πρόοδον, δύο δυνάμεις ἑκάστῳ τῶν στοιχείων διένεμον, πυρὶ μὲν θερμὸν καὶ ξηρόν, ἀέρι δὲ θερμὸν καὶ ὑγρόν, ὕδατι δὲ ὑγρὸν καὶ ψυχρόν, γῇ δὲ ψυχρὸν καὶ ξηρόν, καὶ ταῦτα ἀναγέγραπται παρὰ τοῦδε τοῦ ἀνδρὸς ἐν τῷ Περὶ φύσεως. τί δὴ οὖν καὶ οὗτοι πλημμελοῦσιν οἱ ταῦτα λέγοντες; πρῶτον μὲν κοινὰς δυνάμεις ἐν τοῖς στοιχείοις εὑρεῖν ἐθελήσαντες, ἵνα διασώσωνται τὴν πρὸς ἄλληλα σύνταξιν αὐτῶν, οὐδὲν μᾶλλον κοινωνίαν αὐτοῖς ἢ διάστασιν ἀπέδοσαν, ἀλλʼ ἐπίσης τήν τε μάχην αὐτῶν καὶ τὴν ἁρμονίαν ἐπρέσβευσαν. ποῖος οὖν ἔσται κόσμος ἀπὸ τούτων; ποία τάξις αὐτῶν, ἀσυντάκτων ὄντων καὶ ἀλλοτριωτάτων, οἰκειοτάτων καὶ συντεταγμένων; τὰ γὰρ ἴσῳ μέτρῳ πολεμοῦντα καὶ εἰρηνεύοντα τὸν ἴσον τρόπον λύει τε καὶ συνίστησι τὴν κοινωνίαν, ταύτης δὲ ὁμοίως μὲν διαλυομένης, ὁμοίως δὲ ἐμφυομένης οὐδὲν μᾶλλον ἔσται ἢ οὐκ ἔσται τὸ πᾶν. δεύτερον δὲ οὐ τοῖς ἄκροις τὴν μεγίστην ἐναντίωσιν ἔδοσαν, ἀλλὰ τοῖς παρεσχάτοις πρὸς τὰ ἄκρα· καίτοι τὰ πλεῖστον ἀφεστῶτα πανταχοῦ τὴν τῶν ἐναντίων ὁρῶμεν ἔχοντα φύσιν, οὐ τὰ ἔλαττον τῶν ὁμογενῶν. ἐναντιωτέρα ἄρα ἡ γῆ πρὸς τὸ πῦρ ἢ τὸ ὕδωρ· ἣ μὲν γὰρ πλεῖστον ἀφέστηκε πυρός, τὸ δὲ ἔλαττον. πῶς δὲ καὶ ἡ φύσις ἔταξεν αὐτὰ πορρωτάτω τῆς ἀλλήλων ἕδρας; ἆρʼ οὐχὶ τὴν ἐναντίωσιν αὐτῶν κατιδοῦσα, καὶ ὅτι συγγενέστερον τῷ πρώτῳ τὸ τρίτον ἢ τὸ τελευταῖον; πῶς δὲ καὶ αἱ κινήσεις αὐτῶν; οὐ τὸ μὲν πῦρ κουφότατόν ἐστι καὶ ἀνωφερές, ἡ δὲ γῆ βαρυτάτη καὶ κατωφερής; αἱ δὲ κινήσεις αὐτῶν ἐναντιώταται οὖσαι πόθεν; οὐκ ἀπὸ τῆς φύσεως; εἰ τοίνυν ἡ φύσις ἐναντιωτάτας κινήσεις αὐτοῖς ἀπένειμεν, δῆλον, ὅτι ἐναντιώτατά ἐστιν· ὡς γὰρ τῶν ἁπλῶν ἁπλαῖ αἱ κινήσεις, καὶ ὧν ἁπλαῖ αἱ κινήσεις, ἁπλᾶ, οὕτως ὧν ἐναντιώταται αἱ κινήσεις, ἐναντιώτατα ταῦτά ἐστιν. ὃ καὶ θαυμάσειεν ἄν τις τοῦ Ἀριστοτέλους ἐν μὲν τοῖς περὶ κινήσεως λόγοις ἐναντιωτάτην τῷ πυρὶ τιθεμένου τὴν γῆν, ἐν δὲ τοῖς περὶ δυνάμεων φιλτέραν τῶν ἐγγύς, τὴν πορρωτάτω τῶν ὁμοίων, τὴν ἐναντιώτατα κινουμένην· ὡς γὰρ ἔχουσιν ἐν ταῖς θέσεσι τοὺς ἐναντίους τόπους, ὡς ἐν ταῖς φοραῖς τὰς ἐναντίας κινήσεις, ὡς ἐν τοῖς εἴδεσι τὰς ἐναντίας δυνάμεις, βαρύτητα καὶ κουφότητα, διʼ ὧν αἱ κινήσεις, οὕτω καὶ τὰς παθητικὰς ποιότητας ἐναντίας ἔχουσι. δηλοῖ δὲ καὶ ὁ Ἀριστοτέλης, ὡς ἡ γῆ τῷ πυρὶ ἐναντίον· βουλόμενος γὰρ καὶ αὐτὸς δεῖξαι, πῶς ἐστιν ἀναγκαῖον εἶναι πλείω σώματα, τοιαῦτά φησιν· ἀλλὰ μὴν εἰ γῆν, ἀνάγκη καὶ πῦρ εἶναι· ὧν γὰρ ἐναντίων θάτερον φύσει, καὶ θάτερον φύσει. ὥστε οὐδὲ αὐτὸς ἄλλον δεδύνηται τρόπον δεῖξαι πλείω τὰ στοιχεῖα, ἢ τῇ γῇ τὸ πῦρ ἐναντίον εἰπών. ἔτι τοίνυν στερεὰ ὄντα πῶς διὰ μιᾶς συνδεῖται μεσότητος; τοῦτο γὰρ ἀδύνατον ἐπὶ στερεῶν, ὡς εἴρηται καὶ πρότερον. οὔτε ἄρα μαθηματικῶς οὔτε φυσικῶς διατάττονται οἱ ταῦτα λέγοντες, ἀλλʼ ἀμφοῖν διημαρτήκασιν εἰκότως· καὶ γὰρ τὰ φυσικὰ τῶν μαθηματικῶν εἰκόνες εἰσί. μόνος δὴ οὖν ὁ Τίμαιος καὶ εἴ τις τούτῳ κατηκολούθησεν ὀρθῶς οὔτε μίαν οὔτε δύο τοῖς στοιχείοις ἀπονέμει δυνάμεις, ἀλλὰ τρισσάς, τῷ μὲν πυρὶ λεπτομέρειαν, ὀξύτητα, εὐκινησίαν, τῷ δὲ ἀέρι λεπτομέρειαν, ἀμβλύτητα, εὐκινησίαν, τῷ δὲ ὕδατι παχυμέρειαν, ἀμβλύτητα, εὐκινησίαν, τῇ δὲ γῇ παχυμέρειαν, ἀμβλύτητα, ἀκινησίαν, ἵνα τῶν στοιχείων ἕκαστον δύο δυνάμεις ἔχῃ κοινὰς τῷ παρακειμένῳ, μίαν δὲ διάφορον, ὥσπερ ἐδείκνυτο καὶ ἐπὶ τῶν μαθημάτων, ἣν εἴληφεν ἐκ θατέρου τῶν ἄκρων, καὶ ἵνα ἡ γῆ κατὰ πάσας τὰς δυνάμεις ἀντικειμένως ἔχῃ πρὸς τὸ πῦρ, καὶ ἵνα τά τε ἄκρα δύο μεσότητας ἔχῃ καὶ τὰ συνεχῆ δύο, τὰ μὲν στερεὰ ἔχοντα μέσα, τὰ δὲ τὰς δυνάμεις τὰς κοινάς. ἔστω γὰρ τὸ πῦρ λεπτομερές, ὀξύ, εὐκίνητον· καὶ γὰρ τὴν οὐσίαν ἔχει λεπτομερῆ καὶ ὀξύ ἐστιν, ὡς σχῆμα τοιοῦτον ἔχον καὶ ὡς διὰ τοῦτο τμητικὸν ὑπάρχον καὶ ἰτητικὸν καὶ διὰ πάντων διαδῦνον τῶν ἄλλων στοιχείων, καὶ εὐκίνητον, ὡς ἐγγυτάτω τε ὂν τῶν οὐρανίων καὶ ἐν αὐτοῖς ὄν· καὶ γὰρ αὐτὸ τὸ οὐράνιον πῦρ ὀξυκίνητον, καὶ τὸ ὑπὸ σελήνην ἀϊδίως αὐτῷ συγκινούμενον καὶ καθʼ ἕνα κύκλον καὶ μίαν ὁρμήν. ἐπεὶ οὖν ἐναντίον ἡ γῆ τῷ πυρί, τὰς ἐναντίας ἕξει δυνάμεις, παχύτητα, ἀμβλύτητα, δυσκινησίαν, ἃ δὴ καὶ ὁρῶμεν αὐτῇ πάντα προσόντα. τούτων δὲ οὑτωσὶ διαμαχομένων καὶ ὄντων στερεῶν καὶ ὁμοίων στερεῶν— ἀνὰ λόγον γὰρ αὐτῶν αἱ πλευραὶ καὶ αἱ δυνάμεις· ὡς γὰρ τὸ παχὺ πρὸς τὸ λεπτομερές, οὕτω τὸ ἀμβλὺ πρὸς τὸ ὀξὺ καὶ τὸ δυσκίνητον πρὸς τὸ εὐκίνητον· ὅμοιοι δέ εἰσι στερεοὶ ὧν αἱ πλευραὶ ἀνὰ λόγον, ἢ, εἰ βούλει φυσικῶς λέγειν, ὅμοια σώματά ἐστιν ὧν αἱ δυνάμεις ἀνὰ λόγον αἱ συστατικαὶ τῶν σωμάτων· καὶ γὰρ αἱ πλευραὶ δυνάμεις εἰσὶ τῶν ἀπʼ αὐτῶν χωρίων—ὄντων δʼ οὖν πυρὸς καὶ γῆς ὁμοίων σωμάτων καὶ ὁμοίων στερεῶν δύο μέσοι ἀνὰ λόγον ἐμπεσοῦνται, καὶ τῶν μέσων ἑκάτερος ἕξει τοῦ μὲν παρακειμένου τῶν ἄκρων δύο πλευράς, θατέρου δὲ τὴν λοιπήν. οὐκοῦν ἐπειδὴ τὸ πῦρ εἶχε τρεῖς πλευρὰς φυσικάς, τὰς τριττὰς δυνάμεις, λεπτομέρειαν, ὀξύτητα, εὐκινησίαν, ἀφελόντες τὴν μέσην, τὴν ὀξύτητα, καὶ ἀντεισαγαγόντες τὴν ἀμβλύτητα τὸν ἀέρα ποιήσομεν, ἔχοντα δύο μὲν τοῦ πυρὸς πλευράς, μίαν δὲ τῆς γῆς, ἢ δύο μὲν τοῦ πυρὸς δυνάμεις, μίαν δὲ τῆς γῆς, ὥσπερ καὶ ἦν προσῆκον μᾶλλον αὐτὸν τῷ ἐγγὺς κοινωνεῖν ἢ τῷ ἀφʼ ἑαυτοῦ τρίτῳ κατὰ τὴν ἀπόστασιν. πάλιν ἐπειδὴ τρεῖς εἶχεν ἡ γῆ πλευρὰς φυσικὰς τὰς ἐναντίας ταῖς δυνάμεσι ταῖς τοῦ πυρός, παχυμέρειαν, ἀμβλύτητα, δυσκινησίαν, ἀφελόντες τὴν δυσκινησίαν καὶ τὴν εὐκινησίαν εἰσαγαγόντες τὸ ὕδωρ ποιήσομεν, παχυμερές, ἀμβλύ, εὐκίνητον ὄν, κοινὰς μὲν ἔχον πρὸς τὴν γῆν δύο πλευρὰς ἢ δυνάμεις, μίαν δὲ ἀπὸ τοῦ πυρὸς λαβόν. καὶ οὕτω δὴ τὰ μέσα ταῦτα καὶ αὐτὰ πρὸς ἄλληλα αὐτοφυῶς συναφθήσεται, διτταῖς μὲν κοινωνοῦντα δυνάμεσι, μιᾷ δὲ διαφέροντα, διὰ τὴν ὁμοιότητα καὶ αὐτὰ δύο μεσοτήτων δεηθέντα, καὶ ἕκαστον οὕτως ἀεὶ τῷ πλησίον μᾶλλον συνῆπται ἢ διενήνοχεν αὐτοῦ, καὶ εἷς κόσμος ἀποτελεῖται διὰ πάντων καὶ μία τάξις ἐναρμόνιος τῆς ἀναλογίας κρατούσης. οὕτω δὲ καὶ τῶν δύο κύβων οἱ μέσοι, τοῦ η καὶ κζ, ὁ μὲν ιβ τῷ η παρακείμενος εἶχε δύο τούτου πλευράς, μίαν δὲ ἀπὸ τοῦ κζ· ἦν γὰρ δὶς δύο τρίς· ὁ δὲ ιη ἀνάπαλιν· ἦν γὰρ τρὶς τρία δίς· πλευρὰ δὲ ἦν τοῦ κζ ὁ γ ὡς τοῦ η ὁ β. συνᾴδει ἄρα τοῖς μαθηματικοῖς τὰ φυσικὰ περὶ τῶν στοιχείων τοῦ παντὸς δόγματα τοῦ Πλάτωνος. τούτων δὴ οὖν οὑτωσὶ διῃρημένων τὴν Πλατωνικὴν αὐτοῖς ἐφαρμόσωμεν λέξιν φυσικῶς. οὐκοῦν ἐπίπεδον μὲν καλέσωμεν τὸ τὰς δύο μόνας ἔχον δυνάμεις, ὥσπερ τινὲς ἔλεγον, στερεὸν δὲ τὸ τὰς τρεῖς, καὶ λέγωμεν, ὅτι, εἰ μὲν τὰ σώματα ἐπλάττομεν ἀπὸ δύο δυνάμεων, μία μεσότης ἂν συνῆπτε τὰ στοιχεῖα πρὸς ἄλληλα, ἐπειδὴ δὲ τριδύναμά ἐστιν, ὡς ἡμεῖς φαμεν, δύο συνδεῖται μεσότησι· δύο γὰρ αἱ κοιναὶ τῶν παρακειμένων εἰσὶ δυνάμεις, μία δὲ ἡ διάφορος· καὶ αὐτὰ δὲ τὰ ἄκρα, εἰ ἐκ δυοῖν εἴη δυνάμεων, διὰ μιᾶς συναφθήσεται μεσότητος. ἔστω γάρ, εἰ βούλει, τὸ πῦρ λεπτομερὲς καὶ εὐκίνητον μόνον, ἡ δὲ γῆ τἀναντία τούτων ἐχέτω, παχυμέρειαν καὶ ἀκινησίαν· τὸ τοίνυν τούτων μέσον ἐξαρκεῖ καὶ ἓν ὄν· καὶ γὰρ τὸ παχυμερὲς καὶ εὐκίνητον καὶ τὸ λεπτομερὲς καὶ δυσκίνητον ἀπόχρη μόνον εἰς τὴν σύνδεσιν ἀμφοτέρων. ἐπειδὴ δὲ τριπλοῦν ἕκαστόν ἐστι τῶν στοιχείων, δεῖται δύο μέσων τὰ ἄκρα, καὶ αὐτὰ τὰ παρακείμενα διὰ δύο συνδεῖται δυνάμεων. τὰ γὰρ στερεά—ταῦτα δέ ἐστι τὰ τριπλᾶς ἔχοντα δυνάμεις ἐναντίας οὐδέποτε μία συναρμόσει μεσότης.

Οὕτω δὴ πυρός τε καὶ γῆς ὕδωρ ἀέρα τε ὁ θεὸς ἐν μέσῳ θεὶς καὶ πρὸς ἄλληλα καθόσον δυνατὸν ἦν ἀνὰ τὸν αὐτὸν λόγον ἀπεργασάμενος, ὅ, τι περ πρὸς ἀέρα πῦρ, τοῦτο ἀέρα πρὸς ὕδωρ, καὶ ὅ, τι ἀὴρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς γῆν, συνέδησε καὶ συνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν.

`2.43–2.52`

Οἳ μὲν τῶν Πλατωνικῶν ὑπὸ τῶν Ἀριστοτέλους λόγων ἐξωσθέντες μίαν ὕλην τῶν στοιχείων παθητὴν ἐπὶ πάντα διατείνουσι τὸν κόσμον, οὐδὲν διαφέρον τῷ οὐρανῷ διδόντες, ὡς τοῦ Πλάτωνος ταῦτα πρεσβεύοντος, τὴν περὶ τοῦ πέμπτου σώματος παράδοσιν εἰς δή τινας βαρβαρικὰς δόξας ἀποπεμπόμενοι· ταύταις γὰρ ἑπόμενον τὸν Ἀριστοτέλη τὸ πέμπτον εἰσαγαγεῖν στοιχεῖον· καί πως αἰνίσσεται τοῦτο κἀκεῖνος τῶν βαρβάρων τηρήσεις ἐπιμαρτυρόμενος τῆς τοῦ αἰθέρος ἀεὶ τῆς αὐτῆς οὔσης κινήσεως. οἳ δὲ εἶναι μὲν τὸν οὐρανὸν ἑτέρας οὐσίας εἰρήκασιν, ὡς καὶ εἶδος ἕτερον ἔχοντα ζωῆς καὶ κίνησιν ἁπλουστέραν καὶ φύσιν ἀιδιωτέραν, τὸν δέ γε Πλάτωνα νῦν περὶ τῶν ὑπὸ σελήνην διαλέγεσθαι στοιχείων καὶ ταῦτα ταῖς ἀναλογίαις διακοσμεῖν, πρὸς μὲν τὰ πράγματα λέγοντες ὀρθῶς καὶ πρὸς τὴν Πλάτωνος γνώμην, τὸ διάφορον εἶναι τὴν οὐρανοῦ φύσιν τῶν μεταβλητῶν καὶ ὄντως ἐνύλων πραγμάτων, ἀμελοῦντες δὲ ἡμῶν καὶ τῶν Πλατωνικῶν ῥημάτων, ἐν οἷς φησιν ὁ φιλόσοφος, ὅτι συνέδησε καὶ συνέστησε τὸν οὐρανὸν διὰ τῆς ἀναλογίας τῶν τεττάρων στοιχείων, καὶ πάλιν προελθών, ὅτι ἐκ πυρὸς τὴν πλείστην ἰδέαν ἀπειργάζετο τῶν ἄστρων ὁ δημιουργός. φέρε οὖν, εἰ δοκεῖ, φυλάττοντες ἀμφότερα, τόν τε ὅλον κόσμον ἐκ τῶν τεττάρων εἶναι στοιχείων καὶ τὸν οὐρανὸν ἑτέρας οὐσίας, τὰς προκειμένας διασαφήσωμεν συλλαβὰς καὶ πρῶτον ἐκεῖνο διορίσωμεν· ἀνάγκη γὰρ ἢ ἄλλο εἶναι πάντη τὸ οὐράνιον τῶν τεττάρων, πέμπτον, ὥς φασί τινες, στοιχεῖον, ἢ ἐκ τῶν τεττάρων εἶναι καὶ τὸν οὐρανόν, ἢ ἐξ ἑνός τινος τῶν τεττάρων, ἢ ἐκ πλειόνων ἑνός, καὶ εἰ ἐκ τῶν τεττάρων, ἢ τῶν αὐτῶν κατʼ εἶδος τοῖς ὑπὸ σελήνην, ἢ ἄλλων. ἀλλʼ εἰ μὲν ἄλλο τὸ στοιχεῖον ἐκεῖνο παρὰ τὰ τέσσαρα, πῶς φησιν ὁ Πλάτων ἐκ τῶν τεττάρων εἶναι τὸν ὅλον κόσμον; εἰ δὲ ἐξ ἑνὸς τῶν τεττάρων, πῶς ἐρεῖ μικρὸν ὕστερον ἐκ πλείστου πυρὸς εἶναι τὰ ἄστρα; εἰ δὲ ἐκ πλειόνων ἑνός. πῶς οὐκ ἀτελὲς ἔσται τὸ θεῖον σῶμα μὴ πάντα ἔχον, τῆς γῆς πάντα ἐχούσης καὶ ὅλως τῶν ὑπὸ σελήνην; εἰ δὲ ἐκ πάντων αὐτῶν, πῶς ἐκεῖ μὲν ἄλυτος αὐτῶν ἡ σύνθεσις, ἐνταῦθα δὲ λυτή; οὐ γὰρ διὰ τὴν ἰσοκράτειαν ἄλυτα ἔσται. πόθεν γὰρ ἰσοκρατείας οὔσης ἡ ποικιλία; πῶς δὲ πλεῖστον εἶναί φησιν ἐκεῖ πῦρ ὁ Πλάτων, ἰσοκρατῶν ὄντων; εἰ δὲ ἐξ ἄλλων, πῶς ἁπλῆν κινεῖται κίνησιν ἐκεῖνα σύνθετα ὄντα; ποῦ δὲ αἱ ὁλότητες τῶν ἐκεῖ μεμιγμένων; τοιούτων δὴ τῶν ἀπόρων ὄντων βέλτιον λέγειν, ὅτι πᾶς μὲν ὁ οὐρανὸς ἐκ πυρός ἐστιν ἐπικρατοῦντος, περιέχει δὲ κατʼ αἰτίαν καὶ τὰς τῶν ἄλλων στοιχείων δυνάμεις, οἷον τὴν στερεότητα καὶ τὴν ἑδραιότητα τῆς γῆς, τὸ κολλητικὸν καὶ ἑνωτικὸν τοῦ ὕδατος, τὴν λεπτότητα καὶ τὴν διαφάνειαν τοῦ ἀέρος ὡς γὰρ ἡ γῆ πάντα περιέχει χθονίως, οὕτως ὁ οὐρανὸς πάντα πυρίως· ὥστε καὶ τὸ ἓν τὸ ἐπικρατοῦν καὶ τὰ ἄλλα περιείληπται ἐν αὐτῷ κατʼ αἰτίαν. δεῖ δὲ νομίζειν, ὅτι οὐδὲ τὸ πῦρ ἐκεῖνο τούτῳ τῷ ὑπὸ σελήνην ταὐτόν, ἀλλʼ ἐκεῖνο μὲν θεῖον πῦρ, ζωῇ συνυφασμένον μίμημά τε τοῦ νοεροῦ πυρός, τὸ δὲ ἐνταῦθα ὄντως ἔνυλον καὶ γενητὸν καὶ φθαρτόν. τὸ οὖν εἰλικρινὲς πῦρ ἐν οὐρανῷ, καὶ ἐκεῖ τὸ ὅλον πῦρ, ἡ δὲ γῆ κατʼ αἰτίαν ἐκεῖ, γῆς ἄλλο εἶδος οὖσα καὶ οἷον εἰκὸς συμφύεσθαι πρὸς τὸ θεῖον πῦρ, αὐτὸ μόνον ἔχουσα τὸ στερεόν, ὡς τὸ πῦρ τὸ φωτεινόν, καὶ ὡς τοῦτο οὐ καυστικόν, οὐδὲ ἡ γῆ παχὺ ἐκεῖ, ἀλλʼ ἑκατέρου τὸ ἀκρότατον. καὶ ὡς ἐκεῖ τὸ εἰλικρινὲς πῦρ καὶ ὄντως, οὕτως ἡ ὄντως γῆ ἐνταῦθα καὶ ἡ ὁλότης τῆς γῆς, καὶ τὸ πῦρ κατὰ μέθεξιν καὶ ὑλικῶς, ὥσπερ ἡ γῆ ἐκεῖ πρώτως. οἰκείως γὰρ ἐν ἑκατέρῳ τὸ λοιπόν, ὅπου μὲν ἡ ἀκρότης τῆς γῆς, ὅπου δὲ ἡ ὑποστάθμη τοῦ πυρός. δηλοῖ δὲ καὶ ἡ σελήνη, στερεόν τι ἔχουσα καὶ σκοτεινόν, ἀντιφράττουσα τὸ φῶς—μόνης γὰρ τὸ ἀντιφράττειν τῆς γῆς—καὶ τὰ ἄστρα, ταῖς ὄψεσιν ἀντιφράττοντα, ὡς ἂν σκιὰν ἀνωτέρω ἑαυτῶν ποιοῦντα. καὶ δῆλον, ὅτι τούτων ὄντων καὶ ἐκεῖ, πυρὸς καὶ γῆς, εἶναι καὶ τὰ μέσα τούτων ἀναγκαῖον, τὰ διαφανῆ πρώτως, ἀέρα μὲν οἷον τὸ ἐνταῦθα εὐαγέστατον, ὕδωρ δὲ οἷον τὸ ἀτμοειδέστατον καὶ τούτων ἔτι καθαρώτερον, ἵνα πάντα μὲν ἐν πᾶσιν ᾖ, οἰκείως δʼ ἐν ἑκάστοις· διὰ γὰρ ταῦτα τῷ ὁρατῷ χαρακτηρίζομεν τὸ πῦρ, ὃ παντὸς ἴδιον πυρός, καὶ τοῦτο εἰκότως· ὡς γὰρ ἡ γῆ πρώτως ἁπτόν, οὕτως πρώτως ὁρατὸν τὸ πῦρ, ὅτι οὐδενὸς δεῖται τῶν ἄλλων, ἵνα ὁρατὸν ᾖ, ὥσπερ τὰ ἄλλα δεῖται τοῦ πυρὸς εἰς τὸ ὁραθῆναι φωτίζοντος, αὐτὸ δὲ διʼ ἑαυτὸ γίνεται ὁρατόν, τοῦτο δὲ κοινὸν παντὸς πυρός. ἡ μὲν οὖν ζήτησις λέλυται. ἵνα δὲ ἡμῖν πᾶσα γένηται σαφὴς ἡ πρόοδος τῶν στοιχείων ὅσας ἔσχεν ὑφέσεις, ἄνωθεν ἀρκτέον τῆς περὶ αὐτῶν θεωρίας. τὰ δὴ στοιχεῖα ταῦτα τὰ τέτταρα, πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ, πρώτως μέν ἐστιν ἐν τῷ δημιουργῷ τῶν ὅλων κατʼ αἰτίαν καὶ ἑνοειδῶς· πάντα γὰρ ἐν ἐκείνῳ τὰ αἴτια προείληπται κατὰ μίαν περιοχήν, ἥ τε νοερὰ καὶ θεία καὶ ἄχραντος καὶ ἀκμαία τοῦ πυρὸς δύναμις καὶ ἡ συνεκτικὴ καὶ ζωοποιὸς τοῦ ἀέρος αἰτία καὶ ἡ γόνιμος καὶ ἀναθάλλοντα ποιοῦσα τοῦ ὕδατος ὕπαρξις καὶ ἡ μόνιμος καὶ ἑδραία καὶ ἀμετάστατος καὶ ἀκλινὴς ἰδέα τῆς γῆς. ταῦτα οὖν καὶ ὁ θεολόγος εἰδὼς περὶ τοῦ δημιουργοῦ φησιν·

  
σῶμα δέ οἱ πυριφεγγὲς ἀπείριτον ἀστυφέλικτον·  
  
ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο  
  
ἀὴρ εὐρυβίης·  

  
μέσση δὲ ζώνη βαθυηχέος οἶδμα θαλάσσης·  
  
πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ῥίζαι·  
ἀπὸ δὲ τούτων τῶν δημιουργικῶν αἰτίων γίνεται πρόοδος τῶν τεττάρων τούτων εἰς τὸ πᾶν—οὐκ εὐθὺς εἰς τὸν ὑπὸ σελήνην κόσμον· πῶς γὰρ τὰ ἀυλότατα τῶν ἐνυλοτάτων ἀμέσως ὑποστατικὰ καὶ τὰ ἀκίνητα τῶν πάντη κινουμένων; οὐδαμοῦ γὰρ ἡ πρόοδος ἀμέσως ἐστὶ τῶν πραγμάτων—ἀλλὰ κατά τινα εὔτακτον ὕφεσιν, καὶ διὰ τῶν προσεχῶν αἱ ἀπογεννήσεις ἐπιτελοῦνται, καθάπερ δὴ καὶ αὐτῶν τῶν στοιχείων μετὰ τὸ πῦρ οὐ τὸ ὕδωρ, τὸ ἧττον αὐτῷ κοινωνοῦν, ἀλλʼ ὁ ἀήρ, οὐδὲ αὐτῷ τῷ ἀέρι ἡ γῆ, ἀλλὰ τὸ ὕδωρ, ἵνα διὰ τῶν οἰκείων καὶ συγγενῶν καὶ σμικρὰν τὴν παράλλαξιν ποιουμένων ἡ πρόοδος ἡ ἐπὶ τὸ ἔσχατον γένηται. πῶς οὖν τῶν νοερῶν καὶ δημιουργικῶν καὶ ὅλων στοιχείων εὐθὺς ἡ ἀπογέννησις εἰς τὰ ἔνυλα καὶ σκεδαστὰ καὶ σκοτεινὰ ταῦτα γενήσεται; ταῦτα μὲν γὰρ ὑπὸ τῶν νέων θεῶν πλάττεσθαι δύναται, καὶ μάλιστα καθόσον ἔχει τὴν σύστασιν ἁπτήν· ὁ δὲ δημιουργὸς μειζόνων ἐστὶ καὶ καλλιόνων πατήρ. ἐπειδὴ τοίνυν τὰ ἐν αὐτῷ τῷ δημιουργῷ στοιχεῖα νόες εἰσὶ καὶ νοεραὶ δυνάμεις ἀμέθεκτοι, τίς ἂν εἴη πρώτη πρόοδος αὐτῶν; ἦ δῆλον, ὅτι νοεραὶ μὲν ἔτι μένουσι δυνάμεις, μετεχόμεναι δὲ ὑπὸ τῶν ἐγκοσμίων· ἀπὸ γὰρ τοῦ ἀμεθέκτου νοῦ προσεχῶς ἐπὶ τὸν μεθεκτόν ἐστιν ἡ πρόοδος, καὶ ὅλως ἀπὸ τῶν ἀμεθέκτων αἰτίων ἐπὶ τὰ μετεχόμενα καὶ ἀπὸ τῶν ὑπερκοσμίων εἰδῶν ἐπὶ τὰ ἐγκόσμια καλῶς. ταῦτα δὲ τὰ νοερὰ μὲν ἔτι μένοντα, μεθεκτὰ δέ, τίνα; καὶ ποίαν ἕξει τὴν ὕφεσιν; ἦ νοερὰ μὲν οὐκέτι ἔσται—καλῶ δὲ νοερὰ τὰ τοῦ νοῦ καὶ τῆς οὐσίας τῆς ὄντως νοερᾶς εἴδη—μεθεκτὰ δὲ ὅμως, νοερὰ δὲ οὐκ ὄντα δῆλον ὡς ἀκίνητα οὐκ ἔσται, ἀκίνητα δὲ οὐκ ὄντα αὐτοκίνητα ἔσται· προσεχῶς γὰρ ἐξήρτηται ταῦτα τῶν ἀκινήτων, καὶ ἀπὸ τῶν κατʼ οὐσίαν νοερῶν ἐπὶ τὰ κατὰ μέθεξιν ἡ πρόοδος καὶ ἀπὸ τῶν ἀκινήτων ἐπὶ τὰ αὑτὰ κινοῦντα. ἔσται οὖν ἐν ζωῇ τὰ στοιχεῖα ταῦτα νοερὰ κατὰ μέθεξιν  <span class="gap">…</span> αὐτοκινήτῳ. τί δὲ ἀπὸ ταύτης που προελεύσεται, δῆλον. ἀπὸ γὰρ τῆς ζωῆς ἐπὶ τὸ ζῶν ἡ κάθοδος—τοῦτο γὰρ τῇ ζωῇ προσεχές—καὶ ἀπὸ τοῦ κατʼ οὐσίαν αὐτοκινήτου ἐπὶ τὸ κατὰ μέθεξιν ζωῆς αὐτοκίνητον. καὶ καθὸ μὲν ἀπὸ ζωῆς ἐπὶ ζῶν προελήλυθεν, ἐξήλλακται, καθὸ δὲ ἀπὸ ἀΰλου ἐπὶ τὰ ἄυλα—λέγω δὲ τὰ ἄυλα ὡς πρὸς τὴν μεταβλητὴν ὕλην—καὶ ἀπὸ θείας ζωῆς ἐπὶ θείαν οὐσίαν, ὡμοίωται πρὸς τὴν πρὸ αὐτῶν οὐσίαν. ἐντεῦθεν τοίνυν ἀφελὼν τὸ ἄυλον ἐκεῖνο καὶ τὸ ἀμετάβλητον ποιήσεις τὰ μεταβλητὰ καὶ ἔνυλα· καὶ ταύτῃ μὲν ἠλάττωται τῶν πρὸ αὐτῶν, τὴν δὲ τάξιν καὶ τὴν συμμετρίαν τῶν κινήσεων καὶ τὴν ἐν ταῖς μεταβολαῖς ἀμεταβλησίαν ὡμοίωται πρὸς αὐτά. ἐὰν δὴ οὖν καὶ τὴν τάξιν ταύτην ἀφέλῃς καὶ πολὺ τὸ πλημμελὲς καὶ ἄστατον ἴδῃς τῶν στοιχείων, ἔσται σοι τὰ πάντων ἔσχατα καὶ τελευταίαν λαχόντα διάκρισιν γεγονότα, πάντων ὄντα τῶν πρὸ αὐτῶν ὑποστάθμαι. τῶν στοιχείων οὖν τὰ μέν ἐστιν ἀκίνητα, ἀμέθεκτα, νοερά, δημιουργικά, τὰ δὲ νοερὰ μὲν κατʼ οὐσίαν καὶ ἀκίνητα, μεθεκτὰ δὲ ὑπὸ τῶν ἐγκοσμίων, τὰ δὲ αὐτοκίνητα καὶ ἐν ζωαῖς ἔχοντα τὸ εἶναι, τὰ δὲ αὐτοκίνητα μέν, ζῶντα δὲ καὶ οὐχὶ ζωαὶ ὄντα, τὰ δὲ ἑτεροκίνητα μέν, κινούμενα δὲ τεταγμένως, τὰ δὲ ἄτακτα καὶ ταραχώδη καὶ συγκεχυμένα. τοσαύτης δὲ διαφορότητος οὔσης τί χρὴ ταράττειν τὸν λόγον ὡς μοναχῶς ὄντων τῶν στοιχείων; ὅσαι γάρ εἰσι μεσότητες τοῦ τε δημιουργοῦ καὶ τῶν ὑπὸ σελήνην, τοσαυταχῶς τὰ στοιχεῖα δεῖ θεωρεῖν, διότι διὰ τῶν μέσων αὐτοῖς ἡ πρόοδος. ἔστιν ἄρα καὶ ἐν τῷ οὐρανῷ στοιχεῖα, καὶ οὐ τοῦτον τὸν τρόπον, ὃν ἐν τοῖς γενεσιουργοῖς σώμασιν· οὐδὲ γὰρ ἐν οὐρανῷ τοῦτον τὸν τρόπον, ὃν ἐν τῷ δημιουργῷ· πρὸς δὲ τούτοις πυρὸς ὄντος οὐρανίου—δηλοῖ δὲ τὸ φῶς, εἶδος ὂν πυρός—καὶ γῆς—ἢ πῶς ἡ σελήνη φωτιζομένη σκιὰν ποιεῖ, καὶ οὐ δίεισι διὰ πάσης αὐτῆς τὸ ἡλιακὸν φῶς; —ἀνάγκη καὶ τὰ μέσα εἶναι ἐν ἐκείνοις, ἄλλα δὲ ἀλλαχοῦ πλεονάζειν, καὶ ὅπου μὲν διὰ τὴν στερεότητα τὸ πύριον εἶναι τηλαυγές, ὡς ἐπὶ τῶν ἀστρῴων σωμάτων, ὅπου δὲ διὰ τὴν λεπτότητα λανθάνειν ἡμᾶς, ὡς καὶ τὸ τῶν σφαιρῶν τῶν τὰ ἄστρα φερουσῶν· ἴδιον γὰρ οὖν παντὸς πυρὸς τὸ ὁρατόν, ἀλλʼ οὐ τὸ θερμὸν οὐδὲ τὸ ἐπιπολαστικόν, καὶ γῆς πάσης τὸ στερεὸν καὶ ἁπτόν, ἀλλʼ οὐ τὸ βαρὺ καὶ ὑφιζάνον πᾶσι καὶ κατώφορον. κἂν ταύτας λαμβάνωμεν τὰς ἰδιότητας, εὑρήσομεν καὶ ἐν τῷ οὐρανῷ πῦρ καὶ γῆν κατὰ τὸ ἀνάλογον, τοῦ μὲν πυρὸς τὴν οὐσίαν ἀφορίζοντος, τῶν δʼ ἄλλων συνυπαρχόντων. καὶ γὰρ αὖ καὶ ἐκεῖνο ῥητέον, ὅτι τὰ αἴτια καὶ τὰ ποιητικά τινων πανταχοῦ προείληφε τὰς τῶν κοσμουμένων ὑπʼ αὐτῶν καὶ ποιουμένων δυνάμεις, καὶ μάλισθʼ ὅταν κατὰ φύσιν ποιῇ· καὶ γὰρ ἡ φύσις οὕτως ὀδόντος ἔχει καὶ ὀφθαλμοῦ καὶ χειρὸς εἶδος, ᾧ καὶ τὴν ὕλην μορφοῖ, καὶ οὐ πᾶς ὀφθαλμὸς διαστατός ἐστιν, ἀλλʼ ἔστιν ὅπου καὶ ἀμερὲς ἔχει τὸ εἶδος. ἔτι δὲ ἡ ψυχὴ μία τέ ἐστι καὶ ἔχει τὸ μὲν θεῖον ἐν ἑαυτῇ, τὸ δὲ ἄλογον, καὶ ἐν τῷ θείῳ περιέχει τὰς ἀλόγους δυνάμεις λογικῶς, αἷς κατευθύνει τὴν ἀλογίαν καὶ τάττει δεόντως, καὶ οὔτε τὸ ἓν τῆς ψυχῆς ἀπόλωλε διὰ τὰς διαφόρους οὐσίας οὔτε τὸ πλῆθος  <span class="gap">…</span> ἄλλως γάρ ἐστιν ἐν τῷ κρείττονι ταῦτα καὶ ἄλλως ἐν τῷ χείρονι. κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ ὁ κόσμος εἷς καὶ πολύς. ἄλλο γὰρ ὁ οὐρανὸς καὶ ἄλλο ἡ γένεσις· καὶ κοσμεῖται ἡ γένεσις ἐκ τοῦ οὐρανοῦ· καὶ ἔστι τὰ στοιχεῖα ταῦτα καὶ ἐν οὐρανῷ, ἀλλʼ οὐρανίως· καὶ γὰρ ἐν ψυχῇ ψυχικῶς, καὶ ἐν τῷ νῷ νοερῶς, καὶ ἐν τῷ δημιουργῷ δημιουργικῶς. καὶ πῶς γὰρ ἄλλως ἔμελλε ταῖς ἐκεῖθεν ἀπορροίαις διακυβερνᾶσθαι μὴ καὶ ἐν ἐκείνοις ὄντα τρόπον ἕτερον; οὕτω καὶ ἐν ταῖς τέχναις ὁρᾶν ἔξεστιν οὐ τὸν ἰατρὸν ἐπιστατοῦντα τῷ τέκτονι· οὐ γὰρ προείληφεν ὁ ἰατρὸς τὰ τεκτονικά· οὐδὲ τὸν μηχανικὸν τῷ ὀψοποιῷ· οὐ γὰρ προείληφεν ὁ μηχανικὸς τὰ ὀψοποιικά· τοῦ δὲ προειληφότος ἐστὶ τὴν ὅλην δύναμιν τὸ κυβερνᾶν αὐτήν· ἀλλὰ τῷ μὲν τέκτονι πάντως ὁ μηχανικός, τῷ δὲ ὀψοποιῷ δῆλον ὡς ὁ ἰατρός. εἰ τοίνυν καὶ ὁ οὐρανὸς κυβερνᾷ πᾶσαν τὴν γένεσιν, ἔσται καὶ ἐν αὐτῷ τὰ στοιχεῖα πρώτως. οἱ δὲ Πυθαγόρειοι ἔλεγον ἐν τῷ οὐρανῷ θεωρεῖσθαι τὰ στοιχεῖα διχῶς, ἄλλως μὲν πρὸ ἡλίου, ἄλλως δὲ μετὰ ἥλιον. γῆ μὲν γὰρ αἰθερία ἡ σελήνη· τοῦτο μὲν οὖν καὶ ὁ θεολόγος εἴρηκε σαφῶς·

  
μήσατό τʼ ἄλλην γαῖαν ἀπείριτον, ἥν τε σελήνην  
  
ἀθάνατοι κλῄζουσιν, ἐπιχθόνιοι δέ τε μήνην,  
  
ἣ πόλλʼ οὔρεʼ ἔχει, πόλλʼ ἄστεα, πολλὰ μέλεθρα·  
ὕδωρ δέ, φασίν, αἰθέριον ὁ Ἑρμῆς, ἀὴρ δὲ ἡ Ἀφροδίτη, πῦρ δὲ ὁ Ἥλιος. πάλιν ὁ μὲν Ἄρης πῦρ οὐράνιον, ὁ δὲ Ζεὺς ἀὴρ οὐράνιος, ὁ δὲ Κρόνος ὕδωρ οὐράνιον, ἡ δὲ ἀπλανὴς οὐρανία γῆ. καὶ οὕτω μὲν διῃρημένως λέγοντές φασιν, ἀκρότητας μὲν πανταχοῦ ποιοῦντες πῦρ καὶ γῆν, συνάπτοντες δὲ διὰ τῶν μέσων, διὰ μὲν Ἀφροδίτης καὶ Ἑρμοῦ τὰ αἰθέρια· συναγωγὸν γὰρ ἀμφότεροι δύναμιν ἔχουσι καὶ ἑνοποιόν· διὰ δὲ Κρόνου καὶ Διὸς τὰ οὐράνια· τὸ γὰρ συνοχικὸν τῶν ὅλων καὶ τὸ σύμμετρον ἐν ἅπασιν ἀπʼ αὐτῶν παραγίγνεται· καὶ ταῦτά φαμεν κατὰ τὴν παραδοθεῖσαν ὑπὸ πολλῶν ἱστορίαν. ἐπεὶ ὅτι γε οὐ Πλατωνικὸς ὁ τρόπος οὗτος τῆς διανομῆς, ἐπεστήσαμεν· ὁ γὰρ Πλάτων ὑπὲρ σελήνην εὐθὺς τάττει τὸν ἥλιον, ἔπειτα Ἀφροδίτην καὶ ἐπὶ ταύτῃ τὸν Ἑρμῆν· δεῖ δʼ οὖν ἐννοεῖν, ὅτι καὶ ἐν ἑκάστῃ σφαίρᾳ πάντα ἐστίν, ὅπου καὶ ἐν τοῖς ὑπὸ σελήνην στοιχείοις ἕκαστον μετέχει καὶ τῶν λοιπῶν· καὶ γὰρ τὸ πῦρ γῆς· εὐκίνητον γὰρ ὂν τάχιστα ἂν διεφορήθη μηδεμιᾶς μετασχὸν ἑδραιότητος. καὶ ἡ γῆ τοῦ πυρός· δυσκίνητος γὰρ οὖσα δεῖται τοῦ ἀναζωπυροῦντος καὶ ἀναθάλποντος αὐτὴν θερμοῦ. ὅπου τοίνυν καὶ ἐν τούτοις οὕτως, πῶς οὐχὶ πολλῷ μᾶλλον ἐν ἐκείνοις πάντα ἐστὶ καθʼ ἑκάστην σφαῖραν, εἰ καὶ τὰ μὲν πυρὸς πλείονος, τὰ δὲ ἀέρος, τὰ δὲ ὕδατος, τὰ δὲ γῆς μετείληφεν; πάλιν οὖν ἐξ ἀρχῆς εἴπωμεν, ὅτι τῶν στοιχείων ἄλλως μὲν ὡς ἀμιγῶν νοουμένων, ἄλλως δὲ ὡς μεμιγμένων, καὶ τῆς μὲν πρώτης αὐτῶν μίξεως τὸν οὐρανὸν ποιούσης ἔχοντα πάντα πυρίως, ἐν ᾧ πάντων αἱ ἀκρότητές εἰσι, τῆς δευτέρας δὲ τὸ ὑπὸ σελήνην, ἐν ᾧ πάντα μέσως ἐστί, τῆς δὲ ἐσχάτης τὰ ὑπὸ γῆν, ἐν οἷς αἱ ὑποστάθμαι πάντων εἰσί· Πυριφλεγέθων, φασί, καὶ Ἀχέρων, Ὠκεανός τε καὶ Κωκυτός· ἔξεστι λέγειν, ὅτι καὶ τέτταρα τὰ πανταχοῦ στοιχεῖα τὰ ἀμιγῆ καὶ πέντε, τοῦ μὲν οὐρανοῦ παντὸς ὡς ἑνὸς ληφθέντος, τῶν δὲ τελευταίων ἐν τῇ γῇ περιεχομένων. ἀλλὰ τὰ μὲν πέντε στοιχεῖα τοῦ κόσμου λέγεται στοιχεῖα, διότι δὴ συμπεπλήρωται ἀπʼ αὐτῶν ὁ κόσμος, τὰ δὲ τέσσαρα στοιχεῖα καὶ τούτων ἑκάστου στοιχεῖα ῥηθήσεται· καὶ γὰρ ὁ οὐρανὸς ἐκ τούτων καὶ ἡ γένεσις. ἔστιν ἄρα καὶ πέμπτης οὐσίας ὁ οὐρανὸς παρὰ ταῦτα τὰ τέσσαρα, σύμμικτα ὄντα ἐκ τῶν ἁπλῶν· ἐν αὐτῷ γὰρ οὐ ταῦτά ἐστιν, ἀλλʼ αἱ ἀκρότητες αὐτῶν καὶ τέσσαρα τὰ στοιχεῖα πάντων τὰ ἀμιγῆ καὶ ταῖς οἰκείαις μορφαῖς ἀλλήλων ἀφωρισμένα. καὶ ταῦτα τῷ τε Πλάτωνι συμφωνότατά ἐστι, νῦν μὲν λέγοντι τὸν οὐρανὸν ἐκ τῶν τεττάρων εἶναι στοιχείων ἀναλογίᾳ συνδεδεμένων καὶ ὅλον τὸν κόσμον συνεστάναι, μικρὸν δὲ ὕστερον τὰ πέντε σχήματα πλάττοντι καὶ πέντε κόσμους ἀποκαλοῦντι — ταῦτα γὰρ καὶ πέμπτην οὐσίαν τῷ οὐρανῷ δίδωσι καὶ τὴν τῶν στοιχείων εἰσάγει τετρακτύν — καὶ τῇ ἀληθείᾳ συνερχόμενα· πάντα γάρ ἐστιν ἐκεῖ πυρίως· διὸ καὶ ἁπλοῦν σῶμα ὁ οὐρανὸς καὶ ἄλλο παρὰ τὰ τῇδε καὶ πάντα περιέχει, καὶ ἄλλα τὰ ἐκεῖ τῶν ὄντως ἐνύλων τῶν τῇδε ὄγκων. οὔτʼ οὖν πᾶσαν γῆν βαρεῖαν οὔτε πᾶν πῦρ κοῦφον εἶναι συγχωρήσομεν, ἀλλὰ τὰ μὲν ὑπὸ σελήνην ἴσως τοιαῦτα, τὰ δὲ ἐν οὐρανῷ τρόπον ἕτερόν ἐστιν· ἡ γὰρ ἐκεῖ στερεότης καὶ τὸ μόνιμον ἀπὸ γῆς. οὔκουν καθʼ ὅλην ἑαυτὴν ἑκάστη κινεῖται τῶν σφαιρῶν. τὸ δὲ φῶς καὶ τὸ εὐκίνητον ἀπὸ πυρός, τὸ δὲ συνεκτικὸν καὶ τὸ διαφανὲς ἀπὸ ἀέρος, τὸ δὲ ὁμαλὲς καὶ λεῖον ἀπὸ ὕδατος. ὅτι δὲ καὶ ὁ Πλάτων ἡμῖν δίδωσι τούτων ἀφορμάς, δείκνυσι σαφῶς μικρὸν προελθὼν ἐν οἷς φησιν· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς συνέστησεν αὐτὸν ὁ ξυνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ἀπολείπων· οὐ γὰρ εἶπεν ἐκ πυρὸς ἁπλῶς ἢ ὕδατος, ἀλλʼ ἐκ πυρὸς παντὸς καὶ ὕδατος παντός, διʼ ὧν ἐνδείκνυται πολὺ μὲν εἶναι τὸ πῦρ καὶ διαφέρον ἐν τῷ παντί, πολὺ δὲ τὸ ὕδωρ καὶ κατʼ οὐσίαν ἐξαλλαττόμενον. καὶ μὴν καὶ ἡ τῶν Ἀσσυρίων θεολογία τὰ αὐτὰ παραδίδωσι θεόθεν ἐκφανθέντα· καὶ γὰρ ἐν ἐκείνοις ὁ δημιουργὸς τὸν ὅλον κόσμον λέγεται ποιεῖν

  
ἐκ πυρός, ἐξ ὕδατος καὶ γῆς καὶ παντρόφου αἴθρης,  
καὶ ὁ ποιητὴς ὡς αὐτουργῶν τεκταίνεσθαι τὸν κόσμον·

  
καὶ γάρ τις πυρὸς ὄγκος ἔην ἕτερος τάδε πάντα  
  
αὐτουργῶν, ἵνα σῶμα τὸ κοσμικὸν ἐκτολυπευθῇ,  
  
κόσμος ἵνʼ ἔκδηλος καὶ μὴ φαίνηθʼ ὑμενώδης,  
ὃ ταὐτὸν τῷ ἵνα μὴ ἴχνη μόνα φέρῃ τῶν εἰδῶν ἀμυδρὰ καὶ ἀσθενῆ· τὸ γὰρ ὑμενῶδες τὸ ἀδιάρθρωτον σημαίνει τῶν ὅλων. ὃ δʼ οὖν εἴπομεν, ὅτι καὶ τὰ λόγια τὸ πᾶν ἐκ τῶν τεττάρων ἀπογεννᾷ στοιχείων μαρτυροῦντα τῇ παραδόσει τοῦ Πλάτωνος. περὶ μὲν οὖν τῆς τῶν φιλοσόφων κατὰ τοῦτο συμφωνίας τοσαῦτα ῥητέον. εἰ γάρ τι καὶ διαφέρον ἐστὶ κατὰ τὴν τοῦ Πλάτωνος παράδοσιν, ὀψόμεθα ἐν τοῖς ἑξῆς· ὅτι δὲ ἀναλογίᾳ δέδεται πρὸς ἄλληλα τὰ στοιχεῖα πανταχοῦ, πρόδηλον· μιμεῖται γάρ, ὥσπερ εἴπομεν, ἡ ἀναλογία τὴν θείαν ἕνωσιν καὶ δεσμός ἐστι δημιουργικός. ἀλλʼ ἡ μὲν ἐν τοῖς μαθήμασιν ἀναλογία τὸ ἀκριβὲς ἔχει καὶ τὸ ἐπιστημονικόν· ἄυλοι γάρ εἰσιν οἱ λόγοι. ἡ δὲ ἐν τοῖς φυσικοῖς οὐκέθʼ ὁμοίως· ἀλλʼ ὅση μὲν ἐν τοῖς οὐρανίοις ἐστί, μετέχει καὶ αὕτη τινὸς ἀκριβείας. ἡ δὲ ἐν τοῖς ὑπὸ σελήνην ἧττον, ἅτε ἐν ὕλῃ στρεφομένη. πάλιν οὖν ἡ τάξις διαφαίνεται τῶν στοιχείων καὶ ὡς εἰκότως ὁ Πλάτων ἀπὸ τῶν μαθημάτων ἐπάγει τὴν πίστιν τοῖς φυσικοῖς λόγοις—αἴτια γάρ ἐστιν ἐκεῖνα, καὶ ἡ δημιουργικὴ πρόοδος διὰ ψυχῆς ἐπιτελεῖται, καὶ ἡ ἀπογέννησις οἰκείως πρόεισι διὰ τῶν μέσων—καὶ ὡς τὰ μὲν οὐράνια συγγενέστερά πώς ἐστι τοῖς ἀκριβέσι λόγοις, τὰ δὲ ὑπὸ σελήνην ἀμυδρὰν ἔχει τὴν ἀλήθειαν. ταῦτα δὴ καὶ αὐτὸς εἰδὼς προσέθηκε τὸ καθόσον δυνατὸν ἦν, ἵνα μὴ πάντως ἀπαιτῇς τὸ ἀκριβὲς ἐπὶ τῶν φυσικῶν λόγων τοιοῦτον, ὁποῖον ἐν τοῖς μαθήμασίν ἐστιν· εἰ γὰρ ἐθέλοις ἐξετάσαι τῶν στοιχείων ἕκαστον, ὄψει πολλὴν ἐν αὐτῷ τὴν σύμμιξιν· οἷον ὁ ἀὴρ οὐχ ἁπλῶς ἐστι λεπτομερής· ἔχει γάρ τι καὶ παχὺ καὶ ὁμιχλῶδες καὶ ὑδατῶδες· οὐδὲ τὸ ὕδωρ ἁπλῶς εὐκίνητον· τὸ γὰρ ἔσχατον αὐτοῦ γήινόν ἐστι καὶ δυσκίνητον· αὐτοῦ δὲ τοῦ πυρὸς τὸ συμμιγὲς τῷ ἀέρι μέρος ἔοικε τῇ τοῦ ἀέρος ἀμβλύτητι, καὶ τοῦτο ἀναγκαίως· δεῖ γὰρ συνάπτειν τὰς ἀκρότητας τῶν δευτέρων ταῖς τῶν πρώτων ὑποστάθμαις. ἔτι τοίνυν τὴν ἀναλογίαν ὅπως συντίθησι κατανοητέον· ἀπό τε γὰρ τῶν μέσων ἄρχεται καὶ φυλάττει τὴν τάξιν, ὥσπερ καὶ ὁ δημιουργὸς πάντα ἐν ἀλλήλοις ἐποίησε μετὰ τοῦ διασῴζειν τὴν διάκρισιν αὐτῶν· καὶ ὅπως πᾶν τοῦτο τὸ πλέγμα σύνδεσμον προσαγορεύει καὶ σύστασιν, σύνδεσμον μέν, ὡς τὴν ἕνωσιν καὶ τὴν ἀναλογίαν ἀπὸ τῆς δημιουργικῆς αἰτίας παρεχόμενον, σύστασιν δέ, ὡς καὶ κατʼ αὐτὴν τὴν οὐσίαν ἐκεῖθεν παραγόμενον. συνδήσειε γὰρ ἄν τις καὶ ἃ μὴ συνέστησεν· ἀλλʼ οὐχ ὁ δημιουργὸς οὕτως, ἀλλʼ αὐτὸς πατήρ, αὐτὸς ἑνοποιός, αὐτὸς φύλαξ τῶν οἰκείων ἔργων ἐστὶν ἁπάντων. πρὸς δὲ τούτοις κατανοητέον, ὅτι τὴν γεωμετρικὴν μεσότητα ἢ ἀναλογίαν, ὡς εἴπομεν, ἐνταῦθα παρέλαβε καὶ ἐπεσημήνατο— τὸ γὰρ ἀνὰ τὸν αὐτὸν λόγον ἐκείνης ἐστὶν ἴδιον— ὅθεν καὶ ἀναλογίαν τινὲς κυρίως ἐκείνην ἐκάλουν. ἐοίκασιν οὖν αἱ ἄλλαι μερικωτέρων τινῶν εἶναι ἀγαθῶν παρεκτικαὶ τῷ κόσμῳ καὶ οὐ τῆς διὰ πάντων διηκούσης τάξεως καὶ τοῦ εἱρμοῦ καὶ τῆς συνεχείας, ἐπεὶ καὶ ἐν τῇ ψυχογονίᾳ τῆς συνδέσεως ἕνεκα παραλαμβάνονται τῶν γεωμετρικῶν λόγων καὶ ἐν τῇ μεσότητι ὡς ἐν ὅλῃ τῇ γεωμετρικῇ, μόνῃ οὔσῃ ἀναλογίᾳ, περιέχονται.

Ἔκ τε δὴ τούτων καὶ τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη διʼ ἀναλογίας ὁμολογῆσαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς τὸ αὐτὸν αὑτῷ συνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ συνδήσαντος γενέσθαι.

`2.53–2.55`

Ὅτι μὲν οὖν καὶ ἡ τετρὰς αὐτὴ τῶν στοιχείων πρώτως ἀπὸ τοῦ παντελοῦς ζῴου προελήλυθεν—ἦν γὰρ ἐκεῖνο νοητὴ τετράς—καὶ ὅτι διὰ τοῦτο καὶ τετραδικῶς πάντα ἐστίν, ἐναργὲς οἶμαι γεγονέναι διὰ τῶν προειρημένων, καὶ ὡς ἀπὸ μονάδος διὰ δυάδος καὶ τριάδος ἐπὶ τετράδα προῆλθεν ἡ γένεσις — ἦν γὰρ μονογενὴς ὁ κόσμος καὶ εἷς· εἶθʼ εὕρομεν, ὅτι δεῖ εἶναι ὁρατὸν ἐν αὐτῷ καὶ ἁπτόν, ἔπειθʼ, ὅτι τούτοις πλεῖστον διεστῶσι δεῖ τρίτου τινός, εἶθʼ, ὅτι τὸ μέσον δυοειδές, καὶ οὕτως εἰς τὴν τετράδα κατηντήσαμεν· καὶ τοῦτο ἄρα ἦν, ὃ καὶ ὁ εἰς τὸν ἀριθμὸν Πυθαγόρειος ὕμνος ἔλεγεν, ὅτι πρόεισι μὲν Μουνάδος ἐκ κευθμῶνος, ἔστʼ ἂν ἵκηται Τετράδʼ ἐπὶ ζαθέην, τίκτει δὲ αὕτη τὴν δεκάδα μητέρα πάντων οὖσαν — οὕτω δὲ καὶ αὐτὴν τὴν τετρακτὺν Παγὰν ἀενάου φύσεως ὕμνησεν ὁ τῶν Χρυσῶν ἐπῶν πατήρ· ὁ γὰρ κόσμος ὑπὸ τετράδος κοσμηθεὶς ἀπὸ μονάδος καὶ τριάδος προελθούσης  <span class="gap">…</span> ἀποτελευτᾷ δὲ δεκάς, ὡς πάντων περιληπτικός· ὅτι δὲ καὶ διʼ ἀναλογίας εἷς ὁ κόσμος ἐστὶν ὑποστὰς ἐκ τούτων τε τῶν στοιχείων καὶ τοιούτων κατὰ τὰς δυνάμεις καὶ τοσούτων κατὰ τὸ ποσόν, σαφῶς δεδήλωκεν οὐ τὸ ὑπὸ σελήνην, ἀλλὰ τὸ σῶμα τοῦ παντὸς εἰπὼν ἀπὸ τεττάρων γεγονέναι. τέλος δὲ τῆς ἀναλογίας ἐστὶν ἡ φιλία τοῦ κόσμου, διʼ ἣν σῴζεται καὶ αὐτὸς ὑφʼ αὑτοῦ· πᾶν γὰρ τὸ φίλον, ᾧ ἂν ᾖ φίλον, ἐκείνου βούλεται εἶναι σωστικόν, τὸ δὲ ἀλλότριον πᾶν ἀποστρέφεται καὶ οὐδὲ εἶναι βούλεται τὸ παράπαν· ὥστε τὸ αὐτὸ αὑτῷ φίλον ἑαυτοῦ σωστικόν. ὁ δὲ κόσμος διʼ ἀναλογίας καὶ συμπαθείας ἑαυτῷ φίλος ἐστίν· ἑαυτὸν ἄρα σῴζει. σῴζεται δὲ καὶ ἐκ τῆς δημιουργίας, ἄρρηκτον φρουρὰν παρʼ αὐτῆς δεχόμενος· διὸ καὶ ὁ θεολόγος κρατερὸν ἐπωνόμασε τὸν ἀπὸ τοῦ δημιουργοῦ δεσμόν, ὡς ἡ Νὺξ πεποίηται λέγουσα πρὸς τὸν δημιουργόν·

  
αὐτὰρ ἐπὴν δεσμὸν κρατερὸν περὶ πᾶσι τανύσσῃς.  
ταύτην δὲ τὴν φιλίαν τῷ παντὶ δίδωσι μὲν καὶ ἡ ἀναλογία, συνέχουσα καὶ περιέχουσα τὰς δυνάμεις τῶν ἐν αὐτῷ στοιχείων, δίδωσι δὲ καὶ ἡ ὅλη φύσις, συμπάθειαν ἐμποιοῦσα καὶ ἁρμονίαν τῶν ἐναντίων, πρὸ δὲ ταύτης ἡ ψυχή, τὴν μίαν ζωὴν ὑφαίνουσα τοῦ κόσμου καὶ πάντα τὰ μέρη τῷ ὅλῳ συναρμόττουσα, καὶ ἔτι πολλῷ πρότερον ὁ νοῦς, τάξιν καὶ τελειότητα καὶ μίαν συνοχὴν τοῖς πᾶσιν ἐναπεργαζόμενος. καὶ ἔτι πρὸ τῆς νοερᾶς οὐσίας ἡ μία θεότης τοῦ παντὸς καὶ πάντες οἱ τὸν κόσμον διαλαχόντες θεοὶ τῆς ἐν αὐτῷ προκατάρχουσιν ἑνώσεως, καὶ ἔτι πολλῷ πρότερον ὁ εἷς δημιουργός. τοῦτον δὲ τὸν μέγιστον καὶ τελεώτατον δεσμόν, ὃν περιβάλλει τῷ κόσμῳ πανταχόθεν ὁ πατὴρ ὡς φιλίας ὄντα ποιητικὸν καὶ τῆς ἐναρμονίου κοινωνίας τῶν ἐν αὐτῷ, δεσμὸν πυριβριθῆ ἔρωτος τὰ λόγια προσείρηκεν·

  
ἔργα νοήσας γὰρ πατρικὸς νόος αὐτογένεθλος  
  
πᾶσιν ἐνέσπειρεν δεσμὸν πυριβριθῆ ἔρωτος.  
καὶ τὴν αἰτίαν προσέθηκεν·

  
ὄφρα τὰ πάντα μένῃ χρόνον ἐς ἀπέραντον ἐρῶντα,  
  
μηδὲ πέσῃ τὰ πατρὸς νοερῷ ὑφασμένα φέγγει.  
διὰ γὰρ τοῦτον τὸν ἔρωτα πάντα ἥρμοσται ἀλλήλοις·

  
ᾧ σὺν ἔρωτι μένει κόσμου στοιχεῖα θέοντα.  
καὶ συνδέδεται ἄρα τὰ στοιχεῖα τὰ κοσμικὰ καὶ φιλίαν ἔχει καὶ ταύτην ἄλυτον εἰς τὸν ἄπειρον χρόνον διὰ τὴν βούλησιν τοῦ πατρός. εἰ δὲ καὶ πρὸ τούτων τὴν ὑπερκόσμιον αἰτίαν τῆς φιλίας ἐθέλοις σκοπεῖν, εὑρήσεις καὶ παρὰ τοῖς θεολόγοις αὐτὴν ὑμνημένην· τὴν γὰρ Ἀφροδίτην παρήγαγεν ὁ δημιουργός, ἵνα κάλλος ἐπιλάμπῃ καὶ τάξιν καὶ ἁρμονίαν καὶ κοινωνίαν πᾶσι τοῖς ἐγκοσμίοις, καὶ τὸν Ἔρωτα ὀπαδὸν αὐτῆς, ἑνοποιὸν ὄντα τῶν ὅλων. ἔχει δὲ καὶ αὐτὸς ἐν ἑαυτῷ τὴν τοῦ Ἔρωτος αἰτίαν· ἔστι γὰρ

  
καὶ Μῆτις πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής.  
εἰκότως ἄρα φιλίας ἐστὶν αἴτιος τοῖς δημιουργήμασι καὶ ὁμολογίας. καὶ ἴσως πρὸς τοῦτο ἀποβλέπων καὶ ὁ Φερεκύδης ἔλεγεν εἰς Ἔρωτα μεταβεβλῆσθαι τὸν Δία μέλλοντα δημιουργεῖν, ὅτι δὴ τὸν κόσμον ἐκ τῶν ἐναντίων συνιστὰς εἰς ὁμολογίαν καὶ φιλίαν ἤγαγε καὶ ταυτότητα πᾶσιν ἐνέσπειρε καὶ ἕνωσιν τὴν διʼ ὅλων διήκουσαν. ἄλυτος οὖν ὁ κόσμος διὰ ταῦτα καὶ παρʼ αὐτοῦ τοῦ ποιήσαντος· τὸ γὰρ αὐτῷ τῷ εἶναι πάντα γεννῶν πῶς ἂν εἴη φθορᾶς τοῖς πᾶσιν αἴτιον ἄλλως τε καὶ πᾶν τὸ φθειρόμενον ἢ παρὰ τὴν ὕλην φθείρεται ἢ παρὰ τὸ εἶδος ἢ παρὰ τὸ ποιῆσαν, ἕκαστόν τε τούτων διχῶς· καὶ γὰρ παρὰ τὸ ποιῆσαν ἢ ἀσθενῆσαν, ὡς ἡ μερικὴ φύσις, ἢ μεταβουλευσάμενον, ὡς ἡ μερικὴ ψυχή. καὶ γὰρ παρὰ τὸ εἶδος ἢ τὴν ἀρχὴν μὴ καλῶς συστὰν ἢ διαλυθὲν χρόνου προϊόντος. καὶ γὰρ παρὰ τὴν ὕλην ἢ ἔνδοθεν ἀσυμμέτρως ἔχουσαν ἢ ἔξωθεν βίαν ὑπομείνασαν.

`2.56`

ἑξαχῶς οὖν τῆς φθορᾶς γιγνομένης πάντας ἀναιρεῖ τοὺς τρόπους ὁ Πλάτων· οὔτε γὰρ παρὰ τὸ ποιῆσαν οὐδετέρως· παρὰ μὲν τὴν δύναμιν, ὅτι ἄριστός ἐστιν ὁ δημιουργός, καὶ ἡ ἀσθένεια χώραν ἐπʼ αὐτοῦ καὶ λόγον οὐκ ἔχει, δυνάμεσιν ἀμειλίκτοις κυβερνῶντος τὸ πᾶν· παρὰ δὲ τὴν βούλησιν, ὅτι οὐχ ἕτερα καὶ ἕτερα βούλεται, καὶ ὅτι τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ, αὐτὸς δὲ ἀγαθὸς καὶ τὸ πᾶν ἥρμοσται καλῶς· ὅμοιον οὖν βούλεσθαι τὸν δημιουργὸν μὴ εἶναι τὸ πᾶν καὶ μηδὲ αὐτὸν ἀγαθὸν εἶναι. οὖτε παρὰ τὸ εἶδος· καὶ γὰρ ἥρμοσται κατʼ ἀναλογίαν ὁ κόσμος καὶ ἔστι τέλειος καὶ εἷς, καὶ διὰ μὲν τὴν ἁρμονίαν κρατεῖ τὸ εἶδος, διὰ δὲ τὴν ὁλότητα καὶ τὴν μόνωσιν οὐδέποτε ἀνάρμοστος ἔσται. οὔτε παρὰ τὴν ὕλην· ἡ μὲν γὰρ ἀναλογία τὴν ἔνδοθεν ἀσυμμετρίαν ἀναιρεῖ, ἡ δὲ μόνωσις τὴν ἔξωθεν βίαν. οὐδαμῶς ἄρα φθαρτὸν εἶναι δύναται τὸ πᾶν. διὰ τί οὖν ὁ Πλάτων προσέθηκεν πλὴν ὑπὸ τοῦ συνδήσαντος; φανερὸν μέν, ὅτι πανταχοῦ τὸ λύειν τοῦ δήσαντός ἐστι, καὶ λάβοις ἂν ἐκ τούτου, ὅτι οὕτω γενητὸς ὁ κόσμος, ὡς ἀπὸ ἄλλης αἰτίας μόνον ὑποστάς· ὡς γὰρ ὑπʼ οὐδενὸς λυτός ἐστιν ἢ ὑπὸ τοῦ γεννήσαντος, οὕτως ἀπʼ οὐδενὸς γενητός ἐστιν ἢ ἀπʼ ἐκείνου τοῦ δήσαντος, ὅ ἐστι τὸ τὴν αἰτίαν ἔχειν, ὡς εἴπομεν, τῆς τοῦ δεθέντος λύσεως. ἔχει δὲ καὶ ἄλλην ἔνδειξιν ὁ λόγος· ἄλυτον γάρ ἐστι τὸ πᾶν παντὶ πλὴν τοῦ δήσαντος· ἐκείνῳ γὰρ οὐκ ἔστιν ἄλυτον—τοῦτο γὰρ σμικρόν—ἀλλὰ τοὐναντίον ὑπʼ ἐκείνου συνδεῖται διαιωνίως. ὡς οὖν εἰ ἔλεγεν· ἀπαραλόγιστος ὁ ἐπιστήμων ὑπὸ πάντων πλὴν ὑπὸ τοῦ νοῦ· νῷ γὰρ οὐκ ἔστιν ἀπαραλόγιστος· οὐ γὰρ ἀρκεῖ τὸν νοῦν μὴ παραλογίζεσθαι, ἀλλὰ καὶ φρενοῖ τὴν ψυχήν· οὕτως οὖν καὶ ὁ κόσμος οὐκ ἄλυτος ὑπὸ τοῦ δήσαντος, ἀλλὰ συνδεῖται μᾶλλον ὑπʼ αὐτοῦ· τοῖς μὲν γὰρ ἄλλοις ἄλυτος, ἐκείνῳ δὲ οὐχὶ τὸ μὴ λύειν, ἀλλὰ συνδεῖν προσήκει μᾶλλον, ὥσπερ καὶ ἡλίῳ τὸ φωτίζειν, οὐ τὸ μὴ σκοτίζειν· τοῦτο γὰρ ὑπάρχει τισὶ καὶ ἄλλοις.

Τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου σύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς συνέστησεν αὐτὸν ὁ συνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολείπων.

`2.57–2.58`

Ταῦτα ἐκεῖνα ἃ πρότερον ἐλέγομεν, ὅτι πολλὰς μὲν πυρός, πολλὰς δὲ ὕδατος, πολλὰς δὲ ἑκάστου τῶν ἄλλων στοιχείων οἶδεν ὁ Πλάτων διαφορότητας, ἐξ ὧν φησι πασῶν συμπεπληρῶσθαι τὸν κόσμον, τρίτον τοῦτο δημιουργικὸν δῶρον τῷ κόσμῳ διδούς· ὥστε εἰ καὶ τῶν τεττάρων τὰς μὲν ἀκρότητας ἐν οὐρανῷ, τὰς δὲ μεσότητας ἐν τοῖς ὑπὸ σελήνην, τὰς δὲ ἐσχάτας ὑποστάθμας ἐν τοῖς ὑπὸ γῆν ἀνὰ λόγον τοῖς τρισὶ δημιουργοῖς τὰ στοιχεῖα διανέμων, τῷ Διὶ τῷ Ποσειδῶνι τῷ Πλούτωνι καὶ ταῦτα ἀναθείς, ἀπολείποι, μὴ θαυμάσωμεν. ἕκαστον γὰρ αὐτῶν ὅλον παρείληπται, καὶ ἐκ παντὸς ἑκάστου τὸ πᾶν ἐστιν, εἴτε πρῶτον πῦρ καὶ οὐράνιον λέγοις, εἴτε μέσον εἴτε ἔσχατον καὶ πλημμελές, ποιότησί τισι πυρίαις χρωννύμενον· οἷον γὰρ τὸ πλημμελὲς καὶ ἄτακτον ὑπετιθέμεθα, τοιοῦτο μάλιστα διαφαίνεται τῶν ὑπὸ γῆς στοιχείων ἕκαστον, διότι προϊοῦσα ἡ δημιουργία κατὰ μικρὸν εἰς τὸ ἀκόσμητον ἀπολήγει καὶ τὸ ἐλαχίστης τάξεως μετειληφός. ταῦτα μὲν οὖν δῆλα. μέρος δὲ καὶ δύναμιν διαφέρειν φήσομεν, ᾗ τὸ μὲν ὁμοούσιον τῶν ὅλων ἑκάστῳ, ἡ δὲ δύναμις συμπληροῖ τῶν στοιχείων ἕκαστον· τοῦ μὲν γὰρ πυρὸς τὸ μέρος πῦρ, ἡ δὲ δύναμις μία τῶν ἐν τῷ πυρὶ πολλῶν ἰδιοτήτων, οἷον ἡ τῆς κινήσεως, ἡ τῆς ὀξύτητος, ἡ τῆς λεπτότητος· ἐκ δὲ τούτων ἓν ἐκεῖνο δῆλον, ὡς καὶ πᾶν πῦρ καὶ πᾶσαι αἱ δυνάμεις τοῦ πυρὸς καὶ τῶν ἄλλων στοιχείων ἐν τῷ κόσμῳ περιέχονται. τί οὖν; φαίη τις ἂν τῶν ἐκ τῆς ὑπερορίου θεοσοφίας ὡρμημένων καὶ τὰ πάντα διαιρουμένων εἰς ἐμπύριον αἰθέριον ὑλαῖον, καὶ μόνον τὸ ἐμφανὲς ὑλαῖον καλούντων· τὰ ὑπὲρ τὸν κόσμον στερεώματα τί φήσομεν, εἴτε Ὄλυμπον χρὴ καλεῖν, εἴτε ἐμπύριον, εἴτε αἰθέρας; ἦ καὶ εἰ μὴ ἐκ τῶν τεττάρων ἐκεῖνα τὰ στερεώματα, πάλιν ἀληθὲς τὸ μηδὲν μέρος τῶν τεττάρων εἶναι ἔξω τοῦ παντός, μᾶλλον δὲ ἔξωθεν, ὡς αὐτός φησι· τὸ γὰρ ἔξωθεν ἐμφαντικώτερον, ὅτι δηλοῖ καὶ τὴν βίαν, ἣν ἂν ἐπαγάγοι ταῦτα μὴ ἐντὸς ὄντα τοῦ παντός, ἀλλὰ ἔξωθεν αὐτῷ προσβάλλοντα· καὶ γὰρ ἐκεῖνα πύριά ἐστι καὶ περιέχεται ἐν τῷ σύμπαντι κόσμῳ. καὶ πάλιν ἀληθές, ὅτι μηδέν ἐστιν ἔξω τοῦ παντὸς πῦρ, ἀλλʼ ὅλον ὅσον ἐστὶ περιέχει τὸ πᾶν, οἷον ἂν ᾖ καὶ ὅσον τὸ πᾶν, καὶ ὁ τοῦ Τιμαίου λόγος πάντως ἀληθής. διὰ τί οὖν, φαίη ἄν τις, ἀπὸ τῆς ἀπλανοῦς ἀρξάμενος ὑφίστησι τὸ πᾶν; ἦ ὅτι τῷ φυσικῷ περὶ τῶν ὁρατῶν καὶ ὅλως αἰσθητῶν προσήκει ποιεῖσθαι τοὺς λόγους. ἴσως δὲ καὶ ὡς ἐν Διὸς δημιουργίᾳ τούτων εἰκότως μόνον ἐμνημόνευσεν· ἐκείνων γὰρ τὸ μέν ἐστι ζῳογονικόν, τὸ δὲ πατρικόν, δημιουργικὸν δὲ τὸ ὑλαῖον·

  
οὐ γὰρ ἐς ὕλην  

  
πῦρ ἐπέκεινα τὸ πρῶτον ἑὴν δύναμιν κατακλείει  

  
ἔργοις, ἀλλὰ νόῳ· νοῦ γὰρ νόος ἐστὶν ὁ κόσμου  
  
τεχνίτης πυρίου,  
φησὶ τὸ λόγιον. εἰ μὴ ἄρα καὶ τοῦτο δεῖ λέγειν, ὅτι καὶ αὐτὸς τὴν ψυχὴν ἀνὰ λόγον τοῖς αἰθερίοις παρήγαγε, τὸν δὲ νοῦν τῷ ἐμπυρίῳ διὸ καὶ τὴν μὲν ἐκ τριῶν συγκεκρᾶσθαί φησι μοιρῶν, τὸν δὲ νοῦν ἀμέριστον εἶναι· καὶ γὰρ τὸ αἰθέριον τριπλοῦν, καὶ ψυχοκράτωρ ὁ τοῖς αἰθερίοις ἐπιβεβηκώς ἐστι τελετάρχης, καὶ τὸ ἐμπύριον ἕν ἐστι καὶ τῇ οὐσίᾳ νοερόν, ὡς παρειλήφαμεν. ταῦτα μὲν οὖν καὶ εἰσαῦθις ἐπισκεπτέον· καὶ γὰρ ἔχει πολλὰς ἀπορίας, ὅπως συνᾴσεται τοῖς τοῦ Πλάτωνος. νυνὶ δὲ ἐπὶ τὰ ἑξῆς ῥήματα μετίωμεν.

Τάδε διανοηθείς, πρῶτον μὲν ἵνα ὅλον ὅτι μάλιστα ζῷον τέλειον ἐκ τελείων τῶν μερῶν εἴη, πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένον, ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτʼ ἄν· ἔτι δὲ ἵνα ἀγήρων καὶ ἄνοσον ᾖ κατανοῶν, ὡς συστατῷ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάντα ὅσα δυνάμεις ἰσχυρὰς ἔχει περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως, λύει καὶ νόσους γῆράς τε ἐπάγοντα φθίνειν ποιεῖ.

`2.59–2.64`

Τρεῖς αἰτίας ἀποδίδωσιν, ὡς συλλήβδην εἰπεῖν, διʼ ἃς οὐδὲν ἔξω τοῦ παντὸς ἀπολείπει στοιχεῖον, τὴν τελειότητα, τὴν ἑνότητα, τὴν ἀϊδιότητα. πᾶσαι δὲ αὗται πρὸς τὸ ὑποκείμενον ἀντιστρέφουσιν· εἴτε γὰρ τέλειον τὸ πᾶν, οὐδέν ἐστιν ἐκτὸς αὐτοῦ· τέλειον γάρ ἐστι τὸ πάντα ἔχον ἐν ἑαυτῷ τὰ μέρη καὶ τὰ συμπληρωτικὰ αὐτοῦ· εἴτε μηδέν ἐστιν ἔξω τοῦ παντός, τέλειόν ἐστι· τὸ γὰρ πάντα ἀπειληφὸς παντελές ἐστιν· εἴτε αὖ εἷς ὁ κόσμος, οὐδέν ἐστιν ἐκτὸς αὐτοῦ· γένοιτο γὰρ ἂν ἐκ τοῦ ἔξω καὶ ἄλλος· διὰ τί γὰρ ἐκ μὲν τούτων ἕν τι γέγονεν, οὐδὲν δὲ ἐξ ἐκείνων γένοιτό γʼ ἄν; εἴτε μηδέν ἐστιν ἐκτός, εἷς ὁ κόσμος. καὶ πάλιν, εἰ ἀΐδιος ὁ κόσμος, οὐκ ἔστιν ἔξω σῶμα τοῦ παντὸς ὁμογενὲς τοῖς ἐν αὐτῷ στοιχείοις· εἰ γὰρ εἴη τι, προσβάλλον αὐτῷ λυπήσει καὶ διαλύσει τὸ πᾶν· ἔξω γὰρ ὂν ἀλλότριον ἂν εἴη τοῦ κόσμου, ἀλλότριον δὲ ὂν ἐνοχλήσει τὸ πᾶν. καὶ εἰ μηδέν ἐστιν ἐκτός, ἀΐδιος ὁ κόσμος· οὐ γὰρ ἕξει τὸ φθαρτικόν. καὶ ἡ μὲν ἀληθὴς ὑπόμνησις τῆς τε μονότητος καὶ τῆς ἀϊδιότητος καὶ τῆς τελειότητος τοῦ παντὸς ἀπὸ τοῦ παραδείγματος εἴληπται πρότερον· ἐκεῖνο γὰρ ἦν παντελές, μονοειδές, αἰώνιον, τὸ μὲν διὰ τὸ ἓν ὄν, ἀφʼ οὗ τὸ μονογενές, τὸ δὲ διὰ τὸν αἰῶνα, ἀφʼ οὗ τὸ ἀΐδιον, τὸ δὲ διὰ τὸ περιέχειν αὐτὸ πάντα τὰ εἴδη τῶν νοητῶν ζῴων· τοῦτο γὰρ ἴδιον λοιπὸν τοῦ παντελοῦς ζῴου. ἔστι δὲ τὸ μὲν παντελὲς τελείων αἴτιον, τὸ δὲ μονοειδὲς μοναδικῶν, τὸ δὲ αἰώνιον ἀϊδίων, ἐπειδὴ πᾶν τὸ παράγον ὅμοιον ἑαυτῷ παράγει τὸ δεύτερον, καὶ μάλισθʼ, ὅταν κατʼ οὐσίαν ποιῇ καὶ ἔχῃ τὴν ἐνέργειαν οὐσίαν. δείκνυται δὲ ὅμως καὶ ἀπὸ τούτων ὡς ὑλικῶν αἰτίων ἕκαστον τούτων· εἰ γὰρ μηδὲν ἔξω τοῦ παντός, εἰ πάντα τὰ οἰκεῖα μέρη συνείληφε,  <span class="gap">…</span> τέλειόν ἐστιν, ἀΐδιόν ἐστιν. ἀπορήσειε δʼ ἄν τις, πῶς ἀπὸ τῆς ἀϊδιότητος ἐπιχειρήσας ἔφατο μηδὲν ὑπολελεῖφθαι τοῦ παντὸς ἔξω· καὶ γὰρ ἄλλα ἐστὶν ἀΐδια, καὶ ἔστι τι αὐτῶν ἐκτός, ὥσπερ τῶν οὐρανίων. ἦ τούτων καὶ ἐκτὸς ἂν εἴποις εἶναι τὰ ἄλλα καὶ οὐκ ἐκτός· ὡς μὲν διωρισμένα κατὰ φύσιν, ἐκτός, ὡς δὲ συμπαθῆ πρὸς αὐτὰ καὶ ὑπὸ μιᾶς αὐτοῖς περιεχόμενα φύσεως κυριωτέροις οὖσι μορίοις, οὐκ ἐκτός. εἰ δέ τι τοῦ παντὸς ἦν ἔξω, μόνως ἂν ἦν ἔξω, μηδεμίαν ἔχον συμπάθειαν πρὸς τὸν κόσμον, ἀλλὰ ἀλλότριον ὑπάρχον καὶ τῆς ἐν αὐτῷ ζωῆς ἠρημωμένον καὶ τῷ κενῷ παρεμπίπτοντι διακοπτόμενον. εἰ δὲ δὴ περὶ τῶν ὀχημάτων ἀποροίη τις τῶν ψυχικῶν, πῶς ἀπαθῆ ἐστιν ὑπὸ τῶν τῇδε στοιχείων οὐ κρατοῦντα αὐτῶν ὥσπερ τὰ θεῖα σώματα, λεκτέον, ὅτι τότʼ ἂν ἔπασχεν ὑπʼ αὐτῶν, εἰ ὅμοια ἦν τοῖς στοιχείοις, ἐξ ὧν αὐτὰ συνέστηκε· νῦν δὲ ἐξ ἄλλων συνεστῶτα μένει κατὰ τὴν ὑπόθεσιν ἄλυτα. πάντη δὲ ὅμως ἀπαθῆ οὐκ ἔστιν, ἀλλὰ προσκολλωμένων αὐτοῖς τῶν ὑλικῶν σωμάτων τῆς κατὰ φύσιν κινήσεως παραθραύεται καὶ κινεῖται πλημμελῶς, οὔτε κυκλίζεσθαι δυνάμενα διὰ τὴν ἐκείνων συνάρτησιν οὔτε εὐθυπορεῖσθαι διὰ τὴν ἑαυτῶν φύσιν. ὅθεν δὴ καὶ αὐτὸς τεταραγμένας ἡμῶν ἀποκαλεῖ τὰς περιόδους, οὐ μόνον διὰ τὰς ψυχικὰς κινήσεις, ἀλλὰ καὶ διὰ τὰς τῶν ἡμετέρων ὀχημάτων, τοιαύτας ἀπὸ τῶν τῇδε σωμάτων τῆς προσπλάσεως γεγονυίας. εἰ ἄρα ἀΐδιον τὸ πᾶν καὶ ἀεὶ κατὰ φύσιν ἔχοι, οὐδὲν ἐκτὸς αὐτοῦ δέον ἦν εἶναι· τοῦτο γὰρ ἀλλότριον ὂν αὐτοῦ παντελῶς προσπῖπτον ἔξωθεν αἴτιον ἂν ἐγένετο φθορᾶς. δύναιο δʼ ἂν καὶ ἀντιστρέψας λέγειν, ὅτι τὸ ἵνα ἀΐδιον ᾖ τὸ πᾶν συμπέρασμά ἐστι, μέσον δὲ καὶ τούτου αἴτιον τὸ μηδὲν ἐκτὸς εἶναι τοῦ παντός· διότι γὰρ οὐδέν ἐστιν ἔξω τοῦ παντός, οὐδὲν αὐτῷ δύναται φθορὰν ἐπάγειν ὡς ἀλλότριον· ὥστε ἀΐδιον. τῷ μὲν οὖν παντὶ καὶ τοῦτο τῆς ἀϊδιότητος αἴτιον, τοῖς δὲ ἐν αὐτῷ μέρεσιν οὐ τοῦτο μέν, ἄλλα δέ ἐστιν αἴτια τῆς ἀφθαρσίας, οἷον τὸ ἀπὸ τοῦ ἑνὸς ὑποστῆναι δημιουργοῦ· πᾶσι γὰρ ἁπλῶς οὗτος τῆς ἀθανασίας αἴτιος· ὥστε τὸ πᾶν ἄφθαρτον μειζόνως· καὶ γὰρ διὰ τὸν δημιουργὸν καὶ διὰ τὸ μηδὲν ἐκτὸς εἶναι τοῦ παντός. οὕτω δὲ δυνατὸν καὶ τἆλλα ἀντιστρέφειν, οἷον ὅτι, ἐπειδὴ οὐδὲν ἔξω τοῦ παντός ἐστι, μονογενές ἐστιν, ἵνα τριχῶς ᾖ μονογενές, διὰ τὸ παράδειγμα, διὰ τὴν ὕλην πᾶσαν αὐτὴν περιέχον, διὰ τὸν δημιουργὸν ἕνα ὄντα· καὶ ὅτι παντελές, διότι πάντων περιεκτικόν. τούτων μὲν οὖν ἕκαστον δῆλον. ἐπὶ δὲ τῶν τούτοις ἀντιστρεφόντων, οἷον εἰ μονογενές, οὐδὲν ἔχει ἐκτός, πάλιν ἡ αὐτὴ ἔνστασις· καὶ ὁ τρόπος τῆς λύσεως, ὅτι τὸ ἐξαίρετον εἴληπται μονογενὲς τοῦ παντός, ὃ μηδὲν ἔχει σύζυγον· τὸ δὲ εἰ παντελές, οὐδὲν ἔχει ἐκτός, αὐτόθεν ἐπὶ μόνου τοῦ παντὸς ἀληθές· καὶ εἶεν ἂν αἱ ἀποδείξεις τοιαίδε τινές· τὸ πᾶν μονογενές· εἰ δὲ μονογενές, οὐδὲν ἂν ἔχοι ἑαυτοῦ ἐκτός, ἐξ οὗ ἂν ἄλλο γένοιτο τοιοῦτο. τὸ πᾶν ἄλυτον· εἰ δὲ ἄλυτον, οὐδὲν ἀλλότριον τῶν ἐξ ὧν ἐστιν εἴη ἂν αὐτοῦ ἐκτός. τὸ πᾶν παντελές· εἰ δὲ παντελές, οὐδὲν αὐτοῦ ἐστιν ἐκτός· παντελὲς γὰρ τὸ μηδὲν ἐλλεῖπον. διὸ καὶ Ἀριστοτέλης μόνως τέλειόν φησι τὸ πᾶν, τὰ δὲ ἐν αὐτῷ πάντα ἀτελῆ, μέρη ὄντα τοῦ παντός. ταῦτα μὲν οὖν ἐστιν, ὡς συνελόντι φάναι, περὶ ὧν ποιεῖται τοὺς λόγους· εἰ δὲ βούλει, καὶ αὐτὴν τὴν λέξιν ἐπιδράμωμεν. Τῷ μὲν οὖν τάδε διανοηθεὶς τὴν διῃρημένην ἐν τῷ δημιουργῷ νόησιν ἀνελίττει διάνοιαν αὐτὴν ὀνομάζων, ἐπειδὴ διανοητικῶς αὐτὴν αἱρεῖ καὶ οὐ διʼ ἁπλῆς ἐπιβολῆς· καὶ γὰρ τὸ πολυσχιδὲς τῶν τῆς αἰτίας ἀπολογισμῶν διανοίας ἔργον ἐστί, νοῦ δὲ τὸ μονοειδὲς καὶ τὸ ἐν τῇ μιᾷ νοήσει τὰ πάντα περιειληφός. ἑαυτὸν οὖν κήρυκα ποιήσας τῶν ἐν τῷ δημιουργῷ προειλημμένων αἰτίων τὴν ἑαυτοῦ διάνοιαν εἰς τὴν ἐκείνου μονοειδῆ νόησιν ἐπανήνεγκεν. οὕτω δὴ καὶ τὰ λόγια τὰς μεριστὰς τοῦ δημιουργοῦ νοήσεις διανοίας προσείρηκε·

  
μετὰ δὴ πατρικὰς διανοίας  
  
Ψυχὴ ἐγὼ ναίω θέρμῃ ψυχοῦσα τὰ πάντα.  

  
τὸ δὲ ὅλον ὅτι μάλιστα καὶ τὸ τέλειον ἐκ τελείων  
πρὸς τὴν ὁλότητα τὴν νοερὰν καὶ τὴν παντότητα τὴν νοητὴν ἐξομοιοῖ τὸν κόσμον· τὰ μὲν γὰρ μέρη κατὰ τὴν πρὸς τὸ ὅλον ἀναφορὰν λέγεται καὶ τέλεια ἀφʼ ἑαυτῶν οὐκ ἔστιν, ἀλλὰ τὴν μὲν ὡς μερῶν ἔχει τελειότητα, τῆς δὲ ἁπλῶς τελειότητός ἐστιν ἄμοιρα· τὸ δὲ πᾶν κυρίως ὅλον ἐστίν· ἄλλο γὰρ ἦν τὸ ὅλον ὁλικῶς, ἄλλο τὸ μέρος ὁλικῶς, καὶ τρίτον ἄλλο τὸ ὅλον μερικῶς, ἔσχατον δὲ τὸ μέρος μερικῶς. καὶ τὸ μὲν πᾶν ὅλον ὁλικῶς ἐστιν, ὡς ὅλον ἐξ ὅλων· ἑκάστη δὲ τῶν σφαιρῶν μέρος ὁλικῶς κατὰ δεύτερον εἶδος ὁλότητος· τὰ δὲ μερικὰ ζῷα ὅλα ἐστὶ μερικῶς· τρίτη γὰρ ὁλότης ἐν τούτοις, ἀλλὰ μετὰ τῆς μερικῆς ἰδιότητος· τὰ δὲ μέρη τούτων μέρη μερικῶς· μέρη γάρ ἐστι μόνον. καὶ μὴν καὶ τὸ ἅτε οὐχ ὑπολελειμμένον, ἐξ ὧν ἄλλο τοιοῦτο γένοιτʼ ἂν αἰτίας ἀπολογισμός ἐστι, διʼ ἣν εἷς ὁ κόσμος, ὑλικῆς δὲ αἰτίας· εἰ μὲν γὰρ εἴη τι ἐκτὸς τοιοῦτον, γένοιτʼ ἂν καὶ ἄλλος ἐξ αὐτοῦ κόσμος μείζων ἢ ἐλάσσων· οὐ γὰρ δὴ ἀκόσμητον ὁ δημιουργὸς αὐτὸ ἀφίησι· βούλεται γὰρ ἀγαθὰ πάντα εἶναι, φλαῦρον δὲ μηδέν. εἰ δὲ εἷς ὁ κόσμος, οὐδὲν τοιοῦτον, οἷά ἐστι τὰ ἐξ ὧν γέγονεν αὐτός, ἔστιν ἐκτὸς ὑπολελειμμένον. καὶ μήποτε τοῦτο προσέθηκε διὰ τὰ οὐράνια καὶ ὅλως τὰ μοναδικά· καὶ γὰρ ταῦτα μοναδικά ἐστιν, οὐχ ὑπολελειμμένων ἔξω αὐτῶν ἄλλων, ἐξ ὧν τοιαῦτα γένοιτο ἄν· ἕκαστον γὰρ ἐκ τούτων συνέστηκεν, ἃ τῷ μεγέθει καὶ τῇ δυνάμει καὶ τῷ πλήθει μόνον ἐστὶν ἐκείνων συστατικά, ἄλλου δὲ οὐδενός· διὸ καὶ μοναδικὰ λέγεται, διότι ἐκ μόνων ἐκείνων μόνον συνέστηκεν, ἄλλο δὲ οὐδὲν οὐδὲ τῶν ἁπλῶν ἐστι τοιοῦτον κατὰ πάντα, οἷον τὸ ἑκάστου τούτων στοιχεῖον. καὶ τοῦτο Πλάτωνος ἦν τῆς ὑψηλονοίας, ὅτι μόνον ἐκεῖνο φθείρεται ὑπὸ τῶν περιεστώτων, ὅπερ ἂν ᾖ ἐκ τοιούτων, οἷα ἐκεῖνά ἐστιν, ὥστε εἶναι καὶ πυρὸς καὶ ἑκάστου στοιχείου τοσαύτας διαφορότητας, ὅσα ἐστὶ τὰ μοναδικά, ἐξ ὧν τὸ πᾶν, καὶ τὸν δημιουργὸν τοσαύτας ἰδέας ὑποστῆσαι τῶν ἁπλῶν, ὅσας ἔμελλε παράγειν τῶν συνθέτων, ὡς πάσας ἑνός τινος εἶναι συμπληρωτικάς, καὶ ἄλλο ἐξ αὐτῶν γεγονέναι μηδέν. τὸ δὲ ἀγήρων καὶ ἄνοσον πρόδηλον ἔχει τὴν αἰτίαν· καὶ γὰρ ἡ νόσος φύεται διὰ τὴν τῶν ἐπεισιόντων ἀσυμμετρίαν, προσκρινομένων ἄλλων ἄλλοις τῶν ἐν ἡμῖν καὶ λυόντων τὴν ἀναλογίαν, ἣν ἔχει πρὸς τὰ λοιπά, ἐξ ὧν ἐσμεν, διʼ ἣν ἡ πλεονεξία καὶ ἡ ἔνδεια παρεισδύεται τῶν χυμῶν, καὶ τὸ γῆρας ἀσθενούσης ἐπιγίγνεται τῆς φύσεως, ὥσπερ αὐτὸς ἐρεῖ προελθών, πρὸς πολλὰ τὰ ἔξωθεν διηγωνισμένης καὶ ἄθλους ἐπʼ ἄθλοις πολλοὺς ἐκπονησάσης· οὐ γὰρ ἄπονος αὐτῇ καὶ ἡ πέψις καὶ ἡ διοίκησις τῆς τροφῆς καὶ ἡ κάθαρσις καὶ πάντα ὅσα φύσεώς ἐστιν ἔργα. καὶ λάβοις ἂν ἐκ τούτων, ὅτι καὶ τῆς Παιωνίου σειρᾶς ὁ δημιουργὸς ἔχει τὴν πηγήν, ἄνοσον καὶ ἀγήρων τὸν κόσμον ἀποτελῶν· δεῖ γὰρ εἶναι τὴν ὡς ἀληθῶς ὑγείαν πρὸ τῆς γινομένης, τὴν μόνως οὖσαν. τοιαύτη δὲ ἡ τοῦ παντός· ὅλως γὰρ εἰ ἡ τῆς συμμετρίας αἰτία τοῖς στοιχείοις ὑγεία ἐστίν, ἀνάγκη ταύτην ἐν τῷ παντὶ μάλιστα ὑπάρχειν, ἐν ᾧ καὶ ἡ μάλιστα συμμετρία τῶν πάντων στοιχείων· ὥστε καὶ ἡ ταύτης πηγὴ παρὰ τῷ δημιουργῷ πρώτως ἐστί. καὶ ἔοικεν ἄλλη μὲν εἶναι ἡ σύνδρομος τῇ ἑκάστων συστάσει τῶν συνθέτων ὑγεία, δημιουργική τις οὖσα, ἄλλη δὲ ἡ ἀνανεωτικὴ τῆς οὔσης ἢ σῳζομένης ἔτι ἢ ἀπολομένης, ἐπὶ μὲν τῶν ἄλυτον ἐχόντων τὴν συνοχὴν σῳζομένης, ἐπὶ δὲ τῶν λυτὴν ἀπολομένης· καὶ γὰρ τὰ ἄλυτα δεῖται τῶν ἀνανεούντων, ἅτε πεπερασμένα ὄντα καὶ δύναμιν ἔχοντα πεπερασμένην· ἀνανεοῦται γὰρ ἐκ τῶν ἀπειροδυνάμων. καὶ ἔστιν ἡ μὲν ἐνταῦθα τοῦ δημιουργοῦ πρόνοια περὶ τὸ πᾶν, ὅπως ἄνοσον ἔσται, τῇ συστάσει σύνδρομος τοῦ παντός· ἡ δὲ ἐν τῷ Πολιτικῷ, καθʼ ἣν τῶν πηδαλίων ἐφαπτόμενος τοῦ παντὸς τὰ πεπονηκότα ἐν τῇ προτέρᾳ περιόδῳ ἐπανορθοῖ, παράδειγμα τῆς δευτέρας ὑγείας τῆς ἀνανεωτικῆς· διὸ καὶ οἱ θεολόγοι τὴν μὲν εἰς Ἀσκληπιὸν ἀναφέρουσιν ὑγείαν, τὴν ἰατικὴν πᾶσαν τοῦ παρὰ φύσιν, εἴτε ἀεὶ τὸ παρὰ φύσιν ἀναστέλλουσαν εἴτε ποτέ, τὴν δὲ πρὸ Ἀσκληπιοῦ γεννῶσι τῇ δημιουργίᾳ συνυφεστῶσαν τῶν πραγμάτων, ἣν παράγουσιν ἀπὸ Πειθοῦς καὶ Ἔρωτος, διότι τὸ πᾶν ἐκ νοῦ καὶ ἀνάγκης ἐστίν, ὡς ἐρεῖ, τοῦ νοῦ πείθοντος τὴν ἀνάγκην, τῆς δὲ ἀνάγκης ἐπεστραμμένης πρὸς τὸν νοῦν, ἵνα πάντα πρὸς τὸ βέλτιστον ἄγῃ· δῆλον γὰρ ἐκ τούτων, ὅτι κατὰ φύσιν αὐτὴν ἔχει τὸ πᾶν ἀπὸ τῆς πρώτης ἑαυτοῦ συστάσεως διὰ τὴν ἀπὸ τοῦ νοῦ πειθὼ καὶ τὴν τῆς ἀνάγκης πρὸς τὸν νοῦν ἐπιστροφήν. ὁ δʼ οὖν δημιουργός, ὡς ἐκ τούτων δῆλον, τὴν πηγὴν περιέχει τῆς ὑγείας καὶ τῆς Ἀσκληπιακῆς καὶ τῆς δημιουργικῆς. καὶ τοῦτο μὲν τοιοῦτον. τὸ δὲ συστατὸν σῶμα τὸ σύνθετόν ἐστι καὶ ἑτεροκίνητον. τὸ μὲν οὖν αὐτοκίνητον ἑαυτοῦ σωστικόν· τὸ δὲ ἑτεροκίνητον δεῖται τοῦ μὴ ἐνοχλεῖσθαι παρʼ ἄλλων διαφερόντως· τὸ δὲ πᾶν, καθὸ σῶμα, ἑτεροκίνητόν ἐστι.

τὸ δὲ θερμὸν καὶ ψυχρὸν ὡς δραστήρια παρέλαβε καὶ ὡς ἔχοντα δυνάμεις ἰσχυράς, καὶ ὡς τὸ μὲν διὰ τῆς τομῆς, τὸ δὲ διὰ τῆς βιαίας πήξεως τὴν φθορὰν ἀπεργαζόμενον.

`2.65–2.66`

τὸ δὲ ἀκαίρως τὴν ἀσυμμετρίαν δηλοῖ καὶ τὴν ἀπὸ τῆς ἀσυμμετρίας ἀνεπιτηδειότητα, πρὸς δὲ καὶ τὸ ἀπὸ τοῦ αὐτομάτου· τοῖς γὰρ ἔξω τι τοῦ παντὸς ἀπολείπουσιν ἐδόκει τύχῃ καὶ αὐτομάτῳ τὴν περίπτωσιν ἐπιτρέπειν τῶν σωμάτων. δόξειε δʼ ἂν λέγων τὰ θερμὰ καὶ ψυχρὰ περιιστάμενα καὶ προσπίπτοντα τῷ κόσμῳ νόσον ἐποίσειν καὶ φθοράν, συγχωρεῖν θερμαντὸν αὐτὸν καὶ ψυκτὸν ὅλως ὑπάρχειν· εἰ γὰρ μὴ πάσχει τι τοιοῦτον, κἂν ᾖ θερμὰ περιεστῶτα καὶ ψυχρά, οὐδὲν ὑπʼ αὐτῶν πείσεται. λέγει δὲ οὐ τὸν κόσμον ὑπʼ αὐτῶν πείσεσθαι περιεστώτων, ἀλλὰ καθόλου πᾶν σῶμα συστατὸν ἐκ τῶν ὁμοίων τοῖς ἐν αὐτῷ καὶ ἐξ ὧν ἐστι περιεστώτων πάσχειν· καὶ εἰ μὲν ἐκ θερμῶν εἴη καὶ ψυχρῶν, ὑπὸ τούτων, εἰ δὲ ἐξ ἄλλων ἐχόντων δυνάμεις ἰσχυράς, ὑπʼ ἐκείνων· εἴτε γὰρ ἐναντία εἴη τοῖς ἐξ ὧν ἐστι, διότι ἐναντίον, φθίνειν ποιεῖ τὸ συστατόν, ᾧ προσπίπτει, εἴτε ὅμοια, λύει τὸν λόγον, καθʼ ὃν συνέστη, προσκρινόμενα τοῖς ἐν αὐτῷ ὁμοίοις. περὶ παντὸς οὖν συστατοῦ λέγων εἰκότως ὡς γνωρίμων πᾶσι καὶ θερμῶν ἐμνήσθη καὶ ψυχρῶν· ἔστι γάρ τι συστατὸν καὶ ἐκ τούτων καὶ πᾶσι γνώριμον· διὸ καὶ ὡς γνωρίμων τούτων ἐμνημόνευσεν. ἐπειδὴ δὲ οὐ πᾶν συστατὸν ἐκ τούτων, προσέθηκε καθόλου λοιπὸν καὶ ὅσα δυνάμεις ἔχει, καὶ εἰ μὴ θερμότητας καὶ ψυχρότητας· δεῖ γὰρ ἅπαν σῶμα φυσικὸν δύναμιν ἔχειν φυσικήν, καθʼ ἣν δυνήσεται ποιεῖν κατὰ φύσιν. εἰ οὖν καὶ τῷ κόσμῳ περιστήξεται σῶμα καὶ ὁτιοῦν εἴτε ἀνόμοιον εἴτε ὅμοιόν τισι τῶν ἐντός, εἰ μὲν ἀνόμοιον, ἐνοχλήσει· δεῖ δὲ τὸ ἀπαθὲς μὴ ἐνοχλεῖσθαι ἀπὸ ἀλλοτρίου καὶ οὗτινος· εἰ δὲ ὅμοιον, προσκρινόμενον ὡς ὁμοίῳ λύσει τὸν λόγον τῶν ἐν αὐτῷ στοιχείων, ἐξ ὧν ἐστι κατὰ τὸν κάλλιστον δεσμόν. τὰ μὲν οὖν καθʼ ἕκαστα τῶν λεγομένων τοιαύτην ἐχέτω τὴν ἐξήγησιν. αὐτὸ δὲ καθʼ αὑτὸ σκεπτέον, πῶς οὐδέν ἐστιν ἔξω τοῦ παντός. διὰ τί γὰρ ὁ δημιουργὸς ὁ τὴν ὕλην ὑποστήσας οὐχὶ καὶ πλείονας ὕλας καὶ πλείους κόσμους ἐδημιούργησεν; ἦ ὅτι καὶ οὗτος κατὰ τὴν ἑνάδα τὴν ἐν ἑαυτῷ τὴν ὕλην ὑπέστησε καὶ ἀεὶ ὑφίστησιν, ὥστε διὰ τοῦτο μίαν αὐτὴν εἰκότως παρήγαγε, καὶ ὅτι τὰ πολλὰ διαφορὰς ἔχει τὰς ἀπʼ ἀλλήλων αὐτὰ διοριζούσας, ἀδιάφορον δὲ ὕλη καὶ ἄποιον· κἂν γὰρ πλείους ὕλας λέγωμεν εἶναι τοῦδε τοῦ παντός, ἀλλὰ καὶ μίαν εἶναί φαμεν ἄνωθεν διʼ ὑφέσεως προϊοῦσαν μέχρι τῆς ἐσχάτης ὑποστάθμης, ἣν καὶ ὄντως ἀνείδεον εἶναι, τῆς ἀκρότητος τῆς ὕλης πολλὴν ἐχούσης πρὸς τὰ εἴδη συγγένειαν, ἐπεὶ καὶ πάντων τὰ ἀκρότατα συγγενέστατα τοῖς πρὸ αὐτῶν ἐστιν, ὥστε καὶ μίαν εἶναι καὶ οὐ μίαν τὴν διὰ πάντων διήκουσαν ὕλην αὐτὴν εἰς ἑαυτὴν ὑφιζάνουσαν. διά γε ταύτην οὖν καὶ τὸν κόσμον ἕνα παρήγαγεν αὐτὸν εἰς ἑαυτὸν ὕφεσιν ἔχοντα, καὶ ὅτι πᾶν τὸ τῷ εἶναι ποιοῦν ἓν αὐτὸ ὂν μίαν ἑαυτοῦ ποιεῖ εἰκόνα καὶ ἓν εἶδος ὅλον, καὶ μάλιστα ἀκίνητον μένον· κινηθὲν γὰρ ἄλλα καὶ ἄλλα ποιεῖν δυνατόν. ἔτι δὲ ὅτι τὸ εἰς πλῆθος μερίζειν τὴν ποίησιν οὐκ ἔστιν δυνάμεως, ἀλλʼ ἀσθενείας, ἐν δὲ τῷ ἑνὶ περιλαμβάνειν τὸ πλῆθος καὶ διὰ τῆς μονάδος συνέχειν τὸν ὅλον ἀριθμὸν περιουσίας ἐστὶ θαυμαστῆς. εἰ τοίνυν ἡ ὅλη δύναμίς ἐστιν ἐν τῷ δημιουργῷ, καὶ εἰ ἀκίνητόν ἐστιν αἴτιον, καὶ εἰ αὐτῷ τῷ εἶναι δημιουργεῖ, καὶ εἰ ἑαυτῷ γεννᾷ προσόμοιον, ἕνα καὶ ὅλον καὶ τέλειον ἀπογεννᾷ τὸν κόσμον. τί δέ; οὐχ οἷός τέ ἐστιν ὁ δημιουργὸς πολλοὺς καὶ ἀπείρους κόσμους ἐπιτροπεύειν; ἦ δυνάμεως οὐκ ἔστι τὸ πλῆθος καὶ τὸ ἄπειρον, ἀλλὰ τὸ συνάγειν τὰ διῃρημένα καὶ περατοῦν τὰ ἄπειρα· τοῦτο γὰρ ἐξομοιοῖ τὰ πράγματα τῷ ἀγαθῷ, πρὸς ὃ καὶ ὁ δημιουργὸς ἀνατείνει πᾶσαν τὴν ἑαυτοῦ ποίησιν. τοῦτο μὲν οὖν καὶ διὰ πολλῶν ἄλλων ἀποδείκνυται λόγων.

`2.67`

ὅτι δὲ τὸ μὴ ὑπολελεῖφθαι τοῦ παντὸς ἐκτός, ἐξ ὧν ἄλλο τοιοῦτο γένοιτο ἄν, θαυμαστῶς ἡμᾶς ἐπέστησε καὶ ἕκαστον τῶν μοναδικῶν μόνον ἐκ μόνων εἶναι τῶν ἁπλῶν, ἐξ ὧν ἐστι, καὶ μὴ εἶναι ἐκτὸς αὐτοῦ ἄλλα τούτοις ὅμοια, ἐξ ὧν ἄλλο γένοιτο ἂν τοιοῦτον, μάθοιμεν ἂν ἰδόντες, ὅτι παντοίαν ἀνισότητα τοῖς σπέρμασι τῶν σωμάτων ὑπάρχειν φησί, καὶ διὰ τὴν ἀνισότητα ταύτην καὶ πυρὸς εἶναι καὶ ἑκάστου διαφορὰς ἀπεριλήπτους· καὶ διὰ ταῦτα μὴ πᾶν πῦρ ὅμοιον εἶναι πρὸς πᾶν πῦρ, εἰ καὶ κοινὸν πᾶσι τὸ ὁρατόν, διὸ καὶ εἶναί τι πῦρ μὴ κᾷον, καὶ τοῦτο σμικρότητι καὶ μεγέθει παντοῖον τῶν στοιχείων, ἐξ ὧν ἐστι· τὸ δʼ αὐτὸ καὶ ἐπὶ πάντων. ἕκαστον οὖν μοναδικὸν ἐκ πάντων ἐστὶ τοιούτων, ἃ ἐν αὐτῷ μόνῳ ἐστίν, ἐν ἄλλῳ δὲ οὐδενὶ τῶν πάντων· διὸ οὐ προσκρίνεταί τι αὐτοῖς ἔξωθεν οὐδὲ συμφύεται. τοῦτο δʼ ἂν λάβοις καὶ ἀπὸ τῶν τῇδε σωμάτων· οὐ γὰρ ὑπὸ παντὸς τρέφεται, ἀλλὰ ὑπʼ ἄλλων ἄλλα, διὰ τὸ μὴ πάντα ὅμοια εἶναι τοῖς στοιχείοις, ἐξ ὧν ἐστιν· ὑφʼ ὧν δὲ τρέφεσθαι δυνατὸν ἕκαστον, ὑπὸ τούτων καὶ μεῖζον γίνεσθαι, τῶν εἰσιόντων τὰς τῶν ἐξιόντων χώρας καταλαμβανόντων. καὶ φθείρεται οὖν διὰ τοῦτο τὰ φθειρόμενα, διότι τοῖς ἐξ ὧν ἐστιν ἐναντίοις οὖσιν, ἔστιν ἐκτὸς αὐτῶν ὅμοια, τὰ μὲν ἄλλοις, τὰ δὲ ἄλλοις, καὶ προστιθέμενα τοῖς οἰκείοις ἕκαστα φθορὰν ἐπάγει τοῖς συνθέτοις, λύοντα τὴν ἐν αὐτοῖς συμμετρίαν. ἐν μὲν οὖν τοῖς φθαρτοῖς ὁ λόγος ποιεῖ μάλιστα τὴν διαφοράν, ἄλλος καὶ ἄλλος ὢν τῶν ἁπλῶν, ἐν δὲ τοῖς ἀλύτοις καὶ ἡ τῶν αὐτῶν διαφορὰ καὶ οἱ λόγοι τῆς συστάσεως αὐτῶν· διὸ καὶ ἄλυτα καὶ ὄντως μοναδικά, μόνα ἐκ μόνων ὄντα τῶν στοιχείων κατὰ λόγον ἕνα καὶ μίαν συμμετρίαν. ταῦτα μὲν οὖν ἐπὶ πλέον βασανιστέον· εὑρήσομεν γὰρ οὐκ ἄλλως ἔχοντα βλέποντες εἰς τὰ πράγματα καὶ μὴ φωναῖς ἐπαναπαυόμενοι μόναις, ὅπερ οἱ πολλοὶ πάσχοντες ἀφάσσουσι περὶ τὴν τούτων θεωρίαν· ἡμῖν δὲ ἐπὶ τὰ τοῦ Πλάτωνος ἑξῆς ἰτέον.

Διὰ δὴ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε ἓν ὅλον ἐξ ὅλων ἁπάντων τέλεον καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸς ἐτεκτήνατο.

`2.68`

Ἡ μὲν αἰτία μονοειδῶς περιέχει πᾶν τὸ ἀπογεννηθέν, ὁ δὲ λογισμὸς διῃρημένως, ὥσπερ εἴρηται καὶ πρότερον· ὥστε καὶ τὸ πᾶν ὡς μὲν ἓν ὅλον ὑπὸ τῆς αἰτίας περιείληπται καὶ κατὰ τὴν αἰτίαν γέγονεν, ὡς δὲ ἐξ ὅλων ἁπάντων ὑπὸ λογισμοῦ, καὶ ἓν μὲν ὑπὸ τῆς θεότητος τῆς δημιουργικῆς καὶ κατὰ τὴν ἕνωσιν τὴν θείαν, ὅλον δὲ κατὰ τὴν ὁλότητα τὴν συνεκτικὴν τῶν νοερῶν· ἐκείνης γὰρ ὁλικῶς ποιούσης ὅλον ἀπετελέσθη τὸ πᾶν· ἐξ ὅλων δὲ ἁπάντων κατὰ τὰς διῃρημένας τῶν εἰδῶν αἰτίας· ἡ γὰρ μονὰς ἔχει μεθʼ ἑαυτῆς τὸν ὅλον ἀριθμόν. τέλειον δὲ ὡς ἐπεστραμμένον πρὸς τὰς ἀρχὰς ἀεὶ καὶ μιμούμενον τὴν δημιουργικὴν ἐπιστροφήν· ἀγήρων δὲ καὶ ἄνοσον ὡς ἀκμαίαν ἔχον τὴν ζωὴν καὶ ἀεὶ ἐγρηγορυῖαν καὶ δυνάμεων μετέχουσαν θαυμαστῶν· ἀπὸ γὰρ τῶν ἀνανεούντων τὸν κόσμον αἰτίων εἰς αὐτὸν ἥκει ζωὴ καθαρὰ καὶ ἄτρυτος, καὶ ἀπὸ τῶν ἀμειλίκτων ἄχραντος δύναμις, καὶ διʼ ἐκείνην μὲν ἀγήρως ὁ κόσμος ἀεὶ νέος γιγνόμενος, διὰ δὲ ταύτην ἄνοσος παντὸς τοῦ παρὰ φύσιν καθαρεύων, ἀμφοτέρων δὲ περιέχει τὴν αἰτίαν ὁ δημιουργός.

Σχῆμα δὲ ἔδωκεν αὐτῷ τὸ πρέπον καὶ τὸ ξυγγενές· τῷ δὲ τὰ πάντα ἐν αὐτῷ ζῷα περιέχειν μέλλοντι ζῴῳ πρέπον ἂν εἴη σχῆμα τὸ περιειληφὸς ἐν αὐτῷ πάνθʼ ὅσα σχήματα. διὸ καὶ σφαιροειδές, ἐκ μέσου πάντη πρὸς τὰς τελευτὰς ἴσον ἀπέχον, κυκλοτερὲς αὐτὸ ἐτορνώσατο, πάντων τελεώτατον ὁμοιότατόν τε ἑαυτῷ σχημάτων, νομίσας μυρίῳ κάλλιον ὅμοιον ἀνομοίου.

`2.69–2.73`

Μετὰ τὰ αἴτια τὰ ὅλα τοῦ κόσμου καὶ τὴν ὅλην αὐτοῦ σύστασιν καὶ τὴν οὐσίαν τὴν ἐξ ὅλων τῶν πληρωμάτων ὑφεστηκυῖαν περὶ τοῦ σχήματος διαλέγεται τοῦ παντός, ὃ δὴ κατὰ τὴν οὐσίαν ἐκ τῆς δημιουργίας ἀποδέδοται τῷ παντί, τὸ πάντων σχημάτων ὁμοιότατον, καὶ ἔστι τέταρτον τοῦτο δῶρον δημιουργικὸν εἰς τὸ πᾶν. εἰσὶ μὲν οὖν καὶ ἄλλαι ἀποδείξεις τοῦ σφαιροειδῆ τὸν κόσμον εἶναι, φυσικαί τε καὶ μαθηματικαί, ἃς μετὰ ταῦτα διέξιμεν· νῦν δὲ τὴν Πλατωνικὴν ἀπόδειξιν ὄντως ἀπόδειξιν οὖσαν καὶ μετὰ τοῦ ὅτι τὸ διότι παρεχομένην πρῶτον κατανοήσομεν. ἔστι τοίνυν αὕτη τριπλῆ, μία μὲν ἀπὸ τοῦ ἑνός, ἑτέρα δὲ ἀπὸ τοῦ νοητοῦ κάλλους, τρίτη δὲ ἀπὸ τῆς νοερᾶς ποιήσεως· μᾶλλον δὲ καὶ ἕκαστον τούτων πολλαπλοῦν ἐστι καὶ τριπλοῦν τοὐλάχιστον. αὐτίκα ἀπὸ τοῦ ἑνὸς εἴποις μὲν ἄν, ὅτι καὶ ὁ δημιουργὸς εἷς, εἴποις δʼ ἄν, ὅτι καὶ τὸ παράδειγμα ἕν, εἴποις δʼ ἄν, ὅτι καὶ τὸ ἀγαθὸν ἕν ἐστιν, καὶ ἀπὸ τούτων ἂν λάβοις, ὅτι καὶ ἐν τοῖς σχήμασι τὸ μάλιστα ἓν τοῦ μὴ ἑνὸς θειότερόν ἐστι καὶ τελειότερον. ὃ γάρ ἐστιν ἐν τοῖς θεοῖς τὸ ἕν, καὶ ὃ ἐν τοῖς νοητοῖς ζῴοις τὸ ἓν αὐτοζῷον, καὶ ὃ ἐν τοῖς δημιουργοῖς ὁ εἷς ποιητὴς καὶ πατήρ, τοῦτο ἐν τοῖς σχήμασι τοῖς στερεοῖς ἡ σφαῖρα· καὶ γὰρ τὸ ἓν τῶν πολλῶν ἑνάδων περιληπτικόν, καὶ τὸ αὐτοζῷον τῶν νοητῶν ζῴων, καὶ ὁ εἷς δημιουργὸς τῶν πολλῶν αἰτίων, καὶ τὸ ἓν σφαιρικὸν σχῆμα τῶν πάντων σχημάτων. δεύτερον τοίνυν ἀπὸ τοῦ καλοῦ καὶ τοῦ πρέποντος· τὸ γὰρ σφαιρικὸν καὶ τῷ λαμβάνοντι πρέπον ἐστὶ καὶ τῷ διδόντι καὶ τῷ παραδείγματι· τῷ λαμβάνοντι μέν, ὅτι τέλειον ὂν τῷ τελεωτάτῳ τῶν σχημάτων φίλον ἐστὶ καὶ πάντα περιειληφὸς τῷ πάντων περιληπτικῷ. τῷ διδόντι δέ, ὅτι νοῦς ὢν καὶ εἰς ἑαυτὸν ἐστραμμένος ὁμοιότατον αὑτῷ καὶ πρέπον σχῆμα ἀπεγέννησεν· ὁ γὰρ νοῦς ἐντόρνου σφαίρας κινήσει προσόμοιον ἔχει νόησιν, ὡς εἴρηκεν ἐν Νόμοις, κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ τεταγμένος. τῷ παραδείγματι δέ, διότι καὶ τὸ νοητὸν πᾶν τοιοῦτόν ἐστι πανταχόθεν εἰς ἑαυτὸ συννεῦον·

  
πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ,  

  
μεσσόθεν ἰσοπαλὲς  
  
καὶ μονῇ περιηγέι χαῖρον,  
φησὶν ὁ Παρμενίδης, τὰ δὲ αὐτὰ καὶ ὁ Ἐμπεδοκλῆς· διττὸν γὰρ ποιεῖ τὸν Σφαῖρον καὶ ἐκεῖνος, τὸν μὲν αἰσθητόν, ἐν ᾧ τὸ Νεῖκος δυναστεύει, τὸν δὲ νοητόν, ὑπὸ τῆς Ἀφροδίτης συνεχόμενον, καὶ θατέρου τὸν ἕτερον εἰκόνα καλεῖ, δῆλον δὲ ποτέρου πότερον. τρίτον τοίνυν ἀπὸ τοῦ συγγενοῦς· καὶ γὰρ τῷ παντὶ τὸ σφαιρικὸν συγγενὲς καὶ τῷ δημιουργῷ καὶ τῷ παντελεῖ ζῴῳ· τὸ μὲν γὰρ πᾶν, ὥσπερ ἐστὶν ἕν, οὕτω καὶ σχῆμα ἔχει τῇ ἑαυτοῦ μονώσει προσῆκον, τὸ σφαιρικόν· ὡς γὰρ αὐτὸς εἷς ὁ κόσμος, οὕτω καὶ τὸ σχῆμα αὐτοῦ μονοειδές. τῷ δὲ δημιουργῷ συγγενὲς τὸ σφαιρικόν, ὡς καὶ αὐτῷ νοερῶς ἐν αὐτῷ τὰ πάντα περιέχοντι. τῷ δὲ παραδείγματι, διότι πρώτως ἀπʼ ἐκείνου πρόεισι. προγονικὸν οὖν τὸ σχῆμα τοῦτό ἐστι τῷ κόσμῳ φανὲν μὲν καὶ ἐν αὐτῷ τῷ κρυφίῳ διακόσμῳ· τὸ γὰρ

  
ἀπειρέσιον κατὰ κύκλον  
  
ἀτρύτως ἐφορεῖτο  
κατʼ ἐκείνην εἴρηται τὴν τάξιν· ἐναργέστερον δὲ ὀφθὲν καὶ ἐν τῷ παντελεῖ ζῴῳ· τὸ γὰρ

  
ὡρμήθη δʼ ἀνὰ κύκλον ἀθέσφατον  
περὶ ταύτης εἴρηται τῷ θεολόγῳ τῆς θεότητος· ἔστι δὲ μᾶλλον ἐν τοῖς νοεροῖς θεοῖς· ἐκεῖ γὰρ καὶ τὸ σχῆμα τὸ νοερὸν καὶ τὸ εὐθὺ καὶ τὸ περιφερές, ὡς ἐν Παρμενίδῃ λέλεκται· καὶ ἔτι μετὰ τούτους τοὺς θεοὺς ἐν τῷ δημιουργῷ· νοῦς γὰρ καὶ οὗτος νοερός, καὶ τὸ πᾶν ἐστιν οἰκείως ἐν αὐτῷ καὶ τὰς δημιουργικὰς δυνάμεις ὑποδέχεται παρὰ τῶν πρὸ αὐτοῦ θεῶν, ὅθεν καὶ σχημάτων ἁπάντων ἐγκοσμίων ἐστὶ δημιουργός. τί δέ; μετὰ τοῦτον ὁ πολυτίμητος Ἥφαιστος οὐχὶ πάντα τὰ ἐγκόσμια σχηματίζει, τόν τε ὅλον οὐρανὸν καὶ τὴν γένεσιν,

  
πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ  
  
ὅρμους  
ἀπεργαζόμενος; καὶ πῶς γὰρ οὐκ ἔμελλε τὴν οὐσίαν τοῦ κόσμου τοῦ σωματικοῦ παράγων οὐχὶ καὶ σχῆμα δώσειν ἑκάστῳ τὸ πρέπον; ἀλλʼ οὗτος μὲν αὐτουργικῶς σχηματίζει τὸ πᾶν, ὁ δὲ δημιουργὸς τῇ βουλήσει μόνον· καὶ γὰρ ἡ αὐτουργία παρʼ ἐκείνῳ βούλησίς ἐστιν, καὶ ἡ ποίησις νόησίς ἐστιν. ταῦτα μὲν οὖν ἀπὸ τούτων ἐπιχειροῦντες λέξομεν. διὰ τί δὲ συγγενὲς καὶ πρέπον τῷ παντὶ τὸ σφαιρικὸν ἐξηγούμενος ὁ Πλάτων ἐπήνεγκεν, ὅτι τὸ πάντων περιεκτικὸν δεῖ τοιοῦτον ἔχειν σχῆμα· τάχα μὲν ὅτι καὶ τῶν ἰσοπεριμέτρων στερεῶν ἡ σφαῖρα πολυχωρητότερον, ὥς φασιν οἱ τὰ μαθηματικὰ δεινοὶ καὶ ἡμεῖς μικρὸν ὕστερον ἀναλεγόμενοι τὰ ἐκείνων ἐροῦμεν. τάχα δὲ ὅτι πᾶν μὲν πολύγωνον ἰσόπλευρον εἰς σφαῖραν ἐγγράφεσθαι δυνατόν, οὐ πᾶν δὲ πολύγωνον ἰσόπλευρον εἰς ἄλλο σχῆμα δυνατὸν ἐγγράφειν, διόπερ ἡ σφαῖρα τῷ πάντα μέλλοντι περιέξειν οἰκειοτάτη· καὶ γὰρ τὰ πέντε σχήματα δυνατὸν εἰς αὐτὴν ἐγγράφειν. εἰ μὲν οὖν πρὸς τοὺς ὄγκους ἀποβλέποις, πάντων τῶν ἰσοπεριμέτρων οἱ ὄγκοι περιληφθήσονται ἐν τῇ σφαίρᾳ· οὐ γὰρ δὴ αὐτὰ τὰ ἰσοπερίμετρα περιλαμβάνονται ὑπʼ αὐτῆς· εἴη γὰρ ἂν ἐλάσσονα τῆς σφαιρικῆς ἐπιφανείας· εἰ δὲ πρὸς τὰ σχήματα, πάντα ἐγγράφεσθαι δύναται ἐν αὐτῇ, ὅπερ ἐπὶ τῶν ἄλλων σχημάτων οὐκ ἀληθές. καὶ τοῦτο μᾶλλον οἰκεῖον τοῖς προκειμένοις, ἐπεὶ καὶ ὁ Πλάτων οὕτως εἶπεν, ὅτι τοῦτο πρέπον ἐστὶ σχῆμα τῷ μέλλοντι περιέξειν πάντα τὰ σχήματα· καὶ γὰρ διὰ τῶν πέντε μέλλων σχημάτων σωματουργεῖν εἰκότως ἀπέβλεψε πρὸς τὰ μέλλοντα ὑπὸ τοῦ παντὸς περιέχεσθαι πάντα σχήματα. ὥστε δῆλός ἐστιν οὐ πρὸς τοὺς ὄγκους, ἀλλὰ τὰς τῶν σχημάτων ἐγγραφὰς ἀποβλέπων. ἔτι δʼ ἂν εἴποις τελειότερον, ὅτι τὸ τὰ πάντα μέλλον περιέξειν πάντων ὀφείλει τῶν ἐν αὐτῷ κρατεῖν· οὐ γὰρ ἂν ἄλλως αὐτῶν ὑπάρχοι περιληπτικόν. τὸ δὲ πάντων κρατοῦν ἑαυτῷ τὰ πάντα ὁμοιοῖ· τῶν γὰρ ἀλλοτρίων καὶ τῶν ἀνομοίων οὐδέν ἐστι κρατητικόν. τὸ δὲ πάντα ἑαυτῷ ὁμοιοῦν αὐτὸ ἑαυτῷ πολλῷ πρότερον ὁμοιότατον ἔσται, ἵνα μεταδιδῷ καὶ τοῖς ἄλλοις ὁμοιότητος. τὸ δὲ αὑτῷ ὁμοιότατον σῶμα ὂν σφαιρικόν ἐστι. τὸ ἄρα πάντα περιέξον σῶμα ὂν σφαιρικόν ἐστι. τοῦτο ἄρα τὸ σχῆμα προσήκει τῷ κόσμῳ· τελεώτατόν τε γάρ ἐστι καὶ ὁμοιότατον· τελεώτατον μέν, ὡς πάντων περιεκτικὸν καὶ ὡς ἀκατάληκτον· τὸ γὰρ εὐθὺ πᾶν ἀτελές, ὡς ἀεὶ ἐκτείνεσθαι δυνάμενον, κύκλος δὲ καὶ σφαῖρα τελεώτατον, ὡς μὴ ἐπιδεχόμενον αὔξησιν καὶ ὡς τὸ πέρας τῆς κινήσεως ἀρχὴν ποιούμενον· ὁμοιότατον δέ, ὡς αὐτὸ ἑαυτῷ συνεχὲς καὶ ὁμαλὲς καὶ τεταγμένον. τὰ μὲν οὖν τοῦ Πλάτωνος τοιαῦτά ἐστιν. Αὐτὸ δὲ καθʼ αὑτὸ τὸ δόγμα ἡμεῖς ἐπισκεψώμεθα παντοδαπῶς τε συνέλωμεν, καὶ πρῶτον φιλοσόφως αὐτὸ καταδησώμεθα ταῖς Ἰαμβλιχείοις ἐπιβολαῖς. ἐπειδὴ τοίνυν δεῖ τὸν κόσμον ἀφομοιοῦσθαι πρὸς τὴν ὅλην ψυχὴν τὴν ἐποχουμένην αὐτῷ, δεῖ καὶ πρὸς τὸ ζῳογόνον σχῆμα τῆς ψυχῆς αὐτὸν προσεοικέναι. καθάπερ οὖν ἐκείνην κατὰ δύο κύκλους ὑπέστησεν ὁ δημιουργός, οὕτω καὶ τὸ πᾶν σφαιροειδὲς ἀπετέλεσε πρὸς τὴν αὐτοκινησίαν αὐτῆς ἀπεικαζόμενον. διὸ καὶ τὸ ἡμέτερον ὄχημα σφαιρικὸν ἀποτελεῖται καὶ κινεῖται κυκλικῶς, ὅταν διαφερόντως ὁμοιωθῇ πρὸς τὸν νοῦν ἡ ψυχή· μιμεῖται γὰρ τὴν νοερὰν ἐνέργειαν ἥ τε τῆς ψυχῆς νόησις καὶ ἡ κυκλοφορία τῶν σωμάτων, ὥσπερ τὰς ἀνόδους καὶ καθόδους τῶν ψυχῶν ἡ κατʼ εὐθεῖαν κίνησις· καὶ γὰρ αὗται σωμάτων εἰσὶν οὐκ ὄντων ἐν τοῖς οἰκείοις τόποις. ἔτι τοίνυν τῇ ἀπείρῳ δυνάμει προσέοικεν ἡ ἀκατάληκτος κίνησις τοῦ παντὸς καὶ τῇ ἁπλότητι τῆς οὐσίας ἡ μονοειδὴς περιφορά, τῇ δὲ διαιωνίῳ στάσει ἡ ὡσαύτως καὶ περὶ τὸ αὐτὸ κέντρον περιπορευομένη τῶν ὅλων ἀνακύκλησις. ἔτι δὲ ὡς ἡ μία κίνησις τοῦ κόσμου πάσας περιέχει τὰς κινήσεις καὶ ἡ μία ὁλότης πάντα τά τε ὅλα καὶ τὰ μέρη τὰ σωματικά, καὶ ὡς ἡ μία φύσις πάσας τὰς δευτέρας καὶ τρίτας φύσεις, οὕτως τὸ ἓν σχῆμα τὸ κοσμικὸν πάντων εἶναι δεῖ σχημάτων περιληπτικόν. τοιοῦτον δὲ τὸ σφαιρικόν, ἅμα ἓν ὂν καὶ τὸ πλῆθος περιέχειν δυνάμενον, ὃ δὴ θεῖόν ἐστιν ὄντως, τὸ μὴ ἐξιστάμενον τῆς ἑνότητος παντὸς τοῦ πεπληθυσμένου κρατεῖν. ἔτι πρὸς τούτοις ὡς τὸ νοητὸν ζῷον πάντα περιέχει τὰ νοητὰ ζῷα κατὰ μίαν ἕνωσιν, οὕτω καὶ ὁ κόσμος πρὸς τὸ παράδειγμα ὡμοιωμένος πάντα περιέχει τὰ ἐγκόσμια σχήματα κατὰ τὸ σφαιρικὸν σχῆμα· σφαῖρα γὰρ μόνη δύναται πάντα τὰ στοιχεῖα περιλαμβάνειν. ὥσπερ οὖν κατὰ τὴν μόνωσιν ἀπεικονίζεται τὸ νοητὸν πᾶν, οὕτω καὶ κατὰ τὸ σφαιροειδὲς μιμεῖται τὴν ἐν ἐκείνῳ τῶν ὅλων περιοχήν. ἔτι πρὸς αὐτὸ τὸ κάλλος ὁμοιοῦται τὸ νοητὸν ὁ κόσμος διὰ τοῦδε τοῦ σχήματος τὸ γὰρ πάντη ὁμαλὲς καὶ σύμμετρον καὶ ὅμοιον πῶς οὐχὶ διαφερόντως καλόν; εἰ τοίνυν ἔδει κάλλιστον αὐτὸν εἶναι τῶν αἰσθητῶν, ἔδει καὶ σχήματος αὐτῷ τοιούτου, πανταχόθεν ἴσου καὶ ὡρισμένου καὶ ἀκριβοῦς. ἔτι πρὸς αὐτὸ τὸ πέρας οἰκειότατόν ἐστι τὸ σφαιρικόν· τὰ μὲν γὰρ ἄλλα σχήματα διὰ τὸ πλῆθος τῶν ἐπιπέδων καὶ τὰς γωνίας ἢ τὰς κλάσεις ἀφίσταται τοῦ ὅρου καὶ τοῦ πέρατος· ἡ δὲ σφαῖρα μοναδική τε οὖσα καὶ ἁπλῆ καὶ ἡ αὐτὴ πανταχόθεν εἰς τὴν αἰτίαν ἀνήκει τοῦ πέρατος.

`2.74–2.77`

ἔτι τὸ συναγωγὸν τῶν πολλῶν εἰς ἓν καὶ τὸ γεννητικὸν καὶ τὸ σπερματικὸν τῷ τοιούτῳ χαίρει σχήματι. καταφανὲς δέ ἐστι τοῦτο καὶ ἐπὶ τῶν σπερμάτων καὶ ἐπὶ τῶν ἐν τοῖς ζῴοις κυριωτάτων μορίων· καὶ γὰρ ταῦτα σφαιροειδῆ κατὰ δύναμιν ἡ φύσις ἀποτελεῖ. ἔτι τὸ ἄτρεπτον καὶ ἄθραυστον καὶ ἀΐδιον οἰκειότατά ἐστι τῷ σφαιρικῷ σχήματι· διὰ γὰρ τὸ πανταχόθεν εἰς ἑαυτὸ συννεύειν δυνατώτατόν ἐστι· τὸ γὰρ κέντρον ἑνοποιόν ἐστι καὶ συνεκτικὸν τῆς ὅλης σφαίρας. εἰκότως ἄρα τὸ ἑαυτοῦ συνεκτικὸν σφαιροειδὲς ὑπέστησεν ὁ δημιουργήσας τὸ πᾶν. ταῦτα μὲν οὖν φιλοσόφως εἴποι τις ἂν περὶ τούτου. Τρόπον δὲ ἕτερον φυσικῶς, ὥσπερ καὶ Ἀριστοτέλης ἐπεχείρησεν, οὕτως ἄν τις τὸ αὐτὸ συλλογίσαιτο· ἐπεὶ γὰρ κύκλῳ κινεῖται τὸ πᾶν, δέδεικται δέ, ὅτι τῆς ἐσχάτης περιφορᾶς οὐδέν ἐστιν ἐκτὸς οὔτε κενὸν οὔτε τόπος, ἀνάγκη καὶ σφαιροειδές, ἀλλὰ μὴ εὐθύγραμμον εἶναι τὸ σχῆμα τοῦ παντός· εἰ γὰρ εὐθύγραμμον, ἔσται κενόν· κύκλῳ γὰρ στρεφόμενον οὐδέποτε τὴν αὐτὴν ἕξει χώραν διὰ τὴν τῶν γωνιῶν τε καὶ ἐπιπέδων παράλλαξιν· ἐπεὶ γὰρ ἄνισοί εἰσιν αἱ ἐκ τοῦ μέσου καθʼ ἕκαστον τῶν ἄλλων σχημάτων, κατὰ τὸ ἔλαττον ἀπόστημα κενὸν ἔσται· οὗ μή ἐστι σώματος ὄγκος, εἴτʼ οὖν κατὰ μῆκος εἴτε κατὰ πλάτος, εἴη ἂν τὸ ἔλαττον· ἴσον γὰρ πάντη διέστηκε τὸ κενόν. ἀλλʼ οὗ μέν ἐστι σῶμα, οὗ δὲ ἐλλείψει διὰ τὸ μέγεθος ἔλαττον ὄν. ἔτι λάβοις ἂν καὶ ἐκ τῶν δευτέρων φυσικῶς, ὅτι σφαιρικὸν τὸ πᾶν· ἡ μὲν γὰρ γῆ σφαιροειδής ἐστιν, ὡς δῆλον ἐκ τῶν πρὸς τὸ μέσον φερομένων ἁπάντων πανταχόθεν. τὸ δὲ ὕδωρ περικέχυται τὴν γῆν καὶ αὐτὸ σφαιροειδὲς ὄν· συρρεῖ γὰρ εἰς τὸ κοῖλον, ἕως ἂν ἐφάψηται τῆς ἐκ τοῦ κέντρου τῆς γῆς καὶ ὁμοίαν ποιήσηται τὴν ἑαυτοῦ ἐπιφάνειαν τῇ τῆς γῆς. ὁ δὲ ἀὴρ περὶ τὸ ὕδωρ καὶ τὴν γῆν, καὶ περὶ τὸν ἀέρα τὸ πῦρ. εἰ δὲ ταῦτα, καὶ ὁ οὐρανὸς ἔσται σφαιρικός· ἔσται γὰρ κενὸν ἐντός, εἰ μὴ καὶ αὐτὸς σφαιρικῶς περιέχοι τὸ πῦρ. ἔτι τῷ πρωτίστῳ σώματι τὸ πρώτιστον τῶν σχημάτων ἡ φύσις ἀπονέμει καὶ τῷ ἁπλῷ τὸ ἁπλοῦν· πρότερον γὰρ ἐν ἑκάστῳ γένει τὸ ἓν τῶν πολλῶν καὶ τὸ ἁπλοῦν τοῦ συνθέτου. καθάπερ οὖν τὰς κινήσεις διένειμεν οἰκείως τοῖς ἑαυτῆς ἔργοις, τοῖς μὲν ἁπλοῖς τὰς ἁπλᾶς, τοῖς δὲ συνθέτοις τὰς συνθέτους, οὕτω καὶ σχήματα προσήκοντα ἀπεκλήρωσεν, ἄλλα μὲν τοῖς ἁπλοῖς, ἄλλα δὲ τοῖς συνθέτοις. ἔστι δὲ τὸ σχῆμα οἷον ἄγαλμα ἐμφανὲς τοῦ εἴδους καὶ μορφὴ μορφῆς καὶ οἷον πνοὴ τῆς ἰδίας ἑκάστων ὑπάρξεως· διὸ τὸ μὲν κατʼ οὐσίαν ἁπλοῦν εἰς τοιοῦτον ἄλλο σχῆμα προέρχεται, τὸ δὲ πολυμιγὲς σύμμικτον ἔχει καὶ τὴν τοῦ σχήματος ἰδέαν. ἔτι τῶν μὲν κινήσεων μέτρον ἡ οὐρανία κίνησις, τὸ δὲ ἐν ἑκάστῳ μέτρον ἐστὶν ἐλάχιστον, ἡ δὲ ἐλαχίστη κίνησις ἡ ταχίστη ἐστίν, ἡ δὲ περιφορὰ ταχίστη τῶν κινήσεων, εἰ τοῦτο, σφαιροειδὴς ὁ οὐρανός· τὸ γὰρ ταχυκινητότατόν ἐστι τὸ σφαιρικόν, διὰ τὸ ἐπὶ σμικροτάτου ποδὸς βαίνειν, ὥς φησι καὶ ὁ Ἐλεάτης Ξένος. ἔτι τῶν σωμάτων τὰ μέν ἐστιν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. τοῖς μὲν οὖν ἀνομοιομερέσιν ἀναγκαίως καὶ τὰ σχήματα ἀνόμοια παρὰ τῆς φύσεως ἀπονενέμηται· τὰ γὰρ πολύγωνα καὶ ὅλως ἐγγώνια τοιαῦτα καὶ τὰ ἐκ πλειόνων ἐπιφανειῶν· τοῖς δὲ ὁμοιομερέσι τὰ ὅμοια κατʼ ἀξίαν προσήρμοσται. ἔστι δὲ ὅμοιον ἐν στερεοῖς ἡ σφαῖρα μόνον σχημάτων, ἐπεὶ τὰ ἄλλα πάντα ἀνόμοια· τὰ μὲν γὰρ ἔχει δύο ἐπιφανείας, ὡς ὁ κῶνος, τὰ δὲ τρεῖς, ὡς ὁ κύλινδρος, τὰ δὲ τέτταρας, τὰ δὲ πέντε, τὰ δὲ πλείους, ὡς αἱ πυραμίδες αἱ ἀπὸ βάσεων πολυγώνων τῶν ἑξῆς εὐτάκτων. εἰ τοίνυν ὁ αἰθὴρ ὁμοιομερής, τοῦ δὲ ὁμοιομεροῦς καὶ τὸ σχῆμα ὅμοιον, τὸ δὲ ὅμοιον ἐν στερεοῖς σφαιρικόν, ὁ ἄρα αἰθὴρ σφαιροειδής ἐστιν. οὕτω μὲν οὖν φυσικῶς ἐπιχειρήσομεν. Εἰ δὲ δεῖ καὶ μαθηματικαῖς ἀποδείξεσι πιέσαι τὸν λόγον, φέρε, συντόμως εἴπωμεν τὰ δοκοῦντα τοῖς ταῦτα σοφοῖς. πρῶτον μὲν οὖν ἐπιχειροῦσι κατασκευάζειν ἀπὸ τοῦ κατὰ παραλλήλων κύκλων φέρεσθαι τοὺς ἀστέρας, τούς τε ἀπλανεῖς καὶ πλανωμένους, ὅσῳ πρὸς τὸ βόρειον χωροῦμεν ἀεὶ τῶν τμημάτων ἀνισουμένων, ὥστε καί τινας τῶν κύκλων ἐφάπτεσθαι λοιπὸν τοῦ ὁρίζοντος, ἄλλους δὲ μηδὲ ἐφάπτεσθαι, τοὺς ἐλάσσους τῶν ἐφαπτομένων, καὶ τέλος εἶναί τι σημεῖον ἀκίνητον, περὶ ὃ πᾶσαν κινεῖσθαι τὴν περιφοράν. ἔπειτα ἀπὸ τῶν νυχθημέρων ἀνίσων γιγνομένων κατὰ τὰς ἡλιακὰς ἐπὶ τὸ βόρειον ἢ νότιον κινήσεις. ἔπειτα ἀπὸ τῶν σκιῶν· πόθεν γὰρ ἀρχόμενος μὲν ἀνίσχειν ὁ ἥλιος καὶ δύνων βορειότερος ἡμῖν ἐστί τε καὶ φαίνεται τὸν καρκίνον παροδεύων, ἐν δὲ τῷ μεσημβρινῷ γενόμενος ἐπὶ βορρᾶν πέμπει τὴν σκιὰν ἢ ἀπὸ τοῦ κατὰ κύκλον κινεῖσθαι τὸ πᾶν ἐγκεκλιμένον πρὸς τὴν ἡμετέραν οἴκησιν; ἔτι δὲ ἀπὸ τοῦ τοὺς ἀστέρας μὴ κατὰ βάθος κινουμένους ἀεὶ φαίνεσθαι τὸ ἴσον ἔχοντας μέγεθος· εἰ γὰρ μὴ σφαιροειδὴς ἦν ὁ οὐρανός, ἀλλὰ κύλινδρος ἤ τι ἄλλο σχῆμα τοιοῦτον, ἔδει τὸν ἥλιον νοτιώτερον γιγνόμενον ἡμῖν ἐλάττω φαίνεσθαι διὰ τὸ ἄνισον τῆς ἀποστάσεως· ἀλλὰ οὐ φαίνεται τοιοῦτον οὐδέν. ἀπὸ τούτων μὲν οὖν, ὡς συλλήβδην εἰπεῖν, ἐπιχειροῦσιν οἱ ἀστρονόμοι. ὅτι δὲ καὶ ἡ σφαῖρα πολυχωρότατον τῶν ἰσοπεριμέτρων, ἀποδείκνυται παρʼ αὐτοῖς, καὶ ὅπως πάντα μὲν εἰς τὴν σφαῖραν ἐγγράφειν δυνατόν, οὐ πάντα δὲ εἴς τι τῶν πολυέδρων. καὶ οὐδὲν δεῖ μεταγράφειν ἡμᾶς τὰ παρʼ ἐκείνοις ἀποδεδειγμένα· πρὸς γὰρ τὸν διʼ ἐκείνων ἱκανῶς πεπαιδευμένον ποιούμεθα τοὺς λόγους· τοσοῦτον δὲ ὅμως ἱστορητέον, ὅτι τῶν ἰσοπλεύρων τε καὶ ἰσογωνίων καὶ ἴσην περίμετρον ἐχόντων τὸ πολυγωνότερον μεῖζον ἀποδείξαντες πρῶτον καὶ τὸν κύκλον ἑξῆς μείζονα τῶν ἰσοπλεύρων καὶ ἰσογωνίων, ἰσοπεριμέτρων δέ, δεικνύουσι καὶ τὴν σφαῖραν τῶν ἴσην ἐπιφάνειαν ἐχόντων στερεῶν σχημάτων ἑπομένως μείζονα καὶ διαφερόντως τῶν παρὰ Πλάτωνι λεγομένων πολυέδρων ἰσοπλεύρων καὶ ἰσογωνίων, τὰ μὲν χρώμενοι τοῖς παρὰ τῷ Εὐκλείδῃ δειχθεῖσι, τὰ δὲ τοῖς παρὰ τῷ Ἀρχιμήδει. καί, ὅπερ ἔφην, ἔξεστιν ἐκείνοις συγγενόμενον τὰς ἀποδείξεις ἀναλέγεσθαι· τάξομεν δὲ αὐτὰς καὶ ἡμεῖς ἐν τῷ μετὰ πᾶσαν τὴν πραγματείαν ἔχοντι τὴν συναγωγὴν τῶν πρὸς τὸν Τίμαιον μαθηματικῶν θεωρημάτων διὰ πλατυτέρων ἐφόδων ὧν τοῖς ὑπομνήμασιν ἐγκατασπείροντες γράφομεν, ἵνʼ ἐξῇ τοῖς φιλοθεάμοσι καὶ τούτων ἔχειν ἠθροισμένα πάντα πρὸς τὴν τοῦ διαλόγου τῶν μαθηματικῶν ἕνεκα παντοίαν κατάληψιν. τῶν μὲν οὖν μαθηματικῶν ἅλις. Ἐπανιτέον δὲ ἐπὶ τὴν τοῦ Πλάτωνος λέξιν καὶ θεατέον, ὅπως ἕκαστον εἴρηται τῶν ῥημάτων. ὅτι μὲν οὖν καὶ ἐν τοῖς νοεροῖς τὸ σχῆμα μετὰ τὸ ὅλον ἐστί, καὶ ὡς εἰκότως ὅλον ἀποδείξας τὸ πᾶν καὶ περὶ τοῦ σχήματος αὐτοῦ κατὰ τὸ ἑξῆς ἀναδιδάσκει, πρότερον εἴπομεν. ἐπειδὴ δὲ καὶ τοῦτο πρόεισιν εἰς τὸ πᾶν ἀπὸ τῆς δημιουργικῆς αἰτίας—διὰ τοῦτο δίδοσθαί φησιν ἐκεῖθεν αὐτό—τό τε διδὸν δῆλον ὅτι πολλῷ πρότερον ἔχει τοῦτο, ὃ δίδωσιν ἄλλοις, ἔστιν ἄρα καὶ ἐν τῷ δημιουργῷ τὸ σφαιρικόν, ἀλλὰ νοερῶς, ὥσπερ ἐν τῷ παντελεῖ ζῴῳ νοητῶς καὶ ἔτι πρὸ ἐκείνου κρυφίως. εἰ γὰρ δεῖ τὸ δοκοῦν εἰπεῖν, ὅπου νοῦς ἐστιν, ἐκεῖ καὶ τὸ ἰδίωμα τὸ σφαιρικόν· ἡ γὰρ νοερὰ ἐνέργεια τοιαύτην ἔχει τὴν οὐσίαν, ὁποίαν καὶ ὁ Ἀθηναῖος Ξένος ἀπείκασεν· ἀλλʼ ὅπου μὲν ἡνωμένως καὶ νοητῶς, ὡς οἱ τὰ θεῖα σοφοὶ λέγουσιν, ὅπου δὲ νοητῶς μέν, ἀλλὰ μετὰ διαιρέσεως πλείονος νοητῆς, ὅπου δὲ μετὰ παντοίας ποικιλίας νοερῶς, ὅπου δὲ αἰσθητῶς μετὰ διαστάσεως τὸ σφαιρικὸν θεωρεῖται, καὶ τοῦτο μὲν οὐδὲ ἁπλῶς ὀνομάζεται σφαιρικόν, ἀλλὰ σφαιροειδές, ὡς μίμημα ὂν τῆς νοερᾶς ἢ νοητῆς σφαίρας· κύκλῳ γὰρ κινεῖται καὶ τὸ πᾶν, ὅτι νοῦν μιμεῖται, τὸ δὲ νοερὸν ἢ νοητὸν πᾶν κυριώτατα ἂν εἴη σφαιρικόν, καὶ ἡ ὄντως ἀστρονομία περὶ ἐκεῖνα· τοῦτο γάρ ἐστι τὸ οὐρανοῦ τε ὕπερ ἀστρονομῶν.

`2.78–2.79`

καὶ μὴν καὶ τὸ ἐκ μέσου πάντη πρὸς τὰς τελευτὰς ἴσον ἀπέχον ὑπάρχει μὲν καὶ τῇ αἰσθητῇ σφαίρᾳ, διότι πᾶσαι αἱ ἀπὸ τοῦ κέντρου τῆς γῆς εἰσιν ἴσαι πρὸς τὰ πέρατα τῆς σφαίρας· τὸ γὰρ πάντη τοῦ κατὰ τὰς τρεῖς διαστάσεις ἐστὶ σημαντικόν. ὑπάρχει δὲ καὶ τῇ μαθηματικῇ· καὶ γὰρ ἐκεῖ μέσον ἐστὶ καὶ διαστάσεις ἴσαι πανταχόθεν. ὑπάρχει δὲ τῷ νῷ τρόπον ἕτερον· τὸ γὰρ εἰς ἑαυτὸ συννεύειν καὶ τὸ κατὰ πᾶν εἶναι ἑαυτῷ μόριον οἷον ὁμόχρουν καὶ τὸ πρὸς τὸ ἓν τὸ ἑαυτοῦ πάσας ἐν αὑτῷ δυνάμεις συνηγμένας ἔχειν, τοῦτό ἐστι τὸ ἐν τῷ νῷ σφαιρικόν. ἔτι δὲ ἀνωτέρω προϊὼν οὐδὲ διακρῖναι λοιπὸν ἕξεις τὸ κέντρον ἀπὸ τῆς σφαίρας διὰ τὸ ἄρρητον καὶ τὸ ἡνωμένον τῆς νοερᾶς ἰδιότητος. τὸ μὲν οὖν πάσας ἐκ μέσου πάντη τὰς εὐθείας ἴσας ἔχειν τὸ σφαιρικὸν πρὸς ἀντιδιαστολὴν εἶπε τοῦ κύκλου· τούτῳ γὰρ οὐ προσήκει τὸ πάντη, δύο μόνας ἔχοντι διαστάσεις. χρῆται δὲ καὶ τῷ ἐτορνώσατο, ἐπειδὴ διὰ τοῦ τόρνου τὰ παρʼ ἡμῖν σώματα κυκλοτερῆ ἀκριβοῦται, περικόπτοντος τὰς τῶν σωμάτων ἀνωμαλίας. ὅτι δὲ καὶ τὸ ὅμοιον καὶ τὸ τέλειον μάλιστα τῷ σφαιρικῷ προσήκει, δῆλον· ἀνὰ λόγον οὖν τὸ μὲν ὅμοιον πρὸς τὸ ἕν, τὸ δὲ τέλειον πρὸς τὸ ἀγαθόν· ὥστε διʼ ἀμφοῖν εἰς τὸ πρῶτον ἀνήγαγε τὸ σφαιρικόν, ὁμοιότατον αὐτὸ καὶ τελειότατον εἰπὼν ἐπίσης τῷ ἑνικώτατον καὶ ἀγαθοειδέστατον· οὔτε γὰρ τὸ μικτὸν ὅμοιον ἢ τέλειον οὔτε τὸ εὐθύ, προσθήκην ἀεὶ δεχόμενον καὶ γεγωνιωμένον, μόνον δὲ τὸ σφαιρικὸν ὁμοιότατον καὶ τελειότατον. ἐπὶ δὲ τούτοις καὶ τὸ ὅμοιον ὅτι τοῦ ἀνομοίου κρεῖττον, ἐμφανές· ἡ μὲν γὰρ ὁμοιότης ἑνοποιός ἐστιν, ἡ δὲ ἀνομοιότης διαιρετική, καὶ ἣ μὲν τῆς ταὐτοῦ συστοιχείας, ἣ δὲ τῆς θατέρου, καὶ ἣ μὲν ἁπλότητος, ἣ δὲ ποικιλίας αἰτία τοῖς πράγμασιν. ὥσπερ οὖν ἐκ τῶν κατὰ φύσιν ὁρατῶν τὸ νοερὸν τοῦ ἀνοήτου κάλλιον ηὕρισκεν ὁ τοῦ παντὸς ὑποστάτης, οὕτω δὴ καὶ τὸ ὅμοιον τοῦ ἀνομοίου κρεῖττον ἐνόμισεν· καὶ γὰρ ἐν τοῖς νοητοῖς ἡ ὁμοιότης κρείττων τῆς ἀνομοιότητος, ἐν ταῖς δυνάμεσιν, ἐν ταῖς νοήσεσιν, ἐν ταῖς ἀπογεννήσεσιν. ὅθεν καὶ θαυμάσειεν ἄν τις τῶν Πλατωνικῶν τοὺς τὴν ἑτερότητα τῆς ταυτότητος κρείττω τιθεμένους, τοῦ Πλάτωνος μυρίῳ κάλλιον εἰπόντος τοῦ ἀνομοίου τὸ ὅμοιον. ὅλως δὲ ἀνομοιότης μὲν καὶ ἐκ τῆς ὕλης παρεισδύεταί πως εἰς τὰ ὄντα, ὁμοιότης δὲ ἀπὸ τῶν εἰδῶν ἐφήκει μόνων καὶ τῶν νοητῶν αἰτίων· μυρίῳ ἄρα τῆς ἀνομοιότητος καλλίων ἡ ὁμοιότης, ὥστε καὶ τῆς ἑτερότητος ἡ ταυτότης. αὕτη τοῦ Διός ἐστι κρίσις· διὰ ταύτην καὶ ἐν τῷ παντὶ τὸ ὅμοιον τοῦ ἀνομοίου κρεῖττον, ἐν οὐσίαις, ἐν κινήσεσιν, ἐν σχήμασιν, ἐν ἅπασι τοῖς ἄλλοις· εἰκότως· καὶ γὰρ αὐτὴ τῶν πραγμάτων ἡ πρόοδος διʼ ὁμοιότητος ἐπιτελεῖται τῶν παραγομένων πρὸς τὴν αἰτίαν τῆς παραγωγῆς, καὶ ἡ ἐπιστροφὴ πάλιν ὁμοιότητος ἄλλης ἐστὶν ἀρχηγός. εἰκότως οὖν διὰ ταῦτα καὶ ὁ κόσμος ὑπὸ τῆς ὁμοιότητος κεκράτηται, θεὸς ὢν κατʼ αὐτὸ τὸ θεῖον εἶδος. ὅθεν ὅ τε Πλάτων ἀπὸ τῆς ὁμοιότητος ἐπεχείρησε τὸ σχῆμα τοῦ παντὸς ὁποῖόν ἐστι δεικνύναι καὶ αὐτὸς ὁ Πυθαγόρειος Τίμαιος ταύτην πρωτίστην ἀποδέδωκεν αἰτίαν τοῦ σχήματος μετὰ τοῦ καὶ φυσικὴν ὑπόμνησιν ποιήσασθαι· μόνα γὰρ ἁ σφαῖρα, φησίν, οἵα τε ἦν ἀρεμέουσα καὶ κινευμένα ἐν τᾷ αὐτᾷ χώρᾳ συναρμόσασθαι, ὡς μηδέ που ἀπολείπειν μήτʼ ἐπιλαμβάνειν ἄλλον τόπον. ὃ καὶ Ἀριστοτέλης μετὰ τοῦτον εἶδεν καλῶς, ὅτι, ἢν ἄλλο σχῆμα ὁποιονοῦν τῷ παντὶ περιθῇς, κενὸν ποιήσεις διὰ τὴν τῶν γωνιῶν παράλλαξιν καὶ τὴν ἐκ τοῦ μέσου τῶν ἄκρων ἄνισον ἀπόστασιν.

Λεῖον δὲ δὴ κύκλῳ πᾶν ἔξωθεν αὐτὸ ἀπηκριβοῦτο πολλῶν χάριν.

`2.80`

Δόξειε μὲν ἂν τὸ αὐτὸ πάλιν ὁ λόγος ἐπανακυκλεῖν· τί γὰρ διενήνοχε τοῦ κυκλοτεροῦς τοῦτο τὸ λεῖον ἢ τί τῆς ὁμοιότητος ἐξήλλακται; πῶς δὲ οὐ περιέχει πᾶν τοῦτο τὰ περὶ τῆς ὁμοιότητος εἰρημένα; διαφέρει δὲ ὅμως τὸ ὅλον σχῆμα θεωρεῖν ὁποῖόν ἐστι, τὸ διῆκον ἄχρι τοῦ κέντρου τῆς γῆς, καὶ τὸ μόνην τὴν ἐξωτάτω τοῦ παντὸς ἐπιφάνειαν αὐτὴν καθʼ ἑαυτὴν ὁρᾶν. καὶ ἔστιν, ὡς ἔοικεν, ὁ περὶ τῆς λειότητος λόγος συντείνων εἰς ἕν, τὸ δεῖξαι τὸ πᾶν οὔτε γνωστικῶν ὀργάνων οὔτε κινητικῶν μεριστῶν δεόμενον οὐδὲ εἰς ἄλλα ποιοῦν οὔτε ὑπʼ ἄλλων πάσχον, ἀλλʼ εἰς ἑαυτὸ καὶ ὑφʼ ἑαυτοῦ δρῶν καὶ πάσχον, πέμπτον τοῦτο δῶρον δημιουργικὸν εἰς τὸν κόσμον εἰσάγων. ἔστι δʼ οὖν ὁ περὶ τῆς λειότητος λόγος μέσος τοῦ τε περὶ τοῦ παντὸς ὄγκου καὶ τοῦ περὶ τῆς ψυχῆς· τὸ γὰρ προσεχὲς πέρας τοῦ σώματος ἡ λειότης ἐστί, τὸ δὲ ἐξῃρημένον ἡ ψυχὴ καὶ πρὸ ταύτης ὁ νοῦς· οὗτος γὰρ καὶ αὐτῆς ὅρος τῆς ψυχῆς, καὶ πρὸ τοῦ νοῦ δὲ ἡ μία θεότης ἡ πᾶν συνέχουσα τὸ πλῆθος. εἴποις μὲν ἂν οὖν καὶ τοῦτον τὸν τρόπον. ἔτι δὲ τελεώτερον, ὅτι φωτοειδὲς ὂν ὅλον τὸ πᾶν κατὰ τὴν ἐπιφάνειαν τὴν ἕξω φωτεινότατόν ἐστι καὶ πλῆρες τῆς θείας αἴγλης· διὰ τοῦτο γὰρ καὶ οἱ ποιηταὶ τὸν Ὄλυμπον ἐπʼ ἄκρου τοῦ κόσμου τάττουσιν, ὁλοφαῆ τοῦτον ὄντα καὶ αὐτοφῶς·

  
ἀλλὰ μάλʼ αἴθρη  

`2.81`

  
πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη.  
τῆς δὲ φωτεινῆς ταύτης ὑποστάσεως ἡ λειότης σύμβολον. διὰ τί οὖν λεῖα τὰ ἄκρα τοῦ παντός; πολλῶν χάριν, φησίν· ἵνα γὰρ συνάπτηται πρὸς τὴν ψυχὴν καὶ τὸν νοῦν αὐτοφυῶς καὶ ἐναρμόζηται πρὸς τὰ ὑπερκόσμια φῶτα διὰ τῆς πρὸς αὐτὰ ὁμοιότητος. ἔστιν οὖν ἡ λειότης ἄκρας ἐπιτηδειότητος σημαντική, διʼ ἧς δέχεσθαι δύναται τὸ πᾶν τὰς ἀπὸ νοῦ καὶ ψυχῆς ἐλλάμψεις, ὥσπερ δὴ τὰ ἔνοπτρα τὰς ἐμφάσεις ὑποδέχεται κατὰ τὴν λειότητα τὴν ἑαυτῶν. πάλαι δὲ καὶ τοῖς θεολόγοις τὸ ἔσοπτρον ἐπιτηδειότητος παρείληπται σύμβολον πρὸς τὴν νοερὰν ἀποπλήρωσιν τοῦ παντός· διὸ καὶ τὸν Ἥφαιστον ἔσοπτρόν φασι ποιῆσαι τῷ Διονύσῳ, εἰς ὃ ἐμβλέψας ὁ θεὸς καὶ εἴδωλον ἑαυτοῦ θεασάμενος προῆλθεν εἰς ὅλην τὴν μεριστὴν δημιουργίαν. ἐκείνης οὖν τῆς ἐσοπτροειδοῦς κατασκευῆς ἀναμιμνήσκειν ἂν ἡμᾶς εἴποις καὶ τὴν νυνὶ λεγομένην τῆς ἐκτὸς ἐπιφανείας τοῦ κόσμου λειότητα. πᾶν δʼ οὖν τὸ σωματικὸν τοιοῦτον, ἔξωθεν λεῖον, καθὸ καὶ συμφύεται τῷ τε νῷ τῷ ἑαυτοῦ καὶ τῷ δημιουργῷ, διὸ καὶ οἱ ποιηταὶ τὸν δημιουργὸν ἐπʼ ἄκρας ἱδρύουσι τῆς τοῦ κόσμου κορυφῆς· τοσαύτην ἐπιτηδειότητα ἔλαχεν ἀπʼ αὐτοῦ πρὸς τὴν μετουσίαν τῶν νοητῶν αἰτίων. εἰ δὲ βούλει, καὶ κατʼ ἄλλον τρόπον ἡ λειότης αὕτη σύμβολόν ἐστι τῆς θείας καὶ ἁπλῆς ἐν τῷ κόσμῳ ζωῆς. ἡμεῖς μὲν οὖν, ἐπειδὴ μεριστὴν εἴχομεν ζωήν, καὶ τὰ μόρια τοῦ σώματος ἔχομεν πολύμορφα καὶ πολυμιγῆ, διότι πρὸς ἄλλην καὶ ἄλλην ζωὴν ἄλλα παρεσκεύασται παρὰ τῆς φύσεως· τὸ δὲ πᾶν μίαν ἔχει καὶ ἁπλῆν ζωήν· ὧν γὰρ τὰ περίγεια ζῷα δεδέηται διὰ τὴν ἔνυλον καὶ μεριστὴν ζωήν, τούτων καθαρεύει τὸ πᾶν. μιᾶς οὖν ζωῆς ἐστι δεκτικόν, τῆς δὲ ποικίλης ἐξῄρηται, καὶ πρὸς μίαν παρεσκεύασται ζωήν, τῆς δὲ διῃρημένης ἄδεκτόν ἐστιν· καὶ διὰ τοῦτο λέγεται λεῖον ἔξωθεν ἀπηκριβῶσθαι, διότι συνήρμοσται παρὰ τῆς δημιουργικῆς αἰτίας ἐπιτηδείως πρὸς τὸ μίαν ἐπιδέξασθαι ζωήν, ὡς ὄργανον τοιαύτης κατεσκευασμένον. τούτου δὲ σημαντικὰ καὶ τὰ ἐφεξῆς.

Ὀμμάτων τε γὰρ ἐπεδεῖτο οὐδέν· ὁρατὸν γὰρ οὐδὲν ὑπελείπετο ἔξωθεν· οὐδὲ ἀκοῆς· οὐδὲ γὰρ ἀκουστόν· πνεῦμά τε οὐκ ἦν περιεστὸς δεόμενον ἀναπνοῆς.

`2.82–2.83`

Διὰ γὰρ τούτων οὐδὲν ἄλλο φαίνεται ποιῶν ἢ τὴν μεριστὴν ζωὴν ἀφαιρῶν ἐκ τοῦ παντὸς καὶ τὰ ὄργανα τὰ μεριστά, ἃ ἡμῖν συνήρτηται κατελθοῦσιν εἰς γένεσιν· ἄνω γὰρ μένοντες οὐδὲν δεόμεθα τούτων τῶν πολυειδῶν ζωῶν καὶ τῶν μεριστῶν ὀργάνων, ἀλλʼ ἀρκεῖ τὸ ὄχημα τὸ αὐγοειδές, πάσας ἔχον ἡνωμένως τὰς αἰσθήσεις. ὅπου τοίνυν καὶ ἡμεῖς ἀπαλλαγέντες τῆς γενέσεως καθαρεύομεν τῆς τοιαύτης πάσης ζωῆς, τί χρὴ οἴεσθαι περὶ τοῦ παντός; οὐχὶ μίαν καὶ ἁπλῆν ἔχειν αὐτὸ ζωὴν καὶ ὅλον εἶναι πρὸς ταύτην ἐγηγερμένον καὶ ἐξ ἴσου πανταχόθεν παρεσκευάσθαι πρὸς τὴν τῆς μιᾶς ζωῆς ἀποπλήρωσιν; ἦ πολλῷ μᾶλλον ἐπὶ τοῦ παντὸς ταῦτα συγχωρήσομεν· τὰ γὰρ ὅλα τῶν μερῶν θειότερα καὶ τὰ περιέχοντα τῶν περιεχομένων. ταῦτα μὲν οὖν περὶ τῆς κοινῆς τῶν προκειμένων ἐννοίας. ἐπειδὴ δὲ ἀφαιρεῖ πᾶσαν αἴσθησιν αὐτὸς ἐκ τοῦ κόσμου κατὰ τὸ ἑξῆς, ὅρασιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν, ἁφήν, φέρε, κατίδωμεν αὐτὸ τοῦτο πρῶτον, εἴτε αἰσθητικόν ἐστι τὸ πᾶν εἴτε μή· καὶ γὰρ τῶν παλαιῶν οἳ μὲν ἄλλως, οἳ δὲ ἄλλως ἠνέχθησαν· ἡμεῖς δὲ ἀκούοντες τῶν θεολόγων πηγὴν αἰσθήσεως λεγόντων καὶ περὶ τοῦ πατρός, ὅτι νῷ μὲν κατέχει τὰ νοητά,

  
αἴσθησιν δὲ ἐπάγει κόσμοις,  
καὶ αὖ τῶν παρʼ Ἕλλησι τό·

  
Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει,  
οὐχὶ μεριστῶς ἐν αὐτῷ τῆς ὄψεως οὔσης καὶ τῆς ἀκοῆς, ὡς ἐφʼ ἡμῶν, ἀλλὰ κατὰ μίαν ζωὴν καὶ καθʼ ἓν ὑποκείμενον, ὅπου καὶ ἐφʼ ἡμῶν ὁ Ἀριστοτέλης κέκραγεν, ὅτι μία τέ ἐστιν ἡ κυρίως αἴσθησις καὶ τὸ κύριον αἰσθητήριον ἕν οὐδὲ τῶν παρʼ Ἕλλησιν οὖν σοφῶν ἀγνοούντων τὰς θείας αἰσθήσεις οὐδὲ ἐπʼ αὐτοῦ τοῦ δημιουργοῦ παραιτουμένων λέγειν·

  
νοῦς δέ οἱ ἀψευδὴς βασιλήιος ἄφθιτος αἰθήρ,  
  
ᾧ δὴ πάντα κλύει καὶ φράζεται, οὐδέ τίς ἐστιν  
  
αὐδὴ οὐδʼ ἐνοπὴ οὐδʼ αὖ κτύπος οὐδὲ μὲν ὄσσα,  
  
ἣ λήθει Διὸς οὖας  
καὶ τί λέγω τῶν θεολόγων; αὐτοῦ τοῦ Πλάτωνος ἀκούοντες, ὅτι ζῷον τὸ πᾶν, καὶ τοῦ ζῴου χαρακτηριζομένου κατὰ τὴν αἴσθησιν, ὥστε καὶ τὸ φυτὸν ζῷον εἰπὼν εὐθὺς καὶ αἰσθήσεως αὐτῷ τινος ἄλλης μεταδέδωκε—ταῦτʼ οὖν, ὅπερ εἴπομεν, ἀκούοντες ὀκνοῦμεν ἀναίσθητον ὑπονοῆσαι τὸ πᾶν. πάλιν δὲ αὖ τῆς αἰσθήσεως τὸ μεριστὸν καὶ τὸ εἰδωλικὸν ἐν τῇ γνώσει καθορῶντες εὐλαβούμεθα τοιαύτην ζωὴν ἀναπέμπειν εἰς τὸ πᾶν· ἀληθείας γὰρ ἀτυχής, ὡς ἐν Θεαιτήτῳ γέγραπται, καὶ τὰ παθητικὰ καὶ τὰ εἴδωλα γιγνώσκουσα τῶν πραγμάτων ἡ αἴσθησις  <span class="gap">…</span> παρὰ πᾶσιν εἴωθεν λέγεσθαι. βέλτιον οὖν, ἵνα ἀμφοτέρων ἐν μέσῳ γενώμεθα, πᾶσαν μὲν τοιαύτην αἴσθησιν ἀφελεῖν, ἄλλην δὲ κρείττω ταύτης καὶ θεοῖς οἰκειοτέραν ἀποδοῦναι τῷ παντί.

`2.84–2.85`

τίς οὖν ἐστιν αὕτη καὶ τίνα ἂν ληφθείη τρόπον; ὅτι μὲν οὖν αἰσθητικόν ἐστι τὸ πᾶν, ἔκ τε τοῦ ζῷον εἶναι τὸ πᾶν δῆλον ποιήσομεν καὶ ἀπὸ τοῦ τὴν παντὸς ψυχὴν διανοητικήν τε εἶναι καὶ δοξαστικὴν καὶ διδόναι τῷ σώματι μετουσίαν ἀμφοτέρων, τῆς τε δόξης καὶ τῆς διανοίας· εἰ γὰρ ἡ δόξα λογική τίς ἐστιν αἴσθησις, ἔσται καὶ τῷ σώματι ἡ ἀπʼ αὐτῆς ζωὴ τῆς αἰσθήσεως αἰτία, ἔσται δέ τις καὶ τῆς διανοίας ἐν αὐτῷ εἰκών, ἣν ἂν εἴποιμεν ἡμεῖς τὴν κοσμικὴν εἶναι φαντασίαν, αὐτὴν ἐνεικονιζομένην τὴν νόησιν ἐκείνης καὶ τοὺς ἀφανεῖς τύπους ἔχουσαν τῶν αἰσθητῶν τῶν ἐν πάσῃ τῇ περιόδῳ γινομένων. ἐκ τούτων δʼ οὖν εἶναι τοῦ παντὸς αἴσθησιν καὶ ἀπʼ ἄλλων δὲ πολλῶν ὑπομιμνήσκειν δυνατόν. τίνα δὲ αἴσθησιν ἔχει, δεῖται λοιπὸν οἰκείας ἐπιβλέψεως. φημὶ τοίνυν, ὅτι τῆς αἰσθήσεως ἡ μὲν πρωτίστη καὶ κυριωτάτη νοῦν μιμουμένη—πανταχοῦ γὰρ τὰ πρῶτα μίμησιν ἔχει τῶν πρὸ αὐτῶν, διὸ καὶ συναφὴ τοῖς πρώτοις  <span class="gap">…</span> ἐστί—τὸ ἑαυτῆς αἰσθητὸν ἐν ἑαυτῇ περιείληφεν, οὔτε μεταβαίνουσα ἀπʼ ἄλλων ἐπʼ ἄλλα· τοῦτο γὰρ ἤδη μεριζομένης ἐστίν· οὔτε εἰς τὸ ἔξω προϊοῦσα· τοῦτο γὰρ ἀτελές· ἀλλὰ ἡ τὸ ὅλον αἰσθητὸν ἔχουσα ἐν ἑαυτῇ καὶ οἷον συναίσθησις οὖσα μᾶλλον. δευτέρα δὲ μετὰ ταύτην ἡ προϊοῦσα μέν, κατʼ ἐνέργειαν δὲ τελείαν καὶ ἀεὶ ὡσαύτως πανταχόθεν ὅλον αἱροῦσα τὸ γνωστὸν παντός τε καθαρεύουσα πάθους καὶ πάσης ἀδυναμίας τῆς οἰκείας τοῖς μεριστοῖς καὶ ἐνύλοις ὀργάνοις. τρίτη δὲ ἡ καὶ πάσχουσα ὑπὸ τῶν ἐκτὸς καὶ συμμιγὴς ἀπό τε πείσεως καὶ γνώσεως, ἀρχομένη μὲν ἀπὸ τοῦ πάθους, τελευτῶσα δὲ εἰς τὴν γνῶσιν. τελευταία δέ ἐστιν αἴσθησις, ᾗ γνῶσις μὲν ἀμυδροτάτη πάρεστι, πάθος δὲ τὸ πλέον ἐστὶ καὶ ἐγγὺς φυσικῆς συμπαθείας, ὡς μὴ τὰ εἴδη τῶν αἰσθητῶν γιγνώσκειν, οἷον ὅτι θερμὸν ἢ ψυχρὸν τὸ ποιοῦν, ἀλλʼ ὅτι ἡδὺ μόνον ἢ λυπηρὸν τὸ προσπεσόν· τοιαύτην γὰρ εἶναι τὴν τῶν φυτῶν αἴσθησιν αὐτὸς ἡμῖν παραδώσει προϊὼν ὁ Τίμαιος, τοῦ ἡδέος οὖσαν μόνου καὶ τοῦ λυπηροῦ τοῦ ἀπὸ τῶν αἰσθητῶν ἀντίληψιν. ἄνωθεν οὖν τῆς αἰσθήσεως οὕτω προϊούσης ὁ μὲν κόσμος κατὰ τὴν πρώτην αἴσθησίν ἐστιν αἰσθητικός· καθʼ ὅλον γὰρ ἑαυτὸν ὁρώμενόν τε καὶ ὄμμα ἐστίν· ὅπου καὶ τὸν ἥλιον ὄμμα λέγομεν καὶ τῶν ἀστέρων ἕκαστον. καὶ ὁ κόσμος οὖν ὄψις τέ ἐστιν ὅλος καὶ ὁρατὸν καὶ ὄντως αἰσθήσει καὶ δόξῃ περιληπτὸν τῇ ἑαυτοῦ αἰσθήσει καὶ τῇ ἑαυτοῦ δόξῃ· ταύταις γάρ ἐστι πρώτως περιληπτόν· παντελὴς οὖν ἐστιν ἐν αὐτῷ γνῶσις καὶ ἀδιαίρετος αἴσθησις, καὶ πάντα αὐτός ἐστι, τὸ αἰσθητόν, τὸ αἰσθητήριον, ἡ αἴσθησις, ὥσπερ καὶ ὁ δημιουργὸς αὐτοῦ νοῦς, νόησις, νοητόν. καὶ ὥσπερ τῷ ὅλῳ σώματι τὰ μερικὰ σώματα συνείληφεν, οὕτω τῇ ὅλῃ αἰσθήσει τὰς πολλὰς αἰσθήσεις περιέχει, καὶ οὐχὶ τὰ χρώματα καὶ τοὺς ψόφους γιγνώσκει τῶν αἰσθητῶν, ἀλλὰ πᾶσαν αὐτῶν τὴν οὐσίαν, καθόσον ἔνυλός ἐστι καὶ ἄτομος, διὸ καὶ αἰσθητὴν οὐσίαν ἔχει καὶ καθʼ αὑτὸ αἰσθητήν, ἀλλʼ οὐ κατὰ συμβεβηκός. ὡς γὰρ τὸ ἀεὶ νοητόν ἐστιν οὐ πῂ μὲν νοητόν, πῂ δὲ οὔ, πᾶν δὲ νοητὸν οὐ τοῖς μεριστῶς νοοῦσιν, ἀλλὰ τῷ θείῳ νῷ, τὸν αὐτὸν τρόπον καὶ τὸ γενητὸν αἰσθητὸν οὐ πῂ μὲν αἰσθητόν, πῂ δὲ ἀναίσθητον, ἀλλʼ ὅλον, οὐχ ἡμῖν τοῖς μεριστῶς αἰσθανομένοις, ἀλλὰ τῷ παντὶ ζῴῳ, ἐν ᾧ καὶ ἡ ὅλη αἴσθησις· ὡς γὰρ ἄλλη θεῶν νόησις, ἄλλη δὲ ἀνθρώπων, οὕτως ἄλλη θεῶν αἴσθησις καὶ ἄλλη τῶν μεριστῶν ζῴων, ἣ μὲν καὶ τὰς μερικὰς οὐσίας γιγνώσκουσα τὰς αἰσθητάς, ἣ δὲ τὰ περὶ τὰς οὐσίας μόνον. ὁ μὲν οὖν κόσμος ἔχει τὴν πρώτην αἴσθησιν, ἀμετάβατον, ἡνωμένην τῷ γνωστῷ, παντελῆ, κατʼ ἐνέργειαν ἑστῶσαν, τὰ δὲ ὅλα ζῷα καὶ γενέσεως καθαρὰ τὸ δεύτερον εἶδος ἔλαχε τῆς αἰσθήσεως· διότι μὲν γὰρ μέρη τοῦ παντός ἐστι, πρόεισιν ἡ αἴσθησις αὐτῶν ἐπὶ τὸ ὅλον· ἔστι γάρ τι καὶ ἐκτὸς αὐτῶν· διότι δὲ ἐξῄρηται γενέσεως, ἀπαθῶς καὶ ἐνεργητικῶς μόνον περιέχει τὸ αἰσθητόν. αἱ δὲ μερικαὶ ζωαί, ὅσαι γενέσει κεκοινωνήκασιν, ὀργάνοις χρώμεναι τοῖς αὐγοειδέσιν ὀχήμασι, σύμμικτον ἔχουσιν αἴσθησιν ἀπό τε πάθους καὶ γνώσεως. ἔστι δέ τινα καὶ τελευταῖα ζῷα, οἷα καὶ φυτά, μετέχοντα ζωῆς ἴχνους καὶ αἰσθήσεως οὐ πάσης, ἀλλὰ καὶ ἧς μετέχει, παθητικῶς ἔχοντα καὶ ταύτην. ἄλλης οὖν αἰσθήσεως οὔσης τῆς ὅλης, ἄλλης δὲ τῆς μεριστῆς, καὶ ἄλλης μὲν τῆς τὰς οὐσίας γιγνωσκούσης, ἄλλης δὲ τῆς τὰ εἴδωλα τῶν αἰσθητῶν, οὐ χρὴ ταράττεσθαι τοῦ Πλάτωνος ἀφαιροῦντος τοῦ κόσμου τὰ μεριστὰ πάντα ὄργανα· οὐδὲ γὰρ ἡ ἀκοὴ διῄρηται ἐν αὐτῷ τῆς ὁράσεως· ὅπου γε οὐδὲ ἐν τῷ πνεύματι τῷ ἡμετέρῳ, καθάπερ εἴπομεν, χωρὶς μὲν ἡ ἀκοή, χωρὶς δὲ ἡ ὄψις, ἀλλὰ μία ἡ ὄντως αἴσθησις, καὶ τὸ κύριον αἰσθητήριον ἕν, ὥς φησιν Ἀριστοτέλης. οὔτʼ οὖν ὀμμάτων δεῖται ὁ κόσμος τῶν εἰς τὸ ἔξω ἀποτεινομένων, οὔτε ὤτων τῶν ἔξωθεν εἰσδεχομένων, ἀλλʼ αὐτός ἐστι καὶ ὄμμα καὶ ὁρατὸν καὶ οὖς καὶ ἀκουστόν, καὶ ἡ μία αἴσθησις ἐν αὐτῷ πάντα γιγνώσκει τὰ αἰσθητά· πόθεν γὰρ καὶ ἐν ἡμῖν ἡ μία αἴσθησις πρὸ τῶν πολλῶν ἐστιν ἢ ἐκ τοῦ παντός; τό τε οὖν κάλλος πᾶν τὸ ἐν ἑαυτῷ γιγνώσκει διὰ τῆς ὄψεως καὶ τὴν ἁρμονίαν τὴν διʼ ὅλων διήκουσαν διὰ τῆς ἀκοῆς. οὔτε ἄρα ὀμμάτων δεῖται πρὸς τὴν ὅρασιν οὔτε ὤτων πρὸς τὴν ἀκοήν. καὶ ἔχει καὶ τοῦτο τὸ ἀνόμματον κατʼ εἰκόνα τοῦ νοητοῦ θεοῦ, πρὸς ὃν ἀπείκασται· καὶ γὰρ ἐκεῖνον ἀνόμματον Ἔρωτά φησιν ἔχειν Ὀρφεύς.

  
ποιμαίνων πραπίδεσσιν ἀνόμματον ὠκὺν Ἔρωτα.  
οὕτω δὴ οὖν καὶ τὸ πᾶν συνῆπται διʼ ἔρωτος τοῖς πρὸ αὐτοῦ, τὸ ἐν ἐκείνοις κάλλος διὰ τοῦ ἐν ἑαυτῷ βλέπον, τοῦτο δὲ οὐ μερισταῖς αἰσθήσεσιν ὁρῶν.

`2.86`

Πνεῦμά τε οὐκ ἦν περιεστὸς δεόμενον ἀναπνοῆς οὐδʼ αὖ τινος ἐπιδεὲς ἦν ὀργάνου σχεῖν, ᾧ τὴν μὲν εἰς ἑαυτὸ τροφὴν δέξοιτο, τὴν δὲ πρότερον ἐξικμασμένην ἀποπέμψοι πάλιν· ἀπῄει τε γὰρ οὐδὲν οὐδὲ προσῄει αὐτῷ ποθεν· οὐδὲ γὰρ ἦν. αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχον καὶ πάντα ἐν αὑτῷ ὑφʼ αὑτοῦ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν· ἡγήσατο γὰρ αὐτὸ ὁ συνθεὶς αὔταρκες ὂν ἄμεινον ἔσεσθαι μᾶλλον ἢ προσδεὲς ἄλλων.

`2.87–2.90`

Διὰ δὴ τούτων ἄλλας δύο τοῦ παντὸς αἰσθήσεις ἀφεῖλεν, ὄσφρησιν καὶ γεῦσιν, τὴν μέν, ὅτι μηδὲ ἀναπνεῖ· τὸ γὰρ ἀναπνέον δεῖται τῆς ὀσφρήσεως, εἰ καὶ μὴ πᾶν τὸ ἔχον ὄσφρησιν ἀναπνευστικόν ἐστιν· ἀλλὰ τελειότερον τὸ ἀναπνευστικόν· τοῦτο οὖν ἀφαιρεῖ τοῦ παντός. τὴν δέ, ὅτι μηδὲ τρέφεται· τὸ γὰρ τρεφόμενον ζῷον δεῖται τῆς γεύσεως. πῶς οὖν πάλιν ἐροῦμεν ἡμεῖς; ἦ ταύτας μὲν τὰς μεριστὰς αἰσθήσεις μὴ εἶναι περὶ τὸ πᾶν, τὴν δὲ μίαν καὶ ἁπλῆν αἴσθησιν ἐν ἑαυτῷ πάντων εἶναι γνωριστικήν, χρωμάτων, ψόφων, χυμῶν, πνευμάτων, ποιοτήτων, αὐτῶν τῶν αἰσθητῶν οὐσιῶν ὡς ἐν ὑποκειμένῳ οὐσῶν· ὡς γὰρ καὶ ἡ ἐν ἡμῖν μία αἴσθησις πάσαις χρῆται ταῖς μερισταῖς καὶ πάντα γιγνώσκει κατὰ ταὐτόν, πόσῳ δὴ οὖν μᾶλλον ὁ κόσμος καθʼ ἕνα λόγον καὶ μίαν αἴσθησιν γνώσεται πᾶσαν ὁμοῦ τὴν τῶν αἰσθητῶν ποικιλίαν. ὡς γοῦν κατὰ τὴν οὐσίαν εἷς ἐστι καὶ ὥσπερ τὸ σχῆμα ἔλαχε τὸ μονοειδές, οὕτως καὶ αἴσθησιν ἔχει μίαν πάντα τὰ αἰσθητὰ περιέχουσαν· καὶ γὰρ φύσιν μίαν πάντα τὰ σώματα συνέχουσαν καὶ ζωοποιοῦσαν. ταῦτα περὶ τοῦ παντὸς δόγματος. ἐπέλθωμεν δὲ καὶ τοῖς καθʼ ἕκαστον. πρῶτον τοίνυν δαιμονίως τὴν τῆς ὀσφρήσεως χρείαν εἰς ἀναπνοὴν ἀνήνεγκεν, ἀλλʼ οὐκ εἰς τὴν τῶν εὐωδῶν διάκρισιν, περιεκτικωτέραν αἰτίαν ὡς ἐν τοῖς ἀναπνέουσιν ἡμῖν οὖσαν ἀποδιδούς· ὅταν μὲν γὰρ εὐωδίας ἢ δυσωδίας αἰσθανώμεθα, ἀναπνέομεν, οὐχ ὅταν δὲ ἀναπνέωμεν, πάντως ἐκείνοις περιπίπτομεν. φυσικώτερον οὖν ἡ ἀναπνοὴ καὶ περιληπτικώτερον τῶν ἰδίων ὀσφραντῶν· ἐπεὶ καὶ ὅσα τῶν ζῴων ὀσφραίνεται μέν, οὐκ ἀναπνεῖ δὲ τῷ πνεύμονα μὴ ἔχειν, ἀτελέστερα τῶν ἀναπνεόντων ἐστίν. εἰκότως οὖν ἀπὸ τῶν τελειοτέρων πεποίηται τὴν ἐπιχείρησιν, ὡς, εἰ εἶχεν ὄσφρησιν τὸ πᾶν, δέοντος οὕτως αὐτὸ ταύτην ἔχειν, ὡς ἔχει τὰ τελειότερα τῶν ὀσφραινομένων, οἷς ὑπάρχει καὶ τὸ ἀναπνεῖν. δεύτερον τὴν τῆς γεύσεως χρείαν εἰς τροφὴν ἐπανήνεγκε· ταύτην γὰρ κριτήριον ἡ φύσις ἐπέστησε τοῖς χυμοῖς, διʼ ὧν αἱ τροφαὶ καὶ αὐξήσεις· τὸ γὰρ ἐξικμασμένην τούτου δηλωτικόν ἐστιν. ὁ δὲ κόσμος οὐ δεῖται τροφῆς ἔξωθεν, ἀλλʼ αὐτὸς ἑαυτῷ παρέχεται τροφὴν καὶ αὔξων ἑαυτὸν καὶ φθίσιν ἑαυτῷ παρέχων· πρῶτον μέν, εἰ βούλει, κατὰ τὴν εἰς δύο διαίρεσιν, αὔξοντος μὲν πάντα τοῦ οὐρανοῦ καὶ μεταβάλλοντος, αὐξομένων δὲ καὶ φθινόντων τῶν ὑπὸ σελήνην· ἡ γὰρ ἄλλου γένεσις ἄλλου φθορά ἐστιν, ἑκατέρας δέ ἐστι τοῦ οὐρανοῦ κίνησις αἰτία. ἔπειτα καὶ αὐτῶν τῶν οὐρανίων ἀνὰ λόγον κατὰ τὰς κινήσεις τήν τε αὔξησιν καὶ τὴν φθίσιν δεχομένων κατὰ τὰς ἀνατολὰς καὶ δύσεις καὶ τὰς ἐκφάνσεις καὶ κρύψεις ὑψώσεις τε καὶ ταπεινώσεις φωτισμούς τε καὶ μεταβολὰς τοῦ φωτός, διʼ ὧν καὶ τὰ οὐράνια προσλαμβάνει τι καὶ ἀποβάλλει, καθάπερ καὶ τὰ ὑπὸ τὸν οὐρανόν· ἀπὸ γὰρ τούτων τρέπεται καὶ ἡ γένεσις. καὶ ὁρᾷς πάλιν, ὅτι τὰ μὲν ὑπὲρ σελήνην κατʼ ἀναλογίαν μόνην ἔχει τὴν αὔξησιν καὶ φθίσιν, τὰ δὲ ὑπὸ σελήνην κατὰ τὴν οὐσίαν ἐστὶν ἀμφοτέρων δεκτικά, ἡ δὲ σελήνη μεταξὺ τούτων ἐστὶ καὶ ὄντως ἰσθμός, ἀρχὴν μεταβολῆς ἐν ἑαυτῇ δεικνύουσα κατὰ τὴν αὔξησίν τε καὶ μείωσιν τοῦ φωτός· ἐπὶ μὲν γὰρ τῶν πρὸ αὐτῆς ἔμενε κατὰ τὴν αὔξην καὶ τὴν φθίσιν τὸ αὐτὸ παντελῶς εἶδος· ἐπὶ δὲ τῶν μετʼ αὐτὴν καὶ αὐτὸ τὸ εἶναι πάντη πέφυκε μεταρρεῖν· ἐν αὐτῇ δὲ τῆς οὐσίας μενούσης μεταβάλλεται τὸ ἔξωθεν φῶς κατὰ μείωσιν καὶ αὔξησιν, ὅπερ οὐκ ἔστιν ἐπὶ τῶν ὑπὲρ αὐτὴν φωτισμῶν. οὐκ ἄρα δεῖ λέγειν τρέφεσθαι τὰ οὐράνια ἐκ τῶν ἀναθυμιάσεων, ὡς οἴονταί τινες· τὰ γὰρ δεόμενα τῆς ἔξωθεν ἐπιρροῆς καὶ προσθήκην δεχόμενα καὶ ἀφαίρεσιν οὐκ ἀλύτους ἔχει τοὺς δεσμούς. ἄτρεπτα ἄρα μένει τὰ οὐράνια, ὥσπερ δὴ τῶν μὲν ἀρχαίων Πρόκλος τε ὁ Μαλλώτης καὶ Φιλωνίδης εἰρήκασι, τῶν δὲ νεωτέρων οἱ ἀπὸ Πλωτίνου πάντες Πλατωνικοί. καὶ γὰρ οὐδέπω γένεσιν ἡμῖν οὐρανοῦ καὶ ἄστρων παραδοὺς πῶς ἔμελλε περὶ τροφῆς αὐτῶν ποιεῖσθαι λόγον; καὶ ἔοικε μόνα τὰ στοιχεῖα νῦν ἀπογεννήσας καὶ ἰδὼν ταῦτα καὶ διʼ ἀλλήλων πεφοιτηκότα καὶ πάντα ὄντα ἐν πᾶσι ταύτην τὴν διʼ ἀλλήλων δίιξιν ἀποκαλέσαι τροφὴν τοῦ παντὸς αὐτοῦ ὑφʼ ἑαυτοῦ πάσχοντος καὶ δρῶντος εἰς ἑαυτὸ τῷ μεταδιδόναι πᾶσι πάντων ἐξ ὧν ἐστιν· ὡς ὅταν γε καὶ τὰ ἄλλα ὑποστήσῃ τὰ οὐράνια, τότε καὶ τοὺς φωτισμοὺς εἰσοίσει καὶ τὴν διὰ τούτων κοινωνίαν πρὸς ἄλληλα τῶν πάντων. μόνην δʼ οὖν τὴν ἐκ τῶν τεττάρων ὁρῶν τοῦ παντὸς στοιχείων σύστασιν, ἐπειδήπερ ἑώρα τινὰς ἐν τούτοις κοινωνίας ἀλλήλων, εἶπε τὴν ἄλλων φθίσιν ἄλλων εἶναι τοῦ παντὸς μερῶν τροφήν, τίνων δὲ ἑκάτερα, νῦν οὔπω δῆλον, τοσοῦτον δὲ καὶ νῦν δῆλον, ὅτι πάντα ἀλλήλοις μεταδίδωσιν, ἵνʼ ἓν γένηται τὸ πᾶν, καὶ ἐν ἀλλήλοις ἐστίν, ὥστε ἄλληλα τρέφει, καὶ τοῦτʼ οὐ σὺν ἐλαττώσει τῇ ἑαυτῶν· καὶ γὰρ ἐν γῇ πάντα καὶ ἐν πυρὶ πάντα καὶ ἐν τοῖς μέσοις πάντα, καὶ οὕτως ὁ ὅλος κόσμος τοῖς ἑαυτοῦ μέρεσιν ὑφʼ ἑαυτοῦ τρέφεται, πάντα ἐν πᾶσιν ἔχων. ἔτι τοίνυν κἀκεῖνα ῥητέον ἐν τοῖς ἐκκειμένοις ῥητοῖς· εἰ μὴ πρόσεισι τῷ παντὶ μηδέν, οὐδὲν αὐτοῦ σῶμά ἐστιν ἐκτός· εἰ ἄπεισιν ἀπʼ αὐτοῦ μηδέν, οὐκ ἔστιν ἔξω τοῦ κόσμου κενόν· μάτην γὰρ ἂν εἴη, μηδενὸς ὂν δεκτικόν, καθάπερ τὸ τὸν κόσμον δεξάμενον· ἃ δὴ καὶ Ἀριστοτέλης διαφερόντως ἠγάπησε, τό τε ἐνεργείᾳ κενὸν ἀναιρῶν καὶ τὸν κόσμον μονογενῆ διασῴζων. ὅτι δὲ οὐδὲν ἄπεισιν οὐδὲ πρόσεισι τῷ παντί, κατεσκεύασε τὸ μὲν ἐκ τοῦ οὐδὲ γὰρ ἦν, τὸ δὲ μηδὲ ἀπιέναι μηδὲν ἐκ τοῦ τὴν ἑαυτοῦ φθίσιν οἰκείαν τροφὴν ποιεῖσθαι τὸ πᾶν. ὥσπερ οὖν οὐκ ἔχον ὄργανα τροφῆς ἐν ἑαυτῷ τροφὴν ἔχει καὶ ἑαυτὸ καὶ ἔστιν αὐτὸ τὸ τρέφον ἅμα καὶ τρεφόμενον, οὕτω δὴ καὶ αἰσθήσεις οὐκ ἔχον τὰς ἐκτὸς ἀποτεινομένας ἐν ἑαυτῷ τὴν αἴσθησιν ἔχει καὶ ἔστιν αὐτὸς αἰσθητὸς ἑαυτῷ. καὶ ὅτι βούλεται καὶ ἐπὶ τούτων τὸν αὐτὸν εἶναι λόγον ὁ Πλάτων ἐναργῶς, οἶμαι, δεδήλωκεν εἰπών· καὶ πάντα ἐν αὐτῷ καὶ ὑφʼ ἑαυτοῦ πάσχον καὶ δρῶν. εἰ δὲ πάντα τὰ γινόμενα δρῶντός ἐστι τοῦ παντὸς εἰς ἑαυτὸ καὶ ὑφʼ ἑαυτοῦ πάσχοντος, οὔτε τὰς φθίσεις οὔτε τὰς φθορὰς ἁπλῶς κακὰ ῥητέον· οὐδὲ γὰρ ὁ σπουδαῖος εἰς ἑαυτὸν δρᾷ κακὸν οὐδέν, μὴ ὅτι τὸ πᾶν. καὶ τοῦτο μὲν θεῖον πόρισμα ληπτέον ἐκ τοῦ λόγου. πάλιν δὲ ἐπὶ τὴν ἀληθινὴν αἰτίαν πάντων τῶν περικοσμίων ἀνέδραμε, τὴν δημιουργικὴν τέχνην καὶ τὴν τελεσιουργὸν τῶν ὅλων ἀρχήν· ἐκεῖθεν γὰρ ἡ τέχνη καὶ εἰς τὴν δημιουργικὴν καθήκει τάξιν· διὸ καὶ τὰ λόγια τὸν δημιουργὸν τοῦ παντὸς ἐργοτεχνίτην κέκληκεν· ὅπερ ὁ Πλάτων διεῖλε, ποτὲ μὲν ἔργα τοῦ δημιουργοῦ καλῶν τὰ ἐν τῷ κόσμῳ· ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων· ὥσπερ καὶ τὰ λόγιά φησιν·

  
ἔργα νοήσας γὰρ πατρικὸς νόος αὐτογένεθλος·  
ποτὲ δὲ καὶ τὴν ἐνέργειαν αὐτοῦ προσαγορεύων τέχνην, ᾗ τέλος ἀφωρίσατο τὴν αὐτάρκειαν τοῦ παντός· ἀγαθὸς γὰρ ὢν ὁ δημιουργὸς ἑαυτῷ πάντα παραπλήσια ποιεῖ, τοῦτο δʼ ἐστὶ τέλεια πάντα καὶ αὐτάρκη· στοιχεῖον γὰρ τοῦ ἀγαθοῦ τὸ αὔταρκες. καὶ οὐ δήπου διὰ τὴν αὐτάρκειαν ταύτην ἀπέσπασται τοῦ ποιήσαντος ὁ κόσμος ὡς ἑαυτῷ δυνάμενος ἀρκεῖν, ἀλλὰ μειζόνως ἑνοῦται πρὸς αὐτόν· ὅσῳ γὰρ αὐταρκέστερός ἐστι, τοσούτῳ μᾶλλον εἰς ὁμοιότητα καθίσταται τὴν πρὸς αὐτόν, ὅσῳ δὲ μᾶλλον ὁμοιοῦται, τοσούτῳ τελειότερον ἑνοῦται πρὸς τὴν ἀγαθότητα τὴν δημιουργικήν. αὔταρκες οὖν τὸ πᾶν, ὡς αἰσθητὸν καὶ ἀπροσδεὲς ἄλλων αἰσθητῶν· τούτοις γὰρ τοῦτο προσήκει τὸ ὄνομα· θεῶν δὲ ἐπιδεές, ὡς ἀεὶ πληρούμενον ἀπʼ αὐτῶν, μᾶλλον δὲ οὐδὲ τούτων ἐπιδεές· πανταχοῦ τε γὰρ πάρεστι τὸ θεῖον καὶ αὐτὸ πρὸς τὴν ὑποδοχὴν παρεσκεύασται τῶν θείων ἀγαθῶν. ὥσπερ οὖν τὸ ὅμοιον τοῦ ἀνομοίου κρεῖττον κατὰ τὴν τοῦ Διὸς κρίσιν, οὕτω καὶ τὸ αὔταρκες τοῦ ἐνδεοῦς ἐστι θειότερον· κρατεῖ γὰρ τό τε αὔταρκες ἐν θεοῖς καὶ ἡ ὁμοιότης ἐν τοῖς οὖσι· καὶ τοῦτό ἐστιν ἄλλο δόγμα τοῦ μεγίστου Διός.

Χειρῶν δέ, αἷς οὔτε λαβεῖν οὔτʼ αὖ τινʼ ἀμύνασθαι χρεία τις ἦν, μάτην οὐκ ᾤετο δεῖν αὐτῷ προσάπτειν, οὐδὲ ποδῶν οὐδὲ ὅλως τῆς περὶ τὴν βάσιν ὑπηρεσίας.

`2.91–2.92`

Τελευταία τῶν αἰσθήσεών ἐστιν ἡ ἁφή. ταύτης μάλιστα μὲν κατὰ πᾶν τὸ σῶμα μετέχει τὸ ζῷον, ἰδίως δὲ κατὰ τὰς χεῖρας· αὗται γὰρ τὸ ἁπτικώτατον, ὡς ἔστιν ἐπὶ τῆς ἐνεργείας ὁρᾶν. ἐπειδὴ δὲ διττὴν ἡμῖν χρείαν αἱ χεῖρες παρέχονται—τὰ μὲν γὰρ εὐφραίνοντα διʼ αὐτῶν λαμβάνομεν, τὰ δὲ λυποῦντα ἀπωθούμεθα—τὸ δὲ πᾶν οὔτε λαμβάνειν τι δυνατόν—ἔχει γὰρ πᾶν ὃ βούλεται—οὔτε ἀμύνασθαί τι—λυπεῖ γὰρ οὐδέν, ὅτι μηδὲ ἀλλότριόν ἐστιν αὐτοῦ μηδέν—οὐδὲν ἂν χειρῶν δέοιτο· οὐδὲν γὰρ μάτην ἡ φύσις ποιεῖ οὐδὲ ὁ θεός, φησὶν Ἀριστοτέλης· ὥστε εἰκότως ὁ δημιουργὸς οὐδὲ χεῖρας ἑαυτῷ προσέφυσεν· μάτην γὰρ ἂν ἦσαν. ἐπειδὴ δὲ τὸ κινητικὸν ἐξῆπται τοῦ αἰσθητικοῦ— λέγω δὲ τὸ φυσικῶς κινητικόν—οἰκείως ἅμα καὶ εὐλόγως ἀπὸ τῶν αἰσθητικῶν ὀργάνων ἐπὶ τὰ πορευτικὰ προῆλθεν ὁ λόγος· οἱ γὰρ πόδες ὄργανα κατεσκευάσθησαν πρὸς τὴν κατʼ εὐθεῖαν κίνησιν καὶ τὰ ἄλλα μόρια τὰ πρὸς τὴν βάσιν ὑπηρετοῦντα, οἷον καὶ κνήμη καὶ γόνυ καὶ μηρὸς καὶ εἴ τι τοιοῦτον· τὸ δὲ πᾶν κινεῖσθαι κατʼ εὐθεῖαν ἀδύνατον· οὐ γάρ ἐστι κενὸν ἔξω τοῦ παντός, ὡς δέδεικται πρότερον. τὰ μὲν οὖν μόρια, τά τε πορευτικὰ καὶ τὰ αἰσθητικά, διὰ τούτων ἀφεῖλε. καὶ πάλιν κἀνταῦθα ῥητέον, ὅτι τὰ κινητικὰ ἀφαιρῶν ὄργανα πόδας ἀφεῖλε μόνους, ἀλλʼ οὐ πτέρυγας, διότι τοῖς τελειοτέροις ἀρκοῦσιν οὗτοι πρὸς κίνησιν ζῴοις, ταὐτὸν καὶ ἐνταῦθα ποιῶν, ὅπερ ἐπί τε ὀσφρήσεως καὶ ἀναπνοῆς. ῥητέον δὲ πάλιν, ὅτι ταῦτα μὲν οὐδαμῶς ἐστιν ἐν τῷ παντί, τρόπον δὲ ἄλλον ἔστι καὶ ἡ αἴσθησις καὶ ἡ κίνησις. ἐπεὶ γὰρ ἐν αὐτῷ περιείληπται πᾶν τὸ ὁπωσοῦν αἰσθητὸν καὶ τὸ πρῶτον αἰσθητόν ἐστιν αὐτός, ἔχει καὶ μίαν αἴσθησιν τῷ τοιούτῳ συζυγοῦσαν αἰσθητῷ· καθάπερ γὰρ ἡ τοῦ δημιουργοῦ νόησις πρὸς τὸ ὅλον νοητὸν συνέζευκται καὶ καταπίνειν τὸ πᾶν ἐν αὑτῷ λέγεται, τοῦτον τὸν τρόπον καὶ ὁ κόσμος καταπίνει τῇ ἑαυτοῦ αἰσθήσει ἑαυτὸν καὶ περιλαμβάνει τῇ συμφυεῖ γνώσει τὸ γνωστόν. καὶ ἄλλως δὲ δυνάμεις μὲν ἔχει πάντων κρατητικὰς καὶ φρουρητικάς, καὶ αὗταί εἰσιν αἱ ἐν αὐτῷ χεῖρες, τάξεις δὲ περιέχει τελεσιουργούς, καὶ αὗται ἀναλογοῦσι τοῖς θρεπτικοῖς μορίοις, αἰτίας δὲ ὑπεδέξατο ζῳογονικὰς τὰς τοῖς τῆς ἀναπνοῆς μορίοις ἀναλογούσας. ἔτι καὶ ἄλλας ἔχει δυνάμεις, τὰς μὲν ἀποπληρούσας αὐτὸν τῶν ἀφανῶν αἰτίων, τὰς δὲ συναπτούσας πρὸς τὸ νοητὸν φῶς, ὧν αἳ μὲν ἀνὰ λόγον ὁράσεως ἔχουσι λόγον, αἳ δὲ ἁφῆς. τῇ δὲ αἰσθήσει ταύτῃ καὶ τὴν κίνησιν ἀνὰ λόγον ἔχει φυσικῶς τε καὶ θεολογικῶς σκοποῦσιν· ὡς γὰρ αἴσθησιν ἔχει τὴν αὐτοῦ πρὸς ἑαυτόν, οὕτω καὶ κίνησιν τὴν ἐν αὐτῷ καὶ περὶ αὐτὸν ἀνακυκλουμένην, καὶ ταῦτα ἀμφότερα κατὰ τὴν τοῦ παραδείγματος ὁμοίωσιν· καὶ γὰρ ἐν ἐκείνῳ νόησίς τε ἦν εἰς ἑαυτὴν συννεύουσα καὶ ζωὴ πρὸς ἑαυτὴν ἐπεστραμμένη καὶ γνῶσις οὐ κατὰ μετάβασιν οὐδὲ κατὰ μερισμόν, ἀλλʼ αὐτοτελὴς καὶ αὐτοῖς ἡνωμένη τοῖς νοητοῖς· τοιοῦτος γὰρ ὁ ἐκεῖ νοῦς, πρὸ ἐνεργείας ἐνεργῶν, ὅτι μηδὲ προῆλθεν, ἀλλʼ ἔμενεν ἐν τῷ πατρικῷ βυθῷ καὶ ἐν τῷ ἀδύτῳ κατὰ τὴν θεοθρέμμονα σιγήν.

Κίνησιν γὰρ ἀπένειμεν αὐτῷ τὴν τοῦ σώματος οἰκείαν, τῶν ἑπτὰ τὴν περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν.

`2.93–2.95`

Τῶν παλαιῶν οἳ μὲν τὸν κόσμον ἐπιστρέψαντες ἐπὶ τὸν νοῦν καὶ διὰ τοῦ ἔρωτος τοῦ περὶ τὸ πρῶτον ὀρεκτὸν δόντες αὐτῷ τὴν κίνησιν οὐδὲν ἔφασαν ἀπὸ τοῦ νοῦ καθήκειν εἰς αὐτόν, τοῦ νοῦ τὸ γόνιμον ἀφελόντες καὶ ἐν ἴσῳ προστάξαντες αὐτὸν τοῖς ἐρασμίοις μὲν τῶν αἰσθητῶν, μηδὲν δὲ γεννητικὸν ἔχουσιν ἐν τῇ ἑαυτῶν φύσει. οἳ δὲ ἀνάπαλιν τὸν μὲν νοῦν ἢ τὴν ψυχὴν ἢ ὅ,τι ἂν ᾖ τὸ ὑπὲρ τὸν κόσμον δρᾶν εἰς αὐτὸν ὁμολογοῦσιν, αὐτῷ δὲ οὐ δεδώκασι τὴν κίνησιν ὡς αὐτοφυῆ καὶ οἰκείαν, ἀλλʼ ἔξωθεν μόνον ἐν κύκλῳ περιάγεσθαί φασιν· οὓς καὶ Ἀριστοτέλης ἐπερράπισεν ὡς ἀναιροῦντας τὴν ἀϊδιότητα τοῦ παντός· τὸ γὰρ βίαιον οὐκ ἔστιν ἀΐδιον. ὁ δέ γε Πλάτων τὰ ἀμφοτέρων φυλαξάμενος παροράματα τῷ τε κόσμῳ τὴν κίνησιν ὡς οἰκείαν ἀποδίδωσι καὶ αὐτοφυῆ καὶ τὸν δημιουργὸν αἴτιον αὐτῆς ἀποφαίνεται. καὶ ἔστιν ἕκτον τοῦτο δημιουργικὸν δῶρον εἰς τὸν κόσμον, ἡ νοῦν μιμουμένη κίνησις, ἣν ἔχειν φασὶν αὐτὸν καὶ ἀφʼ ἑαυτοῦ καὶ ἀπὸ τοῦ πατρός. τὸ μὲν γὰρ ἀπένειμεν εἰς τὴν πατρικὴν ἡμᾶς αἰτίαν ἀναπέμπει· παρʼ οὗ γὰρ ἡ οὐσία τῷ παντί, παρʼ ἐκείνου καὶ ἡ κατὰ φύσιν κίνησις. τὸ δὲ τὴν τοῦ σώματος οἰκείαν ἐπὶ τὴν ἰδίαν τοῦ κόσμου φύσιν, διʼ ἣν ὑφʼ ἑαυτοῦ πρὸς τὴν τοιαύτην ἐγείρεται κίνησιν· ἔχει γάρ τι καὶ αὐτὸς καὶ κατὰ τὴν ζωὴν τὴν αὐτοκίνητον καὶ κατὰ τὸ σχῆμα σφαιροειδὲς ὂν πρὸς τὴν κύκλῳ κίνησιν οἰκεῖον. τάχα δὲ καὶ εἰ θάτερον μόνον, συνεισήγετο τὸ λοιπόν· εἴτε γὰρ οἰκείαν εἶπε τῷ παντὶ τὴν κίνησιν, πόθεν ἢ ἀπὸ τοῦ πατρὸς εἶχεν αὐτήν, παρʼ οὗ καὶ τὴν οὐσίαν; εἴτε δεδόσθαι παρὰ τοῦ δημιουργοῦ, πάντως οἰκείαν ἐδίδου τῷ λαμβάνοντι νοῦς ὢν ἐκεῖνος καὶ πᾶσι τὸ κατʼ ἀξίαν ἀφορίζων. ἀλλʼ ὅ γε φιλόσοφος ἀμφότερα συνέπλεξεν, ἵνα τὴν τοῦ κόσμου πρὸς τὸν δημιουργὸν ὁμοίωσιν ἴδῃς. ὡς γὰρ ἐκεῖνος αὐτὸς ἑαυτὸν νοεῖ καὶ περὶ ἑαυτὸν ἔστραπται καὶ τὰ νοητὰ θεᾶται περὶ αὐτὰ ἐνεργῶν, ἃ δὴ γίνεται κέντρα τῆς δημιουργικῆς νοήσεως, οὕτω δὴ καὶ ὁ κόσμος περὶ ἑαυτὸν φέρεται καὶ πρὸς ἑαυτὸν νεύει καὶ χορεύει περὶ τὸ μέσον, ὃ δὴ γίγνεται κέντρον τῆς κοσμικῆς κινήσεως. καὶ ὥσπερ ὁ δημιουργὸς καταπίνειν λέγεται τὸ νοητὸν καὶ εἰς ἑαυτὸν χωρεῖν, οὕτω δὴ καὶ ὁ κόσμος τὸ ἑαυτοῦ κέντρον ἐν ἑαυτῷ περιέχει· αἱ γὰρ παρὰ τοῖς θεολόγοις καταπόσεις περιοχαί τινές εἰσιν, ἀλλʼ αἱ μὲν προγονικαὶ τὰ νοητὰ περιλαμβάνουσι νοερῶς, αἱ δὲ τῶν παίδων τὰ νοερὰ νοητῶς· προϊόντα γὰρ αὐτὰ πάλιν εἰς ἑαυτοὺς ἐπιστρέφουσιν οἱ γεννήσαντες καὶ ἐν τῇ ἑαυτῶν παντότητι συνέχουσι. ταύτας δὴ οὖν ἀμφοτέρας μεμίμηται τὸ πᾶν, καθόσον μὲν περὶ τὸ κέντρον ἀνακυκλεῖται καὶ ἐν ἑαυτῷ περιέχει τὸ κέντρον, τὴν προγονικὴν κατάποσιν μιμούμενον, καθόσον δὲ τὰ ἑαυτοῦ γεννήματα ἐν ἑαυτῷ περιέχει, τὴν ἑαυτοῦ φθίσιν ἑαυτῷ παρέχον τροφὴν καὶ τὰ ἀφʼ ἑαυτοῦ μεριζόμενα πάλιν ἐν ἑαυτῷ χωροῦν, τὰς τῶν παίδων ἐν τοῖς πατράσι περιοχάς. ταῦτα μὲν εἴρηται τῆς ἀναλογίας ἕνεκα τῆς πρὸς τοὺς δύο πατέρας τοῦ παντός. ὅρα δέ, ὅπως πάλιν ἐνταῦθα προείληπται τὸ Ἀριστοτελικὸν ἀξίωμα τὸ τοῦ ἁπλοῦ σώματος ἁπλῆν εἶναι τὴν κίνησιν. πρῶτον οὖν τὸ ἐν τῷ κόσμῳ σῶμα τῶν ἄλλων ἁπλούστερον ὂν κινεῖται τὴν κύκλῳ κίνησιν ὡς οἰκείαν, εἶτα καὶ ὅλον τὸ πᾶν· καὶ γὰρ τὸ μετʼ ἐκεῖνο κυκλίζεται κατὰ δύναμιν. τί γὰρ ἄλλο τὸ οἰκείαν ἐστὶν ἢ τὸ κατὰ φύσιν; ἔστι δὲ τὸ κατὰ φύσιν τῇ οὐσίᾳ τοῦ παντὸς ἡ κύκλῳ κίνησις· ὡς γὰρ τὸ σχῆμα σφαιρικὸν ἔλαχεν, οὕτως καὶ τὴν κατὰ φύσιν κίνησιν κυκλικήν. καὶ ἔτι τὸ τὴν κυκλοφορίαν μηδὲν ἐναντίον ἔχειν· ἑπτὰ γὰρ οὐσῶν τῶν τοπικῶν κινήσεων, τῆς κύκλῳ, τῆς ἄνω, τῆς κάτω, τῆς ἐπὶ τὸ δεξιόν, τῆς ἐπὶ τὸ ἀριστερόν, τῆς ἐπὶ τὸ πρόσω, τῆς ἐπὶ τὸ ὀπίσω, τὰς μὲν ἓξ εὕροις ἂν ἐναντίον ἐχούσας — αἱ γὰρ ἐπὶ τοὺς ἐναντίους τόπους ἀπὸ τῶν ἐναντίων κινήσεις ἐναντίαι —, τὴν δὲ κύκλῳ πάσης ἐναντιώσεως ἐξῃρημένην· ὅπου γὰρ αἱ κατʼ εὐθεῖαν κινήσεις γεννῶνται καὶ συνέχονται ὑπʼ αὐτῆς, ὡς καὶ ἡ μηχανικὴ δείκνυσι, πῶς ἂν εἴποις ἐναντίαν εἶναί τινα τούτων πρὸς αὐτήν; τὸ γὰρ ἐναντίον τοῦ ἐναντίου φθαρτικόν ἐστι καὶ οὐ γεννητικόν. καὶ οὐδὲ μέχρι τούτων ἔστησε τὸν λόγον ὁ Πλάτων, ἀλλὰ καὶ τὸ ἴδιον τῆς κυκλοφορίας εἰπὼν θαυμαστὴν ἀπέφηνεν αὐτῆς πρὸς τὰς ἄλλας ὑπεροχήν· τὴν γὰρ περὶ νοῦν καὶ φρόνησιν ταύτην ἐπωνόμασε, καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ τὸ μάλιστα προσθείς· τῶν γὰρ ἑπτὰ τούτων κινήσεων ἡ μὲν κυκλικὴ νοῦν μιμεῖται καὶ τὴν νοερὰν ζωὴν ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ καὶ καθʼ ἕνα λόγον καὶ μίαν τάξιν ἑστῶσαν καὶ τὴν κίνησιν ἔχουσαν ὑπὸ τῆς στάσεως κρατουμένην, ἡ δὲ λοιπὴ πᾶσαν τὴν ψυχήν· ἐν ταύτῃ γὰρ πρώτως τὸ ποθὲν ποὶ καὶ ἡ μετάβασις, καὶ ἔστιν ἐν αὐτῇ τὸ μὲν νοητὸν ἄνω, τὸ δὲ αἰσθητὸν κάτω, καὶ ὁ μὲν ταὐτοῦ κύκλος δεξιός, ὁ δὲ θατέρου τούτῳ ἐναντίος, καὶ ὁ μὲν νοῦς ἔμπροσθεν, ἡ δὲ φύσις ὄπισθεν· οὕτω γὰρ καὶ ὑπέστη τὴν ἀρχήν. καὶ ἡ μὲν κυκλοφορία κατʼ ἀμφοτέρους τοὺς ἀριθμοὺς ᾠκείωται πρὸς νοῦν, εἴτε τὴν μονάδα αὐτῇ εἴτε τὴν ἑπτάδα βούλοιο προσφέρειν, πρώτην ἢ ἑβδόμην αὐτὴν καταριθμούμενος· καὶ γὰρ ἡ μονὰς καὶ ἡ ἑπτὰς ἀριθμοὶ νοεροί τινες, ἡ μέν γε μονὰς ὁ αὐτόθεν νοῦς, ἡ δὲ ἑπτὰς τὸ κατὰ νοῦν φῶς. καὶ διὰ τοῦτο καὶ ὁ περικόσμιος νοῦς μοναδικός τε καὶ ἑβδομαδικός ἐστιν, ὥς φησιν Ὀρφεύς. ἔτι δὲ ἡ μὲν μονὰς Ἀπολλωνιακή, ἡ δὲ ἑπτὰς Ἀθηναϊκή, νοῦς οὖν πάλιν καὶ φρόνησις, ὥστε ἡ κυκλοφορία καὶ διὰ τῶν ἀριθμῶν δείκνυται πρὸς νοῦν καὶ φρόνησιν ἀνηρτημένη. ἡ δὲ κατʼ εὐθεῖαν κίνησις διὰ τῆς ἑξάδος τὴν πρὸς τὸ ψυχικὸν ἰδίωμα συγγένειαν αὐτῆς ἐπιδείκνυσι· καὶ γὰρ ὁ ἀριθμὸς οὗτος, ἡ ἑξάς, οἰκεῖός ἐστι τῇ ψυχῇ. καὶ τοῦτο μὲν ἔσται προϊοῦσι καταφανές· ἐπὶ δὲ τὰ ἑξῆς τοῦ Πλάτωνος μετίωμεν.

Διὸ δὴ κατὰ ταὐτὰ ἐν τῷ αὐτῷ ἐν ἑαυτῷ περιαγαγὼν αὐτὸ ἐποίησε κύκλῳ κινεῖσθαι στρεφόμενον, τὰς δὲ ἓξ ἁπάσας κινήσεις ἀφεῖλεν καὶ ἀπλανὲς ἀπειργάσατο ἐκείνων. ἐπὶ δὲ τὴν περίοδον ταύτην ἅτε οὐδὲν ποδῶν δέον ἀσκελὲς καὶ ἄπουν αὐτὸ ἐγέννησεν.

`2.96–2.98`

Τὸ μὲν παράδειγμα τῆς κυκλοφορίας ὅτι νοῦς ἐστι καὶ φρόνησις, εἴρηται πρότερον· τίς δέ ἐστιν αὕτη καὶ πῶς ἀπεικάζεται πρὸς νοῦν, ἐν τούτοις παραδίδωσιν ὁ λόγος· ἔστι γὰρ ἡ κυκλοφορία κίνησις κατὰ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ ἐν ἑαυτῇ περιαγομένη, καθάπερ ἐν τούτοις τέ φησιν ὁ Τίμαιος καὶ ἐν Νόμοις ὁ Ἀθηναῖος Ξένος· ὧν τὸ μὲν κατὰ ταὐτὰ ταὐτόν ἐστι τῷ καθʼ ἕνα λόγον καὶ μίαν τάξιν. τί γάρ, εἰ κινοῖτο μὲν τὸ πᾶν κυκλικῶς, μεταβάλλοι δὲ ἄλλοτε ἄλλως ἀνατέλλον ἢ δῦνον, ὥς φησιν ὁ ἐν τῷ Πολιτικῷ μῦθος; ἵνʼ οὖν μὴ τοῦτο ὑπολάβωμεν, τὸ κατὰ ταὐτὰ πρόκειται τῶν ἄλλων περὶ αὐτῆς ῥημάτων. οὐκ ἄρα ὀρθῶς ὁ Πλατωνικὸς Σευῆρος—παρρησιασόμεθα γὰρ ἐντεῦθεν πρὸς αὐτόν—τὰς ἀνακυκλήσεις τὰς μυθικὰς προσέμενος καὶ γενητὸν οὕτω ποιῶν καὶ ἀγένητον τὸν κόσμον· τὸ μὲν γὰρ πᾶν κατὰ ταὐτά φησιν ὁ Πλάτων καὶ ὡσαύτως κινεῖσθαι καὶ καθʼ ἕνα λόγον καὶ μίαν τάξιν· ἡ δὲ ἀνακύκλησις οὕτως, ὥσπερ λέγεται, τὴν μίαν ἀναιρεῖ τάξιν τῆς κινήσεως. ἀλλʼ αὕτη μὲν ὅπως διαμεμυθολόγηται πρὸς τοῦ καθηγεμόνος ἡμῶν ἐν τοῖς εἰς ἐκεῖνον ἀναγεγραμμένοις τὸν διάλογον εἴρηται τῷ Πλάτωνι κατὰ νοῦν. τὸ δὲ ἐν τῷ αὐτῷ τὸ ἀμετάβατον ἐν τῇ μεταβάσει δηλοῖ καὶ τὸ κρατεῖσθαι τῇ στάσει τὴν κίνησιν· διότι γὰρ οὐκ ἔστι κενὸν ἔξω τοῦ παντός, δεῖ δὲ κινεῖσθαι τὸ πᾶν σῶμα φυσικὸν ὄν—ἀρχὴ γὰρ ἡ φύσις κινήσεως—περὶ ἑαυτὸ κινεῖται στρεφόμενον καὶ ἐν τῷ αὐτῷ τόπῳ· τὸν γὰρ ὅλον κατέχει τόπον ὁ τοῦ παντὸς ὄγκος καὶ τοῖς μέρεσι τὰ μέρη τοῦ διαστήματος, καὶ ὡς ὅλον ἀμετάβατον ὂν μετακινεῖται τοῖς μορίοις. τὸ δὲ ἐν ἑαυτῷ διʼ αὐτὴν ταύτην τὴν τῶν μορίων ἀντιμετάστασιν· οὐ γὰρ ἄλλου δεῖται τοῦ μεθισταμένου πρὸς τὴν ἑαυτοῦ κίνησιν, ἀλλʼ αὐτὸ ἑαυτῷ παραχωρεῖ καὶ αὐτὸ ἑαυτῷ ἀντιμεθίσταται, ὥστε ἐν ἑαυτῷ κινεῖται τῶν μορίων αὐτοῦ ταῖς ἀλλήλων κινήσεσιν ἀντιμεθισταμένων. ἔχεις οὖν διὰ μὲν τοῦ κατὰ ταὐτὰ τὸ ἀΐδιον, διὰ δὲ τοῦ ἐν τῷ αὐτῷ τὸ ἀμετάβατον, διὰ δὲ τοῦ ἐν ἑαυτῷ τὸ εἶδος τῆς μεταβάσεως, ἐκ δὲ ἁπάντων, ὅτι ἡ κυκλοφορία κίνησίς ἐστιν ἀκατάληκτος ἐν τῷ ἑνὶ τόπῳ μένουσα καὶ ἐπιτελουμένη κατὰ τὴν τῶν μορίων ἀντιπαραχώρησιν. τοιαύτη δὲ οὖσα δῆλον ὡς ὁμοιοτάτη πρὸς τὸν νοῦν ἐστιν· καὶ γὰρ ὁ νοῦς αἰωνίως νοεῖ καὶ ἐπὶ τῆς αὐτῆς ἵδρυται τάξεως, καὶ πάντα τὰ ἐν αὐτῷ νοερά ἐστι καὶ ἐνεργητικώτατα καὶ ζωὴν ἔχοντα ἄγρυπνον. καὶ τοῦτο μὲν δῆλον. ἐκεῖνο δὲ ἄξιον θαυμάσαι τοῦ Πλάτωνος, ὅτι περὶ μὲν τῆς οὐσίας τοῦ παντὸς διαλεγόμενος πρὸς τὸ νοητὸν ζῷον ἀπείκαζεν αὐτήν, περὶ δὲ τῆς κινήσεως νῦν ἀναδιδάσκων ἐπὶ τὸν νοῦν αὐτῆς ἀναπέμπει τὴν ὁμοίωσιν, ἀναλογίαν ἡμῖν καὶ ἐν ἐκείνοις ἀπὸ τούτων παραδιδούς, ὡς τὸ μὲν νοητὸν οὐσίας ἔχει λόγον, ὁ δὲ νοῦς ἐνεργείας. καὶ ὅτι τὸ πᾶν σφαιροειδὲς εἰπὼν ὅμως καὶ κύκλῳ κινεῖσθαι δέδωκεν αὐτῷ καὶ στρέφεσθαι· δοκεῖ γὰρ κατὰ τὸν μέγιστον ἐν αὐτῷ κύκλον κύκλῳ κινεῖσθαι· διότι δὲ καὶ ὁ κύλινδρος κύκλῳ κινεῖται κυλιόμενος, ἀκριβείας ἕνεκα προσέθηκε τὸ στρεφόμενον. καὶ ὅτι τὰς ἓξ κινήσεις ἀφαιρεῖ τοῦ παντός· ἰδιώτατον γὰρ ἐπʼ αὐτοῦ τοῦτό ἐστιν, ἐπεὶ τοῖς τε ἄστροις ὑπάρχει καὶ  <span class="gap">…</span> τὸ ἔμπροσθεν. ὄντως οὖν ἀπλανὴς ὁ κόσμος ἐστίν, οὐ μόνον ὅτι τὸ ἀκρότατον αὐτοῦ τοιοῦτον, ἀλλὰ καὶ ὅτι μίαν καὶ ἁπλῆν καὶ τὴν αὐτὴν κινεῖται κίνησιν. δεῖ δὲ ἐφιστάνειν, ὅπως καὶ τὸ εἶδος τῆς κινήσεως τὸ ὑπάρχον τῷ κυριωτάτῳ τοῦ παντὸς ὡς ὅλῳ τῷ κόσμῳ προσῆκον αὐτῷ ἔφατο δεδόσθαι παρὰ τοῦ πατρός· καὶ γὰρ τὰ ἄλλα πάντα μετέχει τῆς τοῦ κόσμου κυκλοφορίας, καὶ τὸ ἀπλανὲς ὑπάρχει τοῖς μὲν ἐναργέστερον, τοῖς δὲ ἀμυδρότερον· τὰ μὲν γὰρ ὑπὸ γῆς ῥεύματα ἀτάκτως φερόμενα καὶ ἄλλοτε ἄλλως πλανᾶσθαι μάλιστα λέγεται. τὰ δὲ ὑπὸ σελήνην στοιχεῖα, κατὰ φύσιν ποθὲν ποὶ κινούμενα, ἥττονος μετέχει πλάνης· τῷ γὰρ ἀπʼ ἄλλης χώρας ἐπʼ ἄλλην μεθίστασθαι πλανητά ἐστι. τὰ δὲ ἐν οὐρανῷ θεῖα σώματα καὶ τούτων ἧττον πλανᾶται, καθόσον καὶ τὴν κατὰ μῆκος καὶ τὴν κατὰ πλάτος ποιεῖται κίνησιν, κατὰ δὲ τὸ ὁμαλὲς καὶ τεταγμένον καὶ κατὰ τὸν ἕνα λόγον τῆς κινήσεως ἀπλανῆ ἐστιν. αὐτὸς δὲ ὁ κόσμος κυριώτατα καλοῖτο ἂν ἀπλανής, ὡς μηδὲ ἔμφασιν ἄλλης κινήσεως ἐπιδεχόμενος. ἐπεὶ καὶ τῶν ἀσωμάτων εἰ βούλοιο διαιρεῖν πλανᾶται μὲν ἡ ἄλογος διαφερόντως ζωή, μέτρον οὐκ ἔχουσα τῶν ἐνεργειῶν ἀφʼ ἑαυτῆς. ταύτης δὲ ἧττον ἡ ὀρθοδοξαστικὴ ψυχή· μετέχει γάρ πως καὶ αὕτη πλάνης τῷ τὴν αἰτίαν ἀγνοεῖν. ἔτι δὲ καὶ ταύτης ἧττον ἡ ἐπιστήμων· ἐπὶ γὰρ ταύτης μόνον τὸ μεταβατικὸν εἶδος τῆς ζωῆς ποιεῖ τὴν πλάνην, διότι μὴ πρὸς ἓν τέτακται νοητὸν ἄλλοτε ἐν ἄλλοις εἴδεσι γιγνομένη. μόνος δὲ ἀπλανὴς ἐν τοῖς οὖσιν ὁ νοῦς, ἀεὶ τὸ αὐτὸ νοῶν καὶ πρὸς τὸ αὐτὸ καὶ περὶ τὸ αὐτὸ ἐνεργῶν. εἰκότως οὖν καὶ ὁ κόσμος ὁ τὸν νοῦν κατὰ τὴν φορὰν μιμούμενος ὄντως ἐστὶν ἀπλανής, ἀεὶ τὴν αὐτὴν ὡσαύτως μονοειδῆ ποιούμενος περίοδον. τῷ δὲ αὖ τοῦτον κινουμένῳ τὸν τρόπον οὐδεμιᾶς δεῖ ποδῶν προσθήκης ἢ τῶν πορευτικῶν ὅλως ὀργάνων, διόπερ ἀσκελὲς καὶ ἄπουν ἐγένετο τὸ πᾶν. τοῦτο ἄρα καὶ οἱ θεολόγοι βουλόμενοί πως ἡμῖν ἐνδείξασθαι τὸν τοῦ σωματικοῦ δημιουργὸν θεὸν ἀμφιγυήειν εἰώθασι καλεῖν, ὡς ἀσκελὲς καὶ ἄπουν ὑποστήσαντα τὸ πᾶν, ἐφʼ ᾧ καὶ οἱ θεοὶ γελῶσιν ἄσβεστον γέλωτα καὶ τῷ γέλωτι πρόνοιαν ποιοῦνται τῶν ἐγκοσμίων ἀκατάληκτον.

Οὗτος δὴ πᾶς ὄντος ἀεὶ λογισμὸς θεοῦ περὶ τὸν ποτὲ ἐσόμενον θεὸν λογισθεὶς λεῖον καὶ ὁμαλὸν πανταχῇ τε καὶ ἐκ μέσου ἴσον καὶ ὅλον καὶ τέλειον ἐκ τελείων σωμάτων σῶμα ἐποίησε.

`2.99–2.102`

Τὸν ἕνα νοῦν μιμούμενος καὶ τὴν ἐν ἑνὶ περιεχομένην τῶν ὅλων νόησιν συνάγει πάντα εἰς ταὐτὸν ὁ λόγος καὶ πρὸς ἓν ἀνάγει πάντα κεφάλαιον, τὴν τοῦ σωματικοῦ συστήματος δημιουργίαν. δεῖ τοίνυν καὶ ἡμᾶς ἀναμνησθῆναι τῶν προειρημένων. οὐκοῦν εἴρηται, ὅτι τὰ στοιχεῖα διʼ ἀναλογίας ὁμολογήσαντα πάντα ἐν τῷ κόσμῳ παρείληπται, καὶ ὅτι γέγονεν ὅλον ἐξ ὅλων τὸ πᾶν, καὶ ὅτι σφαιρικὸν καὶ λεῖον καὶ γνῶσιν ἔχον αὐτὸ ἑαυτοῦ καὶ κίνησιν ἐν ἑαυτῷ. τούτων δὲ εἰρημένων δῆλον μέν, ὡς αὐτὸς ὁ σύμπας κόσμος ὡμοίωται πρὸς τὸ παντελὲς ζῷον, ἡ δὲ καθʼ ὅλα αὐτοῦ διακόσμησις ταῖς δευτέραις καὶ τρίταις αἰτίαις ἀνὰ λόγον πρόεισιν· ὁ μὲν τῶν στοιχείων ἀριθμὸς καὶ ὁ διὰ τῆς ἀναλογίας ἑνοποιὸς αὐτῶν δεσμὸς τῇ ἀχρωμάτῳ καὶ ἀσχηματίστῳ καὶ ἀναφεῖ οὐσίᾳ· ἐκεῖ γὰρ ὁ ἀριθμός· ἡ δὲ πρώτη κοσμήσασα πάντα ὁλότης ἐξ ὅλων οὖσα τῶν στοιχείων πρὸς τὴν ὁλότητα τὴν νοεράν, ἡ δὲ σφαίρωσις πρὸς τὸ σχῆμα τὸ νοερόν, ἡ δὲ αὐτάρκεια καὶ ἡ νοερὰ κίνησις καὶ ἡ ἐν ταὐτῷ στροφὴ πρὸς τὸν ἐν αὐτῷ τὰ πάντα γεννήματα καταπίνοντα θεόν, ἡ δὲ ψύχωσις πρὸς τὴν ζῳογόνον αἰτίαν, τὸ δὲ ἔννουν πρὸς τὸν δημιουργικὸν νοῦν. καίτοι καὶ ἐκ τούτου πάντα πρόεισι καὶ ἐκ τῶν πρὸ αὐτοῦ ἄλλα ἄλλοις ἀνὰ λόγον, καὶ τὰ μὲν κρείττονα πάντων αἴτια ὧν καὶ τὰ δεύτερα, τὰ δὲ δεύτερα ἐλαττόνων, ἐπεὶ καὶ αὐτὸς ὁ δημιουργός, καθόσον μὲν ἔννους, ἔννοα ποιεῖ πάντα, καθόσον δὲ ὄν ἐστι, καὶ σωμάτων ἁπάντων ἐστὶ καὶ ἀσωμάτων πατήρ, καθόσον δὲ θεός, καὶ αὐτὴν ὑφίστησι τὴν ὕλην. πεποίηται οὖν ἐν τούτῳ τὴν ἀνακεφαλαίωσιν πάντων ὅσα ἐκ τῶν νοερῶν θεῶν ὑπῆρξε τῷ παντί. ταῦτα μὲν περὶ τῆς ὅλης θεωρίας. Κατανοήσωμεν δὲ καὶ τὴν περὶ ἑκάστου τῶν λεγομένων ἀλήθειαν. εὐθὺς οὖν τὸ μὲν οὗτος δὴ πᾶς ἀξιοῖ σε καὶ ἐν ἑνὶ τὴν ὅλην αἰτίαν τοῦ σωματοειδοῦς θεωρεῖν καὶ τὴν διαίρεσιν τῶν εἰδῶν γιγνώσκειν· πρὸς ἄλλο γὰρ ἡ ὁλότης ὡμοίωται καὶ πρὸς ἄλλο τὸ σχῆμα καὶ πρὸς ἄλλο ἡ κίνησις· καὶ τὸ μὲν οὗτος τὴν ἕνωσιν, τὸ δὲ πᾶς τὸν ἀριθμὸν ἐνδείκνυται τῶν αἰτίων. τό γε μὴν ὄντος ἀεὶ καὶ τὴν οὐσίαν ἅμα καὶ τὴν νόησιν αἰώνιον ποιεῖ τοῦ δημιουργοῦ, διʼ ἣν ὁ κόσμος ἐστὶν ἀΐδιος. καὶ δεῖ συννοεῖν, ὅπως καὶ τὸν δημιουργὸν ἐν τοῖς ἀεὶ οὖσι τάττων αἰώνιον αὐτῷ δίδωσι τάξιν, ὥστʼ οὐκ ἂν εἴη ψυχή· τὴν γὰρ ψυχὴν αὐτὸς ἐν Νόμοις ἀθάνατον μὲν εἶναί φησι καὶ ἀνώλεθρον, οὐκ αἰώνιον δέ, οὑτωσὶ καὶ τῷ ῥήματι λέγων. ἔοικεν οὖν πᾶς ὁ ψυχὴν εἶναι τὸν δημιουργὸν οἰηθεὶς ἀγνοεῖν τὴν τοῦ ἀνωλέθρου καὶ αἰωνίου διαφοράν. ὁ δὲ δὴ λογισμὸς τῆς δημιουργίας τῆς διῃρημένης ἐστὶ σημαντικός. τὸ δὲ αὖ ποτὲ ἐσόμενον οὐ τῆς κατὰ χρόνον ἐστὶν ἀρχῆς σημαντικόν, ὡς οἴεται Ἀττικός, ἀλλʼ ὅτι τὴν οὐσίαν ἔχει τῷ χρόνῳ συνεξευγμένην· χρόνος γὰρ ἅμα οὐρανῷ γέγονε, καὶ ὅ τε κόσμος ἔγχρονος καὶ ὁ χρόνος ἐγκόσμιος· συμπαρήχθησαν γὰρ ἀλλήλοις καὶ συνυπέστησαν ἀπὸ τῆς μιᾶς δημιουργίας. ἔστιν οὖν τὸ ποτὲ τοῦτο οὐ χρόνου μόριον, ἀλλʼ ὁ ὅλος χρόνος, ὡς πρὸς τὸ ἀεὶ ὂν παραβαλλόμενος· ἐκεῖνο γὰρ τὸ ὄντως ἀεί, τὸ δὲ χρονικὸν ἀεὶ ποτέ ἐστιν ὡς πρὸς τὸ αἰώνιον, ὥσπερ καὶ τὸ γενητῶς ὂν μὴ ὄν ἐστι πρὸς τὸ νοητῶς ὄν. κἂν εἰς ἅπαντα οὖν τὸν χρόνον ὁ κόσμος ᾖ, ἀλλὰ καὶ τὸ εἶναι αὐτοῦ γίνεσθαί ἐστι καὶ ἀεὶ ἐν μορίῳ χρόνου ἐστί, τοῦτο δέ ἐστι ποτὲ καὶ οὐχ ἅμα ἐν τῷ παντὶ χρόνῳ, ἀλλʼ ἀεὶ ποτέ· τὸ μὲν γὰρ αἰώνιον ἐν ὅλῳ ἐστὶν ἀεὶ τῷ αἰῶνι, τὸ δὲ ἔγχρονον ἔν τινι χρόνῳ ἀεί ἐστιν, ἄλλοτε ἐν ἄλλῳ. ὡς οὖν πρὸς τὸν ἀεὶ ὄντα θεὸν οὗτος εἰκότως καλεῖται ποτὲ ἐσόμενος· καὶ γὰρ ὡς πρὸς νοερὸν ἐκεῖνον οὗτος αἰσθητός. γίγνεται μὲν οὖν ἀεὶ τὸ αἰσθητόν, ἔστι δὲ ποτέ· τὸ γὰρ εἶναι μεριστῶς ἔχει, ἀεὶ ἐπιναόμενον ἀπὸ τοῦ ἀεὶ ὄντος· καὶ γὰρ ἐπειδὴ τὴν ἄπειρον τοῦ εἶναι δύναμιν ἀλλαχόθεν ἔχει, καθάπερ εἴρηται, καὶ ἣν ἔχει, πεπερασμένην ἔχει, τῷ δὲ ἀεὶ δέχεσθαι ἀεί ἐστιν, ἀριθμούμενον ἔχων ἐπʼ ἄπειρον τὸ δύνασθαι, τῷ πεπερασμένῳ δῆλον ὡς ποτέ ἐστιν, ἐκ τοῦ ποτὲ ἀεὶ κτώμενος τὸ εἶναι, καὶ διὰ τὸ μὴ λήγειν τὸ διδὸν ἀεὶ γινόμενος, κατὰ δὲ τὴν αὐτοῦ φύσιν ποτὲ ὢν καὶ ἔχων ἀθανασίαν ἐπισκευαστήν, ὡς ἐν Πολιτικῷ φησιν, ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσαν, καὶ διὰ τοῦτο μετέχων οὐχ ὅλου ἅμα τοῦ ὅλου, ἀλλὰ ποτέ, καὶ αὖθις τοῦτο καὶ αὖθις, καὶ ἐν γενέσει ὤν, ἀλλʼ οὐκ ἄνευ παρατάσεως ὤν. εἰ μὴ ἄρα τὸ ποτὲ καὶ ὅλον αὐτῷ σημαίνει τὸν χρόνον· ὡς γὰρ πρὸς τὴν αἰώνιον ἀπειρίαν ἡ τοῦ χρόνου διέξοδος ποτέ ἐστι, καὶ τοῦτον ἔχει πρὸς τὸν αἰῶνα τὸν λόγον ὁ ὅλος χρόνος, ὃν μέρος τοῦ χρόνου πρὸς αὐτόν. εἰ δὲ βούλει, καὶ κατʼ ἄλλον τρόπον, ἐπειδὴ νῦν πλάττει τὸ σωματικὸν ἔτι, ψυχὴν δὲ οὔπω τῷ λόγῳ καὶ νοῦν ὑπέστησε, ποτὲ ἐσόμενον θεὸν προσείρηκε τὸν ἐν τῷ λόγῳ κατὰ μέρος ὑφιστάμενον· ὁ μὲν γὰρ θεὸς ἀθρόως ὑφίστησι τά τε μέρη καὶ τὸ ὅλον, ὁ δὲ λόγος διαιρεῖ τὰ συνυποστάντα καὶ γεννᾷ τὰ ἀγέννητα καὶ μερίζει κατὰ χρόνον τὰ ἀΐδια. ἔστιν οὖν ὁ ποτὲ ἐσόμενος θεὸς τῷ λόγῳ δηλαδή, καθʼ ὃν ὁ μερισμὸς καὶ ἡ σύνθεσις· τοῦτο γὰρ καὶ αὐτὸς ὁ Πυθαγορικὸς Τίμαιος ἐν τῷ ἑαυτοῦ συγγράμματι τοῖς κατακούειν αὐτοῦ δυναμένοις ἐνδεικνύμενος πρίν, φησίν, οὐρανὸν λόγῳ γενέσθαι, ἤστην ἰδέα τε καὶ ὕλα καὶ θεὸς δημιουργός· ὅτι γὰρ λόγῳ τὴν τοῦ οὐρανοῦ πλάττουσι γένεσιν, ἐδήλωσε διαρρήδην εἰπών. καὶ μὴν καὶ τὸ λεῖον καὶ τὸ ὁμαλόν, ὥσπερ εἴρηται, τὴν μίαν ἐν τῷ κόσμῳ δηλοῖ περιοχὴν καὶ τὴν ἄκραν ἐπιτηδειότητα πρὸς τὴν μετουσίαν τῆς θείας ψυχῆς. τὸ δὲ πανταχῇ καὶ ἐκ μέσου ἴσον τὴν ἰδιότητα περιγράφει τοῦ σφαιρικοῦ σχήματος· τοῦτο γάρ ἐστι τὸ πανταχῇ διεστὸς ἴσον καὶ κατὰ πάσας τὰς διαστάσεις. τὸ δὲ ὅλον καὶ τέλειον ἐκ τελείων εἰς ἄκραν αὐτὸν ὁμοιότητα καθίστησι πρὸς τὸ παντελὲς ζῷον — ἐκεῖνο γὰρ ἦν κατὰ πάντα τέλειον — καὶ πρὸς τὸν δημιουργὸν αὐτόν· ὡς γὰρ ἐκεῖνος πατέρων πατὴρ καὶ ὕπατος κρειόντων, οὕτω καὶ ὁ κόσμος τελειότατος τῶν τελείων καὶ ὁλικώτατος τῶν ὅλων ἐστίν. εἴποις δʼ ἂν καὶ ὅτι τέλειον μὲν εἶπε τὸν κόσμον ὡς μηδενὸς δεηθέντα τῶν κινητικῶν ἢ θρεπτικῶν ἢ αἰσθητικῶν ὀργάνων—τοῦτο γὰρ δέδεικται προσεχῶς—πανταχῇ δὲ ἐκ μέσου ἴσον, ὡς σχῆμα ἔχοντα σφαιρικόν, ὅλον δὲ καὶ τέλειον, ὡς παντελῆ καὶ οὐδὲν ἀπολείποντα ἐκτὸς ἑαυτοῦ—τοῦτο γὰρ τὸ κυρίως ὅλον καὶ τέλειον— ἐκ τελείων δὲ σωμάτων, ὡς ἐκ τεττάρων συντεθέντα στοιχείων, σῶμα δὲ ἑνικῶς, ὡς μονογενῆ· καὶ οὕτως ἀρξάμενος ἀπὸ τοῦ μονογενοῦς καὶ προελθὼν ἄχρι τῆς τελειότητος πάλιν ἐπέστρεψε διὰ τῶν εἰρημένων ἐπʼ αὐτό, μιμούμενος τήν τε πρόοδον τοῦ κόσμου τὴν ἐκ τοῦ παραδείγματος καὶ τὴν πρὸς αὐτὸ τελείαν ἐπιστροφήν.

Ψυχὴν δὲ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντός τε ἔτεινε καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψεν.

`2.103–2.108`

Ὁ μὲν θεὸς ἀθρόως πάντα καὶ διαιωνίως παράγει· κατʼ αὐτὸ γὰρ τὸ εἶναι καὶ κατὰ τὴν αἰώνιον τῶν ὅλων νόησιν τὰ ἀφʼ ἑαυτοῦ πάντα ἀπογεννᾷ, τά τε ὑπερκόσμια καὶ τὰ ἐν τῷ κόσμῳ σύμπαντα, νόας, ψυχάς, φύσεις, σώματα, τὴν ὕλην αὐτήν. καὶ εἰ δεῖ λέγειν, μᾶλλον ἐπὶ τῆς δημιουργικῆς ἀπογεννήσεως τὸ ἀθρόον ἐστὶν ἢ τῆς ἡλιακῆς ἐκλάμψεως, καίτοι καὶ ἐπὶ ταύτης ἅμα τῷ ἡλίῳ τὸ ὅλον πρόεισι φῶς· ἀλλὰ καὶ οὗτος ὁ τὸν πατέρα μιμούμενος διὰ τῆς ἐμφανοῦς δημιουργίας δῆλον ὡς ὑφεῖται τῆς διαιωνίου καὶ ἀφανοῦς ποιήσεως. πάντων δʼ οὖν, ὥσπερ εἴπομεν, ἀπὸ τῆς δημιουργίας ὁμοῦ καὶ αἰωνίως παραγομένων ὅμως καὶ ἡ τάξις σῴζεται τῶν ἀποτελεσμάτων· πρόεισι γὰρ ἀθρόως ἕκαστα μετὰ τῆς ἑαυτῶν τάξεως· ἦν γὰρ καὶ ἐν τῷ παράγοντι καὶ νόησις αἰώνιος καὶ τάξις ἡ πρὸ τῶν τεταγμένων. ὅθεν εἰ καὶ ὁμοῦ πάντα ἐξ ἑνός, ἀλλὰ τὰ μὲν πρώτην, τὰ δὲ ὑφειμένην ἔσχεν ἀξίαν· τὰ μὲν γὰρ μᾶλλον προῆλθε, τὰ δὲ ἧττον, καὶ τὰ μὲν καθʼ ἕνωσιν τῷ δημιουργῷ συντέτακται, τὰ δὲ κατὰ συναφήν, τὰ δὲ κατὰ μέθεξιν· νοῦς μὲν γὰρ νῷ διʼ ἑνώσεως συμφύεσθαι δύναται, ψυχὴ δὲ πρὸς νοῦν συνάπτεσθαι πέφυκε, σώματα δὲ μετέχειν μόνον, οἷον αὐγῆς ἡλίου καὶ τὰ ἐν βάθει τῆς γῆς. πάντων οὖν τούτων ὄντων ἐν τῷ κόσμῳ, νοῦ καὶ ψυχῆς καὶ σώματος, καὶ πάντων ὁμοῦ παρηγμένων, οὔσης δὲ ὅμως ἐν αὐτοῖς τῆς τάξεως τῆς ἀπὸ τοῦ δημιουργοῦ καθηκούσης, ὁ λόγος ὅτε μὲν κατὰ πρόοδον ἄνωθεν ἀρχόμενος εἰς τὰ πέρατα τῆς δημιουργίας ἀπολήγει, ὅτε δὲ κατʼ ἐπιστροφὴν ἀπὸ τῶν ἐσχάτων ὁρμώμενος ἐπὶ τὰς ἀκρότητας ἀνατρέχει τοῦ παντὸς αὐτοῖς ἑπομένως τοῖς πράγμασιν· καὶ γὰρ πρόεισι πάντα καὶ ἐπιστρέφει πρὸς τὴν ἑαυτῶν αἰτίαν καὶ τὴν ἀρχήν, ἀφʼ ἧς προελήλυθε, κύκλον τινὰ τοῦτον δημιουργικὸν ἐπιδεικνύμενα. τὴν μὲν δὴ κατὰ πρόοδον τῶν τοῦ κόσμου πληρωμάτων τάξιν ἐν τοῖς προειρημένοις ἡμῖν παραδέδωκεν, ὅτε νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι θεὶς τὸ πᾶν συνετεκτήνατο· τὴν δὲ κατʼ ἐπιστροφὴν ἐν τούτοις διαπεραίνεται, πρῶτον μὲν τὰ ἐναντία λαβὼν ἐν τῷ παντὶ καὶ τούτοις δύο μέσα προσθεὶς καὶ ταῦτα διʼ ἀναλογίας ἑνώσας, ἔπειτα ὅλον ἐξ ὅλων συμπληρώσας τὸν κόσμον σχῆμά τε αὐτῷ περιθεὶς νοερὸν καὶ δύναμιν πρὸς μετουσίαν τῆς θείας ζωῆς καὶ κίνησιν νοῦν ἀπομιμουμένην καὶ ἀεὶ τελειότερον αὐτὸν ταῖς προσθήκαις ἀπεργασάμενος, ἐφʼ ἅπασι δὲ τούτοις τὴν ψυχὴν εἰσοικίζων εἰς τὸ πᾶν καὶ πάντα ζωῆς ἀποπληρῶν, ἄλλα δὲ ἄλλης, αὐτῇ τε τῇ ψυχῇ νοῦν ἐφιστὰς καὶ διὰ τούτου συνάπτων αὐτὴν πρὸς τὴν ἑαυτῆς πηγήν — νοῦ γὰρ ἡ τοῦ παντὸς ψυχὴ μεταλαχοῦσα καὶ αὐτοῖς συνάπτεται τοῖς νοητοῖς — καὶ οὕτω καταλήγων ἐπὶ τὴν ἀρχήν, ἀφʼ ἧς καὶ ὁ νοῦς ὁ ἐγκόσμιος καὶ ἡ ψυχὴ καὶ ὁ τοῦ σώματος ὄγκος προελήλυθε· διελὼν γὰρ τριχῇ τὸ πᾶν, εἰς νοῦν καὶ ψυχὴν καὶ σῶμα, περὶ τῶν ὑφειμένων πρώτων ποιεῖται τὸν λόγον· τοιοῦτος γὰρ ὁ κατὰ τὴν ἐπιστροφὴν τρόπος· καὶ περὶ μὲν τῆς τοῦ σώματος δημιουργίας ἔχει πέρας ὁ λόγος, οὐσίαν τε αὐτοῦ καὶ σχῆμα καὶ κίνησιν παραδούς, συνάπτεται δὲ τούτῳ καὶ ἡ περὶ τῆς ψυχῆς θεωρία, καθάπερ δὴ καὶ τὸ σῶμα αὐτὸ τῆς θείας ἀπαιωρεῖται ψυχῆς, καὶ ἔστιν ἕβδομον δῶρον δημιουργικὸν εἰς τὸν κόσμον ἡ ψύχωσις, ἣν νῦν προσέθηκεν ὁ λόγος. ἀλλὰ διττός, οἶμαι, καὶ ὁ περὶ τῆς ψυχῆς λόγος, ὃ μὲν τὴν οὐσίαν αὐτῆς παραδιδούς, ὃ δὲ τὴν πρὸς τὸ σῶμα κοινωνίαν. προκρίνει δὴ καὶ τούτων τὸν δεύτερον καὶ μνήμης ἀξιοῖ πρὸ τοῦ λοιποῦ, τάχα μὲν καὶ ὅτι μέσος ἐστὶ τῶν τε περὶ τοῦ σώματος λογισμῶν καὶ τῶν περὶ τῆς ψυχικῆς οὐσίας σκεμμάτων— καὶ γὰρ ἡ τῆς ψυχῆς πρὸς τὸ σῶμα σχέσις μέση πώς ἐστι τοῦ τε σώματος καὶ τῆς ψυχῆς αὐτῆς, καὶ δεῖ διὰ τῶν μέσων ποιεῖσθαι τὴν ἐπὶ τὰς ἀρχὰς ἀγωγήν—τάχα δὲ καὶ ὅτι βούλεται μὴ κατὰ χρόνον τῷ σώματι συμπλέκεσθαι τὴν ψυχήν, μηδὲ κεχωρισμένην καὶ ἐφʼ ἑαυτῆς οὖσαν αὖθις συνάπτεσθαι τῷ κόσμῳ. πρὸς δὲ τοῦτο συντελεῖ τὸ πρὸ τῆς γενέσεως τῆς ψυχῆς τὴν πρὸς τὸ σῶμα παραδοῦναι κοινωνίαν αὐτῆς· ἤρκει μὲν γὰρ καὶ ἡ τῆς ψυχῆς γένεσις ἀγένητον ἀποφῆναι καὶ τὸν σωματικὸν ὄγκον· εἰ γὰρ καὶ τοῖς ἀγενήτοις γένεσιν περιτίθησιν, ἄλλος οὗτος ἂν εἴη τῆς γενέσεως τρόπος· εἰ δὲ καὶ πρὸ τῆς φαινομένης γενέσεως εἰς ταὐτὸν ἄγει τὸ σῶμα καὶ τὴν ψυχήν, ἀγένητός τε ἡ τοιαύτη γένεσις καὶ ἀΐδιος ἡ ψύχωσις ἂν εἴη, μήτε τῆς ψυχῆς ἐν χρόνῳ γενομένης μήτε τοῦ σώματος χρόνῳ διαφέροντος τῆς ψυχῆς. περὶ μὲν οὖν τῆς τάξεως τῶν κεφαλαίων τοσαῦτα ῥητέον. Τὴν δὲ εἰς τὸ μέσον θέσιν τῆς ψυχῆς ἄλλοι τῶν ἐξηγητῶν ἄλλως ἐφερμηνεύουσιν· οἳ μὲν γὰρ τὸ κέντρον τῆς γῆς, οἳ δὲ τὴν σελήνην μέσον λέγουσιν, ὡς ἰσθμὸν τῶν γενητῶν καὶ θείων, οἳ δὲ τὸν ἥλιον, ὡς ἐν τόπῳ καρδίας ἱδρυμένον· οἳ δὲ ἐπʼ αὐτὴν ἐλθόντες τὴν ἀπλανῆ σφαῖραν, οἳ μὲν τὸν ἰσημερινόν φασιν ὡς ὁρίζοντα τὸ πλάτος, οἳ δὲ τὸν διὰ μέσων. καὶ οἳ μὲν ἐν τῷ κέντρῳ τὸ ἡγεμονικὸν ἀποτίθενται τοῦ παντός, οἳ δὲ ἐν σελήνῃ. οἳ δὲ ἐν ἡλίῳ, οἳ δὲ ἐν τῷ ἰσημερινῷ, οἳ δὲ ἐν τῷ ζῳδιακῷ. μαρτυρεῖ δὲ τοῖς μὲν ἡ τοῦ κέντρου δύναμις, συνοχικὴ πάσης οὖσα τῆς περιφορᾶς, τοῖς δὲ ἡ τῆς σελήνης κίνησις, ποικίλως ἐξαλλάττουσα τὴν γένεσιν, τοῖς δὲ ἡ ζωοποιὸς τοῦ ἡλίου θερμότης, τοῖς δὲ ἡ εὐκινησία τοῦ ἰσημερινοῦ κύκλου, τοῖς δὲ ἡ περὶ τὸν ζῳδιακὸν ἀνακύκλησις τῶν ἀστέρων. ἀλλὰ τούτοις πᾶσιν ἀντιγράφουσι Πορφύριός τε καὶ Ἰάμβλιχος, ἐπιρραπίζοντες αὐτοὺς ὡς τοπικῶς καὶ διαστηματικῶς τὸ μέσον ἀκούοντας καὶ ἔν τινι μορίῳ κατακλείοντας τὴν ὅλου τοῦ κόσμου ψυχήν, τὴν πανταχοῦ παροῦσαν ὁμοίως καὶ πᾶσιν ἐνεξουσιάζουσαν καὶ πάντα ἄγουσαν ταῖς ἑαυτῆς κινήσεσιν. αὐτῶν δὲ τῶν θείων τούτων ἀνδρῶν ὁ μὲν Πορφύριος ψυχὴν εἶναι λαβὼν ταύτην τὴν τοῦδε τοῦ παντὸς τὸ μέσον κατὰ τὴν οὐσίαν ἐξηγεῖται τὴν ψυχικήν· μέση γάρ ἐστι τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν. καὶ οὑτωσὶ μὲν ὁ λόγος ῥηθεὶς οὐδὲν ἂν δόξειεν λέγειν ὡς πρός γε τὴν τοῦ Πλάτωνος ῥῆσιν· εἰ δὲ ἐκεῖνο λάβοιμεν, τὸ τὸ πᾶν ἐκ νοῦ καὶ ψυχῆς καὶ σώματος συμπεπληρῶσθαι καὶ εἶναι ζῷον ἔμψυχον ἔννουν, μέσην εὑρήσομεν ἐν τῷ συστήματι τούτῳ τὴν ψυχήν. τοῦτο οὖν ὁ Πλάτων προειπὼν καὶ νῦν οὐδὲν ἄλλο δόξειεν ἂν λέγειν ἢ ὅτι διὰ παντὸς τέταται ἡ ψυχὴ τοῦ κόσμου, μέσην ἐν αὐτῷ λαχοῦσα τάξιν· μετέχει γὰρ ἀεὶ τὰ δεύτερα τῶν πρὸ αὑτῶν, ὥσπερ σῶμα ψυχῆς, ἔσχατον ὂν μέσης, καὶ ψυχὴ νοῦ πρὸ αὐτῆς ὄντος. ὁ δὲ δὴ φιλόσοφος Ἰάμβλιχος ἀξιοῖ ψυχὴν ἀκούειν ἡμᾶς τὴν ἐξῃρημένην καὶ ὑπερκόσμιον καὶ ἀπόλυτον καὶ πᾶσιν ἐνεξουσιάζουσαν· μηδὲ γὰρ εἶναι περὶ τῆς κοσμικῆς τῷ Πλάτωνι τὸν λόγον, ἀλλὰ περὶ τῆς ἀμεθέκτου ψυχῆς καὶ ὑπὲρ πάσας τὰς ἐγκοσμίας ὡς μονάδος τεταγμένης· εἶναι γὰρ τοιαύτην τὴν πρώτην ψυχὴν καὶ τὸ μέσον ἐπὶ ταύτης ὡς πᾶσιν ὁμοίως παρούσης, διὰ τὸ μηδενὸς εἶναι σώματος μηδὲ ἐν σχέσει πω γεγονέναι κατὰ μηδένα τρόπον, καὶ πάντα ὁμοίως ψυχούσης καὶ πάντων ἴσον ἀφεστώσης· οὐ γὰρ ἄλλων μὲν ἧττον, ἄλλων δὲ μᾶλλον ἀφέστηκεν—ἄσχετος γάρ— ἀλλʼ ὁμοίως ἁπάντων, εἰ καὶ μὴ πάντα τὸν αὐτὸν αὐτῆς ἀφεστήκοι τρόπον· ἐν γὰρ τοῖς μετέχουσι τὸ μᾶλλόν ἐστι καὶ ἧττον. ὁ δέ γε ἡμέτερος καθηγεμὼν προσφυέστερον τοῖς τοῦ Πλάτωνος ῥήμασιν ἐποιεῖτο τὴν ἐξήγησιν· τῆς γὰρ τοῦ παντὸς ψυχῆς ἐχούσης μέν τι καὶ ὑπερκόσμιον καὶ ἐξῃρημένον τοῦ παντός, καθὸ συνῆπται πρὸς τὸν νοῦν, ὃ δὴ κεφαλὴν αὐτῆς ὅ τε Πλάτων ἐν τῷ Φαίδρῳ καὶ ὁ Ὀρφεὺς ἐν τοῖς περὶ τῆς Ἵππας λόγοις προσωνόμασεν, ἐχούσης δὲ καὶ δυνάμεων ἄλλο πλῆθος ἀπὸ τῆς μονάδος ταύτης προϊὸν καὶ μεριζόμενον περὶ τὸν κόσμον καὶ πάσαις οἰκείως παρὸν ταῖς μοίραις τοῦ παντός, καὶ ἄλλως μὲν περὶ τὸ μέσον, ἄλλως δὲ περὶ τὴν γῆν, ἄλλως δὲ περὶ τὸν ἥλιον, ἄλλως δὲ περὶ ἑκάστην τῶν σφαιρῶν, ταῦτα πάντα ὁ παρὼν ἔφη λόγος ἐνδεικνύμενος, ὡς ἄλλως μὲν ψυχοῖ τὸ μέσον, ἄλλως δὲ τὸν ὅλον ὄγκον, ἄλλο δέ τι πρὸ τούτων ἀφίησιν ἐξῃρημένον τοῦ παντός. ἵνα γὰρ μὴ παρέργως ἀκούσωμεν τοῦ λόγου, περὶ δὲ τῆς τῶν ψυχικῶν δυνάμεων ἐνδεξώμεθα ποικιλίας, τοσοῦτον ῥητέον, ὅτι πολλῷ πρότερον τοῦ σώματος ἡ ψυχὴ κόσμος ἐστὶ ζωτικὸς καὶ ἕν ἐστι καὶ ἀριθμός, καὶ τῷ μὲν ἑνὶ κρείττων ἐστὶ παντὸς εἴδους σχέσεως, τῷ δὲ πλήθει μοίρας ἄλλας καὶ ἄλλας ἐπιτροπεύει τοῦ παντός· ταῖς μὲν γὰρ φρουρητικαῖς δυνάμεσι συνέχει τὸ κέντρον — ἐκεῖθεν γὰρ ἡ ὅλη διακυβερνᾶται σφαῖρα καὶ πρὸς ἐκεῖνο συννένευκεν, ἔτι δὲ καὶ πᾶν τὸ ταραχῶδες ἐν τῷ κόσμῳ συνέωσται περὶ τὸ μέσον καὶ δεῖται φρουρᾶς θείας τάττειν αὐτὸ δυναμένης καὶ κατέχειν ἐν τοῖς οἰκείοις ὅροις, διὸ καὶ οἱ θεολόγοι τῶν ἀκροτάτων θεῶν τὰς προόδους εἰς ἐκεῖνον ἀποπερατοῦσι τὸν τόπον, καὶ οἱ Πυθαγόρειοι δὲ Ζανὸς πύργον ἢ Ζανὸς φυλακὴν ἀπεκάλουν τὸ μέσον —, ταῖς δὲ μονίμοις ἅμα καὶ ζωοποιοῖς τὴν τῆς γῆς σφαῖραν, ταῖς δὲ τελεσιουργοῖς καὶ γεννητικαῖς τὴν τοῦ ὕδατος, ταῖς δὲ συνεκτικαῖς καὶ κινητικαῖς τὸν ἀέρα, ταῖς δὲ ἀχράντοις τὸ πῦρ, ταῖς δὲ νοεραῖς τὸν ὅλον οὐρανόν, καὶ τούτων ἄλλως μὲν τὴν σεληνιακὴν σφαῖραν, ἄλλως δὲ τὴν ἡλιακήν, ἄλλως δὲ τὴν ἀπλανῆ· καὶ γὰρ αἱ καθʼ ἑκάστην αὐτῶν ψυχαὶ μετὰ τῆς ὅλης οἰκείας μερίδας κυβερνῶσι. τοιαύτης δʼ οὖν οὔσης τῆς ψυχώσεως ὁ Πλάτων, ὥσπερ εἴωθε, κατʼ ἐπιστροφὴν ἀπὸ τῶν ἐσχάτων ἀρχόμενος πρῶτον μὲν ψυχοῖ τὸ μέσον, ἔπειτα τὸ πᾶν, καὶ τρίτον ἀπολείπει τι τῆς ψυχῆς ἔξω τοῦ παντός· ὡς γὰρ τὸ σῶμα πρὸ τῆς ψυχῆς ὑπέστησε καὶ ὡς τὰ μέρη πρὸ τῶν ὅλων, οὕτω καὶ τὴν ψύχωσιν ἀπὸ τελευταίων ἀρχόμενος παραδίδωσι· τὴν μὲν γὰρ ἄνωθεν προερχομένην εἴρηκε, νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι θείς, τὴν δὲ κατʼ ἐπιστροφὴν ἐν τούτοις ἀναδιδάσκει, τὸ μέσον πρῶτον ψυχῶν, ἔπειτα τὸ πᾶν· μέχρι γὰρ τοῦ κέντρου πρόεισιν ὁ τῆς ζῳογονίας ὀχετός, ὡς καὶ τὰ λόγιά φησι, διαλεγόμενα περὶ τοῦ μέσου τῶν πέντε κέντρων ἄνωθεν διήκοντος διαμπὰξ ἐπὶ τὸ καταντικρὺ διὰ τοῦ κέντρου τῆς γῆς·

  
καὶ πέμπτον μέσον ἄλλο πυρίοχον, ἔνθα κάτεισιν  
  
μέχρις ὑλαίων ὀχετῶν ζωηφόριον πῦρ.  
εἰς ἃ τοίνυν ἔληξεν ἡ ψύχωσις, ἀπὸ τούτων ἀρξάμενος ἐπὶ τὴν ὅλην ἀνατρέχει ζωοποιίαν, καὶ πρὸ ταύτης τὴν ἐξῃρημένην θεωρεῖ δύναμιν τῆς ψυχῆς. οὐκ ἄρα τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῷ κέντρῳ τιθέμεθα — τοῦτο γὰρ ἐξῄρηται τοῦ παντός —, ἀλλά τινα δύναμιν αὐτῆς φρουρητικὴν τῆς ὅλης τάξεως· οὐδὲν γὰρ ἄλλο τοῦ παντὸς μεταστὰν οὕτως ἐστὶ τῶν ὅλων ἄρδην ἀναιρετικὸν ὡς τὸ κέντρον καὶ ἡ τοῦ κέντρου δύναμις, περὶ ἣν ἡ χορεία τοῦ παντός. διό μοι δοκεῖ καὶ ὁ Πλάτων δαιμονίως οὐχὶ τὴν ψυχὴν ἐν μέσῳ θεῖναι τοῦ παντός, ἀλλὰ ψυχήν. διαφέρει δὲ ταῦτα ἀλλήλων, ὅτι τὸ μὲν ἐν τῷ κέντρῳ τὴν ὅλην ἱδρύει, τὸ δὲ δύναμιν αὐτῆς ἐφίστησι τῷ μέσῳ καὶ ἄλλοις ἄλλην. λέγει γοῦν οὑτωσί· ψυχὴν δὲ ἐν μέσῳ τιθείς, ὃ ταὐτόν ἐστι· ψυχῆς μετουσίαν καὶ τῷ μέσῳ δοὺς καὶ διατείνας αὐτῆς εἰς τὸ πᾶν τὰς ὅλας δυνάμεις ἀφῆκεν ἔξω τοῦ παντὸς τὴν πασῶν θειοτέραν ἐφʼ ἑαυτῆς ἱδρυμένην καὶ τὸν ὅλον κόσμον ἐξῃρημένως συνέχουσαν. καὶ τί δεῖ λέγειν ἄνω καὶ κάτω τὴν διάνοιαν τοῦ Πλάτωνος θηρεύοντας; αὐτὸς γὰρ ὁ φιλόσοφος μικρὸν προελθὼν καὶ περὶ τῆς ψυχώσεως αὐτῆς διαταττόμενός φησιν· ἡ δὲ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν διαπλακεῖσα κύκλῳ τε αὐτὸν περικαλύψασα αὐτὴ ἐν ἑαυτῇ στρεφομένη. ταῦτα δὲ οὐδὲν διαφέρει τῶνδε τῶν ῥημάτων· τὸ γὰρ ἐκ μέσου πάντη διατείνειν τῷ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν διαπλακῆναι ταὐτόν. ἀλλʼ ἐκεῖ μὲν αὐτὴ παρʼ ἑαυτῆς ἡ ψυχὴ καὶ τὸ κέντρον τοῦ παντὸς καὶ τὴν ὅλην σφαῖραν ταῖς ἑαυτῆς δυνάμεσι κατέλαμψεν, ἐνταῦθα δὲ ὁ δημιουργός ἐστι τῆς ψυχώσεως αἴτιος, τὴν ψυχὴν εἰσοικίζων εἰς τὸ πᾶν· γίγνεται γὰρ ὑπʼ ἀμφοῖν τὸ αὐτό, δημιουργικῶς μὲν καὶ νοερῶς ὑπὸ τῆς αἰτίας, αὐτοκινήτως δὲ ὑπὸ τῆς ψυχῆς. νῦν δὲ ὁ φιλόσοφος τὸν ἀπὸ τῆς δημιουργίας μόνης δεσμὸν παραδίδωσι· τὰ γὰρ ὅλα καὶ τὰ ἀγαθὰ διαφερόντως εἰς τὴν θείαν αἰτίαν ἀναπέμπομεν, τὰ δὲ μερικὰ καὶ τὰ μὴ ἀγαθὰ τῆς μὲν θείας ποιήσεως ἀνάξια νομίζομεν, ἄλλων δὲ αἰτίων προσεχῶν ἀνάπτομεν, καίτοι καὶ ταῦτα κατὰ θεόν, ὥσπερ λέγεται πολλάκις. τῆς οὖν πρὸς τὰ σώματα κοινωνίας οὔσης μὲν καὶ ἐπὶ τῆς θείας ψυχῆς, οὔσης δὲ καὶ ἐπὶ τῆς μερικῆς, ἡ μὲν κατὰ ἀγαθοειδῆ βούλησιν γιγνομένη καὶ ἀνεκφοίτητον τῶν νοητῶν προόδων ἔνθεός ἐστιν, ἡ δὲ κατὰ πτερορρύησιν ἢ τόλμαν ἢ φυγὴν ἄθεος, καίτοι καὶ ἐν ἐκείνῃ συμπέπλεκται τὸ ἀπὸ τῆς αὐτοκινησίας καὶ ἐν ταύτῃ τὸ τῆς προνοίας· ἀλλʼ οὗ μὲν τὸ κατὰ θεὸν ἐμφανὲς διὰ τὴν τοῦ ἀγαθοῦ παρουσίαν, οὗ δὲ τὸ ἀπὸ τῆς ψυχῆς διὰ τὴν τῆς παρατροπῆς ἔμφασιν. ὥστε εἰκότως καὶ ὁ Πλάτων ἐν τούτοις διχῶς τῆς ψυχώσεως γιγνομένης, ἔκ τε τοῦ δημιουργοῦ καὶ ἐκ τῆς αὐτοκινησίας, τὴν κατὰ θεὸν αἰτίαν προὐτίμησεν ὡς τοῖς ὅλοις οἰκειοτάτην· τὸ γὰρ θεὶς καὶ τὸ διέτεινε καὶ τὸ περιεκάλυψεν ὀνόματά ἐστιν ἔργων δημιουργικῶν, τὸ μὲν τὴν κατάληξιν σημαῖνον τῆς ψυχῆς, τὸ δὲ τὴν μεσότητα τὴν διὰ πάντων διήκουσαν, τὸ δὲ τὴν ἐξῃρημένην ὑπεροχήν· τὸ γὰρ περικαλύψαι τὸ περισχεῖν ἁπανταχόθεν τὸν κόσμον καὶ διʼ ἑαυτῆς αὐτὸν ἑνῶσαι καὶ εἰς μίαν ζωὴν ἀναγαγεῖν ἐνδείκνυται καὶ τὸ μηδὲν ἔξω τῆς οἰκείας ἀφεῖναι προνοίας μηδὲ ἔρημον αὐτῆς.

`2.109`

Καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν ἕνα μόνον ἔρημον κατέστησεν.

Εὖ μὲν καὶ ὁ φιλόσοφος Πορφύριος τὸ κύκλῳ κύκλον ἐξηγήσατο· δυνατὸν γὰρ ἔφη καὶ κύκλῳ κινεῖσθαι μὴ κύκλον, ὡς τὴν περιαγομένην λίθον, καὶ μὴ κύκλῳ κύκλον, ὡς τὸν τροχὸν κυλιόμενον, ἴδιον δὲ τοῦ κόσμου τὸ κύκλον ὄντα κύκλῳ περιιέναι διὰ τὴν περὶ τὸ κέντρον χορείαν. ἔτι δὲ μειζόνως ὁ θεῖος Ἰάμβλιχος διττὸν εἶναί φησι τὸν κύκλον, τὸν μὲν ψυχικόν, τὸν δὲ σωματικόν, καὶ θατέρῳ κινεῖσθαι τὸν λοιπόν· δῆλον δέ, ποτέρῳ πότερον· τοῦτο γὰρ καὶ τοῖς προειρημένοις ἐστὶν ἀκόλουθον καὶ τοῖς ῥηθησομένοις σύμφωνον· κατὰ γὰρ τὸν ψυχικὸν κύκλον κινήσει τὸν σωματικὸν προϊὼν αὐτὸς ὁ φιλόσοφος καὶ τὰς διττὰς ἀνακυκλήσεις εἰς ἀναλογίαν ἄξει τῶν ἐν τῇ ψυχῇ περιόδων. καὶ τοῦτο μὲν τοιαύτην ἔχει κατʼ ἀμφοτέρους τὴν ἐξήγησιν.

`2.110`

καὶ μὴν καὶ τὸ τρισὶν ὀνόμασιν ὅλην τοῦ οὐρανοῦ τὴν μακαριότητα περιλαβεῖν οἰκειότατόν ἐστι τῷ κατὰ τριπλῆν αἰτίαν ὑφεστηκότι, τὴν τελικήν, τὴν παραδειγματικήν, τὴν δημιουργικήν. ἐπεὶ καὶ αὐτῶν τῶν ὀνομάτων τὸ μὲν ἀπὸ τῆς τελικῆς αἰτίας εἴληπται, καθάπερ τὸ ἕν—τοῦτο γὰρ τῷ ἀγαθῷ ταὐτόν—τὸ δὲ ἀπὸ τῆς παραδειγματικῆς, ὡς τὸ μόνον—τὸ γὰρ μονογενὲς καὶ ἡ μόνωσις ἐν τῷ παντελεῖ ζῴῳ πρὸ τοῦ παντὸς ἦν—τὸ δὲ ἀπὸ τῆς δημιουργικῆς, ὡς τὸ ἔρημον· τὸ γὰρ ἑαυτῷ χρῆσθαι καὶ ἑαυτοῦ τὸν κόσμον ἄρχειν ἀπὸ τῆς δημιουργικῆς ἀγαθότητος προελήλυθεν. ἔστιν οὖν ὁ κόσμος εἷς μέν, καθόσον ἥνωται καὶ εἰς τὸ ἓν ἐπέστραπται, μόνος δέ, καθόσον τοῦ νοητοῦ μετέχει καὶ πάντα περιείληφεν, ἔρημος δέ, καθόσον τῷ πατρὶ παραπλήσιός ἐστιν ἑαυτὸν διασῴζειν δυνάμενος· ἐκ δὲ τῶν τριῶν ὅτι θεὸς ἀναφαίνεται· τὸ γὰρ ἓν καὶ τέλειον καὶ αὔταρκες στοιχεῖον τῆς θεότητός ἐστι. ταῦτʼ οὖν ὁ κόσμος ὑποδεξάμενος ἔστι καὶ αὐτὸς θεός, εἷς μὲν ὢν κατὰ τὴν ὕπαρξιν, μόνος δὲ κατὰ τὴν τελειότητα τὴν ἀπὸ πάντων τῶν αἰσθητῶν συμπεπληρωμένην, ἔρημος δὲ κατὰ τὴν αὐτάρκειαν· οἱ γὰρ ἔρημοι πρὸς ἑαυτοὺς ἐπεστραμμένοι τὰς ἐλπίδας τῆς σωτηρίας ἐν ἑαυτοῖς ἔχουσι. καὶ ὅτι τοῦτο δηλοῖ τὸ ἔρημον, ἐκ τῶν ἐχομένων ἔσται καταφανές.

Διʼ ἀρετὴν δὲ αὐτὸν αὑτῷ ξυγγίνεσθαι δυνάμενον καὶ οὐδενὸς ἑτέρου προσδεόμενον, γνώριμον δὲ καὶ φίλον ἱκανῶς αὐτὸν αὑτῷ· διὰ πάντα δὴ ταῦτα εὐδαίμονα θεὸν αὐτὸν ἐγεννήσατο.

`2.111–2.113`

Ἐν γὰρ τούτοις ἤδη σαφῶς ἐδήλωσε, τίνα τὴν ἐρημίαν ἡγεῖται, καὶ ὅτι τὸν εἰς ἑαυτὸν ὁρῶντα καὶ τὴν ἑαυτοῦ παρασκευὴν καὶ πρὸς τὸ οἰκεῖον μέτρον τοῦτον ἔρημον ἀπεκάλεσεν· οἱ γὰρ ἐν ταῖς ἐρημίαις ὄντες ἑαυτῶν εἰσι σωτῆρες, ὅσον ἐπὶ τοῖς ἀνθρωπικοῖς αἰτίοις. καὶ οὖν καὶ τὸ πᾶν οὕτως ἔρημον, ὡς ἑαυτῷ ἀρκοῦν καὶ ἑαυτοῦ σωστικόν, οὐ διʼ ἐλάττωσιν δυνάμεως, ἀλλὰ περιουσίαν — καὶ γὰρ ἐνδείκνυται τὸ αὔταρκες —  <span class="gap">…</span> ἀλλὰ διʼ ἀρετήν, ὥς φησι· μόνος γὰρ καὶ ἐπὶ τῶν μερικῶν ζῴων ὁ τὴν ἀρετὴν ἔχων ἑαυτῷ συγγίνεσθαι δύναται καὶ στέργειν ἑαυτόν, ὁ δὲ κακὸς πᾶς ὁρῶν εἰς τὸ ἐν ἑαυτῷ αἶσχος ἀνίλλεται μὲν πρὸς ἑαυτὸν καὶ τὴν ἑαυτοῦ συνουσίαν, ἐπτόηται δὲ πρὸς τὰ ἐκτὸς καὶ διώκει τὰς πρὸς ἄλλους ὁμιλίας, εἰς ἑαυτὸν ὁρᾶν οὐ δυνάμενος, ὁ δὲ σπουδαῖος ὁρῶν ἑαυτὸν καλὸν χαίρει καὶ εὐφραίνεται καὶ τίκτων ἐν ἑαυτῷ νοήματα καλὰ τὴν ἑαυτοῦ συνουσίαν ἀσπάζεται· κατὰ φύσιν γὰρ οἰκειούμεθα μὲν πρὸς τὸ καλόν, ἀποδιδράσκομεν δὲ τὸ αἰσχρόν. εἰ τοίνυν καὶ ὁ κόσμος ἀρετὴν ἔχει τὴν ἑαυτῷ πρέπουσαν, ἔν τε τῇ νοερᾷ οὐσίᾳ καὶ ἐν τῇ ψυχικῇ καὶ τῇ τοῦ ζῴου τελειότητι, πρὸς ἑαυτὸν ὁρῶν ἑαυτὸν ἀγαπᾷ καὶ ἑαυτῷ σύνεστι καὶ αὐτάρκης ἐστίν. ἄξιον οὖν ταῦτα λέγειν πρὸς τοὺς ἔξω τοῦ νοῦ τὰ νοητὰ τιθεμένους· τὸ γὰρ εἰς ἄλλα φερόμενον καὶ τῶν ἔξω δεόμενον ὡς ἐλλιπὲς πῶς μακάριον; εἰ οὖν τῷ κόσμῳ διʼ ἀρετὴν ὑπάρχει τὸ εἰς ἑαυτὸν ἐπεστράφθαι, πῶς οὐ πολλῷ μειζόνως ὑπάρχει τοῦτο τῷ νῷ; ἑαυτὸν ἄρα νοεῖ ὁ νοῦς. καὶ τοῦτο μὲν τῶν αὐτόθεν ἐστὶ γνωρίμων· ἐκεῖνο δὲ κατανοεῖν ἄξιον, ὅτι ψυχώσας τὸ πᾶν εὐθὺς καὶ ἀρετῆς αὐτῷ μεταδέδωκεν· ἅμα γὰρ τῇ μετουσίᾳ τῆς ψυχῆς καὶ ἡ τῆς ἀρετῆς ἀποπλήρωσις παραγίγνεται τῷ κατὰ φύσιν ἔχοντι, διότι καὶ ἡ μία τῶν ἀρετῶν αἰτία συντέτακται τῇ πηγῇ τῶν ψυχῶν, καὶ ἡ πρόοδος αὐτῆς συνέζευκται τῇ προόδῳ τῆς ψυχῆς· καὶ γὰρ τῆς ἀρετῆς ἄλλη μὲν ἡ ἑνιαία καὶ πρωτουργὸς καὶ παντελής, ἄλλη δὲ ἡ ἐν τοῖς ἡγεμονικοῖς θεοῖς, ἄλλη δὲ ἡ ἐν τοῖς ἀπολύτοις, ἄλλη δὲ ἡ ἐγκόσμιος, διʼ ἣν ὁ πᾶς κόσμος νόησίν τε ἄχραντον ἔχει καὶ ζωὴν ἀμείλικτον καὶ ἐνέργειαν εἰς ἑαυτὴν ἐπεστραμμένην καὶ ἀμιγῆ καθαρότητα τῶν ἐν αὐτῷ ζῴων. ἀπὸ δὴ τῆς ἀρετῆς ταύτης γίγνεται γνώριμος ἑαυτῷ καὶ φίλος· προηγεῖται γὰρ ἡ γνῶσις τῆς οἰκειώσεως· καὶ ἐπειδὴ καὶ τὸ πᾶν ἔννουν τέ ἐστι ζῷον καὶ θεός, καθὸ μὲν ἔννουν ἐστίν, ἑαυτῷ γίγνεται γνώριμον, καθὸ δὲ θεός, ἑαυτῷ φίλον· τελειοτέρα γὰρ τῆς γνώσεως ἡ ἕνωσις. εἰ οὖν ἑαυτῷ γνώριμον τὸ πᾶν, νοερόν ἐστι· τὸ γὰρ πρώτως ἑαυτῷ γνώριμον νοῦς ἐστιν· καὶ εἰ ἑαυτῷ φίλον, ἥνωται, τὸ δὲ ἡνωμένον τεθέωται· τὸ γὰρ ἓν τὸ ἐπὶ τῷ νῷ θεός. ἔχεις οὖν πάλιν ἀρετὴν καὶ γνῶσιν ἑαυτοῦ καὶ φιλίαν ἐν τῷ κόσμῳ, τὴν μὲν ἀπὸ ψυχῆς, τὴν δὲ ἀπὸ νοῦ, τὴν δὲ θεόθεν ἐπʼ αὐτὸν καθήκουσαν. ὥστε εἰκότως καὶ ὁ Πλάτων ἐπήνεγκεν, ὅτι διὰ ταῦτα εὐδαίμονα θεὸν αὐτὸν ἐγεννήσατο, ψυχώσας αὐτὸν καὶ ἑαυτῷ γνώριμον ποιήσας καὶ πρὸς ἑαυτὸν φίλον ἀπεργασάμενος· ψυχῆς γὰρ παρουσία καὶ νοῦ μετουσία καὶ ἑνώσεως ὑποδοχὴ θεὸν ἀποτελεῖ τὸ πᾶν. καὶ οὗτος ἦν ὁ ποτὲ ἐσόμενος θεὸς ὁ νῦν τῷ λόγῳ συμπεπληρωμένος, ἀπόπαν ἐψυχωμένος, νενοωμένος, ἡνωμένος· ἡ δὲ ἕνωσις παρῆν μὲν αὐτῷ καὶ κατὰ τὸν τῆς ἀναλογίας δεσμόν, πολλῷ δὲ πλέον ἀπὸ τῆς μιᾶς ψυχῆς καὶ ἀπὸ τοῦ ἑνὸς νοῦ· διὰ γὰρ τούτων μείζους οἱ δεσμοὶ καὶ κρείττων ἕνωσις εἰς τὸ πᾶν προελήλυθεν. ἔτι δὲ καὶ τούτων ἐπέκεινα τῶν ἑνώσεων ἡ θεία φιλία καὶ ἡ τοῦ ἀγαθοῦ χορηγία συνέχει τὸν ὅλον κόσμον· κρατερὸς μὲν γὰρ καὶ ὁ δεσμὸς ὁ ἀπὸ νοῦ καὶ ψυχῆς, ὡς καὶ Ὀρφεύς φησιν, ἀλλὰ μείζων ἡ τῆς χρυσῆς σειρᾶς ἕνωσις καὶ μειζόνων αἰτία τοῖς πᾶσιν ἀγαθῶν. καὶ μὴν καὶ τὴν εὐδαιμονίαν οἰκείως τῷ παντὶ ληπτέον· ἐπειδὴ γὰρ ἐξήρτηται τοῦ πατρικοῦ νοῦ καὶ τῆς ὅλης δημιουργίας, καὶ ζῇ κατʼ ἐκείνας τὰς αἰτίας ἑπομένως τε ἐκείναις εὔδαιμόν ἐστι· δαίμων γὰρ καὶ ὁ δημιουργὸς ὠνόμασται παρʼ αὐτοῦ μὲν ἐν Πολιτικῷ καὶ μέγας δαίμων, παρὰ δὲ Ὀρφέως ἐν οἷς φησιν·

  
ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων.  
ὁ οὖν κατὰ τὴν τοῦ πατρὸς βούλησιν ζῶν καὶ τὸ νοερὸν ἄτρεπτον σῴζων τὸ ἐκεῖθεν ἐνδεδομένον εὐδαίμων ἐστί. καὶ τὸ μὲν πρῶτον τῆς εὐδαιμονίας εἶδος καὶ παντελές ἐστι τὸ κοσμικόν. δεύτερον δὲ τὸ τῶν θεῶν τῶν ἐγκοσμίων, οὓς καὶ ἐν Φαίδρῳ θεοὺς εὐδαίμονας προσηγόρευσεν ἑπομένους τῷ μεγάλῳ Διί. τρίτον δὲ ἐν τοῖς κρείττοσιν ἡμῶν γένεσιν· ἄλλη γὰρ ἀγγέλων ἀρετὴ καὶ ἄλλη δαιμόνων καὶ τρίτη τις ἄλλη τῶν ἡρωικῶν γενῶν, καὶ τὸ τῆς εὐδαιμονίας εἶδος τριπλοῦν καθʼ ἕκαστον γένος ἐξαλλαττόμενον. τέταρτον δὲ τὸ ἐν ταῖς ἀχράντοις ψυχαῖς, αἳ καὶ τὰς καθόδους ἀπήμονας ποιοῦνται καὶ προβέβληνται ζωὴν ἀμείλικτον καὶ ἀδάμαστον. πέμπτον δὲ τὸ ἐν ταῖς μερικαῖς ψυχαῖς, καὶ τοῦτο πολυειδές· οὐ γὰρ ὡσαύτως εὐδαιμονεῖ ψυχὴ σελήνῃ τε ὀπαδὸς οὖσα καὶ τῆς ἡλιακῆς ἐξηρτημένη τάξεως, ἀλλʼ ὥσπερ τὸ εἶδος τῆς ζωῆς ἕτερον, οὕτω καὶ ἡ τελειότης διαφόροις ἀφορίζεται μέτροις. ἔσχατον δὲ τὸ ἐν τοῖς ἀλόγοις ζῴοις ὁρώμενον· πᾶν γὰρ τὸ τῆς κατὰ φύσιν προσηκούσης αὐτῷ τελειότητος τυγχάνον εὔδαιμόν ἐστι· διὰ γὰρ τῆς οἰκείας τελειότητος συνάπτεται πρὸς τὸν οἰκεῖον δαίμονα καὶ τυγχάνει τῆς παρʼ ἐκείνου προνοίας. τοσαυταχῶς οὖν τῆς εὐδαιμονίας ὑφισταμένης τὴν πρωτίστην καὶ ἀκροτάτην ἐν τῷ κόσμῳ θετέον, περὶ ἧς καὶ νῦν ὁ Πλάτων τὸν λόγον πεποίηται. τοῦτο μὲν οὖν ἤδη φανερόν. εἰ δὲ διὰ τὴν ψυχὴν θεὸν τὸν κόσμον εὐθὺς εἶπε τῷ μετασχεῖν ψυχῆς, μὴ θαυμάζωμεν· ἕκαστον γὰρ ἐκθεοῦται διὰ τὸ πρὸ αὑτοῦ προσεχῶς, ὁ μὲν σωματικὸς κόσμος διὰ ψυχήν, ἡ δὲ ψυχὴ διὰ νοῦν, ὥς φησιν ὁ Ἀθηναῖος Ξένος νοῦν αὐτὴν προσλαβοῦσαν θεῖον γίνεσθαι θεόν, νοῦς δὲ διὰ τὸ ἕν· διὸ καὶ ὁ νοῦς θεῖος, ἀλλʼ οὐ θεός. οὐκέτι δὲ τὸ ἓν διʼ ἄλλο θεός, ἀλλὰ πρώτως θεός, ὡς νοῦς πρώτως γνωστικόν, ὡς ψυχὴ πρώτως αὐτοκίνητος, ὡς τὸ σῶμα πρώτως ἐν τόπῳ. τούτων δὲ ὄντων παναλήθων καὶ Πλάτωνος ἐξαιρέτων δεῖ σκοπεῖν ἐν τοῖς ἑπομένοις, ποῦ τῇ ψυχῇ τὸν νοῦν ἐφίστησιν, ὡς ἐνταῦθα τῷ σώματι τὴν ψυχήν.

Τὴν δὲ ψυχὴν οὐχ ὡς νῦν ὑστέραν ἐπιχειροῦμεν λέγειν, οὕτως ἐμηχανήσατο καὶ ὁ θεὸς νεωτέραν· οὐ γὰρ ἂν ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου συνέρξας εἴασεν.

`2.114–2.116`

Οἶδεν, ὅτι πάντως ὁ κατʼ ἐπιστροφὴν τρόπος τὰ δεύτερα τῇ τάξει πρῶτα παραδίδωσι· τὰ γὰρ προσεχῶς μετεχόμενα δεύτερα τῶν ἐξῃρημένων ἐστί, καὶ τὰ γνωριμώτερα τοῖς ἀκούουσι τῶν ἀφανῶν ἐστιν ἐλάττονα πραγμάτων. αἴτιον δέ, ὅτι πεπτωκότες τὰ ὄντα θεωροῦμεν· ἄνω μὲν γὰρ ὄντες καὶ ἀπὸ σκοπιᾶς τινος θεώμενοι τὰ τῇδε τὴν ἐλάττωσιν αὐτῶν δυνάμεθα καθορᾶν, αὐτοῖς συνόντες τοῖς νοητοῖς καὶ ἐκεῖνα πρὸ ὀμμάτων ἔχοντες· εἰς δὲ γένεσιν πεσόντες καὶ οἷον ἐξ ὑπτίας τὰ πράγματα σκοποῦντες τὰ σύμφυλα καὶ προσεχῆ ταῖς αἰσθήσεσιν ἡμῶν ἅτε ἐγγυτέρω κείμενα πρῶτα καθορῶμεν καὶ ἀπὸ τούτων ἀρχόμενοι διʼ ἀναμνήσεως ἐπʼ αὐτὰ τὰ ὄντα καὶ τὴν οὐσίαν τὴν ἀληθινὴν ἀνατρέχομεν. ἔσται οὖν ἡ μὲν ἄνωθεν θεωρία μενόντων, ἡ δὲ κάτωθεν ἀποστάντων, καὶ κρίσις ἡ μὲν ἀπὸ τῶν κατʼ οὐσίαν πρεσβυτέρων ὡρμημένη κατὰ νοῦν ἔτι ζώντων, ἡ δὲ ἀπὸ τῶν δευτέρων ἐπὶ τὰ πρῶτα μετιοῦσα πεπτωκότων· μένουσι μὲν γὰρ τὸ ὄντως ὄν, πεπτωκόσι δὲ τὸ μὴ ὂν ἐγγύς· τό τε γὰρ μένον ἐν τῷ ὄντι μένει καὶ τὸ πεπτωκὸς ἐν τῷ μὴ ὄντι κεῖται, προσεχέστερον δὲ ἑκατέρῳ τὸ ἐν ᾧ ἐστι. ταῦτʼ οὖν ὁ Πλάτων εἰδὼς καὶ ὅπως αὐτὸς ἀπὸ τῶν ὑφειμένων ἐπὶ τὰ κρείττω κατά τινα πρόοδον εὔτακτον ἀνέδραμεν, ἀξιοῖ σε καὶ τῆς τῶν πραγμάτων μεμνῆσθαι φύσεως, καθʼ ἣν τὸ πρεσβύτερον τοῦ νεωτέρου κρεῖττον, καὶ διὰ τῆσδε τῆς κοινῆς ἐννοίας καὶ τὴν ψυχὴν τοῦ σώματος προτάττειν· πρεσβυτέρα γὰρ ἐκείνη, τὸ δὲ νεώτερον. καὶ τοῦτο ὑπέμνησε διʼ ὑποθετικῆς ἀγωγῆς· εἰ γὰρ ἄρχει τοῦ σώματος ἡ ψυχή, πρεσβυτέρα ἐστὶ τοῦ σώματος. ἀλλὰ μὴν ἄρχει τοῦ σώματος· ἄγει γὰρ αὕτη πάντα τὰ κατʼ οὐρανὸν ταῖς ἑαυτῆς κινήσεσι, καὶ τὸ μὲν σῶμα ἑτεροκίνητόν ἐστιν, ἡ ψυχὴ δὲ καὶ ἑαυτὴν καὶ τὰ ἄλλα πέφυκε κινεῖν. πρεσβυτέρα ἄρα τοῦ σώματός ἐστιν. εἰ δὲ τοῦτο, δεῖ διανοεῖσθαι περὶ αὐτῆς ὡς οὐχ ὑστέρας τοῦ σώματος γενομένης, ὃ δὴ ποιοῦντες ἡμεῖς διετελέσαμεν, ἀλλʼ ἄνωθεν αὐτὴν ὑποστήσαντας οἷον ἐκφαινόμενον ἀπʼ αὐτῆς τὸν σωματικὸν ὄγκον θεωρεῖν· κατʼ ἐκείνην γὰρ ὑπέστη τὸ πᾶν, τὴν μὲν πρόοδον αὐτῆς διὰ τοῦ ὄγκου μιμησάμενον, τὴν δὲ ἐπιστροφὴν διὰ τοῦ σχήματος. ἀλλὰ ταῦτα μὲν εἰσαῦθις. Νῦν δέ, εἰ βούλει, καὶ τὴν τοῦ Πλάτωνος λέξιν καθʼ ἕκαστον τῶν ῥημάτων θεωρήσωμεν. πρῶτον οὖν εὐθὺς τὸ τὴν δὲ ψυχὴν ὅτι περὶ πάσης λέγει τῆς ψυχῆς τὸ ἄρθρον προστεθὲν ἐδήλωσεν· οὐ γὰρ ὥσπερ πρότερον ψυχὴν δὲ ἐν μέσῳ θεὶς εἶπεν, ἀλλὰ τὴν δὲ ψυχήν· ἐκεῖ μὲν γὰρ δύναμις ἦν ψυχῆς ὅλης ἡ περὶ τὸ μέσον, ἐνταῦθα δὲ ἡ πᾶσα ψυχὴ πρεσβυτέρα λέγεται τοῦ σώματος. ἐπὶ δὲ τούτῳ τὸ πρεσβύτερον καὶ τὸ νεώτερον οὐ κατὰ χρόνον ληπτέον, ὡς ὑπέλαβεν Ἀττικός— ἅμα γὰρ ὑπέστησε τὴν ψυχὴν ὁ πατὴρ καὶ σώματι περιεκάλυψεν αὐτήν—ἀλλὰ τῇ τάξει τῆς οὐσίας· τὸ γὰρ τῷ δημιουργῷ προσεχέστερον πρεσβύτερον, τὸ δὲ πορρωτέρω νεώτερον. εἰ δὲ βούλει, καὶ κατὰ χρόνον τὸ πρεσβύτερον καὶ τὸ νεώτερον ἀκουστέον· πρεσβύτερος γὰρ ὁ ἐν ψυχῇ χρόνος καὶ θειότερος, νεώτερος δὲ ὁ τοῦ σώματος, καὶ καθʼ ὅν ἐστιν ἡ ψυχὴ χρόνον, κατὰ τοῦτον οὐκ ἔστι τὸ σωματικόν, ἀλλὰ καθʼ ἕτερον, ἐκείνου δεύτερον· ὡς γὰρ κινήσεως ἕτερον εἶδος ἐν ἀμφοῖν, οὕτω καὶ χρόνος ἕτερος. τὸ τρίτον τοίνυν ἐπὶ τῆς ψυχῆς τῷ ἐμηχανήσατο κυριώτατα ἐχρήσατο, σαφῶς ἐνδεικνύμενος, ὅτι πρᾶγμά ἐστιν αὐτοκίνητον καὶ λόγων πλῆρες καὶ εὑρετικὸν παντοίων ἐπιχειρήσεων. ἔτι τὸ τὰ πρεσβύτερα τῶν νεωτέρων ἄρχειν ἀπʼ αὐτῶν καθήκει τῶν νοητῶν καὶ εἰς τὸ πᾶν· καὶ γὰρ ἐκεῖ πάντων βασιλεὺς τῶν νοερῶν ὁ Πρωτόγονος, ὁ ὑπὸ πάντων ὀνομαζόμενος, καὶ ἐν τοῖς νοεροῖς πάντων λέγεται πατὴρ τῶν Κρονιδῶν πρεσβύτατος·

  
ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει·  
πανταχοῦ γὰρ τὸ μὲν πρεσβύτερον νοερωτέρας καὶ ὁλικωτέρας καὶ μοναδικωτέρας ἐστὶ ζωῆς σύμβολον, τὸ δὲ νεώτερον μεριστῆς καὶ προϊούσης ἐπὶ τὰ δεύτερα καὶ πληθυομένης. καὶ διὰ ταῦτα καὶ τῶν ζῳογονικῶν θεῶν τὴν μὲν πρεσβυτέραν, τὴν δὲ νεωτέραν καλοῦσι, καὶ τῶν δημιουργιῶν τὴν μὲν προτέραν, τὴν δὲ νεωτέραν, ἣν καὶ νέαν προσαγορεύουσιν. ἐπὶ δὴ τούτοις τὸ συνέρξας διαρρήδην ἐγκόσμιον ποιεῖ ταύτην τὴν ψυχὴν περὶ ἧς ὁ παρὼν λόγος, ἀλλʼ οὐκ ἀπόλυτον οὐδὲ τὴν μίαν τὴν πρὸ τῶν πολλῶν· ἐκείνη μὲν γὰρ ἐξῄρηται πάντων, καὶ ὡς περὶ κέντρον αὐτὴν αἱ ἄλλαι ψυχαὶ πᾶσαι προεληλύθασιν, αὕτη δὲ ἀναδέχεται τὴν πρὸς τὸ σῶμα σύνερξιν κατὰ τὴν τοῦ πατρὸς βούλησιν ἐπιτελουμένην.

Ἀλλά πως ἡμεῖς πολὺ μετέχοντες τοῦ προστυχόντος τε καὶ εἰκῇ ταύτῃ πῃ καὶ λέγομεν.

`2.117`

Διὰ ποίαν αἰτίαν ἀπὸ τῶν νεωτέρων ὡς πρεσβυτέρων ἐπὶ τὰ κατʼ οὐσίαν πρεσβύτερα μεταβιβάζειν ἡμῶν βουλόμεθα τὸν νοῦν; ὅτι καθεύδοντι ἔοικεν ὁ ἡμέτερος νοῦς καὶ ἀναπεπλησμένῳ τῆς ἀλόγου καὶ πλημμελοῦς φύσεως· τὸ γὰρ προστυχὸν καὶ τὸ εἰκῇ τούτων σημαντικά ἐστιν· ἐπεὶ γὰρ καὶ αἴσθησιν ἔχομεν καὶ προβέβληται τὰ αἰσθητὰ ἡμῶν, οἷς καὶ σύντροφοί ἐσμεν, τῶν νεωτέρων μέν, ἡμῖν δὲ οἰκειοτέρων πρώτων ἀντιλαμβανόμεθα, καὶ διὰ μὲν τὴν αἴσθησιν εἰκῇ φερόμεθα, διὰ δὲ τὰ αἰσθητὰ προσβάλλοντα ἡμῖν κατὰ τὸ προστυχὸν ζῶμεν. εἴτε δὲ αἴσθησιν εἴχομεν τῶν αἰσθητῶν μὴ παρόντων, οὐκ ἂν εἰκαίως ἐζῶμεν· ἔστι γὰρ ἐν ἡμῖν τὸ εἰκαῖον, ἔξωθεν δὲ τὸ προστυχόν· καὶ γὰρ οἱ ἄνω μένοντες αἴσθησιν ἔχουσιν ἠρεμοῦσαν. εἴτε τὰ αἰσθητὰ παρῆν αἰσθήσεως οὐκ οὔσης, οὐδὲν ἂν ἦν ἡμῖν προστυχόν· ἐπειδὴ δὲ καὶ αἴσθησιν ἔχομεν καὶ τὰ αἰσθητὰ πρὸ ὀμμάτων ἐστὶν ἡμῶν, εἰκῇ τε ζῶμεν καὶ κατὰ τὸ προστυχὸν καί, ὅ φασι, κάτω κάρα ποιούμεθα τὴν τῶν ὄντων κρίσιν. ὃ καὶ Ἐμπεδοκλῆς ἡμῶν κατοδυρόμενος ἔφη·

  
πολλὰ δὲ δείλʼ ἔμπαια, τά τʼ ἀμβλύνουσι μερίμνας·  
πολλὰ γὰρ ἐμπίπτοντα τοῖς ὄντως ἡμῖν δειλοῖς, ὡς φυγάσι θεόθεν γενομένοις, ἀμβλύνει τὴν τῶν ὄντων θεωρίαν. ἐπειδὴ δέ, ὥσπερ καὶ οὗτος ὁ φιλόσοφος εἶπεν, ἔξωθεν ἐφῆκεν ἡμῖν τοῦτο τὸ προστυχὸν καὶ τὸ εἰκαῖον, διὰ τοῦτο καὶ ὁ Πλάτων μετέχειν ἡμᾶς αὐτῶν εἶπεν, ἀλλʼ οὐκ ἀπὸ τῆς οὐσίας ἡμῶν ἀνεγείρεσθαι ταῦτα· νοεροὶ γάρ ἐσμεν κατʼ οὐσίαν. ἐπειδὴ δὲ μέθεξίς ἐστι καὶ ἀπὸ τῶν θειοτέρων, τὸ πολὺ προσέθηκεν, ἵνα τὸ ἀόριστον καὶ συγκεχυμένον ἐνδείξηται τῆς τοιαύτης μετουσίας· ἡ γὰρ τῶν θειοτέρων μέθεξις ἕνωσιν ἐπάγει καὶ ὅρον καὶ τάξιν τοῖς μετέχουσιν.

Ὁ δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου συνεστήσατο ἐκ τῶνδέ τε καὶ τοιῷδε τρόπῳ.

`2.118–2.119`

Ὁ μὲν Πορφύριος ὑποδιελὼν γενέσει μὲν πρεσβυτέραν, ἀρετῇ δὲ προτέραν ἀκούει τὴν ψυχὴν τοῦ σώματος· δυνατὸν δὲ ἄμφω καθʼ ἑκάτερον ἀκούειν καὶ τῇ γενέσει τὸ προτέραν καὶ πρεσβυτέραν συνάπτειν καὶ τῇ ἀρετῇ πάλιν ἑκάτερον. ἔστι δὲ γένεσις ἐπὶ τῆς ψυχῆς οὐχ ἡ κατὰ χρόνον — ἀγένητον γὰρ καὶ ἀνώλεθρον ἔδειξεν ἐν Φαίδρῳ τὴν ψυχήν —, ἀλλʼ ἡ κατʼ οὐσίαν πάροδος ἀπὸ τῶν νοητῶν αἰτίων· ἔστι γὰρ τῶν ὄντων τὰ μὲν νοητὰ καὶ ἀγένητα, τὰ δὲ αἰσθητὰ καὶ γενητά, τὰ δὲ μεταξὺ τούτων νοητὰ καὶ γενητά· τὰ μὲν γάρ ἐστιν ἀσύνθετα πάντη καὶ ἀμέριστα καὶ διὰ τοῦτο ἀγένητα, τὰ δὲ σύνθετα καὶ μεριστὰ καὶ διὰ τοῦτο γενητά· τὰ δὲ ἐν μέσῳ τούτων νοητὰ καὶ γενητά, ἀμέριστά τε ὄντα καὶ μεριστὰ τὴν φύσιν, ἁπλᾶ τε καὶ σύνθετα τρόπον ἕτερον. ἄλλη οὖν ἡ ἐπὶ ψυχῆς γένεσις καὶ ἄλλη ἡ ἐπὶ σώματος· ἣ μὲν προτέρα καὶ πρεσβυτέρα· προσεχεστέρα γάρ ἐστι τῷ πάντων δημιουργῷ· ἣ δὲ δευτέρα καὶ νεωτέρα· πορρωτέρω γάρ ἐστι τῆς μιᾶς αἰτίας. ἔτι δὲ ἀρετὴ πάρεστι μὲν καὶ τῇ ψυχῇ, πάρεστι δὲ καὶ τῷ σώματι καὶ τῷ ὅλῳ ζῴῳ, ἀλλὰ θειοτέρα μὲν ἡ τῆς ψυχῆς, ὑφειμένη δὲ ἡ τοῦ σώματος, καὶ ἣ μὲν ἡγεμονικωτέρα καὶ ἐγγυτέρω τῶν τῆς νοητῆς ἀρετῆς ἑνιαίων αἰτιῶν, ἣ δὲ ἑπομένη καὶ πορρώτερον ἐκείνων. δηλοῖ δὲ ἡ μὲν γένεσις τὴν πρόοδον, ἡ δὲ ἀρετὴ τὴν τελείωσιν καὶ τὴν ἐπιστροφήν· ὧν τὸ μὲν ἐκ τῆς πηγαίας ψυχῆς, τὸ δὲ ἐκ τῆς πηγαίας ἀρετῆς ὑπάρχει ταῖς ψυχαῖς. καὶ μὴν καὶ αὐτὸ τὸ πρότερον καὶ πρεσβύτερον ἔχει τινὰ πρὸς ἄλληλα διαφοράν· ἔστι γὰρ τὸ μὲν πρότερον τάξεως μόνης σημαντικόν, τὸ δὲ πρεσβύτερον τῆς ὡς αἰτίου πρὸς αἰτιατὸν ὑπεροχῆς. οὐ πᾶν οὖν τὸ πρότερον καὶ πρεσβύτερον λέγοιτο ἄν, ἀλλὰ τὸ τῆς οὐσίας ἐξηγούμενον τοῖς δευτέροις. ἀμφότερα δὲ ἐπὶ τῆς ψυχῆς ἀληθῆ· καὶ γὰρ τὴν τάξιν ἔλαχε προτέραν, ἀδελφὴ τοῦ σώματος οὖσα κατὰ τὴν ἀπὸ τῆς μιᾶς δημιουργίας ἀμφοῖν πάροδον, καὶ γεννᾷ μετὰ τοῦ πατρὸς καὶ αὕτη τὸ σῶμα καὶ συνδιακοσμεῖ· τὰ γὰρ πρῶτα προϊόντα συμπαράγει ταῖς ἑαυτῶν αἰτίαις τὰ μετὰ ταῦτα. τί δὲ τὸ ὡς δεσπότιν καὶ ὡς ἄρξουσαν; ἆρʼ οὐκ ἀμφότερα ἐνδείκνυται, καὶ ὅτι χορηγεῖ τὰ ἀγαθὰ πᾶσιν ἡ ψυχὴ καὶ πᾶσαν πρόνοιαν ποιεῖται τοῦ σώματος, καὶ ὅτι σῴζει τὸ οἰκεῖον ἀγαθὸν ἀκέραιον; καὶ πῶς οὐχὶ ταῦτα δηλοῖ διὰ τούτων; ὁ μὲν γὰρ δεσπότης πρὸς τὸ οἰκεῖον ἀγαθὸν ἀεὶ τὰ τῶν διοικουμένων ἀναφέρει, ὁ δὲ ἄρχων τὸ τῶν ὑπηκόων ἀγαθὸν ὁρᾷ καὶ πρὸς ἐκεῖνο συντάττει πάντα. πρόσεστι δὲ τῇ ψυχῇ διὰ μὲν τὸ ἑαυτῆς ἕνεκα πάντα ποιεῖν τὸ δεσποτικόν, διὰ δὲ τὸ πάντα πληροῦν ἀγαθῶν τὸ ἀρχικὸν ἰδίωμα· καὶ γὰρ τὸ προνοητικὸν αὐτῆς οὐκ ἐλαττοῦται διὰ τῆς πρὸς τὸ οἰκεῖον ἀγαθὸν ἁπάντων ἀναφορᾶς, καὶ τὸ ἀγαθὸν ἀνεξάλλακτον μένει τῆς προνοίας ἐπιτελουμένης. καὶ ἄλλως ἐστὶν ἄρχουσα καὶ δεσπότις· πρόεισι γὰρ καὶ ἀπὸ τῆς ἡγεμονικῆς ψυχῆς καὶ ἀπὸ τῆς πηγαίας. καὶ ἄλλως διότι μὲν οἶκος αὐτῆς τὸ πᾶν, καλεῖται δεσπότις, διότι δὲ ἄγει πάντα ταῖς ἑαυτῆς κινήσεσιν, ἀρχικὴν ἔχει δύναμιν, καὶ διότι μὲν ἐξουσιάζει τοῖς ὅλοις, δεσπότις ἐστί, διότι δὲ ἀφομοιοῖ πάντα πρὸς τὸ νοητόν, ἄρχει τοῦ παντός. εἰ δὲ οὕτως ὑπέστη τὴν ἀρχὴν ὡς δεσπότις καὶ ὡς ἄρχουσα, κατʼ οὐσίαν αὐτῇ ταῦτα, τὸ δεσποτικὸν λέγω καὶ τὸ ἀρχικόν· εἰ δὲ κατʼ οὐσίαν, ἀεὶ αὐτῇ παρῆν. καὶ εἰ μὲν δυνάμει μόνον, ἀτελὴς ἦν, ὃ μηδὲ θέμις εἰπεῖν· εἰ δὲ κατʼ ἐνέργειαν ἦν, καὶ τὸ ἀρχόμενον ἀεὶ ἦν καὶ ἐκοσμεῖτο παρʼ αὐτῆς. αὐτὸ δὲ τὸ πᾶν εἰ οὕτως ἀπεγέννησεν, ὡς ἀρχόμενον ὑπὸ τῆς ψυχῆς, συνυφεστήκει τῇ ψυχῇ· τὸ γὰρ ἀρχόμενον ἅμα τῷ ἄρχοντι συνέζευκται. διʼ ἀμφοτέρων ἄρα τήν τε ἀϊδιότητα τοῦ παντὸς ἀνευρίσκομεν καὶ ὅτι μὴ κατὰ συμβεβηκὸς τῇ ψυχῇ τὸ ἄρχειν ἢ τὸ ἄρχεσθαι τῷ σώματι, κατʼ αὐτὸ δὲ τὸ εἶναι παρῆκται δεσπότις μὲν ἡ ψυχὴ τοῦ σώματος, ὑπήκοον δὲ τὸ σῶμα τῆς ψυχῆς. διὸ καὶ αὐτοφυῶς ἀλλήλοις συνάπτεται, καὶ τό τε σῶμα πρὸς μετουσίαν ἐγείρεται τῆς ψυχῆς καὶ ἡ ψυχὴ πρὸς τὴν ἐπιμέλειαν τοῦ σώματος. ἔτι τὸ ἐκ τῶνδε καὶ τὸ τοιῷδε τρόπῳ τά τε γένη τὰ συστήσαντα τὴν ψυχὴν εἰς φῶς ἐξαγαγεῖν βούλεται καὶ τὸν τρόπον τῆς συγκράσεως αὐτῶν καὶ τοὺς λόγους, καθʼ οὓς τὸ κρᾶμα διῄρηται· καὶ γὰρ τὸ σωματικὸν ἔκ τινων συνέστησε στοιχείων καὶ κατά τινα τρόπον, ἀναλογίαν αὐτῶν τινα καὶ δεσμὸν φυσικὸν μηχανησάμενος. εἰ δὲ ἐκ τῶνδε καὶ τρόπῳ τοιῷδε παρήγαγεν ὁ θεὸς τὴν ψυχήν, καὶ τὸ οἷον ὑποκείμενον αὐτῆς καὶ τὸ εἶδος ὑφίστησιν ὁ θεός. γελοῖον οὖν τὴν μὲν οὐσίαν αὐτῆς ἀγένητον λέγειν, εἴπερ ἐκ τοιῶνδε ὑπέστη στοιχείων, τὸ δὲ εἶδος γενητόν· ἄμφω γὰρ παράγειν φησὶ τὸν θεόν, καὶ τὴν οἷον ὕλην τῆς ψυχῆς καὶ τὸν λόγον, καθʼ ὃν τοιῶσδε μεμόρφωται συνδεθεῖσα ταῖς μεσότησιν. εἰ δὲ καὶ τὰ οἷον στοιχεῖα αὐτῆς ἀπεγέννα, τὴν οὐσίαν, τὸ ταυτόν, τὸ θάτερον, εἶτʼ ἐκ τούτων τὸ ὅλον, γενητόν ἐστι πᾶν τὸ οὐσιῶδες αὐτῆς.

Τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης οὐσίας καὶ τῆς αὖ περὶ τὰ σώματα γινομένης μεριστῆς τρίτον ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος.

`2.120–2.125`

Πρῶτον εἰπεῖν χρή, διὰ ποίαν αἰτίαν ὁ Πλάτων γένεσιν παραδίδωσι τῆς ψυχῆς ἀγενήτου κατʼ αὐτὸν ὑπαρχούσης, ἔπειτα διελέσθαι τὴν ὅλην ψυχογονίαν κατὰ τρόπον, καὶ τρίτον ἐπιδεῖξαι τὴν μεσότητα τῆς ψυχῆς, τέταρτον περὶ τῶν γενῶν εἰπεῖν τούτων, ἀφʼ ὧν τά τε ἄλλα καὶ τὴν ψυχὴν ὑπέστησε, πέμπτον, ὅπως καὶ ἐπὶ τῆς ψυχῆς τὴν τῶν γενῶν σύγκρασιν ληπτέον, ἕκτον ἐπὶ τούτοις τὸ ἀμέριστον καὶ μεριστὸν τίνα ποτέ ἐστι διελθεῖν, ἕβδομον τὴν τοῦ Πλάτωνος λέξιν γνώριμον ποιῆσαι καὶ τοῖς προειρημένοις ἀποδεῖξαι πᾶσι συνᾴδουσαν· ἐὰν γὰρ ταῦτα τῷ λόγῳ περιλαβεῖν δυνατοὶ γενώμεθα, τέλος ἕξομεν τῆς τῶν προκειμένων ἐξετάσεως τὸν ἡμῖν δυνατὸν τρόπον ἐμμελές. ἀρκτέον οὖν ἀπὸ τοῦ πρώτου, διότι καὶ τῶν παλαιῶν τινες ἐπέπληξαν τῷ Πλάτωνι λέγοντες· οὐκ ὀρθῶς ἀρχὴν ἀρχῆς ἐπιζητεῖ καὶ γένεσιν ἀγενήτου πράγματος· εἰ γὰρ καὶ τῶν πρώτων τὰ αἴτια ζητήσομεν καὶ τῶν αὐθυποστάτων γενέσεις ἐπινοήσομεν, εἰς ἄπειρον προϊόντες λησόμεθα καὶ τέλος οὐδὲν ἔχοντες τῆς θεωρίας· ὥσπερ γὰρ ὁ πάντα ἀποδεικτὰ νενομικὼς αὐτὴν μάλιστα τὴν ἀπόδειξιν ἀναιρεῖ, τοῦτον τὸν τρόπον καὶ ὁ πάντων αἰτίας ἐπιζητῶν ἄρδην ἀνατρέπει τὰ ὄντα πάντα καὶ τὴν τάξιν αὐτῶν τὴν ἀπό τινος ὡρισμένης ἀρχῆς προϊοῦσαν. τοιαῦτα μὲν ὁ Θεόφραστος ἐπιτιμᾷ τῷ Πλάτωνι περὶ τῆσδε τῆς ψυχογονίας, οὐδὲ ἐπὶ τῶν φυσικῶν πάντων λέγων δεῖν ἡμᾶς ἐπιζητεῖν τὸ διὰ τί· γελοῖον γάρ, φησίν, ἀπορεῖν, διὰ τί καίει τὸ πῦρ καὶ διὰ τί ψύχει ἡ χιών. οἱ δὲ ὑπὲρ τοῦ Πλάτωνος πρὸς αὐτὸν ἀντιγράψαντες τὸ μὲν τὸ ὅτι μόνον τῶν φυσικῶν γιγνώσκειν ἄλογον εἶναι γνῶσίν φασι καὶ δοξαστικὴν ἢ αἰσθητικὴν ἀντίληψιν αὐτῶν, τὸ δὲ καὶ τὸ διότι προστιθέναι καὶ τὰς αἰτίας αὐτῶν θηρᾶν ὄντως εἶναι νοῦ καὶ διανοίας ἐπιστήμονος ἔργον· ταύτῃ γὰρ διαφέρει δόξα ὀρθὴ καὶ ἐπιστήμων λόγος. ἡμεῖς δὲ ἀμφοτέρων ἀκούοντες εὖ μὲν λέγειν οἰόμεθα τοὺς δευτέρους, ἡδέως δʼ ἂν ἐροίμεθα τὸν Θεόφραστον πρότερον αὐτόν, πότερον οὐδενὸς αἰτίαν ἀποδοτέον ἢ τινός· εἰ μὲν γὰρ μηδενός, πρὸς τῷ τὴν ἐπιστήμην ἀναιρεῖν, τὴν μάλιστα τὰς αἰτίας γνωρίζουσαν, καὶ ἑαυτοῦ κατηγορήσει ζητοῦντος, πόθεν μὲν αἱ βρονταί, πόθεν δὲ ἄνεμοι, ποῖαι δὲ αἰτίαι κεραυνῶν, ἀστραπῶν, πρηστήρων, ὑετῶν, χιόνος, χαλάζης, ἃ δὴ καλῶς ποιῶν ἐν τῇ τῶν μετεώρων ἀπολογίᾳ τῆς πρεπούσης εἰκοτολογίας καὶ αὐτὸς ἠξίωσεν, εἰ δὲ τινός, διὰ τί τὰ μὲν κατʼ αἰτίας τῶν φυσικῶν θεατέον, τὰ δὲ ἄνευ αἰτίας ἀλόγως παραδοτέον; οὐ γὰρ ἐφʼ ὧν τὸ ὅτι πάντως καταφανές, ἐπὶ τούτων καὶ τὸ διότι γνώριμον. μετὰ δὲ τοῦτον ἐρωτήσομεν τοὺς τοῦ Πλάτωνος ἐραστάς, πότερον ἁπαξαπάντων ζητήσομεν αἰτίαν ἢ οὐ πάντων· εἰ μὲν δὴ ἁπάντων, ἆρα καὶ αὐτοῦ τοῦ ἑνός, ὃ καὶ αἰτίας εἶναι κρεῖττόν φαμεν; ὅτι μὲν γὰρ ἓν ἔστιν, ὑπομιμνήσκομεν ἐκ τῶν ἐναργῶν· εἰ γὰρ μὴ ἕν, ἀλλὰ πλῆθος, τί τὸ ἑνοῦν; τὸ γὰρ ἡνωμένον ἀπὸ τοῦ ἑνός, ὡς τὸ οὐσιωμένον ἀπὸ τῆς οὐσίας, ὡς τὸ ἐψυχωμένον ἀπὸ τῆς ψυχῆς· διότι δὲ ἕν ἐστι τὸ ἕν, οὐκ ἔστιν εἰπεῖν· πάσης γὰρ αἰτίας ἐκεῖνο πρεσβύτερον. εἰ δὲ οὐχ ἁπάντων, διὰ τί ψυχῆς μὲν τὴν αἰτίαν καὶ τὴν ἀπʼ αἰτίας γένεσιν ἐπιζητήσομεν, ἐπʼ ἄλλων δὲ οὐδαμῶς ταὐτὸν τοῦτο ποιήσομεν; ἰδίᾳ δὲ ἑκατέρους ἐρωτήσαντες πρὸς ἡμᾶς αὐτοὺς ὑπὲρ ἀμφοτέρων ἀπορήσομεν, διὰ ποίαν αἰτίαν ὁ μὲν Πλάτων καὶ ψυχῆς γένεσιν πλάττει καὶ τὴν ἀπʼ αἰτίας πάροδον, ὁ δὲ Θεόφραστος διαγράφει πᾶσαν τὴν τοιαύτην διδασκαλίαν, καὶ ἀπορήσαντες ἐροῦμεν, ὅτι Θεοφράστῳ μὲν καὶ τοῖς ἐκ τοῦ περιπάτου πᾶσι μέχρι τῶν κινητικῶν τοῦ παντὸς εἰδῶν ἡ τῆς θεωρίας ἄνοδος γέγονεν, εἴτε ψυχὰς ταῦτα δεῖ καλεῖν εἴτε νόας, τῷ δὲ Πλάτωνι ταῦτα μὲν ὡς μεθεκτὰ τοῦ τὴν πρώτην ἔχειν ἐν τοῖς οὖσιν ἀξίαν παρῃρημένα πολλοστὴν ἔχει τάξιν ἀπὸ τῶν ἀρχῶν, πρὸ δὲ τούτων εἰσὶν οἱ νοεροὶ καὶ νοητοὶ διάκοσμοι τῶν ὄντων, ἀφʼ ὧν καὶ τούτοις ἡ πάροδος, καὶ πρὸ τούτων ὁ τῶν θεῶν ἀριθμός, ἑνοποιῶν τὰ ὄντα καὶ συνέχων καὶ τῷ θείῳ φωτὶ καταλάμπων, καὶ πρὸ τοῦ ἀριθμοῦ τούτου πάλιν ἡ ἑνὰς ἡ ἀμέθεκτος, ἀφʼ ἧς ὁ ἀριθμὸς οὗτος ἐξέφηνεν αὑτὸν διὰ τῶν καταλαμφθέντων· δεῖ γὰρ πρὸ μὲν τῶν μετεχομένων εἰδῶν εἶναι τὰ ἀμέθεκτα, πρὸ δὲ τῶν ἀμεθέκτων τὰς ἑνάδας αὐτῶν· ἄλλο γὰρ τὸ ἡνωμένον καὶ ἄλλο ἡ ἑνάς· καὶ πρὸ τῶν πολλῶν ἑνάδων τὴν μίαν αὐτῶν πηγήν. τούτων τοίνυν οὕτω παρʼ ἀμφοτέροις δεδογμένων ὁ μὲν Θεόφραστος εἰκότως ἀρχὴν κινήσεως τὴν ψυχὴν εἰπὼν οὐδὲν ἄλλο πρὸ αὐτῆς ὑποθέμενος, ἀρχῆς οὐκ οἴεται δεῖν ἀρχὴν ἐπιζητεῖν· ἔμψυχον γὰρ καὶ αὐτὸς εἶναι δίδωσι τὸν οὐρανὸν καὶ διὰ τοῦτο θεῖον· εἰ γὰρ θεῖός ἐστι, φησί, καὶ τὴν ἀρίστην ἔχει διαγωγήν, ἔμψυχός ἐστιν· οὐδὲν γὰρ τίμιον ἄνευ ψυχῆς, ὡς ἐν τῇ Περὶ οὐρανοῦ γέγραφεν. ὁ δὲ Πλάτων, καὶ πρὸ τῶν ψυχῶν τῶν οὐρανίων τοὺς νοῦς τοὺς ἐγκοσμίους ὑποθέμενος καὶ πρὸ τούτων τοὺς ἀσχέτους καὶ πρὸ τούτων τὸν θεῖον διάκοσμον, εἰκότως καὶ τὴν ψυχὴν παραγομένην καὶ ἀπʼ ἄλλης ἀρχῆς γεννωμένην παραδίδωσιν, ἄλλως τε καὶ τὴν γένεσιν εἰδὼς μὴ μόνον ἐπὶ σωμάτων, ἀλλὰ καὶ ἐπὶ ψυχῶν χώραν ἔχουσαν, καθόσον καὶ αὗται χρόνου μετέχουσι· καὶ γὰρ ἐν ταῖς θείαις ψυχαῖς χρόνος ἐστίν, ὥσπερ καὶ ἐν Φαίδρῳ φησὶ διὰ χρόνου θεᾶσθαι τὸ ὂν αὐτάς· πᾶσα γὰρ μεταβατικὴ κίνησις συνεζευγμένον ἔχει τὸν χρόνον. πρὸς μὲν οὖν τὸ πρώτιστον τῶν εἰρημένων προβλημάτων τοσαῦτα ῥητέον. Ἅμα γὰρ καὶ ὅπως ὁ Πλάτων ὀρθῶς γένεσιν ψυχῆς παραδίδωσιν ἀγενήτου κατʼ οὐσίαν οὔσης, ἱκανῶς ἀποδέδεικται, καὶ ὅπως ὁ πρὸς αὐτὸν ἐνιστάμενος λόγος πῂ μὲν ὀρθῶς, πῃ δὲ οὐκ ὀρθῶς ἀντείρηται· τῷ μὲν γὰρ πρώτην ὑποθέσθαι τὴν ψυχὴν ἑπόμενόν ἐστι τὸ καὶ τὴν γένεσιν αὐτῆς ἀναιρεῖν· ἐκ τίνος γὰρ ἡ γένεσις τοῦ πρὸ αὐτῆς οὐκ ὄντος; αὐτὸ δὲ τοῦτο οὐκ ἀληθές, τὸ πρωτίστην εἶναι τῶν ὅλων τὴν ψυχήν· ἀνάγκη γάρ, ὅπερ περὶ τοῦ σώματός φησιν Ἀριστοτέλης, πεπερασμένον ὂν ἀεὶ λαμβάνειν δύναμιν τοῦ κινεῖσθαι ἀεί, ἀλλʼ οὐχ ἅμα τὴν ἄπειρον εἰληφέναι, ταὐτὸν καὶ περὶ ψυχῆς λέγειν μὴ ἅμα πάντα ἐνεργούσης, ὡς τὴν ἄπειρον δύναμιν, ἀφʼ ἧς ἀεὶ ἐνεργεῖ, οὐχ ἅμα πᾶσαν ἔχει ἢ ἐνεργεῖ κατὰ πᾶσαν, ἔχουσα ἀεὶ μίαν ἐνέργειαν· πάσης γὰρ δυνάμεως ἐνέργεια μία μιᾶς. ἀεὶ ἄρα λαμβάνει τὴν τοῦ ἐνεργεῖν ἀεὶ δύναμιν καὶ διὰ τοῦτο οὐκ ἀεὶ ὡσαύτως ἐνεργεῖ, ἀλλὰ ἄλλοτε ἄλλως. ὥστε συλλήβδην ἀληθές, ὅτι πᾶν τὸ κατὰ χρόνον ἐνεργοῦν δέχεται ἀεὶ τὴν τοῦ ἐνεργεῖν δύναμιν, ἀλλʼ οὐχ ἅμα δέδεκται ὅλην· καὶ ταύτῃ γενητόν ἐστιν. ὅτι δὲ οὐ πρῶτον ἡ ψυχὴ δῆλον· τὸ μὲν γὰρ πρῶτον πᾶσι πάρεστι, καὶ μετέχειν ἀνάγκη πάντα τῆς πάντων ἀρχῆς ἢ μὴ μετέχοντα παντάπασιν ἀπολωλέναι· πᾶσι γὰρ ἡ οὐσία καὶ ἡ ὕπαρξις ἀπὸ τῆς πρωτίστης ἀρχῆς· ψυχὴ δὲ οὐ πᾶσι πάρεστιν, οὐδὲ πάντα μετέχειν ἀνάγκη ψυχῆς, ἀλλὰ τὰ μὲν ἄψυχα, τὰ δὲ ἔμψυχα τῶν σωμάτων ἐστί. καὶ τὸ μὲν πρῶτον ἓν εἶναι δεῖ· πλῆθος γὰρ ὂν ἕξει πρὸ αὑτοῦ τὸ ἑνοποιόν· οὐ γὰρ διεσπαρμένον ἔσται τὸ πλῆθος· ἡ δὲ ψυχὴ πλῆθός ἐστι. καὶ τὸ μὲν πρῶτον ἐπέκεινα πάσης οὐσίας, ἐπειδὴ πᾶσα οὐσία πλῆθος ἔχει μεθʼ ἑαυτῆς· ἑτερότης γὰρ ἐν αὐτῇ καὶ ταυτότης ζωή τε καὶ αἰώνιος ἐνέργεια· ἡ δὲ ψυχὴ οὐσία. καὶ τὸ μὲν πρῶτον πανταχοῦ γένος ἀκάκωτόν ἐστι, τὸ δὲ τῶν ψυχῶν κακύνεσθαί πῃ πέφυκεν· καὶ ὅλως τοῦτο διὰ πολλῶν ἐπιδείκνυται λόγων. ἐπεὶ δὲ οὗτός ἐστιν ὁ τοῦ Πλάτωνος διὰ τὴν εἰρημένην αἰτίαν σκοπός, αὐτὴν ἡμῖν ἀναπτύσσει τὴν ψυχικὴν οὐσίαν, ὅπως ὑπέστη καὶ ἐκ ποίων στοιχείων καὶ κατὰ ποίους λόγους ἀναδιδάσκων· ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον ὅτι μέν ἐστιν ἐν αὐτῷ πρόσωπον καὶ χεῖρες καὶ μηροὶ καὶ πόδες γνῶναι ῥᾴδιον καὶ τἆλλα ὅσα προβέβληται παντί, πῶς δὲ ἐκ τῶν ἔνδον σύγκειται μορίων καὶ τίνων καὶ τίνα λόγον ἐχόντων, ἰατρικῆς τε καὶ ἀνατομικῆς εἰδέναι, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὴν ψυχὴν κατὰ μὲν τὰς ὅλας αὐτῆς δυνάμεις οἷόν ἐστι διελθεῖν οὐ χαλεπόν, αὐτὴν δὲ τὴν οὐσίαν αὐτῆς ἀναπτύξαι καὶ μέχρι τῶν στοιχείων, ἐξ ὧν ὑφέστηκε, καὶ τοὺς παντοίους ἐν αὐτῇ θεωρῆσαι λόγους τῆς ἀκριβεστάτης ἔργον ἂν εἴη περὶ αὐτὴν θεωρίας. ὃ δὴ καὶ ὁ Πλάτων ποιεῖν ἐπιχειρεῖ, τὴν ψυχικὴν οὐσίαν οἷον ἀνατέμνων καὶ πᾶσαν αὐτὴν ἀπογυμνῶν τοῖς ἕπεσθαι δυναμένοις. πρὸς μὲν οὖν τὸ πρῶτον, ὥσπερ εἴπομεν, διὰ τούτων ἀποκρινόμεθα τῶν ἐζητημένων· ὅτι γὰρ καὶ γενητὴν εἰκότως λέγει τὴν οὐσίαν τῆς ψυχῆς, μάθοιμεν ἂν ἐννοήσαντες, ὅ,τι ποτὲ τὸ γενητὸν ἔλεγεν καὶ ἐπὶ τοῦ σωματοειδοῦς, ὅτι τὸ ἀεὶ γεννώμενον καὶ τὴν ἄπειρον τοῦ εἶναι δύναμιν ἀεὶ δεχόμενον· τοιαύτη γὰρ καὶ ἡ ψυχή, τὴν ὅλην ἀπειρίαν τοῦ ὄντος ἅμα μὴ δυναμένη δέξασθαι· δηλοῖ γοῦν ζῶσα κατὰ μετάβασιν καὶ προβολὴν ἄλλων λόγων καὶ ἄλλων, οὐκ ἔχουσα τὴν ἄπειρον ζωὴν ἅμα πᾶσαν παροῦσαν. ἀεὶ οὖν ἀνελίττουσα τὴν ἑαυτῆς ζωὴν δῆλον ὅτι καὶ τὴν οὐσίαν ἔχει γιγνομένην ἀεὶ καὶ οἷον ἀπειρουμένην, ἀλλʼ οὐκ οὖσαν ἄπειρον, διʼ ἣν ἀεὶ προσλαμβάνει ζωὴν οὐσιώδη καὶ αὐτὴν οὖσαν καὶ κατὰ φύσιν αὐτῇ πάντως· τὸ γὰρ ἑκάστου τελεσιουργὸν πάντως κατὰ φύσιν. ἀλλὰ μὴν εἰ αὐτοκίνητός ἐστιν, ὡς ἐρεῖ προϊὼν ὁ Τίμαιος, ἑαυτῇ τῆς οὐσιώδους ἐστὶν αἰτία ζωῆς καὶ ἣν ἔχει ζωὴν οὐσιώδη, ὅλην ἅμα ἔχει ἑαυτῇ διδοῦσα· ταύτῃ ἅμα καὶ ἀγένητός ἐστι καὶ γενητή, διʼ ἣν μὲν ἀεὶ ἔχει οὐσίαν καὶ ζωήν, ἀείζωος οὖσα καὶ ἀεὶ οὖσα, διʼ ἣν δὲ ἀεὶ δέχεται, γιγνομένη ἀεὶ καὶ οὐσία καὶ ζωή, διχόθεν οὖσα, καὶ ἀφʼ ἑαυτῆς καὶ ἀπὸ τῶν πρὸ αὐτῆς, καὶ διʼ ἑαυτὴν μὲν ἀεὶ οὖσα, διὰ δὲ τὰ πρὸ αὐτῆς ἀεὶ γιγνομένη, μᾶλλον δὲ διὰ τὰ πρὸ αὐτῆς ἄμφω ἔχουσα, καὶ εἶναι ὅ ἐστι καὶ γίνεσθαι, διʼ ἑαυτὴν δὲ θάτερον μόνον· τὸ γὰρ ἀεί τι προσλαμβάνειν ἀπʼ ἐκείνων ἔχει μόνων, ὀρθῶς καὶ τοῦ Ἀριστοτέλους εἰπόντος, ὅτι οὐδέν ἐστιν ἑαυτῷ αἴτιον, οὗ κατὰ χρόνον ἔχει, ἀλλʼ οὐκ αἰωνίως, ἵνα μὴ τὸ αἴτιον ὀφεῖλον εἶναι τοῦ αἰτιατοῦ πρότερον ἅμα ᾖ τῷ γιγνομένῳ. χρόνος οὖν ἅμα καὶ αἰὼν περὶ ψυχήν, ὡς ἀγένητον αἰών, ὡς γενητὸν χρόνος, διὸ πῂ αἰώνιόν ἐστιν ὡς ἀνώλεθρον, ἀλλʼ οὐχ ἁπλῶς αἰώνιος, ὡς εἴρηται ἐν Νόμοις.

`2.126–2.127`

Δεύτερον ἦν τὸ διελέσθαι τὴν ὅλην ψυχογονίαν κατὰ τρόπον. τοῦτο οὖν μετὰ ταῦτα ποιῶμεν, ἀπὸ τῶν πραγμάτων πάλιν τὴν ἀρχὴν λαβόντες. ἔστι τοίνυν ἐν ἑκάστῃ φύσει τὸ μὲν οὐσία, τὸ δὲ δύναμις, τὸ δὲ ἐνέργεια· καὶ γὰρ τοῦ πυρὸς ἄλλη μὲν ἡ οὐσία, καθʼ ἣν τῷ πυρὶ τὸ εἶναι πυρὶ πρόσεστιν, ἄλλη δὲ ἡ δύναμις, ἄλλη δὲ ἡ ἐνέργεια· καὶ γὰρ τὰ μὲν ξηραίνει, τὰ δὲ θερμαίνει, τὰ δὲ ἄλλως πως μεταβάλλει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. δεῖ δὴ οὖν καὶ τῆς ψυχῆς ἄλλην μὲν εἶναι τὴν οὐσίαν, ἄλλην δὲ τὴν δύναμιν, ἄλλην δὲ τὴν ἐνέργειαν, καὶ τὸν πᾶσαν αὐτὴν ἑλεῖν καὶ θεωρῆσαι βουλόμενον χρὴ περὶ ἁπάντων εἰπεῖν. ἔσται ἄρα καὶ τῆς ψυχογονίας τρία πρῶτα κεφάλαια, τὸ μὲν περὶ οὐσίας αὐτῆς, τὸ δὲ περὶ δυνάμεως, τὸ δὲ περὶ ἐνεργείας· αὕτη γὰρ τελεία τῶν προκειμένων ἐπίσκεψις. ἀλλὰ τὴν οὐσίαν τὴν ψυχικὴν τριφυῆ τινα ὁρῶμεν· ἄλλη γάρ ἐστιν αὐτὴ ἡ ὕπαρξις αὐτῆς καὶ ἄλλη ἡ ἁρμονία ἡ ἐν αὐτῇ, καθʼ ἣν τὸ οὐσιῶδες αὐτῆς συνέχεται πλῆθος, οὔτε μιᾶς οὔσης οὐσίας, ὡς ὁ νοῦς, οὔτε εἰς ἄπειρα διαιρουμένης, ὡς τὸ σῶμα μετʼ αὐτήν, ἀλλʼ εἰς πλείω μὲν ἑνὸς οὐσιώδη μέρη, ἐξ ὧν ἐστι, πεπερασμένα δὲ κατʼ ἀριθμόν, ὧν πλείω εἶναι μέρη ψυχῆς ἀδύνατον μηκέτι διαιρετῶν ὄντων εἰς ἄλλα τῶν μερῶν αὐτῆς, ὡς ἔσται δῆλον προελθοῦσι· καὶ ἄλλο τὸ εἶδος αὐτῆς τὸ ἐκ τούτων ἀποτελούμενον· ὥστε καὶ μία καὶ τριφυής ἐστιν ἡ οὐσία τῆς ψυχῆς· προσήκει γὰρ αὐτῇ καὶ ἡ μονὰς καὶ ἡ τριάς, ἐπεὶ καὶ τὴν σύμπασαν ψυχὴν εἰς τρία τέμνομεν. ἔστιν οὖν καὶ ἡ οὐσία μία καὶ τριπλῆ· καὶ γὰρ ἄλλο μὲν ἡ ὕπαρξις, ἄλλο δὲ ἡ ἁρμονία, ἄλλο δὲ τὸ εἶδος· ἣ μὲν τὸ εἶναι μόνον ἀφορίζουσα, ἣ δὲ ἁρμόζουσα τὸ οὐσιῶδες πλῆθος, τὸ δὲ συνέχον τὴν ἰδιότητα τοῦ ὅλου συστήματος. καὶ πάντα ταῦτα ἐν ἀλλήλοις ἐστίν· ἥ τε γὰρ ὕπαρξις ἔχει μεθʼ ἑαυτῆς τὸ ἡρμοσμένον πλῆθος· οὐ γάρ ἐστιν ἀπλήθυντος οὐδὲ πλῆθος μόνον ἔχουσα, ἀνάρμοστον δέ· καὶ ἡ ἁρμονία οὐσιώδης ἐστὶ καὶ αὕτη, συνεκτικὴ καὶ εἰδοποιὸς τῆς οὐσίας· ἀφʼ ἧς καὶ δείκνυται, πῶς μέν ἐστιν ἁρμονία ἡ ψυχή, πῶς δὲ μή, καὶ ὅτι σύμφωνός ἐστι πρὸς ἑαυτὸν ὁ Πλάτων ἐνταῦθα μὲν ἁρμονίαν αὐτὴν τιθέμενος, ἐν Φαίδωνι δὲ ἐλέγχων τοὺς ταῦτα λέγοντας· ἄλλο γὰρ ἦν τὸ ἑαυτοῦ τε εἶναι καὶ ἄλλων ἁρμονίαν, ἄλλο τὸ ἄλλου μόνον· τοῦτο μὲν γὰρ ἐν ὑποκειμένῳ ποιεῖ τὴν ἁρμονίαν καὶ ἀχώριστον τῶν ἡρμοσμένων καὶ ἐπʼ ἀλλοτρίας ἕδρας ἱδρυομένην, ἐκεῖνο δὲ χωριστὴν καὶ ἑαυτῆς οὖσαν καὶ πρὸς ἑαυτὴν ἐπεστραμμένην. καὶ δὴ καὶ τὸ εἶδος τῶν τε ἁρμονικῶν λόγων ἐστὶ περιληπτικὸν καὶ τὴν ὕπαρξιν περιέχει τῆς ψυχῆς· κατὰ γὰρ τοῦτο μάλιστα ἡ ἰδιότης ἀφώρισται τῆς ψυχῆς καὶ ὁ λόγος ὁ εἷς, καθʼ ὅν ἐστιν ὅπερ ἐστί. πάντα ἄρα ταῦτα ἐν ἀλλήλοις ἐστίν, ἡ ὕπαρξις, ἡ ἁρμονία, τὸ εἶδος, καὶ μία ἡ οὐσία καὶ τριφυής, ἐπεὶ καὶ ἐκ τριῶν ὑφέστηκε γενῶν, οὐσίας, ταὐτοῦ, θατέρου. καὶ πάλιν ἡ μὲν ὕπαρξις κατὰ τὴν οὐσίαν ἀφορίζεται μᾶλλον, ἡ δὲ ἁρμονία κατὰ τὸ ταυτόν, τὸ δὲ εἶδος κατὰ θάτερον, καθʼ ὃ διακέκριται τῶν πάντων. ἐπειδὴ τοίνυν τριπλῆν μὲν ἐξ ἀρχῆς εὕρομεν τὴν ψυχήν, ἔχουσαν οὐσίαν, δύναμιν, ἐνέργειαν, αὐτὴν δὲ πάλιν τὴν οὐσίαν τριπλῆν, κατὰ τὴν ὕπαρξιν, κατὰ τὴν ἁρμονίαν, κατὰ τὸ εἶδος, πεντάδα ποιήσομεν ἐκ τούτων, πρώτην μὲν τὴν ὕπαρξιν τάττοντες, δευτέραν τὴν ἁρμονίαν, τρίτην δὲ τὴν ἰδέαν, τετάρτην δὲ τὴν δύναμιν, πέμπτην τὴν ἐνέργειαν· πρέπει γὰρ καὶ ἡ πεντὰς ὡς μεσότητι τῇ ψυχῇ, συνέχουσα τὸν δεσμὸν μονάδος καὶ ἐννεάδος, ὥσπερ αὕτη τῆς νοητῆς οὐσίας καὶ τῆς αἰσθητῆς. καὶ τάξαντες τὸν τρόπον τοῦτον τὴν ὅλην περὶ τῆς ψυχῆς θεωρίαν εἰς πέντε κεφάλαια διαιρήσομεν, τὸ μὲν πρῶτον περὶ τῆς ὑπάρξεως τῆς ψυχῆς εἶναι λέγοντες, τὸ δὲ δεύτερον περὶ τῶν ἐν αὐτῇ λόγων καὶ τῆς ἁρμονίας, τὸ δὲ τρίτον περὶ τῆς ἰδέας αὐτῆς, τὸ δὲ τέταρτον περὶ τῶν πολλῶν ἐν αὐτῇ δυνάμεων, τὸ δὲ πέμπτον περὶ τῶν ἐνεργειῶν· ἐπεὶ καὶ ὅτε τὸν περὶ σώματος ἐποιεῖτο λόγον αὐτὸ καθʼ ἑαυτὸ τὸ σωματοειδὲς τοῦ κόσμου θεωρῶν, πρώτην μὲν αὐτὴν παρεδίδου τὴν ὑποκειμένην φύσιν τῷ σώματι τὰ στοιχεῖα παράγων εἰς μέσον, ἔπειτα τὴν ἁρμονίαν αὐτῶν—ἡ γὰρ ἀναλογία καὶ ὁ διʼ ἀναλογίας δεσμὸς εἰκὼν ἦν τῆς ἁρμονίας τῆς ψυχικῆς— καὶ τρίτον τὴν ἰδέαν, ὅλον ἐξ ὅλων σφαιροειδῆ τὸν κόσμον ἀποφαίνων, τέταρτον δὲ τὰς δυνάμεις, ἀφαιρῶν μὲν τὰς μεριστὰς καὶ διὰ μερικῶν ὀργάνων ἐπιτελουμένας, τὰς δὲ ὅλας καὶ τελείας τῷ τοῦ παντὸς ζῴῳ διδούς, πέμπτον δὲ τὰς ἐνεργείας, τὴν κίνησιν τὴν νοερὰν καὶ ἔμφρονα τῷ σώματι περιτιθείς. κατὰ τὰ αὐτὰ δὲ καὶ τὴν τῆς ψυχῆς θεωρίαν τοῖς πέντε τούτοις κεφαλαίοις διεῖλεν. ὅτι μὲν οὖν εἰκότως ἡ ψυχογονία τῷ Πλάτωνι τεθεώρηται καὶ πόσοις καὶ τίσι κεφαλαίοις διῄρηται, διὰ τούτων ἔστω δῆλον.

`2.128–2.131`

Τρίτον δὲ ἐπὶ τούτοις ὃ τρίτον προὐθέμεθα ζητῆσαι λεκτέον, πῶς καὶ διὰ τί τὴν ψυχὴν μέσην φαμέν· ἀνάγκη γὰρ τοῦτο πρὸ τῶν περὶ αὐτῆς ἐγνωκέναι λόγων. ἐπειδὴ τοίνυν τὰ ὄντα πολλά ἐστιν, ἀφʼ ἑνὸς τοῦ πρώτως ὄντος προϊόντα μέχρι τῆς ἀνειδέου καὶ ἐσχάτης ὕλης, κατίδωμεν, τίνα μὲν ἰδιώματα τῶν πρώτως ὄντων, τίνα δὲ τῶν ἐσχάτων, τίνα δὲ ἔλαχε μέσην τάξιν, καὶ ποῖα τῇ τῆς ψυχῆς ἐφαρμοστέον οὐσίᾳ. ἔστι δὴ οὖν τῶν μὲν νοητῶν ἰδιώματα ταῦτα· τὸ ὄντως ὄν, τὸ αἰώνιον, τὸ ἀμέριστον, τὸ ἀκίνητον, τὸ ὁλοτελές, τὸ τέλειον, τὸ ὑπερπλῆρες τοῦ εἶναι, τὸ τῆς ζωῆς ἄτρυτον καὶ ἄφετον, τὸ πάντων κινητικόν, ἡ ὁμοιότης, τὸ πᾶσι παρεῖναι πάντων ἐξῃρημένον· ταῦτα γὰρ πάντα κατὰ τὰς τοῦ ὄντος προόδους ἐν τοῖς νοητοῖς ἀναφαίνεται. τῶν δὲ αὖ αἰσθητῶν ἕτερα ἄττα ἰδιώματα τοιαῦτα θετέον· τὸ οὐκ ὄντως οὐκ ὄν, τὸ ἔγχρονον κατὰ τὴν οὐσίαν, τὸ μεριστόν, τὸ κινητόν, τὸ μερικόν, τὸ ἄλλου προσδεές, τὸ ἀεὶ πληρούμενον τῆς ὑποστάσεως, τὸ κατὰ μέθεξιν ζῆν, τὸ ἑτεροκίνητον, ἡ ἀνομοιότης, τὸ κατὰ τόπον διαλαμβάνεσθαι τοῖς μορίοις. μέσα δὲ τούτων ἐστὶν ἀντιτεταγμένων ἀλλήλοις ὡς πρώτων ἐσχάτοις, διʼ ὧν χρὴ πάντως γίνεσθαι τὴν πρόοδον ἀπὸ τῶν πρώτων εἰς τὰ ἔσχατα· τὰ γὰρ ὅμοια τοῖς παράγουσι πρὸ τῶν ἀνομοίων πρόεισιν ἀπʼ αὐτῶν, διότι ἡ ὁμοιότης πρὸς τοῦ ἑνός ἐστι καὶ πάντα ἐφίεται τοῦ ἑνός. μέσα δʼ οὖν τούτων ἐστὶ τῶν ἄκρων τὸ οὐκ ὄντως ὂν κρεῖττον μὲν ὂν τοῦ μὴ ὄντος, ὑφειμένον δὲ τοῦ ὄντως ὄντος, τὸ κατʼ οὐσίαν μὲν πῂ ὂν αἰώνιον, τὰς δὲ ἐνεργείας ἐν χρόνῳ ποιούμενον, τὸ ἀμέριστον μὲν κατὰ τὸ ἐν αὐτῷ θειότατον, μεριζόμενον δὲ κατὰ τὴν παντοίαν τῶν λόγων πρόοδον, τὸ αὐτὸ ἑαυτὸ κινοῦν, τῶν μὲν ἑτεροκινήτων δεσπόζον, τῶν δὲ ἀκινήτων ὑφειμένον, τὸ μετὰ τῆς ὁλότητος καὶ τὸ μερικὸν ἐμφαῖνον, κατὰ μὲν τὸ πάντας ἔχειν τοὺς λόγους ὅλον πως ὄν, κατὰ δὲ τὴν ὕφεσιν καὶ τὸν μερισμὸν καὶ τὴν μετάβασιν τῆς ἐνεργείας μερικὸν φαινόμενον, τὸ καὶ ἑαυτὸ τελειοῦν καὶ ὑπὸ τῶν πρὸ αὐτοῦ τελειούμενον καὶ τελειότερον ὂν τῶν ὑπʼ ἄλλου μόνον τελειοῦσθαι πεφυκότων, τὸ ἑαυτὸ πληροῦν δυνάμεως καὶ ὑπʼ ἄλλων πληρούμενον, τὸ αὐτόζων καὶ ὑπʼ ἄλλων ζωὴν ὑποδεχόμενον, θειότερον ὂν τῶν κατὰ μέθεξιν μόνον ζώντων, καταδεέστερον δὲ τῶν πρώτως ἐχόντων τὸ ζῆν, τὸ τῶν μὲν ἄλλων κινητικόν, ὑπὸ δὲ τῶν πρώτων κινούμενον, τὸ ὅμοιον ἅμα καὶ ἀνόμοιον, τὸ ἐξῃρημένον τῶν ἐσχάτων τε καὶ συντεταγμένον αὐτοῖς. τοιούτων δὲ τῶν ἐν τοῖς οὖσιν ἰδιωμάτων ὑπαρχόντων τὴν ψυχὴν σκεψώμεθα ποῦ τακτέον, πότερον ἐν τοῖς πρώτοις ἢ ἐν τοῖς ἐσχάτοις. ἀλλʼ εἰ μὲν ἐν τοῖς πρώτοις, ὄντως ὂν ἔσται καὶ αἰώνιος πάντη καὶ ἀκίνητος καὶ πάντα τὰ ἄλλα ἑξῆς, καὶ οὔτε τὸ μεριστὸν τῶν ψυχικῶν λόγων ἔτι φυλάξομεν οὔτε τὸν ψυχικὸν χρόνον οὔτε τὴν αὐτοκινησίαν οὔτε τὸ μεταβατικὸν οὔτε ἄλλο τῶν τοιούτων οὐδέν· καίτοι γε ταῦτα ὁρῶμεν ἐναργῶς ἐπὶ τῶν ἡμετέρων ψυχῶν πασῶν. νῦν δὲ ταῦτα ζητοῦμεν, ὅσα κοινὰ τῶν ψυχῶν ἐστι πασῶν καὶ κατʼ οὐσίαν ἐνόντα ἐν αὐταῖς, οἷα δὴ ταῦτά ἐστιν· ὥστε εἰ πάσαις ὑπάρχει κοινὰ ὄντα, οὐκ ἂν εἶεν αἱ ψυχαὶ τῶν πρώτων ᾗ ψυχαὶ καὶ ἀεὶ ὄντων. ἀλλὰ μὴν οὐδὲ τῶν ἐσχάτων· εἰ γὰρ εἶεν ἐν τοῖς ἐσχάτοις, ἑτεροκίνητον τὴν ψυχὴν ποιήσομεν καὶ μεριστὴν καὶ σύνθετον καὶ ἀπʼ ἄλλων μόνον τελειουμένην, ὧν πᾶν τοὐναντίον ὁρῶμεν καὶ ἐπὶ τῶν ἡμετέρων ψυχῶν· κινοῦσι γὰρ ἑαυτὰς καὶ τελειοῦσι καὶ ἄγουσιν ὅπῃ βούλονται. πολλῷ ἄρα μᾶλλον αἱ θεῖαι ψυχαὶ τῆς οἰκείας τελειότητος αὐταὶ τὴν αἰτίαν ἔχουσι καὶ πάντα ἄγουσι ταῖς ἑαυτῶν κινήσεσι καὶ εἰς ἑαυτὰς ἐπιστρέφονται καὶ ἑαυτὰς γιγνώσκουσιν, ὃ δὴ τοῖς ἑτεροκινήτοις ὑπάρχειν ἀδύνατον. εἰ δὲ μήτε ἐν τοῖς πρώτοις μήτε ἐν τοῖς ἐσχάτοις αὐτὴν τίθεσθαι δυνατόν, μέσην αὐτῇ τινα χώραν δοτέον, καὶ τοῦτο εἰκότως, ἵνα μιμῆται καὶ τὰς πρωτίστας ἑαυτῆς αἰτίας· μέσην γὰρ καὶ ἐν τοῖς θεοῖς ἔχει χώραν ἡ τῆς ψυχῆς αἰτία θεός, ὡς δοκεῖ καὶ τοῖς θεολόγοις, συναγωγὸς οὖσα τῶν δύο πατέρων καὶ ἀπὸ τῶν ἑαυτῆς λαγόνων τὴν τῆς ψυχῆς προϊεμένη ζωήν. ἔν τε οὖν τοῖς πηγαίοις θεοῖς οὕτω καὶ ἐν τοῖς ἡγεμονικοῖς ἐν τῇ μέσῃ τριάδι τὴν ψυχικὴν ἀρχὴν προφαινομένην ὁρῶμεν, ὥστε εἰκότως καὶ αὕτη μέση προῆλθε τῶν τε νοητῶν ἁπλῶς καὶ τῶν αἰσθητῶν, τῶν τε ἀεὶ μόνως ὄντων καὶ τῶν ἁπλῶς γενητῶν. τὸ δὲ μέσον αὐτῆς μὴ τοιοῦτον ὑπολάβῃς, οἷον συναγωγὸν τῶν ἄκρων, ἐξῃρημένον τῶν συναγομένων· οὐ γάρ ἐστι τῶν νοητῶν κρεῖττον, ἀλλὰ πέρας αὐτῶν. μηδʼ αὖ τοιοῦτον, οἷον ὑφειμένον ἀμφοτέρων· ὑπερέχει γὰρ τῶν αἰσθητῶν ὑπʼ αὐτῆς κινουμένων. ἀλλʼ ἐπείπερ ἐστὶ πέρας μὲν τῶν νοητῶν, ἀρχὴ δὲ τῶν αἰσθητῶν, τοιοῦτον μὲν πέρας καὶ τοιαύτην ἀρχήν, οἷόν ἐστι τὸ ἐν τῇ γραμμῇ σημεῖον, οὐδαμῶς ῥητέον· οὐ γάρ ἐστιν ἐν αὐτοῖς τοῖς περατουμένοις, ὥσπερ ἐν ἀμφοτέροις τοῖς τμήμασι τὸ σημεῖον· ἄλλως δὲ τῶν νοητῶν πέρας, μετὰ τὴν ὑπόστασιν τὴν νοητὴν ἀναφαινομένην, καὶ ἄλλως ἀρχὴν τῶν αἰσθητῶν, ὡς ἐξῃρημένην καὶ ὡς κινητικὴν αὐτῶν· οὕτω γὰρ ἡμῖν καὶ ἀναλογίαν τινὰ διασώσει, καὶ ἔσται ὡς τὰ ἑτεροκίνητα πρὸς τὰ αὐτοκίνητα, οὕτω τὰ αὐτοκίνητα πρὸς τὰ ἀκίνητα, καὶ συνέξει τὸν τῶν ὄντων σύνδεσμον διὰ τῆς οἰκείας μεσότητος ἀνελίττουσα μὲν τὰς ἡνωμένας αἰτίας, συνάγουσα δὲ τὰς διαπεφορημένας τῶν αἰσθητῶν δυνάμεις, καὶ περιεχομένη μὲν ὑπὸ τῆς ἀκινήτου καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας, περιέχουσα δὲ τὴν ἑτεροκίνητον καὶ μεταβαλλομένην παντοίως γένεσιν, καὶ νοητὴ μὲν οὖσα ὡς πρὸς τὰ γενητά, γενητὴ δὲ ὡς πρὸς τὰ νοητὰ καὶ οὕτως ἐν τῷ μέσῳ τὰ ἄκρα δεικνύουσα, μιμουμένη καὶ ταύτῃ τὴν αἰτίαν αὐτῆς, ἀμφιφαὴς καὶ ἀμφιπρόσωπος οὖσα, καὶ τοῦ μὲν παντὸς ἔχουσα τοὺς οἴακας, ὑποδεχομένη δὲ τοῖς ἑαυτῆς κόλποις τὰς ἀπὸ τῶν νοητῶν προόδους εἰς αὐτήν, καὶ πληρουμένη μὲν ἀπὸ τῆς νοερᾶς ζωῆς, προϊεμένη δὲ καὶ αὐτὴ τοὺς ὀχετοὺς τῆς σωματοειδοῦς ζωῆς καὶ συνέχουσα τὸ κέντρον τῆς προόδου τῶν ὄντων ἁπάντων ἐν ἑαυτῇ· εἰκότως ἄρα καὶ ἀγένητός ἐστι καὶ γενητή. δέδεικται μὲν οὖν τοῦτο καὶ πρότερον ἀπὸ τῆς διττῆς ἐν αὐτῇ ζωῆς, τῆς τε οὐσιώδους ἐν αὐτῇ καὶ τῆς μεταβατικῆς, δεικνύσθω δὲ καὶ νῦν ἀπὸ τῆς ὁλότητος καὶ τῶν μερῶν αὐτῆς· πῶς γὰρ ἀγένητον τὸ ὂν ἢ τῷ τὴν ἄπειρον τοῦ εἶναι δύναμιν ὅλην ἅμα παροῦσαν ἔχειν; πῶς δὲ τὸ σῶμα γενητὸν ἢ τῷ ἀεὶ ἐπιναομένην ἔχειν τὴν ἄπειρον δύναμιν, ὅλην ἅμα δέξασθαι μὴ δυνάμενον; ἡ τοίνυν ψυχὴ ὡς μὲν ἀσώματος καθʼ ἑαυτὴν ἄπειρον ἔχει τοῦ εἶναι δύναμιν, καθʼ ὅλην ἑαυτὴν οὐ γινομένη, ἀλλʼ οὖσα ἀθάνατος, κατὰ δὲ τὰ μέρη ἀεὶ γίνεται ἐπʼ ἄπειρον. εἰ γὰρ εἴη καὶ κατὰ ταῦτα τὴν αὐτὴν ἀπειρίαν ὅλην ἔχουσα παροῦσαν, ἔσται τοῦ ὅλου καὶ τοῦ μέρους ἡ αὐτὴ ἀπειρία, τοῦ τελείου καὶ τοῦ ἀτελοῦς, τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου· τοῦτο δὲ ἀδύνατον. ἀλλὰ μὴν οὐδὲ τὸ ὅλον αὐτῆς δυνατὸν γιγνόμενον ἀεὶ εἶναι, τὸ δὲ μέρος ἀεὶ ὄν, ἵνα μὴ τὸ μέρος ᾖ τοῦ ὅλου κρεῖττον. ἀνάπαλιν ἄρα τὸ μέν ἐστιν ὂν ἄπειρον, τὸ δὲ γιγνόμενον· ὥστε ἡ ὑπόστασις αὐτῆς καὶ ἔστιν ἀπειροδύναμος καὶ γίνεται ἐπʼ ἄπειρον, καὶ οὕτω δὴ ἅμα καὶ τοῦ ὄντος μετέχει καὶ πρώτη τῶν γιγνομένων ἐστί, τοῦ σώματος καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσιν ἐν γενέσει ὄντος. οὐκ ἄρα ἐξαρκεῖ τὸ λέγειν γενητὴν αὐτὴν τῷ μεριστῶς ἐνεργεῖν, ἀλλʼ ὁρᾶν, πῶς καὶ ἐν τῷ εἶναι τοῦτο προϋπάρχει τῆς ψυχῆς· πᾶσα γὰρ ἐνέργεια κατὰ φύσιν ἔχει τὴν οὐσίαν προλαβοῦσαν τὴν αἰτίαν τῆς ἐνεργείας, ὥστε καὶ ἡ ψυχὴ τῆς κατὰ χρόνον ζωῆς ἐν τῇ οὐσίᾳ προείληφε τὸ σπέρμα πάσης οὔσης ψυχῆς κοινῆς· δεῖ γὰρ καὶ γίνεσθαι αὐτήν, οὐκ εἶναι μόνον. ἀλλʼ εἰ τοῦτο, ἐπειδὴ τὸ εἶναι κατὰ τὸ ὅλον ἔχει, τὸ γίγνεσθαι ἐν τοῖς μέρεσιν ἕξει. καὶ ὅπως τοῦτο ἀληθές, δεδείχαμεν.

`2.132`

Περὶ μὲν οὖν τῆς μεσότητος τῆς ψυχῆς τοσαῦτα ἀπόχρη. καὶ δὴ καὶ κείσθω χωρὶς μὲν τὸ νοητὸν πλάτος, χωρὶς δὲ τὸ ψυχικὸν πλῆθος, χωρὶς δὲ ἡ αἰσθητὴ φύσις, καὶ ἀνηρτήσθω τὰ μὲν ἔσχατα εἰς τὰ μέσα, ταῦτα δὲ εἰς τὰ πρῶτα, καὶ εἷς ἔστω σύνδεσμος τῶν ὄντων ὁ ἐν αὐτοῖς ὤν, ἡ ψυχή· συνδεῖ γὰρ καὶ τὸ ἓν τὰ πάντα, ἀλλʼ ἐξῃρημένως — πάντα γὰρ ἥνωται ἀλλήλοις ὡς ὁμόγονα καὶ ὡς ἐκ μιᾶς αἰτίας ὄντα καὶ ὡς πρὸς ἓν ἐφετὸν ἀνατεταμένα —, συνδεῖ δὲ καὶ ἡ ψυχή, ἀλλʼ ὡς ἐν αὐτοῖς οὖσα, καὶ ὡς ἐν τῇ ἀναλογίᾳ τὸ μέσον ἕν ἐστι τῶν συνδεομένων, οὕτω καὶ τὴν ψυχὴν μέσην θετέον τῶν ὄντων, συνδέουσαν ἅμα καὶ συνδεομένην, ὡς αὐτοκίνητον ὑπάρχουσαν. τούτων δὲ εἰρημένων ἀναγκαῖον μὲν ἦν εἰπεῖν λοιπόν, ὅπως καὶ ἐκ ποίων γενῶν ὑπέστησε τὴν ψυχὴν ταύτην τὴν συνέχουσαν τὸν σύνδεσμον τῶν ὄντων· ἀναγκαιότερον δὲ πρῶτον περὶ αὐτῶν τῶν γενῶν εἰπεῖν, τίνα τέ ἐστι καὶ πόθεν πρόεισι καὶ πῶς· δεῖ γὰρ τὰ ὅλα πρὸ τῶν μερῶν γινώσκειν. τοῦτʼ οὖν ἐστι τὸ τῶν προκειμένων τέταρτον, καὶ λέγωμεν περὶ αὐτοῦ κατὰ τὸ δυνατόν.

`2.133–2.135`

Ὅτι μὲν οὖν ὁ νοητὸς κόσμος τὰς αἰτίας περιέχει τῶν δευτέρων, καὶ ὅτι πάντα ἐστὶν ἐκεῖ τὰ εἴδη νοητῶς ἢ νοερῶς ἢ ὅπως βούλει καλεῖν—ἔστι γὰρ ἀμφοτέρως—ἐν πολλοῖς ἀποδέδεικται λόγοις καὶ δειχθήσεται καὶ παρʼ αὐτοῦ διὰ τῶν ἑπομένων. ἀλλὰ τῶν εἰδῶν αὐτῶν τὰ μέν ἐστιν ὁλικώτατα καὶ ἐπὶ πᾶν διατείνοντα, τὰ δὲ μερικώτατα καὶ οἷον ἄτομα εἴδη, τὰ δὲ καὶ μεταξὺ τούτων, ἐπὶ πλέον διήκοντα καὶ οὐκ ἐπὶ πάντα, καθάπερ δὴ καὶ ὁ Ἐλεάτης Ξένος ἐν τῷ Σοφιστῇ διεῖλεν ἄνθρωπος μὲν γὰρ ἐκ τοῦ αὐτοανθρώπου καὶ ἵππος ἐκ τοῦ αὐτοΐππου, τὸ δὲ ὅμοιον ἔν τε ἵπποις καὶ ἐν ἀνθρώποις ὂν καὶ ἐν πολλοῖς ἄλλοις ἐκ τοῦ αὐτοομοίου, καὶ τὸ ἀνόμοιον ὁμοίως, ἑτερότης δὲ ἢ ταυτότης ἐν πᾶσιν οὖσα τοῖς οὖσιν ἐκ τῆς ἑτερότητος τῆς ἐκεῖ καὶ ταυτότητος· ὥστε τὰ μὲν ἐκ τῶν ἀτόμων εἰδῶν ἐστι, τὰ δὲ ἐκ τῶν μέσων, τὰ δὲ ἐκ τῶν ὁλικωτάτων. ἐπεὶ καὶ τῶν ἐπιστημῶν τῶν ἐν ἡμῖν αἳ μὲν πρὸς ἓν ἐπιστητὸν ὁρῶσιν, ὡς ἡ ἰατρικὴ πρὸς ὑγείαν, αἳ δὲ ἐπὶ πλείω διατείνουσιν, ὡς ἀριθμητικὴ καὶ πρὸς φιλοσοφίαν καὶ πρὸς πολιτείαν καὶ πρὸς τεκτονικὴν καὶ πρὸς ἄλλας πολλάς, καὶ οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ μετρικὴ καὶ στατική· τούτων γὰρ δεῖσθαί φησιν αὐτὸς τὰς δημιουργικὰς τέχνας ἢ πασῶν ἢ τινῶν καὶ ἄνευ τούτων μὴ ἔχειν τἀκριβές. αἳ δὲ πρὸς πάσας τέχνας καὶ οὐ τὰς δημιουργικὰς μόνον, ἀλλὰ καὶ ὅσαι θεωρητικαί, συντελοῦσιν, ὥσπερ φησὶν ὁ ἐν Φιλήβῳ Σωκράτης τὴν διαιρετικήν. ὥσπερ οὖν ἐν ταῖς ἐπιστήμαις εἰσὶν ὁλικώταταί τινες, οὕτως ἐν ταῖς νοηταῖς αἰτίαις ἄλλαι μέν εἰσιν αἱ μερικώταται, ὡς ἐν ἐκείναις τὸ μερικόν, καὶ οἰκείων ἀριθμῶν ἐξηγούμεναι τῶν ὁμοειδῶν· αἳ δὲ ἐπὶ πλεῖστον διατείνουσαι, καθάπερ τὸ ἴσον, τὸ ὅμοιον, τὸ ὅλον — οὐ δὲ ὅλον ᾗ ὅλον πάντων κοινόν· τὸ γοῦν μέρος ᾗ μέρος οὐχ ὅλον· αἳ δὲ ἐπὶ πάντα ἐκτεινόμεναι, ὧν πάντα μετέχει τὰ ὄντα καθὸ ὄντα ἐστίν, οὐ καθόσον ζῶντα ἢ ἔμψυχα ἢ ἄλλην τινὰ ἰδιότητα ἔχοντα, ἀλλὰ κατʼ αὐτὴν τὴν τοῦ ὄντος προσηγορίαν· ἐπεὶ γὰρ τὸ ὂν πρώτιστόν ἐστι, καὶ τὰ τοῦ εἶναι αἴτια τὴν ὁλικωτάτην ἐν τοῖς γένεσιν ἔχει τάξιν. ταῦτα δέ ἐστι πέντε τὸν ἀριθμόν· οὐσία, ταὐτόν, θάτερον, κίνησις, στάσις· ἕκαστον γὰρ τῶν ὄντων καὶ οὐσίωται καὶ ἥνωται αὐτὸ πρὸς ἑαυτὸ καὶ διακέκριται ἀφʼ αὑτοῦ καὶ τῶν ἄλλων καὶ πρόεισιν ἀφʼ αὑτοῦ τε καὶ τῆς οἰκείας ἀρχῆς, καὶ μονῆς ἢ διαμονῆς τινος μετέχει, καθόσον φυλάττει τὸ οἰκεῖον εἶδος. εἴτε οὖν νοητὸν εἴτε αἰσθητὸν εἴτε μέσον ἐστὶ γένος, ἐκ τούτων ἐστί· πάντα γὰρ ἐκ τούτων· ζῇ μὲν γὰρ ἢ ὅλα ἐστὶν ἢ μέρη ἢ ἐψύχωται οὐ πάντα, τούτων δὲ πάντα μετέχει τῶν γενῶν· οὐσίας τε γὰρ περὶ ἕν τι μὴ οὔσης οὐδὲ τὰ ἄλλα ἔσται — περὶ οὐσίαν γὰρ καὶ ἐκεῖνα ὑφέστηκε — καὶ ταυτότητος οὐκ οὔσης διαπεφορημένον ἔσται τὸ ὅλον, καὶ ἑτερότητος ἀπολομένης ἔκ τινος ἓν ἔσται μόνον ἀπλήθυντον, κινήσεως τε μὴ οὔσης ἀνενέργητον καὶ νεκρόν, καὶ στάσεως ἀνίδρυτον καὶ εἰς τὸ μὴ ὂν εὐθὺς ὑποφερόμενον. ἀναγκαῖον ἄρα καὶ ἐν πᾶσιν εἶναι τούτων ἕκαστον, καὶ πρωτίστην μὲν ὑφεστάναι τὴν οὐσίαν οἷον ἑστίαν τῶν γενῶν ὑπάρχουσαν καὶ μονάδα καὶ τῷ ἑνὶ τεταγμένην ἀνὰ λόγον, μετὰ δὲ ταύτην ταὐτὸν καὶ ἕτερον, τὸ μὲν ἀνὰ λόγον τῷ πέρατι, τὸ δὲ τῇ ἀπειρίᾳ, καὶ στάσιν ὡσαύτως καὶ κίνησιν, τὰ μὲν περὶ τὰς δυνάμεις τῶν ὄντων, τὰ δὲ περὶ τὰς ἐνεργείας διαφερόντως ὁρώμενα· πᾶν μὲν γὰρ τὸ ὂν ᾗ ὂν οὐσίας τινὸς ἁμωσγέπως μετείληφεν, ὡς καὶ ἐν Σοφιστῇ καὶ ἐν Παρμενίδῃ γέγραπται· πᾶσα δὲ δύναμις οὐσιώδης ἢ ὑπὸ τὸ ταυτόν ἐστιν ἢ ὑπὸ τὸ ἕτερον ἢ ὑπʼ ἄμφω· θερμότης μὲν γὰρ καὶ πᾶσα διακριτικὴ δύναμις ὑπὸ τὸ ἕτερον, ψυχρότης δὲ καὶ πᾶσα συναγωγὸς ὑπὸ τὸ ταυτόν, εἰ δέ τι μέσον τούτων, ὑπʼ ἄμφω· πᾶσα γὰρ ἐνέργεια ἢ κίνησίς ἐστιν ἢ στάσις ἢ ἄμφω· ἡ μὲν γὰρ τοῦ νοῦ ἐνέργεια μᾶλλον στάσις καὶ πᾶσα ἡ ἐν τῷ αὐτῷ φυλάττουσα τὸ ἐνεργοῦν ἢ ἐκεῖνο, περὶ ὃ ἐνεργεῖ· ἡ δὲ τῶν σωμάτων εἰς ἄλληλα κίνησις, οὐκ ἐῶσα ἐν ταὐτῷ μένειν, ἀλλʼ ἐξιστᾶσα τοῦ ἐν ᾧ ἐστιν· ἡ δὲ τὸ ἐνεργούμενον ἐν ταὐτῷ καὶ περὶ τὸ αὐτὸ μεταβάλλουσα κίνησίς ἐστι στάσιμος. ἕκαστον ἄρα τῶν ὄντων αὐτῷ τῷ εἶναι τῆς τριάδος ταύτης μετέχον, οὐσίας, δυνάμεως, ἐνεργείας, διὰ τὰ πέντε ταῦτα γένη καὶ ἔστιν καὶ δύναται καὶ ἐνεργεῖ. ὅλως δὲ ἐπειδὴ πᾶν τὸ ὁπωσοῦν ὂν ἐκ πέρατός ἐστι καὶ ἀπείρου, οὐσίωται μὲν καὶ ὑφέστηκε κατὰ τὸ ἐξ ἀμφοῖν, ἔχει δὲ ταυτότητα μὲν πρὸς ἑαυτὸ κατὰ τὴν κοινωνίαν τῶν δύο τούτων, ἑτερότητα δὲ κατὰ τὴν διαίρεσιν, καὶ ἐπειδὴ τὸ πρῶτον οὐκ ἔστιν, ἀπʼ ἀρχῆς τε πρόεισι καὶ μένει ἐν αὐτῇ, ὥστε καὶ κινεῖται καὶ ἕστηκεν. ἐν ἑκάστῳ ἄρα τῶν ὄντων ᾗ ὂν ταῦτά ἐστιν, εἰ καὶ ἄλλως ἐν ἄλλοις· τὰ μὲν γὰρ νοητὰ οὐσιωδῶς ἔχει πάντα, τὰ δὲ νοητὰ καὶ νοερὰ κατὰ τὸ ταυτόν, τὰ δὲ νοερὰ κατὰ τὸ ἕτερον, τὰ δὲ ψυχικὰ κατὰ τὴν στάσιν, τὰ δὲ σωματικὰ κατὰ τὴν κίνησιν· εἰ δὲ ἡ ζωὴ κίνησις, ἡ δὲ ἀργία στάσις, ἀνάπαλιν· ψυχαὶ μὲν γὰρ ζωαὶ οὐσιώδεις, τὰ δὲ σώματα ἑτεροκίνητα· εἰ δὲ κίνησις καὶ στάσις πρὸ ταυτότητος καὶ ἑτερότητος, ὡς ἐξ ἄλλων δείκνυμεν τὴν πρόοδον, λέγοντες τὴν ἀπὸ τῆς αἰτίας ἑκάστου κίνησιν πρὸ τῆς ἐνεργείας κίνησιν καὶ τὴν ἐν τῇ αἰτίᾳ μονὴν πρὸ τῆς ἀντικειμένης τῇ ἐνεργείᾳ ἀνενεργησίας στάσιν, ἔσται μετὰ τὰ νοητὰ τὰ μὲν νοερὰ καὶ νοητὰ κατὰ τὴν στάσιν, τὰ δὲ νοερὰ κατὰ τὴν κίνησιν, καὶ ψυχαὶ μὲν κατὰ τὸ ταυτόν, σώματα δὲ κατὰ τὸ ἕτερον· εἰ δὲ τὴν ζωὴν κίνησιν λέγοιμεν, τὴν δὲ νόησιν τὴν ἀμετάβλητον στάσιν, τὰ μὲν νοητὰ πάλιν χαρακτηρίζεται κατὰ τὸ οὐσιῶδες, τὰ δὲ νοητὰ καὶ νοερὰ ζωαὶ ὄντα κατὰ τὴν κίνησιν, τὰ δὲ νοερὰ ἐν νῷ οὐσιωμένα κατὰ τὴν στάσιν — καὶ γὰρ τοῖς ἐγκοσμίοις τὸ ἑστάναι παρὰ νοῦ —, τὰ δὲ ψυχικὰ κατὰ τὸ ταυτόν, διότι τὸν σύνδεσμον κατέχει τῶν ἀμερῶν καὶ μεριστῶν, τὰ δὲ σωματικὰ κατὰ τὸ ἕτερον· ἐν γὰρ τούτοις μεριστοῖς οὖσι τὸ νεῖκος. πέντε δὲ ἦν ταῦτα ἀλλήλοις ἑξῆς, ὄν, ζωή, νοῦς, ψυχή, σῶμα, διότι καὶ τὰ γένη πέντε τὰ ὅλα πρὸ τῶν εἰδῶν. τοσαῦτα καὶ περὶ τῶν γενῶν καθόλου ῥητέον, προσθέντας τοσοῦτον μόνον, ὅτι τὰ αὐτὰ καὶ γένη καὶ στοιχεῖα καλοῦσι, γένη μὲν τὰ πρῶτα τῶν δευτέρων — αὐτὰ γὰρ ἀνελάττωτα μένοντα καὶ ἐξῃρημένα τῶν μερικῶν ὑφίστησιν αὐτά —, στοιχεῖα δὲ ἕκαστα ἑκάστων, ἐξ ὧν τὸ ὅλον· τὰ γὰρ ἐν τῷ δημιουργῷ γένη συμπληροῖ μὲν τὸ ὂν τὸ δημιουργικὸν καὶ ἔστιν αὐτοῦ στοιχεῖα, γένη δέ ἐστι πάντων τῶν ἐν τοῖς νοῖς τοῖς ἀπʼ αὐτοῦ καὶ τῶν ἐν ψυχαῖς καὶ τῶν ἐν σώματι γενῶν.

`2.136–2.139`

Μετίωμεν οὖν ἐπὶ τὸ πέμπτον, εἰ βούλει, καὶ σκεψώμεθα, πῶς καὶ ἐν ταῖς ψυχαῖς τὰ γένη ταῦτα, καὶ διὰ τί αὐτὰ παρέλαβεν ὁ Πλάτων. ἐπειδὴ τοίνυν δέδεικται, ὅτι ἡ ψυχὴ μέση τῶν ὄντων καὶ τῶν οὐκ ὄντων ἐστὶ καὶ πάντα γιγνώσκει τὰ ὄντα, τά τε νοητὰ καὶ τὰ αἰσθητά, εἴτε κατὰ τοὺς αὐτοὺς λόγους εἴτε κατὰ διαφόρους, ὥσπερ τινὲς εἰρήκασιν, ἀναγκαῖον ἦν τὴν οὐσίαν αὐτῆς ἐκ τῶν τοῦ ὄντος προεληλυθέναι γενῶν· εἰ γὰρ μὴ ἐκ τούτων, ἀλλʼ ἐξ ἄλλων τινῶν, οὐ πάντα γινώσκειν οἵα τε ἂν ἦν οὐδὲ πᾶσιν ἐπιβάλλειν. ὥσπερ οὖν ἄνθρωπον γιγνώσκει κατὰ τὸν ἐν αὐτῇ τοῦ ἀνθρώπου λόγον καὶ δαίμονα κατὰ τὸ τοῦ δαίμονος εἶδος, οὕτω καὶ τὸ ὂν αὐτὸ κατὰ τὴν τοῦ ὄντος ἐν αὐτῇ μετουσίαν  <span class="gap">…</span> καὶ ἑτερότητα κατὰ τὴν ἑτερότητα· ὥστε πάντα ἂν ἔχοι τὰ γένη, ἀλλʼ οἰκείως ἑαυτῇ· δοκεῖ γάρ μοι διὰ ταῦτα καὶ ἐκ τῶν πρώτων γενῶν ὑποστῆσαι τὴν ψυχὴν καὶ ἐκ τῶν ἀριθμῶν καὶ ἐκ τῶν ἁρμονικῶν λόγων, τάς τε ἀρχὰς ἐν αὐτῇ τῶν σχημάτων ἀποθέσθαι καὶ τῶν θείων κινήσεων, ἵνα καὶ τῶν μαθημάτων πάντων καὶ τῆς διαλεκτικῆς προειληφυῖα τοὺς λόγους οὕτως γιγνώσκῃ τὰ πάντα, τὰς οὐσίας, τοὺς ἀριθμούς, τὰς ἁρμονίας, τὰ σχήματα, τὰς κινήσεις, ἀφʼ ὧν τὰ ὅλα ὑφέστηκε. καὶ ἔοικεν ὡς μὲν συγγενῆ τοῖς νοητοῖς αὐτὴν ἀπὸ τῶν γενῶν ὑφιστάνειν τοῦ ὄντος, ἃ ἦν ἐν ἐκείνοις πρώτως, ὡς δὲ συγγενῆ τοῖς αἰσθητοῖς σχηματίζειν — τὰ γὰρ ὄντως σχηματιζόμενα ταῦτά ἐστιν —, ὡς δὲ μέσην ἀμφοτέρων συνδεῖν τοῖς ἁρμονικοῖς λόγοις. καίτοι γε καὶ ἐν τοῖς νοητοῖς εἴδεσίν ἐστι καὶ τὸ τῆς ἁρμονίας εἶδος καὶ τὸ τοῦ σχήματος, ἀλλʼ ἡ αὐτοαρμονία καὶ τὸ αὐτοσχῆμα οὐχ ἡρμοσμένον οὐδʼ ἐσχηματισμένον — τὰ γὰρ πρώτως οὐκ ἔστι κατὰ μέθεξιν —, καὶ ἐν τοῖς αἰσθητοῖς ἡ ἁρμονία καὶ τὰ γένη, ἀλλὰ μεριστῶς, ἐν δὲ ταῖς ψυχαῖς ἀσωμάτως ἅμα πάντα καὶ κατὰ μέθεξιν· ὅθεν τό τε ἁπλοῦν ἅμα καὶ σύνθετον αὐτῶν δῆλον τὸ μὲν γὰρ μετέχειν συνθέτων, τὸ δὲ ἀσώματον ἁπλῶν ἴδιον· ἔδει δὲ τὸ πρώτως μετέχον ἐκείνων εἶναι τοιοῦτον. ἀπὸ δʼ οὖν τῶν γενῶν τούτων ὑφίστησι τὴν ψυχικὴν οὐσίαν ὁ Πλάτων, αὐτὸ τὸ ὑποκείμενον αὐτῆς παράγων πρῶτον ἀπὸ τῶν μέσων δηλαδὴ γενῶν· ὥσπερ γὰρ καὶ ἐπὶ τῶν στοιχείων ἐλέγομεν, ὅτι καὶ ἐν οὐρανῷ πάντα ἐστὶ καὶ ὑπὸ σελήνην καὶ ὑπὸ γῆν, καὶ ἐκ τῶν τεττάρων μὲν πάντα, ἀλλʼ οὐ τῶν αὐτῶν, ἀλλʼ ὁ μὲν οὐρανὸς ἐκ τῶν ἀκροτήτων, ἡ δὲ γένεσις ἐκ τῶν δευτέρων, τὰ δὲ ὑπὸ γῆν ἐκ τῶν ἐσχάτων, οὕτω δὴ καὶ πάντα μὲν ἐκ τῶν γενῶν τούτων, ἀλλὰ τὰ μὲν νοητὰ ἐκ τῶν πρώτων καὶ ἀμερίστων καὶ ἀκινήτων καὶ ὁλοτελῶν, τὰ δὲ αὐτοκίνητα ἐκ τῶν ἀμερίστων καὶ μεριστῶν, τὰ δὲ σωματοειδῆ ἐκ τῶν μεριστῶν· οἷα γὰρ τὰ γένη, τοιαῦται καὶ αἱ οὐσίαι. προηγεῖται δὲ τὰ μὲν ἀμέριστα τῶν ἀμερίστων ἅμα καὶ μεριστῶν, ταῦτα δὲ τῶν μεριστῶν· ἔγγιον γὰρ τὸ ἀμέριστον τοῦ ἑνός· διὰ γὰρ τὴν ἕνωσιν ἀμέριστόν ἐστιν. ἐπεὶ οὖν ἡ ψυχικὴ οὐσία μέση δέδεικται τῶν ὄντων, ἐκ τῶν μέσων εἰκότως ἐστὶ γενῶν τοῦ ὄντος, οὐσίας, ταὐτοῦ, θατέρου· τὰς γὰρ ἀπὸ τούτων δυνάμεις καὶ ἐν Φαίδρῳ συνθεὶς καὶ ἡνίοχον καὶ ἵππους ἐπεκάλεσε, διότι τὸ εἶναι αὐτῆς ἀπʼ αὐτῶν ἀφορίζεται· στάσιν δὲ καὶ κίνησιν ἐν ταῖς ἐνεργείαις ταύτης θεωρήσομεν. ἔστι μὲν γὰρ καὶ ἐν τῇ οὐσίᾳ αὐτῆς ἡ στάσις καὶ ἡ κίνησις· ὑφίστησι γὰρ ἑαυτὴν καὶ μένει καὶ πρόεισι καὶ αἰώνιός ἐστιν, ὅπου καὶ κρείσσων ταυτότητος καὶ ἑτερότητος ἐκείνων ἑκατέρα· μένει γὰρ ἐν τοῖς αἰτίοις κατὰ τὴν στάσιν καὶ πρόεισι κινουμένη, διὰ δὲ τὴν πρόοδον εἰς πλῆθος ἡνωμένον διακέκριται· ἀλλʼ ἐμφανέστερον ἐν ταῖς ἐνεργείαις αὐτῆς ὀφθήσονται. εἴποις δʼ ἄν, ὅτι καὶ ἄλλως πρὸ ταυτότητος καὶ ἑτερότητος ὁ Τίμαιος ἐπὶ τῆς ψυχῆς τὴν κίνησιν καὶ στάσιν τὴν οὐσίαν ὑφιστὰς παραλαμβάνει· εἰ γὰρ μέση ἐστὶν οὐ μόνον τῆς ἀμερίστου καὶ τῆς μεριστῆς οὐσίας, ἀλλὰ καὶ τῆς ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης καὶ τῆς γιγνομένης, διὰ μὲν τὴν κατὰ τὰ αὐτὰ ἔχουσαν μετέχει ἤδη στάσεως κατὰ τὸ οὐσιῶδες ἑαυτῆς, διὰ δὲ τὸ γίγνεσθαι κινήσεως. εἰ μὴ ἄρα καὶ διότι τῷ δημιουργῷ ταῦτα οἰκεῖα, τὸ ταυτὸ καὶ ἕτερον, προηγουμένην τούτων παραδέδωκε γένεσιν. τί δὴ οὖν χαρακτηριστικόν ἐστιν ἑκάστου τῶν μέσων γενῶν; ἦ ἐπειδήπερ ἡ οὐσία ἐκ πέρατος καὶ ἀπείρου, ὅταν μὲν κρατῇ τὸ πέρας θατέρου, ποιεῖ τὴν ἀμέριστον οὐσίαν, ὅταν δὲ τὸ ἄπειρον, ποιεῖ τὴν μεριστήν, ὅταν δὲ ἐξισάζῃ, τὴν μέσην. καὶ πάλιν, ὁπόταν μὲν ἡ ταυτότης κρατῇ τῆς ἑτερότητος, ποιεῖ τὴν ἀμέριστον ταυτότητα καὶ ἑτερότητα, ὁπόταν δὲ ἡ ἑτερότης τῆς ταυτότητος, τὴν μεριστήν, ὁπόταν δὲ ἐξισάζῃ, τὴν μέσην. καὶ ὁπόταν μὲν στάσις κινήσεως, τὴν ἀμέριστον, ὅταν δὲ κίνησις στάσεως, τὴν μεριστήν, ὅταν δὲ ἐξισάζῃ, τὴν μέσην. ἐπειδὴ δὲ καὶ ἡ ταυτότης καὶ ἡ ἑτερότης ἐξ ἀμφοῖν, ἀνάγκη καὶ ἐπὶ τούτων ἢ τὸ πέρας κρατεῖν ἢ τὸ ἄπειρον ἢ ἐξισάζειν, καὶ οὕτως ἢ τὴν ἀμέριστον ταυτότητα καὶ ἑτερότητα ἀποτελεῖσθαι ἢ τὴν μεριστὴν ἢ τὴν μέσην· οὕτω δὲ καὶ στάσιν καὶ κίνησιν, ἑκατέραν ἐξ ἀμφοτέρων οὖσαν, ἢ ἀμέριστον εἶναι ἢ μεριστὴν ἢ μέσην· καὶ γὰρ ὕπαρξις πᾶσα καὶ δύναμις καὶ ἐνέργεια ἐξ ἀμφοῖν καὶ ἢ περατοειδὴς ἢ ἀπειροειδὴς ἢ οὐδὲν μᾶλλον τούτων θάτερον. διὸ τὸ μὲν νοερὸν πᾶν πέρας εἶναι λέγεται καὶ οὕτω ταὐτόν, ὡς εἰ καὶ ἔστιν ἑτερότης ἐν αὐτῷ ζητεῖσθαι, καὶ οὕτως ἑστός, ὥστε εἰ καὶ κίνησις ἔστι νοερὰ ἀπορεῖσθαι· τὸ δὲ σωματοειδὲς τῇ ἀπειρίᾳ φίλον καὶ τῇ ἑτερότητι καὶ τῇ κινήσει, τὰς δὲ ψυχὰς καὶ τὸ πλῆθος ὁμοῦ συνεκφαίνειν καὶ τὴν ἕνωσιν καὶ τὸ ἑστὸς καὶ τὸ κινούμενον· καὶ γὰρ ἡ μὲν οὐσία ἡ ἐκεῖ μία καθʼ ἕκαστον νοῦν, ἡ δὲ ἐν τῇ ψυχῇ μία καὶ οὐ μία καθʼ ἑκάστην· πολλαὶ γὰρ αἱ οὐσίαι κατὰ πᾶσαν ψυχὴν καὶ τοσαῦται, ὅσαι αἱ μοῖραι, εἰς ἃς ἑκάστη διῄρηται, ὥσπερ σῶμα πᾶν μεριστὸν ὂν εἰς ἄπειρα διῄρηται τῶν ψυχῶν διῃρημένων εἰς πεπερασμένα καὶ οὕτως, ὡς ὁ ἀριθμὸς εἰς μονάδας, ὅθεν καὶ ἀριθμὸν αὐτήν τινες ἠξίουν καλεῖν, ὡς μεριστὴν μέν, εἰς ἀμερῆ δὲ καὶ οὐκ εἰς ἀεὶ διαιρετά. διὸ καὶ τὸ ἀμέριστον αὐτῆς διττόν, καὶ κατὰ τὸ οἷον ὅλον καὶ κατὰ τὰ ἔσχατα τῶν μερῶν. ἐπεὶ καὶ ἕκαστος ἀριθμὸς κατὰ τὸ οἰκεῖον εἶδος εἷς ἐστι καὶ ἀμερής, κατὰ δὲ τὴν οἷον ὕλην μεριστός, καὶ οὐδὲ ταύτην πᾶσαν, ἀλλὰ τὸ ἔσχατον καὶ ἐν ταύτῃ ἀμερές, εἰς ὃ καὶ ἡ κατάληξις. εἰ δὲ βούλει, καὶ κατʼ ἄλλον τρόπον· τριῶν ὄντων τῶν μέσων γενῶν τούτων, ὅταν μὲν ἡ οὐσία ταὐτοῦ καὶ ἑτέρου κρατήσῃ, κατὰ τὴν κρᾶσιν τῶν μέσων γίνεσθαι ψυχὴν θείαν· καὶ τὸ πλέον ἐν τῇ ἐπικρατείᾳ καὶ ἔλασσον ποιεῖ τὸ πλάτος τῶν θείων ψυχῶν· ὅταν δὲ τὸ ταυτὸν ἅμα καὶ ἡ οὐσία τοῦ λοιποῦ, τὴν ἀγγελικήν, ὅταν δὲ μόνον τὸ ταυτόν, τὴν δαιμονίαν, ὅταν δὲ τὸ ταυτὸν καὶ ἕτερον ἅμα τῆς οὐσίας, τὴν ἡρωικήν, ὅταν δὲ τὸ ἕτερον μόνον, τὴν ἀνθρωπίνην· τὰ γὰρ ἄκρα τοῦ μέσου κρατεῖν ἀδύνατον, ὅτι μηδὲ συνάπτεται ἀλλήλοις ἐκείνου χωρίς, καθʼ ἑκάστην δὲ τῶν μίξεων τὸ πλέον καὶ ἔλασσον τῶν κρατούντων ποιήσει τὸ πλάτος τῶν ψυχῶν. ἀλλὰ ταῦτα ἐν ἄλλοις διὰ πλειόνων ἐξήτασται.

`2.140`

Ὑπόλοιπον δὴ οὖν μετὰ ταῦτα τὸ ἀμέριστον τῆς οὐσίας εἶδος καὶ τὸ μεριστὸν ὅ,τι ποτέ ἐστι διελθεῖν· καὶ γὰρ τῶν πρεσβυτέρων οἳ μὲν ἄλλως, οἳ δὲ ἄλλως ἠνέχθησαν. ῥητέον δὴ περὶ τούτων πρῶτον μὲν ὁλοσχερῶς ὡς τύπῳ εἰπεῖν, ἔπειτα προσεχέστερον τοῖς προκειμένοις· δυνατὸν γὰρ ἀμφοτέρως. οὐκοῦν ἀμέριστον μὲν οὐσίαν φῶμεν τὴν νοητὴν πᾶσαν καὶ τὴν νοερὰν τήν τε ὁλικὴν καὶ τὴν μερικὴν τήν τε ἄυλον καὶ χωριστὴν καὶ πρὸ αἰῶνος ἢ ἐν αἰῶνι οὖσαν, μεριστὴν δὲ πᾶσαν τὴν περὶ τὰ σώματα προϊοῦσαν, εἴτε ζωὰς περικοσμίους εἴτε φύσεις τὰς κατʼ αὐτῶν δυνούσας τῶν ὄγκων εἴτε λόγους φυσικοὺς διαιρουμένους περὶ τὴν ἄποιον σωματότητα· πάντα γὰρ ταῦτα περὶ σώματά ἐστι μεριστά, τὰ μὲν ἐν τοῖς τοιοῖσδε σώμασιν ὑφεστῶτα καὶ ἐν ὑποκειμένῳ ὄντα, τὰ δὲ οὐσιώδη μὲν ὑπάρχοντα καὶ ζωῆς εἴδη, σωμάτων δὲ ἀχώριστα, καθάπερ ἡ φύσις, τὰ δὲ μεριζόμενα μέν, συνάγοντα δὲ εἰς ἀμέρειαν ἑαυτά, καθάπερ ἡ αἴσθησις. καὶ εἰ βούλει λέγειν, τριπλῆν μὲν λέγε τὴν ἀμέριστον οὐσίαν, τὴν κατὰ τὸ εἶναι, τὴν κατὰ τὸ ζῆν, τὴν κατὰ τὸ νοεῖν, τριπλῆν δὲ τὴν περὶ τοῖς σώμασι μεριστήν· ἀντὶ μὲν τῆς κατὰ τὸ νοεῖν τὴν κατὰ τὸ αἰσθάνεσθαι, ἀντὶ δὲ τῆς κατὰ τὸ ζῆν τὴν κατὰ φύσιν, ἀντὶ δὲ τῆς κατὰ τὸ εἶναι τὴν κατὰ τὰ εἴδη τὰ μεριζόμενα περὶ τοὺς ὄγκους τῶν σωμάτων· τὰ γὰρ τρία τῶν τριῶν εἰκόνες, ἀνάπαλιν ἐκείνοις ἔχοντα κατὰ τὴν πρὸς ἄλληλα τάξιν, τούτων δὲ τὰ μέσα τὸ εἶναι, τὸ ζῆν, τὸ νοεῖν ἐν ψυχαῖς, τὴν μὲν τάξιν φυλάττοντα τῶν πρὸ αὐτῶν διὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα, τὸν δὲ μερισμὸν ἔχοντα συγγενῆ τοῖς μετὰ ταῦτα. τριχῇ δʼ οὖν πάντα διέλωμεν καὶ διελόντες οὕτως ἐν μέσῳ τάξομεν τὴν ψυχικὴν οὐσίαν τῆς τε ἀμερίστου καὶ τῆς μεριστῆς, ὡς εἰκόνα μὲν τῆς κρείττονος, παράδειγμα δὲ τῆς καταδεεστέρας, καὶ ὡς μένουσαν ἅμα καὶ προϊοῦσαν καὶ ὡς ἁπλῆν καὶ σύνθετον καὶ ὡς ἐξῃρημένην τῆς σωματικῆς συστάσεως καὶ ὡς συντεταγμένην κατὰ πάντα γὰρ αὐτῆς ταῦτα ἡ μεσότης προσήκουσα φαίνεται. καὶ οὕτω μὲν ὁλοσχερέστερον λεκτέον, πᾶσαν τὴν μεταξὺ τοῦ ἑνὸς οὐσίαν καὶ τῆς ψυχῆς ἀμέριστον τιθεμένους, πᾶσαν δὲ τὴν μεταξὺ ψυχῆς καὶ σωμάτων μεριστήν.

`2.141–2.146`

Εἰ δὲ δεῖ προσεχέστερον ἀφορίσασθαι τὸ μεριστὸν καὶ ἀμέριστον, οὑτωσὶ ῥητέον· τὸ πᾶν τοῦτο συνέστησεν ὁ δημιουργὸς ζῷον ἔμψυχον ἔννουν, κάλλιον ἡγησάμενος τοῦ μὲν ἀψύχου τὸ ἔμψυχον, τοῦ δὲ ἀνοήτου τὸ νοερόν. ἔστιν οὖν ἐν αὐτῷ ζωὴ σωματοειδής, καθʼ ἣν ζῷόν ἐστι· δεσμοῖς γὰρ ἐμψύχοις δεθὲν ζῷον ἐγένετο· ἀλλʼ οὐκ αὐτὴ ἡ ψυχὴ συνανακέκραται τῷ σώματι· τοῦτο γὰρ ἀπέγνωκε καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης. ἔστι δὲ καὶ ψυχὴ θεία, καθʼ ἣν ἔμψυχον τὸ ὅλον, ἔχον μὲν συμφυᾶ ζωήν, ἔχον δὲ καὶ χωριστήν. ἔστι γε μὴν καὶ νοῦς ἄυλος ἐν αὐτῷ καὶ θεῖος· δεῖ γὰρ τὸν νοῦν οὐσιώδη τοῦτον λέγειν, ἀλλὰ μὴ τὸν ὡς ἕξιν τῆς ψυχῆς· ἐκεῖνον γὰρ οὐχ ὁ δημιουργὸς ὑφίστησιν, ἀλλʼ ἡ ψυχὴ κατὰ τὴν περὶ τὸ νοητὸν ἑαυτῆς χορείαν, ὥς φησιν ἐν τοῖς ὕστερον αὐτός. ὥστε τριπλῆν ζωὴν ἔχει τὸ πᾶν, τὴν σωματοειδῆ, τὴν ψυχικήν, τὴν νοεράν. καὶ ἡ μὲν νοερὰ ἀμέριστός ἐστιν, ὡς αἰώνιος, ὡς ὁμοῦ πᾶν περιλαβοῦσα τὸ νοητόν, ὡς ἀκίνητος, ὡς ἡνωμένη κατʼ ἄκραν ὑπεροχὴν τῶν δευτέρων· ἡ δὲ σωματοειδὴς μεριστή, ὡς προϊοῦσα περὶ τοὺς ὄγκους καὶ συνανακιρναμένη τῷ σώματι καὶ δύνουσα κατὰ τῶν ὑποκειμένων· μέση δὲ ἡ ψυχική, ταύτης μὲν ὑπερέχουσα τῷ χωριστῷ, τῷ περικαλύπτειν τὸν ὄγκον τοῦ σώματος ἔξωθεν, ὡς εἴρηται καὶ ῥηθήσεται διὰ τῶν ἑπομένων, τῷ πρὸς νοῦν ἀνατείνεσθαι, τοῦ δὲ νοῦ πάλιν ἐλαττουμένη, ὡς ἐν χρόνῳ νοοῦσα, ὡς ἀνελίττουσα τὴν ἀμέρειαν τῆς νοερᾶς ζωῆς, ὡς ἐφαπτομένη πως τοῦ σώματος. δηλοῖ δὲ καὶ ὁ Πλάτων ἐκ τούτων τῶν μέσων τὴν κοσμικὴν ψυχὴν ὑφιστάς, ἥτις τῶν μὲν ἐφʼ ἑκάτερα αὐτῆς ἐστι μέση, πάσης δὲ νοερᾶς οὐσίας καὶ σωματικῆς οὐκέτι· οὐ γὰρ δὴ τῶν μερικῶν νόων καὶ τῶν ἐν τοῖς μέρεσι τοῦ παντὸς μεριζομένων εἰδῶν ἐστιν αὕτη μέση. καὶ ἔστι τοῦτο τῆς τοῦ παντὸς ψυχῆς ἴδιον, οὐ τὸ ἐξ ἀριθμῶν αὐτὴν εἶναι οὐδὲ τὸ ἐκ τῶνδε τῶν λόγων οὐδὲ τὸ ἐκ τοσῶνδε κύκλων — πάντα γὰρ ταῦτα καὶ τὰ ἄλλα πάσης ἐστὶ κοινὰ ψυχῆς, θείας, δαιμονίας, ἀνθρωπίνης —, ἀλλὰ τὸ μέσον εἶναι τῶνδε τῶν ἄκρων τὴν οὐσίαν αὐτῆς, τοῦ ἑνὸς κοσμικοῦ νοῦ καὶ τῆς ὅλης περὶ τοῖς σώμασι πᾶσι γιγνομένης μεριστῆς οὐσίας, καὶ τούτων οὐ καθόσον γνωστικὸς ὁ νοῦς ἢ ζωτικός, οὐδὲ καθόσον ἡ φύσις ζωὴ τῶν σωμάτων ἐστίν — οὐ γάρ πω περὶ γνώσεως ὁ λόγος οὐδὲ ζῴων —, ἀλλὰ καθόσον οὐσίαι τινές, ἣ μὲν ἀμερής, ἣ δὲ μεριστὴ περὶ τοῖς σώμασι· διὰ γὰρ τοῦτο καὶ ἡμεῖς κατὰ τὴν ὕπαρξιν τῆς ψυχῆς ἄμφω λαβεῖν πεφιλονεικήκαμεν, τό τε ὂν καὶ τὴν γένεσιν καὶ τὸ ἀμερὲς καὶ τὸ μεριστόν, χαίρειν ἀφέντες τὰς μεταβάσεις, τὰς ἐνεργείας, καὶ οὐκ ἐνεργείας ζητοῦντες ἰδεῖν ψυχῆς, ἀλλὰ οὐσίαν  <span class="gap">…</span> καὶ γιγνομένην. καὶ δῆλον ὅτι τὸ πέρας αὐτῆς τὸ οὐσιῶδες πάντων ἐστὶ περάτων ἑνικώτερον τῶν ἐν ταῖς ἄλλαις πάσαις ψυχαῖς καὶ τὸ ἄπειρον πάντων ἀπείρων περιληπτικώτερον· οὔτε γὰρ πᾶν πέρας ἴσον παντὶ πέρατι, τῶν μὲν ὁλικωτέρων ὄντων, τῶν δὲ μερικωτέρων, οὐδὲ πᾶσα ἀπειρία πάσῃ ἀπειρίᾳ ἴση· διότι μηδὲ πᾶσα δύναμις πάσῃ δυνάμει· ὥστʼ οὐδὲ πᾶσα οὐσία ἴση πάσῃ οὐσίᾳ, ἀλλʼ ἣ μὲν ὁλική, ἣ δὲ μερική. τῆς οὖν τοῦ ὅλου ψυχῆς τὸ οὐσιῶδες ὁλικώτερον πάσης ψυχικῆς οὐσίας, καὶ τὸ ἐν αὐτῇ πέρας πάντων περάτων ψυχικῶν, καὶ τὸ ἄπειρον ἀπείρων πάντων τῶν ἐν ψυχαῖς· καὶ γὰρ τὰ ἄκρα τούτων ἡ ἁπλῶς ἀμέριστος οὐσία καὶ ἡ ἁπλῶς μεριστὴ περὶ τοῖς σώμασιν οὐ τισίν, ἀλλὰ πᾶσιν, ὡς ἥ γε τοῦ ἡλίου ψυχὴ μέση τινὸς οὐσίας ἀμεροῦς καὶ οὐ τῆς ἀμεροῦς ἀδιορίστως καὶ τινὸς μεριστῆς, ἀλλʼ οὐ πάσης τῆς περὶ τοῖς σώμασι. καὶ τοῦτο λαβὼν πρῶτον ὡς ἴδιον τῆς κοσμικῆς ψυχῆς συνείρει τὰ λοιπὰ ὡς ἐπὶ τοιαύτης ψυχῆς ὁ λόγος, τὸν ἀριθμόν, τὴν ἁρμονίαν, τὸ εἶδος. οὐκ ἄρα πᾶσαν τὴν νοερὰν οὐσίαν ἀμέριστον ῥητέον νῦν, ἀλλὰ μόνην τὴν τοῦ κοσμικοῦ νοῦ, καὶ ἐπὶ τῆς ἡλίου ψυχῆς τοῦ ἡλιακοῦ, καὶ ἐπὶ σελήνης ὁμοίως καὶ ἐπὶ πάντων· ἑκάστη γὰρ μεσότης ἴδια ἕξει τὰ ἄκρα τὰ προσεχῆ καὶ τούτων ἔσται μέση, ἀλλʼ οὐχὶ πάντων τῶν πανταχοῦ ἄκρων. οὕτω δὲ καὶ οἱ δαίμονες οἱ τῶν ψυχῶν τῶν μερικῶν ἀνωτέρω τὸ μέσον ἕξουσι μεταξὺ τῶν οἰκείων νόων καὶ τῶν συμφυῶν αὐτοῖς σωμάτων. ὥστʼ εἰ περὶ τῶν ἄλλων τινὸς διετάττετο ψυχῶν, οὐκ ἂν εἶπε τῆς ἀμερίστου μέσην οὐσίας αὐτῆς τὴν οὐσίαν καὶ τῆς περὶ τοῖς σώμασι μεριστῆς, ἀλλʼ ἀμερίστου καὶ μεριστῆς, ἄλλης καὶ ἄλλης ἐπὶ τῶν μερικῶν· τὰ γὰρ ἄρθρα τὸ ὑπερέχον δηλοῖ καὶ τὸ ὁλικόν, ὡς αὐτὸς ἐν ἄλλοις διώρισεν, ἄλλο δηλοῦν εἰπών, ὅταν φῶμεν τὸ καλόν, καὶ ἄλλο, ὅταν καλόν, καὶ τὸ μὲν τὸ ἐξῃρημένον δηλοῦν, τὸ δὲ ἕν τι τῶν τοῖς ἄλλοις ὁμοταγῶν. καὶ εἰ βούλει τὰ τοῦ γενναίου Θεοδώρου παραλαμβάνειν ἐν τούτοις, ὁ μὲν νοῦς ἄσχετός ἐστιν, ἡ δὲ περὶ τὸ σῶμα ζωὴ ἐν σχέσει, μέση δὲ ἡ ψυχή, ἡμίσχετός τις οὖσα. καὶ κατὰ τὸν μέγαν Ἰάμβλιχον ὃ μὲν ἐξῃρημένος, ἣ δὲ συντεταγμένη τοῖς ὄγκοις, ἣ δὲ ἐξῃρημένη τε ἅμα καὶ συντεταγμένη. πᾶς μὲν δὴ νοῦς ἀμέριστος, ὡς μίαν ἔχων οὐσίαν, μίαν ταυτότητα, ἑτερότητα μίαν, ἐξ ὧν ἐστιν ὅλος, πᾶσα δὲ ψυχὴ μεριστή, διότι τὸ ἑκάστης κρᾶμα τὸ ἐκ τῶν ἐν αὐτῇ στοιχείων εἰς πολλὰ διῄρηται μέρη, ὧν ἕκαστον ἐκ τῶν ἑνῶν ἐστι πάντων, ὥστʼ εἶναι πολλὰς οὐσίας ἐν ἑκάστῃ, ταυτότητας πολλάς, ἑτερότητας πολλάς, τοῖς ἐν αὐτῇ μέρεσι συνδιῃρημένας. ὅσα δὲ τὰ μέρη, δηλώσει χρώμενος ταῖς μεσότησι καὶ ταῖς διὰ τῶν ἐπογδόων καὶ τῶν λειμμάτων κατατομαῖς, ὡς ἔσται προϊοῦσι δῆλον. ἐκεῖνο μὴν φανερόν, ὅτι τὸν νοῦν ᾗ νοῦς ἐστιν ἀμέριστόν φαμεν εἶναι, τὸ πλῆθος τῶν εἰδῶν ἕτερον αὐτοῦ νοοῦντες, εἰ καὶ ἐν αὐτῷ ἐστι, καὶ τὴν ψυχὴν καθὸ ψυχὴ μεριστήν, τὰ ἐν αὐτῇ εἴδη μὴ συνθεωροῦντες, ἀλλὰ μόνην τὴν ψυχικὴν οὐσίαν καὶ τὴν νοεράν, καθʼ αὑτὴν ἑκατέραν  <span class="gap">…</span> τί ἄλλο, ἢ ὅτι ἀμέριστος μὲν οὐσία καλεῖται παρὰ τοῦ Πλάτωνος ὁ νοῦς ὁ ὑπὸ τῆς ψυχῆς μετεχόμενος, μεριστὴ δὲ περὶ τοῖς σώμασιν ἡ σωματοειδὴς ζωὴ ἡ ἀπʼ αὐτῆς προϊοῦσα καὶ αὐγῆς ἔχουσα λόγον πρὸς αὐτήν· ἀνὰ λόγον γὰρ ἡλίῳ μὲν ὁ νοῦς, τῷ δὲ ἀφʼ ἡλίου φωτὶ ἡ ψυχή, τῇ δὲ αὐγῇ τῇ ἀπὸ τοῦ φωτὸς ἡ μεριστὴ ζωή. καὶ εἰκότως ταῦτα ἀκριβέστερα τῶν προειρημένων ὑπονοοῦμεν, διότι δεῖ τὸν δημιουργὸν κύριον εἶναι πάσης μὲν τῆς ἀμερίστου, πάσης δὲ τῆς μεριστῆς οὐσίας, ἵνα καὶ τὸ λαβὼν ἔχῃ χώραν καὶ τὸ ἐξ ἀμφοῖν συνεκεράσατο καὶ πάντα ὅσα ἑξῆς ὁ Πλάτων ἐπήνεγκεν. ὁ μὲν οὖν Ἰάμβλιχος καὶ μετὰ τούτου Θεόδωρος εἰς τὴν ὑπερκόσμιον ψυχὴν ἀνάγουσι τούτους τοὺς λόγους· ἡμεῖς δὲ ἡγούμεθα μὲν τὸν Τίμαιον τὴν τοῦ παντὸς ψυχὴν γεννᾶν διὰ τούτων, ὡς καὶ αἱ ῥήσεις δηλοῦσιν, ἀξιοῦμεν δὲ τοὺς φιλοθεάμονας ζητεῖν καὶ ἐπὶ τῆς ὑπερκοσμίου ψυχῆς τὸ ἀμέριστον καὶ τὸ μεριστόν· μέση γὰρ πᾶσα ψυχὴ τούτων· τὸ μὲν γὰρ ἀμέριστον δῆλον καὶ ἐπʼ ἐκείνων· πάσης γὰρ ὑπερκάθηται νοῦς ὑπερκόσμιος. τὸ δὲ μεριστὸν τί ἐστιν; οὐ γὰρ ἐξῆπται σώματά τινα αἰσθητὰ καὶ ἐκείνων ὑπερκοσμίων οὐσῶν ἀνάπαλιν ἢ ἐπὶ τῶν ἀνθρωπίνων ψυχῶν· τούτων γὰρ σώματα μὲν ἑκάστης ἐξῆπται, διʼ ἃ καί εἰσιν ἐγκόσμιοι, νοῦς δὲ ἴδιος οὐχ ὑπερίδρυται, διὸ καὶ οὐκ ἀεὶ νοοῦσι. πασῶν δὲ τῶν ἐν μέσῳ ψυχῶν καὶ σῶμά ἐστιν ἐξημμένον, διὸ καὶ ἐγκόσμιοί εἰσι, πλεονάσασαι τῇ συναρτήσει τοῦ σώματος τῶν ὑπερκοσμίων, καὶ νοῦς ἐστιν ἴδιος, εἰς ὃν ἀνήρτηνται, διὸ καὶ ἀεὶ ἐν τῷ νοητῷ εἰσι· τὸ γὰρ ἀκίνητον ἀϊδίου ἐνεργείας ἐστὶ ποιητικόν. ἀνάπαλιν οὖν τῶν ἄκρων ἐχουσῶν, τῶν ὑπερκοσμίων ψυχῶν καὶ τῶν ἀνθρωπίνων, καὶ τῶν μὲν κατὰ τὸ μεριστὸν ἐλλειπουσῶν, τῶν δὲ κατὰ τὸ ἀμέριστον, ὡς ἂν δόξειεν, ἡμεῖς ἐροῦμεν τῶν μὲν ὑπερκοσμίων εἶναι τὸ μεριστὸν οὐ τὸ περὶ τοῖς σώμασι μεριζόμενον, ἀλλὰ τὸ περὶ αὐταῖς ταῖς ψυχαῖς ταῖς ἐγκοσμίοις· τούτων γὰρ ὑπερέχουσι προσεχῶς, ὡς αὗται τῆς περὶ τοῖς σώμασι γιγνομένης μεριστῆς οὐσίας· διὸ καὶ μέσαι νόων εἰσὶ καὶ τῶν ἐγκοσμίων ψυχῶν, τῶν μὲν ἔχουσαι τὸ πρὸς σώματα ἀμιγές, τῶν δὲ τὸ μεταβατικὸν ἐν ταῖς νοήσεσι. τῶν δὲ ἀνθρωπίνων ψυχῶν εἶναι τὸ ἀμέριστον, ὅσον ἐστὶ τοιοῦτον ἐν ταῖς ὑπὲρ αὐτὰς ψυχαῖς, ὧν ἀεὶ νοουσῶν ἐξήρτηνται καὶ μετέχουσί ποτε καθόσον δύνανται· διὰ γὰρ τούτων μέσων καὶ τοῖς ὑπὲρ ἐκεῖνα συνάπτονται νοῖς καὶ γίνονται νοεραὶ διʼ ἐκείνων μέσων. τούτων δὲ ἄκρων οὐσῶν, ὡς εἴπομεν, αἱ μέσαι πᾶσαι τὸ ἀμέριστον ἔχουσι καὶ τὸ μεριστὸν ἴδιον, εἴτε θείαν ἔχοιεν τάξιν εἴτε δαιμονίαν δαιμόνων λογικῶν. καὶ πρὸ τούτων ἡ τοῦ παντός, τὸν ὅλον ἐγκόσμιον νοῦν ἀμέριστον οὐσίαν ἔχουσα καὶ πᾶσαν τὴν περὶ τοῖς σώμασι γιγνομένην μεριστὴν οὐσίαν, τούτων οὖσα μέση. καὶ ταῦτά φαμεν πρὸς πάντα βλέποντες τὰ πρόσθεν, διʼ ὧν ταῦτα δεδείχαμεν, ἀπʼ αὐτῶν εἰλημμένα τῶν Πλάτωνος ῥημάτων καὶ οὐκ ἐξ ἡμετέρων ἐπινοιῶν. ἐπεὶ τοῖς γε ἀπὸ τῶν λογίων ὡρμημένοις καὶ ἐκεῖναι αἱ ψυχαὶ σώμασιν ἐποχεῖσθαι ῥηθήσονται ὑπερκοσμίοις τισίν, αἰθερίοις καὶ ἐμπυρίοις. ἢ πῶς τὰ σώματα κινεῖται ἐκεῖνα μὴ ψυχῶν κινουσῶν αὐτὰ θειοτέρων ἢ κατὰ τὰς ἐγκοσμίους ψυχάς; εἰ δὲ ταῦτα κρατοίη, τάχα καὶ τὰς μερικὰς ψυχὰς δώσει τις λόγος ἔχειν ἀμέριστον οὐσίαν ὑπὲρ αὐτὰς νοερὰν μίαν τέ τινα δύναμιν τοῦ νοῦ τοῦ εἰς τὰς ὁμοίας ἐλλάμποντος, καὶ διὰ τοῦτο καὶ εἶναι μερικὰς καὶ ποτὲ νοούσας, τῶν εἰς ὅλον ἕκαστον νοῦν ἀνηρτημένων ἀεὶ νοουσῶν μόνως. ἔτι δέ, ἵνα καὶ ταῦτα συνᾴδοντα ταῖς Ὀρφικαῖς παραδόσεσι λέγωμεν· οὐ γὰρ πάσης τάξεως νοητῆς ἢ νοερᾶς καὶ ἐκεῖνος κατηγορεῖ τὸ ἀμέριστον, ἀλλʼ εἶναί τινα καὶ τοῦδε τοῦ ὀνόματος κρείττω, καθάπερ ἄλλων ὀνομάτων ἄλλα· καὶ γὰρ τὸ βασιλεὺς καὶ τὸ πατὴρ οὐ πάσαις ἐφαρμόζει τάξεσι. ποῦ δὴ οὖν αὖ πρῶτον παρʼ αὐτῷ τὸ ἀμέριστον ἴδωμεν, ἵνα καὶ τὴν τοῦ Πλάτωνος ἔνθεον ἐπιβολὴν νοήσωμεν; ἕνα τοίνυν ἐκεῖνος δημιουργὸν τῆς διῃρημένης πάσης ποιήσεως προστησάμενος ἀνὰ λόγον ὄντα τῷ ἑνὶ πατρὶ τῷ τὴν ὁλικὴν ἀποτίκτοντι δημιουργίαν ἀπὸ τούτου παράγει τό τε νοερὸν πλῆθος ὅλον τὸ ἐγκόσμιον καὶ τὸν τῶν ψυχῶν ἀριθμὸν καὶ τὰς σωματικὰς συστάσεις, αὐτοῦ μὲν ἡνωμένως πάντα ταῦτα γεννῶντος, τῶν δὲ περὶ αὐτὸν θεῶν διαιρούντων καὶ διακρινόντων τὰ δημιουργήματα αὐτοῦ. ἀλλὰ τὰ μὲν ἄλλα δημιουργήματα αὐτοῦ πάντα μεμερίσθαι φησὶν ὑπὸ τῶν διαιρετικῶν θεῶν, μόνην δὲ τὴν καρδίαν ἀμέριστον εἶναι προνοίᾳ τῆς Ἀθηνᾶς· ἐπειδὴ γὰρ ὑφίστησι μὲν καὶ νοῦς καὶ ψυχὰς καὶ σώματα, ἀλλὰ ψυχαὶ μὲν καὶ σώματα δέχονται πολλὴν τὴν πρὸς ἑαυτὰ διαίρεσιν καὶ τὸν μερισμόν, νοῦς δὲ ἡνωμένος μένει καὶ ἀδιαίρετος ἐν ἑνὶ τὰ πάντα ὢν καὶ μιᾷ νοήσει τὰ ὅλα τὰ νοητὰ περιέχων, μόνην τὴν νοερὰν οὐσίαν καὶ τὸν νοερὸν ἀριθμὸν ἀπολελεῖφθαί φησιν ὑπὸ τῆς Ἀθηνᾶς σεσωσμένον·

  
μούνην γὰρ κραδίην νοερὴν λίπον,  
φησίν, ἄντικρυς νοερὰν αὐτὴν προσαγορεύων. εἰ τοίνυν ἡ ἀμέριστος καρδία νοερά ἐστι, νοῦς ἂν εἴη δηλαδὴ καὶ νοερὸς ἀριθμός, οὐ μέντοι πᾶς νοῦς, ἀλλʼ ὁ ἐγκόσμιος· οὗτος γάρ ἐστιν ἡ καρδία ἡ ἀμέριστος, ἐπειδὴ καὶ τούτου δημιουργὸς ἦν ὁ μεριζόμενος θεός. τὸν μὲν δὴ νοῦν ἀμέριστον οὐσίαν τοῦ Διονύσου καλεῖ, τὸ δὲ γόνιμον αὐτοῦ τὴν μεριστὴν αὐτὴν περὶ τὸ σῶμα ζωὴν φυσικὴν οὖσαν καὶ σπερμάτων οἰστικήν, ἣν καὶ τὴν Ἄρτεμίν φησι τὴν πάσης προεστῶσαν τῆς ἐν τῇ φύσει γεννήσεως καὶ μαιευομένην τοὺς φυσικοὺς λόγους ἄνωθεν διατείνειν ἄχρι τῶν ὑποχθονίων, δυναμοῦσαν αὐτῆς τὴν γόνιμον δύναμιν, τὸ δὲ λοιπὸν τοῦ θεοῦ σῶμα πᾶν τὴν ψυχικὴν σύστασιν, εἰς ἑπτὰ καὶ τοῦτο διῃρημένον

ἑπτὰ δὲ πάντα μέλη κούρου διεμοιρήσαντο, φησὶν ὁ θεολόγος περὶ τῶν Τιτάνων, καθάπερ καὶ ὁ Τίμαιος εἰς ἑπτὰ διαιρεῖ μοίρας αὐτήν. καὶ τάχα ἂν τὸ διὰ παντὸς τοῦ κόσμου τεταμένην εἶναι τὴν ψυχὴν τοῦ Τιτανικοῦ μερισμοῦ τοὺς Ὀρφικοὺς ἀναμιμνήσκοι, διʼ ὃν οὐ μόνον ἡ ψυχὴ περικαλύπτει τὸ πᾶν, ἀλλὰ καὶ τέταται διʼ αὐτοῦ παντός. εἰκότως δὴ οὖν καὶ ὁ Πλάτων ἀμέριστον οὐσίαν ἀπεκάλεσε τὴν προσεχῶς ὑπὲρ ψυχὴν καὶ ὡς συντόμως εἰπεῖν τὸν μεθεκτὸν ὑπὸ ψυχῆς νοῦν, τοῖς Ὀρφικοῖς ἑπόμενος μύθοις καὶ οἷον ἐξηγητὴς τῶν ἐν ἀπορρήτοις λεγομένων εἶναι βουλόμενος.

`2.147`

Ἐπʼ αὐτὴν δὴ τὴν Πλάτωνος λέξιν τὸ λοιπὸν ἐλθόντας δεῖ τὰ προειρημένα συνᾴδοντα δεῖξαι τοῖς ἐκείνου νοήμασιν. ἀλλὰ τούτων ἡμῖν διηρθρωμένων ἐκεῖνο θαυμάζειν ἐπέρχεται, ὅπως, εἴπερ ὁ νοῦς ἀμέριστός ἐστιν οὐσία, κατὰ τὴν ἐνάτην ὑπόθεσιν ὁ Παρμενίδης μερίζει τὸ ὂν εἰς ἄπειρα καὶ μετὰ τοῦ ὄντος τὸ ἕν, σχεδὸν ὑπὸ πάντων ὁμολογουμένης ἐκείνης εἶναι τῆς ὑποθέσεως περὶ τῆς. ἐπέκεινα φύσεως τῶν ψυχῶν. ἦ ἔοικε τὸν μερισμὸν ἐκεῖ τὴν πρόοδον λέγειν τὴν ἀπὸ τοῦ ἑνὸς ὄντος ἐκείνου τῶν πολλῶν ἕνων ὄντων εὐτάκτως προϊόντων ἀπὸ τῶν οἰκείων ἀρχῶν εἰς τὸ προσῆκον πλῆθος, οὐχ ὥστε τὸ ἓν ὂν αὐτὸ συμπληρούμενον ἀπὸ τῶν πολλῶν εἶναι τούτων, ὡς τὴν ψυχὴν ἐρεῖ μίαν οὖσαν ἔχειν τὸ πλῆθος εἰς αὐτὴν τελοῦν, ἀλλʼ ὡς προηγεῖσθαι μὲν τὸ ἓν ὂν τῶν πολλῶν ἕνων ἅμα καὶ ὄντων, ὑφεῖσθαι δὲ τὸ τούτων πλῆθος ἐκείνου καὶ ἐν ἐκείνῳ περιέχεσθαι κατʼ αἰτίαν, τόν τε ἑνιαῖον καὶ τὸν οὐσιώδη σύμπαντα ἀριθμόν, ὥσπερ καὶ ἐνταῦθα τὸ αὐτοζῷον ἓν ὅλον εἶπε, μέρη δὲ αὐτοῦ τὰς τέσσαρας ἰδέας, μὴ συμπληρούσας τὸ αὐτοζῷον, ἐν αὐτῷ δὲ περιεχομένας, ὡς κατανειμαμένας ἑνὸς ὄντος ἐκείνου τὴν μονάδα τῷ ἑαυτῶν πλήθει, καὶ ἑκάστην μέρος ἐκείνου δυναμένην, ἀλλʼ οὐχ ὅλῃ τῇ ἐκείνου μονάδι παρισουμένην· οὕτω γὰρ καὶ ἐκείνου ἑνὸς ὄντος ἑκάτερος ἀριθμὸς μέρη, καὶ ὁ ἑνιαῖος καὶ ὁ οὐσιώδης, οὐκ ὢν συμπληρωτικὸς αὐτοῦ τοῦ ἑνὸς ὄντος ὡς ἐκ τούτων ἑκατέρου συνεστῶτος. ταῦτα καὶ πρὸς τὴν ἐπίστασιν ταύτην. ἀλλʼ ἐπὶ τὰ προκείμενα χωρῶμεν.

Τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης οὐσίας καὶ τῆς αὖ περὶ τὰ σώματα γιγνομένης μεριστῆς τρίτον ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος.

`2.148–2.150`

Ὅτι μὲν ἀμέριστον οὐσίαν τὴν νοερὰν λέγει καὶ τὴν τοῦ αἰῶνος μετέχουσαν καθʼ ὅλην ἑαυτήν, μεριστὴν δὲ περὶ τὰ σώματα τὴν ἀχώριστον τῶν ὄγκων καὶ ἐν τῷ ὅλῳ χρόνῳ λαχοῦσαν τὴν ὕπαρξιν, αὐτὸς ἐδήλωσε τὴν μὲν ἀεὶ κατὰ τὰ αὐτὰ ἔχουσαν προσειπών, τὴν δὲ γιγνομένην ἀποκαλέσας, ἵνα καὶ τὴν ψυχὴν μὴ μόνον ἀμέριστον ἅμα καὶ μεριστήν, ἀλλὰ καὶ νοητὴν ἀποκαλέσῃ καὶ πρώτην τῶν γιγνομένων· ἄλλη γὰρ ἡ αἰώνιος ἀϊδιότης, ἄλλη δὲ ἡ κατὰ τὴν ἀπειρίαν τὴν χρονικὴν ἐν παρατάσει τὴν ὑπόστασιν ἔχουσα, καὶ ἄλλη ἡ σύμμικτος ἀπʼ ἀμφοτέρων, οἵα δή ἐστιν ἐπὶ τῆς ψυχῆς· αὕτη γάρ ἐστιν ἀκίνητος μὲν κατʼ οὐσίαν, κινουμένη δὲ κατὰ τὰς νοήσεις, καὶ αἰώνιος μὲν κατʼ ἐκείνην, ἔγχρονος δὲ κατὰ ταύτας. καὶ δῆλον, ὅτι καὶ κατὰ τὴν ὕπαρξιν ἔχειν τι τοιοῦτον αὐτὴν ἀναγκαῖον, ἢ οὐδʼ ἂν ἐν ταῖς κατὰ φύσιν αὐτῆς ἐνεργείαις ἐνέφαινε τὴν ἰδιότητα τῆς γενέσεως καὶ τῆς χρονικῆς παρατάσεως. ὅ μοι δοκεῖ καὶ θαυμαστῶς ὁ Πλάτων ἰδὼν εἰπεῖν μὴ μόνον, ὅτι μέσην ἐποίει τὴν ψυχὴν ὁ δημιουργὸς τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς οὐσίας, ἀλλʼ ὅτι καὶ μέσην τῆς τε ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης καὶ τῆς γιγνομένης· καὶ πῶς γὰρ ἂν ἄλλως ἥρμοσε ψυχογονίαν γράφειν μηδαμῶς γενέσεως οὔσης ἐν ψυχῇ μηδὲ συνθέσεως; πῶς δὲ μοίρας ἀφαιρεῖν τῆς ἀμερίστου κατʼ οὐσίαν; τῶν μὲν γὰρ ἁπλῶν παντελῶς οὐκ ἔστι γένεσις, ὅπου καὶ ὅσα εἴδη ἐστὶν ἔνυλα, ταῦτα ἄνευ γενέσεως εἶναί φησιν Ἀριστοτέλης καὶ ἄνευ φθορᾶς, σῴζοντα καὶ ἐν ἐσχάτοις τὴν ἰδιότητα τῶν πρώτων εἰδῶν διὰ τῆς ἁπλότητος· τῶν δὲ ὁπωσοῦν ἐπιδεχομένων σύνθεσιν καὶ γένεσιν τῷ λόγῳ παραδοῦναι δυνατόν. ἵνʼ οὖν καὶ ἐπὶ ψυχῆς ταῦτα δείξῃ δεόντως παρεισκυκλούμενα, κἀκείνων μέσην αὐτὴν προείρηκε, τῆς τε αἰωνίας ὑποστάσεως καὶ τῆς γιγνομένης. μᾶλλον δὲ πρὸ τούτου διαιρετέον, ὅτι ἀναγκαῖον ἢ ἄμφω πρὸ ψυχῆς εἶναι, τὸ ἀμέριστον λέγω καὶ μεριστόν, ἢ ἄμφω μετὰ ψυχήν, ἢ ἄμφω ἐν τῇ ψυχῇ, ἢ τὸ μὲν πρὸ ψυχῆς, τὸ δὲ μετὰ ψυχήν. ἄμφω μὲν οὖν οὐκ ἂν εἴη πρὸ ψυχῆς, εἴπερ ἡ ψυχὴ κρείσσων τῆς περὶ τὸ σῶμα γιγνομένης μεριστῆς, αὐτὴ σωμάτων ἔχουσα φύσιν χωριστήν, ἀχωρίστου τῆς περὶ τοῖς σώμασι μεριστῆς αὐτῶν τῶν σωμάτων οὔσης. ἄμφω δὲ οὐκ ἔστι μετὰ ψυχήν, διότι ἡ μὲν ἀμέριστος παντελῶς αἰώνιός ἐστι, κατὰ ταὐτὰ ἔχουσα, ψυχὴ δὲ οὐκ αἰώνιος παντελῶς, ὡς καὶ ἐν Νόμοις εἶπε, μετέχουσά πῃ γενέσεως. ἄμφω δὲ οὐκ ἔστιν ἐν αὐτῇ, διότι πάντη ταῦτα διεστῶτα ἀλλήλων ἕν τι συμπληροῦν ἀδύνατον, τὸ ἀχώριστον σωμάτων καὶ χωριστόν, τὸ ἀγένητον καὶ γενητόν. λείπεται οὖν τὸ μὲν εἶναι πρὸ αὐτῆς, τὸ δὲ μετʼ αὐτήν, καὶ δῆλον ὅτι τὸ κρεῖττον πρὸ αὐτῆς, τὸ δὲ χεῖρον μετʼ αὐτήν. ἐπειδὴ δὲ ταῦτα περὶ αὐτήν, ἀναγκαῖον αὐτὴν μὴ ἐκ τούτων οὖσαν ἐκ τῶν ἀνὰ λόγον εἶναι τούτοις καὶ ἤτοι χωρὶς ὄντων ἢ κεκραμένων ἀλλήλοις· ἀλλὰ χωρὶς ὄντων ἀδύνατον· αὐτὸς γοῦν εἶπε κραθῆναι ταῦτα σαφῶς. ἀναγκαῖον ἄρα ἐκ κράσεως τούτων εἶναι τὸ οὐσιῶδες τῆς ψυχῆς, καὶ εἴπερ ἡ ψυχὴ τῆς μέν ἐστι κρείττων, τῆς δὲ χείρων, τὸ μὲν ἀμέριστον αὐτῆς εἶναι τοῦ ὑπὲρ αὐτὴν ἀμερίστου χεῖρον, τὸ δὲ μεριστὸν τοῦ μετʼ αὐτὴν μεριστοῦ κρεῖσσον· μέση γὰρ οὖσα τὸ μὲν κρεῖσσον ἕξει χειρόνως, τὸ δὲ χεῖρον κρεισσόνως. καὶ τοῦτο μὲν δῆλον, εἴπερ μὴ ἐξ αὐτῶν ἐκείνων ὑφέστηκεν, ἀλλʼ ἄλλων τῶν ἀνὰ λόγον ἐκείνοις· ὅτι δὲ οὐκ ἔστιν ἐκ τούτων ἡ οὐσία τῆς ψυχῆς, ὡς αὐτῶν συμπληρωτικῶν αὐτῆς γενομένων, δῆλον· πάλιν γὰρ καθʼ αὑτὸ τοῦτο σκοπήσωμεν. πρῶτον μὲν γὰρ πῶς δυνατὸν αὐτὸ τὸ ἀμέριστον τῷ μεριστῷ μίγνυσθαι καὶ τὸ αἰώνιον τῷ γενητῷ; ταῦτα γὰρ καὶ ὑπεναντία πως ἀλλήλοις ἐστὶ καὶ πλεῖστον ἀφέστηκεν, ὡς μηδαμῇ συνάπτειν ἀλλήλοις, ὡς προείπομεν. δεύτερον δὲ πῶς οὐχὶ τὴν ψυχὴν καταδεεστέραν ποιήσομεν καὶ δευτέραν τῶν ἀπʼ αὐτῆς καὶ πρεσβυτέραν τὴν ἀχώριστον οὐσίαν τῆς χωριστῆς, εἴπερ ἐκ τῆς μεριζομένης περὶ τὰ σώματα οὐσίας ὑφέστηκεν; ἔτι δὲ πῶς τρίτον ἡ ψυχὴ προσρηθήσεται δικαίως; τὸ γὰρ τρίτον μετʼ ἄλλων δύο τρίτον ἐστίν· εἰ δὲ μετʼ ἄλλων, σῳζομένων δηλονότι καὶ οὐκ ἐφθαρμένων· τὰ δὲ κεκραμένα αὐτὰ μὲν οὐκέτʼ ἔστιν, ἄλλο δέ τι γέγονεν ἀπʼ αὐτῶν οὐ τρίτον· οὐδὲ γὰρ ἔστιν ἐκεῖνα, φθαρέντα διὰ τῆς συγκράσεως. ἔτι δὲ εἰ μὲν μοῖραν τῆς ἀμερίστου λαβὼν ὑπέστησε τὴν ψυχήν, οὐκέτι ἀμέριστος ἔσται ἡ οὐσία· πῶς γὰρ ἂν ἀφέλοι τις αὐτοῦ μοῖραν, εἰ ἀμέριστόν ἐστιν; εἰ δὲ πᾶσαν αὐτὴν ἐδαπάνησεν εἰς τὴν οὐσίαν τῆς ψυχῆς, οὐκέτʼ ἂν εἴη ἀγαθός, τὰ θειότερα καὶ ἐγγυτέρω ἑαυτοῦ καὶ αἰτιώτερα δαπανῶν εἰς τὴν τῶν χειρόνων ὑπόστασιν. πρὸς δὲ τούτοις εἰ ἀπὸ τῆς γιγνομένης μεριστῆς ἡ ψυχὴ συμπεπλήρωται, οὐ μόνον ἔσται περὶ σώματα ἐκείνη μεριστή, ἀλλὰ καὶ περὶ ψυχήν. οὐκ ἄρα, ὡς οἴονταί τινες, αὐτὸ τὸ ἀμέριστον καὶ αὐτὸ τὸ μεριστὸν συμπληροῖ τὴν ψυχήν· ἀλλʼ ἔστι τὸ λεγόμενον, ὅτι τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, ὡς τὸ αὐτὸ μεριστὸν μὲν ὡς πρὸς τὸ ἀμέριστον εἶναι, ἀμέριστον δὲ ὡς πρὸς τὸ μεριστόν, ὄντως τὴν μεσότητα τὴν τῆς ψυχῆς ἡμῖν παρεχόμενον. καὶ μὴν καὶ αὐτὸ τὸ τρίτον τὴν τῆς ἀναλογίας φύσιν ἐν τῇ ψυχῇ δείκνυσιν ἐνυπάρχουσαν· εἰ γὰρ τὸ αὐτὸ μέσον τέ ἐστι καὶ τρίτον, τοῦτο δὲ ἔστι μὲν ὡς πρῶτον, ἔστι δὲ ὡς ἔσχατον, ἔσται ἡ ψυχὴ πρῶτόν τε ἅμα καὶ ἔσχατον, ὃ δὴ πέφυκεν ἀναλογία κάλλιστα ποιεῖν. καὶ εἰ ἔστι τρίτον τοῦτο τὸ μέσον, δηλονότι δύο τινῶν ἄκρων ἔσται μέσον, ἓν ὄν, ἀλλʼ οὐ μετʼ ἄλλου μέσου· τέταρτον γὰρ ἂν ἦν τεττάρων ὄντων ἀνὰ λόγον. εἰ δὲ τρία ἐστὶ τὰ ἀνὰ λόγον, ὧν ἡ ψυχὴ μέσον, οὐχ ἁπλῶς ἐστιν οὐσίας μέση καὶ γενέσεως, ἀλλʼ οὐσίας ἀγενήτου πάντη καὶ οὐσίας μεριστῆς γιγνομένης περὶ τοῖς σώμασιν, αὐτὴ καὶ οὐσία πῃ οὖσα ἀμέριστος καὶ γιγνομένη μεριστή, ἀλλʼ οὐ περὶ σώμασιν, ἀλλὰ καθʼ αὑτὴν μεριστὴ γιγνομένη καὶ μηδὲν δεομένη σωμάτων εἰς τὸ εἶναι ὅ ἐστι.

`2.151–2.154`

καὶ τὸ ἐξ ἀμφοῖν δὲ πρὸς τὴν ψυχὴν οἰκείως, οὐ μόνον, ὥς τινές φασιν, ὅτι κατὰ τὸ μέσον ἐστὶν ἀμφοῖν, ἀλλʼ ὅτι καὶ ἄμφω ἐστί, τὰ μὲν ἀμέριστα εἰκονικῶς, τὰ δὲ μεριστὰ παραδειγματικῶς· ἔχει γὰρ τοὺς ἀμφοτέρων λόγους· πάντα γοῦν ἐστιν ἐν αὐτῇ συστοίχως. ἐπεὶ δὲ καὶ ὁ νοῦς πάντα καὶ τὸ αἰσθητὸν πάντα, προσέθηκε τὸ ἐν μέσῳ, δεικνύς, ὅπως τὰ πάντα ἐπὶ τῆς ψυχῆς ληπτέον, ὅτι μέσως καὶ οὔτε πρώτως οὔτε ἐσχάτως. ἔτι καὶ ἑτέρως ἐξ ἀμφοῖν ἡ οὐσία τῆς ψυχῆς, ὡς ἐξ ὅλου παρηγμένη τοῦ δημιουργικοῦ νοῦ, παρʼ ᾧ τά τε ἀμέριστα καὶ τὰ μεριστὰ ἦν παραδειγματικῶς καὶ κατʼ αἰτίαν. ἀλλʼ ἐπεὶ καὶ ὁ νοῦς καθʼ ὅλον προῆλθεν ἐκεῖνον, τὸ ἐν μέσῳ τὴν ἰδιότητα τῆς ψυχικῆς ὑποστάσεως ἐδήλωσεν. αὐτὸ δὲ τὸ συνεκεράσατο πῶς οὐχὶ προσῆκον τῇ οὐσίᾳ τῆς ψυχῆς; οὐ μόνον διότι καθʼ ἕνωσιν τὸ ἀμέριστον καὶ μεριστὸν ἐπʼ αὐτῆς καὶ κατὰ τὴν ὁμοίαν τοῖς κεκραμένοις διʼ ἀλλήλων χώρησιν, ἀλλʼ ὅτι καὶ τὸ τῆς ζωῆς ἰδίωμα πρόσφορόν ἐστι τῇ ψυχῇ, καὶ συνυφίστησι τὴν ψυχὴν τῇ ζῳογόνῳ θεᾷ, καὶ ἐν τῷ κρατῆρι τὰ γένη μιγνύς. ἔτι δὲ αὐτὸ τὸ ῥῆμα μεσότητος ὂν  <span class="gap">…</span> δείκνυσιν, ὅτι καὶ ἡ ψυχὴ ἑαυτὴν συνυφίστησιν, ἀλλʼ οὐκ ἀπὸ τῆς δημιουργικῆς μόνον ἐνεργείας ὥσπερ τι πάθος ὑπομένει τὴν τῶν γενῶν ἐν ἀλλήλοις σύγκρασιν. τό γε μὴν τῆς οὐσίας εἶδος ἱκανῶς ἡμῖν ἐπιδείκνυται τὴν ἐν τοῖς αἰτίοις περιοχὴν τῶν αἰτιατῶν· εἰ γὰρ ἡ μὲν ἐν τῷ δημιουργῷ οὐσία γένος ἐστίν, ἡ δὲ ἐν τῇ ψυχῇ εἶδος, περιεκτικὴ τῆς ἑτέρας ἐστὶν ἡ ἑτέρα — δῆλον δέ, ποτέρα ποτέρας —, γένος δὲ καλοῖτο ἂν ἐξῃρημένη τε αὐτῆς καὶ γεννῶσα αὐτὴν καὶ τῷ μὲν ἐξῃρῆσθαι διαφέρουσα τῶν ἐν τοῖς εἴδεσι γενῶν τῶν κατατεταγμένων, τῷ δὲ γεννᾶν αὐτὴν ὑπερέχουσα τῶν ὑστερογενῶν· ἄγονα γὰρ ἐκεῖνα τῶν εἰδῶν. ἄλλον ἄρα τρόπον τὰ γένη ταῦτα καὶ τὰ εἴδη ληπτέα, γόνιμα, δυνάμεως πλήρη, περιεκτικὰ τῶν εἰδῶν τῶν ἀτόμων, ἐξῃρημένην ἔχοντα φύσιν. ἔστιν οὖν γένος μὲν ἡ ἐν τῷ δημιουργῷ οὐσία, ταύτης δὲ εἶδος ἡ ἀμέριστος οὐσία, καὶ δεύτερον εἶδος ἡ μέση οὐσία τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς, καὶ τρίτον ἡ περὶ τὸ σῶμα μεριστή, καὶ ἔσχατον ἡ σωματοειδής· ἐν γὰρ τοῖς εἴδεσι τούτοις τὸ πρότερον καὶ ὕστερόν ἐστι, διότι τὰ γένη ποιητικὰ τῶν εἰδῶν ἐστι καὶ ὑποστατικὰ πρώτων καὶ μέσων καὶ τελευταίων εἰδῶν. καὶ ἡ μὲν νοερὰ πᾶσα ἀμέριστος, ὡς μία, ἡ δὲ μεριστὴ περὶ τοῖς σώμασι πεπληθυσμένη διὰ τὸν περὶ τοῖς σώμασι μερισμόν, ἡ δὲ μέση τούτων μία καὶ οὐ μία· νοῦς μὲν γὰρ μίαν οὐσίαν ἔχει, μίαν ταυτότητα, μίαν ἑτερότητα, καθόσον νοῦς, τὰ δὲ μόρια τῆς ὅλης ψυχῆς πολλά ἐστιν, ἐξ ὧν ἡ ψυχὴ σύγκειται πρὸς ἄλληλα ἡρμοσμένων, καὶ καθʼ ἕκαστον αὐτῶν ἔστιν οὐσία, ταὐτόν, ἕτερον, καὶ ὅσα πάντα, τοσαῦται αἱ οὐσίαι, αἱ ταυτότητες, αἱ ἑτερότητες, ἠριθμημέναι μέν, ὅμως δὲ πλείους ἑκάστη μιᾶς καὶ οὐ μία, ὡς ὁ νοῦς μία ἐστὶν οὐσία καὶ ταυτότης μία καὶ ἑτερότης· ἡ δὲ μεριστὴ περὶ τοῖς σώμασιν ὡδὶ μὲν ἄλλην τούτων ἑκάστην, ὡδὶ δὲ ἄλλην, συνδιῃρημένη τοῖς ὑποκειμένοις, ὥσπερ αὐτὸ τὸ σῶμα οὐκ ἔστι μεριστὸν εἰς πολλά, ἀλλʼ εἰς ἄπειρα, ἡ δὲ ψυχὴ διῃρημένη εἰς πολλὰς οὐσίας ἔχει καὶ τὸ ἡνῶσθαι, χωριστὴν λαχοῦσα σωμάτων ὑπόστασιν, ὥστε πάλιν δύο μεσότητας εἶναι κἀνταῦθα τῆς ὄντως οὔσης οὐσίας καὶ τῆς ὄντως γενέσεως καὶ τοῦ ἀμερίστου τοῦ ἐκείνης καὶ τοῦ ταύτης εἰς ἄπειρα μεριστοῦ, τήν τε ψυχὴν καὶ τὴν περὶ τοῖς σώμασι μεριστὴν οὐσίαν, οὐκ οὖσαν ταύτῃ τῇ γενέσει τὴν αὐτήν, τῆς μὲν μειζόνως οὔσης ἀμερίστου διὰ τὸ συννεύειν εἰς ἑαυτήν, τῆς δὲ μεριστῆς μειζόνως διὰ τὸ ἄλλου εἶναι καὶ οὐχ ἑαυτῆς. ἐκ ταύτης δʼ οὖν καὶ τῆς ἀμερίστου τὴν ψυχὴν εἶναι, διότι μέση τῶν τε πάντη σωμάτων ἐξῃρημένων ἐστὶν καὶ τῶν κεχυμένων εἰς τὰ σώματα, καὶ τῶν ἑαυτῶν ὄντων καὶ τῶν ἄλλων γεγονότων, αὐτήν τε ἑαυτῆς καὶ ἄλλων οὖσαν. οὐκ ἄρα ἀνεξόμεθα λέγειν ἡμεῖς οὕτω μέσην αὐτήν, ὡς ἔχουσάν τι καὶ ἀσώματον καὶ σωματικόν, ὡς Ἐρατοσθένης ὑπέλαβεν, ἢ διάστημα γεωμετρικὸν ἐπὶ τὴν οὐσίαν αὐτῆς ἀναφέρειν, ὡς Σευῆρος· κρᾶσις γὰρ οὐκ ἄν ποτε γένοιτο ἀδιαστάτου καὶ διαστατοῦ καὶ ἀμερίστου καὶ σώματος· οὐδὲ γὰρ σημείου καὶ γραμμῆς. εἰ δὲ μὴ ταύτης, καὶ ἄλλου τινὸς διαστήματος πολλῷ μᾶλλον· μᾶλλον γὰρ τοῦ ἀμεροῦς ἀφέστηκε τὸ τριχῇ μεριστὸν ἢ τὸ μοναχῇ· ἀλλὰ τὴν μὲν νοερὰν οὐσίαν φήσομεν ἀεὶ μένειν μίαν, τὴν δὲ μεριστὴν ἐκ πολλῶν οὐσιῶν εἶναι, τὴν δὲ ψυχικὴν μίαν καὶ οὐ μίαν, ὡς καὶ τὸ ἓν φυλάττειν ἐν τῷ πληθύεσθαι καὶ τὸ πλῆθος ἐν τῷ ἑνίζεσθαι· οὐ γὰρ οὕτω διαιρεῖν αὐτὴν τὸν δημιουργόν, ὡς δαπανᾶν τὸ ὅλον εἰς τὴν κατατομήν, ἀλλὰ φυλάττοντα τὸ ἓν αὐτῆς πληθύειν καὶ τὸ ὅλον μερίζειν· ὅπου γε καὶ ἐν τοῖς σώμασι καὶ ταῦτα πάντη μεριστοῖς οὖσιν εἶναι τί φησιν ἓν συνεκτικὸν τῶν μερῶν ὁ Ἐλεάτης Ξένος· ὃ καὶ Ἀριστοτέλης συνιδὼν εἶναι καὶ ἐν τοῖς μεριστοῖς τι δίδωσιν ἀμερές· ὥστε πολλῷ μᾶλλον τῆς ψυχῆς τὸ ὅλον καὶ ἓν μένοι ἂν πληθυομένης καὶ μεριζομένης, διὸ καὶ ἀμέριστός ἐστιν, ὥς φησιν ὁ Τίμαιος. εἰ δὲ μὴ ἐσῴζετο τὸ ἓν αὐτῆς, μεριστὴ μόνως ἂν ἦν, οἷον καὶ εἰ λέγοις τὸ διανοητικὸν αὐτῆς καὶ δοξαστικὸν δύο εἶναι οὐσίας καὶ ὅμως μίαν εἶναι τὴν ὅλην διανοητικὴν καὶ δοξαστικήν, οὐκ ἀποστᾶσαν τοῦ ἑνὸς τῷ καὶ εἰς ἑαυτὴν συννεύειν. ἡμεῖς μὲν οὖν ἀπʼ αὐτῶν ὁρμηθέντες τῶν Πλάτωνος τὴν ἀμέριστον οὐσίαν καὶ τὴν μεριστὴν ἐξηγησάμεθα, τῶν δὲ πρὸ ἡμῶν οἳ μὲν μαθηματικὴν ποιοῦντες τὴν οὐσίαν τῆς ψυχῆς ὡς μέσην τῶν τε φυσικῶν καὶ τῶν ὑπερφυῶν, οἳ μὲν ἀριθμὸν αὐτὴν εἰπόντες ἐκ μονάδος ποιοῦσιν, ὡς ἀμερίστου, καὶ τῆς ἀορίστου δυάδος, ὡς μεριστῆς, οἳ δὲ ὡς γεωμετρικὴν ὑπόστασιν οὖσαν ἐκ σημείου καὶ διαστάσεως, τοῦ μὲν ἀμεροῦς, τῆς δὲ μεριστῆς· καὶ τῆς μὲν προτέρας εἰσὶ δόξης οἱ περὶ Ἀρίστανδρον καὶ Νουμήνιον καὶ ἄλλοι πλεῖστοι τῶν ἐξηγητῶν, τῆς δὲ δευτέρας Σευῆρος. οἳ δὲ ὡς φυσικὴν θεωροῦντες μεριστὴν μὲν οὐσίαν λέγουσι τὴν ἄλογον προοῦσαν τῆς λογικῆς, ἀμέριστον δὲ τὴν θείαν, καὶ ἐκ τῶν δύο ποιοῦσι τὴν λογικήν, τῆς μὲν ὡς κοσμούσης, τῆς δὲ ὡς ὑποκειμένης, καθάπερ Πλούταρχος καὶ Ἀττικός, καί φασιν ἀγένητον μὲν κατὰ τὸ ὑποκείμενον αὐτὴν εἶναι, γενητὴν δὲ κατὰ τὸ εἶδος. οἳ δὲ φιλοσοφώτερον ἁπτόμενοι τῶν λόγων νοῦ καὶ αἰσθήσεως αὐτὴν μέσην λέγουσι, τοῦ μὲν ἀμερίστου, τῆς δὲ περὶ τοῖς σώμασι μεριστῆς, ὡς Πλωτῖνος. οἳ δὲ ἀνωτέρω χωροῦντες δύο νόας πρὸ αὐτῆς θέντες, τὸν μὲν τῶν ὅλων τὰς ἰδέας ἔχοντα, τὸν δὲ τῶν μερικῶν, τούτων εἶναί φασι μέσην, ὡς ἀπʼ ἀμφοῖν ὑφισταμένην· οὕτω γὰρ ὁ Ἀσιναῖος λέγει Θεόδωρος, εὑρὼν παρὰ τῷ Πορφυρίῳ τὴν δόξαν ὡς ἐκ Περσίδος ἥκουσαν· ταῦτα γοῦν Ἀντωνῖνον ἱστορῆσαι τὸν Ἀμμωνίου μαθητήν. τούτων δὲ πρὸς μὲν τοὺς πρώτους ῥητέον, ὅτι οὔπω τοῦ Πλάτωνος ἀριθμὸν ποιοῦντος τὴν ψυχὴν ἄτοπον ἀριθμοῦ ζητεῖν ἀρχὰς ἐξ ὧν ἐστι. πρὸς δὲ τοὺς δευτέρους, ὅτι Πλάτων ἀσώματον εἶναί φησι τὴν ψυχὴν καὶ ἁπλοῦν πρὸς πᾶν σῶμα παραβαλλομένην, καὶ αὐτοκίνητον ἔχειν οὐσίαν, οὐδὲν δὲ διάστημα τοιοῦτον. πρὸς δὲ τοὺς τρίτους, ὅτι τὴν ἄλογον οὐ βούλεται πρεσβυτέραν εἶναι τῆς λογικῆς· οὐ γὰρ ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου, καθάπερ εἶπεν, ὁ θεὸς ἠξίωσε. πρὸς δὲ τοὺς τετάρτους, ὅτι οὐ περὶ γνώσεώς ἐστι ψυχικῆς ὁ λόγος, ἀλλὰ περὶ οὐσίας· οὐκ ἔδει οὖν μέσην αὐτὴν φάναι τῶν γνωστικῶν δυνάμεων, τῆς νοερᾶς καὶ τῆς αἰσθητικῆς. πρὸς δὲ τοὺς πέμπτους, ὅτι πᾶς νοῦς ἀγένητός ἐστι καὶ σωμάτων χωριστός, ὁ δὲ Πλάτων τὴν μεριστὴν οὐσίαν καὶ γιγνομένην εἶπεν, ἀντιδιελὼν πρὸς τὴν κατὰ τὰ αὐτὰ ἔχουσαν καὶ περὶ τοῖς σώμασι μεριστήν, χωρίζων αὐτὴν τῆς ἔξω τῶν σωμάτων οὔσης καὶ ἀεὶ οὔσης. ἀλλʼ ἐπεὶ καὶ ταῦτα διαίτης ἠξίωται, τὰ ἑπόμενα σκοπῶμεν.

`2.155`

Τῆς τε ταὐτοῦ φύσεως αὖ πέρι καὶ τῆς θατέρου κατὰ ταῦτα συνέστησεν ἐν μέσῳ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ κατὰ τὰ σώματα μεριστοῦ.

`2.156`

Πρωτίστην ἔχει τάξιν, ὥσπερ εἴπομεν, ἐν τοῖς γένεσιν ἡ οὐσία, διότι οἷον ἑστία τοῦ ὄντος ἐστί· δευτέραν δʼ οὖν ἡ ταυτότης, τρίτην δὲ ἡ ἑτερότης. ἔνιοι μὲν γὰρ τῇ ἑτερότητι τὰ πρεσβεῖα δεδώκασιν, ὁ δὲ Πλάτων καὶ ἐν τοῖς ἔμπροσθεν τὸ ὅμοιον ἀπεφαίνετο διαρρήδην τοῦ ἀνομοίου κρεῖττον, καὶ νῦν τὴν ταυτότητα μετὰ τὴν οὐσίαν παραλαβὼν ἄντικρυς αὐτὴν προτίθησι τῆς ἑτερότητος. ὥσπερ δὲ τὴν μέσην οὐσίαν ὑφεῖσθαι μὲν τῆς νοερᾶς οὐσίας ἐλέγομεν, ὑπερέχειν δὲ τῆς περὶ τὸ σῶμα μεριστῆς, οὕτω καὶ τὴν ταυτότητα τῆς ψυχῆς ἠλαττῶσθαι μὲν τῆς ἀμεροῦς ταυτότητος φήσομεν, ἡνῶσθαι δὲ μᾶλλον τῆς μεριστῆς, καὶ ἐπὶ τῆς ἑτερότητος ὁμοίως. ἐν μὲν οὖν τῇ τοῦ νοῦ οὐσίᾳ ἡ ταυτότης μία οὖσα ἑαυτήν τε συνάγει καὶ τὴν ἑτερότητα τὴν οὐσιώδη πρὸς τὴν οὐσίαν τὴν ἐκεῖ μίαν οὖσαν, καὶ ἡ ἑτερότης μία οὖσα καὶ ἑαυτὴν διακρίνει κἀκείνας ἀπʼ ἀλλήλων· ἐν δὲ ψυχῇ ἑκατέρα τάς τε ἑτερότητας πολλὰς οὖσας ἐν ταῖς πολλαῖς μοίραις συνάγει καὶ τὰς ταυτότητας διίστησιν. οἶδα μὲν οὖν, ὅτι τῶν Πλατωνικῶν τινες τὴν ταυτότητα μὲν ἐν τοῖς ἀμερίστοις ἔταττον, τὴν δὲ ἑτερότητα ἐν τοῖς μεριστοῖς, καὶ ἐξ ἀμφοτέρων οὕτως ἐποίουν τὴν ψυχήν, ὡς ἐν ταύτῃ καὶ ταυτότητος καὶ ἑτερότητος οὔσης. ἀλλʼ αὐτοῦ τοῦ Πλάτωνος ἀκούων λέγοντος, ὅτι καὶ ἐπὶ τούτων τὸ μέσον ἀποδέδωκε τῇ ψυχῇ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ μεριστοῦ, καὶ δὴ καὶ τοῦτο εἰδώς, ὅτι γένη ταῦτα τοῦ ὄντος ἐστὶ καὶ δεῖ πανταχοῦ εἶναι ταῦτα καθʼ ἑκάστην τάξιν οἰκείως, ἐν ἀμερίστοις, ἐν μεριστοῖς καὶ τοῖς τούτων μέσοις, καὶ πάλιν ἐν νοεροῖς, ἐν ψυχαῖς, ἐν φύσεσιν, ἐν τοῖς σωματικοῖς ὄγκοις, αἰσχυνοίμην ἂν οὕτω διαιρῶν τὰ γένη ταῦτα καὶ τὸ μὲν ὡδί, τὸ δὲ ὡδὶ τιθέμενος. εἰ μὲν γὰρ τοῦτο λέγοιεν, ὅτι ταυτότης μὲν ἐν τοῖς νοητοῖς καὶ ἀμερίστοις κρατεῖ, ἑτερότης δὲ ἐν τοῖς αἰσθητοῖς καὶ μεριστοῖς, ὀρθῶς λέγουσιν· εἰ δʼ, ὅτι τὰ ἀμέριστα χωρὶς ἑτερότητός ἐστιν, οὐδὲ ταυτότητα αὐτοῖς διδόναι δυνήσονται· διαφέρει γὰρ τοῦ ταυτοῦ τὸ ἕν· ἢ ὅτι τὰ μεριστὰ χωρὶς ταυτότητος, ἀναιροῦσιν αὐτῶν καὶ τὴν οὐσίαν· εἰ γὰρ εἴη ἐν πᾶσιν ἡ οὐσία, ἔστι ταὐτὸν ἐν πᾶσι. θῶμεν οὖν ἑπόμενοι τοῖς πράγμασι γένος μὲν τῆς ταυτότητος τὸ δημιουργικόν, εἶδος δὲ ταυτότητος τό τε ἀμέριστον καὶ μεριστὸν καὶ τὸ μέσον ἀμφοῖν, καὶ πάλιν γένος μὲν θατέρου τὸ δημιουργικόν, εἴδη δὲ τὸ ἀμέριστον, τὸ μεριστόν, τὸ μέσον, καὶ θέντες οὕτως ἀποδῶμεν τῇ ψυχῇ τὰ μέσα καὶ μετὰ τοῦ μέσου τῆς οὐσίας εἴδους συμπλέξωμεν, ἵνα δὴ τὸ εἶναι τῆς ψυχῆς ἀποτελέσωμεν· οὕτω γάρ, οἶμαι, θεωρήσαντες καὶ τὴν τοῦ Πλάτωνος λέξιν ἐφαρμόζειν δυνησόμεθα τοῖς πράγμασι· λέγει γάρ, ὅτι καθάπερ ἐπὶ τῆς οὐσίας καὶ ἐπὶ τῆς ταὐτοῦ φύσεως καὶ τῆς θατέρου τρίτον ἐξ ἀμφοῖν συνεκεράσατο καὶ κατὰ ταῦτα, καὶ καθάπερ ἐκεῖ τὸ ἐξ ἀμφοῖν οὐσίας εἶδος ἦν, οὕτω καὶ ἐν τούτοις ταὐτοῦ καὶ θατέρου τὸ μέσον εἶδός ἐστι· δυνατὸν γὰρ ἦν μὴ ὡς εἶδος εἶναι μέσον, ἀλλʼ ὡς ὅλον ἐκ τῶν ἄκρων συγκείμενον, ὡς τὸ ζῷον ἐκ ψυχῆς καὶ σώματος. ἵνʼ οὖν μὴ τοῦτο λάθῃς ὑπονοήσας, τὸ καὶ κατὰ ταῦτα προσέθηκεν, ἵνα καὶ ἐνταῦθα τὸ ἐξ ἀμφοῖν εἶδος ᾖ καὶ μὴ ὅλον.

Καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν.

`2.157–2.158`

Ὅτι τὰ δημιουργικὰ γένη τοῖς δευτέροις καὶ τρίτοις εἴδεσιν αἴτια τῆς ὑποστάσεώς ἐστιν, αὐτὸς ἱκανῶς, οἶμαι, δεδήλωκεν εἰπών· καὶ τρία λαβὼν αὐτὰ ὄντα· ποῦ γὰρ ὄντα; ἦ δῆλον, ὅτι ἐν αὐτῷ· λαβὼν γὰρ ἔχει καὶ αὐτός. ἔλαβε δὲ παρὰ τῶν ὑπερτέρων αἰτίων· ἐπειδὴ γὰρ καὶ ἡ ταυτότης ἐκ πέρατος καὶ ἀπείρου, περατοειδὴς οὖσα μᾶλλον, καὶ ἡ ἑτερότης ἐκ τούτων, ἀπειροειδὴς οὖσα μειζόνως, ὡς ἡ οὐσία κατʼ ἄμφω ὁμοίως πρόεισι, δῆλον, ὅτι τὴν μὲν τοῦ ἀμεροῦς ταυτότητα καὶ ἑτερότητα μᾶλλον ἐν τῷ πέρατι θήσομεν, τὴν δὲ τῶν μέσων ὁμοίως ἐκ τούτων, τὴν δὲ τῶν μεριστῶν μᾶλλον ἐκ τῶν ἀπείρων, ὡς καὶ τὴν ἑτερότητα τὸ ἄπειρον τὴν πρώτην σμικρὸν παραλλάττουσαν ἔχειν τοῦ πέρατος, καὶ τὴν ταυτότητα σμικρῶς ἐλασσουμένην τὸ πέρας. διὸ καὶ τρία λαβὼν αὐτὰ ὄντα εἶπεν, ὡς διωρισμένα ἀλλήλων. καὶ ἐπειδὴ καὶ τὰ ἐν αὐτῷ πρὸς ἀπογέννησιν ἄλλων ἠπείγετο, διὰ τοῦτο καὶ ἐκ τούτων ἄλλα ὑφίστησιν. εἰ μὲν οὖν ὄντα ἀκούοιμεν τὰ πρὸ τῆς γενέσεως τῶν μέσων, κατʼ αἰτίαν αὐτὰ εἶναι ἐν αὐτῷ φήσομεν — ἦν γὰρ καὶ ἐν αὐτῷ ταῦτα πρὸ τῶν ἀπʼ αὐτοῦ γεννηθέντων· εἰ δὲ τὰ μέσα νοοῖμεν ὄντα, τὰ ὑποστάντα νοήσομεν — ὄντα γάρ ἐστιν ἤδη, διότι παρῆκται πρὸ τῆς μίξεως ἕκαστον χωρὶς ὑπʼ αὐτοῦ, καὶ γέγονεν οὐσία καὶ ταυτότης ἤδη καὶ ἑτερότης, ἑκάστη καθʼ ἑαυτήν. μήποτε δὲ τὸ τρία λαβὼν αὐτὰ ὄντα καὶ ἁπλούστερον ἐξηγητέον, ὅτι λαβὼν αὐτὰ κατὰ τὸν ἀριθμὸν τρία ὄντα· τοσαῦτα γὰρ ἐκ τῶν τριῶν ἀπετέλεσε τῶν ἄκρων νῦν ὑποστάντα παρʼ αὐτοῦ κατὰ τὰς ἐν αὐτῷ προϋπαρχούσας αἰτίας, τὰ μὲν γένη ταῦτα κατὰ τὸ ὂν τὸ δημιουργικὸν παράγων, πᾶσι δὲ ἰδέαν περιτιθεὶς κατὰ τὴν ἕνωσιν τὴν ἐν αὐτῷ καὶ τὴν θεότητα τὴν τοῦ πλήθους ἑνοποιόν. καὶ ὁρᾷς, ὅτι καὶ ἕκαστον τῶν τριῶν εἶδος ἦν καὶ τὸ ἐκ τῶν τριῶν μία ἰδέα. δεῖ ἄρα λέγειν εἶδος εἰδῶν τὴν ψυχὴν καὶ μηδὲν σύνθετον ὅλως καὶ σωματικὸν ἐπʼ αὐτῆς νοεῖν. ἔστι τοίνυν ἡ τριὰς αὐτῇ προσήκουσα τῇ οὐσίᾳ τῆς ψυχῆς· δέδεικται γὰρ καὶ πρότερον, ὅτι τριαδική ἐστι· καὶ γὰρ τὴν ὅλην ψυχὴν διαιροῦμεν εἰς οὐσίαν, δύναμιν, ἐνέργειαν, καὶ τὴν οὐσίαν εἰς ὕπαρξιν καὶ ἁρμονίαν καὶ εἶδος, καὶ τὴν ὕπαρξιν εἰς τὴν ἰδίως καλουμένην οὐσίαν, ταὐτόν, θάτερον· καὶ οὐ δεῖ θαυμάζειν, εἰ μόριον τῆς οὐσίας ποιοῦμεν οὐσίαν· λέγεται γὰρ οὐσία καὶ τὸ ἓν γένος τοῦ ὄντος καὶ τὸ ἐκ πάντων ὡσανεὶ στοιχείων συγκεκραμένων γεγονός. εἰ δὲ δὴ καὶ ζητοῖμεν πάλιν, τί ποιεῖ τὴν μίαν ταύτην ἰδέαν μὴ εἶναι τὴν τυχοῦσαν, ἀλλὰ τὴν κοσμικὴν ψυχήν, ἀλλαχοῦ δὲ ἄλλην, ἐροῦμεν, ὅτι τὸ ὁλικὸν τῶν γενῶν τῶν παραληφθέντων — μέσα γὰρ ἦν οὐ τῶν τυχόντων ἄκρων, ἀλλὰ τοῦ ὅλου νοῦ καὶ τῆς ὅλης σωματικῆς φύσεως, καθʼ ἣν ζῷον ὁ κόσμος, ὡς ἔννους κατὰ τὴν ἀμερῆ καὶ ἔμψυχος κατὰ τὴν μέσην — καὶ μέντοι καὶ ἡ τῆς οὐσίας ἐπικράτεια — τοῦτο γὰρ ποιεῖ θείαν ψυχήν, ὡς ἡ τῆς ταυτότητος μόνης δαιμονίαν, ὡς ἡ τῆς ἑτερότητος μόνης μερικήν. καὶ ἡ πρὸς τὰ ἄκρα οὖν διάφορα ὄντα σχέσις διαφορὰν ἐμποιεῖ τοῖς μέσοις, καὶ ἡ τῶν μέσων μῖξις κατὰ τὴν ἑνὸς ἐπικράτειαν ἀφοριζομένη δῆλον ὡς ἐξαλλάττει τὸ ὅλον.

Τὴν θατέρου φύσιν δύσμικτον οὖσαν εἰς ταὐτὸ συναρμόττων βίᾳ.

`2.159`

Πῶς ἐστι δύσμικτος ἡ θατέρου φύσις; ὅτι διακριτικὴν ἔχει δύναμιν καὶ διαιρετικὴν καὶ προόδων αἰτίαν καὶ πολλαπλασιασμῶν. ἕκαστον δὲ τῶν θείων ἀφʼ ἑαυτοῦ τῆς ἐνεργείας ἄρχεται· διὸ καὶ ἡ θατέρου φύσις ἑαυτὴν ἀπὸ τῶν ἄλλων διακρίνει καὶ ἑαυτῆς· καὶ γὰρ ἐν αὑτῇ πλῆθος ἀπογεννᾷ· διὸ καὶ ἐν Σοφιστῇ ἔλεγεν, ὅτι τὰ ἄλλα καὶ ἑαυτὴν μὴ ὄντα ποιεῖ, χωρίζουσα ἀπὸ τῶν ἄλλων ὄντων. δύσμικτος οὖν ἐστιν οὐχὶ συμβεβηκὸς τοῦτο ἔχουσα οὔτε κατὰ παρατροπήν, ἀλλʼ οὐσίαν ἔχουσα καὶ θατερότητος αἰτίαν καὶ τῆς ἀσυγχύτου τῶν εἰδῶν ὑποστάσεως καὶ τῆς ἀμιγοῦς ἁπλότητος, καὶ τοιαύτην ἔχουσα τὴν δύναμιν ὑπεναντία πώς ἐστι καὶ πρὸς τὸ ταυτὸν καὶ πρὸς τὴν οὐσίαν, πρὸς μὲν τὸ ταὐτό, διότι τὸ μὲν ἑνώσεως καὶ κοινωνίας καὶ συνοχῆς αἴτιον, ἣ δὲ διακρίσεως καὶ ἀμιξίας καὶ θατερότητος, πρὸς δὲ τὴν οὐσίαν, διότι ἣ μὲν τὸ ὄν ἐστιν, ἣ δὲ τὸ μὴ ὄν, ὡς ἐν Σοφιστῇ δέδεικται· ἡ γὰρ θατέρου φύσις κατακερματισθεῖσα τὸ μὴ ὂν ὑπῆρχεν. ἵνʼ οὖν μὴ ἀθρόαν τὴν σύγκρασιν τῶν γενῶν ὁρῶντες δυσκολαίνωμεν, πρῶτον μὲν τῷ ταυτῷ τὸ θάτερον μίγνυσιν εἰπὼν τὴν θατέρου φύσιν εἰς ταὐτὸ συναρμόττειν τὸν θεόν, ὡς ἐναρμονίως αὐτὴν συνάπτοντα πρὸς τὴν ταυτότητα τὴν μέσην, ἔπειτα ἀμφότερα πρὸς τὴν οὐσίαν συγκίρνησιν· εἰπὼν γάρ, ὅτι τὴν θατέρου φύσιν εἰς ταὐτὸν συνήρμοττεν, ἐπήνεγκε· μιγνὺς δὲ μετὰ τῆς οὐσίας καὶ ἐκ τριῶν ποιησάμενος ἕν· διότι γὰρ ἡ οὐσία συνεκτικὴ τῶν δύο γενῶν ἐστι, ταὐτοῦ καὶ θατέρου, ταῦτα δὲ σύστοιχα ἀλλήλοις, ἔδει ταῦτα μιγνύειν ἀλλήλοις πρότερον, δεύτερον δὲ ἀμφότερα πρὸς τὴν οὐσίαν. τοῦτο μὲν οὖν περὶ τῆς ἐν τῇ μίξει τάξεως. τὸ δὲ βίαιον τῆς μίξεως οὐκ ἔστιν ἐπεισοδιῶδες οὐδὲ οἷον τὸ παρὰ φύσιν, ἀλλʼ ὑπερβολὴν ἐμφαίνει καὶ περιουσίαν δυνάμεως· τοσαύτη γάρ ἐστιν ἡ δημιουργικὴ δύναμις, ὥστε καὶ τὴν ἑτερότητα ἑνοῦν καὶ τὴν ταυτότητα διαιρεῖν καὶ μίαν ἁρμονίαν ἀπʼ ἀμφοτέρων ποιεῖν.

Μιγνὺς δὲ μετὰ τῆς οὐσίας καὶ ἐκ τριῶν ποιησάμενος ἕν, πάλιν ὅλον τοῦτο μοίρας ὅσας προσῆκε διένειμεν.

`2.160–2.166`

Ὥσπερ τῷ ποσῷ συνέζευκται τὸ ἴσον καὶ τὸ ἄνισον, καὶ ὡς πᾶν ποσὸν ἢ ἴσον ἐστὶν ἢ ἄνισον, μᾶλλον δὲ καὶ ἴσον ἅμα καὶ ἄνισον — ἀμφοτέρων γὰρ ἕκαστον ἅμα μετείληφε —, καὶ ὡς τῷ ποιῷ τὸ ὅμοιον καὶ ἀνόμοιον, καὶ πᾶν ποιὸν ὅμοιόν ἐστι καὶ ἀνόμοιον, οὕτω δὴ καὶ τῇ οὐσίᾳ συνυπάρχει τὸ ταυτὸ καὶ θάτερον, καὶ πᾶσα οὐσία ταυτότητός ἐστι καὶ ἑτερότητος μέτοχος· κατʼ αὐτὸ γὰρ τὸ εἶναι ταῦτα ὑπάρχει τοῖς πράγμασιν, ἀλλʼ οὐ κατὰ τὸ ποσὸν ἢ τὸ ποιόν, διόπερ οὐσιώδη ἐστί, μέσα ὄντα τῶν τε θείων γενῶν καὶ τῶν ἐν ποσοῖς καὶ ποιοῖς ὄντων· ἐξήρτηται γὰρ ἡ μὲν ταυτότης τοῦ πέρατος, ἡ δὲ ἑτερότης τῆς ἀπειρίας, ὥσπερ καὶ ταυτότητος μὲν ἡ· ὁμοιότης καὶ ἡ ἰσότης, ἑτερότητος δὲ ἡ ἀνομοιότης καὶ ἀνισότης. διόπερ Πλάτων ἐν μὲν Φιλήβῳ τὸ πέρας καὶ τὸ ἄπειρον ἀπὸ θεοῦ παρῆγεν — ἔστι γὰρ ἐκεῖνα θεῖα γένη —, ἐν δὲ τῷ Σοφιστῇ γένη τοῦ ὄντος ὀνομάζει τὸ ταυτὸν καὶ θάτερον, καὶ ἐκεῖνα μὲν περὶ τὸ ἕν, ταῦτα δὲ περὶ τὴν οὐσίαν ὑφίστησι. καὶ ὁρᾷς πάλιν, ὅσῳ τῶν φυσικῶν καὶ αὐτοῦ τοῦ Ἀριστοτέλους σεμνότερος· οἳ μὲν γὰρ τὰς ἑαυτῶν ἀρχὰς ἐναντία ποιοῦντες ὀργανικὰς καὶ ἐνύλους καὶ μεριστὰς ἐποίουν τὰς ἐναντιώσεις, καὶ οἵ γε σεμνότατοι εἰς ὑπερβολὴν καὶ ἔλλειψιν ἀνῆγον τὰ ἐναντία, κακῶς τὴν ἀμετρίαν ἐν ταῖς ἀρχαῖς παραλαμβάνοντες—θειότερον γὰρ τοῦ ἀμέτρου τὸ μέτριον— ὁ δὲ Πλάτων εἰς ταυτότητα καὶ ἑτερότητα, διʼ ὧν πάσας περιλαμβάνει τὰς ἐναντιώσεις, τὰς ἐν ψυχῇ, τὰς ἐν φύσει, τὰς ἐν σώμασι, καὶ ταύτας ἐν τῷ δημιουργῷ τίθησιν, ἵνα καὶ δυνάμεις αὐταῖς δῷ γεννητικάς, κοσμουργούς, ἀΰλους, ἐξῃρημένας, καὶ ἐκεῖ θέμενος αὐτὰς ὑφίστησι τὴν ψυχὴν ἀπʼ αὐτῶν, τὸ οἷον ὑποκείμενον αὐτῆς ἀπὸ τούτων παράγων καὶ τὸ ὂν αὐτῆς καθὸ ὄν, οὐχὶ τοιόνδε ὄν, ἵνα μιμήσηται τὸ πρώτως ὄν· τὴν γὰρ ἁρμονίαν καὶ τὸ εἶδος καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας ὕστερον ἀποδώσει, τέλεον τὸν ὑπὲρ αὐτῆς λόγον ἀπεργαζόμενος· οὕτω γὰρ καὶ τὴν ἀξίαν αὐτῆς καὶ τὴν ἐν τῷ κόσμῳ τάξιν ἡγεμονικὴν οὖσαν θεωρήσομεν, εἰ κατίδοιμεν, ὅπως μὲν τοῖς ἐν αὑτῇ γένεσι συνέχει πάσας τὰς ἐγκοσμίους οὐσίας, ὅπως δὲ τῇ ἑαυτῆς ἁρμονίᾳ συναρμόζει τὸν ὅλον κόσμον, ὅπως δὲ τῷ ἑαυτῆς σχήματι πάντα τὰ εἴδη καὶ τὰ σχήματα περιέχει τὰ κοσμικά, τίνα δὲ τρόπον ταῖς ἐν αὐτῇ δυνάμεσι πάσας μὲν τὰς φυσικὰς δυνάμεις, πάσας δὲ τὰς λογικὰς ἢ τεχνικὰς τελειοῦν δύναται, πῶς δὲ ταῖς οἰκείαις ἐνεργείαις τὰς ἐγκοσμίους ἀνεγείρει ποιήσεις. διὰ τί οὖν οὐκ εἶπε τὴν ψυχὴν μέσην νοῦ καὶ αἰσθήσεως; ὅτι, φήσω, νοῦς καὶ αἴσθησις γνωριστικαί τινές εἰσι δυνάμεις, βούλεται δὲ τὴν ἐν ταῖς οὐσίαις αὐτῆς, ἀλλʼ οὐ τὴν ἐν ταῖς δυνάμεσι παραδοῦναι μεσότητα. διὰ τί δὲ οὐκ εἶπεν αὐτὴν μέσην ἰδέας τε καὶ τῶν εἰδοπεποιημένων; ὅτι μὴ τὸ εἶδος αὐτῆς νῦν προὔκειτο διδάξαι ποῖόν ἐστιν, ἀλλὰ τὴν οὐσίαν· οὐκ ἔστι δὲ ταὐτὸν οὐσίαν λέγειν τινὸς καὶ εἶδος· τὸ γὰρ εἶδος τοιάνδε οὐσίαν παρίστησι. διὰ τί δὲ οὐκ ἔθετο μέσην αὐτὴν τῶν νοητῶν καὶ τῶν αἰσθητῶν ἀριθμῶν; διότι τὴν ἁρμονίαν ἐν τοῖς ἐφεξῆς ἀποδώσει λόγοις, καθʼ ἣν τὴν μεσότητα κατέχει τῶν τε χωριστῶν ἀριθμῶν καὶ τῆς ἁρμονίας τῆς χωριστῆς καὶ τῶν αἰσθητῶν ἀριθμῶν καὶ τῆς ἁρμονίας τῆς ἀχωρίστου τῶν ὑποκειμένων· οὔτε γὰρ ἡ αὐτοαρμονία ἐστὶν ἡ ψυχὴ οὔτε ἡ ἐν τοῖς ἡρμοσμένοις κατὰ τὴν Πλάτωνος διάνοιαν, ἀλλʼ ἡ μὲν αὐτοαρμονία μονοειδής ἐστι καὶ χωριστὴ καὶ ἀφʼ ὅλων ἐξῃρημένη τῶν ὁπωσοῦν ἡρμοσμένων, αὐτὸ τοῦτο μόνον ὃ λέγεται ἁρμονία οὖσα; ἡ δὲ ἐν τοῖς ἡρμοσμένοις ἄλλων ἐστὶ καὶ ἐν ἄλλοις ὑφέστηκε, καὶ πολυειδής ἐστι καὶ ὑπʼ ἄλλων κινεῖσθαι πέφυκε, μέση δὲ ἀμφοῖν ἐστιν ἡ ἁρμονία τῆς ψυχῆς· αὕτη γάρ ἐστι τὸ πρῶτον ἡρμοσμένον, διὸ καὶ ἄλλοις μεταδίδωσι τῆς ἁρμονίας· τὸ γὰρ καὶ ἄλλῳ μεταδιδόναι τινὸς δυνάμενον ἢ αὐτό ἐστι τὸ εἶδος ἢ πρώτως αὐτοῦ μετέσχηκεν. ὑφειμένη οὖν τῆς νοητῆς ἁρμονίας καὶ τῶν ἀριθμῶν ὑφεῖται τῶν νοητῶν, καὶ ὑπερέχουσα τῆς αἰσθητῆς ἁρμονίας ὑπερέχει καὶ τῶν αἰσθητῶν ἀριθμῶν. καὶ εἰ δεῖ περὶ ἑκατέρου τούτων συντόμως εἰπεῖν, τετραχῶς ἑκάτερον αὐτῶν ἐστιν· καὶ γὰρ ἀριθμὸς πρώτιστος μὲν ὁ θεῖος, δεύτερος δὲ ὁ οὐσιώδης, καὶ τρίτος δὲ ὁ ψυχικός, ἔσχατος δὲ ὁ φυσικός, ὃ μὲν ἑνοειδής, ὃ δὲ ἀκίνητος, ὃ δὲ αὐτοκίνητος, ὃ δὲ ἑτεροκίνητος· καὶ ἡ ἁρμονία πρώτη μὲν ἡ ἐν θεοῖς, δευτέρα δὲ ἡ ἐν τοῖς ὄντως οὖσι, τρίτη δὲ ἡ ἐν ταῖς ψυχαῖς, ἐσχάτη δὲ ἡ ἐν τοῖς ἡρμοσμένοις ὑπʼ ἄλλων. εἰ μὲν οὖν τῷ Πλάτωνι νῦν προκείμενον ἦν περὶ τῆς ἁρμονίας εἰπεῖν τῆς ψυχικῆς, εἶπεν ἄν, ὅτι μέση τῆς τε ἀμερίστου καὶ τῆς μεριστῆς ἁρμονίας ἐστίν· ἐπειδὴ δὲ περὶ τῆς οὐσίας κατὰ τὸ παρὸν ὁ λόγος, ταὐτοῦ καὶ θατέρου καὶ οὐσίας τὸ μέσον αὐτὴν κατειληφέναι φησί. δεῖ δὲ κἀκεῖνα θεωρεῖν, ὅτι ὥσπερ ἐπιστροφὴν ἐν τούτοις πεποίηται τῶν προόδων τῆς ψυχικῆς οὐσίας εἰς τὰς ἀρχάς· διττοῦ γὰρ ὄντος τοῦ εἴδους τῶν κράσεων καὶ τοῦ μὲν κατὰ τὴν τῶν ἄκρων ὑφισταμένου μῖξιν, ὡς ἔχομεν ἐπὶ οὐσίας καὶ ταυτότητος καὶ ἑτερότητος, τοῦ δὲ κατὰ τὴν τῶν μέσων αὐτῶν πάλιν συναγωγὴν εἰς ἓν ὅλον, ἐπὶ μὲν τοῦ προτέρου ἤρξατο ἀπὸ τῆς οὐσίας καὶ κατέληξεν εἰς τὸ θάτερον, ἐπὶ δὲ τοῦ δευτέρου ἀνάπαλιν· τὸ γὰρ ἕτερον τῷ ταυτῷ συνήρμοσε πρότερον, εἶθʼ οὕτως ἄμφω τῇ οὐσίᾳ καὶ κατήντησεν εἰς τὴν οὐσίαν, ἀφʼ ἧς ὡρμήθη κατὰ τὴν πρόοδον. πανταχοῦ δὲ αὖ ἔχεται τῶν δύο μετὰ τὸ ἓν ἀρχῶν· καὶ γὰρ ὅτε ἐκ τῶν ἀμερίστων ἐποίει καὶ μεριστῶν τὴν ψυχήν, ἀνὰ λόγον τῷ μὲν πέρατι τὸ ἀμέριστον ἐτίθει, τῷ δὲ ἀπείρῳ τὸ μεριστόν — πλήθους γὰρ αἴτιον τὸ ἄπειρον, ἑνώσεως δὲ τὸ πέρας —, καὶ ὅτε τὸ ἕτερον τῷ ταυτῷ συνήρμοττεν — ἔστι γὰρ τὸ μὲν ἕτερον ὡς ἐν τοῖς γένεσι τοῦ ὄντος τῆς τοῦ ἀπείρου συστοιχίας, τὸ δὲ ταυτὸν τῆς τοῦ πέρατος —, καὶ ὅτε τὰ δύο τῇ οὐσίᾳ ἐμίγνυ — ἡ μὲν γὰρ οὐσία μονοειδής, ταῦτα δὲ δυαδικὰ καὶ ἀντικείμενα ἀλλήλοις· καὶ οὐ πρότερον ἐπαύσατο τὸ πλῆθος συνάγων, πρὶν ἓν ἀπέφηνε τὸ ὅλον· τὸ γὰρ ἓν καὶ αὐτῆς κρεῖττον τῆς οὐσίας καὶ τῶν δυοειδῶν ἀρχῶν. διττῆς δὲ τῆς κράσεως οὔσης, καθάπερ εἴπομεν, τῆς μὲν αὐτῶν τῶν στοιχείων ὑποστατικῆς, τῆς δὲ τοῦ ἐκ τῶν στοιχείων, ἐζήτησεν ὁ Πορφύριος ὀρθῶς, πότερον ἀμφοτέρας ἐν τῷ κρατῆρι ταύτας ἐποιήσατο ἢ τὴν μὲν ἔξω τοῦ κρατῆρος, τὴν δὲ ἐν αὐτῷ, καὶ ἐνέκρινεν, ὅτι τὰ μὲν στοιχεῖα κιρνὰς ἄνευ τοῦ κρατῆρος ἐνήργει, ἐπειδὴ οὐ κατὰ σύνοδον τῶν ἄκρων ἡ γένεσις τῶν μέσων ἐγίνετο οὐδʼ ὅλως ἠδύνατο εἰς ταὐτὸν ἀλλήλοις συνιέναι τὰ ἄκρα, τὸ δὲ ἐκ πάντων τῶν μέσων στοιχείων ἀπεργαζόμενος τῷ κρατῆρι χρῆται, ἐμβαλὼν εἰς αὐτὸν τὰ στοιχεῖα καὶ μίσγων, ἵνα πᾶσα ἐκ πάντων ἡ ψυχὴ γένηται μία καὶ ὁμόχρους ἑαυτῇ καὶ ὁμοιομερής, πάντων τῶν γενῶν διὰ πάντων πεφοιτηκότων, καὶ ἵνα λάβῃ τὸ εἶδος ἡ ψυχὴ καὶ ὅ ἐστιν ἀπὸ τοῦ κρατῆρος· κατὰ γὰρ τὸ ὅλον ἑκάστου τὸ εἶδος. ὥστʼ εἰκότως ψυχοποιὸς ὢν ὁ κρατὴρ ἐν ἑαυτῷ τὴν ὁλότητα ποιεῖ τῆς ψυχῆς· διὸ καὶ ἡ δευτέρα κρᾶσίς ἐστιν ἐν τῷ κρατῆρι μόνον. ἠρέσκετο δὲ ταύτῃ καὶ ὁ διδάσκαλος ἡμῶν τῇ διακρίσει, ἐπεὶ καὶ ὁ Πλάτων ἐν τοῖς περὶ τῶν μερικῶν ψυχῶν λόγοις ἐνδείξεται τοῦτο λέγων· καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατῆρα, ἐν ᾧ τὴν τοῦ παντὸς ψυχὴν κεραννὺς ἔμισγε, τὰ τῶν πρόσθεν ὑπόλοιπα κατεχεῖτο μίσγων. εἰ οὖν καὶ τὴν τοῦ παντὸς ψυχὴν ἐκεῖ μίγνυσθαί φησιν, ἀλλʼ οὐ τὰ στοιχεῖα αὐτῆς, καὶ ἐπὶ τῶν ἡμετέρων τὰ ὑπόλοιπα τῶν πρόσθεν ἐν αὐτῷ κεράννυσθαι, ταῦτα δὲ ἦν τὰ μέσα, δηλονότι τὴν δευτέραν κρᾶσιν ἐν τῷ κρατῆρι γίνεσθαι μαρτυρεῖ, τῆς προτέρας κατὰ τὴν δημιουργικὴν μόνην γινομένης αἰτίαν, τῆς δὲ δευτέρας καὶ κατὰ τὴν ζῳογόνον ψυχὴν ἤδη ποιούσης ἐκ τῶν μέσων γενῶν· καὶ γὰρ ἔδει τὸν δημιουργὸν καὶ πρὸ τοῦ κρατῆρος ἐνεργεῖν καὶ μετὰ τοῦ κρατῆρος, ὥσπερ καὶ μετὰ τὸν κρατῆρα ταῖς δημιουργικαῖς χρώμενον τομαῖς καὶ ταῖς ἄλλαις περὶ τὴν ψυχὴν ἐνεργείαις· μετὰ γὰρ τὴν ὁλότητα τῆς ψυχῆς αἵ τε διαιρέσεις αὐτῷ παραλαμβάνονται αἱ κατʼ ἀριθμοὺς καὶ αἱ συνδέσεις τῶν διῃρημένων κατὰ τοὺς ἁρμονικοὺς λόγους· ἐπεὶ γὰρ καὶ ἕν ἐστιν ἡ ψυχὴ καὶ πλῆθος καὶ ὅλον καὶ μέρη καὶ μονοειδὴς οὐσία καὶ πολυειδής, ἀνάγκη δήπου μετὰ τὴν ἡνωμένην ὕπαρξιν τὴν πεπληθυσμένην αὐτῆς ἀπὸ τῶν αἰτίων πρόοδον θεωρεῖν. πᾶν δὲ πλῆθος τοῦ ἑνὸς ἐξιστάμενον δεῖται τῆς ἁρμονίας, εἰ μέλλοι μὴ ἀσύντακτον εἶναι πρὸς ἑαυτὸ καὶ ἀόριστον. τὰ μὲν οὖν πλήθη τὰ ἐν τῇ ψυχῇ δηλοῦσιν αἱ μοῖραι, διάκρισιν συνεισάγουσαι τῆς μιᾶς οὐσίας, αἱ δὲ συναγωγοὶ τῶν ἁρμονικῶν λόγων δυνάμεις τὰς κατʼ οὐσίαν αὐτῶν συνδέσεις. καὶ εἴ με δεῖ τοὐμὸν φάναι, διὰ τούτων γίνεται δῆλον, ὅπως ἡ οὐσία τῆς ψυχῆς μέση τῆς τε ἀμεροῦς ἐστι καὶ τῆς μεριστῆς· οὔτε γὰρ μία ἐστὶν ὡς ἡ τοῦ νοῦ· μία γὰρ ἐν ἐκείνῳ οὐσία, μία ζωή, μία νόησις, καθόσον εἷς ἐστι νοῦς· οὔτε εἰς ἄπειρον διαιρετή, καθάπερ ἡ τῆς μεριστῆς περὶ τοῖς σώμασιν· ἄλλου γὰρ αὕτη οὖσα συνδιαιρεῖται τοῖς τοῦ ἐν ᾧ ἐστι πλήθεσιν, ἀπειρουμένη καὶ αὐτὴ μετʼ ἐκείνων· ἡ δὲ τῆς ψυχῆς οὐ μία μὲν διὰ τὰ πλήθη τῶν μερῶν, ὡρισμένη δὲ κατʼ ἀριθμόν· ἣν γὰρ ὑπέστησε μίαν μοῖραν ὁ θεός, μίαν δεῖ μένειν ἀδιαίρετον, καὶ τὸ ὅλον πλῆθος τῶν μορίων ἐκ τοιαύτης ἀρξάμενον τὴν ἀπειρίαν ἀναίνεσθαι τῶν διαιρέσεων. ὥστε καὶ μία ἡ οὐσία τῆς ψυχῆς καὶ οὐ μία μέν, ἐν ὅροις δὲ ὑφεστῶσα κατʼ ἀριθμὸν ὡρισμένοις καὶ ἑστῶσιν, ἵνα καὶ ταύτῃ δεικνύηται ἀριθμὸς οὖσα ἡ ψυχή, τὴν οἷον ῥίζαν τῶν ἑαυτῆς μερῶν ἀδιαίρετον ἔχουσα καὶ ὄντως μίαν. εἰ δὲ ταῦτα ἀληθῆ, δῆλον ὅτι ὅσος ἂν ὁ ἀριθμὸς ληφθῇ τῶν μοιρῶν εἰς ταὐτὸν συλλογισθείς, τοσοῦτον ἔσται καὶ τῶν μονάδων τὸ πλῆθος, ἐξ ὧν ἡ ψυχή· καὶ ἔσται ἑκάστη τῶν μονάδων οὔτε μαθηματική — ἀνούσιοι γὰρ αἱ τοιαῦται μονάδες — οὔτε φυσική — ἐν ὑποκειμένοις γὰρ αἱ τοιαῦται μονάδες —, ἀλλὰ οὐσία μὲν αὐτὴ καθʼ ἑαυτὴν οὖσα ἀσώματος, οὖσα δὲ ἐκ τῶν μέσων γενῶν, διʼ ἃ οὐδὲ αὐτὴ ἓν ἁπλῶς, ἀλλὰ μετέχουσά τινος ἑνός, ἔτι δὲ ἀδιαίρετος εἰς ὅμοια καὶ ταύτῃ τοῦ ἐν σώμασιν ἑνὸς διαφέρουσα, ὃ διαιρεῖται εἰς ὅμοια ἐπʼ ἄπειρον. εἰ δὲ μονὰς ἑκάστη τοιαύτη καὶ ὁ σύμπας αὐτῆς ἀριθμὸς ἐκ μονάδων ἔσται τοιούτων οὐσιωδῶν, ὧν ἑκάστη ἀδιαίρετος εἰς ἄλλας μονάδας, καὶ διὰ ταύτας μὲν ἦν πλῆθος, διὰ δὲ τὴν ὁλότητα τὴν ἑαυτῆς μία, περιλαβοῦσα τὸ πλῆθος τούτων ἑνοειδῶς εἴη ἂν ἓν καὶ οὐχ ἓν ἡ ψυχή· ὅλως γὰρ εἰ ἔστιν ἐν αὐτῇ μὴ μόνον τὸ μεριστόν, ἀλλʼ ὁμοῦ καὶ τὸ ἀμέριστον, δεῖ δήπουθεν ἑκάτερον εἶναί πως μένον, τὸ μὲν κατὰ τὸ ἐν αὐτῇ ἑνοειδές, τὸ δὲ κατὰ τὸ πληθυόμενον, καὶ μήτε τὴν διαίρεσιν ἀφανίζειν τὸ ἓν μήτε τὴν ἕνωσιν τὸν μερισμόν, καὶ τοῦτʼ ἦν, ὡς ἔοικεν, ὃ καὶ Ξενοκράτης ἀκούσας τοῦ καθηγεμόνος ᾐνίξατο λέγων κατʼ ἀριθμὸν εἶναι τὴν ψυχὴν οὐσίαν, ἐξ οὐσιῶν μίαν πολλῶν αὐτὴν ὑπάρχειν δηλῶν κατʼ οὐσίαν οὖσαν ἀριθμόν, ὅλην διʼ ὅλης ἑαυτῆς μένουσαν, ἅμα μίαν καὶ διαιρουμένην εἰς πλῆθος μερῶν οὐσιωδῶν. ἐπειδὴ δὲ διαίρεσις ἣ μέν ἐστιν οὐσιώδης τῶν ψυχῶν, ἣ δὲ ἀπὸ τῆς αὐτῶν ζωῆς—λέγονται γὰρ αἱ ἡμέτεραι ψυχαὶ ζῆν ποτε Τιτανικῶς ἑαυτὰς διαιροῦσαι περὶ τοῖς σώμασιν—ἵνα μηδὲν τοιοῦτον ἐπὶ τῆς ὅλης ψυχῆς ἐννοήσωμεν—οὐ γὰρ θέμις τὰ ἐλαττώματα τῶν μεριστῶν ψυχῶν ἐπὶ τὰς θείας ἀναπέμπειν—ὅσας προσῆκε, φησί, τοσαύτας μοίρας αὐτῇ διένειμεν ὁ θεός· καὶ γὰρ τὸ διαιροῦν κατʼ αἰτίαν διαιρεῖ νοερὰν καὶ τὸ διαιρούμενον οὐσιωδῶς διαιρεῖται. πρέπων οὖν καὶ τῷ διαιροῦντι καὶ τῷ διαιρουμένῳ τῆς διαιρέσεως ταύτης ὁ τρόπος, ἀγαθοειδὴς ὢν καὶ τελειωτικὸς τῆς οὐσίας τῶν ψυχῶν, προάγων αὐτὴν εἰς ποικιλίαν νοερὰν καὶ παντελῆ ποιῶν τῷ πάντας ἐν αὐτῇ τοὺς λόγους ἀποτίθεσθαι τῶν ὄντων. εἰ δὴ ταῦτα ὀρθῶς φαμεν, οὐ χρὴ τῆς ἑνώσεως ἀφίστασθαι κατὰ τὴν διαίρεσιν οὐδὲ τὴν ὁλότητα δαπανᾶν εἰς τὴν γένεσιν τῶν μερῶν, ὡς δοκεῖ τοῖς ῥήμασι λέγειν ὁ Τίμαιος εἰπών, ὅτι κατανάλωτο τὸ μιχθὲν εἰς ταῦτα τὰ τμήματα, οὐδὲ οἷον κανόνος τινὸς φαντάζεσθαι κατατομήν· σωματοειδεῖς γὰρ οἱ τρόποι πάντες οὗτοι καὶ ταῖς ἀΰλοις οὐσίαις οὐδὲν διαφέροντες· πᾶν γὰρ τὸ ὑπὸ τοῦ δημιουργοῦ γενόμενον μένειν δεῖ ταὐτόν, εἴπερ ἀεὶ ὡσαύτως ποιεῖ ἀκίνητος ὢν καὶ αἰώνιος ταῖς ἐνεργείαις. δεῖ οὖν καὶ τὸ ὅλον μένειν ὅλον ἀεὶ καὶ τὴν τῶν μοιρῶν γένεσιν μενούσης ἀποτελεῖσθαι τῆς ὁλότητος καὶ μὴ δαπανᾶσθαι ταύτην ἐν τῇ διαιρέσει τῶν μοιρῶν. νοήσωμεν οὖν μίαν ἅμα καὶ πολλὴν τὴν οὐσίαν τῆς ψυχῆς ὅλην τε μένουσαν καὶ μεριζομένην καὶ συνεχῆ τε ὁμοῦ καὶ διῃρημένην, καὶ μήτε τὸ συνεχὲς αὐτῆς διαστατῶς φαντασθῶμεν—ἔστι γὰρ συνέχεια καὶ ἀμεγέθης, ὡς ἡ κατὰ τὸν χρόνον—μήτε τὴν διαίρεσιν κατὰ τοὺς μοναδικοὺς ἀριθμούς· τὸ γὰρ τοιοῦτον ποσὸν ἀσύμβατόν ἐστι πρὸς τὸ συνεχές· ἀλλʼ ὡς προσήκει τοῖς ἀσωμάτοις, εἰς ἓν ταῦτα συναγάγωμεν καὶ τὸ ὅλον μετὰ τῶν μερῶν ἐπὶ τῆς ψυχῆς θεωρήσωμεν. δηλοῖ δὲ καὶ ὁ Πλάτων, ὅτι δεῖ μὴ ἀφίστασθαι τῆς ἑνώσεως ἐν τῇ διαιρέσει διὰ τῶν ἑξῆς.

Ἑκάστην δὲ ἔκ τε ταὐτοῦ καὶ θατέρου καὶ οὐσίας μεμιγμένην. ἤρχετο δὲ διαιρεῖν ὧδε.

`2.167–2.170`

Εἰ γὰρ πάντα ἐν πᾶσίν ἐστι τὰ γένη τὰ ὑποστατικὰ τῆς ψυχῆς καὶ ἔστιν ὁμοιομερὴς ὅλη πρὸς ἑαυτήν, οὐδὲν ἀποστήσειεν ἂν αὐτὴν τῆς συνεχείας καὶ τῆς ἑνώσεως· καὶ γὰρ εἰ ἐπὶ τῶν σωμάτων τὰ ὅμοια συμφύεται ἀλλήλοις ἀμέσως, πόσῳ δὴ μᾶλλον ἐπὶ τῆς ἀσωμάτου φύσεως τὰ οἷον μέρη πάντα ἑνίζεται καὶ τὸ ὅλον τῷ ἑνὶ κεκράτηται, μήτε τῶν μερῶν συγχεομένων διὰ τὴν τοῦ ὅλου θέσιν μήτε τῆς ὁλότητος ἐξισταμένης διὰ τὴν διάκρισιν τῶν μερῶν. λάβοις δʼ ἂν ἐκ τούτων καὶ ὅτι κατὰ πάντα ἑαυτῆς ἡ ψυχὴ τὰ μέρη καὶ ἀμέριστός ἐστι καὶ μεριστή· εἰ γὰρ πᾶσα μοῖρα πάντων μετέχει τῶν μέσων γενῶν, οὐδὲν ἔστιν αὐτῆς λαβεῖν, ὃ μὴ ὑφέστηκεν ἐκ τούτων. εἰς ταῦτα δὲ βλέποντες οἱ παλαιοὶ κἀκεῖνα συλλογίζονται πολλαχοῦ περὶ αὐτῆς, ὅτι πᾶσα καὶ ὄν ἐστι καὶ ζωὴ καὶ νοῦς, καί, ὅπερ ἂν λάβῃς τῶν τριῶν, καὶ τὰ λοιπὰ συνάγεις, ἐπειδὴ πάντα ἐν αὐτῇ διὰ πάντων φοιτᾷ, καὶ ἡ πᾶσα μία ἐστί, καὶ τὸ ἓν αὐτῆς παντελές ἐστι καὶ τὸ μέρος ὁμόχρουν τῷ ὅλῳ ἐπʼ αὐτῆς. εἰ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς πολλῶν ὄντων οὐσία τίς ἐστιν, εἰ τὰ μέρη τοσάδε ἐστί, καὶ ἡ οὐσία αὐτῆς τοσαυταχῶς, ἰσάριθμος τοῖς μέρεσι, καὶ ἡ ταυτότης καὶ ἡ ἑτερότης, ἡ μὲν ἐν τῷ νῷ μία ἑκάστη — διὸ ἀμερὴς ἦν· οὐ γάρ ἐστι τοῦ νοῦ τὸ μὲν ἄλλο μέρος, τὸ δὲ ἄλλο —, τῆς δὲ ψυχῆς  <span class="gap">…</span> μεμέρισται γὰρ αὕτη κατʼ ἀριθμὸν οὐσιώδη καὶ ἥρμοσται αὐτῆς τὰ μέρη πρὸς ἄλληλα, μίαν ἐκ πολλῶν ποιοῦντα καὶ ὅλον ἐκ μερῶν αὐτήν. καὶ μὴν κἀκεῖνα θεωρεῖν ἄξιον, ὅτι κατὰ μὲν τὴν τῶν στοιχείων ἀπογέννησιν ἐκ τῆς οὐσίας ἤρχετο, καθάπερ εἴπομεν, κατὰ δὲ τὴν τοῦ ὅλου σύστασιν ἀπὸ τῆς ἑτερότητος, τὴν θατέρου φύσιν δύσμικτον οὖσαν εἰς ταὐτὸ συναρμόττων βίᾳ καὶ ἄμφω μιγνὺς μετὰ τῆς οὐσίας, κατὰ δὲ τὴν εἰς τοὺς ἁρμονικοὺς λόγους τοῦ ὅλου διαίρεσιν ἀπὸ τῆς ταυτότητος· ἑκάστην γάρ, φησί, μοῖραν διεῖλεν ἐκ ταὐτοῦ καὶ θατέρου καὶ οὐσίας μεμιγμένην· οἰκεία γὰρ τῇ μὲν γενέσει τῶν ἁπλῶν ἡ ἀπὸ τῆς οὐσίας ἀρχὴ πάντως — ἁπλουστέρα γὰρ ἡ οὐσία τῶν ἄλλων —, τῇ δὲ συστάσει τοῦ ὅλου ἡ ἀπὸ τῆς ἑτερότητος — ἀπὸ γὰρ τῶν καταδεεστέρων τοῦ ὅλου τοῦ ἐκ τῶν μερῶν ἡ γένεσις ἄρχεται —, τῇ δὲ τῆς ἁρμονίας ὑποστάσει ἡ ἀπὸ τῆς ταυτότητος — βούλεται γὰρ εἰς ταυτότητα καὶ κοινωνίαν τῶν διῃρημένων αὕτη τελευτᾶν, καὶ ὅλως ἡ ἁρμονία ταυτοποιὸς εἶναι τῶν ἡρμοσμένων ἐθέλει. Τούτων δὲ ἡμῖν διηρθρωμένων κατὰ δύναμιν ἀνάγκη προλαβεῖν ὅσα χρὴ πρόχειρα εἶναι τοῖς τῶν ἀριθμῶν συνήσειν μέλλουσι καὶ τῶν περὶ τῆς ἁρμονίας τῆς ψυχικῆς λόγων, εἰ μὴ μέλλοιμεν κατὰ κενῆς ποιήσεσθαι τὴν τῶν ἑπομένων ἐξήγησιν. δεῖ δὴ προειληφέναι τῶν μελλόντων ῥηθήσεσθαι λόγων τὰ ἐν ταῖς ἁρμονικαῖς πραγματείαις εἰωθότα λέγεσθαι, τί φθόγγος, τί διάστημα, τί σύστημα, καὶ ὅτι τὰς ἐν τῇ ἁρμονίᾳ συμφωνίας οὐκ ἀλλαχόθεν ἢ ἐκ τῶν ἀριθμῶν ἐλάμβανον οἱ Πυθαγόρειοι, καὶ ἐκ τούτων οὐ πάντων, ἀλλʼ ἐκ τῶν πολλαπλασίων καὶ τῶν ἐπιμορίων, τὸ μὲν διὰ τεσσάρων ἐν ἐπιτρίτῳ λέγοντες εἶναι, τὸ δὲ διὰ πέντε ἐν ἡμιολίῳ, τὸ δὲ διὰ πασῶν ἐν διπλασίῳ, καὶ τὸ μὲν διὰ πασῶν ἅμα καὶ διὰ πέντε ἐν τριπλασίῳ, τὸ δὲ δὶς διὰ πασῶν ἐν τετραπλασίῳ· τὸ γὰρ διὰ πασῶν ἅμα καὶ διὰ τεττάρων οὐκ ἔδοξεν αὐτοῖς εἶναι σύμφωνον, ὅτι ἐν πολλαπλασιεπιμερεῖ λόγῳ συνίσταται τῷ τοῦ ὀκτὼ πρὸς τὸν τρία· μέσος γὰρ αὐτῶν ὁ ἕξ, ποιῶν πρὸς μὲν τὸν ἐλάσσονα τὸν διπλάσιον λόγον, πρὸς δὲ τὸν μείζονα τὸν ὑπεπίτριτον. ταῦτά τε οὖν προληπτέα καὶ ὅτι ἐπόγδοός ἐστιν ὁ τονιαῖος λόγος, καὶ ὅτι τὸ μὲν ἐπίτριτον ἐκ δύο τόνων ἐστὶ καὶ λείμματος, τὸ δὲ ἡμιόλιον ἐκ τριῶν τόνων καὶ λείμματος. τίς δὲ ὁ τοῦ λείμματος λόγος, ὕστερον μαθησόμεθα. καὶ μὴν καὶ ὅτι τρία τὰ γένη τῶν ἁρμονιῶν ἐστι, διάτονον, ἐναρμόνιον, χρωματικόν, καὶ ὅτι τὸ μὲν διάτονόν ἐστιν ἐξ ἡμιτονίου—τοῦτο δέ ἐστι τὸ λεγόμενον ἡμιτόνιον οὐ κυρίως ἡμιτόνιον, ἀλλὰ λεῖμμα—καὶ τόνου καὶ ἑτέρου τόνου, τὸ δὲ ἐναρμόνιον ἐκ διέσεως καὶ ἑτέρας διέσεως καὶ διτόνου, τὸ δὲ χρωματικὸν ἐξ ἡμιτονίου καὶ ἡμιτονίου καὶ τριημιτονίου. ἔστι δὲ ἡ δίεσις τὸ οἷον τέταρτον τοῦ τόνου, οὐκ ὂν κατʼ ἀλήθειαν τέταρτον, ὥσπερ οὐδὲ τὸ λεῖμμα ἡμιτόνιον ἀκριβῶς. ἀποδείξομεν δὲ ταῦτα διὰ τῶν ἑπομένων. τριῶν δὲ ὄντων τῶν γενῶν, ὧν ἕκαστόν ἐστι ποιὰ τετραχόρδου διαίρεσις, ὁ Πλάτων φαίνεται τῷ διατόνῳ μόνῳ χρώμενος· ἀξιοῖ γὰρ τοὺς ἐπιτρίτους λόγους εἰς ἐπογδόους καὶ λεῖμμα διαιρεῖν, ἀλλʼ οὐχὶ εἰς διέσεις ἐναρμονίους οὐδὲ εἰς δίτονον ἢ τριημιτόνιον· προσέθηκε δὲ τὸ ἐναρμονίους, ἐπειδὴ καὶ τὸ ἡμιτόνιον τῶν παλαιῶν τινες δίεσιν ἐκάλουν. καὶ ἔοικεν ὁ Πλάτων τοῦτο παραλαβεῖν τὸ γένος, λέγω δὴ τὸ διατονικόν, ὡς ἁδρότερον καὶ ἁπλούστερον καὶ γενναιότερον τῶν ἄλλων, καίτοι δοκεῖ τὸ ἐναρμόνιον εἶναι παιδευτικὸν μᾶλλον. καὶ εἴ με δεῖ τὴν ἐμὴν λέγειν μαντείαν, τὸ μὲν ἐναρμόνιον γένος τῆς περὶ τοῖς σώμασι μεριστῆς γιγνομένης πάσης ζωῆς ἐστι συστατικόν, ὡς τὸ διατονικὸν τῆς λογικῆς, διὸ καὶ παιδευτικόν ἐστιν ἐκείνης· τὸ δὲ χρωματικὸν τῆς σωματικῆς αὐτῆς λοιπὸν ἰδέας, διὸ καὶ ἔκλυτόν ἐστι καὶ ἀγενές. τὸ δʼ οὖν ἁρμονικὸν εἰκότως ἐστὶ παιδευτικόν, ὃ δὴ διὰ ταῦτα καὶ ὁ Σωκράτης ἐν Πολιτείᾳ διαφερούσης μνήμης ἠξίωσεν ἐν τοῖς περὶ τῶν ἁρμονιῶν λόγοις, ὡς ἐπεστήσαμεν. καὶ ὁ Τίμαιος εἰδὼς καὶ ἀκούσας ἐκεῖνα τῇ προτεραίᾳ τοῦ Σωκράτους λέγοντος ὅμως αὐτὸς τῇ οὐσίᾳ τῆς ψυχῆς τὴν σύστασιν διὰ τοῦ διατονικοῦ δέδωκε γένους, ἀλλʼ οὐχὶ τοῦ ἁρμονικοῦ παιδευτικοῦ ὄντος, ὡς εἴπομεν· καὶ γὰρ τοὺς τούτων ἡγεμόνας διὰ ταύτην τὴν αἰτίαν τῶν μαθημάτων ἁρμονικοὺς ἐκάλουν. φησὶ γοῦν ὁ Ἀριστόξενος ἐν τῷ πρώτῳ τῆς Ἁρμονικῆς Στοιχειώσεως· τοὺς ἔμπροσθεν ἡμμένους τῆς ἁρμονικῆς πραγματείας συμβέβηκεν ὡς ἀληθῶς ἁρμονικοὺς εἶναι· αὐτῆς γὰρ τῆς ἁρμονίας ἥπτοντο, τῶν δὲ ἄλλων γενῶν οὐδεμίαν πώποτε ἔννοιαν ἔσχον. ἐν οἷς καὶ λέγει τι θαυμαστὸν ὁ Ἀριστόξενος, ὅτι τὸ διατονικὸν διάγραμμα οὐκ ᾔδεσαν οἱ παλαιοί· γράφει γὰρ οὕτως σημεῖον δέ· τὸ μὲν γὰρ διάγραμμα αὐτῶν τῶν ἐναρμονίων μόνον ἔκκειται συστημάτων, διάτονον δὲ ἢ χρωματικὸν οὐδεὶς πώποτε ἑώρακε. πῶς οὖν ταῦτα λέγει καίτοι καὶ τοῦ Πλάτωνος κατὰ τὸ διατονικὸν γένος ἐκθεμένου τὸ διάγραμμα καὶ τῶν ἀμφὶ τὸν Τίμαιον, θαυμάσαι ἄξιον· εἰ μὴ ἄρα τὸ τοῦ Ἀδράστου ἀληθὲς ὃ εἰς αὐτὸν ἀπέρριψεν, ὅτι οὐ πάνυ τὸ ἦθος ἁνὴρ ἐκεῖνος μουσικός, ἀλλʼ ὅπως ἂν δόξῃ τι καινὸν λέγειν πεφροντικώς. ὁ δʼ οὖν Πλάτων ἐν τῷ διατόνῳ γένει ποιεῖται τὴν τῶν τετραχόρδων διαίρεσιν καὶ πρόεισιν οὐκ ἄχρι τοῦ διὰ πασῶν μόνον, ἀλλʼ ἕως τοῦ τετράκις διὰ πασῶν καὶ διὰ πέντε, προσθεὶς καὶ τόνον· ἢ ὡς Σευῆρος πεποίηκεν, οὐκ ἄνευ μὲν τοῦ τόνου ποιῶν οὐδὲ οὗτος, εἰς δὲ τὸ λεῖμμα λήγων, ἀλλʼ οὐ τὸν τόνον. εἰ δέ τις ἀποροίη, πῶς ὁ Πλάτων τὸ διάγραμμα προήγαγε πρὸς τοσοῦτον μέγεθος, φησὶν ὁ Ἄδραστος—Ἀριστόξενος μὲν γὰρ ἐπὶ τὸ διὰ πασῶν καὶ διὰ τεσσάρων τὸ τοῦ κατʼ αὐτὸν πολυτρόπου διαγράμματος πεποίηται μέγεθος· παραδέχεται γὰρ ἐκεῖνος καὶ ταύτην τὴν συμφωνίαν, ὦτα τοῦ νοῦ προστησάμενος. οἱ δὲ νεώτεροι τὸ πεντεκαιδεκάτροπον προήγαγον ἐπὶ τὸ δὶς διὰ πασῶν καὶ τὸν τόνον—ῥητέον, ὡς ἐκεῖνοι μὲν πρὸς τὴν ἡμετέραν χρῆσιν ἀφορῶντες οὕτως ἐποίουν, ὑπολαμβάνοντες μὴ πλεῖόν τι τούτων δύνασθαι μήτε τοὺς ἀγωνιζομένους φθέγγεσθαι μήτε τοὺς ἀκούοντας εὐγνώστως κρίνειν, Πλάτων δὲ πρὸς τὴν φύσιν ὁρῶν τὴν ψυχὴν ἐκ πάντων τούτων συνέστησεν, ἵνα προΐῃ μέχρι τῶν στερεῶν ἀριθμῶν, ἅτε σωμάτων ἐσομένη προστάτις· ἕπεται γὰρ τοῖς ἑπτὰ ὅροις ἐξ ἀνάγκης ἡ μέχρι τοῦ τετράκις διὰ πασῶν καὶ διὰ πέντε πρόοδος· δηλοῖ δὲ ὁ μέγιστος τῶν ὅρων, ὁ ἑπτὰ καὶ εἰκοσαπλάσιος ὤν. καὶ ταῦτα μὲν εἰρήσθω πρὸς τὴν ἀπορίαν.

`2.171–2.174`

Ὡς δὲ συνελόντι φάναι, τρία ταῦτά ἐστιν, εἰς ἃ τέμνεται τὸ περὶ τῆς ἁρμονίας κεφάλαιον· ἓν μὲν ἡ τῶν ἑπτὰ μοιρῶν ἔκθεσις, δεύτερον δὲ ἡ τῶν δύο μεσοτήτων παρεμβολή, τρίτον δὲ ἡ κατατομὴ τῶν ἐπιτρίτων καὶ τῶν ἡμιολίων εἰς τοὺς ἐπογδόους καὶ τὰ λείμματα. διὸ καὶ εἰώθασί τινες τρία τρίγωνα ποιεῖν καὶ ἐφʼ ἑνὸς μὲν γράφειν τοῦ ἐλαχίστου τὰς ἑπτὰ μοίρας, κορυφὴν ποιοῦντες τὴν μίαν μοῖραν, κατασχίζοντες δὲ τὰς ἓξ περὶ ταύτην καὶ ἐπὶ μὲν τῆς ἑτέρας πλευρᾶς γράφοντες τὸν διπλάσιον ὅλον στίχον, ἐπὶ δὲ τῆς ἑτέρας τὸν τριπλάσιον· ἐπὶ δὲ ἄλλου τριγώνου μείζονος καὶ τοῦτο περιέχοντος αὐξήσαντες τοὺς ἀριθμοὺς παρεμβάλλειν τὰς δύο μεσότητας πάλιν ὁμοίως, χωρὶς μὲν τοὺς διπλασίους, χωρὶς δὲ τοὺς τριπλασίους τάξαντες, ἐπὶ δὲ τῆς κορυφῆς τὴν μίαν μοῖραν· ἐπὶ δὲ τρίτου τριγώνου καὶ ἀμφότερα ταῦτα περιλαμβάνοντος ὅλον καταγράφειν τὸ διάγραμμα τὸν αὐτὸν τρόπον. καὶ οὕτως ὁ Ἄδραστος πεποίηκεν. ἄλλοι δὲ τὴν μὲν λαβδοειδῆ παρῃτήσαντο καταγραφήν, ἑξῆς δὲ ὡς ἐπὶ τῆς τοῦ κανόνος κατατομῆς τάττουσι τοὺς ἀριθμοὺς κατὰ τὰ τρία κεφάλαια, πρώτους καὶ δευτέρους καὶ τρίτους λαμβάνοντες, ὥσπερ δὴ καὶ ἡμεῖς ποιήσομεν. οὕτω δὲ καὶ ὁ Πορφύριος καὶ ὁ Σευῆρος ἀξιοῦσι. ταῦτα προειλήφθω τῶν ῥηθησομένων, καὶ ὅτι τριχῇ διεῖλε πᾶν τοῦτο τὸ κεφάλαιον, ἓν μὲν ταξάμενος μέρος πρῶτον τὸ περὶ τῶν ἑπτὰ μοιρῶν, ἐν αἷς τὰ τρία διπλάσια διαστήματα καὶ τὰ τρία τριπλάσια κατὰ τὴν γεωμετρικὴν μεσότητα, δεύτερον τὸ περὶ τῆς τῶν ἄλλων δύο μεσοτήτων, ἁρμονικῆς καὶ ἀριθμητικῆς, εἰς ἕκαστον διάστημα τῶν διπλασίων καὶ τριπλασίων ἐμβολῆς, τρίτον τὸ περὶ τῆς κατατομῆς τῶν ἐπιτρίτων καὶ ἡμιολίων εἰς τοὺς ἐπογδόους καὶ τὰ λείμματα, καὶ μέχρι τούτων ἀποπερατώσας τὸν περὶ τῶν μοιρῶν τῆς ψυχῆς λόγον. Δεῖ δὲ καὶ ὅσα περὶ τῶν τριῶν μεσοτήτων λέγεται πρόχειρα ἔχειν, καὶ τίνες αἱ διαφοραὶ αὐτῶν, καὶ τίνες αἱ μέθοδοι, διʼ ὧν εὑρίσκονται. ἔστι μὲν οὖν ἀριθμητικὴ μεσότης, ἐφʼ ἧς ὁ μέσος ἴσῳ κατὰ τὸ ποσὸν ὑπερέχει καὶ ὑπερέχεται, ὡς ἐπὶ πάντων τῶν ἑξῆς ἀριθμῶν, ὡς καὶ ὁ Τίμαιος αὐτὸς ὡρίσατο ταῦτα· ἁρμονικὴ δέ, ἐφʼ ἧς ὁ μέσος τῷ αὐτῷ μέρει τοῦ μείζονος ὑπερέχεται παρὰ τοῦ μείζονος, ᾧ τοῦ ἐλάττονος αὐτὸς ὑπερέχει τοῦ ἐλάττονος, ὡς ἐπὶ τῶν ϛ, δ, γ ὁ δ τῷ τρίτῳ τοῦ μείζονος ὑπʼ αὐτοῦ ὑπερεχόμενος τῷ τρίτῳ τοῦ ἐλάσσονος αὐτοῦ ὑπερέχει τοῦ ἐλάττονος· γεωμετρικὴ δέ, ἐφʼ ἧς ὁ αὐτὸς λόγος τοῦ μείζονος πρὸς τὸν μέσον, ὃς τοῦ μέσου πρὸς τὸν ἐλάσσονα. μέθοδοι δὲ τῆς εὑρέσεως αὐτῶν ἑξῆς ἡμῖν λεγέσθωσαν. προκείσθω γὰρ δύο τινῶν δοθέντων ὅρων εὑρεῖν ἁρμονικὴν καὶ ἀριθμητικὴν μεσότητα, καὶ ἔστωσαν διπλάσιον οἱ ὅροι λόγον ἔχοντες, οἷον οἱ ιβ καὶ ϛ. λαμβάνω οὖν τὴν ὑπεροχὴν τοῦ μείζονος παρὰ τὸν ἐλάσσονα· ἔστι δὲ αὕτη δῆλον ὡς ϛ· καὶ δίχα μερίσας τὸ ἥμισυ προστίθημι τῷ ἐλάσσονι καὶ ποιῶ τὸν μέσον. ἔστι γοῦν τῶν ιβ καὶ ϛ ὁ θ μέσος κατὰ τὴν ἀριθμητικήν· ἐν τριάδι γὰρ ἡ ὑπεροχὴ καὶ τοῦ μείζονος παρὰ τὸν μέσον καὶ τοῦ μέσου παρὰ τὸν ἐλάχιστον. πάλιν λαβὼν τῶν ἄκρων τὴν διαφορὰν ποιῶ ἐπὶ τὸν ἐλάσσονα· γίνεται ὁ λϛ· καὶ τοῦτον παρὰ τὸν ιη μερίζων, τὸν ἐκ τῶν ἄκρων συγκείμενον, γίνεται τὸ πλάτος τῆς παραβολῆς δυάς. ταύτην προστίθημι τῷ ϛ καὶ ἔχω τὸν μέσον κατὰ τὴν ἁρμονικὴν τὸν ὀκτώ· ᾧ γὰρ μέρει τοῦ μείζονος ὑπερέχεται ὑπʼ αὐτοῦ, τούτῳ τῷ μέρει τοῦ ἐλάσσονος ὑπερέχει τοῦ ἐλάσσονος· τρίτῳ γὰρ τοῦ ιβ ὑπερέχεται καὶ τρίτῳ τοῦ ϛ ὑπερέχει. πάλιν ἔστω τὸ διάστημα τριπλάσιον, οἷον ὁ ιη καὶ ϛ. τούτους συνθεὶς ποιῶ τὸν κδ, οὗ τὸ ἥμισυ λαβὼν ἔχω τὸν μέσον τὸν ιβ κατὰ τὴν ἀριθμητικήν. πάλιν λαβὼν τὴν ὑπεροχὴν τῶν ιη καὶ ϛ τὸν ιβ ποιῶ ἐπὶ τὸν ἐλάσσονα ὅρον τὸν ϛ· γίνεται ὁ οβ. τοῦτον μερίζω παρὰ τὸν κδ, τὸν ἐκ τῶν ἄκρων συντεθέντα· γίνεται δὴ τὸ πλάτος τῆς παραβολῆς τριάς. ταύτην τῷ ϛ προστίθημι καὶ ἔχω τὸν θ μεσότητα ἁρμονικήν, ταὐτῷ μέρει τῶν ἄκρων ὑπερέχουσάν τε καὶ ὑπερεχομένην. οὕτω δὲ καὶ εἰ μονὰς εἴη καὶ δυάς, συνθεὶς μὲν καὶ λαβὼν τὸν ἥμισυν τοῦ ἐξ ἀμφοῖν τὸ α καὶ ἥμισυ μέσον ὅρον ἔχω τῆς ἀριθμητικῆς μεσότητος, λαβὼν δὲ τὴν ὑπεροχὴν τοῦ μείζονος τὴν μονάδα καὶ ἐπὶ τὸν ἐλάσσονα ποιήσας, τὴν μονάδα ἐπὶ τὴν μονάδα, ἔχω τὸν ἐξ ἀμφοῖν ἕνα, τοῦτον δὲ παραβαλὼν παρὰ τὸν ἐκ τῶν ἄκρων τὸν γ ἔχω τὸ πλάτος τρίτου τινός, ἵνα ὁ γ ἐπὶ τοῦτον ποιήσῃ τὸ παραβληθὲν ἓν ὅλον. τοῦτο οὖν τὸ τρίτον τῷ ἑνὶ προσθεὶς ἔχω τὸν μέσον τῆς ἁρμονικῆς μεσότητος, ὡς καὶ ἐπὶ τῶν ἔμπροσθεν. ταύταις δὴ χρώμενοι ταῖς μεθόδοις τὰ διπλάσια πάντα καὶ τριπλάσια διαστήματα συμπληρώσομεν ἐμμεθόδως ταῖς τε ἀριθμητικαῖς καὶ ταῖς ἁρμονικαῖς μεσότησιν, ἃς δὴ παραλήψεται ὁ Τίμαιος ἐν τῇ γεωμετρικῇ μεσότητι καὶ παραλαβὼν ἐπαυξήσει ταῖς τῶν ἄλλων μεσοτήτων ἐμβολαῖς. Ὅλως δὲ ἐπειδὴ τῶν τριῶν μνημονεύει μεσοτήτων, ὧν περιληπτικὴν εἶναι τὴν γεωμετρικήν, προσκείσθω τοῖς εἰρημένοις θεώρημα τοιοῦτον· ἐὰν ᾖ διεχὴς ἀναλογία καὶ τῶν μέσων ἅτερος ποιῇ τὴν ἀριθμητικήν, ὁ λοιπὸς ποιήσει τὴν ἁρμονικὴν μεσότητα, καὶ ἀνάπαλιν· ἔστωσαν γὰρ ὅροι τέσσαρες ὡς ὁ Α πρὸς Β ὁ Γ πρὸς Δ, καὶ ἀριθμητικὴ μεσότης ὁ Β· λέγω, ὅτι ἁρμονικὴ ὁ Γ· ἐπεὶ γὰρ τὸ ὑπὸ τῶν ΑΔ ἴσον τῷ ὑπὸ ΒΓ, ὁ δὲ Β ἀριθμητικὴ μεσότης, καὶ τὸ ὑπὸ συναμφοτέρου τοῦ ΑΔ καὶ Γ διπλάσιον τοῦ ὑπὸ ΒΓ, διότι διπλάσιος ὁ συναμφότερος ΑΔ τοῦ Β ὡς ἐν ἀριθμητικῇ μεσότητι· τὸ ἄρα ὑπὸ συναμφοτέρου τοῦ ΑΔ καὶ Γ διπλάσιον τοῦ ὑπὸ ΑΔ. ἦν δὲ τοῦτο ἁρμονικῆς ἴδιον, τὸ ὑπὸ τῶν ἄκρων καὶ μέσου διπλάσιον εἶναι τοῦ ὑπὸ τῶν ἄκρων. πάλιν ἔστω ἁρμονικὴ μεσότης ὁ Γ· λέγω, ὅτι ἀριθμητικὴ ὁ Β· ἐπεὶ γὰρ τὸ ὑπὸ τῶν ΑΔ καὶ Γ διπλάσιον τοῦ ὑπὸ ΑΔ, τὸ δὲ ὑπὸ ΑΔ ἴσον τῷ ὑπὸ ΓΒ· τὸ ἄρα ὑπὸ συναμφοτέρου τοῦ ΑΔ καὶ Γ διπλάσιον τοῦ ὑπὸ ΒΓ, διπλάσιος ἄρα ὁ συναμφότερος ΑΔ τοῦ Β. τοῦτο δʼ ἦν ἀριθμητικὴ μεσότης, ὅταν οἱ ἄκροι διπλάσιοι ὦσι τοῦ μέσου. πάλιν ἔστω τῶν τεττάρων ὅρων μέσος μὲν Β ἀριθμητικὴ μεσότης, ὁ δὲ Γ ἁρμονική· λέγω, ὅτι ἔστιν ὡς ὁ Α πρὸς Β, ὁ Γ πρὸς Δ· ἐπειδὴ γὰρ ὁ ὑπὸ συναμφοτέρου τοῦ ΑΔ καὶ τοῦ Γ διπλάσιος τοῦ ὑπὸ ΑΔ διὰ τὴν ἁρμονικήν, ὁ δὲ ὑπὸ συναμφοτέρου τοῦ ΑΔ διπλάσιος τοῦ ὑπὸ ΒΓ διὰ τὴν ἀριθμητικήν, ὁ ἄρα ὑπὸ ΑΔ ἴσος τῷ ὑπὸ ΒΓ. ἔστιν ἄρα ὡς ὁ Α πρὸς Β, οὕτως ὁ Γ πρὸς Δ· τοῦτο δʼ ἦν γεωμετρικῆς ἴδιον. αἱ ἄρα δύο μεσότητες περιέχονται ὑπὸ τῆς γεωμετρικῆς καὶ ἀντιστρέφουσιν ἀλλήλαις. ἀλλʼ ἐπεὶ καὶ ταῦτα προείρηται, ἐπὶ τὸ προκείμενον χωρῶμεν.

Μίαν ἀφεῖλε τὸ πρῶτον ἀπὸ παντὸς μοῖραν. μετὰ δὲ ταύτην ἀφῄρει διπλασίαν ταύτης, τὴν δὲ αὖ τρίτην ἡμιολίαν μὲν τῆς δευτέρας, τριπλασίαν δὲ τῆς πρώτης.

`2.175–2.183`

Τὴν μαθηματικὴν θεωρίαν οὔτε παντάπασιν ἀτιμαστέον οὔτε μόνην αὐτὴν καθʼ ἑαυτὴν ζηλωτέον· τὸ μὲν γὰρ οὐ δείκνυσιν ἡμῖν, ὥσπερ ὁ Πλάτων βούλεται, τὰ πράγματα ἐν ταῖς εἰκόσι, τὸ δὲ ἀνερμάτιστον ποιεῖ τὴν ὅλην ἐξήγησιν· δεῖ γὰρ ὡς ἐπʼ ἀσφαλοῦς πείσματος ὁρμεῖν τῆς τῶν πραγμάτων περὶ ὧν ὁ λόγος ἐστὶν οὐσίας. ἐν μέσῳ τοίνυν, ὥσπερ εἴπομεν καὶ πρότερον, καταστήσαντες τὸν λόγον μαθηματικῶς μὲν πρῶτον, οἰκείως δὲ τοῖς ὑποκειμένοις μετὰ ταῦτα τὴν προκειμένην ἐξηγησώμεθα κατατομήν. οἱ μὲν οὖν Πυθαγόρειοι μέγα φρονοῦσιν, ὡς τὴν τοῦ κανόνος κατατομὴν ἀνηυρηκότες· ὁ δέ γε Πλάτων ψυχῆς κατατομὴν ἐν τούτοις παραδίδωσι, τὰς αἰτίας τὰς οὐσιώδεις καὶ τοὺς λόγους τοὺς γεννητικοὺς τῶν μαθηματικῶν θεωρημάτων ἀναπτύσσων. φέρʼ οὖν, μαθηματικῶς, ὅπερ εἴρηται, πρῶτον γυμνάσωμεν τὴν τῶν ἀκουόντων διάνοιαν, συναιροῦντες τὰ παρὰ πολλοῖς εἰρημένα καὶ τῶν μὲν ἀντιλογιῶν ἀπεχόμενοι, καθʼ αὑτὸ δὲ τὸ ἀληθὲς ἐξετάζοντες. ἔσται δὲ ἡμῖν ὁ λόγος ὡς συλλήβδην εἰπεῖν περὶ πέντε τούτων· περὶ τῶν τοῦ πολλαπλασίου λόγων, περὶ τῶν μεσοτήτων τῶν μεταξὺ τούτων, περὶ τῶν ἐπιτρίτων καὶ ἡμιολίων τῶν ἐν ταῖς μεσότησιν ἀναφαινομένων, περὶ ἐπογδόων τῶν τὰ διαστήματα ταῦτα συμπληρούντων, περὶ τοῦ λείμματος· καὶ γὰρ δεῖ τὸ διάγραμμα πάντων τούτων εἶναι περιληπτικὸν καὶ καταπεπυκνῶσθαι πᾶσι τούτοις τοῖς λόγοις. ἵνα οὖν ἐν τάξει προΐωμεν, λάβωμεν πρῶτον ἐν τοῖς ἀπὸ μονάδος ἀριθμοῖς τοὺς λεγομένους πρώτους ὑπὸ τοῦ Πλάτωνος λόγους. ἐκκείσθω δὴ οὖν μονάς, καὶ ταύτης διπλασία δυάς, εἶτα τριὰς ἡμιολία μὲν τῆς δυάδος, τριπλασία δὲ τῆς μονάδος, εἶτα τετρὰς διπλασία τῆς δυάδος, εἶτα ἐννεὰς τριπλασία τῆς τριάδος, εἶτα ὀγδοὰς ὀκταπλασία τῆς μονάδος, ἐπὶ πᾶσι δὲ ἑβδόμη μοῖρα ἑπτακαιεικοσαπλασία τῆς μονάδος. τούτους δὴ τοὺς ἀριθμούς, ὡς εἴπομεν, οἳ μὲν λαβδοειδῶς ἐκτίθενται, τὴν μονάδα κορυφὴν ποιήσαντες καὶ ὡδὶ μὲν τοὺς διπλασίους τάττοντες, ὡδὶ δὲ τοὺς τριπλασίους· οἳ δὲ ἐν ἑνὶ στίχῳ, τῷ Πλάτωνι μᾶλλον κατακολουθοῦντες· οὐ γὰρ χωρὶς μὲν εἶπε τοὺς διπλασίους, χωρὶς δὲ τοὺς τριπλασίους, ἀλλʼ ἐναλλὰξ μίξας αὐτοὺς ἀλλήλοις ὡς κατʼ εὐθεῖαν προϊών. ἀλλʼ εἰ μὲν ἄχρι τούτων ἔστη τὰ τοῦ Πλάτωνος, ἔδει μηδὲν περιεργάζεσθαι πλέον· ἐπειδὴ δὲ αὐτὸς ἡμῖν παρακελεύεται τὰ διπλάσια καὶ τριπλάσια διαστήματα ταῖς τε ἁρμονικαῖς καὶ ἀριθμητικαῖς μεσότησι συνδεῖν, μονάδος δὲ οὐκ ἔστι καὶ δυάδος μεταξὺ ταύτας τὰς μεσότητας εὑρεῖν, ληπτέον τινὰ πρῶτον ἀριθμόν, ὃς ἐλάχιστος ὢν ἕξει καὶ ἥμισυ καὶ τρίτον· διπλάσιον γὰρ πᾶς ἀριθμὸς ἔχειν δύναται. καὶ τοῦτο οὖν ζητητέον. εἰλήφθω οὖν ὁ ϛ, καὶ τούτου διπλάσιος ὁ ιβ, τὸν αὐτὸν ἔχοντες λόγον, ὃν πρὸς δυάδα μονάς. τούτων δὴ τῶν ἑξαπλασίων μονάδος καὶ δυάδος μέσοι παρεντεθέντες ὅ τε η καὶ θ τὰς εἰρημένας μεσότητας ἀποδώσουσιν· ὁ μὲν γὰρ η ταὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχει τε καὶ ὑπερέχεται, ὁ δὲ θ ἴσῳ μὲν κατʼ ἀριθμὸν ὑπερέχει, ἴσῳ δὲ ὑπερέχεται. ἑξάκις ἄρα τὴν μονάδα καὶ δυάδα ποιήσαντες εὕρομεν ἀριθμοὺς τὰς εἰρημένας ἐπιδεχομένους μεσότητας. ὁμοίως δὴ καὶ τοὺς λοιποὺς τῶν ἐν τῷ προειρημένῳ στίχῳ τῶν διπλασίων ἅμα καὶ τριπλασίων ἑξαπλασιάσαντες εὑρήσομεν ὅρους, οὓς δυνησόμεθα καταπυκνοῦν ἀριθμητικαῖς τε μεσότησι καὶ ἁρμονικαῖς· γεγονέτωσαν γὰρ ἀπὸ παντὸς τοῦ προειρημένου στίχου ἑξαπλάσιοι ϛ, ιβ, ιη, κδ, μη, νδ, ρξβ. ἐν οἷς τοὺς ἄλλους ἀριθμοὺς ἐν τάξει θέντες μόνον τὸν πεντηκοντατέσσαρα πρὸ τοῦ τεσσαρακονταοκτὼ θεῖναι ὀφείλοντες—τοῦτον γὰρ πρότερον εἶπε τριπλάσιον τοῦ τρίτου—μετʼ ἐκεῖνον αὐτὸν ἔθεμεν τῷ πλήθει τῶν μονάδων ἑπόμενοι καὶ οὐ τῇ ἀπαριθμήσει, ἣν ὁ Πλάτων πεποίηται τοῖς λόγοις αὐτῶν ἑπόμενος καὶ ἐναλλὰξ ἐκτιθεὶς τοὺς διπλασίους καὶ τριπλασίους· μεταξὺ μὲν οὖν τοῦ ϛ καὶ ιβ ἐμπεσοῦνται ὁ η καὶ ὁ θ, μεταξὺ δὲ τοῦ ιβ καὶ κδ διπλασίου ἁρμονικὴ μὲν μεσότης ὁ ιϛ, ἀριθμητικὴ δὲ ὁ ιη, μεταξὺ δὲ τοῦ τρίτου διπλασίου τοῦ κδ καὶ μη ἁρμονικὴ μὲν μεσότης ὁ λβ, ἀριθμητικὴ δὲ ὁ λϛ· ἐν δὲ τοῖς τριπλασίοις μεταξὺ μὲν τοῦ ϛ καὶ ιη πρώτου τριπλασίου ἁρμονικὴ μεσότης ὁ θ, ἀριθμητικὴ δὲ ὁ ιβ, μεταξὺ δὲ τοῦ δευτέρου τριπλασίου τοῦ ιη καὶ νδ ἁρμονικὴ μὲν ὁ κζ, ἀριθμητικὴ δὲ ὁ λϛ, μεταξὺ δὲ τοῦ τρίτου τριπλασίου τοῦ νδ καὶ ρξβ ἁρμονικὴ μὲν ὁ πα, ἀριθμητικὴ δὲ ὁ ρη. διῄρηται ἄρα τὰ διπλάσια καὶ τριπλάσια διαστήματα ταῖς δύο ταύταις μεσότησιν, ὥστε εἶεν ἂν ἐφεξῆς οἱ ὅροι οὗτοι· ϛ, η, θ, ιβ, ιϛ, ιη, κδ, κζ, λβ, λϛ, μη, νδ, πα, ρη, ρξβ. ἀλλʼ εἰ μὲν ἦν δυνατὸν ἐν τούτοις τοῖς ἐκκειμένοις ἡμῖν ὅροις τοὺς ἐπιτρίτους λόγους εἴς τε τοὺς ἐπογδόους καὶ τὰ λείμματα διελεῖν, μέχρι τούτων ἂν ἔστημεν· νῦν δέ, οὐ γὰρ οἷόν τε, ἄλλης ἂν δέοι μεθόδου. προκείσθω οὖν ἐξ ἀρχῆς καταπυκνῶσαι τὸν διπλάσιον λόγον ταῖς εἰρημέναις μεσότησι καὶ τοῖς ἐπογδόοις. δεήσει ἄρα τὸν ὑπόλογον τοῦ διπλασίου τοιοῦτον λαβεῖν, ὥστε εἶναι αὐτοῦ καὶ δύο ἐπογδόους καὶ ἐπίτριτον ἄλλον. εἰλήφθω οὖν πρῶτον ὁ τρίτος ἀπὸ μονάδος κατὰ τὸν ὀκταπλάσιον λόγον, ὁ ξδ. ἀπὸ τούτου δύο μὲν ἐπογδόους ἀποστῆσαι δυνατόν· ἅπας γὰρ πολλαπλάσιος τοσούτων ἐπιμορίων ἡγεῖται λόγων ἀντιπαρωνύμων αὐτῷ, ὁπόστος ἐστὶν ἀπὸ μονάδος· ἐπίτριτον δὲ οὐκ ἔστι. τριπλασιάσας οὖν αὐτὸν ποιῶ τὸν ρϞβ, οὗ ἐπίτριτος μὲν ὁ σνϛ, ἐπόγδοος δὲ ὁ σιϛ, καὶ τούτου ἐπόγδοος ὁ σμγ. ὁ ἄρα τοῦ λείμματος λόγος ἐστὶν ὁ μετὰ τὴν ἀφαίρεσιν τοῖν δυοῖν ἐπογδόοιν λειπόμενος τοῦ σμγ πρὸς σνϛ· ἀπὸ παντὸς γὰρ ἐπιτρίτου δύο ἐπογδόων ἀφαιρεθέντων καταλείπεται ὁ τοῦ λείμματος λόγος. ἀλλὰ τοῦ σνϛ ἐπόγδοος ὁ σπη, ὃς τὴν ἀριθμητικὴν σῴζει μεσότητα, τεταγμένος μεταξὺ τοῦ ρϞβ καὶ τοῦ τπδ διπλάσιον πρὸς τὸν ρϞβ λόγον ποιοῦντος, πρὸς δὲ τὸν σπη ἐπίτριτον. εἰ μὲν οὖν ἦν δυνατὸν ἀποστῆσαι δύο ἐπογδόους ἀπὸ τοῦ σπη, κατεπυκνώσαμεν ἂν καὶ τοῦτο τὸ ἐπίτριτον τοῖς τε ἐπογδόοις καὶ τῷ λείμματι· νῦν δὲ οὐχ οἷόν τε· ὁ γὰρ ἐπόγδοος αὐτοῦ ὁ τκδ ὄγδοον οὐκ ἔχει· διὸ πρὸς αὐτὸν ἐπόγδοον γενέσθαι λόγον οὐ δυνατὸν τοῖς ἄτμητον τὴν μονάδα φυλάττειν ἀεὶ βουλομένοις· τὸ γὰρ ὄγδοόν ἐστιν αὐτοῦ μ𐅶. διπλασιάσαντες οὖν αὐτόν, ἵνα τὸ ἥμισυ ὅλον ποιήσωμεν, ἕξομεν καὶ αὐτοῦ λαβεῖν ἐπόγδοον. ἀναγκασθησόμεθα δὲ διὰ τοῦτο καὶ τοὺς πρὸ αὐτοῦ διπλασιάσαι πάντας καὶ τοὺς μετʼ αὐτόν. ἔσται οὖν ἀντὶ μὲν τοῦ ρϞβ ὁ τπδ, ἀντὶ δὲ τοῦ σιϛ ὁ υλβ, ἀντὶ δὲ τοῦ σμγ ὁ υπϛ, ἀντὶ δὲ τοῦ σνϛ ὁ φιβ, ἀντὶ δὲ τοῦ σπη ὁ φοϛ, καὶ τούτου ἐπόγδοος ὁ χμη, καὶ τούτου ἐπόγδοος ὁ ψκθ, ἔπειτα ψξη διπλάσιος μὲν ὢν τοῦ τπδ, πρὸς δὲ τὸν ψκθ ὁ λόγον ἔχων τὸν τοῦ λείμματος. καὶ οὕτω δὴ συμπεπλήρωται τὸ διπλάσιον διάστημα τοῖς τε ἡμιολίοις καὶ ἐπιτρίτοις καὶ ἐπογδόοις λόγοις ἐν τοῖσδε τοῖς ἀριθμοῖς· τπδ, υλβ, υπϛ, φιβ, φοϛ, χμη, ψκθ, ψξη. εἰ οὖν ἐθελήσαιμεν ὅλον συμπληρῶσαι τὸ διάγραμμα ἐκθέμενοι κατὰ τὸ ἑξῆς ἀντὶ μὲν τῆς πρώτης μοίρας τὸν τπδ, ἀντὶ δὲ τῆς διπλασίας ταύτης τὸν ψξη, ἀντὶ δὲ τῆς τριπλασίας μὲν τῆς πρώτης, ἡμιολίας δὲ τῆς δευτέρας τὸν ͵αρνβ, ἀντὶ δὲ τῆς τετραπλασίας τῆς πρώτης τὸν ͵αφλϛ, ἀντὶ δὲ τῆς πέμπτης, ἥ ἐστι τριπλασία τῆς τρίτης, τὸν ͵γυνϛ, ἀντὶ δὲ τῆς ἕκτης, ἥ ἐστιν ὀκταπλασία τῆς πρώτης, τὸν ͵γοβ, ἀντὶ δὲ τῆς ἑβδόμης, ἥ ἐστιν ἑπτακαιεικοσαπλασίων τῆς πρώτης, τὸν μύρια τξη, εἰ δʼ οὖν ἐθελήσαιμεν τούσδε καταπυκνῶσαι ταῖς τε ἁρμονικαῖς καὶ ταῖς ἀριθμητικαῖς μεσότησιν, αἳ παρεντεθεῖσαι τά τε ἡμιόλια καὶ ἐπίτριτα διαστήματα ποιήσουσιν, ἔσονται μεταξὺ τοῦ τπδ καὶ τοῦ ψξη διπλασίου ὅ τε φιβ, ποιῶν τὴν ἁρμονικὴν μεσότητα, καὶ ὁ φοϛ τὴν ἀριθμητικήν. εἰ δὲ τοῦ τριπλασίου διαστήματος, λέγω δὴ τοῦ τε τπδ καὶ τοῦ ͵αρνβ, λάβοιμεν τὰς μεσότητας, ὁ μὲν φοϛ σώσει τὴν ἁρμονικήν, ὃς ἐν τῷ διπλασίῳ τὴν ἀριθμητικὴν ἡμῖν ἀπεπλήρου μεσότητα, ὁ δὲ ψξη τὴν ἀριθμητικήν, ὃς ἦν ὁ μείζων ἄκρος τοῦ διπλασίου. πάλιν εἰ τοῦ διπλασίου καὶ τετραπλασίου τὰς αὐτὰς ἐθελήσαιμεν μεσότητας λαβεῖν, ἔσονται μεταξὺ τοῦ ψξη καὶ τοῦ ͵αφλϛ ὁ μὲν ͵ακδ ἁρμονικὴ μεσότης, ὁ δὲ ͵αρνβ ἀριθμητική. εἰ δὲ καὶ τὸ δεύτερον ἐθελήσαιμεν καταπυκνῶσαι τριπλάσιον, οὗ οἱ ὅροι εἰσὶν ὅ τε ͵αρνβ καὶ ͵γυνϛ, ὁ μὲν ͵αψκη τὴν ἁρμονικὴν ἀποδώσει μεσότητα πρὸς αὐτούς, ὁ δὲ ͵βτδ τὴν ἀριθμητικήν. καὶ μὴν καὶ εἰ τὸ τρίτον διπλάσιον καταπυκνώσαιμεν ἐν ὅροις ὂν τῷ τε ͵αφλϛ καὶ τῷ ͵γοβ, ὁ μὲν ͵βμη τὴν ἁρμονικὴν ἕξει πρὸς αὐτούς, ὁ δὲ ͵βτδ τὴν ἀριθμητικήν. ἔτι δὲ εἰ τὸ τρίτον τριπλάσιον, λέγω δὴ τήν τε πέμπτην καὶ ἑβδόμην μοῖραν, ταῖς ὁμοίαις μεσότησι καταπυκνώσαιμεν, ἔσονται ἡμῖν ἄκροι μὲν ὅ τε ͵γυνϛ καὶ ὁ μύρια τξη, μέσοι δὲ ἁρμονικῶς μὲν ὁ ͵ερπδ, ἀριθμητικῶς δὲ ὁ ͵ϛϡιβ. εἰ δὲ αὖ καὶ τῶν ἐπιτρίτων ἕκαστον τῶν ἀναφανέντων ἐκ τούτων τῶν μεσοτήτων καὶ τῶν ἡμιολίων τοῖς τε ἐπογδόοις καὶ τῷ λείμματι καταπυκνώσαιμεν, ἔσται ἡμῖν ἐν ὅροις τοῖς ἑξῆς κειμένοις μετὰ τὴν ὅλην ἐξήγησιν τὸ ὅλον διάγραμμα ἔχον ἐπογδόους μὲν κδ, λείμματα δὲ θ. Τούτων δὲ σαφηνισθέντων τοσοῦτον ἡμῖν περὶ αὐτοῦ τοῦ λείμματος ἰστέον, ὅτι, ἐπειδήπερ οὐδεὶς ἐπιμόριος εἰς λόγους ἴσους τέμνεσθαι δύναται, τὸ ἡμιτόνιον ἐν ἀριθμοῖς οὐκ ἔστι λαβεῖν, ἀλλὰ τοὺς σύνεγγυς ἀλλήλων λαβόντες τὸν ἐφεπτακαιδέκατον λόγον καὶ τὸν ἐφεκκαιδέκατον καὶ δείξαντες τὸν ἐφεπτακαιδέκατον μείζονα τοῦ καλουμένου λείμματος, ὃς ἦν ἐλάσσων τοῦ ἀκριβῶς ἡμιτονίου, συνάγουσιν, ὅτι καὶ τοῦ ἡμιτονίου ἐλάσσων ἐξ ἀνάγκης ἐστὶν ὁ τοῦ λείμματος λόγος. ὅτι δʼ οὖν ἐλάσσων ἐστὶν ἢ ἐφεπτακαιδέκατος, οὗτος δὲ ἔλασσον ἢ ἡμιτόνιον, δείκνυται οὕτως· ἐκκείσθω γὰρ ὁ ιϛ, καὶ τούτου ἐπόγδοος ὁ ιη· τούτων δὴ μεταξὺ τεθεὶς ὁ ιζ εἰς ἀνίσους διαιρεῖ τὸν ἐπόγδοον λόγους σύνεγγυς ὄντας τοῦ ἡμιτονίου διαστήματος, μονάδι διαφέρων τῶν ἄκρων. καὶ δῆλον, ὅτι τὸν πρὸς τῷ ἐλάσσονι ὅρῳ μείζω ποιήσει λόγον· ἐν πάσῃ γὰρ ἀριθμητικῇ μεσότητι μείζων ἐστὶν ὁ λόγος ἐν τοῖς ἐλάττοσιν ὅροις, ὥστε ὁ ἐφεπτακαιδέκατος ἐλάσσων ἐστὶν ἡμιτονίου. ἀλλὰ μὴν καὶ τὸ λεῖμμα ἔλασσόν ἐστιν ἢ ἐφεπτακαιδέκατον, ὡς ἀπὸ τῶν παρὰ Πλάτωνι κειμένων ὅρων δῆλον· ὁ γὰρ σνϛ πρὸς τὸν σμγ τὸν τοῦ λείμματος ἔχων λόγον, ὡς καὶ τοῦτο δείξομεν πυθμενικὸν ἀποδείξαντες τὸν ἐν τούτοις τοῖς ἀριθμοῖς τοῦ λείμματος λόγον, ἐλάσσων ἐστὶ τοῦ ἐφεπτακαιδεκάτου πρὸς τὸν σμγ· ὑπερέχει μὲν γὰρ αὐτοῦ ιγ μονάσιν, τὸ δὲ ἑπτακαιδέκατον τοῦ σμγ πλειόνων ἐστὶν ἢ ιγ μονάδων. πολλῷ ἄρα μᾶλλον ὁ τοῦ λείμματος λόγος ἐλάσσων ἐστὶ τοῦ ἡμιτονίου διαστήματος, ὥστε καὶ ὁ λοιπὸς εἰς τὸν τόνον, ὅς ἐστι τῆς ἀποτομῆς λόγος, ἐξ ἀνάγκης ἡμιτονίου μείζων ἐστίν. ἔτι δὲ καὶ οὕτως δεικτέον· ἐκκείσθωσαν ὁ σνϛ καὶ σμγ, καὶ εἰλήφθωσαν τρεῖς ἑξῆς ἐν τῷ τούτων λόγῳ· ὁ μὲν ἀπὸ σνϛ μυριάδες ἓξ καὶ ͵εφλϛ, ὁ δὲ ἀπὸ τοῦ σμγ μυριάδες πέντε καὶ ͵θμθ, ὁ δὲ ὑπʼ ἀμφοτέρων μυριάδες ἓξ καὶ ͵βση. οὗτοι δὴ οἱ τρεῖς ἀνὰ λόγον εἰσὶν ἐν τῷ λόγῳ τοῦ λείμματος, ὅπερ εἰ ἔστιν ἡμιτόνιον, ἔσται ὁ τῶν ἄκρων λόγος τονιαῖος, εἰ δὲ μείζων ἡμιτονίου, καὶ ἐκεῖνος μείζων τόνου, εἰ δὲ ἐλάσσων, ἐλάσσων. ἀλλὰ μὴν ὁ ἐπόγδοος τῶν πέντε μυριάδων καὶ ἐνακισχιλίων τεσσαρακονταεννέα ἐστὶν ὁ τῶν ἓξ μυριάδων καὶ ἑξακισχιλίων τετρακοσίων τριάκοντα καὶ ὀγδόου, μείζων δὲ οὗτος τοῦ μείζονος. δείκνυται δὲ καὶ ἄλλως ἐκ τρίτων, ὅτι οὐ διαιρεῖται ὁ τόνος εἰς δύο ἴσα τοῦτον ἔχοντα τὸν λόγον, ὃν ὁ σνϛ πρὸς σμγ ἐὰν γὰρ τοῦ σμγ τὸ ὄγδοον λάβωμεν, ὅπερ ἐστὶ λ καὶ δʹ καὶ ηʹ, καὶ ταῦτα συνθῶμεν αὐτῷ, ποιήσομεν τὸν σογ δʹ ηʹ πρὸς τὸν σμγ λόγον ἔχοντα ἐπόγδοον. ἀλλʼ ὁρᾷς, ὅτι ὁ σνϛ πρὸς τὸν σμγ ἐλάσσονα ἔχει λόγον ἢ πρὸς τὸν σνϛ ὁ σογ δʹ ηʹ· ὁ μὲν γὰρ σνϛ ἔχει πρὸς τὸν σμγ λόγον ἐπιμερῆ ὑπερέχων αὐτοῦ δέκα καὶ τρισὶ διακοσιοστοτεσσαρακοστοτρίτοις, ὁ δὲ σογ καὶ τέταρτον καὶ ὄγδοον τοῦ σνϛ ὑπερέχει διακοσιοστοπεντηκοστοέκτοις δέκα καὶ ἑπτὰ καὶ τετάρτῳ καὶ ὀγδόῳ· μείζων δὲ ὁ ἑπτακαίδεκά τισι καὶ πρὸς ὑπερέχων τοῦ τρισκαίδεκά τισιν ὑπερέχοντος κατὰ τὸν λόγον τῆς ὑπεροχῆς. οὐκ ἄρα εἰς ἴσα διῄρηται ὁ τόνος, ἀλλὰ τὸ μέν ἐστι λεῖμμα, ὡς καὶ ὁ Πλάτων ἐκάλεσε, τὸ δὲ ἀποτομή, τὸ ἔχον τὸν μείζονα λόγον, ὡς εἰώθασιν οἱ μουσικοὶ προσονομάζειν· ἔστω γὰρ ὁ σογ καὶ τέταρτον καὶ ὄγδοον ἔχων τὸν ἐπόγδοον πρὸς τὸν σμγ, ὁ δὲ σνη καὶ ὄγδοον καὶ ἑκκαιδέκατον ἔχων πρὸς τὸν αὐτὸν σμγ τὸν ἐφεκκαιδέκατον λόγον· ὁ δὲ σνϛ ἔχων πρὸς τὸν αὐτὸν σμγ τὸν τοῦ λείμματος ἐλάσσονα ὄντα λόγον ἢ τὸν τοῦ ἐφεπτακαιδεκάτου· δῆλον οὖν ὅτι ὁ σογ καὶ τέταρτον καὶ ὄγδοον, ὃς ἦν τὸν τονιαῖον ἔχων λόγον πρὸς τὸν σμγ, ἕξει πρὸς τὸν σνϛ τὸν λοιπὸν τοῦ λείμματος λόγον τὸν τῆς ἀποτομῆς, μείζονα ὄντα τοῦ ἐφεπτακαιδεκάτου, οὗπερ ἦν ὁ τοῦ λείμματος ἐλάσσων. ἐὰν δὴ τούτους πολλαπλασιάσωμεν ὀκτάκις ποιήσαντες, εὑρήσομεν τοὺς πρώτους ἐν τελείαις μονάσιν ἔχοντας τὸν τῆς ἀποτομῆς λόγον· τοῦ μὲν γὰρ διακόσια τεσσαράκοντα τρία ὀκταπλάσιος ὁ χίλια ἐννακόσια τεσσαράκοντα τέσσαρα, τοῦ δὲ διακόσια πεντήκοντα καὶ ἓξ ὁ δισχίλια τεσσαράκοντα καὶ ὀκτώ, τοῦ δὲ διακόσια ἑβδομήκοντα καὶ τρία καὶ τετάρτου καὶ ὀγδόου ὁ δισχίλια ἑκατὸν ὀγδοήκοντα καὶ ἑπτά· ὥστε ὁ τῆς ἀποτομῆς λόγος ἐν πυθμέσιν ἐστὶ τῷ δισχίλια καὶ ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ἑπτὰ πρὸς τὸν δισχίλια καὶ τεσσαράκοντα καὶ ὀκτώ· καὶ δεησόμεθα τούτων ἐν τῷ διαγράμματι τῶν ἑξῆς τριῶν ὅρων· ἔστωσαν γὰρ σμγ, σνϛ, σογ δʹ ηʹ· τούτων δὲ ὀκταπλάσιοι διὰ τὸ ὄγδοον καὶ τὸ τέταρτον, ἵνα ἐν τελείαις ὦσι μονάσιν, ἀλλὰ μὴ ἐν μορίοις τισὶ μονάδων, ͵αϡμδ, ͵βμη, ͵βρπζ. ἀλλὰ μὴν ὅτι ἀναγκαῖον τοῦτον εἶναι τὸν λόγον τοῦ λείμματος ὃν ἔχουσι πρὸς ἀλλήλους ὁ σνϛ καὶ σμγ, δείξομεν οὕτως· ἐὰν ἀπὸ ἐπιτρίτου διαστήματος δύο ἐπόγδοοι ἀφαιρεθῶσιν, οἱ τὸ λοιπὸν διάστημα περιέχοντες ὅροι λόγον ἔχουσι πρὸς ἀλλήλους ὃν τὰ σνϛ πρὸς τὰ σμγ· ἔστω γὰρ ἐπίτριτος ὁ ΑΒ τοῦ Ε, καὶ ἀφῃρήσθω ὁ μὲν Γ ὑπόλογος ὢν τοῦ ΑΒ ἐπογδόου, ὁ δὲ Δ ὡσαύτως τοῦ Γ· λέγω, ὅτι ὁ Δ πρὸς τὸν Ε τὸν προκείμενον ἔχει λόγον· ἀφῃρήσθω γὰρ ἀπὸ τοῦ ΑΒ τῷ μὲν Γ ἴσος ὁ ΖΒ, τῷ δὲ Δ ὁ ΗΒ. ἐπεὶ οὖν ἐστιν ὡς ὁ ΑΒ πρὸς τὸν Γ, ὁ Γ πρὸς τὸν Δ — ἐπόγδοοι γάρ —, ἔσται καὶ ὡς ὁ ΑΒ πρὸς τὸν ΒΖ, οὕτως ὁ ΒΖ πρὸς τὸν ΒΗ. καὶ λοιπὸς ἄρα ὁ ΑΖ πρὸς λοιπὸν τὸν ΖΗ ἔσται ὡς ὅλος πρὸς ὅλον, τουτέστιν, ὡς ὁ ΑΒ πρὸς ΒΖ. ἐπόγδοος δὲ ὁ ΑΒ τοῦ ΒΖ· ἐπόγδοος ἄρα καὶ ὁ ΑΖ τοῦ ΖΗ. κείσθω τῷ ΖΗ ἴσος ὁ ΖΘ· ἐπόγδοος ἄρα ὁ ΑΖ τοῦ ΖΘ· ὁ ἄρα ΖΘ τοῦ ΘΑ ὀκταπλάσιος. ἴσος δὲ τῷ ΖΘ ὁ ΖΗ· ὁ ἄρα ΗΘ ἑκκαιδεκαπλάσιος τοῦ ΘΑ. πάλιν ἐπεὶ ἐπόγδοος ὁ ΖΒ τοῦ ΒΗ — καὶ γὰρ ὁ Γ τοῦ Δ —, ὀκταπλάσιος ἄρα ὁ ΒΗ τοῦ ΗΖ. οἵων ἄρα ἐστὶν ὁ ΖΗ ὀκτώ, τοιούτων ὁ ΗΒ ἑξήκοντα καὶ τεττάρων, ὁ δὲ ΖΒ ἑβδομήκοντα καὶ δυοῖν· ταῦτα γὰρ ἐπόγδοα τοῦ ΞΔ· ὁ δὲ ΑΒ ὅλος ὀγδοήκοντα καὶ ἑνός· ταῦτα γὰρ ἐπόγδοα τοῦ δύο καὶ ἑβδομήκοντα. τετραπλασίασον οὖν τοὺς ἀριθμούς· οἵων ἄρα ὁ ΑΒ τκδ, τοιούτων ὁ ΒΗ, τουτέστιν ὁ Δ, σνϛ· τετραπλάσιος γὰρ ὁ μὲν τκδ τοῦ πα, ὁ δὲ σνϛ τοῦ ξδ. τὰ δὲ ἰσάκις πολλαπλάσια τοῖς μέρεσι τὸν αὐτὸν ἔχει λόγον. ἐπεὶ οὖν ἐπίτριτός ἐστιν ὁ ΑΒ τοῦ Ε, οἵων ὁ ΑΒ τκδ, τοιούτων ὁ Ε σμγ· ἔχει γὰρ τὸν σμγ καὶ τὸ τρίτον αὐτοῦ τὸν πα. ἦν δὲ καὶ οἵων ὁ ΑΒ τκδ, τοιούτων ὁ Δ σνϛ. οἵων ἄρα ὁ Δ σνϛ, τοιούτων ὁ Ε σμγ. ὅτι δὲ ἐν ἐλαχίστοις ἐστὶ τούτοις ὁ τοῦ λείμματος λόγος, δῆλον· εἰσὶ γὰρ πρῶτοι πρὸς ἀλλήλους· καὶ τοῦτο δῆλον ἐκ τῆς ἀνθυφαιρέσεως· εἰς γὰρ μονάδα λήγουσιν ἀνθυφαιρουμένου τοῦ ἐλάσσονος ἀεὶ ἀπὸ τοῦ μείζονος. εἰ δὲ πρῶτοί εἰσιν, φανερόν, ὅτι ἐλάχιστοί εἰσιν τῶν τὸν αὐτὸν λόγον αὐτοῖς ἐχόντων. ἐὰν ἄρα ἀπὸ ἐπιτρίτου διαστήματος ἐπόγδοα δύο ἀφαιρεθῇ, οἱ λοιποὶ ὅροι τοῦτον ἔχουσι τὸν λόγον, ὃν τὰ σνϛ πρὸς τὰ σμγ. τούτου δὲ δειχθέντος εἰλήφθωσαν ἑξῆς ὁ μὲν ΑΒ τονιαῖος λόγος, ὁ δὲ ΓΒ τοῦ λείμματος, ὁ δὲ ΑΔ τοῦ καλουμένου ἡμιτονίου· δῆλον οὖν ὅτι ὁ μὲν ΑΓ τῆς ἀποτομῆς ἐστι λόγος, μείζων ὢν τοῦ ἡμιτονίου, ὁ δὲ τοῦ Δ πρὸς Γ τοῦ κόμματος· καλεῖται γὰρ οὕτως ὁ τῆς ὑπεροχῆς λόγος τῆς ἀποτομῆς πρὸς τὸ ὡς ἀληθῶς ἡμιτόνιον, ὅπερ οὐκ ἔστιν ἐν ἀριθμοῖς λαβεῖν. τοῦτο μὲν οὖν ἀποδέδεικται. προσθετέον δὲ τοῖς εἰρημένοις, ὅτι τὸν τοῦ ΔΒ λόγον εἴπομεν ἡμιτόνιον, οὐχ ὅτι τέμνεται ὁ ἐπόγδοος εἰς δύο ἴσους λόγους· οὐδεὶς γὰρ ἐπιμόριος δύναται τοῦτο παθεῖν, εἰς ἴσους τμηθῆναι δύο λόγους· ἀλλʼ ἐπειδήπερ οἱ Ἀριστοξένειοι μετὰ τοὺς δύο ἐπογδόους ἐλάμβανον τὸ ἡμιτόνιον, κατὰ τὴν ἐκείνων θέσιν, ὡς εἴπομεν, εἴληπται ὁ τοῦ ἡμιτονίου λόγος, ἵνα εὑρεθῇ τὸ κόμμα καὶ ἡ ἀποτομὴ τίνα ἔχουσι λόγον πρὸς τὸν τοῦ λείμματος λόγον. τοῦτο μὲν οὖν εἴρηται διὰ τὴν αἰτίαν ταύτην· ἐπεί, ὅτι γε πᾶς ἐπιμόριος ἀδιαίρετός ἐστιν εἰς ἴσους δύο λόγους ῥητούς, τῶν ἀποδεδειγμένων ἐστί. τοσοῦτον δὲ προσθετέον φιλοκαλίας χάριν, ὅτι τῶν Πυθαγορείων μήτε ἡμιτόνιον εἶναι λεγόντων, ἐξ οὗ καὶ δυοῖν ἐπογδόοιν ἐστὶ τὸ ἐπίτριτον, μήτε συμφωνίαν τὴν διὰ πασῶν καὶ διὰ τεσσάρων, ὡς οἱ Ἀριστοξένειοι, τῶν μετʼ αὐτοὺς ἁρμονικῶν οἱ ἀμφὶ Πτολεμαῖον τὸ μὲν προσήκαντο τῶν Πυθαγορείων, ὡς ἄρα οὐκ ἔστιν ὡς ἀληθῶς ἡμιτόνιον τὸ καλούμενον ἡμιτόνιον, τὸ δὲ ἐξέβαλον, τιθέμενοι σύμφωνον εἶναι τὸ διὰ πασῶν καὶ διὰ τεσσάρων. ἡμεῖς δὲ τὸ μὲν ἀναγκαίως ἀπεδείξαμεν διὰ τὴν τοῦ Πλάτωνος δόξαν, τὸ δὲ οὐκ ἀναγκαζόμενοι δεικνύναι νῦν παρίεμεν, οὐδὲν εἰπόντος περὶ τούτου τοῦ Πλάτωνος.

`2.184–2.190`

Ἐπειδὴ δὲ ηὕρηται, ἐν τίσι πρώτοις ἐστὶν ὁ τοῦ λείμματος λόγος καὶ ὁ τῆς ἀποτομῆς, λεκτέον καὶ ὁ τοῦ κόμματος ἐν τίσι πρώτοις, ᾧ ὑπερβάλλει τὸ λεῖμμα ἡ ἀποτομή. ἔστι μὲν οὖν, ὡς καὶ οἱ παλαιοί φασιν, ἐν τελείαις μονάσι ταῖς πεντήκοντα τρισὶ μυριάσι μετὰ τῶν χιλίων τετρακοσίων τεσσαράκοντα καὶ ἑνὸς πρὸς τὰς πεντήκοντα δύο μυριάδας μετὰ τῶν τετρακισχιλίων διακοσίων ὀγδοήκοντα καὶ τὰς ὀκτὼ μονάδας. εἰ δὲ ἀδιάφορον καὶ τὴν μονάδα τεμεῖν, εἰλήφθω λόγος μὲν τοῦ λείμματος ἐν τῷ σνϛ πρὸς σμγ, τούτου δὲ ἐπόγδοος σογ τέταρτον ὄγδοον, τοῦ δὲ σνϛ ἄλλο λεῖμμα σξθ καὶ διακοσιοστοτεσσαρακοστότριτα δεκατρία μονάδος μιᾶς· οὗτος γὰρ ἦν ὁ τοῦ λείμματος λόγος. ἔχει δὲ ὁ εἰρημένος ἀριθμὸς τὸν σνϛ καὶ μονάδας δεκατρεῖς καὶ διακοσιοστοτεσσαρακοστότριτα δεκατρία. ἐπεὶ οὖν ὁ σνϛ ἔκ τε τοῦ σμγ καὶ ἄλλων ἐστὶ μονάδων δεκατριῶν, αἵτινές εἰσι διακοσιοστοτεσσαρακοστότριτα τοῦ σμγ δεκατρία, δῆλον ὡς ὁ σξθ μετὰ τῶν διακοσιοστοτεσσαρακοστοτρίτων δέκα καὶ τριῶν τὸν μὲν δεκατρία, ᾧ ὑπερέχει τοῦ σνϛ, ἔχει τοῦ ἐν αὐτῷ σμγ, ὄντα δεκατρία διακοσιοστοτεσσαρακοστότριτα, τῶν δὲ μονάδων ἑκάστης τοῦ δεκατρία, ᾧ ὑπερέχει ὁ σνϛ τοῦ σμγ, τὰ λοιπὰ διακοσιοστοτεσσαρακοστότριτα δεκατρία ὡσαύτως μέρη. συντεθεὶς ἄρα ὁ λόγος ὁ σξθ καὶ τὰ ιγ διακοσιοστοτεσσαρακοστότριτα τὸν αὐτὸν ἔχει λόγον πρὸς ὅλον τὸν σνϛ, ὃν εἶχεν αὐτὸς ὁ σνϛ πρὸς τὸν σμγ, ἐπιμερὴς ὢν πρὸς αὐτὸν καὶ ἔχων μέρη αὐτοῦ διακοσιοστοτεσσαρακοστότριτα δεκατρία, μονάδας μέντοι σμγ. λοιπὸς ἄρα ὁ διακόσια ἑβδομήκοντα καὶ τρία καὶ τέταρτον καὶ ὄγδοον τοῦ κόμματός ἐστι λόγος πρὸς τὸν διακόσια ἑξήκοντα ἐννέα καὶ διακοσιοστοτεσσαρακοστότριτα δεκατρία· ὥστε ηὕρηται, ἐν τίσι πρώτοις, τῆς μονάδος τεμνομένης, δύο λειμμάτων τοῦ ἐπογδόου ἀφαιρεθέντων  <span class="gap">…</span> πρόδηλον δὲ ἐκ τῶν εἰρημένων, ὅτι γέγονε μὲν τὸ προσταχθέν, καταπεπύκνωνται δὲ οἱ ὅροι καὶ τὰ διαστήματα πάντα ταῖς τε ἁρμονικαῖς καὶ ἀριθμητικαῖς μεσότησι, καὶ τῶν ἡμιολίων καὶ τῶν ἐπιτρίτων αἱ διαιρέσεις εἴς τε τὰ ἐπόγδοα καὶ τὰ λείμματα γεγόνασιν· ὄντος γὰρ διπλασίου διαστήματος ἐν τῷ τπδ καὶ τῷ ψξη παρεμπεπτώκασι μεταξὺ μὲν ὁ υλβ ἐπόγδοος πρὸς τὸν τπδ, ὁ δὲ υπϛ ἐπόγδοος πρὸς τὸν υλβ, ὁ δὲ φιβ τὸ λεῖμμα ποιῶν πρὸς τὸν υπϛ· καὶ μέχρι τούτου τὸ ἐπίτριτον ἐκ δύο τόνων καὶ τοῦ λείμματος. πάλιν δὲ πρὸς αὐτὸν τὸν φιβ ἐπόγδοος ὁ φοϛ, καὶ πρὸς τοῦτον ὁ χμη, καὶ πρὸς τοῦτον ὁ ψκθ, ὁ δέ γε ψξη τὸ λεῖμμα ποιῶν πρὸς τοῦτον. καὶ συμπεπλήρωται τὸ ἡμιόλιον ἐκ τούτων, τρεῖς ἔχον ἐπογδόους καὶ λεῖμμα ἕν, τὸ δʼ ὅλον διπλάσιον ἐκ μὲν ἐπογδόων πέντε, λειμμάτων δὲ δύο συγκείμενον. ἔτι δὲ πρὸς τοὺς ἄκρους τόν τε τπδ καὶ τὸν ψξη ὁ μὲν φιβ ποιεῖ τὴν ἁρμονικὴν μεσότητα, ὁ δὲ φοϛ τὴν ἀριθμητικήν. πάλιν πρὸς μὲν τὸν ψξη ἐπόγδοος ἐτέθη ὁ ωξδ, πρὸς δὲ τοῦτον ἕτερος ἐπόγδοος ὁ ϡοβ, πρὸς δὲ τοῦτον ὁ ͵ακδ τὸν τοῦ λείμματος ἔχει λόγον, καὶ πρὸς τοῦτον ὁ ͵αρνβ τὸν ἐπόγδοον. καὶ γέγονεν ἤδη τὸ ἡμιόλιον πρὸς τῷ διπλασίῳ τριπλάσιον λόγον ποιοῦν, ὃν ἔχει ὁ ͵αρνβ πρὸς τὸν τπδ, μεταξὺ δὲ τοῦ τριπλασίου τούτου διαστήματος ὁ μὲν φοϛ μεσότης ὢν ἁρμονικὴ πρὸς τοὺς ἄκρους, ὁ δὲ ψξη μεσότης ὢν ἀριθμητικὴ πρὸς τοὺς ἄκρους· καὶ γάρ ἐστι θεώρημα τοιοῦτον καθόλου δεδειγμένον· ἐὰν τοῦ αὐτοῦ ὅρου ὁ μέν τις ᾖ διπλάσιος, ἕτερος δὲ τριπλάσιος, ληφθῇ δὲ ἐπὶ τοῦ διπλασίου μέσος τις κατὰ τὴν ἀριθμητικήν, οὗτος ὁ ληφθεὶς ἐπὶ τοῦ τριπλασίου γίνεται μέσος κατὰ τὴν ἁρμονικήν, αὐτὸς δὲ ὁ μείζων ὅρος ἐν τῷ διπλασίῳ γίνεται μέσος ἐν τῷ τριπλασίῳ κατὰ τὴν ἀριθμητικήν. ὥσπερ ἐν τούτοις τοῦ τπδ διπλάσιος ὁ ψξη, τριπλάσιος δὲ ὁ ͵αρνβ, καὶ εἴληπται μέσος ἐν τῷ διπλασίῳ κατὰ τὴν ἀριθμητικὴν ὁ φοϛ, καὶ ὤφθη ὁ αὐτὸς μέσος ἐν τῷ τριπλασίῳ κατὰ τὴν ἁρμονικήν, αὐτὸς δὲ ὁ ψξη διπλάσιος ὢν ἐν τῷ τριπλασίῳ πέφηνε μέσος κατὰ τὴν ἀριθμητικήν. ἑξῆς δὴ τοῦ μὲν ͵αρνβ ὁ ͵ασϞϛ ἐπόγδοος, τούτου δὲ ὁ ͵αυνη ἐπόγδοος, πρὸς δὲ τοῦτον ἔχει ὁ ͵αφλϛ τὸν τοῦ λείμματος λόγον. καὶ μέχρι τούτου συμπεπλήρωται τὸ δεύτερον διπλάσιον ἐξ ἡμιολίου καὶ ἐπιτρίτου συγκείμενον, ἄκρων ὄντων τοῦ ψξη καὶ τοῦ ͵αφλϛ, τετμημένον εἰς ἐπογδόους πέντε καὶ δύο λείμματα καὶ μεσότητας ἔχον ἁρμονικὴν μὲν τὸν ͵ακδ, ἀριθμητικὴν δὲ τὸν ͵αρνβ. πάλιν πρὸς τὸν ͵αφλϛ ἐπόγδοος ὁ ͵αψκη, καὶ πρὸς τοῦτον ἐπόγδοος ὁ ͵αϡμδ, καὶ πρὸς τοῦτον ἐπόγδοος ὁ ͵βρπζ, καὶ πρὸς τοῦτον ἔχει τὸν τοῦ λείμματος λόγον ὁ ͵βμη, καὶ πρὸς τοῦτον τὸν ͵βμη ἐπόγδοος ὁ ͵βτδ, καὶ πρὸς τοῦτον ἐπόγδοος ὁ ͵βφϞβ, καὶ πρὸς τοῦτον ἐπόγδοος ὁ ͵βϡιϛ, καὶ πρὸς τοῦτον ὁ τοῦ λείμματος λόγος ἐν τῷ ͵γοβ, ὅς ἐστι τῆς πρώτης μοίρας ὀκταπλάσιος, πληρώσας τὸ τρίτον διπλάσιον. πάλιν ἐπόγδοος τοῦ ͵γοβ ὁ ͵γυνϛ, καὶ μέχρι τούτου τὸ δεύτερον τριπλάσιον, ἄκρους ἔχον αὐτόν τε τὸν ͵γυνϛ καὶ τὸν ͵αρνβ καὶ ἔχον δύο μεσότηας, ἁρμονικὴν μὲν τὸν ͵αψκη, ἀριθμητικὴν δὲ τὸν ͵βτδ. πρὸς δὴ τούτοις ἐπόγδοος μὲν τοῦ ͵γυνϛ ὁ ͵γωπη, καὶ πρὸς τοῦτον ἐν τῷ λόγῳ τοῦ λείμματος ὁ ͵δϞϛ, καὶ πρὸς τοῦτον ἐπόγδοος ὁ ͵δχη, καὶ πρὸς τοῦτον ἐπόγδοος ὁ ͵ερπδ, καὶ τούτου ἐπόγδοος ὁ ͵εωλβ, καὶ πρὸς τοῦτον ποιῶν τὸ λεῖμμα ὁ ͵ϛρμδ, καὶ πρὸς τοῦτον ἐπόγδοος ὁ ͵ϛϡιβ. καὶ ἄλλο τοῦτο διὰ πασῶν μετὰ τὰ εἰρημένα τρία· πάντως γὰρ ἐν τῷ τρίτῳ τριπλασίῳ ἔστι τι καὶ διπλάσιον καὶ ἄλλο διὰ πέντε ἑξῆς· πρὸς γὰρ τὸν ͵ϛϡιβ ἐπόγδοος ὁ ͵ζψοϛ, καὶ τούτου ἄλλος ἐπόγδοος ὁ ͵ηψμη, καὶ πρὸς τοῦτον ἐν τῷ λόγῳ τοῦ λείμματος ὁ ͵θσιϛ, καὶ ἐπόγδοος πρὸς τοῦτον ὁ μύρια τξη. καὶ μέχρι τούτου τὸ τρίτον τριπλάσιον ἐν ὅροις περιεχόμενον τῷ τε ͵γυνϛ καὶ τῷ μύρια τξη, ἔχον δὲ μεσότητας δύο, τὸν μὲν ͵ερπδ ἁρμονικήν, τὸν δὲ ͵ϛϡιβ ἀριθμητικήν. τὰ ἄρα διπλάσια καὶ τριπλάσια διαστήματα ταῖς τε μεσότησι συμπεπλήρωται καὶ τοῖς ἐπογδόοις καὶ λείμμασι, καὶ πᾶν τοῦτο τὸ διάγραμμα λείμματα μὲν ἔχει ἐννέα, ἐπογδόους δὲ εἰκοσιτέσσαρας· τὰ γὰρ διαστήματα ἑνὶ λείπεται τῶν ὅρων· καὶ προελήλυθε μέχρι τοῦ τετράκις διὰ πασῶν καὶ διὰ πέντε καὶ τόνου. Ἄδραστος δὲ φιλοτεχνῶν, ὃ καὶ πρότερον εἴπομεν, λαβδοειδὲς τὸ σχῆμα ποιεῖ καὶ ἐν τρισὶ τριγώνοις ἐκτίθεται τοὺς ὅρους, ἐπὶ μὲν τοῦ ἐντὸς αὐτοῦ τοὺς ἐν τοῖς μοναδικοῖς ἀριθμοῖς λόγους, ἐπὶ δὲ τοῦ μετὰ τοῦτο τοὺς ἑξαπλασίους τούτων, τοὺς ἔχοντας δύο μεσότητας καθʼ ἕκαστον διάστημα τὸ διπλάσιον ἢ τριπλάσιον, ἐπὶ δὲ τοῦ ἐξωτάτω τοὺς ποιοῦντας ὅλον τὸ διάγραμμα τὸ εἰρημένον. γινέσθω δὲ ἐκ τῆς ὑπογραφῆς σαφὲς τὸ λεγόμενον. μεταξὺ δὲ τῶν διπλασίων καὶ τῶν τριπλασίων ἐγγράφει πάντας τοὺς εἰρημένους ἀριθμούς, οὓς ἡμεῖς προσθεῖναι τούτοις οὐκ ἐδοκιμάσαμεν, πλῆθος περιττὸν ἐπεισάγειν οὐκ ἐθέλοντες· ἔχει γὰρ ἡ τοιαύτη παράδοσις καὶ τὸ δὶς τοὺς αὐτοὺς ἀριθμοὺς ἐκτιθέναι ἀμέθοδον· πολλοὶ γὰρ εὑρίσκονται οἱ αὐτοὶ μέσοι τῶν διπλασίων καὶ τῶν τριπλασίων διαστημάτων, ἐπειδὴ καὶ αὐτὰ τὰ τριπλάσια ἐκ διπλασίων καὶ ἡμιολίων σύγκειται. τὸ μὲν οὖν ὑπὸ Πλάτωνος εἰρημένον γέγονεν· ἐλήφθησαν γὰρ τῶν διπλασίων καὶ τριπλασίων διαστημάτων πάντων αἱ δύο μεσότητες μεταξύ, καὶ γενομένων ἀπὸ τούτων τῶν μεσοτήτων ἡμιολίων λόγων καὶ ἐπιτρίτων τῷ ἐπογδόῳ ταῦτα διῄρηται, τοῦ καταλειπομένου μορίου ἐν ἀμφοτέροις τὸν τοῦ λείμματος ἔχοντος λόγον. ταῦτα δʼ ἦν τὰ ῥηθέντα, καὶ ἐκ τούτων εὐτάκτως ληφθέντων ἀνεφάνησαν ὅροι τριακοντατέσσαρες μόνοι πᾶν τὸ διάγραμμα περιέχοντες. ἐπειδὴ δὲ ὁ Τίμαιος ὁ Πυθαγόρειος ἓξ καὶ τριάκοντά φησιν εἶναι τοὺς τοῦ διαγράμματος ὅρους, καὶ ταῦτα ἄκρους λαμβάνων οὓς καὶ ὁ Πλάτων, τὸν τπδ καὶ τὸν μύρια καὶ τριακόσια καὶ ἑξήκοντα καὶ ὀκτώ, μηδὲν διάφωνον εἶναι θέλοντες εὕρομεν, ὅπως καὶ οἱ λοιποὶ δύο παρεμβέβληνται. βουλόμενοι γοῦν μὴ μόνον ἐν τῷ διαγράμματι τὸν τοῦ λείμματος ἔχειν λόγον, ἀλλὰ καὶ τὸν τῆς ἀποτομῆς, ἐφώρασαν αὐτὴν δίς, ἔν τε τοῖς πυθμενικοῖς ἀριθμοῖς καὶ ἐν τοῖς τούτων τριπλασίοις μόνοις, καὶ προσθέντες καθʼ ἑκάτερον ἕνα ὅρον εἰσήγαγον καὶ ταύτην εἰς τὸ διάγραμμα. Πλάτων δὲ ἀποτομῆς οὐκ ἐμνημόνευσεν, ὅθεν ἡμεῖς ἀρκούμενοι τῷ λείμματι μόνοις ἠρκέσθημεν ὅροις τοῖς ἐκτεθεῖσι· καὶ πῶς γὰρ ἔμελλε τὴν ἀποτομὴν προσποιεῖσθαι διατονικὸν τὸ γένος λαβών, ἐν ᾧ ὁ ἐπόγδοος οὐ τέμνεται, τῆς ἀποτομῆς γινομένης, ὁπόταν ὁ ἐπόγδοος τμηθῇ; τὸ γὰρ μετὰ τὸ λεῖμμα τοῦ ἐπογδόου μέρος ἐστὶν ἡ ἀποτομή. οὔτʼ οὖν μνημονεύσαντος Πλάτωνος τῆς ἀποτομῆς οὔτε δυναμένης ἐμπίπτειν ἐν τῷ διατονικῷ γελοῖον ἦν ἡμᾶς ζητεῖν παρεμβάλλειν ὅρους ἄλλους, ἵνα καὶ τὴν ἀποτομὴν ἔχωμεν, ἀρκούντων τῶν τεσσάρων καὶ τριάκοντα πρὸς τὴν συμπλήρωσιν τῶν ἐπογδόων καὶ τῶν λειμμάτων. καὶ ἔοικεν καὶ ὁ τῶν τριάκοντα καὶ τεσσάρων ἀριθμὸς οἰκεῖος εἶναι τῷ διατονικῷ γένει, ἐν ᾧ μόνῳ ἐστὶν ὁ ἐπόγδοος λόγος· σύγκειται γὰρ ἐκ τοῦ ἐπογδόου, ὃν ἔχει ὁ δέκα καὶ ὀκτὼ πρὸς τὸν δέκα καὶ ἕξ· ἡμιόλιοι μὲν γὰρ λόγοι καὶ ἐπίτριτοι καὶ λείμματά εἰσι καὶ ἐν ἄλλοις γένεσιν, ἐπόγδοοι δὲ ἐν τούτῳ μόνῳ τῶν τριῶν γενῶν, ὥστʼ εἰκότως οὗτος ποιεῖ τὸν ἀριθμὸν τῶν μοιρῶν συντιθέμενος, καὶ οὗτος ὁ δεύτερος ἐμπρέπων τῇ δευτέρᾳ προόδῳ τῆς ψυχῆς ἀπὸ τῶν πρώτων νοητῶν ἀρχῶν. ἐὰν δʼ οὖν λάβωμεν τὸν ἐλάσσονα ὅρον τοῦ τρίτου διπλασίου, τὸν χίλια πεντακόσια τριάκοντα καὶ ἓξ καὶ τὸν τούτου ἐπόγδοον χίλια ἑπτακόσια εἴκοσι ὀκτὼ καὶ αὖθις τὸν τούτου, χίλια ἐννακόσια τεσσαράκοντα καὶ τέσσαρα, καὶ τὸν τούτου πάλιν δισχίλια καὶ ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ἑπτὰ τρίτονον ἓν μὲν ἔσται τὸ τῶν ἄκρων διάστημα· ἐπειδὴ δὲ ὁ δισχίλια τεσσαράκοντα καὶ ὀκτὼ τὸν ἐπίτριτον λόγον ἔχει πρὸς τὸν χίλια πεντακόσια τριάκοντα καὶ ἕξ, τὸν δὲ τοῦ λείμματος πρὸς τὸν χίλια ἐννακόσια τεσσαράκοντα καὶ τέσσαρα, ἀνάγκη δήπου πρὸς τὸν δισχίλια τεσσαράκοντα καὶ ὀκτὼ τὴν ἀποτομὴν ποιεῖν τὸν δισχίλια ἑκατὸν ὀγδοήκοντα ἑπτά· ἔστι γὰρ ἀποτομὴ μετὰ τὸ λεῖμμα τὸ λοιπόν, ὡς εἴπομεν, εἰς τὸν τόνον. ὁμοίως δὴ καὶ κατὰ τὸ τρίτον τριπλάσιον λαβόντες τοῦ τετρακισχίλια ἑξακόσια καὶ ὀκτὼ τρίτονον ἀπέχοντα τὸν ἑξακισχίλια πεντακόσια ἑξήκοντα καὶ ἕν, τὸν δὲ ἑξακισχίλια ἑκατὸν τεσσαράκοντα τέσσαρα ποιοῦντα πρὸς τὸν τετρακισχίλια ἑξακόσια ὀκτὼ λόγον ἐπίτριτον, πρὸς δὲ τὸν πεντακισχίλια ὀκτακόσια τριάκοντα δύο τὸν τοῦ λείμματος, ἔχομεν ἀναγκαίως τὴν ἀποτομὴν ἐν τῷ λόγῳ τοῦ ἑξακισχίλια πεντακόσια ἑξήκοντα καὶ ἑνὸς πρὸς τὸν ἑξακισχίλια ἑκατὸν τεσσαράκοντα τέσσαρα τριπλασίοις οὖσι τῶν πυθμενικῶν ὅρων τῶν εὑρεθέντων ἡμῖν ἐν τῷ τρίτῳ διπλασίῳ πρότερον· ὅτι γὰρ ὁ τῆς ἀποτομῆς λόγος ἐν ἐκείνοις ἐστὶ πυθμενικῶς, δῆλον· δείκνυνται γὰρ πρῶτοι πρὸς ἀλλήλους ὁ δισχίλια καὶ ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ἑπτὰ καὶ ὁ δισχίλια καὶ τεσσαράκοντα καὶ ὀκτὼ διὰ τοῦ ἐκ τῆς ἀνθυφαιρέσεως θεωρήματος, τῶν πρώτων ἐλαχίστων ὄντων ἐξ ἀνάγκης. δέδεικται μὲν οὖν ἐκ τῶν Φιλολάου τὸ πλῆθος τῶν παρὰ τῷ Τιμαίῳ γραφέντων ὅρων, τοῖς δὲ Πλάτωνος τὸ διάγραμμα προβαίνει καὶ ἄνευ τοῦ λόγου τῆς ἀποτομῆς. ταῦτα μὲν οὖν εἰρήσθω μέχρι τούτων. ἐπεὶ δὲ εἴπομεν ἐν τοῖς ἔμπροσθεν, ὅτι, ἐὰν ἑνὸς ὅρου ὃ μὲν διπλάσιος, ὃ δὲ τριπλάσιος ληφθῇ, ὁ μὲν τῶν διπλασίων μεταξὺ κατὰ τὴν ἀριθμητικὴν ἐμπίπτων ἁρμονικὴ μεσότης ἔσται κατὰ τὸ τριπλάσιον, αὐτὸς δὲ ὁ διπλάσιος ἀριθμητική, νῦν αὐτὸ συντόμως σαφηνίσωμεν ἅμα ἀποδεικνύντες· ἔστω γὰρ τοῦ Α ὁ Β διπλάσιος, ὁ δὲ Γ τριπλάσιος, καὶ τοῦ Α καὶ Β μεταξὺ ὁ Δ κατὰ τὴν ἀριθμητικήν· λέγω, ὅτι συμβαίνει τὰ ἐν τῇ προτάσει· ἐπειδὴ γὰρ τοῦ Α ὁ μὲν Β διπλάσιος, ὁ δὲ Γ τριπλάσιος, οἵων ἐστὶν ὁ Α δυοῖν, τοιούτων ὁ μὲν Β τεσσάρων, ὁ δὲ Γ ἕξ, ὥστε καὶ οἵων ὁ Β τεττάρων, τοιούτων ὁ Γ ἕξ. τοσούτῳ ἄρα ὁ Γ ὑπερέχει τοῦ Β, ὅσῳ ὁ Β τοῦ Α, ὥστε ἀριθμητικὴ μεσότης ἐστὶ τοῦ Γ καὶ Α ὁ Β. πάλιν ἐπεὶ οἵων ὁ Α δυοῖν, τοιούτων ὁ Β τεσσάρων, ὁ δὲ Δ μέσος αὐτῶν κατὰ τὴν ἀριθμητικήν, ἔσται καὶ αὐτὸς τοιούτων τριῶν, οἵων ὁ μὲν Α δυοῖν, ὁ δὲ Β τεττάρων. οἵων δὲ ὁ Β τεσσάρων, τοιούτων ὁ Γ ϛ. ἔστιν ἄρα οἵων ὁ Α δυοῖν, τοιούτων ὁ μὲν Δ τριῶν, ὁ δὲ Γϛ. ὁ δὲ Δ ἄρα πρὸς τὸν Α καὶ τὸν Γ ποιήσει μεσότητα ἁρμονικήν· τῷ γὰρ αὐτῷ μέρει ὑπερέχεταί τε ὑπὸ τοῦ μείζονος καὶ ὑπερέχει τοῦ ἐλάσσονος. τοῦτο μὲν οὖν ταύτῃ ἐχέτω.

`2.191–2.193`

Σευῆρος δὲ ἀξιοῖ μὴ εἰς τόνον τὸ διάγραμμα καταλήγειν, ἀλλʼ εἰς λεῖμμα, ἐπειδὴ καὶ ὁ Πλάτων εἰς τοῦτο πάντα τὸν περὶ τῆς διαιρέσεως τῆς ψυχῆς λόγον συνεπεράνατο. ἵνʼ οὖν εἰς λεῖμμα καταντήσῃ, μεθαρμόζει τινὰς τῶν ὅρων καὶ ποιεῖ τοὺς πάντας τριάκοντα καὶ τέσσαρας· ἐπειδὴ ἐν τῷ τριακοστῷ καὶ τετάρτῳ μονάδος ἐπέτρεχεν ἥμισυ, διπλασιάζει τοὺς ὅρους καὶ ποιεῖ πρώτην μοῖραν τὸν ψξη, ὅς ἐστι τοῦ τπδ διπλάσιος. τούτου τοίνυν ἐπόγδοον τίθησι τὸν ωξδ, καὶ τούτου τὸν ϡοβ, τούτῳ δὲ ἁρμόζει κατὰ τὸ λεῖμμα τὸν ͵ακδ, τούτου δὲ ἐπόγδοον λαμβάνει τὸν ͵αρνβ, καὶ τούτου τὸν ͵ασϞϛ, καὶ τούτου τὸν ͵αυνη, τούτων δὲ ἁρμόζει κατὰ τὸ λεῖμμα τὸν ͵αφλϛ, καὶ ἐπόγδοον τούτου τίθησι τὸν ͵αψκη, καὶ τούτου τὸν ͵αϡμδ, καὶ τούτῳ κατὰ τὸν λόγον ἁρμόζει τὸν τοῦ λείμματος τὸν ͵βμη, τούτου δὲ αὖ ἐπόγδοον λαμβάνει τὸν ͵βτδ, καὶ τούτου τὸν ͵βφϞβ, καὶ τούτου τὸν ͵βϡιϛ, καὶ πρὸς τοῦτον ποιοῦντα τὸ λεῖμμα τὸν ͵γοβ, καὶ πρὸς τοῦτον ἐπόγδοον τὸν ͵γυνϛ, καὶ πρὸς τοῦτον ὡσαύτως τὸν ͵γωπη, καὶ πρὸς τοῦτον ἁρμόζει κατὰ τὸ λεῖμμα τὸν ͵δϞϛ, καὶ τούτου πάλιν τίθησιν ἐπόγδοον τὸν ͵δχη, καὶ τούτου τὸν ͵ερπδ, καὶ τούτου τὸν ͵εωλβ, καὶ πρὸς τοῦτον κατὰ τὸν λόγον τοῦ λείμματος τὸν ͵ϛρμδ, καὶ πρὸς τοῦτον ἐπόγδοον τὸν ͵ϛϡιβ, καὶ πρὸς τοῦτον ἐπόγδοον τὸν ͵ζψοϛ, καὶ πρὸς τοῦτον ὡσαύτως τὸν ͵ηψμη, καὶ πρὸς τοῦτον κατὰ τὸ λεῖμμα τὸν ͵θσιϛ, τούτου δὲ ἐπόγδοον τὸν μύρια τξη, καὶ τούτου μύρια ͵αψξδ, καὶ τούτου τὸν μύρια ͵γρκβ, καὶ τούτῳ κατὰ τὸν τοῦ λείμματος ἁρμόζει λόγον τὸν μύρια ͵γωκδ, καὶ πρὸς τοῦτον ἐπόγδοον λαμβάνει τὸν μύρια ͵εμνβ, καὶ πρὸς τοῦτον αὖ τὸν μύρια ͵ζυϞϛ, καὶ πρὸς τοῦτον τὸν μύρια ͵θχπγ, καὶ πρὸς τοῦτον τίθησιν ἔχοντα τὸν τοῦ λείμματος λόγον τὸν μυριάδων δύο καὶ ψ καὶ λϛ, καὶ μέχρι τούτου συμπληροῖ τὸ διάγραμμα, τέλος τὸ λεῖμμα ποιησάμενος, πλὴν ὅτι ἐν τούτοις τοῖς ὅροις ἐπίτριτόν ἐστι πρῶτον, εἶτα ἡμιόλιον, καὶ ἑξῆς ἐπίτριτον, εἶτα ἡμιόλιον, καὶ αὖθις ἐπίτριτον, εἶτα ἡμιόλιον, καὶ ἐπὶ τούτοις τρία ἡμιόλια κατὰ τὸ συνεχές, ὡς ἔστι δῆλον ἐκ τῶν ἀναγεγραμμένων. συμβαίνει τοίνυν καὶ ἐπὶ τούτου τοῦ διαγράμματος τετράκις εἶναι τὸ διὰ πασῶν καὶ ἅπαξ τὸ διὰ πέντε, καὶ πλεονάζειν τόνον· τὰ γὰρ τρία ἡμιόλια ποιεῖ ἓν διὰ πασῶν καὶ τόνον καὶ τὸ διὰ πέντε· ἀλλʼ ἡ κατάληξις οὐκ εἰς τόνον, ἀλλʼ εἰς τὸ λεῖμμα· τοῦτο δʼ ἦν τὸ προκείμενον. οὐκ ἀφαιρεῖ οὖν οὐδὲ ὁ Σευῆρος τὸν τόνον, ἀλλʼ οὐ καταλήγει εἰς αὐτόν. ὥστε τὸ ὅλον διάγραμμα κατὰ πάντας ἔκ τε τοῦ τετράκις ἐστὶ διὰ πασῶν καὶ τοῦ διὰ πέντε καὶ ἑνὸς τόνου. κἂν ἐθελήσωμεν ἐπʼ αὐτῶν τῶν μοναδικῶν ἀριθμῶν λαβεῖν τὰ διαστήματα ταῦτα, θεασόμεθα μέχρι τοῦ ἑπτὰ καὶ εἴκοσι τὴν πρόοδον γιγνομένην· διπλάσιος γὰρ ὁ δύο τῆς μονάδος, καὶ τούτου ὁ τέσσαρα, καὶ τούτου ὁ ὀκτώ, καὶ τούτου ὁ δέκα καὶ ἕξ, καὶ μέχρι τοῦδε τὸ τετράκις διὰ πασῶν· αὐτοῦ δὲ τούτου ἡμιόλιος ὁ εἴκοσι καὶ τέσσαρα, καὶ τὸ διὰ πέντε τοῦτο· καὶ πρὸς τοῦτον ἔχει τὸν ἐπόγδοον λόγον ὁ εἴκοσι καὶ ἑπτά· ὥστε ἀπὸ τῆς μιᾶς μοίρας μέχρι τῆς ἑπτακαιεικοσαπλασίας αἱ εἰρημέναι τελειοῦνται συμφωνίαι. τοῦτο μὲν οὖν, ὅπερ ἔφην, κοινὸν ἅπασι τοῖς διαγράμμασι· διαφέρει δὲ ἀλλήλων, ὅτι τὰ μέν ἐστι λαβδοειδῆ, τὰ δὲ ἐπʼ εὐθείας· καὶ γὰρ τῶν παλαιῶν ὁ μὲν Ἄδραστος τοῖς λαβδοειδέσιν, ὁ δὲ Σευῆρος τοῖς κατʼ εὐθεῖαν τίθεται· καὶ τοῦτο ἄμεινον· ἐν γὰρ τῷ λαβδοειδεῖ δὶς οἱ αὐτοὶ εὑρίσκονται ὡδὶ καὶ ὡδὶ ἀριθμοί. τοῦτο δὲ ἀσύμφωνον τοῖς πράγμασι· δύο γὰρ μέρη τὰ αὐτὰ ψυχῆς οὐκ ἔστι, πάντες δὲ μέρη ψυχῆς εἰσιν· καὶ τὰ μὲν εἰς αὐτὸν καταλήγει τὸν τόνον, τὰ δὲ εἰς λεῖμμα, καὶ τὰ μέν ἐστι σαφέστερα, εἰ καὶ δὶς τοὺς αὐτοὺς ἀριθμοὺς παραλαμβάνει, ὡς τὰ ἐπιμερίζοντα τοὺς διπλασίους καὶ τριπλασίους ταῖς τῶν τριγώνων πλευραῖς, τὰ δὲ ἕκαστον ἀριθμὸν ἅπαξ τίθησιν ἐν ἅπασι τοῖς διαστήμασιν, εἰ καὶ δυσκολωτέραν ποιεῖται τὴν κατατομὴν τῶν διπλασίων εἰς τοὺς ἐπιμορίους λόγους καὶ τοὺς ἐπιμερεῖς.

`2.194–2.197`

Ὅσα μὲν οὖν μαθηματικῶς σκοπουμένοις δυνατὸν ἦν εἰς τὴν τοῦ ψυχογονικοῦ διαγράμματος θεωρίαν συμβάλλεσθαι, προείπομεν. μέλλοντες δὲ ἄρχεσθαι τῆς πραγματειώδους ἐξηγήσεως ἡγούμεθα χρῆναι πρῶτον περὶ αὐτῆς τῆς διαιρέσεως εἰπεῖν, καθʼ ἣν ἡ ψυχὴ διῄρηται τοῖσδε τοῖς λόγοις, καὶ διὰ τῶν ἐλέγχων ἀφελεῖν ὅσα ἡμῖν ἐστιν ἐμπόδια πρὸς τὴν κατανόησιν τῆς περὶ αὐτὴν ἀληθείας. μηδεὶς τοίνυν ταύτην τὴν διαίρεσιν σωματικὴν εἶναι νομιζέτω — δέδεικται γὰρ ἔμπροσθεν, ὡς ἡ τῆς ψυχῆς μεσότης ἐξῄρηται τῶν τε σωμάτων καὶ πάσης ὁμοῦ τῆς περὶ αὐτὰ γιγνομένης μεριστῆς οὐσίας —, μηδὲ κρείττονα μὲν σωμάτων αὐτὴν ὑποτιθέσθω, κατὰ τὰ αὐτὰ δὲ τοῖς πέρασι καὶ τοῖς διαστήμασι τοῖς γεωμετρουμένοις αὐτὴν οἰέσθω διαιρεῖσθαι πρὸς παρὸν — τὰ μὲν γὰρ διαστατὰ ὅλα διʼ ὅλων ἑαυτοῖς οὐ πάρεστι καὶ διαιρεθέντα τὴν ἕνωσιν ἀσύγχυτον οὐ δύναται φυλάττειν, ἡ ψυχὴ δὲ μετέχουσα τῆς ἀμερίστου μοίρας ἥνωται πρὸς ἑαυτὴν καὶ πάντα τὰ στοιχεῖα ἐν πᾶσι τὰ αὐτὰ δείκνυσιν ὑφεστηκότα —, μηδὲ αὖ ὡς ἀριθμοῦ λογιζέσθω ταύτην τὴν τομήν — ἔστι μὲν γὰρ ἀριθμός, ἀλλʼ οὐχ ὁ κατὰ τὸ ποσόν, ἀλλʼ οὐσιώδης, αὐτόγονος, ἑνοειδής, πρὸς ἑαυτὸν ἐπεστραμμένος —, μηδὲ παραβαλλέτω τοῖς σπερματικοῖς λόγοις τὴν ἐν πᾶσι πάντων παρουσίαν — ἀτελεῖς γάρ εἰσιν ἐκεῖνοι καὶ σωματοειδεῖς καὶ ἔνυλοι καὶ παντάπασιν ἀπολείπονται τῆς ἀΰλου καὶ καθαρᾶς τῶν ψυχικῶν λόγων οὐσίας —, μηδέ τις εἰκαζέτω τὰς λεγομένας μοίρας τοῖς τῆς ἐπιστήμης θεωρήμασιν, ὡς ἑκάστου τὴν ὅλην ἔχοντος — οὐ γὰρ τὴν γνῶσιν νῦν τῆς ψυχῆς, ἀλλὰ τὴν οὐσίαν ἐπισκοπούμεθα —, οὐδὲ δεῖ ταῖς τῶν ἕξεων διακρίσεσιν ὁμοίας ἡγεῖσθαι τὰς τῶν οὐσιῶν ἑτερότητας — αὗται μὲν γὰρ παντοίως ἐν τοῖς ἔχουσιν αὐτὰς διαποικίλλονται, ἐκεῖναι δὲ ἑστήκασιν ἐν τοῖς δημιουργικοῖς ὅροις ὡσαύτως. ἄνωθεν οὖν ἀπὸ τῆς αἰτίας τῆς δημιουργικῆς τὴν πρωτουργὸν ἀρχὴν ἐξάπτειν χρὴ τῆς ψυχογονικῆς διαιρέσεως καὶ τῶν τελείων μέτρων καὶ προεστηκότων ἀϊδίως ἐν τοῖς οὖσιν, εἰς ἃ καὶ ὁ δημιουργὸς βλέπων διαιρεῖ τὴν ψυχήν· ὡς γὰρ τὸ πᾶν τοῦτο διεῖλε τοῖς νοητοῖς παραδείγμασιν, οὕτως ἄρα καὶ τὴν οὐσίαν τῆς ψυχῆς διέκρινε τοῖς καλλίστοις ὅροις, τοῖς πρεσβυτέροις καὶ ἀρχηγικωτέροις αἰτίοις ἀφομοιῶν αὐτήν. ἔστι δὴ οὖν ὁ τρόπος τῆς διαιρέσεως ἄυλος, νοερός, ἄχραντος, τελεσιουργὸς τῆς οὐσίας τῆς ψυχῆς, γεννητικὸς τοῦ ἐν αὐτῇ πλήθους, συναγωγὸς διὰ τῆς ἁρμονίας εἰς μίαν τάξιν, συνεκτικὸς τῶν διῃρημένων, ὁμοῦ μὲν τῆς ἀμιγοῦς καθαρότητος αἴτιος τοῖς ἐν τῇ ψυχῇ πλήθεσιν, ὁμοῦ δὲ τὴν εἰς ταὐτὸ συνιοῦσαν κοινωνίαν τῶν λόγων παράγων. καὶ δοκεῖ μὲν δαπανᾶν τὸ ὅλον εἰς τὰ μέρη διαιρῶν, καὶ οὕτω πως λέγει καὶ ὁ Τίμαιος, ὅτι κατανάλωσε πᾶν ἐξ οὗ ταῦτα κατέτεμνεν. οὐ μὴν ἀλλʼ ἐπειδὴ προεῖπε μὴ μόνον εἶναι μεριστὴν τὴν ψυχήν, ἀλλὰ καὶ ἀμέριστον, ἄμφω δεῖ φυλάττειν, καὶ τῆς ὁλότητος ἀμερίστου μενούσης γίνεσθαι τὸν εἰς τὸ πλῆθος μερισμόν· εἰ γὰρ μόνον θάτερον λάβοιμεν, τὴν κατατομὴν λέγω, μεριστὴν αὐτὴν μόνως ποιήσομεν. μεριζέσθω τοίνυν ὅλη μετὰ τοῦ μένειν ὅλη πάλιν ἀμέριστος, ἐξ ἴσου μετέχουσα ἀμφοῖν· εὖ γὰρ δὴ καὶ ὁ δαιμόνιος Ἀριστοτέλης, ὡς προείπομεν, εἶναί τι λέγων καὶ ἐν τοῖς μεριστοῖς ἀμερές, συνεκτικὸν τῶν μεριστῶν, ὥστε πολλῷ μᾶλλον ἐν τοῖς φύσιν ἔχουσι μὴ μεριστὴν μόνον, ἀλλὰ καὶ ἀμερῆ, μένειν δεῖ τὸ ἀμερές, ἢ εἰ μὴ μένοι, μόνως ἔσται μεριστὸν τὸ ἐξ ἀμφοῖν. ὅτι δὲ δεῖ τὸ ὅλον μένειν ἐν τῇ γενέσει τῶν μερῶν, δῆλον, εἴπερ ὁ δημιουργός ἐστιν ἀΐδιος ὑποστάτης, αὐτὸς δὲ ἓν ὅλον ὑπέστησε τὴν ψυχὴν πρὸ τῆς διαιρέσεως· οὐδὲ γὰρ ἄλλο τι παράγων ἀφανίζει, πᾶν δὲ ἀεὶ παράγει καὶ διαιωνίως καὶ μένειν ποιεῖ τὸ παραγόμενον ὅπερ ἐστίν. οὐκ ἄρα ἡ ὁλότης ἀπόλλυται τῶν μερῶν ὑφισταμένων, ἀλλὰ μένει καὶ προηγεῖταί γε τῶν μερῶν· οὐ γὰρ τὰ μέρη πρὸ τοῦ ὅλου παρήγαγεν, εἶτʼ ἐκ τούτων ἐγεννήσατο τὸ ὅλον, ἀλλʼ ἔμπαλιν. ὁμοῦ ἄρα καὶ ὅλον ἐστὶ καὶ μέρη ἔχον καὶ ἓν πλῆθος ἡ οὐσία τῆς ψυχῆς. ἡ μὲν δὴ διαίρεσις, ἣν ὁ Τίμαιος ἐπὶ τῆς ψυχῆς παραλαμβάνει, τοιάδε τίς ἐστιν. ὁ δὲ τρόπος τῆς περὶ αὐτὴν ἐξηγήσεως ἔστω τῇ οὐσίᾳ συμφυής, ἀπὸ μὲν τῆς φαινομένης ἁρμονίας ἀπολυόμενος, ἀνάγων δὲ ἑαυτὸν ἐπὶ τὴν οὐσιώδη καὶ ἄυλον ἁρμονίαν καὶ ἀπὸ τῶν εἰκόνων ἐπὶ τὰ παραδείγματα ἀναπεμπόμενος· ἡ γὰρ διʼ ὤτων εἰσρέουσα συμφωνία καὶ ἐν ἤχοις καὶ πληγαῖς ὑφισταμένη τῆς ζωτικῆς καὶ νοερᾶς ἐξήλλακται. μὴ τοίνυν τις ἄχρι τῆς μαθηματικῆς τῶν προκειμένων ἱστάσθω θεωρίας, ἀλλʼ ἐπὶ τὸν πρέποντα τρόπον τῇ οὐσίᾳ τῆς ψυχῆς ἑαυτὸν ἐγειρέτω, μηδὲ εἰς διάστημα φέρων ἢ κινήσεων διαφορὰς ἀποβλέπειν ἡμᾶς ἀξιούτω· πόρρωθεν γὰρ ταῦτα λαμβάνεται καὶ οὐδαμῇ συναρμόζεται τοῖς προκειμένοις· ἀλλʼ αὐτὰ καθʼ αὑτὰ σκοπείτω τὰ λεγόμενα, καὶ ὅπως ἔνδειξιν παρέχεται τῆς ψυχικῆς μεσότητος ἀναλογιζέσθω καὶ ὅπως στοχάζεται τῆς δημιουργικῆς προνοίας. Πρῶτον μὲν οὖν εἰ θεωρεῖν ἐθέλοις, τριττῆς τῆς ὁλότητος οὔσης, τῆς μὲν πρὸ τῶν μερῶν, τῆς δὲ ἐκ τῶν μερῶν, τῆς δὲ ἐν ἑκάστῳ τῶν μερῶν, ὡς πολλάκις ἡμῖν ἐν ἄλλοις δέδεικται, τὴν μὲν ὁλότητα τὴν πρὸ τῶν μερῶν ἤδη παραδέδωκε τῆς ψυχῆς· ἓν γὰρ ὅλον ἐποίησεν αὐτὴν πρὸ παντὸς μερισμοῦ, ἣν καὶ μένειν οὖσαν ὅπερ ἐστὶν εἴπομεν, ἐν τῇ παραγωγῇ τῶν μερῶν οὐ δαπανωμένην· τὸ γὰρ εὖ ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ, λύσει δὲ δαπανῶν τὸ ὅλον εἰς τὰ μέρη. τὴν δὲ ὁλότητα τὴν ἐκ τῶν μερῶν ἐν τούτοις ὑφίστησιν, ὅλον τὸ μῖγμα δαπανῶν εἰς τὴν κατατομὴν τῆς οὐσίας. αὐτῆς καὶ διὰ τῆς ἁρμονίας τῶν μερῶν ὅλην αὐτὴν ἐκ νέας ἀπεργαζόμενος ἐκ πάντων συμπεπληρωμένην τῶν προσηκόντων μερῶν. τὴν δὲ ἐν ἑκάστῳ τῶν μερῶν ὁλότητα καὶ μικρὸν ὕστερον ἀναδιδάξει διαιρῶν τὴν ὅλην εἰς κύκλους τινὰς καὶ ἐν ἑκάστῳ τῶν κύκλων πάντας τοὺς λόγους ἀποτιθέμενος, καὶ ἤδη φανερὰν ἐποίησεν· ἐν γὰρ ἑκάστῳ τῶν μερῶν εἶπεν εἶναι τὰ τρία καθάπερ ἐν τῷ ὅλῳ. πᾶν οὖν μέρος καὶ ὅλον πώς ἐστι, τριαδικὸν ὂν ὡς τὸ ὅλον. ἀνάγκη δὲ ἦν ἔχειν τὰς τρεῖς ὁλότητας ταύτας τὴν ψυχήν, διότι καὶ ψυχοῖ τὸ πᾶν ὅλον ὂν ἐξ ὅλων, ὧν ἕκαστόν ἐστιν ὡς ἐν μέρει ὅλον, ὥστε διχῶς ψυχοῦσα καὶ τὸ κυρίως ὅλον καὶ τὰ ὡς μέρη ὅλα τῶν δύο ἐδεῖτο ὁλοτήτων, καὶ μὴν καὶ ὑπερανέχει τῶν ψυχουμένων ἔξωθέν τι ἔχουσα αὐτῶν, ὡς περικαλύπτειν τὸ πᾶν, ὡς αὐτὸς εἶπε. τῇ μὲν οὖν πρὸ τῶν μερῶν ὁλότητι πάντως ὑπερέδραμε τὸ πᾶν, ταῖς δὲ λοιπαῖς αὐτό τε συνέχει καὶ τὰ ἐν αὐτῷ, ὡς καὶ ταῦτα ὅλα ὄντα. Ἔπειτα νοητέον, ὅτι τὸ μοναδικὸν ἅμα καὶ τὸ δυαδικὸν ἐξ ἀρχῆς εἰς τέλος προϊὼν φυλάττει τῆς ψυχῆς· καὶ γὰρ τὴν ὕπαρξιν αὐτῆς εἰς οὐσίαν ἀνῆγε καὶ ταὐτὸν καὶ ἕτερον, καὶ τὸν ἀριθμὸν ἀπὸ μιᾶς μοίρας ὁρᾷ διχῇ μεριζόμενον εἰς διπλασίους καὶ τριπλασίους, καὶ τὰς μεσότητας θεωρῶν ἐν τῇ μιᾷ περιλαμβάνει τὰς δύο, καὶ καθʼ ἑκατέραν αὐτῶν τούτων ἀναφαίνει διττοὺς λόγους, ἡμιολίους καὶ ἐπιτρίτους, καὶ πάλιν καὶ τούτους εἰς ἐπογδόους τέμνει καὶ λείμματα, καὶ ἐν τοῖς ἑπομένοις τὸ ἓν μῆκος εἰς δύο διαιρήσει καὶ τὸ ἓν σχῆμα τῆς ψυχῆς εἰς δύο περιόδους, καὶ ὅλως οὐδαμοῦ τοῦ μοναδικοῦ τε ἅμα ἀφίεται καὶ δυαδικοῦ, καὶ εἰκότως· νῷ μὲν γὰρ προσήκει τὸ μοναδικὸν μόνον, διὸ καὶ ἀμέριστος, σώματι δὲ τὸ δυαδικόν, ὅθεν καὶ ἐν τῇ γενέσει τοῦ σωματοειδοῦς ἤρχετό τε ἀπὸ δυάδος, πυρὸς καὶ γῆς, καὶ δύο ἄλλα μεταξὺ τούτων ἔταττε γένη στοιχείων ψυχὴ δέ, μέση οὖσα τούτων, μονάς τέ ἐστιν ἅμα καὶ δυάς· αἴτιον δέ, ὅτι ἐξ ἴσου πως μετέχει πέρατος καὶ ἀπειρίας, ὥσπερ νοῦς μὲν πέρατος συγγενής, σῶμα δὲ ἀπειρίᾳ προσήκει μᾶλλον διά τε τὴν ὑποκειμένην ὕλην καὶ τὸν ἐπʼ ἄπειρον μερισμόν. καὶ εἰ ταύτῃ τινὲς τὸ ἀμέριστον καὶ τὸ μεριστὸν εἰς μονάδα καὶ τὴν ἀόριστον ἀνέπεμπον δυάδα, τοῖς πράγμασιν ἑπομένως ἔλεγον· εἰ δὲ ὡς ἀριθμὸν τὴν ψυχὴν ποιοῦντες οὐδὲν διαφέροντα τῶν μοναδικῶν ἀριθμῶν, πολλοῦ ἔδεον συμβαίνοντα λέγειν τῇ οὐσίᾳ τῆς ψυχῆς. ἔστι δʼ οὖν μονὰς ἅμα καὶ δυάς, ἐνεικονιζομένη τῷ μὲν μοναδικῷ τὸ νοερὸν πέρας, τῷ δὲ δυαδικῷ τὴν ἀπειρίαν, ἢ τῷ μὲν εἰκὼν οὖσα τοῦ ἀμεροῦς, τῷ δὲ παράδειγμα τῶν μεριστῶν. Πρὸς δὴ τούτοις κἀκεῖνο θεωρητέον, ὅπως διττὸν ἐνταῦθα παραδίδοται τοῦ δημιουργοῦ τὸ ἔργον· καὶ γὰρ διαιρεῖ κατὰ μοίρας τὴν ψυχὴν καὶ ἁρμόζει τὰ διῃρημένα καὶ σύμφωνα ἀλλήλοις ἀπεργάζεται, ταῦτα δὲ ποιῶν ἅμα μὲν Διονυσιακῶς, ἅμα δὲ Ἀπολλωνιακῶς ἐνεργεῖ· τὸ μὲν γὰρ διαιρεῖν καὶ τὸ προάγειν εἰς μέρη τὰ ὅλα καὶ τῆς διανομῆς προεστάναι τῶν εἰδῶν Διονυσιακόν, τὸ δὲ ἐναρμονίως πάντα τελειοῦν Ἀπολλωνιακόν. ἅτε οὖν ἀμφοτέρων τῶν θεῶν τούτων ὁ δημιουργὸς ἐν ἑαυτῷ περιέχων τὴν αἰτίαν καὶ μερίζει καὶ ἁρμόζει τὴν ψυχήν· καὶ γὰρ ὁ ἀριθμὸς κοινός ἐστιν ἀμφοτέροις ἡ ἑβδομάς, ἐπεὶ καὶ τὸν Διόνυσον οἱ θεολόγοι μεριζόμενον εἰς ἑπτὰ μερισθῆναι λέγουσιν·

ἑπτὰ δὲ πάντα μέλη κούρου διεμοιρήσαντο· καὶ τῷ Ἀπόλλωνι τὴν ἑπτάδα ἀνεῖσαν, ὡς συνέχοντι πάσας τὰς συμφωνίας· ἐν γὰρ μονάδι καὶ δυάδι καὶ τετράδι πρῶτον τὸ δὶς διὰ πασῶν, ἐξ ὧν ἡ ἑβδομάς. διὸ καὶ ἑβδομαγέταν ἐκάλουν τὸν θεόν, καὶ τὴν ἑβδόμην ἱερὰν ἔλεγον τοῦ θεοῦ·

`2.198–2.206`

  
τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ,  
καθάπερ τὴν ἕκτην Ἀρτέμιδος. ἥκει μὲν οὖν τῇ ψυχῇ καὶ ἀπὸ τῶν ὑπερτέρων αἰτίων οὗτος ὁ ἀριθμός, ὥσπερ καὶ ἡ τριάς, αὕτη μὲν ἀπὸ τῶν νοητῶν, ἐκεῖνος δὲ ἀπὸ τῶν νοερῶν, ἥκει δὲ καὶ ἀπὸ τούτων, τῶν θεῶν, ἵνα τὸν μὲν εἰς ἑπτὰ μοίρας μερισμὸν ἔχῃ σύνθημα τῆς Διονυσιακῆς σειρᾶς καὶ τοῦ μυθευομένου σπαραγμοῦ — καὶ γὰρ ἔδει νοῦ μετέχουσαν αὐτὴν Διονυσιακοῦ καί, ὡς Ὀρφεύς φησιν, ἐπὶ τῆς κεφαλῆς φέρουσαν τὸν θεὸν διῃρῆσθαι κατʼ ἐκεῖνον —, τὴν δὲ ἐν ταύταις ταῖς μοίραις ἁρμονίαν ἔχῃ τῆς Ἀπολλωνιακῆς τάξεως σύμβολον· καὶ γὰρ ἐν ἐκείνοις ὁ συνάγων καὶ ἑνίζων τὰ μερισθέντα τοῦ Διονύσου μέλη κατὰ τὴν βούλησιν τοῦ πατρὸς οὗτός ἐστιν ὁ θεός. Ἐπὶ δὲ τούτοις αἱ τρεῖς μεσότητες παρελήφθησαν. αὗται μὲν οὖν οὐκ ἐπὶ τῆς ψυχῆς μόνον, ἀλλὰ καὶ πανταχοῦ τὰς τῆς Θέμιδος παῖδας ἐνεικονιζόμεναι τρεῖς οὖσαι τρεῖς καὶ ἐκείνας οὔσας, ἡ μὲν γεωμετρικὴ τῆς Εὐνομίας εἰκὼν οὖσα, διὸ καὶ ἐν Νόμοις ταύτην εἶναί φησι τὴν διακοσμοῦσαν τὰς πολιτείας καὶ Διὸς κρίσιν ἀνύμνησεν τοῦ πάντα κοσμοῦντος καὶ τὴν ὄντως πολιτικὴν περιέχοντος, ἡ δὲ ἁρμονικὴ τῆς Δίκης, μείζοσι μὲν ὅροις ἀπονέμουσα λόγον μείζονα, ἐλάσσοσι δὲ ἐλάσσονα — τοῦτο τὸ τῆς Δίκης ἔργον —, ἡ δὲ ἀριθμητικὴ τῆς Εἰρήνης· αὕτη γάρ ἐστιν, ὡς εἴρηται καὶ τοῦτο ἐν Νόμοις, ἡ τὸ ἴσον ἀποδιδοῦσα πᾶσι κατὰ τὸ ποσὸν καὶ ποιοῦσα δῆμον εἰρηνεύειν πρὸς μὴ δῆμον· ὡς ἥ γε στερεὰ ἀναλογία πρὸ τούτων αὐτῆς ἱερὰ τῆς Θέμιδός ἐστι τῆς μητρός, πασῶν περιεχούσης τὰς δυνάμεις. ἀλλὰ ταῦτα μὲν καθόλου περὶ τῶν τριῶν. οἰκείως δὲ λεγέσθωσαν τοῖς προειρημένοις αἱ τρεῖς, ἑνωτικαὶ καὶ συνεκτικαὶ τῆς οὐσίας οὖσαι τῆς ψυχῆς· διὸ καὶ ὁ Τίμαιος δεσμοὺς αὐτὰς προσείρηκε· καὶ γὰρ τὴν γεωμετρικὴν ἀνωτέρω κάλλιστον εἶπεν εἶναι δεσμῶν, καὶ τὰς ἄλλας ἐν τούτοις. πᾶς δὲ δεσμὸς ἕνωσίς τίς ἐστιν. εἰ οὖν αἱ μεσότητες δεσμοὶ καὶ οἱ δεσμοὶ ἑνώσεις τῶν δεδεμένων εἰσί, δῆλον τὸ συμβαῖνον. αὗται δὴ οὖν διὰ πάσης διήκουσι καὶ μίαν αὐτὴν ὅλην ἐκ πολλῶν ἀπεργάζονται, συνδετικὴν τῶν ποικίλων εἰδῶν λαχοῦσαι δύναμιν. τριῶν δὲ οὐσῶν αὐτῶν ἡ μὲν γεωμετρικὴ τὸ οὐσιῶδες πᾶν συνδεῖ τῶν ψυχῶν· καὶ γὰρ ἡ οὐσία λόγος εἷς ἐστιν διὰ πάντων φοιτῶν καὶ συνέχων πρῶτά τε καὶ μέσα καὶ τελευταῖα, καθάπερ ἐπὶ τῆς γεωμετρικῆς εἷς καὶ ὁ αὐτὸς λόγος διὰ τῶν τριῶν ὅρων διήκει τελέως. ἡ δὲ ἁρμονικὴ τὴν ταυτότητα πᾶσαν τὴν διῃρημένην συνέχει τῶν ψυχῶν, τοῖς ἄκροις παρεχομένη κοινωνίαν λόγων καὶ ὁμοφυῆ σύζευξιν, καὶ ἐν μὲν τοῖς ὁλικωτέροις ὁρωμένη μᾶλλον, ἐν δὲ τοῖς μερικωτέροις ἧττον, ὡς ἡ ταυτότης. ἡ δὲ ἀριθμητικὴ τὴν ἑτερότητα συνδεῖ τὴν παντοίαν τῆς προόδου τῆς ψυχῆς, ἐν μὲν τοῖς μείζοσι κατὰ τὴν τάξιν ἧττον ἐνοῦσα, ἐν δὲ τοῖς ἐλάττοσι μᾶλλον· κρατεῖ γὰρ ἡ ἑτερότης ἐν τοῖς μερικωτέροις, ὡς ἡ ταυτότης ἐν τοῖς ὁλικωτέροις καὶ κρείττοσι. καὶ ἔχουσιν ἀντιπεπόνθησιν αὗται πρὸς ἀλλήλας ὡς ἡ ταυτότης καὶ ἑτερότης, καὶ ὡς τούτων ἡ οὐσία μονάς, οὕτως ἐκείνων ἡ γεωμετρικὴ μεσότης. τῶν οὖν ἐν πᾶσι τοῖς ὅροις οὐσιῶν τῶν τριακοντατεσσάρων ἕνωσίς ἐστιν ἡ γεωμετρική, καὶ τῶν ταυτοτήτων τῶν ἰσαρίθμων ἡ ἁρμονική, καὶ τῶν ἑτεροτήτων ἡ ἀριθμητική, διατείνουσαι πᾶσαι διὰ πάντων τῶν ὅρων. ἢ πῶς ἂν ὅλον ἐξ αὐτῶν ἐγένετό τι μὴ ἑνωθέντων εἰς δύναμιν ἀλλήλοις, οὐσιωδῶς μὲν ὑπὸ τῆς μιᾶς, ἄλλως δὲ καὶ ἄλλως ὑπὸ ταῖν δυοῖν; διὸ δὴ καὶ αὗται πλήρωμα γίνονται τῆς γεωμετρικῆς, ὥσπερ ἡ ταυτότης καὶ ἑτερότης συντελοῦσιν εἰς τὴν οὐσίαν· διότι καὶ αὗται μὲν ἀντιθέτως πρὸς ἀλλήλας ἔχουσιν, ἐκείνη δὲ συνάπτει καὶ συνυφαίνει τὴν διάστασιν αὐτῶν· ἡ μὲν γὰρ ἁρμονικὴ μείζοσι μείζους λόγους, ὡς εἴρηται διανέμει καὶ ἐλάττοσιν ὅροις ἐλάττους· τὰ γὰρ μείζονα κατʼ οὐσίαν καὶ ὁλικώτερα περιεκτικώτερα καὶ τῇ δυνάμει τῶν ὑφειμένων ἀποφαίνει. ἡ δὲ ἀριθμητικὴ ἀνάπαλιν, τοῖς μὲν μείζοσιν ἐλάττους, τοῖς δὲ ἐλάττοσι μείζους· καὶ γὰρ ἡ ἑτερότης ἐνδυναστεύει μᾶλλον τοῖς καταδεεστέροις, ὥσπερ ἡ ταυτότης ἀνάπαλιν ἐν τοῖς ὑπερτέροις μᾶλλον ἢ τοῖς καταδεεστέροις. ἡ δὲ γεωμετρικὴ τὸν αὐτὸν λόγον ἐπὶ πάντας διατείνει τοὺς ὅρους, ἕνωσιν ἐπιλάμπουσα πρώτοις τε καὶ μέσοις καὶ τελευταίοις διὰ τὴν τῆς οὐσίας ἐπὶ πάντα παρουσίαν. τρεῖς οὖν ὁ δημιουργὸς ἐνδίδωσι τῇ ψυχῇ συνεκτικὰς ἑνώσεις, ἃς δὴ μεσότητας προσείρηκεν, ὡς τὴν μέσην τάξιν τῶν ὅλων συνδεούσας· τὴν γεωμετρικήν, τὸ πλῆθος τῶν οὐσιῶν συνάγουσαν καὶ τὰς οὐσιώδεις προόδους ἑνοποιοῦσαν· ὁ γὰρ εἷς λόγος τῆς ἑνώσεώς ἐστιν εἰκών· τὴν ἁρμονικήν, τὰς ταυτότητας ὅλας καὶ τὰς ὑπάρξεις αὐτῶν συνδέουσαν εἰς μίαν κοινωνίαν· τὴν ἀριθμητικήν, τὰς ἑτερότητας τάς τε πρώτας καὶ τὰς μέσας καὶ τὰς τελευταίας συζευγνύουσαν· καὶ γὰρ ὅλως ἀριθμῶν ἡ ἑτερότης ἐστὶ μήτηρ, ὡς ἐν Παρμενίδῃ μεμαθήκαμεν. ἦν δὲ τρία ταῦτα καθʼ ἑκάστην μοῖραν, ἡ οὐσία, ἡ ταυτότης, ἡ ἑτερότης, καὶ ἔδει πάντα συνάπτειν διὰ μεσότητος ἀλλήλοις καὶ λόγων συνδετικῶν. Τὸ δὴ μετὰ ταῦτα λόγων πλήρωμα τὴν ψυχὴν εἶναί φαμεν, ἁπλουστέραν μὲν τῶν αἰσθητῶν, συνθετωτέραν δὲ τῶν νοητῶν. διὰ ταῦτα τοίνυν ὁ Τίμαιος ἑπτὰ λόγους ἐπʼ αὐτῆς παρείληφε, τὸν τῆς ἰσότητος, τὸν πολλαπλάσιον, τὸν ὑποπολλαπλάσιον, τὸν ἐπιμόριον, τὸν ἐπιμερῆ, καὶ τοὺς τούτων ὑπολόγους, ὑπεπιμόριον, ὑπεπιμερῆ, ἀλλʼ οὐχὶ τοὺς ἐκ τούτων συνθέτους· οὗτοι μὲν γὰρ τοῖς σωματικοῖς λόγοις προσήκουσι συνθέτοις οὖσι καὶ μεριστοῖς, οἱ δὲ ἐν τῇ ψυχῇ λόγοι προΐασι μὲν εἰς πλῆθος καὶ μερισμόν, ἀλλʼ ὁμοῦ τῷ πλήθει τὴν ἁπλότητα καὶ τῷ μερισμῷ τὸ ἑνοειδὲς ἐπιδείκνυνται. οὔτε οὖν ἐν τῇ μονάδι καὶ τῷ ἀμερεῖ τὴν ὑπόστασιν ἔλαχον, ὡς ὁ νοῦς· μοναδικὸς γὰρ ἐκεῖνος καὶ ἀμερὴς μόνον. οὔτε τὸ πλῆθος αὐτῶν εἰς τοὺς συνθέτους προελήλυθε λόγους. καὶ ὁ μὲν πολλαπλάσιος μοναχῇ μεριστὸς κατὰ τὸν πρόλογον· ὁ γὰρ ὑπόλογος οὐκ ἔχει διαίρεσιν, ὅς γε οὐ κωλύεται καὶ μονὰς εἶναι. ὁ δὲ ἐπιμόριος διχῇ, κατὰ τὸν πρόλογον καὶ ὑπόλογον, μεριστός, κατὰ δὲ τὴν διαφορὰν ἀμέριστος. ὁ δὲ ἐπιμερὴς καὶ κατʼ ἐκείνους μεριστὸς καὶ κατὰ τὴν διαφοράν. ὥσθʼ ὃ μὲν μοναχῇ, ὃ δὲ διχῇ, ὃ δὲ τριχῇ μεριστός, ἡ δὲ ἰσότης ἀμέριστος. τούτοις δὴ τοῖς λόγοις ὑπέστησε τὸ πᾶν ἡ ψυχή· τῷ μὲν τριχῇ μεριστῷ τὸ σωματοειδές, τῷ δὲ διχῇ τὴν ἐπίπεδον φύσιν, τῷ δὲ μοναχῇ τὴν γραμμικήν, τῷ δὲ ἀμερίστῳ τὴν πάντα περατοῦσαν ἀμέρειαν· ἔνι γάρ τι καὶ ἐν τοῖς μεριστοῖς ἀμερές. ἔστι μὲν δὴ καὶ ταῦτα ἀληθῆ. Δεῖ δὲ καὶ κατʼ ἄλλον τρόπον ταῦτα θεωρῆσαι, προλαβόντας, ὅτι τοὺς ἁπλουστέρους ἀριθμοὺς καὶ ἐγγυτέρω μονάδος ἀρχικωτέρους δεῖ τῶν συνθετωτέρων νοεῖν, ἐπεὶ καὶ ὁ Πλάτων τὴν μίαν μοῖραν τῶν ἑξῆς πάντων προταξάμενος πρὸς ταύτην ἀναφέρει πάντας καὶ κατέληξεν εἰς τοὺς μάλιστα συνθέτους καὶ στερεούς. τούτου δὴ οὖν προληφθέντος λέγω, ὅτι ἡ μὲν ἰσότης καὶ ὁ τῆς ἰσότητος λόγος μονάδος ἔχει λόγον πρὸς τοὺς λόγους πάντας, καὶ ἔστιν ὅπερ ἡ μονὰς ἐν τῷ καθʼ αὑτὸ ποσῷ, τοῦτο τὸ ἴσον ἐν τῷ πρός τι. διὸ κατὰ τοῦτον τὸν λόγον ἡ ψυχὴ μέτρον ἐπάγει κοινὸν πᾶσι τοῖς κατὰ τοὺς αὐτοὺς λόγους ὑφεστῶσι καὶ μίαν ἰδέαν τῆς ταυτότητος εἰκόνα φέρουσαν. κατὰ δὲ τὸν ὑποπολλαπλάσιον λόγον καὶ τὸν πολλαπλάσιον πάσας ἐπιτροπεύει τὰς σειράς, ὅλας συνέχουσα αὐτάς, τῶν ἐγκοσμίων ὅλον ἕκαστον εἶδος πολλάκις ἐν τοῖς πρὸς αὐτοῦ πᾶσιν εἰδοποιουμένοις ἐπιδεικνύουσα· οἷον τὸ ἡλιακόν, εἰ βούλει, καὶ τὸ σεληνιακὸν ἐν θείαις ψυχαῖς, ἐν δαιμονίαις, ἐν ἀνθρωπικαῖς, ἐν ζῴοις ἀλόγοις, ἐν φυτοῖς, ἐν λίθοις αὐτοῖς τὴν μὲν σειρὰν ὡς μίαν κατὰ τὸν πολλαπλάσιον δεικνῦσα, τὸ δὲ ἓν εἶδος κατὰ τὸν ὑποπολλαπλάσιον ὅλον πολλάκις ἐν τῇ ἑαυτοῦ σειρᾷ φαινόμενον καὶ προποδίζοντα. τὰ δὲ μερικώτερα τῶν σειρῶν τῶν ὁλικωτάτων γένη διακοσμοῦσα, τὰ μὲν κατὰ τοὺς ὑπεπιμορίους καὶ ἐπιμορίους, ὅσα καὶ ἔστιν ἐν τοῖς μετέχουσιν ὅλα καὶ καθʼ ἕν τι μετέχεται τῶν ἐν αὐτοῖς, τὰ δὲ κατὰ τὸν ὑπεπιμερῆ καὶ ἐπιμερῆ λόγον, ὅσα μετέχεται μὲν καὶ ὅλα ὑπὸ τῶν δευτέρων, μετὰ μέντοι τῆς εἰς πλῆθος διαιρέσεως· τοῦ γὰρ ζῴου μετέχει μὲν καὶ ἄνθρωπος, καὶ ἔστιν ὅλον καὶ ἐν τούτῳ τὸ εἶδος, ἀλλʼ οὐ μόνον, ἀλλὰ καθʼ ἓν τὸ ὅλον, οἷον τὸ ἀνθρώπειον εἶδος, ὥστε μετὰ τοῦ ὅλου καὶ ἑνός τινος, ὅπερ ἐστὶν αὐτοῦ μόριον, πάρεστι τῷ μετέχοντι· τὰ δὲ καλούμενα κοινογενῆ, μετέχοντα καὶ αὐτὰ τοῦ ἑνὸς γένους, οὐδὲ ταῦτα μόνου τούτου μετείληχεν, ἀλλὰ μετὰ τούτου καὶ πλειόνων γενῶν ἄλλων καὶ μερῶν ὄντων ἐκείνου τοῦ ἑνός, ἀλλʼ οὐ μέρους, ὥσπερ ἡμίονος, εἰ τύχοι, τῶν εἰδῶν, ἐξ ὧν ἔχει συμμιγῆ τὴν γένεσιν. ἢ οὖν τοῦ ἑνὸς γένους μετέχει τῶν εἰδῶν ἕκαστον καθʼ ἓν καὶ μιμεῖται τὸν ἐπιμόριον, ὃς ἔχει πρὸς τῷ ὅλῳ μόριον ἕν, ἢ τοῦ κοινοῦ καὶ πλειόνων καὶ μιμεῖται τὸν ἐπιμερῆ, πρὸς τῷ ὅλῳ καὶ πλείω μόρια τοῦ ἑνὸς ἔχοντα. καὶ οὐκ ἔστι παρὰ ταῦτα τῶν εἰδῶν μέθεξις. καὶ εἰς ταῦτα βλέποντες τὰς αἰτίας ἀποδίδομεν τῆς εἰδοποιίας τῶν καθʼ ἓν ὑφισταμένων εἶδος, οἷον ἡλίου, σελήνης, ἀνθρώπου, τῶν δὲ κατὰ πλείονα μετὰ τοῦ κοινοῦ· πολλὰ γὰρ τοιαῦτα καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ συνέστηκεν, οἷον ἀνθρωπόμορφα καὶ τὰ κάτω ἰχθυώδη, καὶ λεοντοπρόσωπα δρακόντων εἴδη μεμιγμένην ἔχοντα σύστασιν ἐκ πλειόνων. οὗτοι δὴ οὖν οἱ λόγοι πάντες εἰκότως ἐν τῇ ψυχῇ προελήφθησαν, πάσας ἀφορίζοντες τὰς ἐν τῷ παντὶ μεθέξεις τῶν εἰδῶν, καὶ οὐδʼ ἂν γένοιντο παρὰ τούτους ἄλλοι τῆς κοινωνίας λόγοι, κατὰ τούτους πάντων εἰδοποιουμένων. πάλιν οὖν ἡ ἑβδομὰς τῶν λόγων συμβαίνει τῇ ἑβδομάδι τῶν μοιρῶν, καὶ ὅλη διʼ ὅλης ἑαυτῆς ἡ ψυχὴ ἑβδομαδική ἐστιν, ἐν ταῖς μοίραις, ἐν τοῖς λόγοις, ἐν τοῖς κύκλοις, ἑπταμερὴς οὖσα καὶ ἑπτάλογος καὶ ἑπτάκυκλος· εἰ γὰρ μονάς ἐστιν ὁ δημιουργικὸς νοῦς, ἡ δὲ ψυχὴ πρώτως ἀπὸ νοῦ πρόεισιν, ἑβδομάδος ἔχει λόγον πρὸς αὐτόν· πατρικὴ γὰρ καὶ ἀμήτωρ ἡ ἑβδομάς. καὶ ἴσως ἡ μὲν ἰσότης τὴν ἐξ ἴσου κοινωνίαν ἐνδίδωσι πᾶσι τοῖς ψυχικοῖς λόγοις, ἵνα πάντες πάντων κοινωνῶσιν· ὁ δὲ πολλαπλάσιος  <span class="gap">…</span> ἔνδειξιν παρέχεται τοῦ τρόπου, καθʼ ὃν οἱ ἑνικώτεροι μετροῦσι τοὺς πληθυομένους, ὅλοι διʼ ὅλων ἐκείνων φοιτῶντες, καὶ οἱ ἀμερέστεροι τοὺς μᾶλλον διῃρημένους· οἱ δὲ ἐπιμόριοι καὶ οἱ ὑπὸ τούτους τῆς διαφορᾶς, καθʼ ἣν οὐχ ὅλοι ὅλοις οἱ λόγοι κοινωνοῦσιν, ἀλλὰ μερικὴν μὲν ἔχουσι σχέσιν, καθʼ ἓν δέ τι τὸ ἑαυτῶν συνάπτονται κυριώτατον· οἱ δὲ ἐπιμερεῖς καὶ οἱ τούτων ὑπόλογοι τῆς ἐσχάτης ὑφέσεως, καθʼ ἣν μεριστή τίς ἐστιν ἡ κοινωνία καὶ πεπληθυσμένη τῶν ψυχικῶν λόγων διὰ τὴν ὕφεσιν· οἱ μὲν γὰρ ὑψηλότεροι διʼ ὅλων ὅλοις συνήνωνται ἀλλήλοις, οἱ δὲ μέσοι οὐ διʼ ὅλων μέν, κατὰ μέρος δὲ τὸ ἀκρότατον συνάπτονται, οἱ δὲ τρίτοι μεριστῶς ἤδη κατὰ τὰ πλήθη συμφύονται· λέγω δὲ οἷον ἡ μὲν οὐσία πᾶσι κοινωνεῖ τοῖς λόγοις, καταμετροῦσα πάσας αὐτῶν τὰς προόδους—οὐδὲν γὰρ ἐν αὐτοῖς ἀνούσιον—ἡ δὲ ταυτότης, γένος οὖσα καὶ αὐτή, μάλιστα τὰς ἀκρότητας αὐτῶν συνάγει πρὸς μίαν κοινωνίαν, ἡ δὲ ἑτερότης διαφερόντως τὰς διαιρέσεις αὐτῶν καὶ τὰς προόδους καταμετρεῖται. πάλιν τοίνυν ἡ κοινωνία δείκνυται τῶν ψυχικῶν λόγων· ἢ γὰρ παντελής ἐστιν ἢ κατὰ τὰς ἀκρότητας ὑφίσταται μόνον ἢ κατὰ τὰς εἰς πλῆθος ἐκστάσεις. Ἔτι τοίνυν ἐπὶ τούτοις κατίδωμεν, ὅπως αἱ ἑπτὰ μοῖραι τὴν ὑπόστασιν ἔλαχον. ἡ μὲν δὴ πρώτη μοῖρα τὸ νοερώτατόν ἐστι καὶ ἀκρότατον τῆς ψυχῆς, αὐτῷ τῷ ἑνὶ συνάπτουσα καὶ τῇ ὑπάρξει τῆς ὅλης οὐσίας, διὸ καὶ μία προσαγορεύεται, ὡς ἑνοειδής, καὶ ὁ ἀριθμὸς αὐτῆς καὶ τὸ πλῆθος ἑνώσει κατέχεται, καὶ ἔστιν ἀνὰ λόγον τῇ αἰτίᾳ καὶ τῷ κέντρῳ τῆς ψυχῆς· μένει γὰρ ἡ ψυχὴ κατὰ ταύτην καὶ ἀνεκφοίτητός ἐστι τῶν ὅλων. καὶ ἔστι τετρὰς μὲν ἐν ταῖς πρωτίσταις μονάσι διὰ τὸ μόνιμον καὶ τῇ ἰσότητι χαῖρον καὶ ταυτότητι, ὀγδοὰς δὲ ἐν δευτερῳδουμέναις διὰ τὴν ὕφεσιν καὶ τὴν μέχρι τῶν ἐσχάτων καὶ τοῦ ἀκροτάτου τῆς ψυχῆς πρόνοιαν, τριὰς δὲ ἐν τριῳδουμέναις διὰ τὴν τοῦ ἐν αὐτῇ πλήθους εἰς τὸ παντέλειον περιαγωγήν. καὶ ἅμα δῆλον ἐκ τούτων ὡς ἀπʼ εἰκόνων, ὅτι καὶ τὸ ἀκρότατον τῆς ψυχῆς, κἂν ᾖ ἑνοειδές, ἀλλʼ οὐ καθαρῶς ἐστιν ἕν, ἀλλὰ καὶ τοῦτο πλῆθος ἡνωμένον, ὡς καὶ ἡ μονὰς οὐκ ἀπλήθυντος μέν ἐστι, μονὰς δὲ ὅμως· μόνως δὲ ἓν τὸ τῶν θεῶν ἕν, ὡς τὸ τοῦ νοῦ μᾶλλον ἕν, εἰ καὶ αὐτὸ πεπλήθυσται, τὸ δὲ τῆς ψυχῆς ὁμοίως ἓν καὶ πλῆθος, ὥσπερ τὸ τῶν μετʼ αὐτὴν μᾶλλον πλῆθος ἢ ἕν, τῶν περὶ τὸ σῶμα μεριστῶν, τὸ δὲ τῶν σωμάτων οὐδὲ ἁπλῶς ἕν, ἀλλὰ φάντασμα ἑνὸς καὶ εἴδωλον· διὸ καὶ ὁ Ἐλεάτης Ξένος πᾶν τὸ σωματικὸν καταθραύεσθαί φησιν, ὡς ἐπίκτητον ἔχον τὸ ἓν καὶ μηδὲν παύεσθαι μεριζόμενον. ἡ δὲ δευτέρα πολλαπλασιάζει τὴν πρὸ αὐτῆς γεννητικαῖς προόδοις, ἃς ἡ δυὰς ἐνδείκνυται, καὶ πάσας τὰς προόδους ἐκφαίνει τῆς οὐσίας. διὸ καὶ διπλασία λέγεται τῆς πρώτης, ὡς μιμουμένη τὴν ἀόριστον δυάδα καὶ τὴν ἀπειρίαν τὴν νοητήν. ἡ δὲ τρίτη πᾶσαν αὐτὴν ἐπιστρέφει πάλιν εἰς τὴν ἀρχήν, καὶ ἔστι τὸ τρίτον αὐτῆς τὸ συνελισσόμενον εἰς τὰς ἀρχάς, ὃ δὴ μετρεῖται μὲν ὑπὸ τῆς πρώτης μοίρας, ὡς ἑνώσεως ἀπʼ αὐτῆς πληρούμενον, μερικώτερον δὲ συνάπτεται πρὸς τὴν δευτέραν, καὶ διὰ τοῦτο λέγεται τριπλάσιον μὲν ἐκείνης, ἡμιόλιον δὲ ταύτης, ἐξ ἡμισείας μὲν ὑπὸ τῆς δευτέρας συνεχόμενον, ὡς ἂν μηδὲ τὴν ἴσην δύναμιν ἐχούσης, τελέως δὲ ὑπὸ τῆς πρώτης. ἡ δὲ αὖ τετάρτη μοῖρα καὶ ἡ πέμπτη λοιπὸν ἰδίως προστάτιν αὐτὴν ἀποφαίνουσι τῶν δευτέρων· αἰτίαι γάρ εἰσι τῶν ἀσωμάτων τῶν περὶ τοῖς σώμασι μεριζομένων νοεραί, ἐπίπεδοι οὖσαι καὶ τετραγωνικαί, ἣ μὲν ἀπὸ τῆς δευτέρας, ἣ δὲ ἀπὸ τῆς τρίτης μοίρας, τῆς μὲν προόδου καὶ τῆς ἀπογεννήσεως ἡ τετάρτη, τῆς δὲ ἐπιστροφῆς καὶ τῆς τελειώσεως ἡ πέμπτη· ἐπίπεδοι γὰρ ἀμφότεραι, ἀλλʼ ἣ μὲν ἀπὸ τῆς δευτέρας, δὶς ἀπʼ αὐτῆς ὑποστᾶσα, ἣ δὲ ἀπὸ τῆς τρίτης, τρὶς προελθοῦσα. καὶ ἔοικεν εἶναι ἣ μὲν γεννητικὴ τῶν περὶ τὸ σῶμα γεννητικῶν μορίων μεριστῶν, γονίμων δὲ ὅμως εἰδῶν τὴν πρόοδον μιμουμένων τῆς ψυχῆς, ἢ δὲ τῶν περὶ τὸ σῶμα μὲν μεριστῶν, γνωριστικὴν δὲ δύναμιν ἐχόντων καὶ ταύτῃ μιμουμένων τὸ τῆς ψυχῆς ἐπιστρεπτικόν· πᾶσα γὰρ γνῶσις ἐπιστρέφει τὸ γιγνῶσκον εἰς τὸ γνωστόν, ὥσπερ πᾶσα φύσις γεννᾶν ἐθέλει καὶ εἰς τὸ κάτω ποιεῖσθαι τὴν πρόοδον. ἡ δὲ ἕκτη καὶ ἑβδόμη καὶ αὐτῶν τῶν σωμάτων καὶ τῶν στερεῶν ὄγκων τὰς πρωτουργοὺς αἰτίας ἐν αὐτῇ προϋποτίθενται· στερεοὶ γὰρ οἵδε οἱ ἀριθμοί, καὶ ὃ μὲν ἀπὸ τῆς δευτέρας, ὃ δὲ ἀπὸ τῆς τρίτης· ἐπιστρέφων δὲ ὁ λόγος καὶ τὰ ἔσχατα εἰς τὰ πρῶτα καὶ τὰς ἀποπερατώσεις τῆς ψυχῆς ἐπὶ τὴν ἀκρότητα αὐτῆς τὴν μὲν ὀκταπλασίαν, τὴν δὲ ἑπτακαιεικοσαπλασίαν ἔθετο τῆς πρώτης. καὶ οὕτως ἑπταμερὴς ἡ οὐσία τῆς ψυχῆς ὡς μένουσα καὶ προϊοῦσα καὶ ἐπιστρέφουσα καὶ αἰτία τῆς τε προόδου καὶ τῆς ἐπιστροφῆς τῶν τε περὶ τοῖς σώμασι μεριστῶν οὐσιῶν καὶ τῶν σωμάτων αὐτῶν· εἰ δὲ βούλει, διότι μέσην ἔλαχεν ὑπόστασιν τῶν τε ἀμερίστων καὶ τῶν μεριστῶν, ἐκεῖνα μὲν μιμεῖται διὰ τῆς τριάδος τῶν ὅρων, ταῦτα δὲ προείληφε διὰ τῆς τετράδος. πᾶσα δὲ ἐκ πάντων, διότι καὶ πᾶσα κέντρον ἐστὶ τῶν ὅλων. Ταύτας δὴ τὰς μοίρας δυνατὸν καὶ κατὰ τὸν διπλάσιον στίχον διελεῖν, εἰ λάβοις τὴν μὲν ἀκρότητα τῆς ψυχῆς τὸ μένον αὐτῆς. τὴν δὲ πρόοδον αὐτῆς τὴν εἰς αὐτὴν καὶ τὴν τῶν προσεχῶς μετʼ αὐτὴν ἀπʼ αὐτῆς καὶ τὴν τῶν στερεῶν ἐσχάτην ὑπόβασιν, μᾶλλον δὲ τῆς αἰτίας αὐτῶν τὴν ὕφεσιν, κατὰ τὸν διπλάσιον λόγον· δυάδι γὰρ τῇ γονίμῳ πᾶσαν ἂν εὕροις ταύτην ἀνειμένην τὴν συστοιχίαν. πάλιν δὲ αὖ τό τε ἐπιστρεπτικὸν αὐτῆς τὸ πρὸς ἑαυτὴν καὶ τὸ τῶν προσεχῶς μετʼ αὐτὴν καὶ τὸ τῶν τρίτων ἀπʼ αὐτῆς πρὸς τὴν ἑνοειδῆ καὶ συναγωγὸν τῶν ὅλων οὐσίαν κατὰ τὸν τριπλάσιον. Ταῦτα δὲ ἄρα τὰ διαστήματα οὐσιώδη ὄντα καὶ κατʼ αὐτὸ τὸ εἶναι θεωρούμενα συμπληροῦσιν αἵ τε ἀριθμητικαὶ καὶ ἁρμονικαὶ μεσότητες, αἳ μὲν τὰς ταυτότητας αὐτῶν, αἳ δὲ τὰς ἑτερότητας συνδέουσαι, καθάπερ εἴπομεν. ἔτι δὲ προσεχέστερον τοῖς πράγμασιν εἴποις ἄν, ὅτι κατὰ μὲν τὴν μίαν μοῖραν ἥνωται τοῖς πρὸ αὐτῆς καὶ ἔστιν αὕτη τὸ ἀκρότατον τῆς ψυχῆς, κατὰ δὲ τὴν διπλασίαν καὶ τριπλασίαν πρόεισιν ἀπὸ νοῦ καὶ ἐπιστρέφει πρὸς νοῦν, κατὰ δὲ τὴν διπλασίαν τῆς διπλασίας καὶ τὴν τριπλασίαν τῆς τριπλασίας πρόεισί τε ἀφʼ ἑαυτῆς καὶ ἐπιστρέφει πρὸς ἑαυτήν, κατὰ δὲ τὰς λοιπὰς παράγει τε τὰ μετʼ αὐτὴν καὶ ἐπιστρέφει πρὸς ἑαυτὴν πάλιν καὶ διʼ ἑαυτῆς μέσης ἐπὶ τὰς ἑαυτῆς ἀρχάς· καὶ γὰρ μόνιμός ἐστι κατʼ ἐκείνας, τῶν δευτέρων πληρουμένη παρʼ αὐτῶν. καὶ ὡς ἡ μὲν ἀπʼ αὐτῆς πρόοδος εἰς τὴν ἀπὸ τῶν πρὸ ἑαυτῆς ἀνήρτηται, ἡ δὲ εἰς ἑαυτὴν ἐπιστροφὴ εἰς τὴν ἐπὶ τὰ πρὸ αὐτῆς, αἱ δὲ τελευταῖαι μοῖραι, καθʼ ἃς καὶ ὑφίστησι τὰ μετʼ αὐτὴν καὶ ἐπιστρέφει, πρὸς τὴν πρώτην ἀναφέρονται μοῖραν, ἵνα κύκλος ἄναρχος ἀναφανῇ, τοῦ τέλους τῇ ἀρχῇ συναφθέντος, καὶ τὸ πᾶν ἔμψυχόν τε ἅμα γένηται καὶ ἔννουν, τῶν στερεῶν ἀριθμῶν τῇ πρώτῃ μοίρᾳ συνταχθέντων.

`2.207–2.211`

καὶ μὴν καὶ ἐκ τούτων τῶν μεσοτήτων ἀναφαίνεσθαί φησιν ἡμιόλια καὶ ἐπίτριτα καὶ ἐπόγδοα. τί δὴ οὖν βούλεται ταῦτα ἐνδείκνυσθαι; ἦ μερικωτέρας ἡμῖν παρέχεται διαφορὰς τῶν ψυχικῶν λόγων, τῶν μὲν ἡμιολίων εἰκόνα φερόντων τῆς μεριστῆς μὲν κοινωνίας, ἀλλὰ κατὰ τὰ πρώτιστα τῶν μερῶν, τῶν δὲ ἐπιτρίτων τῆς κατὰ τὰ μέσα, τῶν δὲ ἐπογδόων τῆς κατὰ τὰ ἔσχατα. διὸ καὶ αἱ μεσότητες πρὸς ἀλλήλας κατὰ τὸν ἐπόγδοον συζεύγνυνται λόγον· ἅτε γὰρ κατὰ τὰ ἀντικείμενα γένη θεωρούμεναι τὴν κοινωνίαν ἐλαχίστην ἔχουσι, πρὸς δὲ τὰ ἄκρα συνάπτονται οἰκείως ἑκάτερα. ἄλλο δὴ οὖν προστίθησιν ὁ Τίμαιος, ὅτι τὰ ἐπίτριτα πάντα συνεπληροῦτο τῷ τοῦ ἐπογδόου διαστήματι μετὰ τοῦ λείμματος, ἐνδεικνύμενος, ὅτι τῶν λόγων αἱ ἀποπερατώσεις τούτων πάντων εἰς μερικωτέρας ὑποστάσεις κατέληξαν, ἕως οὗ καὶ τῶν ἐσχάτων ἐν τῷ κόσμῳ καὶ πάντη μεριστῶν τὰ αἴτια περιέλαβεν ἡ ψυχὴ καὶ τῆς τάξεως αὐτῶν καὶ τῆς ἁρμονίας τὰς ἀρχὰς ἐν ἑαυτῇ κατὰ τὴν δημιουργικὴν βούλησιν προϋπεστήσατο. ἔχει τοίνυν καὶ τῆς ἐναρμονίου προόδου καὶ τῆς ἐπιστροφῆς καὶ τῆς εἰς πρῶτα καὶ μέσα καὶ ἔσχατα διαιρέσεως αὕτη τὰς ἀρχὰς καὶ ἔστιν εἷς λόγος νοερὸς ἐκ πάντων λόγων συμπεπληρωμένος. τούτοις δὲ αὖ σύμφωνόν ἐστι καὶ τὸ τὴν σύμπασαν αὐτῆς ἁρμονίαν ἐκ τοῦ τετράκις εἶναι διὰ πασῶν καὶ διὰ πέντε καὶ τόνου· οὔσης γὰρ καὶ ἐν τῷ κόσμῳ ἁρμονίας καὶ ἐν τῷ νῷ καὶ ἐν τῇ ψυχῇ, διὸ καὶ μετέχειν φησὶν αὐτὴν ὁ Τίμαιος ἁρμονίας καὶ εἶναι ἁρμονίαν, δεκαδικῶς μὲν ὁ κόσμος μετέχει τῆς ἁρμονίας, τετραδικῶς δὲ ἡ ψυχὴ μοναδικῶς ἐν τῷ νῷ προϋπαρχούσης. καὶ ὥσπερ ἡ μονὰς αἰτία τῆς τετράδος, αὕτη δὲ τῆς δεκάδος, οὕτω καὶ ἡ μὲν νοερὰ ἁρμονία χορηγὸς τῆς ψυχικῆς, αὕτη δὲ τῆς αἰσθητῆς, διὸ τὸ τετράκις διὰ πασῶν προσήκειν ὑπέλαβε τῇ ἁρμονίᾳ τῆς ψυχῆς· παράδειγμα γὰρ αὕτη προσεχές ἐστι τῆς ἐν τῷ αἰσθητῷ ἁρμονίας. ἐπειδὴ δὲ πέντε τὰ ἐν τῷ παντὶ σχήματα καὶ κέντρα συμπληροῖ τὸ ὅλον, καὶ ἡ διὰ πέντε ἁρμονία τὴν κατὰ τὰ μέρη δίδωσι τῷ κόσμῳ συμφωνίαν. ἐπειδὴ δὲ καὶ εἰς ἐννέα διῄρηται τὸ πᾶν, ὁ ἐπόγδοος σύμμετρον ποιεῖ τῇ ψυχῇ τὴν πρὸς αὐτὸ κοινωνίαν, καὶ ὁρᾷς, ὅτι καὶ ὡς ἕνα καὶ ὡς τετραμερῆ τὸν ὅλον ὄντα καὶ ὡς πενταμερῆ καὶ ὡς εἰς ἐννέα διῃρημένον ἁρμόζουσα τὸν κόσμον ὅλον αὐτὸν κατʼ αἰτίαν πέφηνε περιλαβοῦσα· μονὰς γὰρ καὶ τετρὰς καὶ πεμπὰς καὶ ἐννεὰς τὸν ὅλον ἡμῖν ἀριθμὸν παρέχονται, καθʼ ὃν τὰ μέρη τοῦ κόσμου πάντα διῄρηται. διὸ καὶ Μούσας οἱ παλαιοὶ καὶ Ἀπόλλωνα Μουσηγέτην ἐπέστησαν τῷ παντί, τοῦ μὲν τὴν μίαν ἕνωσιν τῆς ὅλης ἁρμονίας χορηγοῦντος, τῶν δὲ τὴν διῃρημένην αὐτῆς πρόοδον συνεχουσῶν καὶ ταῖς ὀκτὼ Σειρῆσι ταῖς ἐν Πολιτείᾳ τὸν ἑαυτῶν ἀριθμὸν συναρμοσαμένων. οὕτω δὲ καὶ ἐν μέσῳ τῆς μονάδος καὶ ἐννεάδος τετραδικῶς καὶ πεμπαδικῶς διακεκόσμηται τὸ πᾶν, τετραδικῶς μὲν κατὰ τὰς τέτταρας ἰδέας τῶν ζῴων, ἃς τὸ παράδειγμα περιείληφε, πεμπαδικῶς δὲ κατὰ τὰ πέντε σχήματα, διʼ ὧν ὁ δημιουργὸς πάντα κατεκόσμησεν εἰσαγαγὼν αὐτὸς καὶ τὴν πέμπτην ἰδέαν, ὥς φησιν ὁ Τίμαιος, καὶ ταύτην ἐναρμονίως τάξας ἐν τῷ παντί. πάλιν οὖν ἐξ ἀρχῆς εἴπωμεν, ὅτι διττὰς ὁ δημιουργὸς ἔχων δυνάμεις, τὴν μὲν ταυτοποιόν, ὡς ἐν Παρμενίδῃ μεμαθήκαμεν, τὴν δὲ ἑτεροποιόν, καὶ διαιρεῖ καὶ συνδεῖ τὴν ψυχήν. καὶ ἔστι τελικὸν μὲν αἴτιον τούτων ἵνα γένηται ἡ ψυχὴ μέση τῶν ὅλων, ὁμοίως ἡνωμένη καὶ διῃρημένη, δύο μὲν ὄντων πρὸ αὐτῆς, τῶν τε θείων, ὡς ἑνάδων, καὶ τῶν ὄντων, ὡς ἡνωμένων, δύο δὲ μετʼ αὐτήν, τῶν τε μεριζομένων καὶ τῶν πάντη μεριστῶν, καί, εἰ βούλει, πρὸ μὲν ἐκείνων τοῦ ἑνὸς ὄντος, μετὰ δὲ ταῦτα τῆς ὕλης. ποιητικὰ δὲ τὸ ταυτὸν καὶ ἕτερον, τὰ τῆς δημιουργικῆς ἴδια τάξεως. παραδειγματικὰ δὲ αἱ τομαὶ τοῦ πατρὸς καὶ οἱ δεσμοί· καὶ γὰρ τέμνει πρώτως ἐκεῖνον καὶ δεσμοῖ τοῖς ἀρρήκτοις δεσμοῖς, ταῦτα καὶ τῶν θεολόγων αἰνισσομένων, ὁπόταν λέγωσι τάς τε Κρονίας ἐκτομὰς καὶ τοὺς δεσμούς, οἷς ἑαυτὸν λέγεται περιβάλλειν ὁ τοῦ παντὸς ποιητής, ὧν καὶ ὁ ἐν Κρατύλῳ διαμνημονεύει Σωκράτης. εἰδικὰ δὲ τῶν μὲν διαιρέσεων οἱ ἀριθμοί· κατὰ γὰρ τούτους αἱ μοῖραι διεκρίθησαν· τῶν δὲ συνδέσμων αἱ μεσότητες καὶ οἱ ταύτας συμπληροῦντες λόγοι· τὰ γὰρ ἐν ὕλης λόγῳ συναίτια θεωρεῖν ἐπὶ ψυχῶν ἀσωμάτων οὐσῶν ἀδύνατον. τούτων δὲ προληφθέντων δῆλον, ὅπως διτταῖς δυνάμεσιν ἐνεργῶν, ταῖς τε διαιρετικαῖς καὶ ταῖς συνδετικαῖς, τὸ τρίμορφον τῆς ψυχῆς καὶ τριπλεκὲς μῖγμα μένον ὥσπερ ἐστὶν ὅλον διαιρεῖ ταῖς πρωτουργοῖς αἰτίαις ἁπάσης διαιρέσεως ὁ δημιουργός, καὶ ποιεῖ τὴν ὅλην ἑπταμερῆ καὶ ἑπταμελῆ, νοεροῖς ὅροις διειλημμένην· ἐπεὶ γὰρ μέση τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα γιγνομένης μεριστῆς οὐσίας ὑφέστηκε, τριπλῆ δὲ ἡ ἀμέριστος, μένουσα καὶ προϊοῦσα καὶ ἐπιστρέφουσα, ταύτης μὲν ἐν τρισὶ μοίραις προεστήσατο τὴν ἀφομοίωσιν, τὸ μὲν μόνιμον ἐκείνης κατὰ τὴν πρώτην ἀπεικονισαμένη, τὸ δὲ προϊὸν κατὰ τὴν δευτέραν — καὶ τάχα καὶ διὰ τοῦτο καὶ διπλῆ λέγεται τῆς πρώτης· πᾶν γὰρ τὸ προϊὸν ἔχει καὶ τὸ μένον τῆς προόδου προϋφεστός —, τὸ δὲ ἐπιστρέφον κατὰ τὴν τρίτην, διὸ καὶ τριπλασία τῆς πρώτης· πᾶν γὰρ τὸ ἐπιστρέφον καὶ προελήλυθε καὶ μένει. ἐπεὶ δὲ παράγει τὴν μετʼ αὐτὴν οὐσίαν, ἔχει τὰς οὐσίας αὐτῆς ὅλας ἐν ἑαυτῇ, τῆς μὲν ἀσωμάτου πάσης, ἀχωρίστου δὲ σωμάτων κατὰ τὴν τετάρτην καὶ πέμπτην μοῖραν, τῆς δὲ σωματικῆς κατὰ τοὺς στερεοὺς ἀριθμούς, τὴν ἕκτην καὶ ἑβδόμην μοῖραν. ἦ ἑαυτὴν μὲν κατὰ τοὺς τετραγώνους προάγει καὶ ἐπιστρέφει, αὐθυπόστατος οὖσα καὶ αὐτενέργητος, τὴν δὲ μεθʼ ἑαυτὴν πᾶσαν μεριστὴν οὖσαν κατὰ τοὺς κύβους. ταύτας δὴ τὰς ἑπτὰ μοίρας εἰς τρεῖς καὶ τέτταρας, ὡς εἴρηται, διακεκριμένας οὐσιωδῶς μὲν ὁ εἷς λόγος συνδεῖ τῆς γεωμετρικῆς ἀναλογίας, κατὰ δὲ τὸ ταυτὸν ἡ ἁρμονικὴ μεσότης, κατὰ δὲ τὸ ἕτερον ἡ ἀριθμητική. μεταξὺ δὲ αὗται παρεμβέβληνται τῆς γεωμετρικῆς καὶ συμπληροῦν λέγονται τὰ διπλάσια καὶ τριπλάσια, διότι δὴ πᾶσα ἡ ταυτότης καὶ πᾶσα ἡ ἑτερότης ὑπὸ τῆς οὐσίας καὶ τῆς κατʼ αὐτὴν ἁρμονίας ἑνοειδῶς περιέχονται. ἐκ δὲ τούτων τῶν μεσοτήτων τῶν ἡμιολίων καὶ ἐπιτρίτων καὶ ἐπογδόων ἀνεφάνη πλῆθος συνδετικὸν μὲν καὶ αὐτὸ καὶ συνεκτικὸν ὥσπερ καὶ αἱ μεσότητες, ἀλλὰ μερικώτερον ἐκείνων, ἐπεὶ καὶ ταῦτα μὲν λόγοι τινές, αἱ δὲ μεσότητες ἐκ πλειόνων ἑκάστη λόγων, ἢ τῶν αὐτῶν ἢ ἑτέρων. ὥσπερ δὴ ἡ ἀναλογία τοῦ λόγου περιληπτικωτέρα, οὕτω καὶ αἱ εἰρημέναι μεσότητες μείζονα παρέχονται τῇ ψυχῇ πρὸς τὴν συνοχὴν τοῦ ἐν αὐτῇ πλήθους αἰτίαν, ἐπὶ πᾶσαν αὐτὴν διήκουσαι νοερῶς. εἰσὶ δʼ οὖν δεσμοί τινες καὶ οἱ ἡμιόλιοι καὶ οἱ ἐπίτριτοι καὶ οἱ ἐπόγδοοι μερικώτεροι καὶ περιεχόμενοι ἐν ταῖς μεσότησιν, οὐ κατὰ σχέσεις αὐτῶν διαφόρους πρὸς τοὺς ἄκρους—τοῦτο γὰρ μαθηματικόν—ἀλλὰ κατʼ αἰτίας περιοχὴν καὶ ὁλικωτέραν ὑπόστασιν. οὗτοι δὲ αὖ οἱ δεσμοὶ συνέχουσι τὰς δευτέρας καὶ τρίτας τῶν λόγων προόδους, οἱ μὲν ἡμιόλιοι διὰ τῶν πέντε κέντρων τὴν ἁρμονίαν τῶν λόγων σφίγγοντες, οἱ δὲ ἐπίτριτοι διὰ τῶν τεττάρων στοιχείων ὄντων πανταχοῦ τὴν ἑαυτῶν ἐπιδεικνύμενοι δύναμιν πάντα τε ῥητὰ καὶ προσήγορα ἀλλήλοις ἀποτελοῦντες, οἱ δὲ ἐπόγδοοι τὴν εἰς ἐννέα καὶ ὀκτὼ διαίρεσιν συναρμόζοντες· διὸ καὶ ποτὲ μὲν ὡς ὀκτὼ τοῦ κόσμου μερίδων οὐσῶν, ποτὲ δὲ ὡς ἐννέα τῶν αὐτῶν οἱ παλαιοὶ καὶ ὀκτὼ Σειρῆνας ἐφιστᾶσι τῷ παντὶ καὶ ἐννέα Μούσας, ἀφʼ ὧν ἡ ἁρμονία τοῖς ὅλοις. οἱ τοίνυν ἐπίτριτοι καὶ ἡμιόλιοι τῶν ἐπογδόων ὁλικώτεροι, διότι δὴ καὶ συμφωνίας εἰσὶ χορηγοὶ τελειοτέρας καὶ τὴν ἐναρμόνιον τοῦ κόσμου τομὴν ἐν ἐλάττοσιν ἀριθμοῖς προειλήφασιν. ἐνταῦθα μὲν οὖν ἐν τοῖς μετέχουσι διεστᾶσιν ἀλλήλων αἱ διαιρέσεις, ἐν δὲ τοῖς ἀσωμάτοις λόγοις τῆς ψυχῆς οἱ ὁλικώτεροι συνέχουσι τοὺς μερικωτέρους. ἐπεὶ δὲ οἱ ἐπόγδοοι τῆς μερικωτάτης εἰσὶ συμφωνίας αἴτιοι, τὸ μετʼ αὐτοὺς εἰκότως εἰς τὴν ἐσχάτην ἀπέωσται τοῦ παντὸς τάξιν, οὐκ ἀσύμφωνον οὐδʼ αὐτὸ τῷ ὅλῳ ὄν, ἀφʼ ἑκάστου τῶν στοιχείων μεριστὰς ἀπορροίας εἰς τὸν ὑπὸ γῆς τόπον συνελαῦνον καὶ πολλαχοῦ τῶν στοιχείων ὄντων καὶ ἐν οὐρανῷ καὶ ἐν τοῖς ὑπὸ σελήνην τὰς ἐσχάτας αὐτῶν ὑποστάθμας ἐκεῖ που συνάγον καὶ συντάττον τοῖς ὅλοις, ὡς καὶ αὐτὰς μετʼ ἐκείνων τὴν μίαν ἁρμονίαν πληροῦν τοῦ παντός. συλλήβδην οὖν εἴπωμεν, ὅτι πάσης ἁρμονίας τῆς ἐν τοῖς κέντροις, τῆς ἐν τοῖς στοιχείοις, τῆς ἐν ταῖς σφαίραις ἡ ψυχὴ περιέχει τοὺς λόγους· διὸ καὶ τὴν ἁρμονίαν αὐτῆς παντελῆ καὶ νοερὰν εἶναί φαμεν καὶ οὐσιώδη κατʼ αἰτίαν προηγουμένην τῆς αἰσθητῆς ἁρμονίας, καὶ τὸν Τίμαιον διʼ εἰκόνων αὐτὴν ἐνδείξασθαι βουλόμενον τοῖς ἁρμονικοῖς χρῆσθαι λόγοις, ἄλλας αἰτίας ἄλλων περιληπτικωτέρας ἐν αὐτῇ προϋποθέμενον πρὸ παντὸς μὲν εἴδους, πάσης δὲ γνώσεως ψυχικῆς ὑφεστώσας. διόπερ, οἶμαι, καὶ προσήκει μηδενὸς ἐφάπτεσθαι τῶν τοιούτων ἢ τὰς μοίρας ἐξηγούμενον ἢ τοὺς λόγους ἢ τὰς ἀναλογίας, ἀλλʼ οὐσιωδῶς πάντα θεωρεῖν κατʼ αὐτὴν τὴν πρώτην διαίρεσιν καὶ ἁρμονίαν τῆς ψυχῆς καὶ πάντα ἐπὶ τὴν δημιουργικὴν καὶ νοερὰν αἰτίαν ἀναπέμπειν καὶ τοὺς μὲν ἐπογδόους καὶ τὰ λείμματα περιλαμβάνειν τοῖς ἐπιτρίτοις καὶ ἡμιολίοις, ταῦτα δὲ ταῖς μεσότησι καὶ ταύτας τῇ μιᾷ καὶ κυριωτάτῃ πασῶν, καὶ ἀνάγειν τε τὰς μερικωτέρας αἰτίας ἐπὶ τὰς ὁλικωτέρας καὶ διαιρουμένας ἀπʼ ἐκείνων ὁρᾶν. ὡς μὲν οὖν συλλήβδην εἰπεῖν ταῦτα περὶ τῶν ἁρμονικῶν εἰρήσθω λόγων. πάλιν δὲ ἐξ ἀρχῆς ἐκθέμενοι τὴν λέξιν σαφέστερον περὶ αὐτῶν διέλθωμεν.

`2.212`

Μίαν ἀφεῖλε τὸ πρῶτον ἀπὸ παντὸς μοῖραν. μετὰ δὲ ταύτην ἀφῄρει διπλασίαν ταύτης, τὴν δὲ αὖ τρίτην ἡμιολίαν μὲν τῆς δευτέρας, τριπλασίαν δὲ τῆς πρώτης.

`2.213–2.216`

Ὅτι μὲν οὐ μόνον μαθηματικῶς, ἀλλὰ καὶ φυσικῶς ἢ φιλοσόφως ἀκροᾶσθαι δεῖ τῶν ὑπὸ τοῦ Πλάτωνος λεγομένων ἐν τούτοις, καὶ πρότερον εἴπομεν, οὐ γὰρ ἐκ μαθηματικῶν ἀριθμῶν ἐστι καὶ λόγων ἡ οὐσία τῆς ψυχῆς, ἀλλʼ οὗτοι πάντες οἱ λόγοι καὶ οἱ ἀριθμοὶ τὴν ὄντως οὐσίαν αὐτῆς ἀπεικονίζονται καὶ τὰς ἐν αὐτῇ διαιρέσεις τὰς δημιουργικάς τε καὶ ζῳογονικάς. τίνων δέ εἰσιν εἰκότως οἱ μαθηματικοὶ λόγοι καὶ πῶς τὴν οὐσίαν ἀποκαλύπτουσι τῆς τοῦ παντὸς ψυχῆς, οὐκέτι ῥᾴδιον ἀποδοῦναι τοῖς μὴ πρὸς αὐτὴν ἀποβλέψασι τὴν διάνοιαν τοῦ Πλάτωνος. δηλοῖ δὲ ἡ τῶν ἐξηγητῶν διαφωνία, καὶ αἱ τῶν δευτέρων ἐνστάσεις πρὸς τοὺς πρεσβυτέρους τὴν χαλεπότητα τῆς τοιᾶσδε θεωρίας ἐλέγχουσιν· οἳ μὲν γὰρ αὐτῶν τοὺς ἑπτὰ τούτους ὅρους τοὺς πρώτους, οἷς ἀνὰ λόγον παρειλήφαμεν τοὺς πᾶν τὸ διάγραμμα ἐπιδεξαμένους ἀριθμούς, εἰς τὰς σφαίρας τὰς ἑπτὰ ἀξιοῦσιν ἀνάγειν, οἳ δὲ εἰς τὰς ἀποστάσεις αὐτῶν τὰς πρὸς τὸ κέντρον τῆς γῆς, ἐκεῖ τὴν μονάδα τάττοντες, οἳ δὲ εἰς τὰς κινήσεις, οἳ δὲ εἰς τὰ μεγέθη τῶν ἀστέρων, οἳ δὲ εἰς τὰ τάχη τῶν κύκλων, οἳ δὲ εἰς ἄλλας τινὰς τοιαύτας ἀποδόσεις. οἷς πρόσεστι πολλὰ μὲν καὶ ἄλλα δυσχερῆ· καὶ γὰρ τὸ διαφωνεῖν πρὸς τὰς τῶν νεωτέρων ἀστρονόμων τηρήσεις καὶ πρὸς τὰς ἀποδείξεις τὰς ὑπʼ αὐτῶν καταβεβλημένας, καὶ τὸ μηδαμοῦ τὸν Πλάτωνα ὁρίζειν ἢ μέγεθος ἢ ἀπόστασιν ἢ χρόνον ἢ κίνησιν τῶν ἀστέρων, ἀλλʼ ὅτι μείζων ἄλλος ἄλλου, κατὰ τὸ λέγειν μὴ προστιθέντα, ὅσῳ καὶ ὅπως μείζων ἐστί, καὶ τὸ ψυχογονίαν εἶναι τὴν προκειμένην, ἀλλʼ οὐχὶ κοσμογονίαν — εἰ γὰρ καὶ ἔδει τὰ αὐτά πως ἐν ψυχῇ καὶ ἐν τῷ κόσμῳ ποιεῖν, ἀλλὰ πρότερον ἐχρῆν τὰς ἐν αὐτῇ τῇ ψυχῇ θεωρῆσαι δυνάμεις καὶ τοὺς λόγους τῶν ἐκτὸς ἀποτελουμένων —, μάλιστα δὲ τὸ διαπίπτειν τῶν ἐκκειμένων ὅρων καὶ ὑπεναντίως αὐτοῖς ποιεῖσθαι τὴν ἐξήγησιν· ἐν μὲν γὰρ τοῖς ὅροις ὁ πέμπτην ἔχων τάξιν τοῦ ἕκτου μείζων ἐστίν, ὥσπερ ἡ ἐννεὰς τῆς ὀκτάδος· ἐν οἷς δὲ ἐκεῖνοι λέγουσι, τὸ πέμπτον μέγεθος ἢ ἀπόστημα ἢ ὅ, τι βούλονται ὑποβάλλειν, τοῦ ἕκτου πάντως ἔλαττόν ἐστιν. οὐκ ἄρα συνᾴδουσι τοῖς ἐκκειμένοις ἀριθμοῖς αἱ παρʼ αὐτῶν ἐπιβολαὶ προστιθέμεναι. Μετὰ δὴ τούτους ἄλλο πλῆθός ἐστιν ἐξηγητῶν πραγματειωδεστέρων λόγων ἀντεχόμενον· Ἀμέλιος μὲν γὰρ ἣν εἰς Πλωτῖνον ἀναπέμπει θεωρίαν ὡς ἐν ἀγράφοις συνουσίαις παραδεδομένην, ὑπὸ τῶν μετʼ αὐτὸν ἱκανῶς ἐληλεγμένην μὴ προσποιησάμενος, τρόπον ἕτερον ἐξηγεῖσθαι πειρᾶται τοὺς ἐκκειμένους λόγους· ἐπεὶ γὰρ ἡ ψυχὴ πάντων ἐστὶ συνεκτικὴ τῶν ἐγκοσμίων, οἷον θεῶν, δαιμόνων, ἀνθρώπων, ἀλόγων, κατὰ μὲν τὴν μονάδα φησὶν αὐτὴν πᾶν τὸ ἐγκόσμιον τῶν θεῶν γένος συνέχειν — καὶ τοῦτο μὴ θαυμάσωμεν, εἰ θεῶν ἡ ψυχὴ συνεκτικὴ λέγοιτο· τοῦτο γοῦν ἤδη τις αὐτῷ τῶν μετʼ αὐτὸν ἐπήνεγκε· πολλαχῶς γὰρ ὁ θεός, οὐχὶ τὸ ὑπερούσιον μόνον οὐδὲ ὁ νοῦς μόνος, ἀλλὰ καὶ αἱ θεῖαι ψυχαὶ καὶ τὰ θεῖα σώματα· τούτων οὖν ἔστω καὶ ἡ τοῦ παντὸς ψυχὴ συνεκτικὴ κατὰ τὸ ἑαυτῆς μοναδικὸν τὸν ἀριθμὸν περιλαμβάνουσα τὸν θεῖον· κατὰ δὲ τὴν δυάδα καὶ τριάδα τὸ δαιμόνιον γένος — ἐπεὶ γὰρ οἱ δαίμονες καὶ τῶν θεῶν ἐξήρτηνται καὶ ἡμῶν προνοοῦσι, κατὰ μὲν δυάδα τὴν πρόνοιαν αὐτῶν ἀνεγείρει, κατὰ δὲ τὴν τριάδα τὴν πρὸς θεοὺς αὐτῶν ἐπιστροφὴν τελειοῖ· διττὴ γάρ, ὥσπερ εἴπομεν, ἡ σχέσις αὐτῶν, διότι μεταξὺ θεῶν τέ εἰσι καὶ ἡμῶν· κατὰ δὲ τὴν τετράδα καὶ ἐννεάδα τῆς ἀνθρωπίνης πάσης προνοεῖ ζωῆς — διττὴ γὰρ καὶ αὕτη, τῷ τε ἀμείνονι καὶ τῷ χείρονι διαιρουμένη, καὶ τῇ μὲν ἐννεάδι κοσμεῖ τὴν ἀμείνω, τῇ δὲ τετράδι τάττει τὴν καταδεεστέραν· κατὰ δὲ τὴν ὀκτάδα καὶ εἰκοσιεπτάδα πρόεισιν ἐπὶ πᾶν καὶ μέχρι τῶν ἐσχάτων καὶ τελειοῖ τὰ μὲν ἥμερα τῷ περιττῷ, τὰ δὲ ἄγρια τῷ ἀρτίῳ — προσφόροις γὰρ δυνάμεσιν ἕκαστα κοσμεῖ, ταῖς μὲν ἀρτίαις τὰ ὑφειμένα πανταχοῦ, ταῖς δὲ περιτταῖς τὰ σεμνότερα καὶ κυριώτερα καὶ θείοις πλέον προσήκοντα. Πορφύριος δὲ θαυμαστόν τινα τρόπον καίτοι τούτων προειρημένων ὅτι μὲν ἥρμοσται ἡ ψυχὴ καὶ ὅτι πάντα τὸν κόσμον ἁρμονίας πληροῖ, διὰ πολλῶν κατεσκεύασεν, ἔκ τε τοῦ πλῆθος εἶναι τὴν ψυχήν, πλῆθος δὲ οὖσαν ἢ ἀσύντακτον εἶναι ἢ ἡρμοσμένον, τοῦτο δὲ εἶναι ἀληθές, ἀλλʼ οὐκ ἐκεῖνό γε — δημιούργημα γὰρ οὖσα τοῦ νοῦ πῶς ἂν ἄτακτος εἴη καὶ ἀνάρμοστος —, καὶ ἐκ τοῦ πάντα τὰ ἐγκόσμια κατὰ λόγους ἁρμονικοὺς ποδηγεῖν, τάς τε τῶν ζῴων γενέσεις καὶ τὴν μίαν αὐτῶν σύνταξιν πρὸς τὸ πᾶν. τίνες δέ εἰσιν οἵδε οἱ λόγοι κατὰ τὴν ὑπόστασιν αὐτὴν ὁρώμενοι τῆς ψυχῆς, οὔτε ἐδίδαξεν οὔτε φροντίδος ἠξίωσεν, ἀλλʼ ἔφατο τὴν οὐσίαν τῆς ψυχῆς ἔχειν ἐν ἑαυτῇ τοὺς ἁρμονικοὺς λόγους οὐχ ὡς ἄλλων εἰκόνας, οὐδʼ ὡς ἀρχὰς ἑτέρων, ἀλλʼ ὡς συνδέοντας τὸ πλῆθος τῶν ἐν αὐτῇ δυνάμεων· καὶ γὰρ ὄντως εἰ μὴ μόνον ἐστὶν ἀμέριστος. ἀλλὰ καὶ μεριστή, δεῖ μὴ μόνον εἶναι μίαν αὐτῆς τὴν οὐσίαν, ἀλλὰ καὶ πεπληθυσμένην, εἰ δὲ πεπληθυσμένην, ἢ ἀνάριθμον ἢ ἠριθμημένην. ἀλλὰ τὸ ἀνάριθμον ἀδύνατον· τὸ γὰρ ἀνάριθμον πλῆθος ἄτακτον. ἠριθμημένην ἄρα. εἰ δὲ ἠριθμημένην, ἢ ἐξ ἀναρμόστων μερῶν ἢ ἐξ ἡρμοσμένων. ἀλλʼ ἐξ ἀναρμόστων ἀδύνατον· οὐδὲν γὰρ τοιοῦτον ὂν ἔχει κατὰ φύσιν. ἐξ ἡρμοσμένων ἄρα πάντως. ἀλλʼ εἰ ἐξ ἡρμοσμένων, ἀνάγκη κατὰ τὴν ἀρίστην ἁρμονίαν, εἴπερ ἐστὶ τὸ πρῶτον τῶν ἡρμοσμένων. ἀρίστη δὲ ἁρμονιῶν ἡ κατὰ τὸ διατονικὸν γένος· τοῦτο γὰρ σεμνὸν καὶ ἁδρόν. κατὰ τοῦτο ἄρα ἥρμοσται πάντως ἡ ψυχή· ὥστʼ εἴη ἂν ἡ οὐσία αὐτῆς ἐκ μερῶν κατὰ τὸ διάτονον γένος ἡρμοσμένων. κωλύει δὲ οὐδὲν καὶ τούτων ἀληθῶν ὄντων ὅμως εἶναι καὶ εἰκόνας τοὺς ἁρμονικοὺς λόγους θείων τινῶν πραγμάτων οὕτως, ὡς καὶ τὸ σῶμα σφαιρικὸν μέν ἐστιν, ἀλλὰ διὰ τοῦ σφαιρικοῦ μίμημα εἶναι λέγεται νοῦ· καὶ συμβαίνει ταῦτα ἀλλήλοις. ταῦτα μὲν ὁ Πορφύριος εἰπὼν παρέσχεν ἡμῖν συλλογίζεσθαί τι περὶ τῆς ψυχῆς ἀληθές. Ὁ δέ γε θεῖος Ἰάμβλιχος ἐξυμνεῖ τοὺς ἀριθμοὺς μετὰ πάσης δυνάμεως ὡς θαυμαστῶν τινων ἰδιωμάτων ὄντας παρεκτικούς, τὴν μὲν μονάδα ταυτότητος καὶ ἑνώσεως αἰτίαν ἀποκαλῶν, τὴν δὲ δυάδα προόδων καὶ διακρίσεως χορηγόν, τὴν δὲ τριάδα τῆς ἐπιστροφῆς τῶν προελθόντων ἀρχηγόν, τὴν δὲ τετράδα παναρμόνιον ὄντως εἶναι, πάντας ἐν ἑαυτῇ περιέχουσαν τοὺς λόγους καὶ διάκοσμον ἐν ἑαυτῇ δεύτερον ἐκφαίνουσαν, τὴν δὲ ἐννεάδα τελειώσεως ἀληθινῆς καὶ ὁμοιότητος ποιητικήν, τελείαν ἐκ τελείων οὖσαν καὶ τῆς ταὐτοῦ φύσεως μετέχουσαν, τὴν δὲ ὀγδοάδα τῆς ἐπὶ πᾶν προόδου καὶ διὰ πάντων χωρήσεως αἰτίαν προσαγορεύων, λοιπὴν δὲ τὴν ἑπτακαιεικοσάδα τῆς ἐπιστροφῆς καὶ αὐτῶν τῶν ἐσχάτων ποιητικήν. ἵνʼ ἐφʼ ἑκάτερα τῆς τετράδος τὸ μένον ᾖ καὶ τὸ προϊὸν καὶ τὸ ἐπιστρέφον, οὗ μὲν πρώτως, οὗ δὲ δευτέρως· καὶ γὰρ ἡ ἐννεὰς ἔχει πρὸς τὴν μονάδα συγγένειαν, ἓν νέον οὖσα, καὶ ἡ ὀγδοὰς πρὸς τὴν δυάδα, κύβος ἀπʼ αὐτῆς οὖσα, καὶ ἡ εἰκοσιεπτὰς πρὸς τὴν τριάδα διὰ τὴν ὁμοίαν αἰτίαν. διὰ μὲν οὖν τῶν προτέρων τοῖς ἁπλουστέροις ἐνδίδωσι τὰς μονὰς καὶ ἐπιστροφὰς καὶ προόδους, διὰ δὲ τῶν δευτέρων τοῖς συνθετωτέροις, μέση δὲ ἡ τετρὰς οὖσα, διότι μὲν τετράγωνός ἐστι, τὸ μένον ἔχει, διότι δὲ ἀρτιάκις ἀρτία, τὸ προϊόν, διότι δὲ πάντων πεπλήρωται τῶν λόγων τῶν ἀπὸ μονάδος, τὸ ἐπιστρέφον. ταῦτα δὲ σύμβολα θείων ἐστὶ καὶ ἀπορρήτων πραγμάτων. Μετὰ δὴ τὴν παράδοσιν ταύτην οὕτω θαυμαστὴν οὖσαν καὶ  <span class="gap">…</span> ὁ φιλόσοφος Θεόδωρος οἰκείαν τινὰ διαπορευόμενος λόγων ἀτραπόν· λέγει μὲν γὰρ εἶναι μετὰ τὴν μίαν ἀρχὴν τὴν ψυχὴν τριττήν, ἄλλην τὴν αὐτὸ καὶ πηγαίαν, ἄλλην τὴν καθόλου, ἄλλην τὴν τοῦδε τοῦ παντός· καὶ τὴν μὲν ἀδιαίρετον εἶναι, τὴν δὲ καθʼ ὅλα διῃρημένην, τὴν δὲ παντοίας ἔχουσαν διαιρέσεις. τριττῆς δὲ οὔσης τῆς ψυχῆς τὴν μὲν αὐτὸ καὶ πηγαίαν εἶναι τὴν μεταξὺ τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας γενομένην, ὧν τὴν μὲν εἶναι τὸν καθόλου νοῦν, τὴν δὲ τὸν εἰς τὰ ἄτομα διῃρημένον· εἶναι δὴ οὖν τούτων μέσην ὡς ἐξ ἀμφοῖν πρὸ αὐτῆς ὄντοιν ὑποστᾶσαν τὴν πρώτην ψυχήν, ἐκ τῶν τριῶν μέσων γενῶν ἓν ὅλον γεγονυῖαν. τὴν δὲ δευτέραν τὴν μετʼ ἐκείνην καὶ καθόλου τὴν εἰς τὰς μοίρας διῃρημένην καὶ ἡρμοσμένην· μενούσης γὰρ τῆς πρώτης ὅλης ἐφʼ ἑαυτῆς τὴν διαίρεσιν γενέσθαι πρόοδον οὖσαν ἀπʼ ἐκείνης, ὅλης πρὸ τῶν μερῶν οὔσης, εἰς τὴν ἐκ τῶν μερῶν ὑφισταμένην. τὴν δὲ τρίτην αὖ εἶναι τὴν διὰ τῶν εὐθειῶν καὶ τῶν κύκλων δημιουργουμένην· καὶ γὰρ ἐπὶ ταύτης τὴν σχίσιν τῆς μιᾶς δηλοῦν ὕφεσιν ἀπὸ τῆς ἐκ τῶν μερῶν ὅλης καὶ πρόοδον εἰς τὴν ἐν τῷ μέρει πάλιν ὁλότητα· τὸ γὰρ ὅλον πλῆθος τῶν μοιρῶν εἶναι καὶ ἐπὶ ταύτης ἐν ἑκατέρῳ τῶν εὐθειῶν καὶ τῶν κύκλων· καὶ εἶναι τῆς ὅλης ψυχογονίας εἰς τρία τὴν τομὴν κατὰ τὰς τρεῖς ταύτας, ὡς εἴρηται, ψυχάς, τῆς μὲν κατὰ τὴν συγκρατικὴν ἐνέργειαν ὑποστάσης τοῦ νοῦ, τῆς δὲ κατὰ τὴν ἁρμοστικήν, τῆς δὲ κατὰ τὴν σχηματιστικήν.

`2.217–2.224`

ταύτῃ δὲ διαστησάμενος τά τε κεφάλαια τῆς ψυχογονίας καὶ τὰς ψυχὰς περὶ τῆς καθόλου καὶ εἰς τὰς μοίρας διῃρημένης λέγων περὶ μόνων τῶν ἑπτὰ διατάττεται καὶ ἀνάγων αὐτὰς εἰς τὴν καθʼ ὅλα διαίρεσιν ἐκ μὲν τοῦ διπλασίου στίχου τὰ οὐράνια παράγειν οἴεται δεῖν ἀπὸ τῆς ψυχῆς, ἐκ δὲ τοῦ τριπλασίου τὰ ὑπὸ σελήνην· ἀπονέμει γὰρ οἰκείους ἀριθμοὺς ἑκάστῳ τῶν στοιχείων, τῇ μὲν γῇ τὸν ἑπτά, τῷ δὲ πυρὶ τὸν ἕνδεκα, τῷ δὲ ὕδατι τὸν ἐννέα, τῷ δὲ ἀέρι τὸν τρία καὶ δέκα· τὸν μὲν γὰρ γεωμετρικὸν λόγον, ὅς ἐστιν ἕν, δύο, τέσσαρα, τῆς γῆς εἶναι, τάχα μὲν καὶ διὰ τὸ ὄνομα, τάχα δὲ καὶ ὡς τῆς γῆς ἐχούσης τὰ λοιπὰ στοιχεῖα, καθάπερ οὗτος περιέχει τὰς ἄλλας μεσότητας· τὸν δὲ ἀριθμητικόν, ὅς ἐστι τοῦ ὕδατος, εἶναι δύο, τρία, τέσσαρα, διὰ τὸ δύο κοινωνεῖν ὅροις πρὸς τὴν γῆν, καὶ δὴ καὶ διὰ τὸ μάλιστα πλήθει φίλον εἶναι καὶ ἐκ στοιχείου συνεστάναι πάντων μάλιστα πεπληθυσμένου τοῦ εἰκοσαέδρου· τὸν δὲ ἁρμονικόν, τρία, τέσσαρα, ἕξ, τοῦ ἀέρος, διότι καὶ οὗτος κατὰ δύο κοινωνεῖ πρὸς τὴν ἀριθμητικὴν ὅρους, τὸν τρία καὶ τέσσαρα, μείζους ὄντας κατʼ ἐκείνην, ἐλάττους δὲ κατὰ ταύτην. διττῆς δὲ οὔσης τῆς ἁρμονικῆς μεσότητος, ἢ ἐν διπλασίονι λόγῳ τῶν ἄκρων ὄντων ἢ ἐν τριπλασίῳ—καὶ γὰρ ὁ Πλάτων ἢ τῶν διπλασίων αὐτὴν ἢ τῶν τριπλασίων παραλαμβάνει μέσην—κατὰ μὲν τὸν τῶν ἄκρων διπλάσιον λόγον ποιήσας τοὺς ἄκρους τὸν τρία καὶ τὸν ἓξ ἔσχε τὸ ἴδιον τοῦ ἀέρος στοιχεῖον, τὸ ὀκτάεδρον, ἔχον τὸν μὲν ἓξ κατὰ τὰς γωνίας, τὸν δὲ τέσσαρα κατὰ τὴν βάσιν τῶν δύο πυραμίδων, τὸν δὲ τρία κατὰ τὸ ἐπίπεδον τοῦ ὀκταέδρου ὂν τριγωνικόν· τὸν δὲ ἕτερον, ὅς ἐστι δύο, τρία, ἕξ, τὸ τοῦ πυρός, διότι κατὰ δύο καὶ οὗτοι κοινωνοῦσι τοῖς πρὸ αὐτῶν, τὸν τρία καὶ ἕξ, ἄκρους μὲν ὄντας ἐν ἐκείνῃ, μείζους δὲ ὅρους ἐν ταύτῃ, καὶ διότι μέντοι καὶ τὸ στοιχεῖον τοῦ πυρὸς ἓξ μὲν ἔχει πλευράς, δὶς δὲ τὴν τετράδα, γωνιακῶς καὶ ἐπιπέδως, τρίγωνον δὲ βάσιν. εἰκότως οὖν τῆς μὲν γῆς εἶναι τὸν ἑπτά, τοῦ δὲ ὕδατος τὸν ἐννέα, τοῦ δὲ ἀέρος τὸν τρισκαίδεκα, τοῦ δὲ πυρὸς τὸν ἕνδεκα, ληφθέντων τῶν λόγων ἐν ἀριθμοῖς τοῖς ῥηθεῖσιν, ἐξ ὧν οὗτοι γεγόνασιν· ἐκ μὲν γὰρ τοῦ ἕν, δύο, τέσσαρά ἐστιν ὁ ἑπτά, ἐκ δὲ τοῦ δύο, ἓξ ὁ τρισκαίδεκα, ἐκ δὲ τοῦ δύο, τρία, ἓξ ὁ ἕνδεκα, ἑκάστου δύο κοινοὺς ὅρους ἔχοντος πρὸς τὸν ἐγγύς, ὡς καὶ τὰ στοιχεῖα δύο πλευράς. τούτων δὲ συντεθέντων ὁ τριπλάσιος ἀποτελεῖται στίχος, καὶ τῶν μὲν μέσων τῶν θατέρου μειζόνων ἐλασσόνων ὄντων τοῦ λοιποῦ, τῶν δὲ ἄκρων ὄντων τοῦ ἐγγὺς μειζόνων, ὡς ἐπὶ γῆς καὶ ὕδατος, ὅπου δὲ πάλιν ὡσαύτως τοῦ ὑποκειμένου ὡς ἐπὶ πυρὸς καὶ ἀέρος, ὡς δῆλον ἐπὶ τῶν ἐκκειμένων ὅρων. πάλιν τὸν πεντεκαίδεκα τοῖς οὐρανίοις διανέμει, τὴν μὲν μονάδα τῷ ταὐτοῦ κύκλῳ, τὴν δὲ διπλῆν ἑβδομάδα τῷ θατέρου κύκλῳ, διὰ τὴν διπλῆν ἑκάστου περιφοράν, αὐτῶν τε τῶν σφαιρῶν καὶ τῶν ἐν αὐταῖς ἀστέρων ἐν ἑπτὰ ἐκείναις ὄντων ἑπτά. ταῦτα δὲ μαθηματικῶς μὲν λεγόμενα φέρει τινὰ θεωρίαν οὐκ ἄμουσον· ὅπως δὲ ἀπείκασται τοῖς πράγμασιν, ὑπὲρ ὧν οἱ λόγοι, καὶ ὅπως ἄν τις αὐτὰ Πυθαγορικῶς διερμηνεύσειεν, οὐδὲν λέγεται παρʼ αὐτῷ τόν γε μὴ παρέργως ἀκροώμενον ἀποπιμπλάναι δυνάμενον. ταῦτα δὲ πάντα εὕρηται μὲν κομψῶς, εἰς δὲ τοὺς μοναδικοὺς ἀριθμοὺς ἀναπέμπει τὴν ἀνάλυσιν τοῦ Πλατωνικοῦ διαγράμματος, εἰς τοὺς λόγους τοὺς ἀπʼ ἐκείνων βλέποντος, ἵνα πάντα λάβῃ, τὰς μεσότητας, τοὺς ἡμιολίους, τοὺς ἐπιτρίτους, τοὺς ἐπογδόους, τὰ λείμματα, πολλοῦ δεόντων εὑρίσκεσθαι τούτων ἐν τοῖς πρώτοις ἀριθμοῖς, οἷς ἐκεῖνος ἐν ταῖς εἰρημέναις ἐχρήσατο εἰς τὰ στοιχεῖα καὶ τὸν οὐρανὸν τῶν λόγων διανομαῖς. Ἐπὶ δὲ τούτοις κατίδωμεν ἄλλον τρόπον λόγων, ὃν ὁ ἡμέτερος διδάσκαλος ἐνέκρινε, καὶ οὐχ ἕνα τοῦτον. ἀλλὰ πολλῶν ἡμῖν καὶ θαυμαστῶν ἐπιβολῶν γεννητικόν, οὗ καὶ ἡμεῖς ἐδραττόμεθα πρότερον· λέγει γὰρ οὖν, ὅτι διχῶς τὴν πρώτην ἕκαστα τούτων ἀκουστέον, ἐφʼ ὅλης τε τῆς ψυχῆς ὡς μιᾶς καθʼ ἕνωσιν καὶ ἐπὶ τῶν πολλῶν ἐν αὐτῇ λόγων καὶ τοῦ πλήθους τοῦ ἐν αὐτῇ κατὰ διαίρεσιν· ἔστι γὰρ ἡ ψυχὴ καὶ ἓν καὶ πλῆθος καὶ εἷς λόγος καὶ ἀριθμὸς παντοίων εἰδῶν, καὶ μιμεῖται τήν τε ὁλότητα τὴν δημιουργικὴν καὶ τὴν διάκρισιν τῶν δυνάμεων τοῦ πατρός. πρῶτον τοίνυν αὐτὴν καθʼ ὅλην ἥτις ἐστὶ κατανοήσωμεν, μένουσάν τε καὶ προϊοῦσαν ἐν ἑαυτῇ καὶ ἐπιστρέφουσαν, καὶ δὴ καὶ προνοοῦσαν ἄλλως μὲν τῶν ἀΰλων καὶ καθαρῶν εἰδῶν τῶν ἐγκοσμίων, ἄλλως δὲ τῶν σωμάτων ἁπάντων καὶ τῆς μεριστῆς οὐσίας, καὶ νοήσαντες μένειν μὲν αὐτὴν κατὰ τὴν μίαν μοῖραν φῶμεν, προϊέναι δὲ κατὰ τὴν δευτέραν, τῆς προόδου θείας οὔσης, ἀλλʼ οὐχὶ κατὰ πάθος ἢ ἀοριστίαν νοουμένης, ἐπιστρέφειν δὲ κατὰ τὴν τρίτην — τὸ γὰρ τελεσιουργὸν ἀπὸ ταύτης παραγίνεται τοῖς οὖσιν —, ὁλοτελῆ δὲ οὖσαν καὶ ἐνιδρυμένην τοῖς νοητοῖς καὶ μένουσαν ἐν τῷ νῷ διαιωνίως προνοεῖν καὶ τῶν δευτέρων, καὶ ἄλλως μὲν τῶν προσεχῶς αὐτῆς ἐξημμένων, ἄλλως δὲ τῶν στερεῶν αὐτῶν ὄγκων, ἑκατέρων δὲ διχῶς· τά τε γὰρ προσεχῶς αὐτῆς ἀπολαύοντα καὶ πρόεισιν ἀπʼ αὐτῆς καὶ ἐπιστρέφει πρὸς αὐτήν, προϊόντα μὲν κατὰ τὴν γόνιμον τῆς τετάρτης δύναμιν, ἐπιστρέφοντα δὲ κατὰ τὴν τῆς πέμπτης ἐπὶ τὴν μίαν αἰτίαν ἀναγωγήν. καὶ δὴ καὶ τὰ στερεὰ ταῦτα καὶ ἐν ὄγκοις θεωρούμενα πάντα εἴδη πρόεισι μὲν κατὰ τὴν ὀκταπλασίαν τῆς πρώτης, δυαδικὴν οὖσαν καὶ στερεὰν καὶ ἅμα μὲν γόνιμον, ἅμα δὲ ἐπὶ πᾶν προϊέναι δυναμένην, ἐπιστρέφει δὲ κατὰ τὴν εἰκοσικαιεπταπλασίαν, στερεῶν οὖσαν ἐπιστροφήν, ὡς τριαδικὴν καὶ ὡς τῆς ταὐτοῦ φύσεως· τοιοῦτο γὰρ τὸ περιττόν. τρεῖς οὖν αἱ πρόοδοι καὶ τρεῖς αἱ ἐπιστροφαὶ περὶ τὴν μίαν καὶ ἡνωμένην στάσιν τῆς ψυχῆς. διὸ καὶ τρεῖς οἱ ἄρτιοι καὶ οἱ περιττοὶ τρεῖς, ἀπὸ μονάδος προϊόντες· καὶ συμπλέκονται ἀλλήλοις, ὅτι καὶ ἡ ψυχὴ πρόεισί τε αὐτὴ καὶ ἐπιστρέφει, καὶ ἐπιστραφεῖσα παράγει τὰς πρώτας αὐτῆς ὑποδοχὰς καὶ τὸ πρώτως ἐσχηματισμένον· καὶ παράγουσα μὲν αὐτὸ διάστασιν αὐτῷ δίδωσι καὶ ὄγκον, ἐπιστρέφουσα δὲ αὐτὸ σφαιροειδὲς ποιεῖ· καὶ τοῦτο τοιοῦτον ὑποστήσασα καὶ τὸν κόσμον ἐν αὐτῷ παράγει, τὴν μὲν πρόοδον ἀρτιακῶς, τὴν δὲ ἐπιστροφὴν περισσοειδῶς ἀπεργαζομένη, κυβικῶς δὲ ἀμφοτέρας, ὅτι τὴν τῶν στερεῶν ἀπογέννησιν ἐποιεῖτο καὶ ἐπιστροφήν. τριπλῆ οὖν ἡ πρόοδος καὶ ἐπιστροφή, ἣ μὲν ἀσχημάτιστος, ἣ δὲ ἐσχηματισμένη πρώτως, ἣ δὲ ἐσχηματισμένη δευτέρως, πάντα δὲ ὡς ἐν ἀριθμοῖς. Ἐπὶ δὲ τούτοις κατὰ τὸ ἐν αὐτῇ πλῆθος μετίωμεν τὴν θεωρίαν καὶ λέγωμεν, ὅτι λόγοι λόγων εἰσὶν ἐν αὐτῇ περιληπτικοί, καὶ οἳ μὲν τὸν τῶν ὅλων, οἳ δὲ τὸν τῶν μερῶν τρόπον ἐν αὐτῇ διῄρηνται, καὶ οἳ μέν εἰσιν ὁλικοί, οἳ δὲ γενικοί, οἳ δὲ εἰδικοί, οἳ δὲ μερικοί· ὁλικοὶ μέν, ὡς οἱ τῶν μεσοτήτων, γενικοὶ δὲ οἱ τῶν ἐν διπλασίοις ἢ τριπλασίοις, εἰδικοὶ δὲ οἱ ὑπὸ τούτους — πολλαχῶς γὰρ ἑκάτεροι —, μερικοὶ δὲ οἱ τῶν ἐπογδόων καὶ λειμμάτων, εἰς οὓς ὡς μέρη διαιροῦνται οἱ ἡμιόλιοι καὶ ἐπίτριτοι λόγοι πάντες. καὶ ὅτι τὴν μὲν μίαν ἕνωσιν τῶν λόγων συνέχει διὰ τῆς οὐσιώδους μονάδος, τὴν δὲ διαίρεσιν τῶν λόγων διὰ τῆς δυοειδοῦς προόδου, τὰς δὲ περιοχὰς τῶν λόγων διὰ τῶν πολλαπλασίων· οὗτοι γὰρ περιεκτικοὶ τῶν ἐπιμορίων εἰσὶ καὶ ἔχουσιν ὁλικωτέραν αὐτῶν οὐσίαν, ὥσπερ καὶ οὗτοι τοὺς ἐπογδόους περιειλήφασι καὶ τὰ λείμματα, τοὺς μὲν εἰδῶν ἐπέχοντας λόγον, τὰ δὲ ἐν τάξει μορίων ἀφωρισμένα. ἐπεὶ καὶ τὸ τὴν γεωμετρικὴν μόνην ἀναλογίαν οὖσαν περιληπτικὴν ποιεῖν τῶν ἄλλων δύο μεσοτήτων πρῶτον μὲν ὅλην τὴν οὐσίαν τῆς ψυχῆς οἷον γεωμετρίαν ποιεῖ δημιουργικήν· καὶ γὰρ ἀλλαχοῦ Διὸς κρίσιν ταύτην τὴν ἀναλογίαν προσείρηκεν. ἔπειτα δείκνυσιν, ὅτι καὶ αἱ δύο μεσότητες αὗται μετὰ μὲν ἐκείνης ὁρώμεναι καὶ ἐν ἐκείνῃ περιεχόμεναι κατὰ δίκην τὰ ὅλα διατάττουσιν, ἀφιστάμεναι δὲ ἐκείνης πλημμελείας εἰσὶν αἴτιαι καὶ πλεονεξίας· ἡ γὰρ τοῖς ἀνίσοις ἴσον νέμουσα πάντως ἄδικος καὶ ἡ τὰ ἐναντία συνάπτουσα ἀλλήλοις χωρίς τινος γεωμετρικῆς ἀντανισώσεως. διόπερ ἥ τε ἁρμονικὴ προσδεῖται τῆς ἀναλογίας, ἵνα ἐμμελῶς τὰ ἐναντία συνάγῃ, καθάπερ αὐτὸς πεποίηκε τὸ πῦρ καὶ τὴν γῆν ἁρμόσας διὰ τῶν δύο στοιχείων, καὶ ἡ ἀριθμητικὴ μετὰ ταύτης ἐνεργοῦσα κατορθοῖ· τὸ γὰρ ἄνισον ἐν τοῖς ἀνίσοις ἴσον ἐστί. τοῖς γοῦν ἀνίσοις τὰ ἴσα νέμουσα καὶ τὸ ἰδίωμα φυλάττει τὸ ἑαυτῆς καὶ τὸ κατʼ ἀξίαν ἐπιδείκνυσιν, ὃ δὴ τῆς γεωμετρικῆς ἐξαίρετον ἦν. ἔτι δὴ οὖν λέγωμεν, ὅτι μιμεῖται τὰς πρώτας ἀρχὰς ἡ ψυχή, διὰ μὲν τῆς μιᾶς μοίρας τὴν μίαν τῶν ὅλων αἰτίαν, διὰ δὲ τῆς διπλῆς προόδου τὰς μετὰ τὸ ἓν δυοειδεῖς ἀρχάς, διὰ δὲ τῶν ἀρτίων καὶ τῶν περιττῶν τό τε ἄρρεν καὶ τὸ θῆλυ τῶν θεῶν, διὰ δὲ τῆς τριαδικῆς καθʼ ἑκάτερον διαιρέσεως τάς τε νοητὰς καὶ νοερὰς τριάδας, διὰ δὲ τῆς ἑβδομάδος τῶν ὅρων τὴν ἑνιαίαν ἑβδομάδα. καὶ τῇ μὲν μιᾷ μοίρᾳ θεὸν ἀποτελεῖ τὸν κόσμον, τῇ δὲ δυαδικῇ πλῆθος ἐν αὐτῷ καὶ ποικιλίαν ἐπιδείκνυσι, τῇ δὲ τῶν περιττῶν καὶ ἀρτίων διαιρέσει τό τε ἄρρεν καὶ τὸ θῆλυ διαιρεῖ πᾶν ἀπὸ τῶν θεῶν αὐτῶν μέχρι τῶν φυτῶν, κατὰ μὲν δυάδα καὶ τριάδα τὸ ἐν θεοῖς, κατὰ δὲ τετράδα καὶ ἐννεάδα τὸ ἐν τοῖς κρείττοσιν ἡμῶν γένεσιν, κατὰ δὲ τοὺς κύβους καὶ μέχρις αὐτῶν προϊοῦσα τῶν χερσαίων καὶ χθονίων εἰδῶν τῆς ζωῆς, τῇ δὲ ἑπτάδι τῶν ὅρων πάντα συνέχουσα καὶ φρουροῦσα καὶ προνοίας ἀξιοῦσα νοερᾶς, μονίμως τε καὶ ἀκλινῶς τὰ ὅλα διατάττουσα δεόντως καὶ τούτων τὰ μέρη καὶ τὰ τῶν μερῶν μέρη κοσμοῦσα, καὶ εἴ τι τῶν ἐσχάτων ἐστὶν ἄλογον καθʼ ἑαυτὸ καὶ οἷον λεῖμμα τῆς τοῦ κόσμου δημιουργίας. κατὰ δὴ ταύτας τὰς ἐπιβολὰς καὶ τὰ ῥήματα τοῦ Πλάτωνος ἀφερμηνεύειν ἕκαστα δυνησόμεθα, καὶ πρὸς ταύτας βλέποντες πολλὰ τῶν ἀπόρων διαλύσομεν. Φέρʼ οὖν ἀπʼ ἀρχῆς ἕκαστα τῶν λεγομένων ἐπὶ ταύτας ἀνενέγκωμεν τὰς τοῦ καθηγεμόνος ἡμῶν ὑφηγήσεις. πρῶτον μὲν οὖν τὸ μὴ τὸν δημιουργὸν τὰς μοίρας ἐντιθέναι λέγειν εἰς τὴν ψυχήν, ἀλλʼ ἀφαιρεῖν ὡς οὔσας ἤδη καὶ ἀφαιροῦντα συμπληροῦν πάλιν ἀπʼ αὐτῶν τὴν οὐσίαν αὐτῆς ἐπιδείκνυσιν ἡμῖν, ὡς ἄρα οὐκ ἔστι τὸ κρᾶμα τοῦτο οἷον ὑποκείμενον τῆς ψυχῆς, οὐδὲ ὡς ὕλη καὶ ὡς ἀσχημάτιστον ὑπὸ τοῦ δημιουργοῦ σχηματίζεται, ἀλλʼ εἶδος οὖσα πλήρωμά ἐστιν εἰδῶν, ὥστε τὰς λεγομένας ὑπὸ τῶν νεωτέρων ἀοριστίας καὶ τὰς ὕλας τὰς ἐν τοῖς νοητοῖς καιρὸν οὐκ ἔχειν εἰς τὴν τῶν προκειμένων θεωρίαν. ἔπειτα τὸ πρὸς τὴν μίαν μοῖραν ἁπάσας τὰς ἄλλας συντάττειν, τὴν διπλασίαν, τὴν τριπλασίαν, τὴν τετραπλασίαν, τὴν ἐνναπλασίαν, τὴν ὀκταπλασίαν, τὴν ἑπτακαιεικοσαπλασίαν, τὸ πρεσβεῖον ἀποδίδωσι τῇ μονάδι καὶ οὐ συγχωρεῖ τοιοῦτόν τι νομίζειν αὐτήν, οἷον οἱ πολλοὶ οἴονται εἶναι τὴν μονάδα, τὸ ἐλάχιστον ἐν ποσῷ καὶ τὸ ὕλης λόγον ἔχον πρὸς τὸν ἀριθμόν, ἀλλʼ ἀρχηγικὴν πάσης τῆς οὐσίας τῆς ψυχῆς καὶ τῶν ἐν αὐτῇ δυνάμεων ῥίζωμα καὶ ἑστίαν τοῦ ἀριθμοῦ τοῦ συμπληροῦντος αὐτήν. ἐπὶ δὴ τούτοις ἡ διπλασία τῆς μιᾶς μοίρας πῶς οὐχὶ συμφωνεῖ τοῖς ὑφʼ ἡμῶν εἰρημένοις; πάντως γὰρ τὸ διπλάσιον ὑπὸ δυάδος μορφοῦται καὶ τῆς ἑνοειδοῦς ὑπάρξεως ὑφεῖται καὶ πρόεισιν εἰς πλῆθος τῷ μὲν ποσῷ πληθυόμενον, τῇ δυνάμει δὲ ἐλαττούμενον. τοιοῦτος δὲ καὶ ὁ τῆς ψυχικῆς προόδου τρόπος· μένουσα γὰρ κατὰ τὸ θειότατον ἑαυτῆς καί, ὥς φησιν Ὀρφεύς, τὴν ἑαυτῆς κεφαλὴν ἐνιδρύσασα τῷ νῷ πρόεισιν ἐκεῖθεν κατὰ τὴν δυάδα τὴν ἐν αὐτῇ. εἰς ἑαυτὴν προϊοῦσα καὶ τὸ πλῆθος ἀπογεννῶσα τῶν ἐν αὐτῇ λόγων καὶ τῶν παντοίων εἰδῶν, προελθοῦσα δὲ πάλιν ἐπιστρέφει πρὸς τὴν ἀρχήν, κύκλον τινὰ τοῦτον οὐσιώδη παρεχομένη, καὶ διὰ τῆς ἐπιστροφῆς συνάπτεται πρός τε τὴν ἐν ἑαυτῇ γόνιμον δύναμιν, καθʼ ἣν παρήγαγεν ἑαυτήν, καὶ πρὸς τὴν μονάδα τὴν ἑδράζουσαν καὶ ἑνοποιοῦσαν αὐτήν· ἡ γὰρ τελεσιουργὸς καὶ ἐπιστρεπτικὴ δύναμις πρὸς ἀμφοτέρας συνῆπται, πρός τε τὴν γόνιμον καὶ πρὸς τὴν ἑνοποιὸν αἰτίαν. καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ὥσπερ ἡ μὲν ζωὴ πρόεισιν ἀπὸ τοῦ ὄντος, ὁ δὲ νοῦς συνάπτεται πρὸς τὴν ζωὴν καὶ πρὸς τὸ ὄν, οὕτω δὴ καὶ ἡ μὲν πρόοδος τῆς ψυχῆς ἀπὸ τῆς γονίμου γέγονεν αἰτίας, ἡ δὲ ἐπιστροφὴ πρὸς ἀμφοτέρας, ἡμιολίως μὲν πρὸς τὴν ὑπὲρ αὐτῆς, τριπλασίως δὲ πρὸς τὴν ἐπέκεινα καὶ ταύτης· προσήκει γὰρ τὸ ἐπιστρεπτικὸν εἶδος τό τε ὅλον ἐπιδιώκειν καὶ τὴν διαίρεσιν ἐλαττοῦν, ὃ δὴ παρέχεται τὸ ἡμιόλιον· τοῦ γὰρ διπλασίου κατὰ πᾶν ἑαυτὸ τῇ δυάδι κεκρατημένου τὸ ἡμιόλιόν ἐστι μὲν ἀνὰ λόγον ἐκείνῳ, τὸν δὲ τῆς ὑφέσεως λόγον ἐλαττοῖ. ἔτι δὲ τὸ τριπλάσιον ὅτι μὲν τὴν τρίτην ἀπόστασιν ἐν τῷ ἐπιστρέφοντι δείκνυσιν ἀπὸ τοῦ μείναντος, ἐμφανές· πρόσεστι δὲ καὶ τὸ τὴν τριάδα πρῶτον ἀριθμὸν οὖσαν καὶ πρώτως ὅλον ἀρχὴν καὶ μέσα καὶ τελευτὴν ἔχον ὁμοιοῦσθαι πρὸς τὴν μονάδα τὴν ἑνιαίως ἅπαν περιέχουσαν τὸ πλῆθος. διὰ μὲν οὖν τούτων τὸ ὑποκείμενον τῆς ψυχῆς ἐκ τριῶν ὅλον ὑποστὰν ἔδειξε πάλιν τριφυές· διεῖλε γὰρ αὐτὸ τῷ μένοντι, τῷ προϊόντι, τῷ ἐπιστρέφοντι κατὰ τὴν τῶν θείων γενῶν διαίρεσιν· καὶ γὰρ ἐν ἐκείνοις τριπλᾶ ἦν γένη, τὸ μὲν μένον, τὸ δὲ προϊόν, τὸ δὲ ἐπιστρέφον, τὸ μὲν ταυτότητος καὶ μονίμου δυνάμεως καὶ οὐσίας αἴτιον, τὸ δὲ γεννητικὸν καὶ προόδων καὶ πολλαπλασιασμῶν ἐξάρχον, τὸ δὲ τελεσιουργὸν καὶ ἀναγωγὸν ἐπὶ τὰ πρῶτα τῶν δευτέρων. διὰ δὲ τῶν ἐφεξῆς δείκνυσι καὶ ὅπως τὰ δεύτερα κοσμεῖ κατʼ αὐτὴν τὴν οὐσίαν ἑαυτῆς· πρὶν γὰρ αὐτῇ δῷ δυνάμεις ἢ ἐνεργείας, τοὺς λόγους τούτους ἐν αὐτῇ δείκνυσιν ὄντας, ἀφʼ ὧν καὶ διʼ ὧν κατευθύνει τά τε πρώτως αὐτῆς μετέχοντα καὶ ὅσα κατὰ δευτέραν ἀπʼ αὐτῆς ἀπόστασιν κοσμεῖται παρʼ αὐτῆς, αὐτῆς μὲν ὅλης μονάδος λόγον ἐχούσης, ἐκείνων δὲ καὶ τὰς προόδους αὐτῆς καὶ τὰς ἐπιστροφὰς μιμουμένων· αὕτη γὰρ πρὸ ἐκείνων προῆλθε μὲν δυαδικῶς, ἐπεστράφη δὲ τριαδικῶς, καὶ τὸ μὲν προελθὸν αὐτῆς ἀπὸ τοῦ μένοντος διεκρίθη πᾶν· διπλασίως γάρ· τὸ δὲ ἐπιστραφὲν ἐξ ἡμισείας· ἴδιον γὰρ προόδου μὲν ἡ διάκρισις, ἐπιστροφῆς δὲ ἡ ταυτότης καὶ ἡ ὁμοιότης· τὸ γὰρ ἐπιστραφὲν γέγονεν οἷον τὸ μεῖναν, ἀντὶ μὲν ἑνὸς πᾶν γενόμενον, ἀντὶ δὲ ὅλου τοῦ πρὸ τῶν μερῶν τὸ ἐκ τῶν μερῶν ὅλον, καὶ δοκεῖ μὲν εἶναι τοῦ μείναντος τριπλοῦν, ἔστι δὲ ἐκείνου μὲν ἔλασσον τῇ δυνάμει, τῶν δὲ ἐν αὐτῷ μορίων περιληπτικόν.

Τετάρτην δὲ τῆς δευτέρας διπλῆν, πέμπτην δὲ τριπλῆν τῆς τρίτης, τὴν δὲ ἕκτην τῆς πρώτης ὀκταπλασίαν, ἑβδόμην δὲ ἑπτακαιεικοσαπλασίαν τῆς πρώτης.

`2.225`

Αὕτη μὲν ἡ παντελὴς οὐσία τῆς ψυχῆς διὰ τῶν προειρημένων ἀριθμῶν περιείληπται, τοῦ μὲν ἐν αὐτῇ μένοντος, τοῦ δὲ προϊόντος, τοῦ δὲ ἐπιστρέφοντος· ἐπεὶ δὲ δεῖ καὶ τὰς μοίρας αὐτῆς ἰδεῖν καὶ τὰς αἰτίας τὰς ἐν αὐτῇ τῶν ὄντων, καὶ ταύτας ὁ Πλάτων ἐπεκδιδάσκει, τάς τε περιεχούσας καὶ τὰς περιεχομένας ἐν αὐτῇ τῶν πάντων ἰδέας παραδιδούς. διὰ μὲν οὖν τῆς τετάρτης καὶ τῆς πέμπτης τοὺς λόγους περιέχει πάντων τῶν πρώτως αὐτῆς μετεχόντων, τὴν μὲν πρόοδον αὐτῶν διὰ τῆς τετάρτης ἀνεγείρουσα, τὴν δὲ ἐπιστροφὴν διὰ τῆς πέμπτης παρεχομένη· διὸ καὶ τὴν μὲν πρὸς τὴν δευτέραν ἀνήγαγε, τὴν δὲ πρὸς τὴν τρίτην, ἐπειδὴ τὰ μέρη μιμεῖται τὰ ὅλα καὶ ἀνὰ λόγον ἐστὶν αὐτοῖς. διὰ δὲ τῆς ἕκτης καὶ τῆς ἑβδόμης αὐτοὺς ὡς προείρηται τοὺς στερεοὺς ὄγκους ὑφίστησι, γεννῶσα μὲν αὐτοὺς κατὰ τὴν ἕκτην, ἐπιστρέφουσα δὲ κατὰ τὴν ἑβδόμην· καταλήγει γὰρ ἄχρι τῆς τούτων προόδου τὸ ὁλικὸν αὐτῆς εἶδος. καὶ ὁρᾷς, ὅπως οἵ τε ἀριθμοὶ προσήκοντες αὐτῇ καὶ ἡ τάξις τῆς προόδου· ἡ μὲν γὰρ ἀπὸ μονάδος ἀρχὴ τὴν ἀπὸ νοῦ πάροδον αὐτῇ δίδωσιν, ἡ δὲ εἰς τοὺς κύβους κατάληξις τούτους ἁρμονίαν αὐτὴν ἁρμονιῶν ἀποφαίνει· συντιθέμενοι γὰρ τὴν οὐρανίαν ἁρμονίαν ποιήσουσιν. ἔστι δὲ καὶ ἑκάτερος αὐτῶν ἁρμονία· τὸν γὰρ κύβον ἁρμονίαν εἰώθεσαν καλεῖν οἱ Πυθαγόρειοι, διότι μόνον τῶν σχημάτων τὰς γωνίας ἔχει μέσας ἀνὰ λόγον τῶν τε πλευρῶν καὶ τῶν ἐπιπέδων. καὶ οἱ μὲν δεύτεροι τῶν ὅρων τήν τε πρόοδον ἔχουσι καὶ τὴν ἐπιστροφὴν τὴν εἰς μονάδα. πάλιν δὲ τούτων ὅλων μενόντων οἱ τρίτοι μερίζονται τό τε προϊὸν καὶ ἐπιστρέφον καὶ ἀνάγονται εἰς τοὺς προσεχῶς ὑπερκειμένους, οἱ δὲ τέταρτοι πάλιν ἐπὶ τὴν μονάδα, διότι καὶ τῶν ἑπτὰ ὅρων ἡ μὲν μονὰς πάλιν μιμεῖται τὸ μένον, οἱ δὲ μέσοι δυοειδεῖς ὄντες τὸ προϊόν, οἱ δὲ ἔσχατοι τὸ ἐπιστρέφον· τριαδικοὶ γὰρ ἀμφότεροι· καὶ γὰρ ἡ ὀκταπλασία τριαδικὴ καὶ ἡ ἑπτακαιεικοσαπλασία τριαδική πώς ἐστι καὶ αὐτή, ὡς εἰς τρίτην προελθοῦσα τάξιν. ἔχομεν οὖν τήν τε μίαν ὁλότητα τῆς ψυχῆς ἐν τῷ κράματι καὶ τὸ τριπλοῦν αὐτῆς ἐν τοῖς τρίτοις ὅροις καὶ τὸ τετραδικὸν ἐν τοῖς τετάρτοις, καθὸ καὶ δημιουργεῖ τὰ ὅλα καθʼ ἑκάτερον εἶδος προνοίας, καὶ τῇ μὲν ὁλότητι περιέχουσαν αὐτὴν εὕρομεν τὸ τριφυὲς εἶδος, τούτῳ δὲ τὸ τετραδικόν, καὶ ἀεὶ τοῖς ὅλοις τὰ μέρη συνάγουσαν εἰς ἕνωσιν.

Μετὰ δὲ ταῦτα συνεπληροῦτο τά τε διπλάσια καὶ τὰ τριπλάσια διαστήματα, μοίρας ἔτι ἐκεῖθεν ἀποτέμνων καὶ τιθεὶς εἰς τὸ μεταξὺ τούτων.

`2.226`

Ἐν τῷ δημιουργῷ καὶ διαιρετικὰς εἶναι δυνάμεις οἱ θεολόγοι φασὶ καὶ συνεκτικάς, καὶ διὰ μὲν τῶν ἑτέρων τὴν ἑαυτοῦ βασιλείαν αὐτὸν ἀπὸ τῆς τοῦ πατρὸς διακρίνειν λέγουσι, διὰ δὲ τῶν λοιπῶν ἐξάπτειν πᾶσαν αὐτοῦ τὴν δημιουργίαν τῆς πατρικῆς μονάδος· καὶ καλοῦσι τομάς τε καὶ δεσμοὺς τὰς τοιαύτας ἐνεργείας. κατὰ ταύτας τοίνυν τὰς δυνάμεις καὶ νῦν ἐν ὅροις δημιουργικοῖς διακρίνων τὴν οὐσίαν τῆς ψυχῆς ἀποτέμνειν λέγεται μοίρας τῆς ὁλότητος αὐτῆς καὶ πάλιν δεσμοῖς τισι τὰ μόρια συνδεῖν τοῖς διὰ τῶν μεσοτήτων, διʼ ὧν συνέχεσθαι ποιεῖ τὸ διῃρημένον, ὥσπερ διὰ τῶν τομῶν διαιρεῖσθαι τὸ ἡνωμένον. ταῦτα μὲν οὖν ὅτι τῶν θεολογικῶν ἀρχῶν ἔχεται τὰ τοῦ Πλάτωνος παρίστησιν. ἐπὶ δὲ τὴν λέξιν αὐτὴν ἐλθόντες κατίδωμεν, ὅπως. ὅτι μὲν ὁμοούσιός ἐστιν ἡ ὅλη ψυχὴ πρὸς ἑαυτὴν καὶ ὁμοιομερὴς καὶ οἷον ὁμόχρους, νοερὰ πᾶσα καὶ λόγος οὖσα νοερός, δηλοῖ δήπουθεν ὁ Πλάτων ἀπὸ τοῦ αὐτοῦ κράματος τά τε ὅλα ἐν αὐτῇ καὶ τὰ μέρη ποιῶν· αἱ γὰρ ἀποτεμνόμεναι μοῖραι οὐσίαι τινές εἰσιν ἐν αὐτῇ διῃρημέναι. ὅτι δὲ καὶ ἀξία τίς ἐστι πρώτων τε καὶ μέσων καὶ τελευταίων εἰδῶν, καὶ τοῦτο δείκνυσι τὸ ἔτι προσθείς· ἐφʼ ὧν γὰρ ἀμυδρότερον τὸ αὐτὸ εἶδος ὁρῶμεν, ἐπὶ τούτων τὸ «ἔτι» τάττομεν, ὥσπερ ὅταν λέγωμεν ἔτι τὴν σελήνην εἶναι τῆς οὐρανίας συστάσεως, ὁρῶντες μέν τινα περὶ αὐτὴν ἐξαλλαγήν, ὁρῶντες δὲ καὶ τὴν ὁμοιότητα τὴν πρὸς τὰ θεῖα σώματα καὶ ἐν αὐτῇ σῳζομένην. ἵνʼ οὖν μὴ τὴν αὐτὴν ἀξίαν καὶ ἡμεῖς οἰηθῶμεν εἶναι πάντων τῶν ἐν τῇ ψυχῇ λόγων, τὸ ἔτι προσέθηκε, τοῦτο, ὅπερ εἴπομεν, ἐνδεικνύμενος· ὅσῳ γὰρ ἐπὶ τὰ ἐντὸς χωροῦμεν καὶ τὰ μέσα τῶν μέσων διερευνώμεθα, τοσούτῳ μερικωτέροις ἐντυγχάνομεν εἴδεσι· τὰ γὰρ περιεχόμενα μερικώτερα τῶν περιεχόντων ἐστὶ καὶ τὰ περιέχοντα θειότερα τῶν περιεχομένων, ὃ καὶ ὁ κόσμος μιμούμενος περὶ μὲν τὴν γένεσιν ἔχει τὸ θεῖον σῶμα, περὶ δὲ τὸ σῶμα ὅλως τὴν ψυχήν. πάντʼ οὖν ταῦτα τὰ προειρημένα τμήματα τῆς ψυχῆς, τά τε γεννητικὰ—ταῦτα γάρ ἐστι τὰ διπλάσια—καὶ τελεσιουργὰ—ταῦτα γὰρ τὰ τριπλάσια— περιεκτικὰ λόγων ἐστὶ μερικωτέρων, διʼ ὧν τὰ μέρη κοσμεῖται τοῦ παντὸς μέχρι καὶ τῶν ἐσχάτων. ἃ δὴ καὶ ὁ Πλάτων ἑξῆς παραδίδωσιν.

Ὥστε ἐν ἑκάστῳ δύο εἶναι μεσότητας, τὴν μὲν ταὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχουσαν καὶ ὑπερεχομένην, τὴν δὲ ἴσῳ μὲν κατʼ ἀριθμὸν ὑπερέχουσαν, ἴσῳ δὲ ὑπερεχομένην.

`2.227`

Ἐν δὴ τούτοις πρῶτον μὲν ἐκεῖνο κατανοητέον, ὅπως τὰς δύο ταύτας μεσότητας ἐν τῇ γεωμετρικῇ περιέχεσθαί φησιν, ἔπειθʼ ὅτι τὴν ἁρμονικὴν προτέραν τίθεται τῆς ἀριθμητικῆς ὡς ὑπερτέραν· εἰ γὰρ δὴ καὶ ἡ ἀριθμητικὴ τὸ αὐτοφυὲς ἔχει καὶ τὸ ἁπλοῦν καὶ τὸ πρὸς τὴν ταυτότητα συγγενές—ἡ γοῦν ἰσότης ταυτότης τίς ἐστι· διὸ καὶ ἐν ταῖς πολιτείαις φιλίας εἶναι ποιητικὴν τὴν ἀριθμητικὴν ἀπέφαινε, τὸ κατʼ ἀριθμὸν ἴσον ἀσπαζομένην, ὥσπερ δικαιοσύνης τὴν γεωμετρικήν, τοῦ κατʼ ἀξίαν στοχαζομένην, ἔτι δὲ διότι ἣ μὲν τὸ καθʼ αὑτὸ ποσὸν ἔλαχεν, ἣ δὲ τὸ πρός τι, καὶ ἣ μὲν περὶ τὴν ποσότητα θεωρεῖται τῶν μορίων, ἣ δὲ περὶ τὴν πηλικότητα· τὸ γὰρ τρίτον ἢ τέταρτον πηλικότητός ἐστιν ἴδιον—ἀλλʼ οὖν ὡς ἐγγυτέρω τῆς γεωμετρικῆς ἡ ἁρμονικὴ προτάττεται δεόντως· καὶ γὰρ ἐν τοῖς ἄκροις παρέχεται τὸ ταυτὸν καὶ μείζοσι μὲν ὅροις μείζους διανέμει λόγους, ἐλάττοσι δὲ ἐλάττους, καὶ ταύτῃ πρὸς τὴν κατʼ ἀξίαν μᾶλλον ᾠκείωται διαίρεσιν. ῥητέον τοίνυν, ὅτι ἡ μὲν ἁρμονικὴ μεσότης καὶ τὴν ταυτότητα συνδεῖ πᾶσαν τὴν ψυχικὴν καὶ τοῖς οὐρανίοις δίδωσι τὴν ἀδιάλυτον κοινωνίαν, τοῖς μὲν μείζοσι κύκλοις μείζους δυνάμεις καὶ κινήσεις, τοῖς δὲ ἐλάττοσιν ἐλάττους διανέμουσα· θᾶττον γὰρ κινεῖται τὰ περιέχοντα τῶν περιεχομένων. ἡ δὲ ἀριθμητικὴ καὶ τὴν ἑτερότητα πᾶσαν τὴν ἐν τῇ ψυχῇ συνέχει καὶ τοῖς ὑπὸ σελήνην τὴν κοινωνίαν τὴν πρὸς ἄλληλα παρέχεται κατʼ ἴσην ἀμοιβήν· ἕκαστον γὰρ οὐδὲν μᾶλλον πάσχει ὑπὸ τῶν ἄλλων ἢ ποιεῖ εἰς τὰ ἄλλα, καὶ τοῦτο πᾶσιν ἐπʼ ἴσης ὑπάρχει κατὰ τὴν ἀριθμητικὴν ἰσότητα τοῖς ἐν γενέσει στοιχείοις, τὸ μεταβάλλειν εἰς ἄλληλα, καὶ τοῖς μὲν λεπτομερεστέροις μείζους καὶ θάττους κινήσεις, τοῖς δὲ μεγαλομερεστέροις βραδυτέρας καὶ ἐλάττους ἐνδίδωσιν.

Ἡμιολίων δὲ διαστάσεων καὶ ἐπιτρίτων καὶ ἐπογδόων γενομένων ἐκ τούτων τῶν δεσμῶν ἐν ταῖς πρόσθεν διαστάσεσι τῷ τοῦ ἐπογδόου διαστήματι τὰ ἐπίτριτα πάντα συνεπληροῦτο.

`2.228–2.230`

Ὅτι μὲν ἐκ τῶν εἰρημένων δύο μεσοτήτων, ἁρμονικῆς καὶ ἀριθμητικῆς, δεσμῶν γενομένων ἐν ταῖς διαστάσεσι τῶν διπλασίων καὶ τριπλασίων τῷ τοῦ ἐπογδόου διαστήματι τέμνεται τά τε ἐπίτριτα καὶ ἡμιόλια ἀναφανέντα ἐν ταῖς εἰρημέναις μεσότησι, δῆλον ἔκ τε τῶν εἰρημένων καὶ εἰ νῦν βούλοιο σκοπεῖν ἐν ὅροις ἑξάδι, ὀκτάδι, δυωδεκάδι, ὀκτωκαιδεκάδι· καὶ γὰρ τὸ διπλάσιον ἐν τούτοις καὶ τὸ τριπλάσιον ἐξ ἐπιτρίτων ἐστὶ καὶ ἡμιολίων. πῶς δʼ ἂν καὶ ταῦτα τοῖς προειρημένοις συμφωνήσειεν; ἦ καὶ ταῦτα κατὰ τὸ ἑξῆς ἐκείνοις ληπτέον· ὡς γὰρ αἱ δύο μεσότητες εἰς δύο διεῖλον τὸ πᾶν, οὕτως οἱ ἐπίτριτοι καὶ ἡμιόλιοι μερικωτέραν ὑπέστησαν διακόσμησιν· οἱ γὰρ τὰ ὅλα μὲν ὄντα, μέρη δὲ τῶν μερῶν λόγοι κοσμήσαντες οἵδε εἰσίν. ἔστιν οὖν ἕκαστος αὐτῶν ὅλον μὲν κατὰ τὸν πρόλογον, μέρος δὲ κατὰ τὸν ὑπόλογον, μέρος δὲ μέρους κατὰ τὴν ὑπεροχὴν θατέρου πρὸς θάτερον. καὶ ἐπειδήπερ ἐν ἑκάστῃ τῶν σφαιρῶν ἐστι θεῖα γένη ψυχῶν καὶ δαιμόνια καὶ μερικά, οἷα δὴ τὰ τῶν ἡμετέρων, καὶ τὰ μὲν θεῖα τὰ δεύτερα τῶν προτέρων ὅλα ὅλων μετέχει, τὰ δὲ δαιμόνια τῶν θείων εἰ καὶ ὅλων, ἀλλὰ καθʼ ἕν τι—διὸ καὶ μερικώτερα λέγεται μὴ δυνηθέντα πάσας αὐτῶν δέξασθαι τὰς ἰδιότητας—τὰ δὲ μερικώτερα τῶν δαιμονίων ἄλλοτε ἄλλο καὶ οὐδὲ ἀεὶ τῶν αὐτῶν μετέχει μεριστῶς, τούτων ἔχει τοὺς λόγους ἡ ψυχή, τὸν μὲν πολλαπλάσιον τῆς καθόλου μετοχῆς, τὸν δὲ ἐπιμόριον τῆς καθʼ ἓν καὶ ταὐτὸν ἀεὶ τὸ κυριώτατον, τὸν δὲ ἐπιμερῆ τῆς κατὰ πολλὰ καὶ μεριστῶς γιγνομένης κοινωνίας τῶν μετεχόντων πρὸς τὰ μετεχόμενα. διὰ τούτων οὖν κοσμεῖται τά τε στοιχεῖα καὶ αἱ σφαῖραι τοῦ οὐρανοῦ, μετέχουσαι μὲν τῆς τρίτης ὁλότητος, μέρη δὲ ὅμως οὖσαι τῶν δύο τοῦ παντὸς τμημάτων. ἐπειδὴ δὲ πᾶσα ὁλότης ἔχει καὶ μέρη μεθʼ ἑαυτῆς — ἄλλο γοῦν ἄλλῃ σφαίρᾳ πλῆθος οἰκεῖόν ἐστι, καὶ ἄλλος ἀριθμὸς ἄλλῳ στοιχείῳ συμπροῆλθεν —, ὁ ἐπόγδοος λόγος ὁ τὰ ἐπίτριτα καὶ ἡμιόλια συμπληρῶν γεννᾷ καὶ ταῦτα τὰ πληρώματα τῶν ὅλων μερίδων καὶ συναρμόζει ταῖς οἰκείαις ὁλότησιν. ὁρᾷς, ὅπως ὡς ἐν τοῖς μαθήμασιν ἡ γεωμετρικὴ περιέχει τὰς δύο λοιπὰς μεσότητας, αὗται δὲ τοὺς ἐπιτρίτους καὶ ἡμιολίους λόγους, οὗτοι δὲ τοὺς ἐπογδόους, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ κατὰ μὲν τὴν ὁλότητα τὴν ἑαυτῆς ὑπέστησε τὸ ὅλον, κατὰ δὲ τὴν δυάδα τὴν οὐσιώδη διεῖλεν εἰς δύο τὸ πᾶν καὶ παρήγαγε τὰ πρῶτα μέρη τοῦ παντός, δευτέρως δὲ ὅλα, κατὰ δὲ τοὺς τῆς τρίτης ὁλότητος αἰτίους σφαίρας τε καὶ στοιχεῖα διεκόσμησε, κατὰ δὲ τοὺς οἰκείους ἀριθμοὺς ταῖς μερίσι ταύταις ἀνεπλήρωσεν αὐτὰς τῶν οἰκείων εἰδῶν τε καὶ μερῶν. λεγέσθω τοίνυν καὶ ὧδε· τοῦτο τὸ πᾶν ἔχει μὲν καὶ σφαίρας ὅλας, ἔχει δὲ καὶ ζῷα ἐν ἑκάστῃ θεῖα, δαιμόνια, ψυχικά· καὶ γὰρ ψυχῶν εἰσι διανομαὶ περὶ ἑκάστην μερικῶν· πασῶν δὲ καὶ πάντων τὰς μεριστὰς περὶ τοῖς σώμασιν οὐσίας καὶ αὐτὰ τὰ σώματα ἁρμόζουσιν οἱ ἁρμονικοὶ λόγοι τῆς ὅλης ψυχῆς· αὐτῷ γὰρ τῷ εἶναι τούτων ἐστὶ συνεκτική· ὧν δέ ἐστιν αὐτῷ τῷ εἶναι συνεκτική, τούτων τῆς συνοχῆς περιέχει τοὺς λόγους αὐτῷ τᾷ εἶναι, καθάπερ τὸ πῦρ αὐτῷ τῷ εἶναι θερμαντικὸν ὂν πρώτως ἐστὶ θερμόν. τὴν οὖν διὰ τεσσάρων ἁρμονίαν ἔχει, διʼ ἧς ἁρμόζει τῆς σφαίρας ἑκάστης καὶ τῶν ἐν ἑκάστῃ ζῴων, θείων, δαιμονίων, ψυχικῶν τὰς μεριστὰς περὶ τοῖς σώμασιν οὐσίας καὶ τὰ σώματα πρὸς ἄλληλα· καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἄλλη ἄλλων ἐστὶ περιεκτική, οὐδὲ ὡς ἔτυχεν ἄλλοις ἄλλα ἕπεται, ἀλλὰ θείοις ζῴοις ἕπεται δαιμόνια καὶ δαιμονίοις ἄλλα ψυχικά· ἀλλὰ κατὰ φύσιν ἀεὶ τὰ δεύτερα συνήρμοσται τοῖς προτέροις. ἔστιν οὖν ἡ διὰ τεσσάρων καθʼ ἑκάστην. καὶ οἱ μὲν τῆς σφαίρας ἑκάστης πρὸς τὰ ἐν αὐτῇ θεῖα ζῷα λόγοι καὶ οἱ τούτων πρὸς τὰ δαιμόνια οἱ ὄντως ἂν εἶεν ἐπόγδοοι, διάστασιν ἔχοντες τελείαν, ἅμα μὲν ἐμμελῆ πρώτως, ἅμα δὲ σώμασι προσήκουσαν· ἡ γὰρ ὀγδοὰς τριχῇ διαστᾶσα σωματοειδής ἐστιν, ὡς ἡ ἐννεὰς ἐπίπεδος, ἑκατέρα δὲ ἰσότητι συγγενής. καὶ ἀεὶ τῶν δευτέρων αἱ φύσεις ἀνήρτηνται τῶν ἐν τοῖς πρὸ αὐτῶν σωματοειδῶν συστάσεων μετέχουσαι αὐτῶν καὶ τοῦ ἐν αὐτοῖς σωματικοῦ λόγου. τοῦτον δὲ δηλοῖ τὸ μόριον τοῦ μετεχομένου λεγόμενον ὄγδοον. λοιπὸς δὲ ὁ τῶν ψυχικῶν λόγος πρὸς τὰ δαιμόνια ζῷα τὸν τοῦ λείμματος ἐπέχει λόγον καὶ ἐπιμερὴς ὢν καὶ μέρεσι τοῖς δέκα καὶ τρισὶν οἰκεῖος· καὶ γὰρ ταῦτα μίαν οὐκ ἔχει ζωήν, ἀνιόντα καὶ κατιόντα καὶ μεριστῶς ἀπολαύοντα τῶν πρὸ αὐτῶν καὶ ἀνωμάλως· καὶ τοῦ δώδεκα ἀριθμοῦ θεοῖς ἀνειμένου καὶ τοῖς κρείττοσιν ἡμῶν ὁ τρισκαίδεκα τούτοις ἐμπρέπει τοῖς τὸν τῶν θεῶν ἀριθμὸν ἐκβεβηκόσιν. εἰ δὲ καὶ αὐτῶν τῶν ψυχικῶν ζῴων τὰ μὲν εἴη ψυχῶν ἀχράντων, ἃς Πλάτων εἴωθεν ἡρώων καλεῖν, τὰ δὲ τῶν πολλῶν ψυχῶν, καὶ εἴη ἂν καὶ ἡ διὰ πέντε καθʼ ἑκάστην σφαῖραν, καὶ τὰ μὲν ἡρωικὰ φυλάττοι ἂν καὶ αὐτὰ πρὸς τὰ δαιμόνια τὸν ἐπόγδοον διὰ τὸ ἄχραντον τῆς ζωῆς εἶδος, τὰ δὲ τῶν πολλῶν ἔχοι ἂν πρὸς ἐκεῖνα τὸν τοῦ λείμματος λόγον, ὥστε καθʼ ἑκάστην εἶναι σφαῖραν καὶ ἐπιτρίτους λόγους καὶ ἡμιολίους καὶ ἐπογδόους. μᾶλλον δὲ ὡδί· διῄρηται μὲν τὸ πᾶν κατὰ τὰς τέσσαρας ἰδέας τοῦ παραδείγματος τετραχῇ, καθʼ ἑκάστην δὲ μοῖραν τῶν τεσσάρων τὰ πάντα ἐστὶ ζῷα, τὰ θεῖα, τὰ δαιμόνια, τὰ ἡρωικά, τὰ τῶν ἀνθρωπίνων ψυχῶν, συντεταγμένων ἐναρμονίως ἀλλήλοις καὶ πρὸς τὴν οἰκείαν ὁλότητα, τὸν οὐρανόν, μετὰ τῆς ὁλότητος τὴν διὰ πέντε ποιοῦσα, ἄνευ δὲ ταύτης τὴν διὰ τεσσάρων ἐν τοῖς τέτρασιν εἴδεσι τῶν ζῴων, ὡς Πλάτων διεῖλεν αὐτὸς τό τε πᾶν καὶ τὰ εἴδη τὰ παντοῖα τῶν ζῴων. λόγους ἄρα λόγων περιεκτικοὺς κατὰ μίαν ἁρμονίαν συμπεπληρωμένους καὶ διὰ τούτων ὁ Πλάτων ἡμῖν παραδίδωσιν, ὧν ἡ ψυχὴ πλήρης οὖσα καὶ τόνδε τὸν ἐμφανῆ κόσμον ἀποπληροῖ, πάντα ῥητὰ καὶ προσήγορα ἀλλήλοις ἀποφαίνουσα.

`2.231`

Λείπων αὐτῶν ἑκάστου μόριον, τῆς τοῦ μορίου ταύτης διαστάσεως ληφθείσης ἀριθμοῦ πρὸς ἀριθμὸν ἐχούσης τοὺς ὄρους ἓξ καὶ πεντήκοντα καὶ διακοσίων πρὸς τρία καὶ τετταράκοντα καὶ διακόσια.

`2.232–2.233`

Τί μέν ἐστι τὸ λεῖμμα τοῦτο καὶ ὅντινα λόγον ἔχει καὶ πῶς ἐμμελὲς ὂν μετὰ τῶν ἄλλων συνταχθὲν γίνεται ἐναρμόνιον, διὰ τῶν μαθημάτων δῆλον. ἔστι δέ τι καὶ ἐν τῷ παντὶ τοιοῦτον, ὡς ἐν ὅλῳ, χωρὶς τῆς εἰρημένης κατὰ τὴν τετραμερῆ τοῦ ὅλου τομὴν ἐμφάσεως τοῦ λόγου τοῦ λείμματος ἐν τοῖς ἐσχάτοις τῶν περιεχομένων ζῴων ἐνόντος· ἀφʼ ἑκάστης γὰρ τῶν σφαιρῶν ἀπόρροιαί τινες καθήκουσιν εἰς τὰ ὑπὸ γῆν καὶ αὐτῶν τῶν στοιχείων συμμιγεῖς τινες ὑποστάθμαι, πολὺ μὲν τὸ ταραχῶδες ἔχουσαι καὶ σκοτεινὸν καὶ ἔνυλον, συντελοῦσαι δὲ ὅμως καὶ αὗται πρὸς τὴν ὅλην τοῦ κόσμου σύστασιν καὶ ἁρμονίαν. τούτων δὴ τὴν αἰτίαν ἐν τῇ ὅλῃ ψυχῇ τιθεὶς ὁ Πλάτων λεῖμμα κέκληκεν αὐτήν, ὃ δὴ τῆς ἐσχάτης ὑφέσεώς ἐστι σημαντικόν· ὅπου γὰρ καὶ θεῶν τῶν ἀκροτάτων δυνάμεις περὶ ἐκεῖνον τὸν τόπον οἱ θεολόγοι τάττουσιν, οὕτω τοῦ Διὸς κἀκεῖνα κοσμήσαντος, ὥστʼ ἐπιτήδεια ποιῆσαι πρὸς μετουσίαν θεῶν τηλικούτων, τί χρὴ οἴεσθαι περὶ τῆς τοῦ παντὸς ψυχῆς; ἆρʼ οὐχὶ πολλῷ μᾶλλον αὐτὴν καὶ κοσμεῖν τοῦτο τὸ δοκοῦν ἄτακτον εἶναι πᾶν καὶ αἰτίαν ἔχειν τῆς ὑποστάσεως αὐτοῦ καὶ κατʼ ἐκείνην αὐτὸ διατάττειν δεόντως; καὶ πῶς ἂν ἢ ἄρχοι τοῦ παντὸς ἢ πάντα κατὰ νοῦν ἄγοι μὴ καὶ τὸ ἄτακτον τάττουσα καὶ τὰ ἔσχατα συναρμόζουσα πρὸς τὴν μίαν τοῦ κόσμου ζωήν; εἰ δὲ καὶ ἐν τῷ δημιουργῷ προϋπάρχει καὶ τούτων τὰ αἴτια, καθάπερ φησὶν Ὀρφεύς·

  
πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ῥίζαι,  

  
Τάρταρά τʼ εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης,  
τί θαυμαστὸν τὴν ὅλην ψυχὴν πάντα ἔχουσαν οἰκείως ἑαυτῇ ὅσα δημιουργικῶς ὁ θεῖος νοῦς, καὶ τῶν τελευταίων τοῦ κόσμου καὶ τῆς οἷον ὑποστάθμης τῶν ὅλων προειληφέναι τὴν αἰτίαν; πρὸ γὰρ τοῦ φαινομένου καὶ αἰσθητοῦ τὸν ἀφανῆ κόσμον ἡ ψυχὴ περιέχει. τί μὲν οὖν τὸ λεῖμμά ἐστι, διὰ τούτων δῆλον. ἔστιν οὖν καὶ τετραχῶς τὸ λεῖμμα καὶ μοναχῶς, καὶ ἔδει τὴν ψυχὴν περιέχειν ἀμφοῖν τὸν λόγον, καθʼ ὃν καὶ τετραχῶς ἐστι καὶ μοναχῶς, εἴπερ συντελεῖν ἀνάγκη καὶ τοῦτο πρὸς τὸ πᾶν καὶ πρὸς ἑκάστην μοῖραν. εἰ δὲ τοὺς ἀριθμοὺς ἐθέλοις ἐννοῆσαι τῶν ὅρων, ἴδοις ἂν καὶ τούτους θαυμαστήν τινα σῴζοντας ἀναλογίαν· ἡ μὲν γὰρ εἰς τὰς τριῳδουμένας δυάδας πρόοδος τὴν παντελῆ καὶ ἐπὶ πᾶν ἀποστᾶσαν τῆς αἰτίας ὕφεσιν δηλοῖ· καὶ γὰρ ἐν τῇ ψυχῇ τὸ μερικώτατον καὶ ἐν τῷ παντὶ τὸ ἔσχατον καὶ ἐνυλότατον κατείληφεν. ἡ δὲ ἐν ταῖς δεκάσι τετρὰς καὶ πεμπὰς ἐξάπτει καὶ ταῦτα τῶν πρώτων καὶ συντάττει ταῖς ἀρχαῖς· ἡ μὲν γὰρ τετρὰς δημιουργικὴν ἔλαχεν ἰδιότητα καὶ κοσμουργόν, ἡ δὲ πεμπὰς ἐπανακαλεῖται πᾶν τὸ προελθὸν ἐπὶ τὰς ἑνικωτέρας δυνάμεις. ἡ δὲ αὖ ἐν ταῖς μονάσι τριὰς καὶ ἑξὰς τελειότητα καὶ τούτοις διὰ τῆς ἐπιστροφῆς ἐνδίδωσιν. εἰ δὲ καὶ ἐπιμερὴς ὁ λόγος ἐστὶ τρισκαίδεκά τινων διακοσιοστοτεσσαρακοστοτρίτων, οὐδʼ οὗτος ἂν ὁ ἀριθμὸς ἀνάρμοστος εἴη πρὸς τὸ πᾶν· μετὰ γὰρ τὴν παντελῆ τῶν αἰσθητῶν πρόοδον καὶ τὴν ἄχρι γῆς ὕφεσιν, ἣν δωδεκάτην εἶναι μερίδα τοῦ κόσμου φασί, τὸ ὑπʼ αὐτὴν πᾶν τρισκαιδέκατον ἂν εἴη τῶν ὅλων, καὶ αἱ εἰς αὐτὸ καθήκουσαι τῶν στοιχείων ἐμφάσεις πρέποιεν ἂν τῷδε τῷ ἀριθμῷ. καὶ πρόεισιν οὖν ἐπὶ πᾶν καὶ κοσμεῖται προελθὸν καὶ ἐπιστρέφει κοσμηθὲν τὸ ἐνυλότατον τοῦ παντός. καὶ ἐν ἑκάστῃ δὲ μοίρᾳ τὰ ἔσχατα γένη τῶν ἀϊδίων ὑφειμένα ἐστίν, οἷς ὁ δώδεκα ἀνεῖται, καὶ κατὰ τὸν τοῦ τρισκαίδεκα λόγον εἰκότως ἔχει τὴν πρὸς ἄλληλα σχέσιν καὶ κοινωνίαν, πάλαι τοῦ δώδεκα λεγομένου θεοῖς ἀνεῖσθαι καὶ τοῖς ἀεὶ θεῶν ἀνημμένοις γένεσιν. ταῦτα δʼ οὖν πάντα ἑνιαίως ἡ ψυχὴ περιείληφε τῷ τοῦ λείμματος λόγῳ, καὶ πρὸς τούτοις ἡ τῶν μονάδων ἐννεάς, ἣν ὁ τρία παρέχεται καὶ ὁ ἕξ, τὸ πέρας ἐνεδείκνυτο τῶν ψυχικῶν λόγων· ἀρξάμενοι γὰρ ἀπὸ μονάδος εἰς ἐννεάδα προεληλύθασι καὶ ἀπὸ μονάδων ἐπὶ δεκάδας καὶ ἀπὸ τούτων ἐπὶ τὰς ἑκατοντάδας· τριαδικὴ γὰρ ἦν ἡ πᾶσα πρόοδος τῆς ψυχῆς καὶ ἡ ἀπὸ τῆς δημιουργικῆς αἰτίας ἔκφανσις κατά τε τὴν οὐσίαν καὶ κατὰ τὴν ἁρμονίαν, ὥσπερ καὶ πρότερον εἴπομεν. τὸ μὲν οὖν λεῖμμα τίνος ἐστὶν ἐν τῇ ψυχῇ δηλωτικόν, εἴρηται. Πᾶν δὲ τὸ διάγραμμα τὸ ψυχογονικὸν ὅρους μὲν ἔχει τριάκοντα καὶ τέτταρας ἢ ἓξ καὶ τριάκοντα διὰ τὴν ἀποτομήν. καὶ εἰ μὲν ἓξ καὶ τριάκοντα τοὺς ὅρους ἔχει, προσήκων ἐστὶν ὁ ἀριθμὸς τῇ ψυχῇ, ὡς ἀπὸ τῆς ἑξάδος εἰς ἑαυτὴν εἰσελθούσης γεγονώς, πάλαι τῆς ἑξάδος ἀνειμένης αὐτῇ, διότι πρώτη ἐστὶν ἀρτιοπέρισσος, ὡς ἡ ψυχὴ τῶν ἀμερῶν μέση καὶ μεριστῶν, ὧν τοῖς μὲν τὸ περισσὸν οἰκεῖον, τοῖς δὲ τὸ ἄρτιον, καὶ ὅτι κυκλική ἐστιν, ὡς καὶ ἡ πεμπάς· ἀλλʼ ἐκείνη μὲν εἰκὼν τοῦ νοεροῦ κύκλου, ὡς ἀρσενωπός, αὕτη δὲ τοῦ ψυχικοῦ, ὡς θηλυπρεπής. εἰ δὲ τέτταρας καὶ τριάκοντα, πάλιν συμβαίνει πρὸς τὴν ψυχὴν καὶ οὗτος ὁ ἀριθμός, εἴπερ μονὰς μὲν ὁ νοῦς ὡς ἀμερής, δεκὰς δὲ ὁ κόσμος, ἡ δὲ ψυχὴ τετράς· διὸ καὶ ὁ πᾶς ἀριθμὸς μουνάδος ἐκ κευθμῶνος προῆλθε

τετράδʼ ἐπὶ ζαθέην, ἣ δὴ τέκε μητέρα πάντων

`2.234–2.237`

ἄτροπον, ἀκαμάτην, δεκάδα κλείουσί μιν ἁγνήν· τετρὰς δὲ πλευρὰν ἔχει δυάδα, καὶ δὶς τετραγωνισθεῖσα καὶ προσλαβοῦσα τὴν πλευρὰν ποιεῖ τὸν εἰρημένον ἀριθμόν. μίμημα ὄντα τῆς ψυχῆς ἀφʼ ἑαυτῆς τε καὶ μετὰ τῆς οἰκείας γονίμου δυνάμεως ἑαυτὴν πληθυούσης. εἰ δὲ καὶ ἐκ τοῦ δευτέρου σύγκειται ἐπογδόου, τοῦ δεκαὲξ καὶ τοῦ δεκαοκτώ. συμβαίνοι ἂν καὶ ὣς πρὸς τὴν ψυχήν, ἧς μάλιστα οἰκεῖος ὁ ἐπόγδοος· καὶ οὗτος ὁ δεύτερος καὶ παράμεσος ὢν ἐπόγδοος τῶν ἐμμελῶν διαστημάτων καὶ μὴ ἐμμελῶν οἰκεῖος τῇ μεσότητι τῆς ψυχῆς, καὶ ὅλως χαρακτηρίζει τὸ διατονικὸν γένος, καθʼ ὃ ἥρμοσται ἡ ὅλη ψυχή. προσλαβὼν δὲ καὶ τὸ εἶναι δεύτερος ἐμπρέποι ἂν τῇ τάξει τῆς ψυχῆς, ἐν ᾗ πάντα δευτέρως ἐστὶ τὰ γένη τοῦ ὄντος. ἔτι δὲ πρὸς τούτοις τετράκις μὲν ἔχον τὸ διάγραμμα τὴν διὰ πασῶν, τὴν κατακορεστάτην τῶν συμφωνιῶν, ἅπαξ δὲ τὴν διὰ πέντε, τελευτῶν δὲ εἰς ἕνα τόνον, ἔχοι ἂν τῆς μὲν τετραμεροῦς τοῦ κόσμου διαιρέσεως, ὡς εἴπομεν, ἄνωθεν ἀπὸ τοῦ αὐτοζῴου διὰ τῆς ψυχῆς εἰς τὸ πᾶν ἐλθούσης καὶ τῶν ἐν ἐκείνῳ τεττάρων ἰδεῶν τὴν τετραπλῆν αἰτίαν τῆς ἐν ἑκάστῃ τῶν μερίδων ἁρμονίας τελέας, διʼ ἣν καὶ ὁ οὐρανὸς εἷς κόσμος ἐστὶν ἑαυτῷ σύμφωνος οὐρανίως, καὶ ἡ γῆ πάντα ἔχει χθονίως, καὶ ἑκάτερον τῶν ἐν μέσῳ τούτων ὡσαύτως. ἐπειδὴ δὲ οὐ μόνον ἐστὶ τετραμερὴς ὁ κόσμος, ἀλλὰ καὶ πεντάσχημος, ἔχων καὶ τὴν πέμπτην ἰδέαν μετὰ τῶν τεττάρων, εἰκότως μετὰ τὸ τετράκις διὰ πασῶν καὶ τὴν διὰ πέντε συμφωνίαν ἔχει καθʼ ἑαυτὴν ἡ ψυχή. λοιπῆς δὲ οὔσης τῆς εἰς ὀκτὼ μὲν σφαίρας τοῦ οὐρανοῦ τομῆς, εἰς ἐννέα δὲ τοῦ κόσμου παντός, καὶ τῆς μὲν ταῖς ἐν Πολιτείᾳ Σειρῆσι, τῆς δὲ ταῖς ὅλαις Μούσαις ἀνειμένης, ὑφʼ ἃς καὶ αἱ Σειρῆνες, πάλιν εἰκότως ὁ τόνος συνέκλεισε τὸ διάγραμμα πᾶν. καὶ ἄλλας παρὰ ταύτας διαιρέσεις οὐδὲ πλάσαι δυνατὸν ὑπὸ Πλάτωνος ἡμῖν παραδεδομένας, τὴν εἰς τέσσαρα λέγω, τὴν εἰς πέντε, τὴν εἰς ὀκτώ, τὴν εἰς ἐννέα, τὰς μὲν ἐνταῦθα, τὰς δὲ ἐν Πολιτείᾳ γεγραμμένας, ὥστʼ εἰκότως ἐκ πάντων ἐστὶ τῶν ῥηθέντων τὸ πᾶν διάγραμμα τὸ ψυχογονικόν, τοῦ τόνου λέγω, τῆς διὰ πέντε, τῆς τετράκις διὰ πασῶν, εἰκότως τοῦ τόνου ληφθέντος ἄλλως νῦν ἡμῖν ἢ πρότερον καὶ τοῦ διὰ πέντε καὶ τοῦ τετράκις διὰ πασῶν, ἵνα καθʼ ὅλον ὀφθῇ ταῦτα τὸν κόσμον ὡς ἂν τοῦ ὅλου διαγράμματος ἔχοντα τὴν δύναμιν. καὶ εἴληπταί γε πάντα κατὰ τὰς Πλάτωνος πάσας διαιρέσεις τῶν ἐγκοσμίων τριπλᾶς οὔσας, κατὰ τὰς ἰδέας, κατὰ τὰ σχήματα, κατὰ τὰς σφαίρας. οἱ μὲν οὖν ἄλλοι πάντες ἡμιόλιοι λόγοι καὶ ἐπόγδοοι μερικωτέρων ἦσαν δεσμοὶ τάξεων ἐμπεριεχομένων ἢ ταῖς πέντε μοίραις τοῦ παντὸς ἢ ταῖς εἰς ὀκτὼ καὶ ἐννέα τομαῖς, οἷον θεῶν ἢ δαιμόνων ἢ ψυχῶν ἢ φύσεων ἢ σωμάτων, καὶ θεῶν οἳ μὲν ἄλλων, οἳ δὲ ἄλλων — καθʼ ἑκάστην γὰρ μοῖράν εἰσι τάξεις διαφέρουσαι θεῶν καὶ ἀνὰ λόγον αἱ δεύτεραι ταῖς πρὸ αὐτῶν —, καὶ δαιμόνων ὡσαύτως οἳ μὲν ἄλλης ὄντες σειρᾶς, οἳ δὲ ἄλλης, καὶ ψυχῶν καὶ φύσεων καὶ σωμάτων. αὕτη δὲ ἡ διὰ πέντε συμφωνία καὶ οὗτος ὁ ἐπόγδοος λόγος μετὰ τὸ τετράκις διὰ πασῶν οὐ μάτην ἐλήφθησαν, ἀλλὰ διότι τῶν ὅλων εἰσὶ συνεκτικοὶ κοινῶς, λέγω δὲ οἷον πάντων ὁμοῦ τῶν κατὰ τὴν πενταμερῆ τομὴν διατεταγμένων καὶ πάντων τῶν εἰς ὀκτὼ καὶ εἰς ἐννέα διῃρημένων, ὡς τὸν ἕνα λόγον συνέχειν τῆς ἐννεασφαίρου πρὸς τὴν ὀκτάσφαιρον, ὥσπερ δὴ καὶ τὰ πάντων λείμματα τῶν ἐπιτρίτων ἢ αἱ καθʼ ἑκάστην μοῖραν τῆς τετραμεροῦς διακοσμήσεως ἔσχαται ὑφέσεις καὶ πολυμέριστοι ἢ αἱ κοιναὶ πάντων εἰσὶν εἰς τὸν ἔσχατον τόπον δόσεις, διʼ ἃς καὶ θεοὶ καὶ δαίμονες καὶ ψυχαὶ μερικαὶ καὶ φύσεις εἰς ἐκεῖνον καθήκουσιν, συμφωνοῦσαι μὲν ἀλλήλαις, κατὰ δὲ τὴν ἐσχάτην καὶ πάντη μεριστὴν συμφωνίαν, οἵαν εἶναι τὴν τῶν ἐπιμερῶν φαμεν· εἰκότως ἄρα ὁ Πλάτων εἰς τοῦτο καταντήσας ἐπήνεγκεν, ὅτι ἅπαν ἤδη κατανηλώκει τὸ κρᾶμα διαιρῶν ὁ δημιουργός· οὐδὲν γὰρ μάτην οὔτε ὁ θεὸς ποιεῖ οὔθʼ ἡ φύσις. οὔτʼ οὖν πλέον οὔτʼ ἔλαττον ὑπέστησε τὸ κρᾶμα τῶν μοιρῶν, ἀλλʼ ὅσων ἐδεῖτο πρὸς αὐτὴν τὴν ὁλότητα τῆς ψυχῆς, ἐνεργῶν παρήγαγε· τὸ γὰρ ἐκ τῶν μερῶν ὅλον οὔτε πλέον οὔτε ἔλαττόν ἐστι τῶν οἰκείων μερῶν, ἀλλὰ πάντη τοῖς οἰκείοις μορίοις συμπεπληρωμένον. πᾶν οὖν τὸ μιχθὲν ἐκ τῶν ἁρμονικῶν ἐστι λόγων, καὶ ἔστιν ὡς τύπῳ εἰπεῖν ἡ ἁρμονία αὕτη πᾶσα παράδειγμα οὐσιῶδες ἐν τῇ ψυχῇ τοῦ παντὸς τῆς κατὰ πάσας τὰς ἐν τῷ κόσμῳ διαιρέσεις ἁρμονίας. καὶ μὴν καὶ ὁ πᾶς ἀριθμός ἐστι τῆς ψυχῆς τῶν οὐσιωδῶν ἐν αὐτῇ μονάδων μυριάδες δέκα, χιλιάδες πέντε, ἑκατοντάδες ἐννέα, δεκάδες τέσσαρες, μονάδες ἑπτά, κατὰ πάντας τοὺς τῶν ἀριθμῶν διακόσμους προελθών· δεκαδικῶς μέν, ἵνα κοσμικὴ ψυχὴ γένηται· κόσμου γὰρ ἡ δεκὰς ἀριθμός· πεμπαδικῶς δέ, ἵνα πρὸς ἑαυτὴν ἐπεστραμμένη τυγχάνῃ· ἐπιστρεπτικὴ γὰρ ἡ πεμπὰς εἰς ἑαυτήν· ἐννεαδικῶς δέ, ἵνα μὴ μοναδικῶς συνέχῃ τὸ πᾶν, ἀλλὰ καὶ ὡς ἄχρι τῶν ἐσχάτων ἀπὸ μονάδος ἐλθών· τετραδικῶς δέ, ὡς τὴν τετραμερῆ συνάγουσα διαίρεσιν εἰς ἕν· ἑβδομαδικῶς δέ, ὡς πάντα ἐπιστρέφουσα πρὸς τὴν μονάδα, πρὸς ἣν καὶ ἡ ἑβδομὰς ἀνῆκται, μόνη ἀμήτωρ οὖσα καὶ ἀθήλυντος. καὶ ἐν ταύτῃ μέν ἐστιν ὁλικῶς, ἐν δὲ ταῖς θείαις ψυχαῖς ὡς ἐνεργούσαις πρὸς ἐκείνην ὁλικῶς καὶ μερικῶς, ἐν δὲ ταῖς δαιμονίαις ὡς ἔτι μερικώτερον ἐνεργούσαις ἀνάπαλιν μερικῶς καὶ ὁλικῶς, ἐν δὲ ταῖς ἀνθρωπίναις μερικῶς μόνον καὶ γνωστικῶς μόνον· οὕτω γὰρ καὶ πάντα ἐν αὐταῖς τὰ εἴδη, οἷον ἀνθρώπου, δαίμονος, θεοῦ, ἵνα γινώσκωσι πάντα διὰ τούτων ἐν τοῖς κρείττοσιν ὄντων ἅμα ποιητικῶς καὶ γνωστικῶς. τοῦτο μὲν οὖν τὸ μῖγμα μόνης ἐστὶ τῆς ὅλης ψυχῆς· καὶ ἐφʼ ἑκάστης τῶν θείων ψυχῶν ὡσαύτως καὶ ὁμοίως ἐπὶ τῶν δαιμονίων ψυχῶν, ὧν ἑκάστη νοῦν τε ὑπερκείμενον ἔχει τῆς οἰκείας οὐσίας καὶ ὄχημα ἴδιον καὶ ζωὴν τὴν περὶ τοῦτο μεριζομένην. εἰ δὲ καὶ ἐπὶ τῶν μερικῶν ψυχῶν ἑκάστης ἴδιον δεῖ λαμβάνειν τό τε ὑπὲρ αὐτὰς ἀμέριστον καὶ τὸ μετʼ αὐτὰς μεριστόν, ἢ τὸ μὲν οὕτως, τὸ δὲ ἐκείνως, εἰ καὶ ἤδη παρʼ ἡμῶν ἠξίωται διαίτης, διαφερόντως ἐν τοῖς περὶ τῆς γενέσεως αὐτῶν λόγοις ἐπιστήσομεν τὴν τοῦ Πλάτωνος περὶ αὐτῶν κρίσιν θηρεύοντες.

Ταύτην οὖν δὴ τὴν σύστασιν πᾶσαν διπλῆν κατὰ μῆκος σχίσας, μέσην πρὸς μέσην ἑκατέραν ἀλλήλαις οἷον χῖ προσβαλών.

`2.238–2.248`

Πρῶτον εἰπεῖν χρὴ μαθηματικῶς, ὁποῖόν ἐστι τὸ σχῆμα τῆς ψυχῆς, ἔπειθʼ οὕτω τὴν τῶν πραγμάτων θεωρίαν ἐπενεγκεῖν, ἵνα καλῶς ὑπὸ τῆς φαντασίας ποδηγηθέντες καὶ πρὸς τὴν ἐπιστημονικὴν ἀντίληψιν τῶν λεγομένων ἑαυτοὺς ἐπιτηδείους παράσχωμεν. νενοήσθωσαν οὖν οἱ ἀριθμοὶ πάντες ἐφʼ ἑνὸς γεγραμμένοι κανόνος, ὥσπερ δὴ καὶ ποιεῖν εἰώθασιν οἱ ἁρμονικοί, καὶ ἔστω ὁ κανὼν καθʼ ὅλον τὸ ἑαυτοῦ βάθος ἔχων τοὺς ἀριθμούς, καὶ διῃρήσθω κατὰ μῆκος ὁ κανών. ἔσονται δὴ καθʼ ἑκάτερον τῶν τμημάτων οἱ λόγοι πάντες· εἰ μὲν γὰρ κατὰ πλάτος ἡ διαίρεσις ἐγεγόνει, τοὺς μὲν ὡδί, τοὺς δὲ ὡδὶ τῶν ἀριθμῶν ἀπολαμβάνεσθαι πάντως ἀναγκαῖον ἦν· ἐπεὶ δὲ κατὰ μῆκος ἡ σχίσις, ἐν δὲ παντὶ τῷ μήκει πάντες, ἐν ἑκατέρῳ τῶν μορίων οἱ αὐτοὶ ἔσονται· ἐκεῖνο γὰρ δῆλον, ὅτι οὐ ταὐτὸν τὸ μῆκος διελεῖν καὶ κατὰ τὸ μῆκος· τοῦτο μὲν γὰρ σημαίνει διʼ ὅλου φοιτᾶν τοῦ μήκους τὴν σχίσιν, ἐκεῖνο δὲ αὐτὸ τέμνειν δηλοῖ τὸ μῆκος. διῃρήσθω δʼ οὖν ὁ κανὼν οὕτω κατὰ μῆκος, καὶ προσβεβλήσθω τὰ δύο ταῦτα μήκη ἀλλήλοις κατὰ τὰ σημεῖα τὰ δίχα τέμνοντα τὰ μήκη, μὴ πάντως πρὸς ὀρθάς — οὐδὲ γὰρ οἱ κύκλοι ἔσονται πρὸς ὀρθάς —, καὶ κατακεκάμφθωσαν αἱ εὐθεῖαι οὕτως, ὥστε κατὰ τὰ ἄκρα πάλιν συνάπτεσθαι. γίγνονται δὴ δύο κύκλοι, καὶ τούτων γεγονέτωσαν ὃ μὲν ἐντός, ὃ δὲ ἐκτός, λοξοὶ πρὸς ἀλλήλους. καλεῖται τοίνυν ὃ μὲν ταὐτοῦ κύκλος, ὃ δὲ θατέρου, καὶ ἔστιν ὃ μὲν οἷον κατὰ τὸν ἰσημερινόν, ὃ δὲ κατὰ τὸν ζῳδιακόν· περὶ μὲν γὰρ τὸν ζῳδιακὸν φέρεται πᾶς ὁ θατέρου κύκλος, περὶ δὲ τὸν ἰσημερινὸν ὁ ταὐτοῦ· διὸ καὶ τὰς εὐθείας οὐκ ᾠόμεθα δεῖν πρὸς ὀρθὰς λαμβάνειν, ἀλλʼ οἱονεὶ χῖ, καθάπερ ὁ Πλάτων φησίν, ὥστε τὰς κατὰ κορυφὴν ἴσας εἶναι μόνον, τὰς δὲ ἐφʼ ἑκάτερα καὶ ἐφεξῆς ἀνίσους· οὐδὲ γὰρ ὁ ἰσημερινὸς πρὸς ὀρθὰς τέμνει τὸν ζῳδιακόν. τὸ μὲν οὖν μαθηματικὸν ὡς συντόμως εἰπεῖν περὶ τοῦ σχήματος τῆς ψυχῆς τοιοῦτόν ἐστιν. ἐξ ἀρχῆς δὲ πάλιν αὐτὰ τὰ πράγματα θεωροῦντες λέγωμεν πρὸς τὴν ψυχικὴν οὐσίαν ἐπανάγοντες τοὺς λόγους. καὶ πρῶτον ἐκεῖνο διορισώμεθα, ὅτι κατὰ μὲν τὰς μαθηματικὰς ἐπιστήμας διῄρηται ἀπʼ ἀλλήλων τό τε συνεχὲς καὶ τὸ διωρισμένον καὶ ἀντίκειται πρὸς ἄλληλα τρόπον τινά, καὶ οὔτε τὸ διωρισμένον συνεχὲς εἶναι δυνατὸν οὔτε τὸ συνεχὲς διωρισμένον. ἐπὶ δὲ τῆς ψυχῆς ἀμφότερα συντρέχει, καὶ ἡ ἕνωσις καὶ ἡ διαίρεσις· καὶ γὰρ μονάς ἐστι καὶ ἀριθμός, καὶ εἷς λόγος καὶ πλῆθος, ἕν τε καὶ πολλά, καὶ ὡς μὲν ὅλον οὖσα συνεχής ἐστιν, ὡς δὲ ἀριθμὸς διῃρημένη κατὰ τοὺς ἐν αὐτῇ λόγους, καὶ διὰ μὲν τῆς συνεχείας ὁμοιουμένη πρὸς τὴν ἕνωσιν τῶν νοητῶν, διὰ δὲ τοῦ πλήθους πρὸς τὴν διάκρισιν, καὶ ἔτι τούτων ἀνωτέρω κατὰ μὲν τὴν ἕνωσιν εἰκόνα καὶ ἔμφασιν ἔχουσα τοῦ ἑνός, κατὰ δὲ τὴν διαίρεσιν καὶ τὸ πλῆθος τῶν θείων ἀριθμῶν. διόπερ οὔτε ἀριθμητικὴν ἔχει μόνον τὴν οὐσίαν — οὐ γὰρ ἂν ἦν συνεχής —, οὔτε γεωμετρικήν — οὐ γὰρ ἂν ἦν διωρισμένη —, ἅμα δέ ἐστιν ἀμφότερα. καὶ ἀριθμητικὴν ἄρα καὶ γεωμετρικὴν αὐτὴν ῥητέον. ἀλλὰ καθόσον ἀριθμητική ἐστιν, ἔχει καὶ τὴν ἁρμονικὴν ὁμοῦ κατʼ οὐσίαν — τὸ γὰρ πλῆθος ἡρμοσμένον ἐστὶ τὸ ἐν αὐτῇ, καὶ ἐν ταὐτῷ τό τε καθʼ αὑτὸ καὶ τὸ πρός τι ποσὸν συνείληφεν —, καθόσον δὲ γεωμετρική, τὴν σφαιρικήν· οἱ γὰρ ἐν αὐτῇ κύκλοι καὶ ἀκίνητοί εἰσι καὶ κινούμενοι, κατʼ οὐσίαν μὲν ἀκίνητοι, κατʼ ἐνέργειαν δὲ ζωτικὴν κινούμενοι, μᾶλλον δὲ ὁμοῦ τὸ συναμφότερον ἔχοντες· αὐτοκίνητοι γάρ εἰσι· τὸ δὲ αὐτοκίνητον ὁμοῦ κινεῖται καὶ ἀκίνητόν ἐστιν· ἑαυτὸ γὰρ κινεῖ· τὸ δὲ κινεῖν ἀκινήτου δυνάμεώς ἐστι. πάσας ἄρα τὰς ἐπιστήμας οὐσιωδῶς ἡ ψυχὴ προείληφε· τὴν μὲν γεωμετρίαν κατὰ τὴν ὁλότητα, κατὰ τὸ σχῆμα, κατὰ τὰς γραμμάς· τὴν δὲ ἀριθμητικὴν κατὰ τὸ πλῆθος καὶ τὰς οὐσιώδεις ἐν αὐτῇ μονάδας, ὡς ἐδείξαμεν ἔμπροσθεν· τὴν δὲ ἁρμονικὴν κατὰ τοὺς λόγους τῶν ἀριθμῶν· τὴν δὲ σφαιρικὴν κατὰ τὰς διττὰς περιφοράς· καὶ ὁ ὡς ἀληθῶς σύνδεσμος τῶν μαθημάτων οὗτός ἐστιν, οὐσιώδης, αὐτοκίνητος, νοερός, ἡνωμένος, ἀμόρφως καὶ καθαρῶς τὰ πάντα περιέχων, ἀσχηματίστως μὲν τὰ σχήματα, ἡνωμένως δὲ τὰ διωρισμένα, ἀδιαστάτως δὲ τὰ διαστατά· ταῦτα γὰρ προσήκει τῇ οὐσίᾳ τῆς ψυχῆς καὶ δεῖ πάντα ἐν αὐτῇ τοῦτον τὸν τρόπον θεωρεῖν. καὶ μὴν καὶ ἐκεῖνο λαμβάνειν ἐκ τῶν κειμένων δεῖ τὸ πάντα τὰ δεύτερα τοῖς πρὸ αὐτῶν ἀναλογεῖν καὶ πανταχοῦ προηγεῖσθαι τοῦ πλήθους τὸ ἕν· ὡς γὰρ ἡ τῆς ὑπάρξεως θεωρία τὴν ἀρχὴν ἀπὸ τῆς οὐσίας ἐποιεῖτο καὶ ἡ τῆς ἁρμονίας τὴν ἀρχὴν ἀπὸ τῆς μιᾶς μοίρας, οὕτω καὶ ἡ περὶ τοῦ σχήματος διδασκαλία τὸ ἓν μῆκος προτίθησι τοῖν δυοῖν, καὶ ὡς ἀπὸ τῆς οὐσίας ταυτότης καὶ ἑτερότης, οὕτως ἀπὸ μονάδος τριπλάσιος καὶ διπλάσιος λόγος, ἀπὸ τοῦ ἑνὸς μήκους ὅ τε ταὐτοῦ κύκλος καὶ ὁ θατέρου, καὶ ὡς τὰ ἡγούμενα πρὸς τὰ ἡγούμενα, οὕτω τὰ ἑπόμενα πρὸς τὰ ἑπόμενα, καὶ πάντα ἀλλήλοις ὁμόλογα, ἡ οὐσία, ἡ ἁρμονία, τὸ εἶδος, καὶ πανταχοῦ μὲν πάντα διὰ τὸ ὁμόχρουν καὶ ὁμοιομερὲς τῆς ψυχικῆς ζωῆς, μᾶλλον μὴν ἐν μὲν τῷ ταὐτοῦ κύκλῳ τὸ ταυτὸν καὶ τὸ τριπλάσιον, ἐν δὲ τῷ θατέρου τὸ θάτερον καὶ τὸ διπλάσιον, καὶ οἱ λόγοι πανταχοῦ μὲν πάντες, ἀλλὰ τρόπον ἕτερον ἔν τε τοῖς πρωτίστοις καὶ ἐν τοῖς δευτέροις, οὗ μὲν νοερῶς καὶ ὁλικῶς καὶ ἡνωμένως, οὗ δὲ δοξαστικῶς καὶ διῃρημένως καὶ μερικῶς. ταῦτα μὲν οὖν περὶ τούτων. Περὶ δὲ τῆς σχίσεως ταύτης καὶ τῶν δύο μηκῶν ἢ τῶν κύκλων τί ποτε ῥητέον, ἄξιον κατιδεῖν· ὁ μὲν γὰρ θεῖος Ἰάμβλιχος ἄνω που μετεωροπολεῖ καὶ τἀφανῆ μεριμνᾷ, τήν τε μίαν ψυχὴν καὶ τὰς ἀπʼ αὐτῆς προελθούσας δύο· πάσης γὰρ τάξεως ἡ ἀμέθεκτος ἡγεῖται μονὰς πρὸ τῶν μετεχομένων, καὶ ἔστιν οἰκεῖος ἀριθμὸς τοῖς ἀμεθέκτοις καὶ συμφυής, καὶ ἀπὸ τοῦ ἑνὸς ἡ δυάς, ὥσπερ ἐπʼ αὐτῶν τῶν θεῶν. καὶ οὖν καὶ ὁ Τίμαιος, φησί, διὰ τῆς ψυχογονίας τὴν μίαν καὶ ὑπερκόσμιον τῷ λόγῳ δημιουργήσας ψυχήν, ἀφʼ ἧς καὶ ἡ τοῦ παντὸς καὶ αἱ ἄλλαι, τὴν δυάδα παράγει νῦν ἀπὸ ταύτης ἡ μὲν γὰρ σχίσις τὴν δημιουργικὴν δηλοῖ διαίρεσιν, ἥτις ἐν ταυτότητι καὶ τελειότητι προέρχεται τὰ αὐτὰ κατὰ δευτέρους ἀριθμοὺς ἀπογεννῶσα, ἡ δὲ κατὰ μῆκος διαίρεσις τὴν ἄνωθεν ἀπὸ τοῦ δημιουργοῦ καθήκουσαν πρόοδον. διὰ δὲ τούτων ἀπογεννῶνται ψυχαὶ δύο μετὰ τὴν μίαν, ὧν ἑκατέρα τοὺς αὐτοὺς ἔχει λόγους, καὶ συνάπτονταί τε ἀλλήλαις καὶ ἐν ἀλλήλαις εἰσὶ καὶ διῄρηνται ἀπʼ ἀλλήλων διασῴζουσί τε τὴν ἀμιγῆ καθαρότητα μετὰ τῆς διʼ ἀλλήλων ἑνώσεως· αὐτοῖς γὰρ ἥνωνται τοῖς ἑαυτῶν κέντροις. καὶ τοῦτό ἐστι τὸ μέσην πρὸς μέσην. ἐπειδὴ δὲ καὶ αὗται αἱ ψυχαὶ νοεραί εἰσι καὶ νοῦ θείου μετέχουσι, πρὶν καὶ οὐρανὸν γενέσθαι κατέκαμψεν αὐτὰς ὁ δημιουργὸς εἰς κύκλον καὶ τῇ κατὰ ταὐτὰ καὶ ἐν τῷ αὐτῷ κινήσει περιέλαβεν, αὐτάς τε νοερὰς ποιήσας καὶ νοῦ μεταδοὺς αὐταῖς θείου καὶ ἐνθεὶς τὴν δυάδα τῶν ψυχῶν εἰς δυάδα νοερὰν κατʼ οὐσίαν αὐτῶν ὑπερέχουσαν. ἡμεῖς δὲ εὖ μὲν καὶ ταῦτα πάντα λέγεσθαί φαμεν ὡς πρὸς τὴν τῶν πραγμάτων θεωρίαν· ἔστι γὰρ ταῦτα καὶ πρὸ τοῦ κόσμου· διὸ καὶ ἐν τοῖς ἐγκοσμίοις ἐστὶν ἡ μονάς, εἶτα ἡ δυάς, εἶτα ἡ ἑπτάς· καὶ γὰρ ἐν τῷ παντὶ μία μὲν ἡ τοῦ παντός, δύο δὲ μετʼ αὐτὴν αἱ διελοῦσαι τὸν οὐρανὸν εἴς τε τὴν ταὐτοῦ καὶ τὴν θατέρου περιφοράν, ἑπτὰ δὲ μετὰ ταύτας αἱ τὰς πλανωμένας διακοσμοῦσαι. συμφωνότερον δὲ τοῖς τοῦ Πλάτωνος ῥήμασιν εἶναι νομίζομεν τὸ μήτε ἐπὶ τῶν ὑπερκοσμίων ἐκείνων ψυχῶν ἀκούειν τὰ λεγόμενα νῦν μήτε ἐπὶ τῶν ἐγκοσμίων τῶν πολλῶν, ἀλλʼ ἐπʼ αὐτῆς τῆς τοῦ παντὸς ψυχῆς. αὐτὸς γοῦν ἐρεῖ μικρὸν προελθὼν μετὰ πάσας τὰς διαιρέσεις· ἐπεὶ δὲ κατὰ νοῦν τῷ ξυνιστάντι πᾶσα ἡ τῆς ψυχῆς σύστασις γεγένητο, μετὰ τοῦτο πᾶν τὸ σωματοειδὲς ἐντὸς αὐτῆς ἐτεκταίνετο· μίαν τε ὀνομάζων καὶ ταύτην οὐκ ἄλλην ἢ τὴν τοῦ παντός· αὕτη γάρ ἐστιν ἡ περιέχουσα τὸ σωματοειδές. τάς τε οὖν διαιρέσεις τὰς δημιουργικὰς καὶ τὰς διττὰς γραμμὰς καὶ τοὺς κύκλους ἐπʼ αὐτῆς ληπτέον· καὶ γὰρ οὐκ ἀπορήσομεν λόγων. ἐπειδὴ γοῦν συναγωγός ἐστι τῶν τε ἀκινήτων πάντων καὶ τῶν ἑτεροκινήτων, τῶν τε ἀμερίστων καὶ τῶν μεριστῶν, τῶν τε παραδειγμάτων καὶ τῶν ἐσχάτων εἰκόνων, τῶν τε ὄντως ὄντων καὶ τῶν οὐκ ὄντως οὐκ ὄντων, εἰκότως διπλῆ τις αὐτῆς ἐστιν ἡ φύσις, ἣ μὲν πρὸς τοῖς κρείττοσιν, ἣ δὲ πρὸς τοῖς ὑφειμένοις, διότι δὴ καὶ ταῦτα παντάπασιν ἀλλήλων κεχωρισμένα δεῖται καὶ αὐτὰ τρόπον τινὰ δυοῖν μεσοτήτων. ἀλλʼ ἐπὶ μὲν τῶν αἰσθητῶν δύο τὰ συνάπτοντα τὰ διῃρημένα ἀπʼ ἀλλήλων, ἐπὶ δὲ τῶν ἀσωμάτων μία ἐστὶν οὐσία δυοειδὴς συνδετικὴ τῶν ἄκρων, ἧς τὸ μὲν τοῖς νοητοῖς συναφές ἐστι νοερόν, ἐπιστημονικόν, φρονήσει θείᾳ διαλάμπον, ἀναγωγόν, τὰς αἰτίας τῶν πραγμάτων περιέχον, τὸ δὲ τοῖς μεριστοῖς προσεχὲς ἑτεροποιόν, ἐφαπτόμενον τῶν αἰσθητῶν, ἐπιτρέχον τῇ προνοίᾳ τῶν δευτέρων, τεχνικὸν καὶ ὅσα ἄλλα τούτοις ἐστὶ συγγενῆ περιειληφός. ἐν ἑκατέρῳ δὲ τούτων οἱ λόγοι πάντες εἰσί· ταύτῃ γὰρ ἡ οὐσία τῆς ψυχῆς διενήνοχε τῆς νοερᾶς οὐσίας· ἣ μὲν γὰρ μονοειδής ἐστι καὶ πάντα τὰ εἴδη μοναδικῶς προείληφεν, ἣ δὲ δυαδικὴ καὶ τοὺς αὐτοὺς λόγους ἔχει διανοητικῶς καὶ δοξαστικῶς, ἄλλως μὲν ἐν τῷ ταὐτοῦ κύκλῳ, ἄλλως δὲ ἐν τῷ θατέρου· καὶ γὰρ μονάς ἐστι καὶ δυάς, μιμουμένη καὶ ταύτῃ τὴν ἑαυτῆς αἰτίαν, ἣ καὶ μονάς ἐστι καὶ δυὰς ὡς πρὸς μονάδα τὸν πατέρα τῶν νοερῶν θεῶν· καὶ γὰρ αὕτη μονὰς μέν ἐστιν ὡς πρὸς τὸ πᾶν, δυὰς δὲ ὡς πρὸς τὸν νοῦν· ὅλως γὰρ ἡ διαίρεσις αὕτη καὶ ὁ πληθυσμὸς ἀπʼ ἐκείνης ὑπάρχει τῆς θεότητος. προόδου γοῦν καὶ πλήθους καὶ πολλαπλασιασμῶν αἴτιόν ἐστι τὸ ζῳογονικόν· διὸ καὶ τῶν φιλοσόφων τινὲς τοῖς θεοῖς ἐξομοιοῦντες τὰ ἀπʼ αὐτῶν τοὺς μὲν νόας κατὰ τὸ ἄρρεν γένος τῶν θεῶν, τὰς δὲ ψυχὰς κατὰ τὸ θῆλυ τάττειν ἀξιοῦσι· νοῦς μὲν γὰρ ἀδιαίρετος καὶ περισσοειδής, ψυχὴ δὲ διαιρετὴ καὶ δυοειδής, καὶ ὃ μὲν ταῖς πατρικαῖς αἰτίαις, ἣ δὲ ταῖς γονίμοις ἀνὰ λόγον, καὶ ὃ μὲν τοῦ πέρατος ὢν συγγενής, ἣ δὲ τῆς ἀπειρίας. καὶ εἴ με ἔροιο, πῶς ἡ ψυχὴ μία καὶ πῶς δυοειδής, εἴποιμʼ ἄν, μία μὲν ὡς αὐτοκίνητος — τοῦτο γὰρ κοινὸν ἁπάσης τῆς ψυχικῆς ζωῆς καὶ τῶν ἐν αὐτῇ μερῶν —, δυοειδὴς δὲ κατὰ τὰς διττὰς ζωάς, τήν τε πρὸς τὰ πρῶτα ἐπιστρεφομένην καὶ τὴν τῶν δευτέρων προνοοῦσαν. καὶ κατὰ μὲν τὸ οὐσιῶδες τὴν μίαν αὐτὴν ἔχειν φήσω ζωήν — καὶ γὰρ τὸ αὐτοκίνητον οὐσία τῆς ψυχῆς —, κατὰ δὲ τὸ ταυτὸν καὶ ἕτερον διττὰς τὰς ἑαυτῆς διορίζειν ζωάς. ἀλλὰ διὰ τί εὐθυγραμμικῶς ὑφίστησι τὴν ψυχὴν πρῶτον, ἔπειτα κυκλικῶς; καὶ τίνα τρόπον ἡ εὐθεῖα γραμμὴ προσήκει τῇ οὐσίᾳ τῆς ψυχῆς;  <span class="gap">…</span> ἀνὰ λόγον τῇ εὐθείᾳ γραμμῇ νοεῖν· ὡς γὰρ ἡ εὐθεῖα γραμμὴ ποθὲν ποὶ πρόεισιν ἀπαρεγκλίτως καὶ ὡρισμένως—μία γὰρ εὐθεῖα μόνη μεταξὺ δύο σημείων ἐστί—καὶ ὡς ἄπειρός ἐστι τῇ φύσει τῇ ἑαυτῆς, οὕτω καὶ ἡ ψυχὴ γεννᾶται δύναμις οὖσα ἄπειρος· καὶ ὡς τὸ σημεῖον τὸ ἀδιάστατον ἡγεῖται τῆς γραμμῆς, οὕτω δὴ καὶ ὁ νοῦς προηγεῖται τῆς ψυχῆς, περιέχων αὐτὴν ἀδιαιρέτως καὶ πᾶσαν αὐτῆς τὴν οὐσίαν ἀμερίστως προειληφώς· νῷ γὰρ τὸ ἀμερὲς οἰκεῖον, ψυχῇ δὲ τὸ πρώτως μεριστόν. τοιοῦτον δὲ τὸ σημεῖον καὶ ἡ γραμμή. ταῦτʼ οὖν διεστήσατο καλῶς, καὶ τῇ ψυχῆ τὴν εὐθεῖαν ἀνῆκεν ὁ λόγος καὶ ἐπὶ ταύτῃ τὸν κύκλον, ἃ δὴ γραμμὰς εἶναί φαμεν ἁπλᾶς, τῷ δὲ νῷ τὸ σημεῖον· ἐκεῖθεν γὰρ οἷον ἐξ ἀδύτου τινὸς ἀναφαίνεται ὁ τῆς ψυχῆς λόγος, ἐκφαίνων τοῦ νοῦ τὸ ἀμερὲς καὶ ἀπαγγέλλων αὐτοῦ τὴν σιγωμένην καὶ ἄφραστον ἕνωσιν· αὐτὸς δὲ ὁ νοῦς ἵδρυται ἐν ἑαυτῷ μονίμως, πάντα νοῶν ἡσύχως, σημεῖον μὲν ὢν καὶ κέντρον ὡς πρὸς τὴν ψυχήν, εἰ μὲν ἡ ψυχὴ κύκλος, αὐτὸς ὢν τὸ κέντρον, ἡ τοῦ κύκλου δύναμις, εἰ δὲ ἡ ψυχὴ γραμμὴ ὡς εὐθεῖα, σημεῖον ὢν αὐτός, ἀδιαστάτως δὲ τὸ διαστατὸν καὶ ἀμερῶς τὸ μεριστὸν καὶ κεντρικῶς τὸ κυκλικὸν περιέχων εἶδος, κύκλος ὡς πρὸς τὴν τἀγαθοῦ φύσιν, περὶ ἣν ὅλος πανταχόθεν συννεύει πόθῳ τοῦ ἑνὸς καὶ τῆς πρὸς τὸ ἓν συναφῆς. ἔτι καὶ καθʼ ἕτερον τρόπον τῇ ψυχῇ τὴν γραμμὴν προσήκειν ἐροῦμεν· νοῦς μὲν γάρ, καὶ εἴ τις αὐτῷ διδοίη κίνησιν, ἀμετάβατον ἔχει ταύτην τὴν ἐνέργειαν· ὅλον γὰρ ὁμοῦ θεᾶται τὸ νοητόν, αἰώνιον ζωὴν ἔχων περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ κατὰ ταὐτὰ ἐνεργῶν· ψυχὴ δὲ μεταβατικήν· ἄλλοτε γὰρ ἄλλοις εἴδεσι προσβάλλει, κἂν τὴν τοῦ παντὸς εἴπῃς· ἴδιον γὰρ τοῦτο ψυχῆς, τὸ διὰ χρόνου ἐνεργεῖν, ὡς ἐν τῷ Φαίδρῳ φησί. πᾶσα δὲ κίνησις μεταβατικὴ γραμμή ἐστιν· ἔχει γὰρ τὸ ποθὲν ποὶ καὶ τὸ κατʼ εὐθεῖαν καὶ ἑτέραν μὲν τὴν ἀρχήν, ἕτερον δὲ τὸ πέρας. ὥστε καὶ ταύτῃ τὴν γραμμὴν ἐπὶ τὴν ψυχικὴν ἀναπέμψομεν ζωήν. ἔτι τὸ μὲν ἀκίνητον αἴτιον τῶν αὐτοκινήτων ἐστὶ κινητικόν· ταῦτα γὰρ αὐτοῦ μετέχει προσεχῶς· τὸ δὲ αὐτοκίνητον τῶν ἑτεροκινήτων. ἐπεὶ τοίνυν ἡ ψυχὴ προνοεῖ τῶν ἑτεροκινήτων, πρὸ αὐτῶν οὖσα κατʼ οὐσίαν καὶ ὡς αὐτόζως τῶν τὴν ζωὴν ἐχόντων ἐπείσακτον ἀναβεβηκυῖα πάντων, ἔχει καὶ κατὰ τοῦτο τὸ γραμμοειδὲς ἐν τῇ προνοίᾳ τῇ ἑαυτῆς, ἑτέρων οὖσα κινητικὴ καὶ ἑτεροκινήτων συστατική, καθάπερ ἡ γραμμὴ διάστασίς ἐστιν ἄλλου πρὸς ἄλλο καὶ ἔκστασις ἑαυτῆς ἐξισταμένη. ἐν μὲν οὖν τοῖς περὶ τοῦ μίγματος λόγοις κἀν τοῖς περὶ τῶν ἀριθμῶν καὶ τῶν μεσοτήτων αὐτὸ τὸ ὂν τῆς ψυχῆς ἐξέφαινεν, ὅπως ἕν ἐστι καὶ πολλά, καὶ τίνας ἔχει προόδους καὶ ἐπιστροφὰς πρός τε τὰ ἀνωτέρω καὶ πρὸς ἑαυτό, καὶ ὅπως τὰ μετʼ αὐτὸ καὶ παράγει καὶ ἐπιστρέφει, καὶ ὅπως ἐλόγωσε τὸν κόσμον ὅλον καὶ συνέδησεν. ἐν δὲ τοῖς περὶ τῆς εὐθείας καὶ τῶν κύκλων τὸ ζωτικὸν τῆς ψυχῆς καὶ νοερὸν παραδίδωσι, καὶ ὡς μετέχει τῆς ἐν νῷ ζωῆς, καὶ ὡς ἐπέστραπται πρὸς ἑαυτό, καθὸ καὶ αὐτόζων ἐστὶ καὶ αὐτοκίνητον· ἡ μὲν γὰρ εὐθεῖα τὴν ἀπὸ τῶν κρειττόνων πρόοδον δηλοῖ τῆς ψυχικῆς ζωῆς, ἡ δὲ εἰς κύκλον κατάκαμψις τὴν νοερὰν στροφήν· καὶ γὰρ ταύτην τὴν δύναμιν καὶ τὴν παρακτικὴν τῆς ἐν ἑαυτῇ ζωῆς ἀπὸ τοῦ πατρὸς ἔλαχεν ἡ ψυχή. διττῆς δὲ οὔσης τῆς ψυχικῆς ζωῆς, τῆς μὲν διανοητικῆς, τῆς δὲ δοξαστικῆς, δύο τε εὐθεῖαι προέρχονται καὶ εἰς δύο κατακάμπτονται κύκλους. ὡς οὖν συνελόντι φάναι, ἡ μὲν οὐσία τῆς ψυχῆς ὅλον οὖσα καὶ ἐκ μερῶν ἀριθμός ἐστιν ἡρμοσμένος, ἡ δὲ ζωὴ εὐθεῖα  <span class="gap">…</span> μονοειδὴς καὶ δυοειδής, ὁ δὲ νοῦς διανοητικὸς καὶ δοξαστικός· ἔστι γὰρ ἐν αὐτῇ τὸ ὄν, ἡ ζωή, ὁ νοῦς. μᾶλλον δὲ καὶ πρὸ τῶν γνωστικῶν δυνάμεων τὰς ζωτικὰς ἐφʼ ἑαυτῶν ἰδόντες ὁμοῦ μὲν οὔσας μεταβατικάς, ὁμοῦ δὲ αὐτοκινήτους, τὸ μὲν μεταβατικὸν αὐτῶν τὴν εὐθεῖαν ἐνεικονίζεσθαι φήσομεν, τὸ δὲ αὐτοκίνητον τὸν κύκλον· ἀφʼ ἑαυτῶν γὰρ κινοῦνται πρὸς ἑαυτάς. διὸ καὶ ὁ Τίμαιος κατʼ αὐτὴν μόνην ἐν τούτοις τὴν ζωτικὴν κίνησιν λαβὼν τό τε εὐθὺ καὶ κυκλικόν, ἐν τοῖς ἑπομένοις τὰς γνωστικὰς τῶν κύκλων παραδίδωσι κινήσεις, ὡς ἤδη γενομένης αὐτῷ τῆς ψυχῆς αὐτοκινήτου, καὶ πᾶσαν ἑαυτὴν κινοῦσαν ἀποκαλεῖ. νῦν δʼ οὖν εἰ ζωὰς τὰς εὐθείας θήσομεν καὶ ταύτας οὐσιώδεις, διὸ καὶ τὴν σύστασιν αὐτῆς ἐποίησεν εὐθεῖαν τῆς ψυχῆς ὡς ἂν τῷ εἶναι τὸ ζῆν ἔχουσαν, τὸν κύκλον τὸ εἶδος τῆς ζωῆς ὁποῖόν ἐστι δηλοῦν ἡμεῖς γε φήσομεν, καὶ ὡς αὐτοκίνητον καὶ ἀφʼ ἑαυτοῦ ἀρχόμενον καὶ εἰς ἑαυτὸ ἐπιστρεφόμενον, ἀλλʼ οὐχ οἷον τὸ τῶν ἀλόγων εἰς τὰ ἔξω φερόμενον οἷον ἐπʼ εὐθείας, ἅτε εἰς ἑαυτὸ συννεῦσαι μηδέποτε δυνάμενον καὶ ὀρεκτικὸν ἄλλων τῶν ἐκτὸς κειμένων· τὸ γὰρ αὐτοκίνητον ἀφʼ ἑαυτοῦ πρὸς ἑαυτὸ κινεῖται καὶ ὀρέγεται ἑαυτοῦ καὶ σύνεστιν ἑαυτῷ. διὸ καὶ κυκλικόν ἐστι τὸ τοιόνδε τῆς ζωῆς εἶδος· ἐν γὰρ κύκλῳ τὸ αὐτὸ πέρας ἐστὶ καὶ ἀρχή, καθάπερ καὶ ἐν τῷ πρὸς ἑαυτὸ ἐπιστρεφομένῳ καὶ ἀρχομένῳ ἀφʼ ἑαυτοῦ καὶ τελευτῶντι εἰς ἑαυτό. καὶ ἡ εὐθεῖα οὖν ἀδιάστατος καὶ ὁ κύκλος, ἣ μὲν οὖσα ζωῆς εἰκών, ὃ δὲ ἐπιστρεπτικῆς εἰς ἑαυτὴν ζωῆς καὶ οὐ πάσης ἁπλῶς ζωῆς· καὶ γὰρ ἄμφω θεᾶσθαι δυνατὸν ἐπὶ τῶν ψυχῶν, τὸ μὲν εὐθὺ κατὰ τὰς μεταβάσεις τῶν ὀρέξεων, τὸ δὲ κυκλικὸν κατὰ τὴν ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ περιαγωγήν. ἃ δὴ καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης εἰδὼς κύκλῳ περιφέρεσθαί φησι τὰς ψυχὰς τρεφομένας ὑπὸ τῶν νοητῶν ὡς ὀρεκτῶν καὶ εὐπαθούσας ἄλλοτε ὑπʼ ἄλλων καὶ ἀπὸ τῶν αὐτῶν εἰς τὰ αὐτὰ ἐπανιούσας. τί οὖν ἔτι φοβηθησόμεθα τοὺς δεινοὺς τῶν Περιπατητικῶν, οἳ δὴ ἐρωτῶσιν ἡμᾶς, ποίαν ὁ Πλάτων παρείληφεν ἐνταῦθα γραμμήν; τὴν φυσικήν; ἀλλʼ ἄτοπον· πέρας γὰρ αὕτη τῶν σωμάτων. ἀλλὰ τὴν μαθηματικήν; ἀλλὰ ἀκίνητος αὕτη καὶ οὐκ οὐσία· τὴν δὲ ψυχὴν οὐσίαν τε εἶναι καὶ χωριστὴν σωμάτων φαμέν. μάτην οὖν ταῦτα φήσομεν αὐτοὺς ἐρωτᾶν· πάλαι γὰρ γραμμὴν ἡμεῖς οὐσιώδη λέγοντες οὐ παυόμεθα, καὶ πρὸ ἡμῶν ὁ Ξενοκράτης, ἄτομον γραμμὴν τὴν τοιαύτην ἀποκαλῶν· γελοῖον γάρ, εἴ τις ἀδιαίρετον νομίζει μέγεθος· ἀλλὰ δῆλον, ὅτι τὸν λόγον τῆς γραμμῆς τὸν οὐσιώδη γραμμὴν ᾤετο χρῆναι καλεῖν. ὁ δέ γε Πλάτων διʼ ἐπίκρυψιν τοῖς μαθηματικοῖς τῶν ὀνομάτων οἷον παραπετάσμασιν ἐχρήσατο τῆς τῶν πραγμάτων ἀληθείας, ὥσπερ οἱ μὲν θεολόγοι τοῖς μύθοις, οἱ δὲ Πυθαγόρειοι τοῖς συμβόλοις· ἔστι γὰρ καὶ ἐν ταῖς εἰκόσι τὰ παραδείγματα θεωρεῖν καὶ διὰ τούτων ἐπʼ ἐκεῖνα μεταβαίνειν. πρὸς μὲν οὖν τούτους οὐδὲν ἱκανόν, ἐριστικοὺς ὄντας· ἐπανέλθωμεν δὲ ἐπὶ τὴν λέξιν καὶ θεασώμεθα τῶν λεγομένων ἕκαστον. Ἐπειδὴ τοίνυν ἡ ψυχὴ καὶ μία ἐστὶ καὶ διῄρηται κατὰ τὰς ἑαυτῆς μοίρας καὶ ἔστιν ἓν καὶ πολλά, ταύτην μὲν αὐτὴν ὡς μίαν προσείρηκε, πᾶσαν δὲ ὡς πλῆθος, σύστασιν δὲ ὡς τὸ συναμφότερον, ὃ καὶ δείκνυσιν αὐτῆς διαφέρουσαν τὴν οὐσίαν τῶν τε διωρισμένων καὶ τῶν συνεχῶν· ἐκεῖνα μὲν γὰρ ἄμικτα ἀλλήλοις, ἡ δὲ ψυχὴ καὶ μία ἐστὶ καὶ πλῆθος ὁμοῦ καὶ διωρισμένον καὶ συνεχές. ἐπειδὴ δὲ οἱ ψυχικοὶ λόγοι δυοειδεῖς εἰσιν— ἀμφίστομος γὰρ ἡ ψυχὴ καὶ ἀμφιπρόσωπος κατὰ τὸ παράδειγμα τὸ ἑαυτῆς, τῷ μὲν ταὐτοῦ κύκλῳ τὴν ἀμέριστον οὐσίαν νοοῦσα, τῷ δὲ θατέρου τὴν μεριστὴν συνέχουσα— διπλῆν αὐτὴν προσηγόρευκε. διότι δὲ τοὺς αὐτοὺς ἔχει λόγους ἄνω τε καὶ κάτω καὶ οὐχ, ὥσπερ οἴονταί τινες, ὡδὶ μὲν τοὺς διπλασίους, ὡδὶ δὲ τοὺς τριπλασίους, κατὰ μῆκος αὐτὴν διῃρημένην παραδέδωκεν· μόνη γὰρ ἡ τοιαύτη διαίρεσις τοὺς αὐτοὺς πανταχοῦ φυλάττει λόγους. αὐτὴ δὲ ἡ σχίσις τὴν δημιουργικὴν τομὴν ἐπιδείκνυσιν οἰκείαν οὖσαν τᾷ δημιουργῷ· δυὰς γὰρ παρʼ αὐτῷ κάθηται καὶ νοεραῖς ἀστράπτει τομαῖς, ὥς φησί τις θεῶν. καὶ μὴν καὶ τὸ μέσην πρὸς μέσην ἐνδείκνυται τάχα μέν, ὅτι καὶ ἡ διαίρεσις καὶ ἡ συναφὴ τῶν ἀθιγῶν οἰκείως ἐγένετο τῇ μεσότητι τῇ ψυχικῇ· μέσως γάρ· ἐπεὶ καὶ ἐν νῷ διαίρεσίς ἐστιν, ὅτι καὶ ἡ ἑτερότης, ἀλλὰ πρώτως καὶ οἷον ἐγκρυφίως καὶ ἀδιαιρέτως, καὶ ἐν τοῖς αἰσθητοῖς ἐστι διαίρεσις, ἀλλὰ κατὰ τὸν ἔσχατον μερισμόν, διὸ καὶ ἡ ἕνωσις ἀμυδρὰ καὶ ἐξίτηλος. ἐν δὲ τῇ ψυχῇ μέσως ἀμφότερα κατὰ τὸ αὐτῇ προσῆκον. καὶ εἰ μὲν περὶ νοῦ διελέγετο καὶ ψυχῆς, εἶπεν ἄν, ὅτι μέσον πρώτῳ προσέβαλλε, καὶ εἰ περὶ σώματος καὶ ψυχῆς, ὅτι μέσον ἐσχάτῳ· ἐπειδὴ δὲ περὶ τῆς ψυχικῆς δυάδος ἀναδιδάσκει, μέσην μέσῃ προσβεβλῆσθαί φησι. τάχα δὲ καὶ ὅτι κατὰ τὰ κυρίως μέσα γέγονεν ἡ συναφὴ τῆς ψυχῆς· ἔστι γὰρ τό τε ἔσχατον τοῦ διανοητικοῦ καὶ τὸ ἀκρότατον τοῦ δοξαστικοῦ μέσα πάσης τῆς ψυχικῆς συστάσεως. ταῦτα δὲ καὶ συνῆπται ἀλλήλοις, καὶ κατὰ ταῦτα γίνεται μία τῶν δύο τούτων ζωῶν ἕνωσις, ἐπεὶ καὶ ἐν πάσῃ τάξει τῶν ὄντων αἱ βάσεις τῶν πρώτων συνήνωνται ταῖς τῶν δευτέρων κορυφαῖς. αὐτὸ δὲ τὸ ἐκ τῆς προσβολῆς γενόμενον σχῆμα τὸ Χ πολλὴν μὲν ἔχει καὶ πρὸς τὸ πᾶν οἰκειότητα καὶ πρὸς τὴν ψυχήν. καὶ ὡς ὅ γε Πορφύριος ἱστορεῖ, παρὰ τοῖς Αἰγυπτίοις ἦν τις τοιοῦτος χαρακτὴρ σύμβολον φέρων τῆς κοσμικῆς ψυχῆς, τῷ Χ κύκλον περιβαλών· ἐσήμαινον γὰρ ἴσως διὰ μὲν τῶν εὐθειῶν τὴν δυοειδῆ πρόοδον αὐτῆς, διὰ δὲ τοῦ κύκλου τὴν μονοειδῆ ζωὴν καὶ τὴν κατὰ κύκλον νοερὸν ἐπιστροφήν. μὴ μέντοι νομίσωμεν, ὅτι διὰ τούτων ὁ Πλάτων τὴν θείαν οὐσίαν οἴεται δεῖν ἀνευρίσκειν· οὐ γὰρ ἀπὸ χαρακτήρων καὶ θέσεων καὶ ἐκφωνήσεων ἡ τῶν ὄντων ἀλήθεια γινώσκεται, καθάπερ οἴονταί τινες, ἀλλὰ ταῦτα ἄλλως σύμβολα τῶν θείων ἐστίν, ὥσπερ ἡ τοιάδε κίνησις, οὕτω καὶ σχῆμα τοιονδὶ καὶ χρῶμα, καθάπερ οἱ τελεστικοί φασιν· ἄλλοι γὰρ ἄλλοις οἰκεῖοι τῶν θεῶν χαρακτῆρες, καὶ ἄλλα πρὸς ἄλλους συνθήματα πρέποντά ἐστι, καθάπερ δὴ καὶ ἐπὶ τῆς ψυχῆς οὗτος ὁ νῦν προκείμενος· ἡ γὰρ τῶν εὐθειῶν συμβολὴ τὴν ἕνωσιν ἐνδείκνυται τῆς δυοειδοῦς ζωῆς, ἐπεὶ καὶ αὐτὸ τὸ τῆς εὐθείας ζωῆς ἐστι σύμβολον ἄνωθεν ῥυείσης. ἵνα δὲ μὴ παρέντες ἡμεῖς τὰ πράγματα περὶ τὴν τοῦ χαρακτῆρος θεωρίαν πολὺν πόνον ἔχωμεν, τὸ οἷον προσέθηκεν ὁ Πλάτων, ἐνδεικνύμενος, ὅτι καὶ τοῦτο παραπετάσματος ἕνεκα καὶ κρύψεως παρέλαβεν ὁ λόγος, τὸ ἀσχημάτιστον τῆς ψυχῆς σχηματίζειν ἐπιχειρῶν.

Κατέκαμψεν εἰς ἓν κύκλῳ ξυνάψας αὐταῖς τε καὶ ἀλλήλαις ἐν τῷ κατʼ ἀντικρὺ τῆς προσβολῆς.

`2.249–2.250`

Ὅτι μὲν διὰ τῶν εὐθειῶν τήν τε πρόοδον ἐδήλου τῆς ψυχῆς ὁ λόγος καὶ τὴν ζωὴν τὴν ἀπὸ τῆς οὐσίας προϊοῦσαν καὶ τὴν τῶν ἑτεροκινήτων προνοητικήν, ἐκ τῶν εἰρημένων οἶμαι γεγονέναι καταφανές. ἀνὰ λόγον δὲ τούτοις καὶ τὴν εἰς κύκλους κατάκαμψιν ἀποδιδόναι νομίζω προσήκειν· ἐπεὶ γὰρ αἱ ἐπιστροφαὶ συνεχεῖς ταῖς προόδοις εἰσίν, ἐπὶ ταὐτὸ πάλιν ἀνακαλούμεναι τὰ προεληλυθότα, τὰς εὐθείας εἰς κύκλους κατακεκάμφθαι φησί, καὶ ἐπειδὴ τὸ ζωτικὸν τῆς ψυχῆς νοερόν ἐστι καὶ ἀποκαταστατικὸν καὶ τὸ νοητὸν πλῆθος ἀνελίττον, ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκαθίσταται, καὶ διότι τὰ ἑτεροκίνητα κινεῖ πρὸς ἑαυτὴν ἐπεστραμμένη καὶ ἑαυτὴν ἡ ψυχὴ κινοῦσα· κατὰ πάντα γὰρ προσήκει ταῦτα τὸ κυκλικὸν αὐτῇ· καὶ γὰρ ἡ πρόοδος αὐτῆς συνεχής ἐστι πρὸς τὴν ἐπιστροφήν· οὐ γὰρ ἀτελής ἐστι· καὶ ἡ τῶν ἑτεροκινήτων κίνησις ἐξήρτηται τῆς αὐτοκινήτου ζωῆς, καὶ ὥσπερ οὐκ ἀναιρεῖται τὰ ἕτερα διὰ τῶν ἑτέρων, ἀλλὰ τελειοῦται, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν εὐθειῶν σύστασις οὐκ ἀναιρεῖται διὰ τῆς εἰς κύκλους κατακάμψεως, ἀλλὰ μενουσῶν ἐκείνων οἱ κύκλοι γεννῶνται· πάντα γὰρ ὁμοῦ ἐστιν ἐπὶ τῆς ψυχῆς, ὡς τῷ διωρισμένῳ τὸ συνεχές, οὕτω τῇ εὐθείᾳ τὸ κυκλικόν· καὶ γὰρ δεῖ καὶ τὸ εὐθὺ μένειν καὶ τὸ περιφερές, ὡς ἅμα τὸ ἀμέριστον καὶ μεριστόν· αἰωνίως γὰρ ὁ δημιουργὸς ποιεῖ, ὥστε τὰ γινόμενα ὑπʼ αὐτοῦ πάντως ἀεί ἐστιν. ἅμα οὖν καὶ τὸ εὐθὺ καὶ τὸ περιφερές ἐστιν ἐν τῇ ψυχῇ, ὅ,τι ποτʼ ἂν ᾖ ἑκάτερον. τίνες οὖν οἱ διττοὶ κύκλοι καὶ πῶς οἰκειότατοι πρὸς τὴν ψυχήν; εἰ μὲν τοίνυν ἡ οὐσία τῆς ψυχῆς ἀπὸ νοῦ προελθοῦσα τοιαύτη τις ἦν, οἵα· παντελῶς ἐστερῆσθαι τῆς νοερᾶς ἰδιότητος, οὐκ ἂν αὐτῇ τὸ κυκλικὸν ἔπρεψεν εἶδος· ἐπεὶ δὲ κατὰ μέθεξίν ἐστι νοερὰ καὶ νοῦς ἀνειλιγμένος καὶ δυοειδής, διὰ μὲν τὸ νοερὸν ἑαυτῆς κύκλος ἐστὶν ἀσχημάτιστος καὶ ἀμεγέθης καὶ αὐτοκίνητος, διὰ δὲ τὸ δυαδικὸν διττὸς ὥσπερ λέγεται κύκλος· διττὴ γὰρ αὐτῆς καὶ ἡ πρόοδος, ὥστε καὶ ἡ ἐπιστροφὴ διττή, καὶ διττὸς ὁ λόγος, ὥστε καὶ ἡ νοερὰ μετουσία διττὴ κατὰ τὰς διττὰς ζωάς. ἐπειδὴ δὲ συνάπτονται μὲν αὗται κατὰ τὴν πρώτην αὐτῶν πρόοδον, προϊοῦσαι δὲ διαιροῦνται ἀπʼ ἀλλήλων, μετὰ δὲ τὴν πρόοδον αὖθις ἐπιστρέφονται πρὸς τὰς ἀρχάς, κατʼ αὐτὸ τὸ τῆς ἐπιστροφῆς ἰδίωμα συνάπτονται πάλιν, τῆς μὲν πρώτης προσβολῆς τὴν μονὴν δηλούσης, τῆς δὲ ἀπʼ ἀλλήλων σχίσεως τῆς μετὰ τὴν προσβολὴν τὴν πρόοδον, τῆς δὲ ἐν τῷ κατʼ ἀντικρὺ συνάψεως τὴν εἰς τὸ αὐτὸ πάλιν ἐπιστροφήν· ἥ τε γὰρ θειοτέρα ζωὴ ἡ κατὰ τὴν ἐπιστροφὴν τὸ ἑαυτῆς τέλος συνάπτει πρὸς τὴν ἀρχὴν καὶ ἡ καταδεεστέρα τὸ προελθὸν αὐτῆς ἐπιστρέφει πρὸς τὸ μεῖναν, καὶ διὰ τούτου πρὸς τὸν ἕνα νοῦν αὐτῆς τε καὶ τῆς κρείττονος ζωῆς. ἐκεῖ οὖν ἡ συναφὴ τῶν δύο ζωῶν, κατʼ ἀντικρὺ τῆς προσβολῆς οὖσα, διότι δὴ ἐκείνη μὲν κατὰ τὴν πρόοδον ἡ ἕνωσις αὐτῶν, αὕτη δὲ κατὰ τὴν ἐπιστροφήν. ἐναντία δὲ ἡ ἐπιστροφὴ τῇ προόδῳ, καθόσον ἣ μὲν τῆς ταὐτοῦ φύσεώς ἐστιν, ἣ δὲ τῆς θατέρου, καὶ ἣ μὲν διαίρεσιν ἐμποιεῖ τοῖς προϊοῦσιν, ἣ δὲ συναγωγὸν ὁμοιότητα ἐνδίδωσιν· οὐ γὰρ δεῖ τινων ἀποδέχεσθαι λεγόντων ὄντως εἶναι τοιόνδε τὸ σχῆμα τῆς ψυχῆς ἐκ δύο κύκλων· εἰ μὲν γὰρ ἀπλατεῖς οἱ κύκλοι, πῶς σχίζειν αὐτῶν τὸν ἕτερον δυνατόν, οὐκ ἔχοντα πλάτος; εἰ δὲ κρίκοι τινές εἰσι, πῶς ἡ ἐξ αὐτῶν οὖσα ψυχὴ πρὸς τὸν ἔσχατον οὐρανὸν ἐκ μέσου πάντη διαπέπλεκται; τίνα γὰρ τρόπον οἱ κρίκοι διʼ ὅλου τέτανται τοῦ σφαιρικοῦ σώματος; πρὸς τῷ καὶ σωματικοὺς μὲν ὄντας ἀποφαίνειν ἔξω τι σῶμα τοῦ παντὸς καὶ δὴ καὶ κενὸν ποιεῖν, περικειμένους κατά τι τῇ ἐπιφανείᾳ τῆς σφαίρας ὡς ἐπὶ τῶν κρικωτῶν σφαιρῶν, κύκλους δὲ ὄντας αὐτοὺς συμβαθύνεσθαι τῷ σώματι διὰ τὴν ἐκ μέσου μέχρι τῶν ἐσχάτων τάσιν. ἀσχημάτιστον ἄρα δεῖ τὸ σχῆμα νοεῖν τὸ ζῳογόνον τοῦτο τῶν ψυχῶν καὶ ἀδιάστατον, εἰ μὴ μέλλοιμεν πολλῆς ἀλογίας ἡμᾶς αὐτοὺς ἀναπλήσειν καὶ τὴν Πλάτωνος θεωρίαν, οἵαν καὶ Ἀριστοτέλης εἰσήγαγε, μέγεθος εἶναι τὴν ψυχὴν ὑπολαβὼν κατʼ αὐτὸν διὰ τὸν κύκλον, καὶ ἀποδεικνύς, ὡς τοιαύτην οὖσαν ἀδύνατον εἶναι νοεράν· ὁ γὰρ νοῦς ἀμερὴς καὶ τῶν νοητῶν ἀμερῶν ὄντων νοητικός. πρόσεστι δὲ καὶ τὸ τοιαύτην οὖσαν μεριστὴν μὲν εἶναι μόνως, ἀμερῆ δὲ οὐδαμῶς καίτοι γε τῆς οὐσίας αὐτῆς πρὸς τῷ μεριστῷ καὶ ἀμεροῦς οὔσης. εἴτε δὲ κύκλος ἐστὶν εἴτε κρίκος, μόνως τὴν μεριστὴν ἔχει φύσιν καὶ οὐδαμοῦ τὸ ἀμερές.

Καὶ τῇ κατὰ ταὐτὰ ἐν ταὐτῷ περιαγομένῃ κινήσει πέριξ αὐτὰς ἔλαβε.

`2.251–2.252`

Δαιμόνιος ὁ τρόπος ὄντως ἐστὶ τῆς ἐν τούτοις ἐπιβολῆς τοῦ θείου Ἰαμβλίχου καὶ αὐτῆς τῆς τοῦ Πλάτωνος διανοίας ἀπρὶξ ἀντεχόμενος· τὴν γὰρ κατὰ ταὐτὰ καὶ ἐν ταὐτῷ περιαγομένην κίνησιν οὐκ ὡς οἱ πρὸ αὐτοῦ τῶν ἐξηγητῶν ἐπὶ τῆς ψυχῆς οἴεται δεῖν ἀκούειν — ἐν αὐτῇ γάρ ἐστιν ἥδε καὶ οὐ περὶ αὐτὴν ἡ τῆς ψυχῆς κίνησις —, ἀλλʼ ἐπὶ τοῦ νοῦ καὶ τῆς νοερᾶς ζωῆς· καὶ γὰρ οὐδαμοῦ φαίνεται τοῦ λοιποῦ τῷ νῷ τὴν ψυχὴν συνάπτων· δεῖ δέ, ἵνα καὶ τοῦτο προσθεὶς ζῷον ἔμψυχον ἔννουν ἀποφαίνῃ τὸ πᾶν. οὕτως οὖν καὶ ἡμῖν ἀκουστέον τὴν ἐν ταὐτῷ κατὰ ταὐτὰ περιαγομένην κίνησιν, τὴν νοεράν· αὕτη γὰρ περιέχει τὴν ψυχήν, ὥσπερ ἡ ψυχὴ περικαλύπτει τὸν οὐρανόν. ἀλλʼ ὁ μὲν νοῦς κίνησίς ἐστιν ἀκίνητος· ὅλη γὰρ ἅμα καὶ ἑνιαίως ὑφέστηκεν· ἡ δὲ ψυχὴ κίνησις αὐτοκίνητος· καὶ ὃ μὲν μονοειδής ἐστιν, ἣ δὲ δυοειδής, καὶ ὃ μὲν εἷς καὶ ἀδιαίρετος, ἣ δὲ ἑαυτὴν διαιροῦσα καὶ πολλαπλασιάζουσα. μετέχει δὲ ἡ ψυχὴ τοῦ νοῦ, καθόσον ἐστὶ νοερά, καὶ διʼ αὐτοῦ συνάπτεται πρὸς τὸν θεῖον νοῦν· νοῦ γὰρ ἡ τοῦ παντὸς ψυχὴ μετέχουσα πρὸς τὸ νοητὸν ἄνεισιν. ἀνάγκη τοίνυν νοερὰν εἶναι τὴν ἐν τῷ αὐτῷ καὶ κατὰ ταὐτὰ περιαγομένην κίνησιν, ἄλλην οὖσαν ζωὴν τῶν δύο κύκλων, εἴπερ αὐτοὺς περιέλαβεν. ἢ οὖν τοῦ μεθεκτοῦ ταύτην νοῦ φήσομεν ὑπερκαθημένου προσεχῶς τῆς ψυχῆς ἢ αὐτοῦ τοῦ δημιουργοῦ τῆς ψυχῆς. ἀλλὰ μὴν ἀδύνατον τούτου· τοῦ ἄρα μεθεκτοῦ νοῦ ταύτην εἶναι φατέον. ὅτι δὲ νοερὰ οὖσα κίνησις ἡ κατὰ ταὐτὰ καὶ ἐν ταὐτῷ περιαγομένη καὶ ὑπὲρ ψυχὴν οὐκ ἔστιν ἡ αὐτοῦ τοῦ δημιουργοῦ τῆς ψυχῆς, μάθοι τις ἄν, ὅτι τὸ πᾶν αὐτὸς ἔννουν ἐποίησεν, οὐχ ἑαυτὸν ἐπιδοὺς τῷ παντὶ καθάπερ τὴν ψυχήν, ἀλλʼ ἕτερον νοῦν μεθεκτόν, ὃν ἐδείξαμεν ἔμπροσθεν, ὑπερκαθήμενον, ὡς εἴρηται, τῆς ψυχῆς· νοῦν γὰρ ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι θεὶς τὸ πᾶν συνετεκτήνατο, καὶ δῆλον, ὡς οὐχ ἑαυτὸν ἐν τῇ ψυχῇ θείς· γελοῖον γάρ, εἰ ἑαυτὸν ἐγκατέταξε τῇ ψυχῇ, χωριστὸς ὤν. πᾶν γοῦν τὸ ὂν αὐτὸς ὁ Πλάτων ἐν τοῖς ἑπομένοις οὔτε εἰς ἑαυτό φησιν ἄλλο χωρεῖν οὔτε αὐτὸ εἰς ἄλλο ἰέναι· τούτου δὲ ὄντος ἀληθοῦς οὐκ ἂν ὁ δημιουργικὸς νοῦς εἰς ψυχὴν ἑαυτὸν τιθείη. καὶ πρὶν ὑποστήσῃ ψυχὴν καθʼ αὑτὸν ὢν ἄλλον ἐγέννησεν, ὃν ὅτε καὶ ψυχὴν ἐγέννησεν, ἐνέθηκεν ἐν τῇ ψυχῇ. εἰ δὲ τοῦτο ἀληθές, ἡ ἐκείνου κίνησις κατὰ ταὐτὰ καὶ ἐν ταὐτῷ περιαγομένη περιέχει τοὺς ψυχικοὺς τούτους κύκλους, ἀλλʼ οὐχ ἡ τοῦ κἀκεῖνον ὑποστήσαντος καὶ τὴν ψυχήν, ὅς γε καὶ μένειν ῥηθήσεται μικρὸν ὕστερον ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει, τοῦ παντὸς ἐξῃρημένος καὶ χωριστός. ὁ οὖν ἐγκόσμιος νοῦς ἐστιν οὗτος, οὗ ἡ ζωὴ περιέχει τὰς ψυχικὰς ζωάς, ἡ μονοειδὴς τὰς δυοειδεῖς, ἡ αἰώνιος τὰς μὴ αἰωνίως κινουμένας. οὕτω μὲν οὖν ἡ ὅλη ψυχὴ προελήλυθε, μονάς τε οὖσα καὶ δυὰς καὶ ὅσον ἐπὶ τοῖς εἰρημένοις ἀδιάφορος πρὸς ἑαυτήν· λοιπὸν δὲ ὅπως ἐκ τῶν δημιουργικῶν διαιρέσεων τὸ μὲν ἔσχεν ἐν ἑαυτῇ θειότερον, τὸ δὲ καταδεέστερον, ἑξῆς παραδίδωσιν· ἡμεῖς μὲν γὰρ σαφηνείας ἕνεκα καὶ ταῦτα παρειλήφαμεν, ἐπακούσωμεν δὲ καὶ τῶν τοῦ Πλάτωνος αὐτοῦ ῥημάτων, οἷα δή φησιν ἐν τοῖς ἐχομένοις.

Καὶ τὸν μὲν ἔξω, τὸν δὲ ἐντὸς ἐποιεῖτο τῶν κύκλων. τὴν μὲν οὖν ἔξω φορὰν ἐπεφήμισεν εἶναι τῆς ταὐτοῦ φύσεως, τὴν δὲ ἐντὸς τῆς θατέρου.

`2.253–2.255`

Τούτους τοὺς δύο κύκλους ὁ μὲν θεῖος Ἰάμβλιχος εἰς χωριστὸν τῶν ψυχῶν νοῦν καὶ ἀχώριστον ἀνήνεγκε καὶ τὴν ἐν ταὐτῷ περιαγομένην κίνησιν τὴν πέριξ αὐτοὺς λαβοῦσαν, ὡς τοῦ μὲν περιέχοντος τὰς δύο ψυχάς, τοῦ δὲ ἐν αὐταῖς ὄντος, καὶ τοῦ μὲν ἀμιγοῦς ἀπὸ τῆς ἄλλης ζωῆς καὶ τῶν δυνάμεων τῆς ψυχῆς, τοῦ δὲ μιγνυμένου πρὸς αὐτὰς καὶ κατευθύνοντος, ἀφʼ ἧς αἰτίας καὶ ὅλη ἡ ψυχὴ μονίμως ἐνεργεῖ καὶ πρὸς αὐτὸν ἑνοῦται τὸν δημιουργόν. ὁ δὲ ἡμέτερος λόγος τὰς διττὰς νοητικὰς καὶ ἐπιστρεπτικὰς ζωὰς ἐξηγεῖται τῆς ψυχῆς καὶ τὰς διττὰς δυνάμεις, τήν τε διανοητικὴν καὶ τὴν δοξαστικήν· ἔχει γὰρ καὶ ἡ τοῦ παντὸς ἀμφότερα. ἐπεὶ καὶ αὐτὸς ὁ Πλάτων ἐν τῷ Φαίδρῳ τὸν μὲν ταὐτοῦ, τὸν δὲ θατέρου τῶν ἵππων ἔλεγε, καίτοι καὶ τοῖς θεοῖς ἵππους ἀποδιδούς, ἀλλʼ ἀγαθοὺς καὶ ἐξ ἀγαθῶν. κἀνταῦθα τοίνυν ὁ μὲν ἔξω τῶν κύκλων ὁ διανοητικός ἐστιν, ὁ δὲ ἐντὸς ὁ δοξαστικός· δύναμιν γὰρ ὁ δημιουργὸς ἐνδέδωκε τῷ διανοητικῷ, καθʼ ἣν θειότερός ἐστι τοῦ δοξαστικοῦ· μᾶλλον γὰρ ἥνωται καὶ νοερώτερός ἐστι· τὸ γὰρ ἐπιφημίσαι τοῦτο μήτοι θέσιν ὀνόματος ψιλὴν ὑπολάβῃς, ἀλλὰ μετάδοσιν δυνάμεως ταυτοποιόν, ὥσπερ καὶ τῷ δοξαστικῷ τὸ ἑτεροποιὸν ἀπένειμε. πρότερον μὲν οὖν τὴν ὁμοιότητα τῆς ψυχῆς αὐτῆς πρὸς ἑαυτὴν ἀνεδίδασκε, νῦν δὲ καὶ τὴν ὑπεροχὴν αὐτῆς πρὸς ἑαυτὴν καὶ τὴν ὕφεσιν προσέθηκεν, ἣν ἔχει λαβοῦσα παρὰ τοῦ δημιουργοῦ, τὸν μὲν ἔξω ποιοῦντος τῶν κύκλων, καθόσον αὐτὸν ὁμοιότερον ποιεῖ πρὸς τὸν νοῦν καὶ τὸ νοητόν — ἐκεῖνα γὰρ τὰ ἔξω κυρίως ἐστίν, ὡς ἐξῃρημένα ἀφʼ ὅλων τῶν δευτέρων —, τὸν δὲ ἐντός, ὡς συνεχόμενον ὑπὸ τοῦ κρείττονος καὶ ὡς ὀφείλοντα κρατεῖσθαι παρʼ αὐτοῦ καὶ ὡς ὄντα φύσεως καταδεεστέρας. πολλοῦ ἄρα δεῖ τοὺς κύκλους τούτους μαθηματικῶς ὁ Πλάτων σκιαγραφεῖν, ὅς γε καὶ ἴσους αὐτοὺς ὄντας ἀνίσους ποιεῖ καὶ ὁμοίους ὑπάρχοντας ἀνομοίους ἀποτελεῖ, κατὰ τὴν δημιουργικὴν βούλησιν τὴν οὐσίαν αὐτοῖς ἀπονέμων. Ἀλλʼ ἀποροῦσι πρὸς ταῦτά τινες, ὅπως τῆς ψυχῆς ὁμοιομεροῦς οὔσης ὃ μὲν ταὐτοῦ τῶν κύκλων, ὃ δὲ θατέρου, καὶ ὃ μὲν ἐντός, ὃ δὲ ἐκτὸς ἀποπέφανται· ταῦτα γὰρ ἀνατρέπειν τὴν ὁμοιομέρειαν. ὁ μὲν οὖν Πορφύριος ἐπὶ τὰ αἰσθητὰ φερόμενος καὶ ἐπὶ τὰς μίξεις τὰς ἐνύλους τὸ μελίκρατον καὶ τὸ οἰνόμελι ἄνω καὶ κάτω θρυλεῖ πᾶν μὲν ὁμοιομερὲς ὄν, ἄλλοις δὲ ἄλλο πάθος ἐμποιοῦν· τοὺς μὲν γὰρ ἡ οἰνώδεια μᾶλλον, τοὺς δὲ ἡ γλυκύτης διατίθησιν. ὁ δὲ ἡμέτερος πατὴρ ἠξίου πρέπουσαν τοῖς ἀΰλοις καὶ ἀσωμάτοις τὴν μῖξιν τῶν γενῶν θεωρεῖν. ἣ δέ ἐστιν οὐ κατὰ σύγχυσιν τῶν εἰδῶν οὐδὲ κατὰ σύμφθαρσιν τῶν δυνάμεων, ἀλλʼ ἐκείνων σῳζομένων καθʼ ἕνωσίν τε καὶ τὴν διʼ ἀλλήλων χώρησιν· αἱ γὰρ φθοραὶ καὶ αἱ τούτων τῶν δυνάμεων ἐλαττώσεις ἐν τοῖς ἐνύλοις εἰσίν, οὐ δυναμένης τῆς ὕλης τὰς διαφόρους ἰδιότητας ἀσυγχύτους ἐν ἑαυτῇ καὶ ἀκραιφνεῖς διαφυλάττειν· ἴδιον γὰρ τῆς μὲν ἀΰλου μίξεως τὸ ταὐτὰ καὶ ἡνωμένα καὶ διῃρημένα καὶ συγκεκραμένα καὶ ἀμιγῆ διαμένειν, τῆς δὲ ἐνύλου τὸ τὰ μεμιγμένα ἀδιάκριτα ἀπʼ ἀλλήλων εἶναι· κατὰ γὰρ σύμφθαρσιν ἡ μῖξις. καὶ ὅτι δυνατὸν εἶναι καὶ τοιαύτας ἀΰλους μίξεις, οἵας ἡμεῖς φαμεν, ῥᾴδιον ὑπομιμνήσκειν ἀπὸ τῶν ἐπιστημῶν, ἀπὸ τῶν φυσικῶν λόγων, ἀπὸ τῶν πολλῶν λαμπάδων· τά τε γὰρ πολλὰ φῶτα ἓν ποιοῦντα φῶς ὅμως ἀσύγχυτα διαμένει, καὶ οἱ πολλοὶ λόγοι πάντες ὁμοῦ ὄντες καὶ διεκρίθησαν ἀπʼ ἀλλήλων κατὰ τὴν ἑτερότητα τὴν φυσικήν, καὶ αἱ πολλαὶ ἐπιστῆμαι ἐν ἀλλήλαις οὖσαι καὶ ἀμιγεῖς εἰσι πρὸς ἀλλήλας. δῆλον δὲ ἐκ τῶν ἐνεργειῶν· τὰ μὲν γὰρ συγκεχυμένα τὰς οἰκείας ἐνεργείας ἀποδιδόναι καθαρὰς ἀδύνατον. αἱ δὲ ἐπιστῆμαι τὰ οἰκεῖα ἐνεργοῦσιν ἑκάστη καθαρὰ ἐφʼ ἑαυτῆς. εἰ τοίνυν τὰ γένη τῆς ψυχῆς ἀΰλως μέμικται, καὶ ἐν ἀλλήλοις ἐστὶ καὶ ἐφʼ ἑαυτῶν ἵδρυται, καὶ τῷ μὲν ἐν ἀλλήλοις εἶναι πᾶσαν ὁμόχρουν ἀποτελεῖ τὴν ψυχήν, διὸ πᾶν μόριον αὐτῆς ἐκ τῶνδε τῶν γενῶν ἐστι, τῷ δὲ ἐφʼ ἑαυτῶν ἱδρῦσθαι καὶ τὴν οἰκείαν καθαρότητα διασῴζειν ἄλλα κατʼ ἄλλας αὐτῆς δυνάμεις διαλάμπει καὶ μᾶλλον ἄλλων ἄλλα κρατεῖ· τὸ γὰρ ὁμοιομερὲς πάντη καὶ ὁμοειδὲς ἐν τοῖς διʼ ὅλων κεκραμένοις καὶ συνεφθαρμένοις ἐστίν. ὅπου δὲ καὶ τὸ ἀμιγές ἐστιν ἐν τῇ μίξει καὶ τὸ ἀσύγχυτον ἐν τῇ διαπλοκῇ καὶ ἐν τῇ κράσει τὸ καθαρόν, ἐνταῦθα καὶ ὅλα διʼ ὅλων διήκειν δυνατόν, ἵνʼ ἕκαστον μόριον ἐκ πάντων ᾖ, καὶ ἕκαστον ἐφʼ ἑαυτοῦ μένειν, ἵνʼ ἄλλο ἐν ἄλλῳ κρατῇ. διὰ δὴ ταῦτα θαυμαστὸν οὐδὲν διʼ ἀλλήλων ἐν τῇ ψυχῇ πάντων τῶν γενῶν πεφοιτηκότων μετὰ τοῦ σῴζειν τὴν ἑαυτῶν ἰδέαν ὅπου μὲν τὸ ταυτὸν κρατεῖν, ὅπου δὲ τὴν θατέρου φύσιν, τὸ δὲ τῆς οὐσίας γένος εἶναι κοινόν, ἀφορίζον τὴν μίαν μεσότητα τῆς ψυχῆς, καθʼ ἥν ἐστι μέση τῆς ἀμεροῦς οὐσίας καὶ τῆς γιγνομένης περὶ τοῖς σώμασι μεριστῆς. μία οὖν ζωή ἐστιν ὡς μία οὐσία, δυοειδὴς δὲ ὡς διπλῆ τοῖς δύο γένεσι. πρὸς μὲν οὖν τὴν ἀπορίαν τοσαῦτα ῥητέον.

`2.256`

Ὅτι δὲ καὶ τὸ ἐποιεῖτο κυριώτατα παρέλαβεν, ἵνα πάλιν διασώσηται τὸ τῆς μεσότητος εἶδος, ὡς ἐν τῷ συνεπληροῦτο καὶ ἐν τῷ συνεκεράσατο, δῆλον. καὶ τὸ ἐπεφήμισε δὲ οἰκειότατα τοῖς προκειμένοις ἐπήνεγκεν· ἐπεὶ γὰρ κατὰ τὸ ἐπικρατοῦν τὰ ὀνόματα κεῖται τοῖς κύκλοις, τὸ ἐπεφήμισε δηλοῖ τὸ μὴ ἀφʼ ὅλης τῆς ὑπάρξεως, ἀλλʼ ἀπὸ τοῦ ἐπικρατοῦντος αὐτοῖς θέσθαι τὴν ἐπωνυμίαν. καὶ τὸ μετὰ τὴν ποίησιν καὶ τὰ ὀνόματα θέσθαι δηλοῖ τὸ τὰ κυρίως ὀνόματα τῆς τῶν πραγμάτων στοχάζεσθαι φύσεως· οὐ γὰρ τὸν μὴ ὄντα ταὐτοῦ κύκλον οὕτως ἐπεφήμισεν ὁ δημιουργός, ἀλλὰ τὸν ὑπʼ αὐτοῦ τοιοῦτον ὑποστάντα. μᾶλλον δὲ ἥ τε ποίησις αὐτοῦ τὴν κυριωτάτην ἔχει τοῦ ὀνόματος αἰτίαν καὶ ἡ τοῦ ὀνόματος θέσις ποίησίς ἐστιν, εἴπερ καὶ ἡ νόησις ἐκεῖ οὐκ ἀποτέτμηται τῆς δημιουργίας, ἀλλʼ αὐτῷ τῷ νοεῖν οἱ θεοὶ ποιοῦσιν· οὕτω γὰρ καὶ αὐτῷ τῷ ὀνοματίζειν ὑφιστᾶσι τὰ πράγματα. καὶ εἴ με δεῖ τοὐμὸν εἰπεῖν, ἔξεστι διὰ τούτων συνορᾶν τὰ ἀπόρρητα τῆς Πλάτωνος θεωρίας, ὅτι τὸν δημιουργὸν οὐ μόνον ὀνοματοθέτην παραδέδωκε πρῶτον, τιθέντα τὰ ὀνόματα ταῖς τῆς ψυχῆς αὐτὸν δύο περιφοραῖς, ἀλλὰ καὶ πρὸ τούτων τὸν οὐσιώδη χαρακτῆρα ταύτης ἐκφαίνοντα, τὰς δύο εὐθείας χωρὶς καὶ τὸ ἐκ τούτων γεγονὸς χῖ καὶ τοὺς ἐκ τούτου δύο κύκλους· ἃ δὴ καὶ ἡ θεουργία μετʼ αὐτὸν ἐξέφηνε διὰ τῶν χιασμῶν καὶ τῶν ἡμικύκλων τὸν χαρακτῆρα συμπληρώσασα τῆς ψυχῆς. καὶ ὀνόματα οὖν καὶ χαρακτῆρες ψυχικοὶ παρὰ πρώτου Πλάτωνος ἡμῖν ἐξεδόθησαν, οὓς αὐτὸς κατεῖδε νοερῶς καὶ οἱ μετʼ αὐτὸν σοφοὶ γεγονότες ἠσπάσαντο· δεῖ γὰρ οἴεσθαι καὶ ψυχικοὺς εἶναι χαρακτῆρας καὶ οὐ μόνον κοινοὺς πάσης ψυχῆς, ὥσπερ τούτους, ἀλλὰ καὶ ἰδίους ἄλλης ἄλλους, ὥσπερ δὴ καὶ ἐξεδόθησαν παρʼ αὐτῶν τῶν θεῶν, Ἡρακλέους, Πενθέως, Ἀγαύης, καὶ αὐτοῦ τοῦ Πλάτωνος. ἀλλὰ τούτους μὲν θεῶν ἦν μόνων καὶ εἰδέναι καὶ ἐκφαίνειν· τὸν δὲ πάσης ψυχῆς κοινὸν ἀρξάμενον ἀπὸ τῆς τοῦ παντὸς καὶ ἐθεάσατο Πλάτων πρῶτος καὶ ἀνέγραψε καὶ τούτου ποιητὴν τὸν δημιουργὸν ἀπέφηνεν ἐγγράψαντα τῇ οὐσίᾳ τῆς ψυχῆς τὸν ζῳογονικὸν αὐτῆς χαρακτῆρα καὶ ὀνόματα θέντα ταῖς νοεραῖς αὐτῆς, ὡς εἴπομεν, περιφοραῖς δύο διτταῖς ὑπαρχούσαις, καὶ ταῦτα ἀπὸ τῆς οἰκείας οὐσίας προχειρισάμενον· αὐτὸς γάρ ἐστιν ὁ κατὰ ταῦτα μάλιστα τὰ γένη τοῦ ὄντος χαρακτηριζόμενος, τὸ ταὐτὸν λέγω καὶ τὸ ἕτερον, ἐπεὶ καὶ δημιουργῷ μάλιστα προσήκει τὸ μὲν ὡς κατὰ τὰ πέρατα τῶν εἰδῶν μορφοῦντι τὴν ὕλην, τὸ δὲ ὡς συνάγοντι τὰ πολλὰ πρὸς τὴν τοῦ δημιουργήματος ὡς ἑνὸς μίαν ἰδέαν. διὸ καὶ ὁ παρʼ Ὀρφεῖ δημιουργὸς περὶ τούτων ἐρωτᾷ διαφερόντως τὴν Νύκτα, λέγων

`2.257`

πῶς δέ μοι ἕν τε τὰ πάντʼ ἔσται καὶ χωρὶς

  
ἕκαστον;  
τὸ μὲν γὰρ χωρὶς ἕκαστον διὰ τῆς ἑτερότητος ποιεῖ, τὸ δὲ «ἓν εἶναι τὰ πάντα» διὰ τῆς ταυτότητος. καὶ τὰ λόγια δὲ νοεραῖς μὲν στράπτειν τομαῖς τὸν δημιουργὸν λέγοντα τὴν ἑτεροποιὸν αὐτοῦ δηλοῖ δύναμιν, ἔρωτος δὲ ἐμπλῆσαι πάντα τὴν ταυτοποιόν. ὥστʼ εἰκότως ἀπὸ τῆς ἑαυτοῦ ταῦτα τὰ ὀνόματα οὐσίας καὶ τοῖς κύκλοις ἔθετο τῆς τοῦ παντὸς ψυχῆς, δημιουργικὰ ὄντα συνθήματα. θεῖον οὖν ὄνομα τοῦτό ἐστιν, ὁ· ταὐτοῦ κύκλος, ὡς σύνθημα φέρων τῆς ταὐτοῦ νοητῆς αἰτίας, καὶ ὁ θατέρου κύκλος, ὡς σύμβολον ἔχων τῆς θατέρου φύσεως· ἔστι γὰρ ὡς μὲν ἐν τοῖς γένεσι τοῦ ὄντος ὃ μὲν ταυτότητος, ὃ δὲ ἑτερότητος συγγενής, ὡς δὲ ἐν θεοῖς τοῖς νοεροῖς ὃ μὲν τῶν πατρικῶν αἰτίων καὶ συνοχικῶν καὶ ἀτρέπτων, ὃ δὲ τῶν γονίμων καὶ ζῳογονικῶν ἐξηρτημένος, ὡς δὲ ἐν τοῖς νοητοῖς ὃ μὲν τοῦ πέρατος, ὃ δὲ τῆς ἀπειρίας μᾶλλον μετέχων. ταῦτʼ οὖν τὰ ἀπὸ τούτων τῶν τάξεων συνθήματα τὸν μὲν τοιούτου, τὸν δὲ τοῦ ἐναντίου πεποίηκεν ὀνόματος τυχεῖν. τί οὖν; φαίη τις ἄν· ἀπόλωλεν ἡ μία οὐσία τῆς ψυχῆς ἐν τῇ διαιρέσει τῶν διττῶν τούτων κύκλων; οὐδαμῶς, φήσομεν· ἐπὶ γὰρ τῶν θείων ἡ διαίρεσις δευτέρα τῆς ἑνώσεώς ἐστι καὶ ἡ πρόοδος μέση τῆς τε μονίμου δυνάμεως καὶ τῆς ἐν τῇ ἐπιστροφῇ τελειότητος. ἀλλʼ ἐπεὶ καὶ μονάς ἐστιν οὐσιωδῶς ἡ ψυχὴ καὶ δυὰς καὶ μία καὶ πλῆθος, μένουσά τε ἅμα καὶ προϊοῦσα καὶ ἐπιστρέφουσα, καὶ ἥνωται πρὸ τῆς διαιρέσεως, διὸ πρὸ τῶν πολλῶν μοιρῶν ὑπέστη τὸ ἓν ὅλον κρᾶμα τῆς ψυχῆς, καὶ κατὰ τὴν πρόοδον μερισθεῖσα πάλιν ἡνώθη κατὰ τὴν ἐπιστροφήν. ὁ γοῦν ἐλάττων κύκλος ἐν τῷ μείζονι περιείληπται· καθάπερ γὰρ ὁ νοῦς περιέχει τὴν ψυχήν. ἐλλάμπων εἰς αὐτὴν τὸ ἀφʼ ἑαυτοῦ φῶς, οὕτω δὴ καὶ ὁ ταὐτοῦ κύκλος ἑνώσεως καὶ τελειότητος τῷ θατέρου μεταδίδωσιν, ἄχραντον μὲν αὐτὸν ἐν ταῖς προνοίαις, ἡνωμένον δὲ ἐν ταῖς προόδοις, νοερὸν δέ πως καὶ τοῦτον ἐν τῇ γνώσει τῶν αἰσθητῶν ἀπεργαζόμενος. διὸ καὶ θαυμαστῶς ὃ μὲν τοῖν κύκλοιν κατὰ τὸ ταυτόν, ὃ δὲ κατὰ τὸ θάτερον καὶ ὑφέστηκε καὶ ὠνόμασται, τὸ δὲ οὐσιῶδες ὡς κοινὸν ἀμφοτέρων ἀφεῖται μηδενὶ τῶν μερῶν ἀποδοθέν. κατὰ τοῦτο οὖν ἡ ψυχὴ μία, δυοειδὴς δὲ κατʼ ἐκεῖνα τρόπον τινὰ ἀντικείμενα ἀλλήλοις.

Τὴν μὲν δὴ ταὐτοῦ κατὰ πλευρὰν ἐπὶ δεξιὰ περιήγαγε, τὴν δὲ θατέρου κατὰ διάμετρον ἐπʼ ἀριστερά.

`2.258–2.262`

Περὶ τῶν δυνάμεων λοιπὸν τῶν ψυχικῶν ὁ λόγος ἐν τούτοις καὶ τῆς δημιουργικῆς αὐτῶν ἀπʼ ἀλλήλων διακρίσεως· μετὰ γὰρ τὴν οὐσίαν ἡ δύναμις, ἡ δὲ ἐνέργεια τρίτην ἔχει τάξιν, ὡς καὶ ἔμπροσθεν εἴπομεν. δεδήλωκε δὲ καὶ αὐτός, φορὰν ταὐτοῦ καὶ θατέρου καλέσας, ἀλλʼ οὐκ οὐσίαν, καὶ ἀπὸ τούτων τῶν δύο κύκλων ἄλλας καὶ ἄλλας δυνάμεις ἀπογεννῶν καὶ τὰς ἐνεργείας αὐτῶν ἐπὶ τούτοις ἑξῆς ὁποῖαί τινές εἰσι παραδιδούς. τοιαῦτα δὲ καὶ ἐν τῷ Φαίδρῳ περὶ τῶν ἵππων ἔλεγε, τοῦ τε ἀμείνονος καὶ τοῦ χείρονος. τί δὴ οὖν ἐνταῦθά φησιν περὶ τῶν δυνάμεων τῆς τοῦ παντὸς ψυχῆς; πρῶτον μέν, ὡς ἔφην, εἰς δύο διαιρεῖ τὰς ὅλας δυνάμεις, τὴν ταὐτοῦ λέγω καὶ τὴν θατέρου, τὴν μὲν ἀνὰ λόγον τῷ πέρατι, τὴν δὲ πρὸς τῆς ἀπειρίας οὖσαν. ἔπειτα καὶ τὴν θατέρου διαιρεῖ κατʼ ἄλλας ἰδιότητας καὶ πάλιν εἰς ἐλάττους ἀριθμοὺς συνάγει, καὶ διὰ τῆς ταυτότητος ἑνίζει τὸ πλῆθος. ἐπὶ τούτοις τὰ μὲν κρείττω καὶ θειότερα ταῖς κρείττοσι, τὰ δὲ ὑφειμένα ταῖς ὑποδεεστέραις ἀπονέμει δυνάμεσιν, οἷον, εἰ βούλει, τῇ μὲν ταὐτοῦ τὸ ἐπὶ δεξιά, τῇ δὲ θατέρου τὸ ἐπʼ ἀριστερά, καὶ τῇ μὲν τὸ πλευρικόν, τῇ δὲ τὸ διαμετρικόν· καὶ γὰρ ἐν ταῖς συστοιχίαις ἐπὶ μὲν τῆς κρείττονός ἐστι σειρᾶς τὸ ταυτόν, τὸ δεξιόν, τὸ τετράγωνον, τὸ ῥητόν, ἐπὶ δὲ τῆς λοιπῆς ὡσαύτως τὰ ἐναντία τούτων, τὸ θάτερον, τὸ ἀριστερόν, τὸ ἑτερόμηκες, τὸ ἄλογον. ἡ μὲν οὖν ὅλη διάνοια τῶν προκειμένων τοιάδε τίς ἐστι. Κατίδωμεν δὲ καὶ τῶν πραγμάτων τὴν ἀλήθειαν, ὁποία τίς ἐστι, καὶ πρῶτον ἐπὶ τοῦ παντός, εἰ βούλει, λέγωμεν, πῶς ἐν αὐτῷ τὸ δεξιόν ἐστι τοῦτο καὶ ἀριστερόν. οἶδα μὲν οὖν, ὅτι καὶ ὁ δαιμόνιος Ἀριστοτέλης δεξιὸν μὲν τὸ ἀνατολικόν, ἀριστερὸν δὲ καλεῖ τὸ δυτικόν, ἐπειδήπερ ἡ μὲν πρώτη κίνησις ἀπʼ ἀνατολῶν ἐστιν, ἡ δὲ μετὰ ταύτην ἀπὸ δυσμῶν, ἀρχὴ δὲ κινήσεως ἐν πᾶσι ζῴοις τὸ δεξιόν. καὶ κατʼ αὐτό γε τοῦτο συμφωνεῖ πρὸς τὴν τοῦ Πλάτωνος παράδοσιν, ὅπου γε καὶ κατὰ τὸ ταυτὸν καὶ θάτερον. λέγει γοῦν τὴν μὲν ἀπλανῆ τοῦ ὡσαύτως εἶναι πᾶσιν αἰτίαν, τὰς δὲ πλανωμένας τοῦ ἄλλοτε ἄλλως. οὐ μὴν ἀλλʼ ἐκεῖνό γέ μοι δοκεῖ τῆς Πλατωνικῆς εἶναι διδασκαλίας ἐξαίρετον, τὸ μὴ κατὰ τὴν ἡμετέραν σχέσιν ταῦτα διορίζειν, ἀλλʼ ἀπʼ αὐτῆς τῆς δημιουργίας προϊούσας παραδιδόναι ταύτας τὰς ἰδιότητας· εἰ γὰρ αὐτὸς ὁ δημιουργὸς καὶ εἰς αὐτὰς τὰς ψυχὰς ἐνέθηκε τὰς θείας τό τε δεξιὸν καὶ τὸ ἀριστερόν, οὔτε πρὸς τὴν ἡμετέραν θέσιν οὔτε ὡς σχέσις ψιλὴ τούτων ἑκάτερον ἐν τῷ κόσμῳ προελήλυθεν, ἀλλʼ ἰδιότητές εἰσιν οὐσιώδεις, ὥσπερ καὶ τὸ πατρικὸν ἐν τοῖς θεοῖς καὶ τὸ μητρικὸν οὐσιῶν εἰσι θείων ἰδιότητες· ὅπου γὰρ καὶ ἐν τοῖς μερικοῖς ζῴοις ἡ φύσις οὐ κατὰ ψιλὴν σχέσιν τὰ μὲν ὑπέστησε δεξιά, τὰ δὲ ἀριστερὰ τῶν μερῶν, ἀλλὰ κατὰ φυσικὰς δυνάμεις— δηλοῖ δὲ ἄλλα μὲν ὡδὶ πλάττουσα, ἄλλα δὲ ἐν θατέρῳ μόρια, καὶ τὸ μὲν ἀρχὴν ποιήσασα κινήσεως, τὸ δʼ οὔ—τί χρὴ περὶ αὐτῆς οἴεσθαι τῆς δημιουργίας; ἆρʼ ὅτι κατὰ σχέσιν μόνον ἀποφαίνει τὸ μὲν δεξιόν, τὸ δὲ ἀριστερόν; καὶ πῶς ἢ τῷ εἶναι παράγειν αὐτὴν ἃ παράγει φυλάξομεν, ἢ τὴν θείαν ψυχὴν οὐσίαν εἶναι καθαρὰν ἁπάσης τῆς τῶν συμβεβηκότων ἐπεισαγωγῆς, ἢ μὴ τὴν φύσιν τῆς δημιουργίας μᾶλλον οὐσίας ἀπογεννᾶν; ἀλλʼ ὥσπερ, οἶμαι, ταύτην ἐν τοῖς σώμασι φυσικῶς τὸ δεξιὸν καὶ ἀριστερὸν ἀποτίθεσθαί φαμεν καὶ ἑαυτῆς ἐξάπτειν μᾶλλον τὸ δεξιὸν ὡς ἀρχὴν κινήσεως, οὕτω δὴ προσήκει καὶ τὸν ὑποστάτην τῆς ψυχῆς πολλῷ πρότερον ἐν αὐτῇ δημιουργικῶς ἀμφότερα παράγειν, καὶ οἷον εἰκόνα ἑαυτοῦ τὸ δεξιόν, οὕτω δὲ καὶ ἐν τῷ κόσμῳ τὸ μὲν ἀπλανὲς ἐπὶ δεξιὰ περιάγειν, τὸ δὲ πλανώμενον ἐπʼ ἀριστερά, τὸ μὲν πρωτουργὸν ἔχον ζωὴν καὶ δυνάμεως ἀκμὴν καὶ δραστήριον ἐνέργειαν, τὸ δὲ γόνιμον ὂν καὶ ποικίλον καὶ τὰς ἀρχὰς τῆς κινήσεως ἀλλαχόθεν ὑποδεχόμενον. διὸ καὶ ἐν τῷ παντὶ τὸ μὲν ἀπλανὲς πάντων ἐστὶ κρατητικόν, καθʼ ἕνα κύκλον τὰ πάντα περιάγον, τὸ δὲ πλανώμενον πολυειδὲς καὶ τῆς ἑτερότητος, ὡς εἴρηται, τοῖς γιγνομένοις αἴτιον, καὶ τὸ μὲν νοῦ, τὸ δὲ ψυχῆς εἰκών· ἔστι γὰρ καὶ ὁ ταὐτοῦ κύκλος νοερός. ἐπʼ αὐτῆς δὲ τῆς ψυχῆς τὸ μὲν δεξιόν ἐστι τὸ πρὸς τὰ νοητὰ καὶ τὰ ὄντως ὄντα καὶ αὐτοὺς τοὺς θεοὺς ἐστραμμένον — δύναμις γάρ ἐστι ζωῆς θείας ἀποπληροῦσα τὴν ψυχήν —, τὸ δὲ ἀριστερὸν τὸ πρὸς ἐπιμέλειαν τῶν αἰσθητῶν καὶ διακόσμησιν τετραμμένον — δύναμις γάρ ἐστι πάντων τῶν δευτέρων κινητικὴ καὶ ἀναιρετικὴ τῆς ἀταξίας διάκρισίν τε ἐμποιοῦσα τοῖς δημιουργικοῖς ἔργοις καὶ ποικιλίαν. ἔτι δὲ καὶ τὸ κατὰ διάμετρον μετὰ τοῦ ἐπʼ ἀριστερὰ τήν τε ἐπʼ ἀνατολὰς ἀπὸ δύσεως περιέχειν κίνησιν καὶ τὴν ἐπὶ τὰ πλάγια διὰ τὴν λόξωσιν εἴποις ἄν, ἐπὶ δὲ τῆς ψυχῆς αὐτῆς τὸν θατέρου κύκλον, γνωστικὸν ὄντα τῶν αἰσθητῶν ὁμοῦ πάντων, τὴν τετραμερῆ διακόσμησιν συνειληφέναι διὰ τῶν τεσσάρων κέντρων, καθὰ καὶ ἡ φαινομένη γίνεται κίνησις τῶν καὶ ἐπʼ ἀριστερὰ καὶ κατὰ τὴν διάμετρον θεόντων, ὥσπερ τὸν ταὐτοῦ τὰ νοητὰ γινώσκειν ὡς αἴτια πρωτουργὰ καὶ ὡς ἄνωθεν ἐκφαίνοντα πάντα τὰ δεύτερα καὶ συνελίσσοντα κατὰ μίαν ἕνωσιν τὴν ποικίλην τῶν αἰσθητῶν διάταξιν. καὶ ταῦτα πάλιν εἰς τὴν ψυχὴν διήκει καθʼ ὁμοιότητα τὴν πρὸς τὴν ὅλην ζῳογονίαν· ὥσπερ γὰρ μονάς ἐστι καὶ δυὰς κατʼ ἐκείνην, οὕτω καὶ τὸ δεξιὸν ἔλαχε τοῦτο καὶ τὸ ἀριστερὸν διʼ ἐκείνην ἐν αὐτῇ γὰρ πρῶτον ἀνεφάνη ταῦτα καὶ ἐξ αὐτῆς, ἄλλο μὲν τὸ ἀπὸ τῶν δεξιῶν τικτόμενον, ἄλλο δὲ τὸ ἀπὸ τῶν ἀριστερῶν, εἴτε κροτάφων λέγοις εἴτε χειρῶν εἴτε λαγόνων· κατὰ πάντα γὰρ ταῦτα τὰς γονίμους αὐτῆς δυνάμεις οἱ θεολόγοι παραδεδώκασιν. τούτων δὲ εὖ εἰρημένων ἐκεῖνο δῆλον, ὅτι μὴ ταὐτόν ἐστιν εἰπεῖν εἰς τὸ δεξιὸν ἢ ἀριστερὸν κινεῖσθαί τι καὶ ἐπὶ δεξιὰ καὶ ἐπʼ ἀριστερά· ταῦτα μὲν γὰρ καὶ τοῖς κύκλῳ κινουμένοις ἀποδίδοται δηλοῦντα τὸ μὲν ἐφʼ ἃ τὸ δεξιὸν κινεῖ, τοῦτʼ εἶναι τὸ ἐπὶ δεξιὰ κινεῖσθαι, τὸ δὲ ἐφʼ ἃ τὸ ἀριστερόν, τοῦτʼ εἶναι τὸ ἐπʼ ἀριστερά· δεξιοῦ τοίνυν καὶ ἀριστεροῦ κεκλημένων τοῦ ἀνατολικοῦ καὶ δυτικοῦ διὰ τὰς εἰρημένας αἰτίας, ὡς τοῦ μὲν ἄρχοντος τῆς κινήσεως, τοῦ δὲ ἑπομένου, καὶ ὁμοίως τοῦ μὲν ἐν τῷ ταὐτοῦ κύκλῳ, τοῦ δὲ ἐν τῷ θατέρου  <span class="gap">…</span> δυνάμεως ὄντος, ἀφʼ ἧς ἡ ἑκατέρου κίνησις, εἰκότως ἐστὶ καὶ ἐν τούτοις τὸ ἐπὶ δεξιὰ καὶ ἐπʼ ἀριστερά. τὸ δὲ εἰς τὸ δεξιὸν κινεῖσθαι ἢ εἰς τὸ ἀριστερὸν τῶν ἐπʼ εὐθείας ἐστὶ κινουμένων, πέρατα ὄντα τῶν κινήσεων τῶν κατὰ πλάτος. ὅθεν εἰκότως ὁ Τίμαιος ἔμπροσθεν ἀφελὼν τῆς κύκλῳ κινήσεως τὰς κατʼ εὐθεῖαν ἓξ κινήσεις ὅμως ἐν τούτοις ἀπὸ τῆς ψυχῆς ἀρξάμενος δέδωκεν αὐτῇ τήν τε τοῦ ἐπὶ δεξιὰ καὶ τὴν τοῦ ἐπʼ ἀριστερὰ διαφοράν. ταῦτα μὲν οὖν δὴ περὶ τοῦ ἐπὶ δεξιὰ καὶ ἐπʼ ἀριστερὰ ῥητέον. Ἴδωμεν δὲ καὶ τὴν λοιπὴν ἀντίθεσιν· περιάγει γὰρ ὡς ἐν κόσμῳ τὴν μὲν ἀπλανῆ κατὰ πλευράν, τὴν δὲ πλανωμένην κατὰ διάμετρον, καὶ ὡς ἐν ψυχῇ τὸν μὲν ταὐτοῦ κύκλον κατὰ πλευράν, τὸν δὲ θατέρου κατὰ διάμετρον. οὐκοῦν πρώτως μὲν αὐτὸ μαθηματικῶς νοητέον, ἐν τετραπλεύρῳ τὸ διάμετρον ἀγαγόντας, καὶ τὸν μὲν ταὐτοῦ κύκλον κατὰ τὴν πλευρὰν περιακτέον, τὸν δὲ λοιπὸν κατὰ διάμετρον, τὸ τετράπλευρον ἐναρμόσαντας τοῖς δύο κύκλοις, τῷ θερινῷ καὶ τῷ χειμερινῷ, καὶ κατὰ τὰς δύο πλευρὰς ὁμοίως ἐν ἀμφοῖν κειμένας κινοῦντας τὴν ἐπὶ τὰ δεξιὰ κίνησιν καὶ κατὰ τὸν μέγιστον τὸν ἀμφοτέρων μέσον, κατὰ δὲ τὴν διάμετρον τούτου τοῦ τετραπλεύρου τὴν θατέρου, λοξὴν οὖσαν πρὸς ἀμφοτέρους· περὶ γὰρ ταύτην καὶ ὁ λοξὸς γέγραπται, καθʼ ὃν ἡ θατέρου περιάγεται πᾶσα περίοδος. ἔπειτα τῶν μαθημάτων ἀποστάντες κατίδωμεν, τίνα μὲν ἰδιώματα τῆς διαμέτρου, τίνα δὲ τῆς πλευρᾶς· οἷον ὅτι τῆς μὲν τὸ ἀπλαγίαστον, τὸ ῥητόν, τὸ περιεκτικόν, τὸ συνεκτικὸν τῶν γωνιῶν, τῆς δὲ τὰ ἐναντία, τὸ πεπλαγιασμένον, τὸ ἄλογον, τὸ περιεχόμενον, τὸ διαιρετικὸν τῶν γωνιῶν· κατὰ πάντα γὰρ ταῦτα πλευρὰ διαμέτρου διενήνοχε. ταῦτα δὲ ὑπάρχει καὶ τοῖς τῆς ψυχῆς κύκλοις· ὃ μὲν γάρ ἐστιν ἁπλότητι καὶ ὅρῳ καὶ πέρατι συγγενής, ὃ δὲ ποικιλίᾳ καὶ πλήθει καὶ τῇ ἀπειροδυνάμῳ φύσει, καὶ ὃ μὲν συνεκτικός ἐστιν, ὃ δὲ διαιρετικός, καὶ ὃ μὲν τὴν τοῦ περιέχειν ἔλαχεν ἀξίαν, ὃ δὲ τὴν τοῦ περιέχεσθαι. εἰκότως ἄρα ὃ μὲν λέγεται περιάγεσθαι κατὰ πλευρὰν ὡς ἀπαρέγκλιτος, ὡς ἡνωμένος, ὡς μονοειδής, ὃ δὲ κατὰ διάμετρον ὡς προόδῳ χαίρων καὶ πολλαπλασιασμοῖς καὶ ὡς ἑτεροποιός· καὶ γὰρ ἡ διάμετρος μεῖζον δύναται τῆς πλευρᾶς καὶ διαιρεῖ τὰς γωνίας καὶ ἐξ ἑνὸς πλείω ποιεῖ τὰ χωρία καὶ πλαγία κεῖται· διὸ καὶ ἐν τοῖς ἑπομένοις ἐρεῖ τὴν θατέρου φορὰν εἶναι πλαγίαν. ταῦτα δὲ πάντα τῆς τοῦ ἀπείρου φύσεως γνωρίσματά ἐστι.

Κράτος δὲ ἔδωκε τῇ ταὐτοῦ καὶ ὁμοίου περιφορᾷ· μίαν γὰρ αὐτὴν ἄσχιστον εἴασεν.

`2.263`

Θεσμὸς οὗτός ἐστι δημιουργικὸς ἄνωθεν ἀπὸ τῶν νοητῶν νοητῶς καθήκων, τὰ ἁπλούστερα τῶν ποικιλωτέρων κρατεῖν, τὰ μονοειδέστερα τῶν πληθυομένων, τὰ πεπερασμένα τῶν ἀπείρων, τὰ νοερώτερα τῶν ἧττον τοιούτων. ὥσπερ οὖν ἐν τοῖς νοητοῖς τὸ πέρας κρατεῖ τοῦ ἀπείρου καὶ ἐν τοῖς νοεροῖς τὸ ἄρρεν τοῦ θήλεος καὶ ἐν τοῖς ὑπερκοσμίοις ἡ ταυτότης τῆς ἑτερότητος καὶ ἡ ὁμοιότης τῆς ἀνομοιότητος, οὕτω καὶ ἡ ταὐτοῦ περίοδος ἐπὶ τῆς ψυχῆς κρατεῖ τῆς θατέρου περιφορᾶς. διὸ δὴ καὶ ἐν τοῖς αἰσθητοῖς κρατεῖται τὸ πλανώμενον ὑπὸ τοῦ ἀπλανοῦς, καὶ πᾶν τὸ πολυειδὲς γένος τῆς ζωῆς ὑπὸ τῶν μονοειδῶν αἰτίων συνέχεται. ληπτέον οὖν καὶ ἀπὸ τούτων, ὅτι ἡ ταυτότης ἑτερότητός ἐστι κρείττων, καὶ ὅτι πάλιν ἡ ὁμοιότης ἀναφαίνεται κρείττων τῆς ἀνομοιότητος, ἀλλʼ οὐχ ὡς οἱ πολλοὶ τῶν Πλατωνικῶν τὴν ἑτερότητα τῆς ταυτότητος ἀμείνω λέγουσι καὶ τὴν ἀνομοιότητα τῆς ὁμοιότητος· διʼ αὐτὸ γὰρ τὸ τῆς ταυτότητος εἶδος ὁ ταὐτοῦ κύκλος θειότερος· τὸ γὰρ ἄσχιστον τὴν ἕνωσιν σημαίνει τὴν θείαν καὶ τὴν ἀδιαίρετον ζωὴν καὶ τὸ μονοειδὲς ἐν ταῖς δυνάμεσι. καὶ διὰ τί οὖν, φαίη τις ἄν, εἰ τοῦτο κρεῖττον, οὐχὶ πᾶσαν τὴν ψυχὴν ἄσχιστον εἴασεν; ὅτι, φήσω, πάντα ἔδει τὰ εἴδη τὴν ψυχὴν ἔχειν καὶ τοὺς λόγους πάντας καὶ τὰς αἰτίας τῶν ἐγκοσμίων· καὶ τελειότερόν ἐστι τὸ τῶν διττῶν κύκλων περιεκτικὸν τοῦ κατὰ μίαν ἀφωρισμένου δύναμιν· τὸ μὲν γὰρ οὕτω ταὐτόν, ὡς ἐν τῇ ταυτότητι τὴν ἑτερότητα κρυφίως περιέχειν, κρεῖττόν ἐστιν ἢ κατὰ τὴν μεσότητα τὴν ψυχικήν· τὸ δὲ μετὰ τῆς ταυτότητος καὶ τῆς ἑτερότητος ἐπικρατεῖν προσήκει τῇ οὐσίᾳ τῆς ψυχῆς· ἔστι γὰρ τὸ μὲν νοητὸν καὶ ὁ νοῦς οἱονεὶ μόνης ταυτότητος κύκλος, τὸ δὲ αἰσθητὸν καὶ ὁ κόσμος ἑτερότητος κύκλος· οὗ μὲν γὰρ ἐγκρυφίως ἐστὶν ἡ ἑτερότης, οὗ δὲ ἀμυδρὰ καὶ ἐπιπολῆς ἡ ταυτότης· μέση δὲ ἡ ψυχή, δυὰς οὖσα καὶ διττοὺς ἔχουσα κύκλους, τὸν μὲν πρὸς τοῦ νοῦ, τὸν δὲ πρὸς τῆς αἰσθητῆς οὐσίας, καὶ λόγους διττούς, τοὺς μὲν νοερούς, τοὺς δὲ κοσμουργούς, καὶ τοὺς μὲν ἐπὶ τὰ ὄντα διαβαίνοντας, τοὺς δὲ τῶν αἰσθητῶν ἐφαπτομένους.

Τὴν δὲ ἐντὸς σχίσας ἑξαχῇ ἑπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην οὐσῶν ἑκατέρων τριῶν κατὰ τἀναντία μὲν ἀλλήλοις προσέταξεν ἰέναι τοὺς κύκλους, τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέτταρας ἀλλήλοις τε καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους.

`2.264–2.276`

Πρῶτον ἀστρονομικῶς, εἰ βούλει, θεασώμεθα ταῦτα τὰ νῦν ὑπὸ τοῦ Πλάτωνος εἰρημένα — τρόπος γὰρ οὗτος διδασκαλίας ἐμμελής —, καὶ νοήσωμεν ἓν μὲν καὶ ὁμόχρουν ἑαυτῷ τὸ τῶν πλανωμένων βάθος, διότι καὶ μιᾶς ἐστιν ὕλης, ὥσπερ φασὶν οἱ σοφοὶ τὰ τοιαῦτα, διῃρημένον δὲ εἰς τοὺς ἑπτὰ κύκλους ἐναντίως πως ἀλλήλοις φερομένους, εἴτε, ὥς τινες λέγουσιν, ὅτι Σελήνη μὲν καὶ Ἥλιος ὁμοίως ἐπὶ τῶν ἐπικύκλων κινοῦνται, τῇ ἀπλανεῖ τοῖς ἑαυτῶν κύκλοις ἀντιφερόμενοι κατὰ τὴν αὑτῶν κίνησιν, οἱ δὲ ἄλλοι μίαν φορὰν ποιοῦνται τήν τε ὁμαλὴν καὶ τὴν ἀνώμαλον. εἴτε, ὅτι Κρόνος μὲν καὶ Ζεὺς καὶ Ἄρης τὰς πρώτας φάσεις μετὰ τὰς πρὸς τὸν Ἥλιον συνόδους ἑῴας ποιοῦνται τῷ θᾶττον αὐτῶν ἐπὶ τὰ ἡγούμενα κινεῖσθαι τὸν Ἥλιον, Σελήνη δὲ ἑσπερίαν διὰ τὸ θᾶττον κινουμένην ἀνατολικωτέραν ὁρᾶσθαι τοῦ Ἡλίου, Ἑρμῆς δὲ καὶ Ἀφροδίτη ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἐκείνως. εἴτε, ὅτι στηριγμοὺς ποιοῦνται φαινομένους καὶ προποδισμοὺς καὶ ὑποποδισμούς, διαμετροῦσί τε ἀλλήλους καὶ πρὸς τὰ ἐναντία φέρονται, τῶν μὲν ἐπὶ βορρᾶν, τῶν δὲ ἐπὶ νότον κινουμένων, εἴθʼ ὅντινα βούλει τρόπον· ἄλλοι γὰρ ἄλλα λέγουσιν. εἴθʼ, ὃ καὶ ἀληθέστερον εἰπεῖν, ὅτι φησὶ κατὰ τἀναντία προστάξαι τὸν δημιουργὸν ἰέναι τοὺς κύκλους, οὐ τοὺς ἑπτὰ ἀλλήλοις, ἀλλὰ τὸν ἕνα καὶ τοὺς ἑπτὰ διὰ τὴν ἀντιπεριφοράν· οὕτω γὰρ καὶ ἑξῆς κατὰ τἀναντία ἅμα προϊέναι τοὺς πλανήτας τήν τε ἰδίαν κινουμένους κίνησιν καὶ τὴν τῆς ἀπλανοῦς ἐρεῖ. ἀλλʼ οὐδὲ Πλάτων ἢ ἐν τούτοις ἢ ἐν ἄλλοις ἐπικύκλων ἢ ἐκκέντρων ποιεῖται μνείαν, ἀλλὰ τοὺς μὲν ἑπτὰ κύκλους περὶ ἓν γράφει κέντρον, ἄλλους δὲ τούτοις οὐκ ἐπιτίθησιν οὐδὲ μεμηχανημένην ποιεῖ τὴν τῶν κινήσεων διαφοράν· καὶ γὰρ ἄνευ τούτων καὶ ἡ τῶν ἐπικύκλων ὑπόθεσις καὶ ἡ τῶν φάσεων οὐδαμῶς ἐστιν οἰκεία πρὸς τοὺς ἐν ψυχῇ κύκλους. διῄρηται δʼ οὖν εἰς τοὺς ἑπτὰ τούτους κύκλους ἡ θατέρου, τάχει, φησίν, ἔχουσα τοὺς μὲν τρεῖς ὁμοίως φερομένους, τοὺς δὲ τέτταρας ἀνομοίως· ἰσόδρομοι μὲν γὰρ οἱ τρεῖς, ὡς καὶ ἐν Πολιτείᾳ λέλεκται, Ἥλιος, Ἑρμῆς, Ἀφροδίτη, ἀνόμοιοι δὲ οἱ τέτταρες, Σελήνη, Κρόνος, Ἄρης, Ζεύς· πάντες δὲ ὅμως ἐν λόγῳ φέρονται πρός τε ἀλλήλους καὶ τὸ πᾶν, διότι κατʼ ἀριθμοὺς ὡρισμένους ἡ κίνησις αὐτῶν ἀνελίττεται καὶ αἱ περιοδικαὶ πᾶσαι ἀποκαταστάσεις ἀποτελοῦνται. καὶ ἔοικεν, ὡς ἐν τούτοις δηλοῖ τὴν διαφορὰν τῶν ἰσοδρόμων ἀστέρων πρὸς τοὺς ἀνισοδρόμους, καὶ ἐν τοῖς φαινομένοις πρὸ αὐτῶν τῶν ἀστέρων ἀντιτιθέναι πρὸς τοὺς ἀνίσως τοὺς ἴσως θέοντας τῶν κύκλων, ἐφʼ ὧν φέρονται. μόνους γοῦν τοὺς κύκλους ἐν τῇ ψυχῇ θεὶς ἄνευ τῶν ἀστέρων—οὔπω γὰρ ὑπέστησαν—τούτους ἔφατο κινεῖσθαι, τοὺς μὲν ὡς ἰσοδρόμους, τοὺς δὲ ἀλλήλοις τε καὶ τούτοις ἀνίσως. καὶ ταῦτα μὲν δῆλα. τὸ δὲ κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, τῶν διαστάσεων οὐσῶν ἑκατέρων τριῶν, γεγονέναι τὴν σχίσιν τῶν ἑπτὰ τούτων κύκλων ἔστι μὲν ὥς γε κατὰ τὴν λέξιν ὑποδύσκολον, σημαίνει δὲ ὅμως, ὅτι κατὰ ἑκάστην διάστασιν τῶν διπλασίων τε καὶ τριπλασίων διαστάσεων, οὐσῶν ἑκατέρων τριῶν—ἐν γὰρ τέτρασιν ὅροις αἱ διαστάσεις τρεῖς— ἡ σχίσις γέγονεν, ὅ ἐστι τῷ κατὰ μῆκος ταὐτόν, ἵνʼ ἐν ἑκάστῳ τῶν ἑπτὰ κύκλων ἐνῶσιν αἱ διαστάσεις πᾶσαι καὶ οἱ λόγοι πάντες· εἰ μὲν γὰρ κατὰ μίαν διάστασιν ἡ τομὴ γεγένητο, αἳ μὲν ἐν ἄλλοις, αἳ δὲ ἐν ἄλλοις κύκλοις τῶν διαστάσεων ἀπεμερίζοντο ἄν· διότι δὲ καθʼ ἑκάστην ἡ διαίρεσις προῆλθεν, ἔστιν ἑκάστης ἑκάστη μοῖρα, καὶ πάντες οἱ κύκλοι πάντων μετέχουσι τῶν λόγων. εἰ μὴ ἄρα τούτων ἀληθέστερόν ἐστι λέγειν, ὅτι κατὰ τὸν ἀριθμὸν τῶν τοῦ διπλασίου καὶ τριπλασίου διαστάσεων ἓξ οὐσῶν ἑξαχῇ τοὺς κύκλους ἔτεμεν· ἐφεξῆς γὰρ κειμένων τῶν διαστάσεων, ἀλλʼ οὐχὶ κατὰ βάθος διῃρημένων—λέγω δὲ ἐφεξῆς ὥστε τετάσθαι κατὰ τὸν ὅλον κύκλον, ὡς ἦσαν τεταμέναι κατὰ τὴν ὅλην εὐθεῖαν, ἧς ἐγένετο καμφθείσης ὁ κύκλος—γελοῖον ἦν τὴν κατὰ βάθος τομὴν τοιαύτην ποιεῖν, ὥστε μοίρα μιᾷ τῶν κύκλων ἕκαστον διορίζειν. Τούτων δὴ προειλημμένων ἀπʼ αὐτῶν ἀρξάμενοι τῶν φαινομένων λέγωμεν, ὅτι τὴν τοῦ παντὸς ψυχήν, λόγους ἔχουσαν πάντων τῶν ἐγκοσμίων καὶ δυνάμεις ὑποστατικάς, ἀνάγκη μὴ μόνον ἀνθρώπου καὶ ἵππου καὶ τῶν ἄλλων ἁπάντων ζῴων ἔχειν τὰς νοερὰς αἰτίας, ἀλλὰ καὶ πρὸ τούτων τῶν ὅλων τοῦ κόσμου μερίδων, αὐτῆς, λέγω, τῆς ἀπλανοῦς καὶ τῆς πλανωμένης, καὶ ἀπὸ τῆς ἐν αὐτῇ δυάδος καὶ τὸν οὐρανὸν ὑπομεῖναι τὴν εἰς δύο διαίρεσιν, καὶ πρὸ τῶν ἑπτὰ πλανωμένων εἶναι τὴν ὄντως ἑβδομάδα πρὸ τῶν φαινομένων ἐν αὐτῇ προϋπάρχουσαν, καὶ τῆς τε ἀνομοιότητος τῆς τῶν κύκλων καὶ τῆς ὁμοιότητος αὐτὴν ἔχειν τὰς αἰτίας· ὥσπερ γὰρ ἡ ἡμετέρα φύσις δύο μὲν ὀφθαλμούς, δακτύλους δὲ πέντε, σπλάγχνα δὲ ἑπτὰ γεννᾷ κατὰ τοὺς ἐν αὐτῇ λόγους — προείληφε γὰρ τῶν μερῶν τούτων τοὺς ἀριθμούς· διὸ καὶ ἀεὶ ὡσαύτως ποιεῖ καὶ τὸ αὐτὸ εἶδος, ὅταν μὴ τὰ ἐκ τῆς ὕλης ἐμπόδια παρεμπίπτοντα διακωλύῃ τὴν κατὰ φύσιν ἀπογέννησιν — καὶ ὥσπερ ἐν ἡμῖν μία αἴσθησις τῶν πέντε τούτων αἰσθήσεων τὰς αἰτίας ἔχουσα γεννᾷ δευτέρως ἀφʼ ἑαυτῆς τὰς περὶ τὸ σῶμα μεριζομένας δυνάμεις, τὸν αὐτὸν τρόπον καὶ ὁ θατέρου κύκλος τῶν ἑπτὰ κύκλων τὰς πρωτουργοὺς αἰτίας ἐν αὑτῷ περιείληφε, καθʼ ἃς καὶ οὗτοι διεκοσμήθησαν· μετέχει μὲν γὰρ ἀμφοτέρων τῶν κύκλων ἅπας ὁ οὐρανός, ἀλλὰ μᾶλλον τὸ μὲν ἀπλανὲς τοῦ ταὐτοῦ, τὸ δὲ πλανώμενον τοῦ θατέρου· διὸ κἀκεῖνο μὲν ἀδιαίρετον, τοῦτο δὲ διαιρετόν, κἀκεῖνο μὲν ἀπʼ ἀνατολῆς, τοῦτο δὲ ἀπὸ δυσμῶν κινεῖται· μιμεῖται γὰρ τὸ μὲν τὴν μονοειδῆ καὶ νοερὰν δύναμιν τῆς ψυχῆς, τὸ δὲ τὴν πολυειδῆ καὶ κινήσει καὶ ποικιλίᾳ χαίρουσαν. καίτοι καὶ ἡ ἀπλανὴς πολλῶν ἐστι περιεκτικὴ ζῴων θείων, καὶ ὁ ταὐτοῦ κύκλος περιέχει τὰς πάντων αἰτίας, ἀλλʼ ἄσχιστός ἐστι, διότι πᾶν τὸ πλῆθος ἐν αὐτῷ διʼ ἑνώσεως πρὸς ἑαυτὸ συμπέφυκε καὶ τῷ δεσμῷ κρατεῖται τῆς ταυτότητος· διὸ καὶ ἡ ἀπλανὴς μίαν κινεῖται φοράν. ἐπεὶ καὶ ἕκαστος τῶν ἑπτὰ κύκλων πλῆθος περιείληφε δυνάμεων, τῶν μὲν ὁλικωτέρων, τῶν δὲ μερικωτέρων, ἀλλὰ νῦν τὰς ἑνάδας αὐτῶν καὶ τὰς πρώτας περιοχὰς ὁ Τίμαιος παραδίδωσι, τὰς δὲ ἀπεριηγήτους τῶν θείων λόγων ὑποβάσεις ἀφίησιν· ἕκαστος γὰρ κύκλος πλήρωμα ζωῆς ἐστιν ἰδιαζούσης, ἢ συνοχικῆς ἢ διαιρετικῆς, ἢ συνδετικῆς ἢ ἀσυναγώγου, ἢ ἄλλης τοιαύτης, καὶ πολλαὶ τελοῦσιν εἰς αὐτὸν δυνάμεις, αἳ μὲν θεῶν γεννητικαὶ πρώτων καὶ δευτέρων, αἳ δὲ δαιμόνων, αἳ δὲ καὶ μερικῶν ψυχῶν. διὰ τί οὖν, φαίη τις ἄν, οὐχὶ καὶ τῆς οὐσίας ἴδιός τις γέγονε κύκλος, ὡς τῆς ταυτότητος καὶ τῆς ἑτερότητος; ὅτι, φήσω, τούτων μέν ἐστιν ἀντίθεσις, ἡ δὲ οὐσία κοινὴ τῆς πάσης ἐστὶ ψυχῆς. μία μὲν οὖν ἐστι κατʼ ἐκείνην ἡ πᾶσα, δυοειδὴς δὲ κατὰ τούτους, ὥσπερ καὶ τῶν εὐθειῶν ἡ μία προηγεῖται ταῖν δυοῖν. καὶ ἡ μὲν μονὰς κἀνταῦθα πρὸ τῆς ἑβδομάδος ἐστίν, ὥσπερ καὶ τὸ ἀμερὲς τῆς ψυχῆς ἡγεῖτο τῆς εἰς ἑπτὰ διαιρέσεως· τῆς δὲ ἑβδομάδος ἡ μὲν εἰς τέσσαρας καὶ τρεῖς διαίρεσις τὸν ἐπίτριτον ἔχει λόγον, πρώτιστον ὄντα τῶν συμφωνιῶν, καὶ ἀριθμοὺς τοὺς πρωτίστους τῶν περιττῶν καὶ ἀρτίων, ἀλλὰ τῶν μὲν τριῶν τὸν μὲν ἀνὰ λόγον τῇ ἀληθείᾳ, τὸν δὲ τῷ κάλλει, τὸν δὲ τῇ συμμετρίᾳ, ταῖς ἐν προθύροις τοῦ ἀγαθοῦ μονάσιν, ὡς ἐν Φιλήβῳ μεμαθήκαμεν, τῶν δὲ τεσσάρων τὸν μὲν τῇ στάσει, τὸν στασιμώτατον, τὸν δὲ κινήσει, τὸν εὐκινητότατον, τὸν δὲ ταυτότητι, τὸν εὐκραέστατον, τὸν δὲ ἑτερότητι, τὸν διαιρετικώτατον. διὰ τί δὲ οὐχὶ καὶ τὰ μερικὰ εἴδη ἐνέθηκεν αὐτὸς τῇ ψυχῇ τοῦ παντός, ἀλλὰ μόνα τὰ γένη τῶν παντοίων εἰδῶν; ὅτι, φήσω, τῇ ὅλῃ δημιουργίᾳ τοῦτο προσήκει· τὸ γὰρ πολυμέριστον τῶν λόγων τῆς μεριστῆς ἐστι ποιήσεως, ἥτις ἑκάστην παραλαβοῦσα ψυχὴν εἰς τὰ κοινὰ πάντων γένη τῶν ὄντων διῃρημένην, ἐπιδιαρθροῦσα τὴν ἐν αὐταῖς ποικιλίαν κατὰ τὴν θείαν διαιρετικὴν προάγει τὴν ἑκάστης ἐπιδιαίρεσιν μέχρι τῶν ἀτόμων εἰδῶν· διὸ καὶ λέγεται μεριστὴ καὶ τῆς ὅλης δευτέρα δημιουργίας. προσήκουσα οὖν ἡ εἰς τὰ ὅλα γένη τῶν ψυχῶν παραδέδοται διαίρεσις καὶ ἡ ἐκ τῶν ὅλων σύγκρασις πρὸς τὴν ὑποκειμένην δημιουργίαν ὁλικὴν ὑπάρχουσαν. ἀλλὰ ταῦτα μὲν δῆλα. διὰ τί δέ, φαίη τις ἄν, εἰς τὴν ἀπλανῆ καὶ πλανωμένην πεποιήμεθα τὴν διαίρεσιν μόνην, μᾶλλον δὲ εἰς τὰς δυνάμεις τὰς τούτων παραδειγματικάς, ἀλλʼ οὐχὶ καὶ εἰς τὸ τετράστοιχον; ἡ γὰρ τοῦ παντὸς ψυχὴ κἀκεῖνα συνέχει ταῖς ἑαυτῆς δυνάμεσι καὶ ποδηγεῖ ταῖς ἑαυτῆς κινήσεσιν. εἴρηται μὲν οὖν ὑπό τινων, ὅτι τὸ τετράστοιχον πᾶν ἐν τῷ κύκλῳ συνείληπται τῷ τῆς σελήνης· σμικρὸν γάρ ἐστιν ὡς πρὸς τὸ πᾶν καὶ οἷον πυθμήν τις τοῦ κόσμου τὸ ἔνυλον· οὕτω γὰρ καὶ ἐν Πολιτείᾳ τὸν ὅλον κόσμον εἰς ὀκτὼ σφονδύλους διεῖλεν, ἐν τῷ ὀγδόῳ πᾶν τὸ ἔνυλον περιλαβών. εἴρηται μὲν οὖν καὶ ταῦτα καὶ εἴρηται καλῶς. ἔτι δʼ ἂν ῥηθείη τελεώτερον, ὅτι διὰ ταύτης τῆς μονάδος τε καὶ ἑπτάδος τῶν κύκλων πάσας περιέχει τὰς τοῦ κόσμου μοίρας· ὡς γὰρ ἐν οὐρανῷ μονάς ἐστι καὶ ἑπτάς, οὕτω καὶ ἐν τῇ σφαίρᾳ τοῦ αἰθέρος ἐστὶ τὸ ἀνὰ λόγον, τὰ μὲν τῷ ἀπλανεῖ κύκλῳ, τὰ δὲ τῷ πλανωμένῳ σύστοιχα, καὶ διάκοσμος ὅλος καὶ ἐκεῖ μιμούμενος τὸν οὐρανὸν αἰθερίως καὶ ἐν τῷ βάθει τοῦ ἀέρος καὶ ἐν τοῖς ὄγκοις τοῦ ὕδατος καὶ ἐν τοῖς κόλποις τῆς γῆς· οὐ γὰρ μόνον ἡ γῆ κατὰ τὸ ἀνὰ λόγον τῷ οὐρανῷ διῄρηται, ἀλλὰ καὶ τὰ ἄλλα στοιχεῖα, καὶ ἐν ἑκάστῳ μονάδες εἰσὶ καὶ ἑπτάδες περιληπτικαὶ τῶν ἐν αὐτοῖς διακόσμων καὶ τῶν πληρωμάτων, τῶν τε ἐμπυρίων καὶ τῶν ἀερίων καὶ τῶν ἐνυδρίων. ταύτας οὖν ἁπάσας τὰς μονάδας καὶ τὰς ἑβδομάδας οἱ κύκλοι κατʼ αἰτίαν προειλήφασι τῆς ψυχῆς, τὰς μὲν ὁ ταὐτοῦ, τὰς δὲ ὁ θατέρου. καὶ τοῦτο δοκεῖ μὲν καὶ τοῖς ἐπιστημονικωτάτοις τῶν πώποτε θεολόγων. συγχωρήσειε δʼ ἂν καὶ Πλάτων καὶ ἀπὸ τῆς ἀπλανοῦς καὶ ἀπὸ τῆς πλανωμένης διατείνειν τὰς σειρὰς μέχρι τῶν χθονίων, εἴτε θείας εἴτε δαιμονίας εἴτε μερικῶν ψυχῶν, ὅπου γε καὶ τῶν ἀπολύτων ἡγεμόνων τῶν δώδεκα τὰς σειρὰς ἄνωθεν καθήκειν ἐθέλει μέχρι τῶν ἐσχάτων· καὶ γὰρ δεῖ ταῖς κυριωτέραις περιόδοις ἕπεσθαι τὰς ἀκυροτέρας καὶ μιμεῖσθαι τὰς οὐρανίας ἑκάστας τῶν ὑπὸ τὸν οὐρανόν· ὥστε καὶ τούτων ὡς ἀνὰ λόγον ἐκείναις διατεταγμένων οἱ ψυχικοὶ κύκλοι τὰς αἰτίας περιέχουσιν. εἰ δὲ ταῦτα κρατοίη, δηλονότι τοὺς μὲν ἰσοδρόμους φήσομεν πάλιν ἐν μέσῳ τετάχθαι τῶν ὅλων οὐ μόνον ὡς ἀνὰ λόγον ταῖς ἐν προθύροις τοῦ ἀγαθοῦ μονάσιν, ἀληθείᾳ, κάλλει, συμμετρίᾳ, ἀλλὰ καὶ τρόπον ἄλλον ἢ ὃν πρότερον εἴπομεν τὸν σύνδεσμον κατέχοντας τῶν ὅλων ἵστασθαι κατὰ τὸ ἀναγωγὸν εἰς τὰ πρῶτα τῶν δευτέρων, κατὰ τὸ ἐκφαντικὸν τῶν πρώτων εἰς τὰ δεύτερα, κατὰ τὸ συνδετικὸν ἀμφοῖν ὁμοίως. τῶν δὲ λοιπῶν γῆν μὲν καὶ τὴν ἀπλανῆ τοῖς συνοχεῦσιν, Οὐρανῷ καὶ Γῇ, ὕδωρ δὲ καὶ Κρόνον Ῥέᾳ καὶ Κρόνῳ, ἀέρα δὲ καὶ Δία Διὶ καὶ Ἥρᾳ· Σελήνην δὲ καὶ Ἄρεα μετὰ τούτους οὐκ ἂν ἄπο τρόπου λέγοιμεν τάξιν ἔχειν, τὸν μὲν διακριτικὴν τῶν πρώτων καὶ ἠρρενωμένων ἀπὸ τῶν μέσων, τὴν δὲ διοριστικὴν τῶν τρίτων καὶ οἷον τεθηλυσμένων ἀπὸ τῶν αὐτῶν· ἐν δὲ τοῖς μέσοις ἄκρα μὲν εἶναι τὸ ἀναγωγὸν καὶ τὸ ἐκφαντικόν, μέσον δὲ τὸ τοῖς ἐρωτικοῖς δεσμοῖς πάντα συνέχον. δηλοῦσι δὲ καὶ οἱ θεολόγοι, τὸν μὲν καλοῦντες ἄγγελον θεῶν, τὸν δὲ ἀνόδου πύλην, τὴν δὲ ἀμφοῖν ἐν μέσῳ φιλίαν τοῦ παντός, μέσην οὖσαν, εἴτε πρὸ αὐτῆς Ἥλιος καὶ μετʼ αὐτὴν ὁ Ἑρμῆς, εἴτε ἔμπαλιν. καὶ ἴσως εἶεν ἂν ἰσόδρομοι καθόσον εἰς ἓν βλέπουσι πάντες, τὸν τῶν ὅλων σύνδεσμον, καὶ αἱ ἐνέργειαι αὐτῶν τέλος ἔχουσι ταὐτόν, συνερείδειν τὰ πάντα πρὸς τὴν μίαν ἕνωσιν, ὥστε τὸ πᾶν συμπεπληρῶσθαι τοῖς οἰκείοις αἰτίοις. πάντʼ οὖν ἐστιν ἐν αὐτῇ κατὰ τὴν ἑνιαίαν περιοχήν· οἱ γὰρ ὀκτὼ κύκλοι δυνάμεις εἰσὶν ἡνωμένως περιέχουσαι τὰ διῃρημένως ἐν τοῖς αἰσθητοῖς ὑπάρχοντα κατʼ οὐρανόν τε καὶ ἐν ἑκάστῳ τῶν στοιχείων. οὕτω μὲν οὖν περὶ πάντων ὡς συλλήβδην εἰπεῖν τῶν κύκλων ῥητέον. Πάλιν δὲ αὐτὸν καθʼ αὑτὸν τὸν θατέρου σκοπούμενοι τὴν μὲν εἰς ἓξ διαίρεσιν οἰκειοτάτην εἶναι τῇ ψυχῇ φήσομεν· ἔστι γὰρ ἑξάς, ὡς μὲν ὁ τῶν Πυθαγορείων λόγος, ἀνὰ λόγον ταττόντων σημείῳ μὲν μονάδα, γραμμῇ δὲ δυάδα, τῷ δὲ ἐπιπέδῳ τριάδα, τῷ δὲ σώματι τετράδα, τῷ δὲ πεποιωμένῳ τὴν πεντάδα, τῷ δὲ ἐψυχωμένῳ τὴν ἑξάδα, τῷ δὲ νοερῷ τὴν ἑπτάδα· τὸν δὲ τῶν ἑπτὰ κύκλων ἀριθμὸν πῶς οὐκ οἰκεῖον εἶναι τῇ ψυχῇ φήσομεν, ἀπὸ τῆς ζῳογόνου παρηγμένῃ θεᾶς, ἣ καὶ μονὰς ἦν καὶ δυὰς καὶ ἑπτάς, περιέχουσα πάσας ἐν ἑαυτῇ τὰς Τιτανίδας; ἔτι δὲ καὶ κατʼ ἄλλον τρόπον· ἡ γὰρ ἑπτὰς καιροφυής ἐστιν ἀριθμὸς καὶ τελεσιουργὸς τῶν περιόδων καὶ ἀποκαταστατικός. οἰκείως οὖν ἔχει καὶ ταύτῃ πρὸς τὴν ψυχὴν τὴν πάντα παράγουσαν καὶ κατευθύνουσαν ταῖς ἑαυτῆς κινήσεσιν. εἰ δὲ καὶ τοῦτο, δηλονότι δυνάμεις οἵδε εἰσὶν οἱ κύκλοι τῆς ψυχῆς γνωστικαί τε καὶ πολλῷ πρότερον ζωτικαὶ τῆς ψυχῆς, τετραδικαί τε καὶ τριαδικαί· πάντων γάρ εἰσι τῶν αἰσθητῶν περιληπτικαὶ κατʼ ἄμφω, καὶ πᾶσαν τὴν ἐν αὐτοῖς ὁμοιότητα διὰ τῆς τριάδος καὶ ἀνομοιότητα διὰ τῆς τετράδος γιγνώσκουσι καὶ πᾶσαν τὴν ποικιλίαν τά τε γένη τὰ ἐν αὐτοῖς πάντα, καὶ εἴ τινος ἀληθείας ἐν τῷ ὁπωσοῦν εἶναι μέτεστιν αὐτοῖς ἢ συμμετρίας ἢ κάλλους ἀπὸ τῶν ὄντως ὄντων. καὶ μὴν καὶ τὸ ἐν ἑκάστῳ τῶν κύκλων εἶναι τοὺς ἑπτὰ τούτους ὅρους τοὺς γεωμετρικοὺς ἑπταπλασιάζει τοὺς λόγους, τοῦτο δὲ τῆς αὐτοκινησίας ἐστὶ γνώρισμα τῆς ψυχικῆς· αὕτη γὰρ ἑαυτὴν γεννᾷ καὶ πολλαπλασιάζει καὶ ἅμα ἑπτάς τέ ἐστι καὶ ὁ ἀπὸ τῆς ἑπτάδος ἀριθμός. ἔτι δὲ τὸ κατὰ τἀναντία ἀλλήλοις πορεύεσθαι τοὺς κύκλους τοὺς ψυχικοὺς δηλοῖ τὸ πανταχοῦ προϊέναι τὰς δυνάμεις ταύτας καὶ πάντων εἶναι γονίμους καὶ αἰτίας τῆς πανταχοῦ μεριζομένης ἑτερότητος καὶ αὐτῶν τῶν περὶ τὴν γένεσιν ἐναντιώσεων· ἔστι γὰρ τὰ ἐναντία καὶ ἐν ψυχῇ καὶ ἐν οὐρανῷ καὶ ἐν ὕλῃ, ἀλλʼ ἐκ μὲν τῶν ἐνύλων ἐναντίων ἡ γένεσις, διὰ δὲ τῶν οὐρανίων, ἀπὸ δὲ τῶν ψυχικῶν λόγων ὑφέστηκεν· ἔχει γὰρ τὰ μὲν τὸν ἐξ ὧν, τὰ δὲ τὸν διʼ ὧν, τὰ δὲ τὸν ἀφʼ ὧν λόγον ἐν ταῖς ἀπογεννήσεσι. καὶ μὴν καὶ ἡ ὁμοιότης τῶν τριῶν καὶ ἡ ἀνομοιότης τῶν τεττάρων οἰκείως εἴληπται τοῖς ἀριθμοῖς· ἔστι γὰρ τελεσιουργὸς μὲν ἡ τριὰς καὶ ἐπιστρεπτικὴ πρὸς ταὐτὸν εἶδος, γόνιμος δὲ ἡ τετρὰς καὶ αἰτία τοῦ ὅλου πλήθους· πάντως ἄρα οἱ ἀριθμοὶ πάντες εἰσὶ τῇ οὐσίᾳ τῆς ψυχῆς, μονάς, δυάς, τριάς, τετράς, πεντάς, ἑξάς, ἑπτάς, καὶ ἐπὶ πᾶσιν ὁ ἀπὸ τῆς ἑπτάδος τετράγωνος, καὶ οὗτοι πάντες εἰς ἑπτάδα τελοῦσι. πανταχόθεν ἄρα ἑβδοματική τίς ἐστιν ἡ οὐσία τῆς ψυχῆς, καὶ ὁ μὲν ταὐτοῦ κύκλος μονάς, ὁ δὲ θατέρου, καθάπερ εἴπομεν, ἑπτάς· ὃ μὲν γὰρ νοῦς ἐστι κινούμενος, ὃ δὲ τὸ κατὰ νόον φῶς, ὥσπερ δὴ καὶ ἡ ἑπτὰς κατὰ τοὺς Πυθαγορείους, καὶ ὃ μὲν ἀμέριστος, ἀνὰ λόγον τῷ νῷ, καίτοι καὶ αὐτὸς ἐκ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς οὐσίας ἐστίν, ἀλλʼ ἐν αὐτῷ κρατεῖ τὸ ἀμέριστον, καθάπερ ἡ ταυτότης· ὃ δὲ μεριστός· κρατεῖ γὰρ ἐν αὐτῷ ἡ ἑτερότης. διόπερ ὃ μέν ἐστι μοναδικός, ὃ δὲ ἑβδομαδικός, οὐ μόνον ὅτι διὰ τὴν πρὸς τὴν ζῳογόνον θεὸν ὁμοίωσιν ἡ ἑπτὰς προσήκει τῇ οὐσίᾳ τῆς ψυχῆς· καὶ γὰρ ἐκείνη μονάς ἐστι δύο περιεκτικὴ τριάδων, ἃς ἐν αὑτῇ περιείληφεν· ἀλλὰ καὶ διότι τὸ πρώτως τῆς ψυχῆς μεριζόμενον τὴν εἰς ἑπτὰ διαίρεσιν ὑπέμεινεν, ὡς ἔμπροσθεν δῆλον γέγονε· τὰ γὰρ ἀπὸ μιᾶς καὶ ἀμερίστου μεριζόμενα δυνάμεως ἑβδομαδικὸν ἔσχε τὸν πρῶτον ἀριθμόν. ἔστι δὲ καὶ ὁ ἀπὸ τῆς ἑπτάδος ἀριθμὸς προσήκων ταῖς διαιρετικαῖς δυνάμεσιν, ὥσπερ δὴ καὶ ἡ ἑπτάς· ἀλλʼ αὕτη μὲν ταῖς ὑπερκοσμίοις, ἐκεῖνος δὲ ταῖς ἐγκοσμίοις. εἰ δὲ δεῖ καὶ σύμπασαν τὴν τῆς ψυχῆς σύστασιν εἰς τὰς θείας ἀναπέμπειν τάξεις—εἰκόνας γὰρ ἔχει πασῶν—ληπτέον τὴν ἀρχὴν ἀπʼ αὐτῶν τῶν πρώτων περὶ αὐτῆς λόγων, ἐν οἷς ἔλεγε δεδημιουργῆσθαι τὴν ψυχὴν οὐχ ὡς ἡμεῖς φαμεν, νεωτέραν τοῦ σώματος, ἀλλὰ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν, ὡς δεσπότιν καὶ ἄρξουσαν· ἐκεῖθεν γὰρ ὡρμήθη λέγειν περὶ αὐτῆς ὁ Τίμαιος, τὰ πρεσβεῖα δοὺς αὐτῇ πρὸς τὴν γένεσιν τῆς σωματικῆς ὅλης συστάσεως. λεκτέον δὴ οὖν ἀνάγεσθαι τὴν πρόοδον αὐτῆς ὡς μὲν ἄρχουσαν καὶ δεσπότιν εἰς τὴν πάντων ἀρχήν, ὡς δὲ τριπλεκῆ καὶ ἅμα ἡνωμένην ὑπόστασιν λαχοῦσαν εἰς τὴν ἀκρότητα τῶν νοητῶν ἀναπέμψομεν, καὶ ὡς ἐξ οὐσίας καὶ ταὐτοῦ καὶ θατέρου γενομένην εἰς πᾶν τὸ νοητὸν ὄντως πλάτος, οὗ τὸ μὲν ἄκρον ἡ οὐσία κατέχει καὶ τὸ ὄν, τὸ δὲ μέσον ὁ αἰὼν τῆς ἐν ταὐτῷ διαμονῆς πᾶσιν αἴτιος ὤν, τὸ δὲ πέρας τὸ νοητὸν ζῷον ἑτεροιῶσαν ἑαυτὸ ταῖς εἰς τὰ νοητὰ ζῷα προόδοις, ἐπεὶ καὶ τὸ ὅλον ἐκεῖ τὸ ἐξ ἀνομοίων μερῶν, ὡς ὁ Παρμενίδης διδάσκει· τοιοῦτον δὲ καὶ τὸ τριπλεκὲς ὅλον τοῦτο στοιχείων ἀνομοίων φύραμα γεγονός. ὡς δὲ ἀριθμὸν αὐτόγονον καὶ νοητὸν εἰς τὴν ἀκρότητα τῶν νοητῶν καὶ νοερῶν διακόσμων· ἐκεῖ γὰρ ὁ πρῶτος ἀριθμὸς μετὰ τῆς ἑτερότητος, ἐπεὶ καὶ πρώτην ἐκείνην τὴν τάξιν, ὡς οἱ θεολόγοι φασί, τεθεάμεθα σειρῶν οὖσαν αἰτίαν κατʼ ἀριθμὸν διῃρημένων. ἐκεῖ δὲ καὶ ὁ Παρμενίδης τὸν ὅλον ὑπέστησεν ἀριθμὸν καὶ ἐκεῖθεν πάντα τὰ ὄντα ἐξέφηνεν. ὡς δὲ ἐκ τῶν τριῶν μεσοτήτων συγκειμένην καὶ ὅλον οὖσαν ἐκ μερῶν ὁμοίων—πάντα γὰρ ἐκ τῶν τριῶν ἐστι στοιχείων—εἰς τὴν ὁλότητα τὴν νοερὰν τὴν συνεκτικὴν τῶν τε ὅλων καὶ τῶν μερῶν· αἱ γὰρ τρεῖς μεσότητες ἀπʼ ἐκείνων ἐφήκουσι τῶν συνεκτικῶν θεῶν, ἣ μὲν ἀπὸ τοῦ πρώτου τοῦ περιέχοντος τοὺς λοιποὺς καὶ καθʼ ἕνα λόγον πάντα συνάγοντος εἰς ἕνα κόσμον καὶ μίαν ἕνωσιν, ἣ δὲ ἀπὸ τοῦ δευτέρου τοῦ τοῖς μὲν ἄλλην, τοῖς δὲ ἄλλην ἐνδιδόντος σύνδεσιν, μείζοσι μὲν μείζονα, ἐλάσσοσι δὲ ἐλάσσονα, ἣ δὲ ἀπὸ τοῦ τρίτου τοῦ τοῖς τρίτοις ἐλλάμποντος ἀφʼ ἑαυτοῦ κοινωνίαν, παρʼ οἷς τὰ μὲν ἐλάττονα κατὰ τὸν ὄγκον ἥνωται μᾶλλον, τὰ δὲ μείζονα ἐλασσόνως· τοῦτο δὴ τὸ τῆς ἀριθμητικῆς μεσότητος ἐξαίρετον. ὡς δὲ ἰδέαν ἔχουσαν τοιάνδε καὶ διασχημάτισιν καὶ εὐθείᾳ προόδῳ καὶ ἐπιστροφῇ κυκλικῇ χρωμένην, καθʼ ἣν προείπομεν αἰτίαν, εἰς τὴν τοῦ νοεροῦ σχήματος τριάδα· τὸ γὰρ εὐθὺ πρῶτον ἐκεῖ καὶ τὸ περιφερές, διὸ καὶ ἐν τῇ ἰδέᾳ τῆς ψυχῆς γραμμαί τε παρελαμβάνοντο καὶ κύκλοι μετʼ ἀλλήλων τε καὶ χωρίς. ὡς δὲ δυνάμεις ὑποδεξαμένην μοναδικάς τε καὶ ἑβδομαδικὰς εἰς τὴν ἑβδομάδα τὴν νοεράν, ὡς δὲ μέσην τῶν τε αἰσθητῶν καὶ νοητῶν καὶ ὡς ἀφομοιοῦσαν τὰ αἰσθητὰ τοῖς νοητοῖς εἰς τὴν ἡγεμονικὴν σειράν· αὕτη γάρ ἐστιν ἀφομοιωτικὴ τῶν δευτέρων πρὸς τὰς ἑνιαίας ἀκρότητας. ὡς δὲ ἐνεργοῦσαν ἐνεργείας διττάς, τὰς μὲν προστάτιδας τῶν αἰσθητῶν, τὰς δὲ τῶν νοητῶν ἀντεχομένας, πρὸς τοὺς ἀπολύτους, οἳ καὶ ἅπτονται καὶ οὐχ ἅπτονται τοῦ παντός. ταῦτα μὲν οὖν διὰ βραχέων εἰρημένα τοὺς παρηκολουθηκότας ὑπομνήσει τοῖς τοῦ καθηγεμόνος ἡμῶν συγγράμμασιν, ἐν οἷς περὶ τούτων ἐκφαίνει τὰ ἀπόρρητα τοῦ Πλάτωνος ὄντως νοήματα. θαυμάζω δὲ ἔγωγε τῶν Πλατωνικῶν ὅσοι τε τὴν ψυχὴν κατὰ μόρια διαιρεῖσθαι νομίζουσιν εἰς τὰς οὐρανίας ψυχάς, τήν τε μίαν καὶ τὰς ἑπτά — ποῦ γὰρ δυνατὸν ἐπὶ τῶν ἀσωμάτων τοιαύτην γίνεσθαι διαίρεσιν, ἀφανίζουσαν τὸ ὅλον; ἴδιος γὰρ τῶν μεριστῶν ὄγκων ὁ τοιοῦτος μερισμός — καὶ ὅσοι παντελῶς ὑπερουρανίους εἶναι νομίζουσι ταύτας τὰς ψυχάς, τοῦ Πλάτωνος εὐθὺς ἐν τοῖς ἐχομένοις ὡς περὶ μιᾶς τε ψυχῆς τῆς εἰρημένης πάσης καὶ ἐγκοσμίου γε ταύτης ἐνδειξομένου. διόπερ ἄμεινον ἡγοῦμαι παρὰ μὲν τούτων ἐκεῖνο λαβεῖν ὡς ἀρχήν, ὅτι δεῖ τὸ ὅλον μένειν ἐν ταῖς διαιρέσεσι, παρὰ δὲ ἐκείνων τὸ περὶ ἐγκοσμίων εἶναι ψυχώσεων τὸν λόγον, καὶ λαβόντας εἰπεῖν, ὅτι δὴ ἡ μία ψυχὴ τοῦ κόσμου καὶ ἀδιαίρετός ἐστι καὶ διῄρηται κατὰ τάσδε τὰς δυνάμεις, πρώτην μὲν δυάδα, δευτέραν δὲ τριάδα καὶ τετράδα, τρίτην δὲ ἑβδομάδα· κατὰ γὰρ τοὺς ἀριθμοὺς τούτους ἡ διαίρεσις γέγονεν αὐτῆς. καὶ ταῦτα μὲν ὁ παρʼ ἡμῶν λόγος. Θεόδωρος δὲ ὁ ἐκ τῆς Ἀσίνης φιλόσοφος, τῶν Νουμηνείων λόγων ἐμφορηθείς, καινοπρεπέστερον τοὺς περὶ τῆς ψυχογονίας διέθηκε λόγους, ἀπὸ τῶν γραμμάτων καὶ τῶν χαρακτήρων καὶ τῶν ἀριθμῶν ποιούμενος τὰς ἐπιβολάς. ἵνα οὖν καὶ τὰ τούτῳ δοκοῦντα συντόμως ἔχωμεν ἀναγεγραμμένα, φέρε, καθʼ ἕκαστον ὧν λέγει, ποιησώμεθα σύνοψιν ἐν κεφαλαίοις. τὸ μὲν οὖν πρῶτον ἄρρητον αὐτῷ καὶ ἀνεκλάλητον καὶ πηγὴ τῶν πάντων καὶ τῆς ἀγαθότητος αἴτιον καλῶς ἀνύμνηται. μετὰ δὲ τοῦτο τὸ οὕτως ἐξῃρημένον τῶν ὅλων τριάς ἐστιν ἡ τὸ νοητὸν αὐτῷ πλάτος ὁρίζουσα, ἣν καλεῖ τὸ ἕν, ἔκ τε τοῦ ἄσθματος οὖσαν τοῦ ἀρρήτου πως ὄντος, ὃ μιμεῖται ἡ δασεῖα τοῦ ἕν, καὶ ἐκ τῆς ἁψῖδος αὐτοῦ τοῦ ε μόνου, χωρὶς τοῦ συμφώνου, καὶ αὐτοῦ ἤδη τοῦ ν. ἄλλη δὲ μετὰ ταύτην τριὰς ὁρίζει τὸ νοερὸν βάθος καὶ ἄλλη τὸ δημιουργικόν· ἣ μὲν γάρ ἐστι τὸ εἶναι πρὸ τοῦ ὄντος, τὸ νοεῖν πρὸ τοῦ νοῦ, τὸ ζῆν πρὸ τῆς ζωῆς. ἡ δὲ δημιουργικὴ τριὰς μετὰ ταύτας ἐστί, πρῶτον μὲν ἔχουσα τὸ ὄν, δεύτερον δὲ τὸν νοῦν, τρίτον δὲ τὴν πηγὴν τῶν ψυχῶν, ἀπὸ δὲ ταύτης τῆς τριάδος ἄλλη τριάς, ἡ αὐτοψυχὴ καὶ ἡ καθόλου καὶ ἡ τοῦ παντός, περὶ ὧν τῆς διαιρέσεως καὶ ἔμπροσθεν εἴπομεν, ὧν ἑκάστη προῆλθε μὲν ἀπὸ πάσης τῆς δημιουργικῆς τριάδος, ἀλλὰ μᾶλλον ἣ μὲν ἀπὸ τοῦ ὄντος, ἣ δὲ ἀπὸ τοῦ νοῦ, ἣ δὲ ἀπὸ τῆς πηγαίας ψυχῆς. περὶ δὴ ταύτης τῆς τοῦ παντὸς ψυχῆς τῷ Πλάτωνι προκεῖσθαι λέγειν, μᾶλλον δὲ περὶ τῆς ἁπλῶς ψυχῆς τῆς ἀπὸ τῆς πηγῆς τῶν ψυχῶν καὶ περὶ τῆς καθόλου καὶ τῆς τοῦ παντὸς καὶ περὶ αὐτῆς τῆς πηγῆς· εἶναι γὰρ πάντα ἐν πᾶσιν, εἰ καὶ ὅπου μὲν ἄλλως, ὅπου δὲ ἄλλως, καὶ ἐν μὲν τῇ πρὸ τῆς τριάδος ψυχῇ καθʼ ἕνωσιν, ἐν δὲ τῇ ἁπλῶς καθʼ ὁλότητα τὴν πρὸ τῶν μερῶν, ἐν δὲ τῇ καθόλου κατὰ τὴν ἐκ τῶν μερῶν ὁλότητα, καὶ ἐν τῇ τρίτῃ κατὰ τὴν ἐν τοῖς μέρεσιν, ὡς τοῦ Πλάτωνος περὶ πασῶν διαταττομένου τούτων καὶ δέοντος εἰς πάσας ἀνάγειν τοὺς λόγους ἅπαντας, μηδὲ τὴν διαφορὰν αὐτῶν παριέντας. καὶ πρῶτον διʼ ἣν αἰτίαν ἐκ τριῶν ἐστι μεσοτήτων, οἴεται δεῖν λέγειν. καὶ δὴ καί φησιν, ὅτι τὸ μὲν ὅλον γεωμετρικός ἐστιν ἡ ψυχὴ λόγος, ὑποστὰς ἔκ τε τοῦ πρώτου θεοῦ τοῦ κατὰ τὸ ὂν καὶ τοῦ δευτέρου τοῦ κατὰ τὸν νοῦν· αὗται γὰρ αἱ δύο οὐσίαι, ἡ ἀμέριστος καὶ ἡ μεριστή· τελοῦσι δὲ εἰς αὐτὸν ὅ τε ἀριθμητικὸς λόγος εἰκόνα φέρων τῆς πρώτης οὐσίας καὶ ὁ ἁρμονικὸς τῆς δευτέρας· ὃ μὲν γάρ ἐστι μοναδικός, ἀδιάστατος ὤν, ὃ δὲ διεστὼς μέν, ἀλλὰ ἁρμονικῶς. ἔπειθʼ, ὅτι ἀπὸ μὲν τῆς τετράδος τῶν στοιχείων δείκνυται οὖσα τετράς, καὶ ὁ σύμπας ἀριθμὸς γεωμετρικὸς ἂν εἴη τις ἀριθμός. ἵνα δὲ μὴ ἄζων τοῦτον ὑπολάβῃς τὸν ἀριθμόν, ἐν τοῖς ἄκροις γράμμασιν εὑρήσεις τὸ ζῆν, ἀντὶ τῆς τρίτης ἑπτάδος τὴν πρώτην λαβών. μᾶλλον δὲ ἐκθέμενος τοὺς πυθμένας τοῦ πρώτου γράμματος ἐφεξῆς αὐτῷ ζωὴν νοερὰν οὖσαν θεάσῃ τὴν ψυχήν· οἷον ζ ο ψ· μέσος δὲ ὁ κύκλος, ὁ νοερὸς ὤν, ὅτι νοῦς αἴτιος τῆς ψυχῆς. καὶ ὁ μὲν ἐλάχιστος γεωμετρικὸν αὐτὴν ἀποφαίνει τινὰ νοῦν διὰ τῆς τῶν παραλλήλων συναφῆς καὶ τῆς διαμετρικῆς εὐθείας, ἄνω τε μένοντα καὶ ἐπὶ τἀναντία χωροῦντα καὶ ἀπλαγίαστον ἅμα καὶ πεπλαγιασμένον ζωῆς εἶδος ἐπιδεικνύμενον. ὁ δὲ μέγιστος στοιχεῖόν ἐστι σφαίρας· κατακαμφθεῖσαι γοῦν αἱ γραμμαὶ τὴν σφαῖραν ποιήσουσιν.

`2.277–2.279`

ἐπὶ δὲ τούτῳ τοῦ ἑξῆς γράμματος οἱ πυθμένες, δ μ υ, τρεῖς τε ὄντες πάλιν καὶ τετραδικοὶ καὶ διὰ τοῦτο τὸν δώδεκα γεννῶντες, τὰς δώδεκα σφαίρας ἀποτελοῦσι τοῦ παντός. αὐτὸς δὲ ὁ μέγιστος τῶν πυθμένων δείκνυσι τὴν οὐσίαν αὐτῆς δυοῖν τινων ὀρεγομένην καὶ πρὸς δύο πράγματα ἀνατεινομένην· διὸ καὶ τοῦτο τὸ γράμμα τινὲς καλοῦσι φιλόσοφον·  <span class="gap">…</span> αὐτὴν δὲ εἰς τὸ κάτω ῥυεῖσαν ἀμφοτέρων. οὕτω γοῦν εὕρομεν αὐτὸ καὶ ἡμεῖς τὸ υ παρά τισι τῶν περιττῶν ὀνομαζόμενον, μεταξύ τέ ἐστι δύο σφαιρῶν, τοῦ τε ψ καὶ τοῦ χ, τούτου μὲν θερμοτέρου διὰ τὸ πνεῦμα καὶ ζωτικωτέρου μᾶλλον ὄντος, ἐκείνου δὲ ἧττον ἑκάτερον ἔχοντος· ὥστε πάλιν δύο νόων ἐστὶ μεσότης, τοῦ μὲν προτέρου, τοῦ δὲ ὑστέρου, καὶ ὁ μέσος χαρακτὴρ τὴν πρὸς ἑκάτερον αὐτῆς οἰκειότητα καὶ σχέσιν δηλοῖ. μᾶλλον μὴν ὁ Πλάτων τὸ χ τῇ ψυχῇ δέδωκε, καίτοι καὶ τοῦ ψ στοιχείου σφαίρας ὄντος, ἵνα τὸ ἰσορρεπὲς ἐνδείξηται τῆς κινήσεως αὐτῆς, πασῶν τῶν εὐθειῶν ἴσων οὐσῶν ἐν τῷ χ, καὶ οὕτω τὸ αὐτοκίνητον γνώριμον ποιήσῃ τῆς ψυχῆς. εἰ δὲ αὐτῷ τῷ εἶναι παράγει τὴν ψυχὴν ὁ δημιουργός, δῆλον, ὅτι καὶ αὐτὸς ἐν ἀναλογίᾳ τέτακται τοῦ χ· τοῦτο γάρ ἐστιν ὁ πρώτιστος νοῦς. διὰ μὲν οὖν τούτων φησίν, ὅτι μέση τίς ἐστιν οὐσία δύο νόων ἡ ψυχὴ προϊοῦσα καὶ ἑαυτὴν παράγουσα. καὶ ταῦτα μὲν οὕτω ληπτέον. διὰ δὲ τοῦ τελευταίου γράμματος, τοῦ η, θεατέον τὴν ἄχρι τοῦ κύβου πρόοδον αὐτῆς. εἰ δὲ διὰ τὴν ἑτερότητα τῆς ζωῆς δυάς ἐστι, διὰ δὲ τὸ τριμερὲς τῆς οὐσίας αὐτῆς τριάς, αὐτόθεν μὲν ἔχει τὸν ἡμιόλιον λόγον, εἰς ἑαυτὴν δὲ εἰσιοῦσα καὶ διὰ τὴν εἴσοδον ταύτην ἐπὶ τὴν τριάδα ποιοῦσα τὴν δυάδα γεννᾷ μὲν τὴν ἑξάδα, συνάπτουσα δὲ τῷ τε ἀμερίστῳ καὶ τῷ τριμερεῖ τὴν ἐν διπλασίῳ διὰ τούτων ἁρμονίαν ὑφίστησι. καὶ ὡς μὲν τριὰς εἰς ἑαυτὴν ἐπιστρέφουσα τὴν ἐννεάδα, ὡς δὲ δυὰς δυαδικῶς εἰς ἑαυτὴν ἰοῦσα τὴν ὀκτάδα πάντως, ἐκ δὲ ἀμφοῖν τὸν ἐπόγδοον λόγον ἀποτελεῖ. καὶ ἡ μὲν κατὰ γραμμὴν ἀπογέννησις τό τε ἀμέριστον αὐτῆς δηλοῖ καὶ τὸ διʼ ὅλου ταυτόν· πᾶν γὰρ μόριον γραμμῆς γραμμή· καὶ τὸ πάντας εἶναι πανταχοῦ τοὺς λόγους· ἡ δὲ κατὰ δύο σχίσις ὅτι δυαδικόν ἐστι τὸ εἶδος αὐτῆς ἐπιδείκνυσι. καὶ ἡ μὲν ὁλότης αὐτῆς ἡ ἀδιαίρετος εἰκών ἐστι τοῦ πρώτου νοῦ, ἡ δὲ ἄσχιστος τῶν δύο, ἣν ἐκάλεσε ταὐτοῦ κύκλον, τοῦ δευτέρου· ἡ δὲ εἰς ἓξ σχιζομένη τοῦ τρίτου τοῦ λοιποῦ διηριθμημένου. καὶ ἡ μὲν ὀκτὰς ὡς ἀπὸ δυάδος ἀνεφάνη τῆς ψυχῆς· ἡ δὲ ἑπτάς, ἣ μὲν ἐν μονάσι τὸ πρῶτον ἐνεικονίζεται τῆς ζωῆς εἶδος, ἣ δὲ ἐν δεκάσι τὸ νοερόν, διὰ τὸν κύκλον, ἣ δὲ ἐν ἑκατοντάσι τρίτον κατʼ αὐτὸ λοιπὸν τὸ ἰδίωμα τὸ ψυχικόν. καὶ ἡ μὲν ἀπαρέγκλιτος αὐτῆς σύμφυσις πρὸς τὸ γεννῆσαν ὑπέστησε τὸ ἀπλανές, ἡ δὲ ἔξοδος καὶ ἡ ἀοριστία τὸ πλανώμενον, ἡ δὲ ἐπιστροφὴ μετὰ τὴν πρόοδον τὴν ἀπλανῶς πλανωμένην ζωήν. καὶ ἐπειδὴ τὸ μὲν σχῆμα τῆς ψυχῆς ἐστιν οἷον χ, τὸ δὲ εἶδος δυαδικόν — εἰς δύο γὰρ ἡ σχίσις —, ἡ δὲ δυὰς ἐπὶ τὴν ἑξάδα πρῶτον οὖσαν πυθμένα τοῦ χ τὴν δυωδεκάδα ποιεῖ, λάβοις ἂν καὶ ἀπὸ τούτου τὰς δώδεκα πρώτας ἀρχικὰς ψυχάς. ὁ μὲν οὖν Θεόδωρος τοιαῦτα ἄττα φιλοσοφεῖ περὶ τούτων, ἀπὸ τῶν γραμμάτων καὶ τῶν ἐκφωνήσεων τὰς ἐξηγήσεις ποιούμενος, ὡς ἐκ πολλῶν ὀλίγα παραθέσθαι. Ὁ δέ γε θεῖος Ἰάμβλιχος ἅπασαν τὴν τοιαύτην θεωρίαν ἐπερράπισεν ἐν ταῖς πρὸς τοὺς ἀμφὶ Ἀμέλιον—οὕτω γὰρ ἐπιγράφει τὸ κεφάλαιον—καὶ δὴ καὶ Νουμήνιον ἀντιρρήσεσιν, εἴτε τοῦτον εἰς ἐκείνους ἀναπέμπων εἴτε καὶ ἐκείνοις ἐντυχών που τὰ ὅμοια γράφουσι περὶ τούτων· οὐ γὰρ ἔχω λέγειν. λέγει δʼ οὖν ὁ θεῖος Ἰάμβλιχος πρῶτον μέν, ὡς οὐκ ἔδει διὰ τὸ πλῆθος τῶν γραμμάτων τὴν ψυχὴν ποιεῖν τὸν σύμπαντα ἀριθμὸν ἢ τὸν γεωμετρικὸν ἀριθμόν· καὶ γὰρ τὸ σῶμα ἐκ τῶν ἴσων ἐστὶ γραμμάτων, καὶ αὐτὸ τὸ μὴ ὄν· ἔσται οὖν καὶ τὸ μὴ ὂν ἀριθμὸς ὁ σύμπας· πολλὰ δʼ ἂν καὶ ἄλλα εὕροις ἐκ τῶν ἴσων ὄντα γραμμάτων καὶ αἰσχρὰ καὶ τὰ ἐναντιώτατα ἀλλήλοις, ἃ δὴ πάντα συγχεῖν εἰς ἄλληλα καὶ φύρειν οὐκ ὀρθῶς ἔχει. δεύτερον δέ, ὅτι τὸ ἀπὸ τῶν χαρακτήρων ἐπιχειρεῖν οὐκ ἀσφαλές· θέσει γάρ ἐστι ταῦτα, καὶ τὸ μὲν ἀρχαῖον ἄλλος ἦν ὁ τύπος, νῦν δὲ ἄλλος· αὐτίκα τὸ ζ, ἐφʼ οὗ πεποίηται τὸν λόγον ἐκεῖνος, οὔτε παραλλήλους εἶχε τὰς ἀπεναντίον πάντως οὔτε τὴν μέσην λοξήν, ἀλλὰ πρὸς ὀρθάς, ὡς καὶ ἀπὸ τῶν στηλῶν ἐστι τῶν ἀρχαίων καταφανές. τρίτον τὸ εἰς τοὺς πυθμένας ἀναλύειν καὶ περὶ ἐκείνους διατρίβειν ἀπʼ ἄλλων ἀριθμῶν εἰς ἄλλους μεθίστησι τὴν θεωρίαν· οὐ γὰρ ταὐτόν ἐστιν ἡ ἐν μονάσιν ἑπτὰς καὶ ἡ ἐν δεκάσι καὶ ἡ ἐν ἑκατοντάσι. ταύτης οὖν ἐν τῷ ὀνόματι τῆς ψυχῆς οὔσης τί ἔδει παρεισκυκλεῖν τὸν περὶ τῶν πυθμένων λόγον; οὕτω γὰρ ἂν πάντα εἰς πάντας ἀριθμοὺς μεταβάλλοιμεν διαιροῦντες ἢ συντιθέντες ἢ πολλαπλασιάζοντες. καθόλου μὲν οὖν ταῦτα. διελέγχει δὲ καὶ ἑκάστην ἀπόδοσιν ὡς ἐσκευωρημένην καὶ οὐδὲν ἔχουσαν ὑγιές. καὶ ὅτῳ φίλον πάντων τὴν σαθρότητα κατανοῆσαι, ῥᾴδιον παραθεμένῳ τὸ βιβλίον ἀναλέγεσθαι τὰς οἰκείας ἀντιλογίας πρὸς ἕκαστον ἀπὸ τῶν γεγραμμένων. ἡμῖν δὲ ἱστορίας ἕνεκα τούτων ἐφαψαμένοις ἀκόλουθόν ἐστι τῶν ἐχομένων τοῦ Πλάτωνος δογμάτων ποιεῖσθαι τὴν ἐξήγησιν· ἐπεὶ καὶ τὰς Ἀριστοτέλους ἀντιρρήσεις εἰδὼς τὰς πρὸς τὴν ψυχογονίαν γεγραμμένας καὶ τὰς τῶν Πλατωνικῶν πρὸς αὐτὰς ἐπενηνεγμένας λύσεις οὐδὲν ἡγοῦμαι δεῖν περιεργάζεσθαι πλέον, ἄλλως τε καὶ πάντη παρελκούσης τῆς ἀντιλογίας· οὐ γὰρ ὡς μέγεθος ἡ ψυχὴ κύκλος ἐστίν, οὐδὲ ἔδει ταύτην ἐλέγξαντα τὴν ὑπόθεσιν οἴεσθαι καθάπτεσθαι τῆς Πλατωνικῆς θεωρίας. διὸ δὴ ταῦτα μὲν παρήσειν μοι δοκῶ· καὶ γὰρ βίβλον ἰδίᾳ ἐκδεδωκὼς οἶδα τῶν πρὸς τὸν Τίμαιον Ἀριστοτέλους ἀντιρρήσεων ἐπισκέψεις ποιουμένην, ἐν ᾗ καὶ περὶ τούτων οὐκ ὀλίγα πεπραγμάτευται δεικνύντα μήτε μέγεθος αὐτὸν ὀρθῶς ἐπὶ τὴν ψυχὴν ἀναπέμποντα κατὰ τὸν Τίμαιον καὶ ἐντεῦθεν ἀποδεικνύντα μὴ δυναμένην αὐτὴν τῷ μεγέθει μεριστῷ ὄντι νοεῖν τὰ νοητὰ ἀμερῆ ὄντα, καθάπερ οὐδὲ τὸ ἀμερὲς ἐφαρμόσαι τῷ μεριστῷ δυνατόν, μήτε τὰς τοῦ οὐρανοῦ κινήσεις τῆς ψυχῆς οὔσας κινήσεις, ἀλλὰ ἀπʼ αὐτῆς ὑφισταμένας κατὰ τὴν τοῦ Τιμαίου παράδοσιν, μήτε τὸ αὐτὸ πολλάκις νοεῖν τῷ αὐτῷ ἀδύνατον ὄν, ἀλλὰ καὶ ἀναγκαῖον ἐπὶ τῶν μεταβατικῶν νοήσεων, εἴπερ τά τε νοητὰ πεπέρασται, καὶ κύκλῳ ἡ νόησις· ταῦτα δʼ οὖν παρήσειν μοι δοκῶ νυνὶ διὰ πλειόνων ἐν ἐκείνῃ τῇ βίβλῳ πεπραγματευμένα, τῶν δὲ ἑξῆς τοῦ Πλάτωνος ἁψάμενος αὐτοῖς τοῖς τοῦ φιλοσόφου ῥήμασιν προσέχων ἅ μοι δοκεῖ Πλάτων περὶ τῶν πραγμάτων ἐνδείκνυσθαι, παραδώσειν.

Ἐπεὶ δὲ κατὰ νοῦν τῷ συνιστάντι πᾶσα ἡ τῆς ψυχῆς σύστασις ἐγεγένητο, μετὰ τοῦτο πᾶν τὸ σωματοειδὲς ἐντὸς αὐτῆς ἐτεκταίνετο.

`2.280–2.282`

Πρῶτον ἦν κεφάλαιον, ὡς προείρηται, τῶν περὶ ψυχῆς λόγων τὸ περὶ τῆς ὑπάρξεως αὐτῆς, δεύτερον τὸ περὶ τῆς ἁρμονίας, τρίτον τὸ περὶ τοῦ σχήματος, τέταρτον τὸ περὶ δυνάμεων, πέμπτον τὸ περὶ ἐνεργειῶν. τὰ μὲν οὖν ἄλλα πάντα τελεώτατα ἀνεδίδαξεν ὁ φιλόσοφος, τελευταῖον δὲ ἦν τοῦτο τὸ περὶ τῶν ἐνεργειῶν, ὃ δὴ προστίθησιν ἐν τούτοις. ἀλλʼ ἐπειδὴ διττόν ἐστιν ἐνεργείας εἶδος ἐν ψυχῇ, τό τε γνωστικὸν λέγω καὶ τὸ κινητικόν, ἰδίᾳ μὲν περὶ τῆς κινητικῆς, ἰδίᾳ δὲ περὶ τῆς γνωστικῆς ποιήσεται τὸν λόγον, ὅπως τε ἑαυτὴν κινοῦσα καὶ τὰ ἄλλα κινεῖ παραδιδούς, καὶ ὅπως ἑαυτὴν γιγνώσκουσα γιγνώσκει καὶ τὰ πρὸ αὐτῆς καὶ τὰ μετʼ αὐτήν. σκοπὸς μὲν οὖν τῶν ῥηθησομένων λόγων τοιοῦτος. ὅτι δὲ οὔτε περὶ πολλῶν ψυχῶν ἐν τοῖς ἔμπροσθεν ἀνεδίδασκεν, ὡς εἰρήκασιν οἱ λέγοντες τὸ μὲν περὶ τῆς οὐσίας τὴν ἄσχετον αὐτῷ πραγματεύεσθαι, τὸ δὲ περὶ τῆς ἁρμονίας τὴν ἐν σχέσει παρʼ αὐτοῖς καλουμένην, τὸ δὲ περὶ τοῦ σχήματος τὴν ἐν κατατάξει, οὔτε περὶ ὑπερκοσμίων, ὡς ἄλλοι γεγράφασι, μίαν εἰπόντες καὶ ἑπτὰ ὑπερκοσμίας ψυχὰς αὐτὸν παραγαγεῖν, δεδήλωκεν, οἶμαι, διὰ τούτων ἱκανῶς· τὴν γὰρ κατὰ νοῦν τῷ πατρὶ δεδημιουργημένην ψυχὴν τῷ παντὶ συνῆψεν, ἐντὸς αὐτῆς τὸ σωματοειδὲς τεκτηνάμενος. καὶ τοῦτο μὲν καὶ ἐκ τῆς ὅλης προθέσεως δῆλον· περὶ κόσμου γὰρ ἦν ὁ σύμπας λόγος, ἀλλʼ οὐ περὶ ὑπερκοσμίων ἀπογεννήσεων. Ὅρα δέ, ὅπως καὶ ἑκάστην τῶν. λέξεων σὺν ἀκριβείᾳ προστίθησιν ὁ Τίμαιος· τὸ μὲν γὰρ κατὰ νοῦν δηλοῖ τό τε νοῦν εἶναι τὸ παράδειγμα τοῦ παντός — τὸ γὰρ παντελὲς ζῷον νοῦς ἦν νοητός, καθʼ ὃν ὑπέστη τό τε πᾶν τοῦτο καὶ ἡ ψυχὴ τοῦ παντός. καὶ τὸ μηδὲν μάτην μήτε πλέον μήτε ἔλαττον ὑποστῆναι, πάντα δὲ συμπληρωτικὰ τῆς ψυχικῆς οὐσίας, καὶ τὸ πᾶσαν τὴν δημιουργικὴν βούλησιν ὑποδέχεσθαι τὴν οὐσίαν τῆς ψυχῆς· τὰ μὲν γὰρ ἔνυλα διὰ τὴν ὕλην μερίζει τὸ ἀμέριστον εἶδος καὶ ὡς μερικὸν ὑποδέχεται τὸ ὅλον καὶ ὡς διαστατὸν τὸ ἀδιάστατον, ἡ δὲ ψυχὴ πᾶσαν ὑπεδέξατο τὴν δημιουργικὴν ὡς ὁ δημιουργὸς ἐβούλετο ποίησιν. τὸ δὲ τῷ συνιστάντι τὴν καθόλου αὐτῆς ἐνέργειαν· τὸ μὲν γὰρ «τῷ συστάντι» τῆς ἀποπληρώσεώς ἐστι δηλωτικόν, τὸ δὲ τῷ συνιστάντι τῆς ὁμοῦ πάσης ἀεὶ παρούσης ἐνεργείας. τὸ δὲ πᾶσα ἡ τῆς ψυχῆς σύστασις τὸ μηδὲν ἐκπεφευγέναι τὴν δημιουργικὴν τέχνην, ἀλλὰ τῷ εἴδει καὶ τῇ δυνάμει τοῦ δημιουργοῦ πᾶσαν κεκρατῆσθαι τὴν πρόοδον τῆς ψυχῆς. τὸ δὲ μετὰ τοῦτο μὴ χρονικὸν ὑπολάβῃς, ἀλλὰ τάξεως σημαντικόν· ἄλλη γάρ ἐστιν ἡ χωριστὴ ζωὴ τῆς ψυχῆς, καὶ ἄλλη ἡ δευτέρα μετὰ ταύτην ἡ πρὸς τὸ σῶμα κοινωνοῦσα, καὶ προηγεῖται τὰ τελειότερα τῶν ἀτελεστέρων ἐπὶ τῆς θείας οὐσίας. τὸ δὲ ἐντὸς αὐτῆς συμφυὲς ἀποφαίνει τὸ σῶμα τῇ ψυχῇ καὶ ἔγγονον αὐτῆς· εἰ γὰρ ἐν αὐτῇ προῆλθε, κυρία τῆς ὑποστάσεώς ἐστιν αὐτοῦ καὶ περιείληφε πᾶσαν αὐτοῦ τὴν οὐσίαν καὶ συνεργεῖ τῷ δημιουργῷ πρὸς τὴν διακόσμησιν τοῦ σώματος· οὐ γὰρ ὥσπερ αἱ μερικαὶ ψυχαὶ παρʼ ἄλλων πεπλασμένα τὰ σώματα παραδέχονται καὶ διὰ τοῦτο ποτὲ μὲν αὐτῶν κρατοῦσι, ποτὲ δὲ ἀκρατεῖς γίνονται τῶν οἰκείων ὀργάνων, οὕτω καὶ ἡ τοῦ παντός· ἀλλʼ αὐτὴ προελθοῦσα συμπαράγει τῷ πατρὶ τὸν ἑαυτῆς οἶκον, μᾶλλον δὲ τὸ ὄχημα ἑαυτῆς· διὸ καὶ κρατεῖ τοῦ παντὸς ἀϊδίως καὶ ἀπραγμόνως ἐνεργεῖ· πᾶν γὰρ τὸ κατʼ οὐσίαν ποιοῦν ἃ ποιεῖ μετὰ ῥᾳστώνης ποιεῖ. τὸ δὲ ἐτεκταίνετο δηλοῖ μὲν καὶ τὴν διὰ τῶν στερεῶν καὶ ἀντιτύπων προϊοῦσαν τοῦ δημιουργοῦ ποίησιν, δηλοῖ δὲ καὶ τὴν ἔξωθεν ἐπισκευαστὴν διαμόρφωσιν καὶ εἰδοποιίαν τῶν αἰσθητῶν, καὶ μονονουχὶ τοῖς Ἡφαιστείοις ὀργάνοις παραδίδωσιν αὐτὸν χρώμενον, οἷς ἐκεῖνος χαλκεύει τὸν ὅλον οὐρανόν, διαζωγραφῶν τὰ πάντα τοῖς εἴδεσι καὶ τορνεύων τοὺς ὄγκους καὶ σχηματίζων ἑκάστους κατὰ τὸ προσῆκον αὐτοῖς εἶδος. τριττῆς δὲ οὔσης τῆς περὶ τὸ πᾶν δημιουργίας, πρώτης μὲν καθʼ ἣν ἐκ τῶν στοιχείων ἀναλογίᾳ δεθέντων ὅλον ἐξ ὅλων αὐτὸ παρήγαγε, τῆς δὲ δευτέρας καθʼ ἣν ἐκ τῶν ὅλων αὐτὸ σφαιρῶν διεκόσμησεν· ἀδύνατον γὰρ ἐκ τῶν στοιχείων ὂν μὴ διῃρῆσθαι ταῖς σφαίραις· τρίτης δὲ τῆς ἐκ τῶν μερικῶν αὐτὸ συμπληρούσης ζῴων, οὐρανίων, ἀερίων, ἐνυδρίων, χθονίων, ἐν τούτοις τὴν μέσην ἡμῖν ἐξέφηνεν· ὁ γὰρ τεκταινόμενος εἴσω τῆς ψυχῆς πᾶν τὸ σωματοειδὲς τῆς διῃρημένης εἰς τοὺς κύκλους δηλονότι κατὰ τὰς σφαίρας αὐτὸ διαιρῶν τεκταίνεται· τῶν γὰρ κύκλων αἱ σφαῖραι δήπου εἰκόνες, ἃς διαμορφῶν τεκταίνεσθαι λέγεται πᾶν τὸ σωματοειδὲς ἐντὸς τῶν τῆς ψυχῆς κύκλων. ᾧ καὶ δῆλον, ὅτι οἱ ὀκτὼ κύκλοι καὶ τὸ ὑπὸ σελήνην ἐν ἑαυτοῖς περιεῖχον, εἴπερ πᾶν τὸ σωματοειδὲς ἐνέθηκεν αὐτοῖς ὁ δημιουργός· εἰ γὰρ μή, πάντως ἂν εἶπεν, ὅτι πᾶν τὸ οὐράνιον ἐντὸς αὐτῶν, ἀλλʼ οὐχ ὅτι πᾶν ἐτεκταίνετο τὸ σωματοειδές. ἔστιν οὖν ἐν ἐκείνοις καὶ τὸ ὑπὸ τὸν οὐρανὸν πᾶν, ὡς τῷ οὐρανῷ συνδιῃρημένον ἢ ὡς ἐν τῷ τῆς σελήνης κύκλῳ περιεχόμενον, καὶ τῶν θεολόγων τὴν σελήνην καλούντων γῆν διὰ τὴν τῆς γῆς ταύτης οἰκειότητα πρὸς αὐτήν· κοινὸν γοῦν αὐτοῖς τὸ ἀποκρύπτειν τὸ φῶς.

Καὶ μέσον μέσῃ ξυνάγων προσήρμοττεν.

`2.283`

Ὁ μὲν Πορφύριος τὸ μέσον ἀντὶ τοῦ φυτικοῦ τῆς ψυχῆς ἀκούσας πειρᾶται συναρμόζειν αὐτὸ τῷ μέσῳ τοῦ παντός, καίτοι φυτικὸν ἐνταῦθα μηδαμοῦ τοῦ Πλάτωνος μηδʼ ἄχρις ὀνόματος παραλαβόντος· εἰ δέ γε συμφυέστερον ἐθέλοιμεν ἐξηγεῖσθαι τὴν λέξιν ταύτην, ἐκεῖνο ῥητέον, ὅτι τὸ τοῦ κόσμου μέσον ἐνετίθει τῇ ψυχῇ μέσην ἐχούσῃ τάξιν τοῦ τε νοῦ καὶ τοῦ σώματος, καὶ οὐχ ἁπλῶς ἐν αὐτῇ, ἀλλʼ ἐν τῷ μεσαιτάτῳ τῆς ψυχῆς· τοῦτο γὰρ τὸ μέσῃ αὐτῇ τὸ μέσον συναγαγεῖν. δηλοῖ δὲ ταύτην τὴν διάνοιαν τὸ ἑξῆς ἡ δὲ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντη διαπλεκεῖσα. λάβωμεν τοίνυν ἀπὸ τούτων, ὅτι δὴ καὶ πᾶν τὸ σωματικὸν ὁμοίως πανταχόθεν ἐψύχωται, καὶ πᾶσα ἡ ψυχὴ πανταχόθεν ἐξῄρηται τοῦ σώματος, ἵνα δὴ μιμῆται τὸν ὅλον δημιουργὸν καὶ παρόντα πᾶσι καὶ τῶν ὅλων ἐξῃρημένον, καὶ ὡς τὸ μὲν μέσον εἶναι τὸ σωματικὸν τῆς ψυχῆς ποιεῖ πανταχόθεν ὁμοίως αὐτοῦ διήκειν τὴν ψύχωσιν· εἰ γὰρ τὰ ἄκρα τοῦ παντὸς τοῖς μέσοις αὐτῆς συνῆπτον, τὰ μὲν ἂν ἦν πορρωτέρω, τὰ δὲ ἐγγυτέρω τῆς ψυχῆς· δεῖ δὲ πάντα ἐν αὐτῇ μένειν οἷον ἐρριζωμένα καὶ πληρούμενα ζωῆς ἀπʼ αὐτῆς. τὸ δὲ μέσῃ προσηρμόσθαι τῇ ψυχῇ τὸ καὶ ταύτην ὁμοίως ἐξῃρῆσθαι πάντων καὶ ἴσον ἀπέχειν ἀπὸ πάντων· εἰ γὰρ τῶν μὲν πλέον ἀπέχει, τῶν δὲ ἔλαττον, σχέσιν αὐτῇ πρὸς τὰ δεύτερα δώσομεν. ἑκάτερον ἄρα ἀληθές, καὶ τὸ μέσον τὸ σῶμα καὶ τὸ μέσῃ συνηρμόσθαι τῇ ψυχῇ. καὶ μὴν καὶ τὸ συναγαγεῖν τὴν ἕνωσιν ἐμφαίνει τὴν δημιουργικὴν καὶ τὸν δεσμὸν τὸν αὐτόν, καθʼ ὃν ἀΐδιόν ἐστι τὸ πᾶν, τὸ δὲ προσαρμόσαι τὴν ἐναρμόνιον ὁμιλίαν τοῦ σώματος πρὸς τὴν ψυχήν, ἐκείνης τε τὰ ἑαυτῆς πραττούσης καὶ τούτου τὴν οἰκείαν τάξιν διαφυλάττοντος καὶ οὐ περισπῶντος τὴν νόησιν τῆς θείας οὐσίας οὐδὲ καθέλκοντος· τοῦτο γάρ ἐστι τὸ ἐναρμόνιον τῆς κοινωνίας εἶδος. εἰ δὲ ἐν τῇ τοῦ χείρονος ὁμιλίᾳ καὶ κρείττονος ἀφίσταται τὸ κρεῖττον τῆς ἑαυτοῦ τελειότητος, ἢ τὸ χεῖρον παρεμπῖπτον θόρυβον παρέχει ταῖς τοῦ κρείττονος ἐνεργείαις, ἀνάρμοστός ἐστιν ἡ τοιαύτη κοινωνία καὶ πλημμελής. καὶ ἡ ψυχὴ ἄρα κατὰ τοὺς ἁρμονικοὺς ὑπέστη λόγους, καὶ τὸ σωματοειδὲς ἅπαν πρὸς αὑτὸ διʼ ἀναλογίας ἐγένετο φίλον, καὶ τὸ ὅλον ἐναρμονίως συνετέθη. τίνες οὖν τῶν δεσμῶν τούτων ἀλυτώτεροι καὶ ἀιδιώτεροι καὶ θειότεροι φανεῖεν ἄν; οὐδένες· πλὴν εἰ λέγοι τις τὴν τοῦ δήσαντος βούλησιν αὐτὴν τὴν τῶν δεδεμένων ἐξῃρημένην.

Ἣ δʼ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντη διαπλεκεῖσα, κύκλῳ τε αὐτὸν ἔξωθεν περικαλύψασα, αὐτὴ ἐν ἑαυτῇ στρεφομένη, θείαν ἀρχὴν ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον.

`2.284–2.292`

Ὁ κατʼ ἐπιστροφὴν τῆς ψυχώσεως τρόπος, ὥσπερ καὶ πρότερον εἴπομεν, κάτωθεν ἀρχόμενος ἐπὶ τὰ ἄνω πρόεισι καὶ ἀπὸ τῶν ἐσχάτων εἰς τὰς ἀκρότητας ἀπολήγει τῶν πραγμάτων, οἷος δή ἐστι καὶ οὗτος ὁ νῦν ὑπὸ τοῦ Πλάτωνος παρειλημμένος· τῆς γὰρ ψυχῆς ἄνωθεν ἄχρι τῶν ἐσχάτων μυχῶν τῆς γῆς προελθούσης καὶ πάντα καταλαμψάσης τῷ φωτὶ τῆς ζωῆς ὁ κόσμος εἰς αὐτὴν ἐπιστρεφόμενος ἀπὸ τῶν ἐσχάτων ἀρχόμενος ψυχοῦται κατά τε τὸ μέσον ἑαυτοῦ καὶ κατὰ πᾶσαν τὴν διάστασιν καὶ ἔτι ἔξωθεν ἀπολαύει τῆς νοερᾶς ἐλλάμψεως τῆς ψυχῆς. καὶ διὰ ταῦτα ἡ ψυχὴ λέγεται τὸ μέσον κατειληφέναι τοῦ παντός, ὡς καὶ ἐν ἐκείνῳ δυνάμεις ἑαυτῆς ἀποθεμένη καὶ σύμβολον τῆς οἰκείας παρουσίας, καὶ πρὸς τὸν ἔσχατον διατείνειν οὐρανόν, ὡς πανταχόθεν ὁμοίως αὐτὸν ζωοποιοῦσα, καὶ περικαλύπτειν τὸ πᾶν, ὡς ἐξῃρημένας ἔχουσα δυνάμεις τῶν μεριστῶν ὄγκων, μονονουχὶ τὴν Ἀθηναϊκὴν αἰγίδα προβεβλημένη,

  
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται  
καὶ διὰ ταύτης ἔξωθεν τὸν ὅλον περιβάλλουσα κόσμον. καὶ εἰ δεῖ τἀληθῆ λέγειν, ἀπέρραψε διὰ τῆς ῥήσεως ταύτης τὰ στόματα τῶν οἰομένων ὄντως κυκλικὸν εἶναι τὸ σχῆμα τῆς ψυχῆς καὶ διαστατὸν οὕτως· πῶς γὰρ ἐνδέχεται τῷ σώματι κύκλον συνδιαπλακῆναι καὶ ἐξ ἴσου διαταθῆναι, περικαλύπτειν τε αὐτὸ μετὰ τοῦ κατὰ πᾶσαν αὐτῷ τὴν τοῦ ὄγκου διάστασιν ἐφαρμόσαι; τοῦτο μὲν οὖν αὐτόθεν δῆλον ψευδῆ τὴν φαντασίαν δεικνύον τῶν οὕτως ὑπολαβόντων. πρὸς δὲ τούτῳ δεῖ θεωρεῖν, ὃ καὶ πρότερον εἴπομεν, ὅπως «ἥ τε διαπλοκὴ» καὶ τὸ «κύκλῳ πάντη περικαλύπτειν τὸν οὐρανὸν» ἐξωμοίωσε τὴν ψυχὴν πρὸς τὴν νοερὰν ζωήν, ἣν εἶπεν ἔμπροσθεν πέριξ λαβεῖν τοὺς δύο κύκλους αὐτῆς· ὡς γὰρ ἐκείνη τὴν ψυχήν, οὕτως αὕτη περιείληφε τὸν οὐρανόν. πρὸς δὲ τούτοις ἀμφοτέροις ἐννοητέον, ὅπως ἀπείκασται τοῖς θεοῖς ἐκείνοις, οἷς τὸ ὅμοιον ὁ Παρμενίδης ἀνῆκε καὶ τὸ ἀνόμοιον· ἡ μὲν γὰρ διαπλοκὴ τὴν διʼ ὁμοιότητος εἰς τὸν κόσμον δείκνυσι παρουσίαν· πᾶσα γὰρ κοινωνία καὶ οὐσιῶν καὶ δυνάμεων καὶ ἐνεργειῶν ἀπὸ ταύτης ὑφέστηκεν. ἡ δὲ περικάλυψις τὴν ὑπερβολὴν ἐμφαίνουσα παρίστησιν, ὅπως ἀσύμμετρός ἐστι πρὸς αὐτὸν καὶ διὰ τὴν ἀσυμμετρίαν ἀμέθεκτος· τὸ γὰρ ἀσύμμετρον ἀνόμοιον δήπου πρὸς ὅ ἐστιν ἀσύμμετρον. τάχα δὲ ἄμφω τὸ συναμφότερον ἔχει· καὶ γὰρ τὸ διαπεπλέχθαι τῶν πῃ μὲν ὁμοίων ἐστί, πῂ δὲ ἀνομοίων, καὶ τὸ περικαλύπτειν ὁμοῦ τῷ ἀχωρίστῳ καὶ τὸ νοερὸν ἐμφαίνει τῆς περιοχῆς, ὃ δὴ καὶ τῷ παντὶ ὑπάρχει δευτέρως· διʼ αὐτὴν γὰρ τὸ πᾶν νοῦν μιμεῖται, πρῶτον ἄγαλμα τοῦ νοῦ γενόμενον. πάρεστιν ἄρα τῷ παντὶ χωριστῶς καὶ ἐλλάμπει τοῖς πᾶσιν αὐτὴ μὴ ἐπιστρεφομένη πρὸς τὰ ἐλλαμπόμενα μηδὲ σχέσιν ἐν αὐτοῖς ἢ κατάταξιν δεχομένη· ταῦτα γὰρ ἀλλότρια τῆς ὅλης ἐστὶ ψυχῆς, διότι δὴ τὸ σῶμα συμπρόεισι τῇ ψυχῇ, καὶ οὐκ αὐτὴ τῷ σώματι, περιέχει δὲ τὸν κόσμον τῇ ἀπείρῳ αὐτῆς δυνάμει καὶ τῷ ἀδιαστάτῳ πᾶσαν διάστασιν καὶ τῷ ἀμερίστῳ πᾶν τὸ μεριστὸν καὶ τῷ ἁπλῷ τὸ σύνθετον· διὸ καὶ συνήρτηται πρὸς τὴν γέννησιν τῆς ψυχῆς ἡ δημιουργία τοῦ σώματος, ἀλλʼ οὐκ ἔμπαλιν. ἡγεῖται οὖν ἡ οὐσία τῆς ψυχῆς ὡς τῷ νῷ συγγενεστέρα, καὶ τὸ σῶμα ὡς ἀπʼ αἰτίας ἐξήρτηται τῆς ψυχῆς. τί οὖν; ἔτι τὴν διαπλοκὴν τοιαύτην ἀνεξόμεθα λέγειν, οἵαν τινὲς λέγουσιν, ὡς μερισταῖς δυνάμεσι καὶ ἐντελεχείαις καὶ ζωαῖς ἀχωρίστοις τῆς ψυχῆς τῷ σώματι παρούσης; μηδαμῶς· δευτέρα γάρ ἐστιν ἡ τοιαύτη πᾶσα διανομὴ τῆς μιᾶς ψυχῆς· ἐπεὶ καὶ ἐφʼ ἡμῶν ἄλλως μὲν ἡ ἐντελέχεια ψυχοῖ τὸ σῶμα, ἄλλως δὲ ἡ χωριστή, ἣ μὲν μεριζομένη περὶ τοὺς ὄγκους, ἣ δʼ ἐφʼ ἑαυτῆς ἱδρυμένη καὶ ἀμερίστως παροῦσα ἡ αὐτὴ πανταχοῦ καὶ ταῖς ἀμερίστοις ἑαυτῆς δυνάμεσι συνέχουσα τὰς μεριστὰς ζωάς. ἀλλʼ εἰ χρὴ τῆς ὅλης ψυχῆς ἐπαξίως λέγειν, ἕνωσίς ἐστιν ἀμιγὴς τοῦ σώματος πρὸς τὴν ψυχὴν ἡ διαπλοκὴ καὶ κοινωνία ζωῆς καὶ συνέχεια καὶ ζῳογονία προϊοῦσά τε ἀπὸ τοῦ δημιουργοῦ καὶ ἐπιστρέφουσα πάλιν πρὸς αὐτόν· ὡς γὰρ τὸ περικαλύπτειν οὐ διαστηματικῶς οὐδὲ τοπικῶς ἠκούομεν, ἀλλʼ ὡς πανταχόθεν τῆς ψυχῆς ὡσαύτως ἐξῃρημένης τοῦ σώματος καὶ αὐτῷ τῷ ἐξῃρῆσθαι μονοειδῶς αὐτὸ περιεχούσης, οὕτω δὴ καὶ τὸ διαπλακῆναι μὴ περισσῶς ἀκούσωμεν, ἀλλὰ τὴν διὰ πάντων διήκουσαν ψύχωσιν καὶ τὴν ἕνωσιν πάντων τὴν πρὸς αὐτὴν ἐν τούτῳ δηλοῦσθαι νομίσωμεν· καὶ γὰρ πάντα πληροῦσα ἑαυτῆς ἐστι καὶ πάντα συνέχουσα πρὸ τῶν ἄλλων ἑαυτὴν ἐν τῇ καθαρότητι συνέχει καὶ τὸν κόσμον εἰς ἑαυτὴν ἐπιστρέφουσα πολλῷ δήπου μᾶλλον αὐτὴ πρὸς ἑαυτὴν ἐπέστραπται. διὸ δὴ καὶ ὁ Τίμαιος ἐπήνεγκεν, ὅτι αὐτὴ ἐν αὑτῇ στρέφεται πρὸς ἀντιδιαστολὴν τοῦ σώματος στρεφομένου μέν, οὐκ ἐν αὐτῷ δέ, ἀλλʼ ἐν τῷ τόπῳ παντί, ὃν κατέχει· τοῦτο μὲν γὰρ στρέφεται τοπικῶς, ἡ δὲ ψυχὴ ζωτικῶς καὶ νοερῶς, νοοῦσα ἑαυτὴν καὶ ἑαυτὴν εὑρίσκουσα τὰ πάντα οὖσαν· πλήρωμα γάρ ἐστι τῶν ὅλων, εἰκόνας ἔχουσα τῶν πάντων, ἃς θεωμένη στρέφεσθαι ἐν ἑαυτῇ λέγεται, τῆς μὲν στροφῆς τὸ νοερὸν ἅμα καὶ ἀποκαταστατικὸν ἐνδεικνυμένης, τοῦ δὲ αὐτὴ ἐν ἑαυτῇ τὸ τῆς αὐτοκινησίας ἰδίωμα· στρέφεται γὰρ καὶ αὐτὸ τὸ πᾶν, ἀλλʼ ὑπʼ ἄλλου κινούμενον. ἐνταῦθα δὴ κἀκεῖνο διαλέλυται τὸ παρʼ ἡμῶν ζητούμενον. ἐζητοῦμεν δὲ εἰς πᾶσαν τὴν ψυχογονίαν βλέποντες, ποῦ τὴν γνωστικὴν ἰδιότητα δέδωκεν, ὥσπερ τὴν οὐσιώδη καὶ τὴν ζωτικήν, τὴν μὲν διὰ τοῦ τριπλεκοῦς μίγματος, τὴν δὲ διὰ τῆς κινήσεως τῆς ἐν ταὐτῷ· καὶ ἐλέγομεν, ὅτι διὰ τῆς εἰς κύκλον περιαγωγῆς ἐπιστρέψας αὐτὴν πρὸς αὐτὴν γνωστικὴν ἑαυτῆς ἀπετέλεσε. τοῦτο τοίνυν ἐν τούτοις σαφέστερον ἐδήλωσεν· ἐγχειρήσας γὰρ εἰπεῖν, ὅπως γινώσκει τὰ πάντα, στρέφεσθαί φησιν αὐτὴν εἰς ἑαυτὴν καὶ στρεφομένην ἄρξασθαι βίον διαζῆν ἔμφρονα καὶ νοερόν. αὐτόθεν οὖν δῆλον, ὅτι ἡ πρὸς ἑαυτὴν ἐπιστροφὴ γνῶσίς ἐστιν ἑαυτῆς καὶ τῶν ἐν αὐτῇ πάντων καὶ τῶν πρὸ αὐτῆς καὶ τῶν ἀπʼ αὐτῆς· καὶ γὰρ ἔοικε πᾶσα γνῶσις εἶναι οὐδὲν ἄλλο ἢ ἐπιστροφὴ πρὸς τὸ γνωστὸν καὶ οἰκείωσις καὶ ἐφάρμοσις πρὸς αὐτό, καὶ διὰ τοῦτο καὶ ἀλήθεια εἶναι ἡ πρὸς τὸ γινωσκόμενον ἐφαρμογὴ τοῦ γιγνώσκοντος, διττῆς δὲ οὔσης τῆς ἐπιστροφῆς, τῆς μὲν ὡς πρὸς τὸ ἀγαθόν, τῆς δὲ ὡς πρὸς ὄν, ἡ μὲν ζωτικὴ ἐπιστροφὴ γίνεσθαι πάντων ὡς πρὸς ἀγαθόν, ἡ δὲ γνωστικὴ ὡς πρὸς ὄν. διὸ καὶ ἣ μὲν ἐπιστραφεῖσα λέγεται ἔχειν τὸ ἀγαθόν, ἣ δὲ ἔχειν τὸ ὄν, οὗ ἑκατέρα ἦν, καὶ ἔστι τὸ ἀληθεύειν ἡ κατάληψις τοῦ ὄντος, εἴτε ἐν αὐτῷ ὂν τῷ ἑλόντι εἴτε πρὸ αὐτοῦ εἴτε μετʼ αὐτό. τοῦτο μὲν οὖν, ὅπερ ἔφην, δῆλον ἡμῖν γέγονεν ἐκ τούτων. ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῶν μερικῶν ζῴων ψυχαῖς ἐνεργεῖ μέν ποτε νοερῶς ὁ λόγος καὶ ἐπιστρέφεται πρὸς ἑαυτόν, ἀλλʼ οὐκ εὐθὺς ἐκ τῆς πρώτης γενέσεως—ἀπὸ γὰρ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἡ πρόοδος αὐτῷ καὶ ἡ ἀνάμνησις μετὰ τὴν λήθην—διὰ δὴ τοῦτο θείαν ἀρχήν φησιν ἄρξασθαι τὴν ψυχὴν ἄνωθεν ἀρχομένην καὶ ἀπὸ τῶν πρωτίστων ἑαυτῆς ἐνεργειῶν· ἔχει γὰρ τὰς μὲν θείας χωριστὰς ἐνεργείας, τὰς δὲ κινητικὰς τοῦ παντός, καὶ ἀεὶ τὰς τελειοτέρας πρὸ τῶν δευτέρων· προελθοῦσα γὰρ ἀπὸ τοῦ δημιουργοῦ καὶ ἀρχομένη τοῦ ἐνεργεῖν ἀπὸ τῶν θειοτέρων ἐνεργειῶν ἄρχεται καὶ διὰ τούτων κινεῖ καὶ τὰς δευτέρας, τάς τε νοερὰς καὶ τὰς δοξαστικάς. αὕτη δὲ ἡ ἀρχὴ θεία πάντως ἐστίν, ἡ δὲ ἀπὸ τῶν ἀτελῶν ὁρμωμένη δῆλον ὡς ἔνυλός ἐστι· καὶ γὰρ ἐν θεοῖς μὲν τὰ τελειότερα πρὸ τῶν ἀτελεστέρων ἐστίν, ἐν δὲ τοῖς ἐνύλοις ἔμπαλιν· ἀπὸ γὰρ τῶν ἀτελῶν ἡ γένεσις ἄρχεται καὶ πρόεισιν ἐπὶ τὸ τέλειον. ἡ μὲν οὖν ἀνθρωπίνη ψυχὴ καὶ εἰ θείως ἐνεργεῖ ποτε, ἀλλʼ εἰς ταύτην τελευτᾷ τὴν ἐνέργειαν, ἀγαπῶσα τὴν ἀρχὴν ὀρθοδοξαστικῶς ἐνεργῆσαι καὶ μετὰ ταῦτα ἐπιστημόνως, εἶτα ἐνθέως, ἐγείρασα τὸ ἑαυτῆς ἕν, ὅ ἐστι καὶ τοῦ ἐν αὐτῇ νοῦ κρεῖττον. ἡ δὲ θεία τοῦτο πρῶτον ἐνεργοῦν ἔχει, καὶ διὰ τούτου κινεῖ πάσας τὰς δευτέρας ἑαυτῆς γνωστικὰς δυνάμεις καὶ ἀεὶ διὰ τῶν ὑπερτέρων τὰς ὑφειμένας. πολλῷ οὖν πρότερον ἡ τοῦ παντὸς ἤρξατο θείαν ἀρχὴν τῆς ἔμφρονος ζωῆς κατʼ αὐτὸ ἐνεργήσασα πρῶτον, εἶτα κατὰ τὸ διανοητικόν, ἄνωθεν καὶ τοῦτο κινήσασα καὶ ποιήσασα θεοειδές. τούτῳ δὲ ἕπεται τὸ ἄπαυστον τῆς ἐνεργείας· τὸ μὲν γὰρ γενητὸν καὶ τὸ ἐν χρόνῳ προβάλλον τὴν θείαν ἐνέργειαν ἀπὸ τῶν ἀτελῶν ἐπὶ τὸ τέλειον ὁδεύειν πέφυκε, τὸ δὲ ἀπὸ τῶν τελειοτάτων καὶ θείων ἐνεργειῶν ἀρχόμενον οὔτε παύεταί ποτε τῆς ἐνεργείας οὔτε τῶν κατὰ χρόνον ἐστὶν ὑφεστηκότων. εἰ ἄρα θείαν ἀρχὴν ἤρξατο τῆς ἐνεργείας ἡ ψυχὴ τοῦ παντός, ἀπαύστως ἐνεργεῖ καὶ ἀεὶ καὶ ὡσαύτως· τὸ γὰρ κατὰ χρόνον τὴν ἑαυτοῦ τελειότητα δεχόμενον ἀπὸ τῆς ἀτελοῦς ἄρχεται καὶ οὐκ ἀπὸ τῆς θείας ἀρχῆς. τούτῳ δὲ πάλιν ἀκόλουθόν ἐστι τὸ ἔμφρονα εἶναι τὸν βίον τῆς θείας ψυχῆς· εἰ γὰρ ἄπαυστός ἐστιν ὁ βίος αὐτῆς, κατὰ νοῦν ἀφορίζεται καὶ φρόνησιν· τριῶν γὰρ ἕν τι φήσομεν, ἢ ἀεὶ ἔμφρονα εἶναι τὸν βίον αὐτῆς, ἢ ἀεὶ ἄφρονα, ὃ μηδὲ θέμις εἰπεῖν, ἢ ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἐκείνως. τῷ ἀπαύστῳ δὴ  <span class="gap">…</span> λείπεται ἄρα τὸν ἔμφρονα βίον ἐπὶ τῆς θείας ψυχῆς ἀπολιπεῖν· ἔστι γὰρ καὶ ἄλλως τὸ μὲν ἔμφρον αὐτῇ πρέπον ὡς μετεχούσῃ τῆς θείας φρονήσεως, ὁ δὲ βίος ὡς ἀνελιττούσῃ τὸ ἀμερὲς τῆς νοερᾶς ζωῆς καὶ ὡς παράτασιν ἐν ταῖς ἐνεργείαις ἐχούσῃ καὶ μετάβασιν ἐν ταῖς κινήσεσι· ψυχῆς γὰρ οἰκειότατος ὁ βίος. εἰ δέ ποτε καὶ ἐπὶ νοῦ λέγοιτο, καθάπερ ἐν Φιλήβῳ λέγεταί τις τοῦ νοῦ βίος, ἄλλος δὲ τῆς ἡδονῆς, τὴν ἰδιότητα σημαίνει τῆς ζωῆς· δύο γὰρ ὁ βίος ταῦτα δηλοῖ, τό τε ἴδιον ἑκάστου τῆς ζωῆς εἶδος καὶ τὴν ἀνέλιξιν τῆς αἱρέσεως, ἀφʼ ἧς ἔχει τὴν πρόοδον. λέγεται οὖν κυρίως μὲν ἐπὶ τῶν ψυχῶν· ἐν ταύταις γὰρ ἡ ἀνέλιξις· ἔστι δὲ ὅτε καὶ ἐπὶ νοῦ, τὴν ἰδιότητα τῆς ζωῆς δηλούντων ἡμῶν. ἀλλὰ ταῦτα πάντα, φαίη τις ἄν, πάσαις ὑπάρχει ταῖς θείαις ψυχαῖς, τὸ θείαν ἀρχὴν ἄρξασθαι, τὸ ἀπαύστως ἐνεργεῖν, ὁ ἔμφρων βίος. τίνι οὖν ὑπερέξει τῶν ἄλλων ἡ ψυχὴ τοῦ παντός; τοῦτο δὴ προϊδόμενος ὁ Πλάτων ἐπήνεγκε τὸ πρὸς τὸν σύμπαντα χρόνον· πᾶσαι μὲν γὰρ αἱ ψυχαὶ μεταβατικῶς ἐνεργοῦσι καὶ περιόδους ἔχουσιν, αἳ μὲν ἄλλας, αἳ δὲ ἄλλας, μείζους ἢ ἐλάττους, μόνη δὲ ἡ ὅλη ψυχὴ τὴν πρωτίστην καὶ μίαν τοῦ χρόνου διάστασιν ὑποδέχεται καὶ τὸ ὅλον καὶ πρῶτον μέτρον, ᾧ περιέχει τὰς τῶν ἄλλων περιόδους· ὥσπερ γὰρ τῶν σωμάτων τῶν θείων εἰσὶ περίοδοί τινες ἄλλαι ἄλλων, πάσας δὲ αὐτὰς ἡ τοῦ θείου γενητοῦ περίοδος συνείληφε, πολλὰς μὲν Κρονίας ἀποκαταστάσεις, πολλὰς δὲ Ἡλιακάς, πολλὰς δὲ Σεληνιακὰς περιέχουσα, καὶ ἔστιν ὁ πᾶς χρόνος ἐν τῇ μιᾷ περιόδῳ τοῦ παντός, τὸν αὐτὸν τρόπον καὶ αἱ μὲν ἄλλαι θεῖαι ψυχαὶ μερικωτέροις ἀποκαθίστανται χρόνοις — δεῖ γὰρ ἀποκαταστῆναι πάντως, ἐπειδὴ πεπέρασται τὸ νοητὸν πλάτος, ἡ δὲ ἀποκατάστασις ἄλλη ἄλλαις, ταῖς μὲν βραχυπορωτέρα, ταῖς δὲ μακροπορωτέρα, διὰ τὸ καὶ τὸ νοούμενον εἶναι κρεῖττον ἢ ἧττον —, ἡ δὲ τοῦ παντὸς μέτρον ἔχει τὴν ὅλην ἔκτασιν τοῦ χρόνου καὶ τὴν ὅλην ἐξάπλωσιν, ἧς μείζων οὐκ ἔστι παράτασις, εἰ μὴ τῷ πάλιν καὶ πάλιν· οὕτω γὰρ ἄπειρος ὁ χρόνος· ἐπεὶ γὰρ ἡ πρώτη μετέχουσα χρόνου τῶν καθʼ ἓν νοουσῶν εἶδος ἡ τοῦ παντός ἐστι, δεῖ δήπου καὶ ὅλον αὐτὴν ὑποδέχεσθαι τὸ μέτρον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν τὰ πρώτως αὐτῶν μετασχόντα ὅλον αὐτῶν καταδέχεται τὸ εἶδος. μόνην ἆρα δεῖ πρὸς τὸν σύμπαντα χρόνον ἐνεργεῖν, αἱ δὲ ἄλλαι πρὸς μόριον τοῦ σύμπαντος χρόνου ἐνεργοῦσι, καθʼ ὃ καὶ ἡ ἀποκατάστασις αὐταῖς. αἱ μὲν οὖν ὑπερκόσμιοι ψυχαί, εἴ τινες ἄρα εἰσίν, εἰ καὶ μεταβατικῶς νοοῦσι—πᾶσα γὰρ ψυχὴ τοῦτον νοεῖ τὸν τρόπον, καθʼ ὃν καὶ διαφέρετον ψυχὴ καὶ νοῦς—ἀλλὰ κατὰ πλείω ποιοῦνται τὴν τῶν νοουμένων ἀντίληψιν· δεῖ γὰρ ἐγγυτέρω τοῦ νοῦ οὔσας τοῦ ἅμα πάντα νοοῦντος πλείω ἅμα νοεῖν· ἡ δὲ τοῦ παντὸς πρώτη τῶν καθʼ ἕν ἐστι νοουσῶν, ὃ καὶ ἐποίησεν αὐτὴν ἐγκόσμιον· ταύτῃ γοῦν διεστᾶσιν αἱ ἐγκόσμιοι πᾶσαι τῶν ὑπερκοσμίων· νοοῦσα δʼ οὖν καθʼ ἓν ἔχει τὴν ἀποκατάστασιν κατὰ τὸν ὅλον χρόνον τὸν περιέχοντα τὴν τοῦ θείου γενητοῦ περίοδον, καὶ κατʼ ἐκεῖνο μὲν ὑφεῖται τῶν ὑπερκοσμίων ψυχῶν, κατὰ δὲ τοῦτο πασῶν ὑπερέχει τῶν ἐγκοσμίων· πᾶσαι γὰρ ἐν μέρει τοῦ ἑνὸς ἐν τῷ παντὶ χρόνῳ τὰς ἀποκαταστάσεις ἔχουσιν, ἅτε καὶ μερικώτερα ἀνελίττουσαι, ἡ δὲ νοερὰ τοῦ ἑνὸς νοητοῦ κόσμου νοοῦσα καὶ ἐκπεριιοῦσα τῷ ὅλῳ χρόνῳ συμπεραίνει τὴν ἑαυτῆς περίοδον· δεῖ γὰρ κόσμου ψυχὴν οὖσαν τὸ κοσμικὸν αὐτῆς ὅλον νοητὸν ἀνελίττειν καὶ διὰ τοῦτο κατὰ τὸν τέλειον ἀριθμὸν τῆς κοσμικῆς περιόδου ποιεῖσθαι τὴν νοητικὴν ἑαυτῆς ἀποκατάστασιν, καθʼ ὃν ποιεῖται καὶ τὴν σωματικὴν ὅλην περίοδον· μιμεῖται γὰρ τόδε τὸ πᾶν τὴν ἀφανῆ περίοδον ἐκείνης διὰ τῆς οἰκείας σωματικῆς ἀνακυκλήσεως καὶ συναποκαθίσταται τοπικῶς τῇ ἀποκαταστάσει τῇ ἐκείνης, ἣν ποιεῖται νοητικῶς, καὶ τοῦτʼ ἔστι τὸ ἐξαίρετον τῆς κοσμικῆς ψυχῆς, ὃ καὶ ὁ Πλάτων ἀπέφηνεν ἐν τούτοις τοῖς παρέπεσθαι δυναμένοις. ἀλλὰ τοῦτο μὲν οὑτωσὶ διηρθρωμένως ἀκουσόμεθα. πάλιν δὲ ζητητέον, τίς ἐποίησεν ἐν τῇ ψυχῇ μεταβατικὴν κίνησιν καὶ νόησιν μὴ μένουσαν ὡς τὴν τοῦ νοῦ καὶ χρόνον ἀντὶ αἰῶνος· καὶ λεκτέον, ὅτι ὡς τὴν οὐσίαν ἔχει μεριστήν, οὕτω καὶ τὴν ζωὴν αὐτὴν ἔχει οὐ μίαν, ἀλλὰ συνδιῃρημένην τῇ οὐσίᾳ, καὶ τὴν νόησιν ὡσαύτως· οὐσιωμένη γάρ ἐστιν ἀντὶ οὐσίας καὶ ἐζῳωμένη ἀντὶ ζωῆς καὶ νενοωμένη ἀντὶ νοῦ, μετέχουσα τούτων πρώτως ὡς πρὸ ψυχῆς ὄντων. ἐκεῖ μὲν οὖν ἡ οὐσία μία καὶ ἡ ζωή, καὶ ἡ νόησις τῆς οὐσίας ἀμερὴς ὡς ἡ οὐσία καὶ ἐφαρμόζουσα πρὸς αὐτὴν οὐκ ἔχει μετάβασιν ὡς σημείῳ σημεῖον· ἡ δὲ τῆς ψυχῆς ζωὴ καὶ νόησις οὐκ ἀμερὴς οὖσα μόνον, ἀλλʼ, ὡς εἴπομεν, καὶ μεριστὴ καὶ ἐφαρμόσαι τῷ ἀμερεῖ μὴ σθένουσα, μερίσασα δὲ ἑαυτὴν περὶ τὸ ἐκείνου ἀμερές, ἄλλο καὶ ἄλλο ἑαυτῆς προσάγουσα τῷ αὐτῷ ἐκείνῳ μένοντι, ἵνα κατὰ πᾶσαν ἑαυτὴν ἕλῃ τὸ πρὸ πάσης αὐτῆς ἱδρυμένον, μετάβασίν τε ἐγέννησεν οὕτως, τοῦ μεριστοῦ τοῦ ἐν αὐτῇ ἐξελίττοντος ἑαυτὸ περὶ τὸ ἀμερές, καὶ ὁμοῦ τῇ μεταβάσει χρόνον, διχῶς δὲ μεταβαίνουσα, καθʼ ἕνα μὲν τρόπον τῷ περὶ τὸ ἓν ἐξελίττεσθαι καὶ κατὰ πάντα τὰ ἑαυτῆς μέρη ἔχουσα τὸ ἕν — ὅσα γὰρ διῄρηται μέρη, τοσαυταχῶς ἐν αὐτῇ καὶ τὸ οὐσιῶδες καὶ τὸ ταυτὸν καὶ τὸ ἕτερον. ἑκάστῳ οὖν τῷ ἑαυτῆς ἐκείνῳ προσβάλλουσα καὶ θιγγάνουσα πολλοῖς τοῦ ἑνὸς εἰσήγαγε τὴν μετάβασιν εἰς τὴν ἑαυτῆς νόησιν, ἵνα πᾶσα νοήσῃ τὸ πρὸ πάσης —, καθʼ ἕτερον δὲ τῷ καὶ ἕκαστον αὐτῆς περὶ πάντα ἐνεργεῖν· πᾶν γὰρ μέρος αὐτῆς ἔχει τὰ τρία, τὴν οὐσίαν, τὸ ταυτόν, τὸ ἕτερον· ὅλῳ οὖν ἑκάστῳ μὴ ἐφαρμόζουσα πρὸς ἕκαστον ἐκείνων ὅλῳ προσβάλλει, καθʼ ὅσον ἑκάστου μετέχει, πρὸς ἕκαστον, τῇ μὲν οὐσίᾳ διὰ τοῦ ἐν τῷ μέρει τοιούτου, καὶ τοῖς ἄλλοις ὡσαύτως. τοῦτο μὲν οὖν ταύτῃ διαλύσομεν. ἕτερον δὲ αὖ πρὸς τούτῳ ζητητέον, πῶς μηδέπω χρόνου γένεσιν ἡμῖν παραδοὺς τὴν ψυχὴν εἶπεν ἤδη πρὸς τὸν σύμπαντα χρόνον ζῆν· καὶ ῥητέον καὶ πρὸς ταύτην τὴν ζήτησιν, ὅτι χρόνου παραδώσει γένεσιν, οὗ μετέχει τὸ ζῳῶδες τοῦ κόσμου· κινηθὲν γὰρ αὐτό, φησί, καὶ ζῶν θεασάμενος ὁ πατὴρ τὸν χρόνον ὑπέστησε μετροῦντα τὴν ἐν αὐτῷ κίνησιν. ὥσπερ οὖν τὸ ζῆν τούτῳ καὶ τὸ κινεῖσθαι σῶμα ἔχοντι ἐπισκευαστόν, οὕτω καὶ ὁ χρόνος ἀπὸ τοῦ γεννήσαντος ἐνδέδοται, παρʼ οὗ καὶ ἡ ζωὴ καὶ ἡ κίνησις διὰ ψυχῆς. ἡ δὲ ψυχὴ καὶ ἀπὸ τοῦ πατρὸς μὲν ἔχει ταῦτα, τὸ ζῆν λέγω καὶ τὴν κίνησιν τὴν κατὰ χρόνον, ἅτε δὲ ἔχουσά τι καὶ αὐθυπόστατον συνεισάγει τι τῇ ἑαυτῆς εἰς τὸ εἶναι παρὰ τοῦ γεννήσαντος προόδῳ. καθάπερ οὖν καὶ ὁ δημιουργὸς αὐτὴν κινεῖ καὶ αὐτοκίνητός ἐστι, κατὰ τὰ αὐτὰ δὴ καὶ αὐτὴ ἑαυτῇ αἰτία τοῦ κινεῖσθαι κατὰ χρόνον, ὅθεν καὶ πρὶν ἐκεῖνος δῷ τῷ παντὶ τούτῳ χρόνον, αὕτη λέγεται κινεῖσθαι πρὸς τὸν σύμπαντα χρόνον· καὶ γὰρ καὶ οὕτως συνυποστήσει τῷ δημιουργῷ τὸν ζῳώδη χρόνον, ὥσπερ συνυφίστησι καὶ τὴν ζωήν, καθʼ ἣν ἡ κίνησις, καὶ κατὰ φύσιν ἄρξει τοῦ διʼ αὐτὴν ζῶντος καὶ κινουμένου, καὶ οὐχ οἷον ηὐτοματισμένην ἕξει τὴν ἐπιστασίαν, μηδὲν δοῦσα τῷ ἀρχομένῳ. περὶ μὲν οὖν χρόνου ῥηθήσεται καὶ ἐσαῦθις. ἐκ δὲ τούτων μὲν τοῦτο συγκεφαλαιωτέον, ὅτι δὴ ἡ τοῦ παντὸς ψυχὴ κινεῖ μὲν καὶ τὸ πᾶν τῷ τε μέσῳ φρουρητικὰς ἐπιστήσασα δυνάμεις καὶ ὅλον αὐτὸ ζῳογονίας ἀποπληρώσασα καὶ ἔξωθεν αὐτὸ συνέχουσα νοερῶς, μιμουμένη καὶ ταύτῃ τὴν ἑαυτῆς αἰτίαν ἀπογεννήσασαν τριττὰς ἡγεμονίας θεῶν, φρουρητικάς, ζῳογονικάς, δημιουργικάς, αὐτὴ δὲ ἑαυτὴν πολλῷ πρότερον κινεῖ θείως ἀπὸ τῶν πρωτίστων ἐνεργειῶν ἀρχομένη καὶ διὰ τοῦτο ἀπαύστως ἑαυτήν τε κινοῦσα καὶ τὸ πᾶν, καὶ διὰ ταῦτα ἐμφρόνως ἑαυτήν τε ἄγουσα καὶ τὸν ὅλον οὐρανόν. ἔτι δὲ αὐτή τε τὴν μίαν παράτασιν τοῦ χρόνου μέτρον ποιουμένη τῆς οἰκείας περιόδου καὶ τὸ πᾶν ὡσαύτως περιάγουσα· τῇ γὰρ αὑτῆς ἀποκαταστάσει συναποκαθίσταται τὸ πᾶν· οὔτε γὰρ πρότερον, ἐπειδὴ πάλιν ἐν τῷ κόσμῳ τὰ αὐτὰ γίνεται, κατὰ δὲ τὰς τῆς ψυχῆς νοήσεις τὰ γιγνόμενα γίγνεται· οὔθʼ ὕστερον, ἵνα μὴ ἀναίτιος ἡ ἀποκατάστασις ᾖ· τί γὰρ ἔσται τὸ περιέχον αὐτὴν ὅλην, εἰ μὴ ἡ τῆς ψυχῆς περίοδος; εἰ δὲ ταῦτα ὀρθῶς ἔφαμεν, ἔχοι ἂν πάλιν ἡ ψυχὴ τὸ μὲν θεῖον ἀπὸ τοῦ ἑνὸς ὄντος, τὸ δὲ ἄπαυστον ἀπὸ τοῦ αἰῶνος, τὸ δὲ ἔμφρον ἀπὸ τοῦ νοῦ, πάντα δὲ ἀπὸ τῆς μιᾶς τῶν ὅλων αἰτίας.

`2.293`

Καὶ τὸ μὲν δὴ σῶμα τοῦ οὐρανοῦ ὁρατὸν γέγονεν, αὐτὴ δὲ ἀόρατος μέν, λογισμοῦ δὲ μετέχουσα καὶ ἁρμονίας ψυχὴ τῶν νοητῶν ἀεί τε ὄντων, ὑπὸ τοῦ ἀρίστου ἀρίστη γεγενημένη τῶν γεννηθέντων.

`2.294–2.295`

Ἐπειδὴ πάντα ὅσα τῷ σώματι πρότερον, ταῦτα καὶ τῇ ψυχῇ δέδωκεν ὕστερον, τὴν οὐσίαν, τὴν ἁρμονίαν, τὸ σχῆμα, τὰς δυνάμεις, τὴν κίνησιν, καὶ συνῆψεν ἀμφότερα πρὸς ἑνὸς ζῴου συμπλήρωσιν, ἵνα μὴ σαυτὸν λάθῃς ὑπονοήσας τὴν ὁμοίαν ἀξίαν εἶναι τοῦ τε σώματος καὶ τῆς ψυχῆς ταῖς ὁμωνυμίαις ἠπατημένος, τῆς διαφορᾶς αὐτῶν ὑπομιμνήσκει συντόμως ὁ Πλάτων καὶ οὐ παρέργως ἐμβέβληκε τὸν λόγον τοῦτον, ὅτι τὸ μὲν σῶμα ὁρατόν ἐστιν, ἡ δὲ ψυχὴ ἀόρατος, καὶ τὸ μὲν σῶμα δείκνυσιν ὂν δοξαστόν, εἴπερ αἰσθητόν ἐστι καὶ γενητόν, τὴν δὲ ψυχὴν ἀγένητον μὲν ὡς πρὸς τὸ σῶμα, γενητὸν δὲ ὡς πρὸς τὸν νοῦν· ἔστι γὰρ καὶ τῶν ἀεὶ ὄντων ἅμα καὶ τῶν γενομένων, ἐσχάτη δὲ τῶν ἀεὶ ὄντων· ἤδη γὰρ ἐν αὐτῇ χώραν ἔσχεν ὁ χρόνος. καὶ τὸ μὲν πρώτως ἀεὶ ὂν ἀμφοτέρως ἐστὶν αἰώνιον, κατά τε τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν — οὐδὲ γὰρ ἄλλην ἔχει τὴν ἐνέργειαν παρὰ τὴν οὐσίαν —, τὸ δὲ γενητὸν ἀμφοτέρως ἐστὶ γενητόν, ἀεί τε γιγνόμενον καὶ ἀεὶ ἐνεργοῦν ὡς ἐν γενέσει ὂν κατὰ χρόνον. ἡ ψυχὴ δέ ἐστι μὲν πῂ αἰῶνος μετέχουσα, πῂ δὲ καὶ γενέσεως, ἐνεργεῖ δὲ χρονικῶς. καὶ τὰ μὲν ἄκρα μοναχῶς ἀεί, τὸ μὲν αἰωνίως, τὸ δὲ κατὰ χρόνον, τὸ δὲ μέσον διχῶς, ἅτε ἀμφιπρόσωπον ὂν καὶ ταύτῃ καὶ ἀμφίστομον, οὐ μόνον κατὰ τὸ μεριστὸν καὶ ἀμέριστον καὶ κατὰ τοὺς δύο κύκλους, ἀλλὰ καὶ κατὰ τὸ ἀεὶ ὂν καὶ γενητόν. διὸ καὶ τῶν ἀεὶ ὄντων καὶ ἀρίστη τῶν γεννηθέντων ὑπὸ τοῦ ἀρίστου γενομένη. καὶ ὁρᾷς πάλιν τὸ πρὸς τὸ σῶμα διάφορον αὐτῆς· τὸ μὲν γὰρ κάλλιστον τῶν γεγονότων ἐπεκάλεσε πρότερον, τὴν δὲ ἀρίστην τῶν γενομένων νῦν· κοινὸν δὲ ἀμφοτέρων τὸ ὑπὸ τοῦ ἀρίστου γεγονέναι. ἀλλʼ ἣ μὲν ὡς ἔγγιον τοῦ ποιήσαντος ἀρίστη καὶ αὐτή ἐστι, τὸ δὲ ὡς πορρωτέρω κάλλιστον μέν, οὐκ ἄριστον δέ· δεύτερον γὰρ τοῦ ἀρίστου τὸ κάλλιστον, ὥσπερ τοῦ ἀγαθοῦ τὸ κάλλος. δόξειε δʼ ἂν ἐν τούτοις τὸν δημιουργὸν ἄριστον λέγειν τῶν νοητῶν καὶ ἀεὶ ὄντων, ὡς τὴν ψυχὴν ἀρίστην τῶν γεννηθέντων, καὶ μαρτυρεῖν τοῖς ἕνα θεὸν πρὸ τοῦ κόσμου ποιοῦσιν. ἀλλὰ καὶ εἰ οὕτω τις ἀκούοι τῆς ῥήσεως ἀναστρέψας αὐτήν, ὅμως ἐκ τῆς ἀναλογίας δῆλον, ὅτι τὰ νοητὰ καὶ ἀεὶ ὄντα οὐ τὰ ἐν αὐτῷ εἴδη θήσομεν, ἀλλὰ μετʼ αὐτὸν ἑτέρας οὐσίας, εἴπερ ὃν ἔχει λόγον ἡ ψυχὴ πρὸς τὰ γεννηθέντα πάντα, τοῦτον ὁ δημιουργὸς πρὸς τὰ ἀεὶ ὄντα. καὶ ἢ ποιήσομεν αὐτὸν εἰς τὰ μετʼ αὐτὸν βλέπειν, καίτοι γε δημηγορῶν αὐτὸς καὶ τοῖς νέοις θεοῖς ἐγχειρίζων τὴν τῶν θνητῶν δημιουργίαν ὅρα τί φησι· μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν· οὐκ αὐτὸς ἄρα μιμούμενος τὰ μετʼ αὐτὸν δημιουργεῖ τὰ ἀθάνατα τῶν ζῴων, ἀλλὰ τὰ πρὸ αὐτοῦ πάντως, ὡς καὶ ἐκείνους βούλεται τὰ θνητὰ δημιουργεῖν αὐτὸν μιμουμένους· ἢ εἰ τοῦτο φυλαττοίμεθα, δώσομεν πολλοὺς εἶναι νοητοὺς θεούς, εἰ καὶ μετὰ τὸν δημιουργόν, ὅπερ οὐ συγχωροῦσι. μήποτε οὖν ἄμεινον λέγειν ἢ τὴν ψυχὴν αὐτὴν λέγεσθαι τῶν νοητῶν εἶναι ἀεί τε ὄντων ὡς ἀρίστην τῶν γενητῶν οὕτως, ὡς ἀμέριστον καὶ μεριστήν, μέσην οὖσαν, ἢ ἐπειδήπερ μετέχειν αὐτήν φησι λογισμοῦ καὶ ἁρμονίας, δηλοῦν διὰ ταύτης τῆς λέξεως ποῦ ὄντων ἐκείνων μετέχει, τοῦ λογισμοῦ λέγω καὶ τῆς ἁρμονίας, ὅτι νοητῶν ὄντων καὶ ἀεὶ ὄντων· ἡ γὰρ ἐν αὐτῇ ἁρμονία γενητή ἐστιν, οὐκ οὖσα αὐτοαρμονία, ἀλλʼ ἐνηρμοσμένη, καὶ ὁ λογισμὸς οὐκ ἀεὶ ὤν, ἀλλὰ γένεσιν ἔχων, ἅτε κατὰ χρόνον ὑφεστὼς καὶ μεταβατικὸς ὤν. πῶς οὖν λογισμοῦ μετέχει καὶ ἁρμονίας ἡ ψυχή; πῶς δὲ οὐκ ἐν αὐτῇ πρώτως καὶ ἡ ἁρμονία καὶ ὁ λογισμός, ἀλλὰ κατὰ μέθεξιν; διότι, φήσω, καὶ ἐν τῷ δημιουργῷ ταῦτα προῆν, λογισμὸς καὶ ἁρμονία· καὶ γὰρ Μούσας καὶ τὸν Μουσηγέτην αὐτὸς ὑπέστησε καὶ τὴν Ἑρμαϊκὴν σειράν. ἐν αὐτῷ οὖν καὶ ὁ λογισμὸς ὁ δημιουργικὸς καὶ ἡ ἁρμονία πρώτως, ὃ μὲν Ἑρμαϊκὸς ὤν, ἣ δὲ Ἀπολλωνιακή, καὶ ἀπʼ αὐτῶν ἡ ψυχὴ πληρουμένη λογισμοῦ μετέχει καὶ ἁρμονίας. καὶ εἰ δεῖ τὸ δοκοῦν διαρρήδην λέγειν, τριχῶς τὴν ἁρμονίαν νοητέον, ἢ τὴν αὐτοαρμονίαν, ἢ τὸ πρώτως ἡρμοσμένον καὶ καθʼ ὅλον ἑαυτὸ τοιοῦτον ὄν, ἢ τὸ δευτέρως ἡρμοσμένον καὶ πῂ μετέχον ἁρμονίας, καὶ τὴν μὲν ἀποδοτέον τῷ νῷ, τὴν δὲ τῇ ψυχῇ, τὴν δὲ τᾷ σώματι. τριχῶς δὲ καὶ τὸν λογισμόν, τὸν μὲν πρωτουργόν, τὸν δὲ κατὰ μέθεξιν, τὸν δὲ κατʼ ἔμφασιν· ἔστι γάρ τι λογισμοῦ καὶ ἔν τισι τῶν ἀλόγων ἴχνος. ἐπεὶ καὶ τὴν οὐσίαν καὶ τὸ σχῆμα καὶ τὴν δύναμιν τριχῶς νοήσομεν· ἡ μὲν γὰρ πρώτως οὐσία καὶ τὸ πρῶτον σχῆμα καὶ ἡ πρώτη δύναμις ἐν τοῖς νοητοῖς, τὸ δὲ πῂ κατὰ πάντα ταῦτα μετέχον τὸ σωματικόν ἐστιν· ἔστι γάρ τι καὶ ἀσχημάτιστον καὶ ἀνούσιον καὶ ἀδύναμον. ἡ δὲ ψυχὴ κατὰ μέθεξιν μὲν ἕκαστον ἔχει τούτων, καθʼ ὅλην δὲ ἑαυτὴν μετείληφεν ὅλη· καὶ γὰρ δεδυνάμωται ὅλη καὶ ὅλη καθʼ ὅλην ἐσχημάτισται καὶ οὐσίωται ὁμοίως· οὐ γὰρ προηγεῖται καὶ ἐπʼ αὐτῆς τὸ ἀσχημάτιστον τοῦ ἐσχηματισμένου καὶ τὸ ἀδύναμον τοῦ δυνατοῦ καὶ τὸ ἀνούσιον τῆς οὐσίας· οὐδὲν γὰρ ἂν διαφέροι τῶν ἐνύλων σωμάτων. μετέχει οὖν ἡ ψυχὴ λογισμοῦ καὶ ἁρμονίας καὶ σχήματος καὶ δυνάμεως, καὶ ὅλη μετέχει, τὸ δὲ σῶμα μερικῶς. πάλιν οὖν καὶ ἐκ τούτων ἡ μεσότης αὐτῆς ἀναφαίνεται, καὶ ὡς εἰκότως εἶπεν αὐτὴν ὁ Πλάτων ὑπὸ τοῦ ἀρίστου γεγονέναι πρώτην καὶ ἀρίστην τῶν γεννηθέντων, καὶ ἀόρατον μέν, πρῶτον δὲ μετέχουσαν τῆς νοητῆς ἁρμονίας.

Ἅτε οὖν ἐκ τῆς ταὐτοῦ καὶ τῆς θατέρου φύσεως ἔκ τε οὐσίας τριῶν τούτων συγκραθεῖσα μοιρῶν καὶ ἀνὰ λόγον μερισθεῖσα καὶ συνδεθεῖσα, αὐτή τε ἀνακυκλουμένη πρὸς ἑαυτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγει κινουμένη διὰ πάσης αὐτῆς.

`2.296`

Τὰς τῆς ψυχῆς ἐνεργείας διείλομεν διχῇ τὴν πρώτην, εἴς τε τὰς κινητικὰς καὶ τὰς γνωστικάς· ἀμφότεραι γὰρ τῇ ψυχῇ προσήκουσιν, ὡς καὶ ὁ δαιμόνιος Ἀριστοτέλης φησίν. ἀλλὰ καὶ τῶν κινητικῶν τὰς μὲν εὕρομεν ἐν αὐτῇ τῇ ψυχῇ ἐνούσας, τὰς δὲ προελθούσας εἰς τὸ πᾶν, τὰς δὲ καὶ μεταξὺ τούτων ἀμφοτέρων· αἱ μὲν γὰρ διατείνουσαι διὰ τοῦ κόσμου παντὸς ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν ἐγκόσμιοι μόνον εἰσίν, αἱ δὲ αὐτὴν στρέφουσαι τὴν ψυχὴν χωρισταὶ μόνον, αἱ δὲ περικαλύπτουσαι τὸν οὐρανὸν κύκλῳ χωρισταί τε ἅμα καὶ ἀχώριστοι, μένουσαι καὶ προϊοῦσαι περὶ τὸ πᾶν. καὶ τῶν γνωστικῶν αἳ μέν εἰσι τῶν πρώτων, αἳ δὲ τῶν μέσων, αἳ δὲ τῶν ἐσχάτων· καὶ γὰρ ἑαυτὴν ἡ ψυχὴ γιγνώσκει καὶ τὰ πρὸ αὐτῆς καὶ τὰ μετʼ αὐτήν· εἰκὼν μὲν γάρ ἐστι τῶν πρὸ αὐτῆς, παράδειγμα δὲ τῶν μετʼ αὐτήν. ἑαυτὴν οὖν ὁρῶσα καὶ ἑαυτὴν ἀνελίττουσα τὰ πάντα γιγνώσκει μηδαμοῦ τῆς οἰκείας ἐξισταμένη δυνάμεως· οὐ γὰρ ἀλλαχοῦ δεῖ δραμοῦσαν αὐτὴν τὰ ὄντα ἰδεῖν, ἀλλʼ ἑαυτὴν νοήσασαν. περὶ μὲν οὖν τῶν κινητικῶν ἐνεργειῶν ἱκανῶς εἴρηται.

`2.297–2.302`

περὶ δὲ τῶν γνωστικῶν ἐν τούτοις τε καὶ τοῖς ἐχομένοις ποιήσεται τὸν λόγον· ὅτι μὲν γὰρ γιγνώσκει τὰ ὄντα ἡ ψυχὴ καὶ μάλιστα ἡ τοῦ παντός, ἐναργές, ὅπου γε καὶ τὴν ἡμετέραν αὐτοῖς ἐπιβάλλουσαν ὁρῶμεν. εἰ δὲ γιγνώσκει, πῶς γιγνώσκει, τὸ λοιπὸν σκεπτέον, καὶ πῶς μὲν τὰ νοητά, πῶς δὲ τὰ αἰσθητά, πότερον ταῖς αὐταῖς δυνάμεσιν ἢ ἄλλαις καὶ ἄλλαις, καὶ πότερον εἰς ἑαυτὴν ὁρῶσα καὶ τοὺς ἐν αὐτῇ λόγους ἢ πρὸς αὐτὰ τὰ γνωστὰ τεταμένη, καθάπερ ἡ ὄψις πρὸς τὸ ὁρατὸν ἐκτὸς ὄν. ὡς μὲν οὖν συντόμως εἰπεῖν, τὰς γνωστικὰς ταύτας αὐτῆς κινήσεις ἐπαφὰς προσαγορεύει τῶν γνωστῶν, τὴν ἄμεσον αὐτῶν ἀντίληψιν ἐνδεικνύμενος καὶ τὴν ἀμερῆ πρὸς αὐτὰ κοινωνίαν· εἰ δὲ ἑκατέρα γνῶσις ἐπαφή ἐστιν, εἴη ἂν ἁπτομένη μὲν ἀμφοῖν κατὰ τὴν οἰκείαν πρὸς αὐτὰ προσβολήν, οὐχ ἁπτομένη δὲ κατὰ τὴν ἑτέραν· οὔτε γὰρ τῇ πρὸς τὰ νοητὰ τῶν αἰσθητῶν οὔτε τῇ πρὸς τὰ αἰσθητὰ τῶν νοητῶν ἐφάπτεται. ταῦτα δὲ ἦν ἄμφω, τό τε ἅπτεσθαι καὶ τὸ μὴ ἅπτεσθαι, ἀπολύτων ἴδια θεῶν, ὡς ὁ Παρμενίδης ἐδίδαξεν. ὀρθῶς ἄρα πρότερον ἐλέγομεν κατὰ τὰς ἐνεργείας αὐτὴν ἐκείνοις εἰκάσθαι τοῖς θεοῖς, ἃς ἔχει κατʼ οὐσίαν γνωστικὰς τῶν τε πρὸ αὐτῆς καὶ τῶν μετʼ αὐτήν. περὶ δʼ οὖν τούτων ὄντος τοῦ λόγου πρῶτον ἡμᾶς ὑπομνῆσαι βούλεται τῶν προειρημένων, οὐ πάρεργον ποιούμενος τὴν ἀνάμνησιν, ἀλλὰ συντελοῦσαν τοῖς ῥηθησομένοις· ἐκ γὰρ τούτων καὶ ἐκεῖνα τὴν πρέπουσαν ἕξει διάρθρωσιν. ἦν δὲ τὰ προειρημένα ταῦτα· τὸ περὶ οὐσίας τῆς ψυχῆς, τὸ περὶ ἁρμονίας, τὸ περὶ τοῦ εἴδους, τὸ περὶ τῶν δυνάμεων. ταῦτʼ οὖν ὁ Πλάτων ἀνακεφαλαιούμενός φησιν, ὅτι συγκέκρατο μὲν ἡ ψυχὴ πάντως ἐκ τριῶν μοιρῶν, οὐσίας, ταὐτοῦ, θατέρου, καὶ εἴρηται, τίς ἡ σύγκρασις, καὶ ὅτι ζῳογονική — μετὰ τοῦ δημιουργοῦ γὰρ ὑφίστησι τὴν ψυχὴν ἡ μονοειδὴς αἰτία τῶν ψυχῶν —, καὶ πῶς ἡ τριὰς προσήκει τῇ ψυχῇ, καὶ ἐκ ποίων γενῶν, ὅτι τῶν μέσων· ἐμεμέριστο δὲ ἀνὰ λόγον κατὰ τὴν γεωμετρικὴν τοῖς διπλασίοις καὶ συνεδέδετο πάλιν διὰ τῶν λοιπῶν μεσοτήτων — δεσμοὺς γὰρ αὐτὰς ἐκάλεσε — καὶ ἀνεκυκλεῖτο διὰ τοὺς κύκλους, ἃ δὴ τήν τε ἁρμονίαν αὐτῆς καὶ τὸ εἶδος συνείληφε· καὶ γὰρ ἐπὶ τῆς ἁρμονίας ὁ μερισμὸς προηγεῖται τῆς ἀναλογίας καὶ ἐπὶ τοῦ εἴδους ἡ σχίσις τῆς συναφῆς, ἔστι δὲ ἐν ἑκατέρῳ καὶ τὸ λοιπόν· ἥ τε γὰρ σύνδεσις ἔμφασιν ἔχει τῆς λύσεως — ἐκ γὰρ τῶν λελυμένων ἡ δέσις — καὶ ἀνὰ λόγον ὁ μερισμὸς τῆς συνδέσεως· ἡ γὰρ ἀναλογία δεσμῶν ὁ κάλλιστος, ὡς εἴρηται πρότερον, καὶ ἡ ψυχὴ μεμέρισται μὲν Τιτανικῶς, ἥρμοσται δὲ Μουσικῶς, ἐπεὶ καὶ ἡ ὕπαρξις αὐτῆς διῄρηται μὲν τριχῇ Διονυσιακῶς, συγκέκραται δὲ ζῳογονικῶς. ἔτι τοίνυν τὸ τρίτον εἰς τὰς ἐν αὐτῇ δυνάμεις διῄρητο, καθʼ ἃς ἀνακυκλεῖται πρὸς ἑαυτήν· οἱ γὰρ διττοὶ κύκλοι δυνάμεις ἦσαν αὐτῆς. τούτων δὴ οὖν ὄντων τῶν προρρηθέντων καὶ τὰ ἑξῆς ἀποδεικτέον. ἐπειδὴ τοίνυν ἐκ τριῶν σύγκειται μοιρῶν, οὐσίας, ταὐτοῦ, θατέρου, καὶ ἔχει ταῦτα τὰ γένη μέσα τῶν τε ἀμερίστων καὶ τῶν μεριστῶν, ἀμφότερα γιγνώσκει διʼ αὐτῶν· ἔστι γὰρ τῶν μὲν εἰκών, τῶν δὲ παράδειγμα. καθάπερ οὖν ὁ Ἐμπεδοκλῆς φησι τό·

  
γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δὲ ὕδωρ  
καὶ

  
στοργῇ δὲ στοργήν, νεῖκος δέ γε νείκεϊ λυγρῷ,  
τὸν αὐτὸν δήπου τρόπον καὶ ἡμεῖς ἐροῦμεν, ὅτι τῇ ἑαυτῆς οὐσίᾳ πάσας γιγνώσκει τὰς οὐσίας, ἀφʼ ὧν τέ ἐστι καὶ ὧν κατʼ αἰτίαν προηγεῖται, τῇ δὲ ταυτότητι τὴν ἐν ὅλοις τοῖς οὖσι ταυτότητα, νοητοῖς, νοεροῖς, αἰσθητοῖς, τῇ δὲ ἑτερότητι τὴν διήκουσαν ἑτερότητα διὰ πάντων· καὶ ἐπειδὴ κατʼ οὐσίαν ἥρμοσται, διὰ τῆς οἰκείας ἁρμονίας γιγνώσκει τήν τε νοητὴν ἁρμονίαν καὶ τὴν αἰσθητήν, καὶ ἐπειδὴ δυνάμεις ἔχει καὶ αὕτη νοεράς, διὰ τούτων οἶδε τὴν πανταχοῦ δύναμιν. ἀπὸ τῶν προειρημένων ἄρα καὶ ὁ περὶ τῶν γνωστικῶν τῆς ψυχῆς ἐνεργειῶν διατρανοῦται λόγος· ἃ γὰρ ἔχει κατʼ οὐσίαν, ἀπὸ τούτων γιγνώσκει τά τε παραδείγματα αὐτῶν καὶ τὰς εἰκόνας, καὶ ἀφʼ ὧν ὁ δημιουργὸς αὐτῇ δέδωκε λόγων, διʼ αὐτῶν νοεῖ τά τε πρὸ αὐτῆς καὶ τὰ μετʼ αὐτήν· αὕτη γὰρ ἀνακυκλουμένη πρὸς ἑαυτὴν ἐφάπτεται τῶν τε ἀμερίστων καὶ τῶν μεριστῶν, ὥς φησιν ὁ Τίμαιος, καὶ εἰς ἑαυτὴν εἰσιοῦσα λόγον εὑρίσκει τῶν πάντων ἑαυτήν· πᾶσα γὰρ γνῶσις διʼ ὁμοιότητος ἐπιτελεῖται τοῦ γιγνώσκοντος πρὸς τὸ γνωστόν, ἡ δὲ ὁμοιότης καθʼ ἑνὸς εἴδους ἐπιτελεῖται κοινωνίαν. εἷς ἄρα λόγος ἔν τε τῷ γιγνώσκοντι καὶ ἐν τῷ γιγνωσκομένῳ καὶ ὁ αὐτὸς ὢν συνάπτει ταῦτα ἀλλήλοις. ἐπειδὴ δὲ διαφόρως εἰσὶν ἐν τοῖς γνωστικοῖς οἱ λόγοι κατὰ τὰ μέτρα τῶν οὐσιῶν καὶ τὰς ὑφέσεις, διὰ δὴ τοῦτο καὶ αἱ γνώσεις παμπόλλην ἐπιδέχονται διαφοράν· ἡ μὲν γὰρ νοερὰ γνῶσις ἀμερὴς καὶ αἰώνιος, διότι καὶ οἱ λόγοι τῶν πραγμάτων οἱ ἐν αὐτῷ τοιοίδε τινές εἰσιν· ἡ δὲ ψυχικὴ γνῶσις ἀνελίττεται καὶ ἐν διεξόδοις ὑφέστηκε, διότι καὶ οἱ λόγοι τῆς ψυχῆς, διʼ ὧν γινώσκει τὰ πράγματα, τοιαύτην ἔχουσι τὴν φύσιν. ἔτι ἡ μὲν νοερὰ γνῶσις μονοειδής, ὅτι καὶ οἱ λόγοι μοναδικῶς εἰσιν ἐν αὐτῷ· πρώτως γάρ εἰσιν· ἡ δὲ ψυχικὴ δυοειδής, διότι καὶ οἱ λόγοι διχῶς, ἄλλως μὲν οἱ διανοητικοί, ἄλλως δὲ οἱ δοξαστικοί. καὶ ἡ γνῶσις οὖν μία ἐστὶ καὶ διπλῆ κατὰ τὴν τῶν λόγων οὐσιώδη διαίρεσιν· καὶ γὰρ εἰ ὃ μὲν τοῖν κύκλοιν γιγνώσκοι τὸ νοητόν, ὃ δὲ τὸ αἰσθητόν, τί ποτέ ἐστιν τὸ λέγον, ὅτι ἕτερα ταῦτα ἀλλήλων, καὶ τὸ μὲν παράδειγμα, τὸ δὲ εἰκών; οὐ γὰρ ἐνδέχεται μὴ γιγνῶσκον ἀμφότερα λέγειν περὶ τῆς διαφορᾶς αὐτῶν, ὡς ἐν Θεαιτήτῳ μεμαθήκαμεν. ὡς οὖν ἐκεῖ λέγεται τὸ γιγνῶσκον τὰ ὁρατὰ καὶ ἀκουστά, τὰ μὲν διʼ ὄψεως, τὰ δὲ διʼ ἀκοῆς, καὶ ἕτερα ταῦτα λέγον ἄμφω χρῆναι γιγνώσκειν, οὕτως ὁ λόγος οὗτος τῶν δύο κύκλων ἕτερος, λέγων διὰ πάσης τῆς ψυχῆς τὰ μὲν περὶ τῶν νοητῶν, τὰ δὲ περὶ τῶν αἰσθητῶν, κοινὸς ὢν ἀμφοτέρων, ἐνέργεια, ὡς ἂν ἐγὼ φαίην, τοῦ οὐσιώδους τῆς ψυχῆς· καθὸ γὰρ μία ἐστὶν οὐσία, κατὰ τοῦτο μίαν ἐνέργειαν ἔχει γνωστικὴν ταύτην, ἣν καλεῖ λόγον, διʼ ὃν καὶ λογικὴν λέγομεν ἁπλῶς τὴν ὅλην ψυχήν. ὁ δʼ οὖν λόγος οὗτος ἡ μία ἐστὶν γνῶσις τῆς ψυχῆς. καὶ διὰ μὲν τοῦ ταὐτοῦ κύκλου νοεῖ τὴν ἀμέριστον οὐσίαν, διὰ δὲ τοῦ θατέρου τὴν σκεδαστήν· εἰ γὰρ καὶ ἀμφότεροι μεταξὺ τῆς ἀμερίστου καὶ τῆς μεριστῆς οὐσίας εἰσίν, ἀλλὰ μᾶλλον ὁ μὲν ταὐτοῦ τῆς ἀμερίστου μετείληχεν, ὁ δὲ αὖ θατέρου τῆς μεριστῆς. καὶ οὗτος ἐστιν ὁ εἷς λόγος οὐσιώδης, ὡς ἡ οὐσία μία ἡ πρὸ τοῦ ταυτοῦ καὶ ἑτέρου, καὶ ἡ μὲν ζωὴ αὐτοῦ ἐστιν ἡ αὐτοκινησία, ἥτις ὑπάρχει τοῖς δύο κύκλοις, ἡ δὲ γνῶσις μεταβατική, κοινὴ οὖσα καὶ αὕτη ἀμφοτέροις, καὶ διὰ τοῦτο οὐ μόνον ἐστὶν δυοειδὴς ἡ ψυχή, ἀλλὰ καὶ μονοειδής. ταῦτα μὲν οὖν εἴρηται τῆς ὅλης ἕνεκα τοῦ δόγματος περιλήψεως. παρατηρητέον δὲ καὶ ἐν τοῖς καθʼ ἕκαστον, ὅτι δὴ καὶ ἐκ τριῶν εἶπεν εἶναι μοιρῶν τὴν ψυχὴν καὶ συγκεκρᾶσθαι αὐτὴν ἐκ τούτων, διὰ μὲν τῆς συγκράσεως τὴν ἕνωσιν ἐνδεικνύμενος τῶν συνελθόντων, διὰ δὲ τοῦ ἀριθμοῦ τὴν ἀμιγῆ καθαρότητα· οὐ γὰρ ἂν ἔμενε τρία μὴ σῴζοντα τὴν οἰκείαν οὐσίαν ἀσύγχυτον· καὶ ὅτι περὶ μὲν τῶν μεριστῶν διαλεγόμενος εἶπεν· ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται· τό τε γὰρ «ἔχειν» προσήκει τοῖς ἐπίθετον μὲν ἔχουσι τὸ οὐσιῶδες καὶ τὸ ὄν, ὑποκείμενον δὲ τὸ ἀνούσιον καὶ τὸ μὴ ὄν, καὶ τὸ τινὸς τοῖς μεριστοῖς καὶ τοῖς διαστατοῖς ὁπωσοῦν οἰκειότατον. ἔτι δὲ τὸ «ἐφάπτεσθαι» πρεπόντως εἴρηται, διότι προσεχῶς ἡ ψυχὴ καὶ ἐφέστηκε τοῖς αἰσθητοῖς καὶ ἐξήρτηται τῶν νοητῶν, τῆς ἐπαφῆς τὴν ἐναργῆ καὶ ἄμεσον καὶ κατʼ ἐπιβολὴν ὡρισμένην ἑστῶσαν γνῶσιν δηλούσης καὶ τὰ αἰσθητὰ νοούσης ὡς ἐπαφητά, φησί τις θεῶν. περὶ δὲ τῶν ἀμερίστων ἤρκεσεν αὐτῷ μόνον εἰπεῖν· ὅταν δὲ ἀμέριστον· τὸ γὰρ ἁπλοῦν καὶ μονοειδὲς ἴδιόν ἐστι τῆς οὐσίας ἐκείνης· εἰ μὴ ἄρα τὸ οὐσίαν ἔχοντος δεῖ προσυπακούειν τῷ ἀμέριστον ὡς κοινόν, ἵνα τὰ εἴδη λέγῃ τὰ νοητά, μετέχοντα καὶ αὐτὰ οὐσίας, ἀλλὰ ἀμερίστου μόνως. καὶ μὴν καὶ τὸ λέγειν προσφυῶς σημαίνει τὴν ψυχικὴν νόησιν· λόγος γάρ ἐστιν ἡ ψυχή, λόγου δὲ ἐνέργημα τὸ λέγειν ὡς νοῦ τὸ νοεῖν, ὡς φύσεως τὸ φύειν· ταῖς γὰρ οὐσίαις παρωνύμως αἱ ἀπʼ αὐτῶν ἐνέργειαι λέγονται. μὴ λανθανέτω δὲ ἡμᾶς ἐν τούτοις, ὅσα ὁ Πορφύριος ἱστόρησε περὶ τοῦ λέγει καὶ λήγει, καὶ ὅτι εἰσελθὼν πρὸς τὸν Ἀμέλιον ἐξηγούμενον τὴν ῥῆσιν ταύτην ὡς ἔχουσαν ἀντὶ τοῦ λέγει κινουμένη λήγει κινουμένη καὶ πράγματα ἔχοντα μὴ δυνάμενον ἐφαρμόσαι τῷ λήγει κινουμένη τινὰ καὶ ὁπωσοῦν ἐξήγησιν, ἀεὶ κινουμένης τῆς ψυχῆς ἀπαύστως, ὡς εἴρηται καὶ ἔμπροσθεν, εἰπεῖν μὲν πρὸς αὐτόν, ὅτι λέγει γραπτέον καὶ οὐχὶ λήγει, καὶ λυπῆσαι σφόδρα τὸν Ἀμέλιον, εὑρεῖν δὲ ὕστερον οὕτω γράφοντα καὶ τὸν Σωσικράτην, ὡς τὸν Ἀμέλιον, καὶ ἡσθῆναι ἂν πάνυ τὸν γενναῖον Ἀμέλιον, εἰ ἔγνω καὶ ἄλλον τὴν αὐτὴν δοκιμάζοντα γραφήν, ἀλλὰ προτελευτήσαντα τυχεῖν. γραπτέον δʼ οὖν καὶ ἡμῖν οὕτω, λέγει κινουμένη διὰ πάσης ἑαυτῆς, ἀλλʼ οὐχὶ λήγει κινουμένη, ὡς ὁ Σωσικράτης ἐκεῖνος καὶ ὁ Ἀμέλιος ἐγραφέτην, ὡς ὁ Πορφύριος ἱστόρησε· λόγου γὰρ οὐσιώδους ἐνέργεια τὸ λέγειν ἐστί. λόγος δὴ οὖν οὖσα ἡ ψυχὴ καὶ νοῦς λογικὸς λέγει καὶ νοεῖ διὰ πάσης ἑαυτῆς, ὅταν ἐφάψηται μεριστῆς οὐσίας ἢ ἀμερίστου, τί ποτέ ἐστι τὸ νοηθέν, διότι δὴ καὶ ἀμέριστος ἦν καὶ μεριστή. καὶ εἰ μὲν τὰ ἐν αὐτῇ γένη διῃρημένα μόνον ἦν ἀπʼ ἀλλήλων, οὐκ ἄν, τῆς οὐσίας γνούσης τὴν οὐσίαν, ἡ πᾶσα ψυχὴ διεγίνωσκεν, εἰ δὲ συνεφθαρμένα παντελῶς, οὐκ ἂν ἦν διωρισμένη τῶν ὄντων γνῶσις, οὐδὲ ὡς ἄλλο μὲν ἡ οὐσία, ἄλλο δὲ ἡ ταυτότης δυνατὸν ἦν λέγειν· ἐπειδὴ δὲ καὶ μέμικται ἀλλήλοις τὰ μέσα γένη καὶ ἄμικτά ἐστιν, ἕκαστόν τε ἀφωρισμένως ἡ ψυχὴ νοεῖ καὶ διὰ πάσης ἑαυτῆς, ὥς φησιν ὁ Πλάτων. εἰ δὲ λέγει κινουμένη διὰ πάσης ἑαυτῆς, δῆλον δήπουθεν, ὡς ἄρα μία τε οὖσα καὶ οὐ μία καὶ τὴν γνῶσιν ἔχει κοινὴν τῶν ἄκρων καὶ διαφέρουσαν, καὶ ὅλη λέγει περὶ πάντων ὡς μία, καὶ οὐχ ὅλη ὡς οὐ μία, καὶ ὅ τε ταὐτοῦ κύκλος ἐν τῇ γνώσει τῶν νοητῶν οἶδε καὶ τὰ αἰσθητὰ ὡς ἀπὸ παραδειγμάτων καὶ ὁ θατέρου τὰ νοητὰ γιγνώσκει ὡς ἀπʼ εἰκόνων· ἑκάτερος γὰρ τελέως ἔχων τὸ ἑαυτοῦ γνωστὸν ἐξ ἀνάγκης ὁρᾷ καὶ τὸ εἶναι, τὸ μὲν παράδειγμα θατέρου, τὸ δὲ εἰκόνα, ἢ ἀγνοῶν, ὅτι παράδειγμα ἢ ὅτι εἰκών, οὐκ οἶδεν αὐτὸ τελέως. εἰδὼς δέ, ὅτι παράδειγμα, οἶδε καὶ οὗ ἐστι παράδειγμα, καὶ ὅτι εἰκών, οἶδε καὶ οὗ ἐστιν. εἰκότως ἄρα εἴρηται πάντα διὰ πάσης ἑαυτῆς ἡ ψυχὴ λέγειν. ταῦτα περὶ τῶν πραγμάτων. ἐπειδὴ δὲ γράφουσί τινες ἐσφαλμένως οὐ λέγει διὰ πάσης ἑαυτῆς, ἀλλὰ λήγει, ὡς τὸν Πορφύριον ἱστορεῖν εἴπομεν, καὶ ὅτι καὶ Ἀμέλιον οὕτω γράφοντα καὶ καταστήσασθαι μὴ δυνάμενον τὴν διάνοιαν τῆς ῥήσεως εἰπὼν χρῆναι γράφειν οὐ λήγει διὰ πάσης ἑαυτῆς, ἀλλὰ λέγει, δεινῶς ἠνίασε, τοσοῦτον προσθετέον, ὅτι ἀπραγμονέστερον μέν ἐστι γράφειν λέγει κινουμένη, δύναιτο δʼ ἂν καὶ λήγει γράφεσθαι, τὴν ἐκ τῶν πολλῶν νοήσεων μίαν ἀντίληψιν τῶν γνωστῶν καταντῶσαν εἰς τὴν ἰδίαν ἑκάστῳ ὡρισμένην ἐπιβολὴν τοῦ λήγει σημαίνοντος, ἵνʼ ᾖ τὸ ὅλον κινουμένην τὴν ψυχὴν λήγειν εἰς τὴν ἑκάστου γνῶσιν· τέλος γὰρ τοῦ κινεῖσθαι τὸ λήγειν, τῆς ψυχῆς οὔτε τοῦ κινεῖσθαι παυομένης καὶ ἀεὶ καταντώσης εἴς τινα νόησιν, οἷον καὶ Ἀριστοτέλης ἰδὼν ἐπὶ τοῦ οὐρανοῦ εἶπεν, ὅτι ἀεὶ ἐν τέλει κινεῖται.

Ὅτῳ τε ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἄν τι ἕτερον, πρὸς ὅ, τί τε μάλιστα καὶ ὅπῃ καὶ ὅπως καὶ ὁπότε ξυμβαίνει κατὰ τὰ γινόμενά τε πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταὐτὰ ἔχοντα ἀεί.

`2.303–2.305`

Τρεῖς εἰσι τῶν προκειμένων τούτων λέξεων ἐξηγήσεις, λόγον ἔχουσαι πᾶσαι, καὶ δεῖ τὴν ἑκάστης παραστῆσαι δύναμιν· ἣ μὲν γὰρ μίαν ποιεῖ πᾶσαν τὴν ῥῆσιν, ἣ δὲ δύο, τὴν διαίρεσιν οὕτως ποιουμένη τῶν ῥημάτων, ὥσπερ ἡμεῖς, ἣ δὲ τρεῖς, καθʼ ἕκαστον διαιροῦσα τῶν κώλων. καὶ ἡ μὲν πρώτη τοιάδε τίς ἐστιν· ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, ἐνταῦθα μικρὸν ὑποστίξασα ἐπάγει τὰ ἑξῆς· λέγει κινουμένη διὰ πάσης αὐτῆς, ὅτῳ τε ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἄν τι ἕτερον, πρὸς ὅ, τί τε μάλιστα καὶ ὅπῃ καὶ ὅπως καὶ ὁπότε ξυμβαίνει κατὰ τὰ γιγνόμενά τε πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταὐτὰ ἔχοντα ἀεί· ταῦτα γὰρ πάντα λέγει κινουμένη διὰ πάσης αὐτῆς ἡ ψυχή, φησί, τῆς τε ἀμερίστου καὶ μεριστῆς οὐσίας ἐφαψαμένη, τὴν ταυτότητα τὴν ἐν ἀμφοῖν, τὴν ἑτερότητα, τὰς σχέσεις, τὰς ποιότητας, τὰς ποιήσεις, τὰ πάθη· πάντα γὰρ ταῦτα καὶ ἐν τοῖς νοητοῖς εἶναι καὶ ἐν τοῖς αἰσθητοῖς ἀνὰ λόγον. ἡ δὲ δευτέρα μίαν μὲν ποιεῖ ῥῆσιν ἣν πρότερον ἀνεγράψαμεν, δευτέραν δὲ ταύτην οὕτως· ὅτῳ τε ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἄν τι ἕτερον, λέγει κινουμένη, πρὸς ὅ, τί τε μάλιστα καὶ ὅπῃ καὶ ὅπως καὶ ὁπότε ξυμβαίνει κατὰ τὰ γιγνόμενά τε πρὸς ἕκαστον καὶ ἐφεξῆς· διαφέρει δὲ αὕτη τῆς προτέρας, ὅτι χωρὶς μὲν τὸν περὶ τῆς οὐσίας διακρίνει λόγον, χωρὶς δὲ τὸν περὶ τῶν περὶ τὴν οὐσίαν. ἡ δὲ λοιπὴ τριχῇ διεῖλε τὰ κῶλα· τίθησι γὰρ ἓν μὲν τὸ προειρημένον, δεύτερον δὲ ὅτῳ τε ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἄν τι ἕτερον, τρίτον δὲ τὰ ἑξῆς πάντα. τὴν μὲν οὖν λέξιν τριχῶς ἆν τις, ὡς εἴπομεν, ἐφερμηνεύσειεν. ὑπὲρ δὲ τῶν πραγμάτων αὐτῶν μάλιστα σκεπτέον· ὅτι μὲν γὰρ ταυτότης ἐστὶ καὶ ἑτερότης ἐν τοῖς νοητοῖς, δῆλον· ὅπως δὲ καὶ τὸ πρός τι καὶ τὸ ὅπῃ καὶ τὸ ὅπως καὶ τὸ πότε καὶ τὸ πάσχειν; ταῦτα γὰρ ἐπὶ μὲν τῶν αἰσθητῶν γνώριμα πάντως ἐστίν, ἐν δὲ τοῖς νοητοῖς πῶς; ἦ τὰ μὲν γένη τοῦ ὄντος ἔκδηλά ἐστιν ἐν ἐκείνοις, διότι τὰ κυρίως ὄντα ἐστὶν ἐκεῖνα. λάβοις δʼ ἂν καὶ ταῦτα κατὰ τὸ ἀνὰ λόγον θεωρῶν, τὸ μὲν πρός τι κατὰ τὸ πατρικόν, εἰ βούλει, καὶ κατὰ τὸ μητρικόν, τό τε ὅμοιον καὶ ἀνόμοιον καὶ ἴσον καὶ ἄνισον, μόνον μὴ ἀνουσίους ὑπολάβῃς τὰς σχέσεις, ἀλλʼ ὡς προσήκει τοῖς νοητοῖς οὐσίας· ἐκεῖ γὰρ ἡ κυριωτάτη σχέσις, ὅπου καὶ ἡ κοινωνία πλείων, διὸ καὶ αὐτὸς εἶπε πρὸς ὅ, τι μάλιστα, καὶ πάντα πρώτως ἐστί. τὸ δὲ ὅπῃ καθόσον ἐστὶν ἐκείνοις καὶ τὸ μὴ κατὰ πᾶν τοιοῦτον, ἀλλὰ πῄ· λέγεται γοῦν πῃ ἓν ἕκαστον τῶν νοητῶν ἕν· ἁπλῶς γὰρ ἓν τὸ μόνως ἕν. καὶ πάλιν τὸ ἐκεῖ ταὐτὸν καὶ ἕτερον, ἀλλʼ οὐχ ἁπλῶς ἕτερον· οὐδὲ γὰρ ἂν ἦν ἑτέρα τῆς ταυτότητος ἡ ἑτερότης, καὶ οὕτω καὶ ἐπὶ τῶν λοιπῶν· πάντα γοῦν εἶναί φησι πάντα, καὶ ἓν μὲν ἕκαστον κατὰ τὴν οὐσίαν, πάντα δὲ κατὰ μετουσίαν· τοῦτο δʼ ἐστὶ τὸ ὅπῃ καὶ ἐκείνοις. τὸ δὲ ὅπως κατὰ τὰς διαφορὰς τῶν μεθέξεων· τῆς γὰρ αὐτῆς ἰδιότητος πολλὰ μετέχει διαφόρως· τοῦ γὰρ ταυτοῦ μετέχει μέν, εἰ τύχοι, στάσις, μετέχει δὲ κίνησις, ἀλλʼ οὐχ ὡσαύτως, ἀλλʼ ἣ μὲν μᾶλλον, ἣ δὲ ἧττον· καὶ δὴ καὶ κατὰ τοὺς διακόσμους τῶν εἰδῶν, οἷον τοῦ ἑνὸς ἢ τῆς οὐσίας, ἄλλως μὲν τὰ νοητά, ἄλλως δὲ τὰ νοερά, καὶ τούτων τὰ μὲν ἄλλως, τὰ δὲ ἄλλως, κατὰ τὰ μέτρα τῆς ἑκάστου οὐσίας. ἔστιν ἄρα ἐκεῖ καὶ τὸ ὅπως. τὸ δὲ ὁπότε ἢ κατὰ τὰς ποιήσεις τὰς εἰς τὰ τῇδε τῶν νοητῶν — ποτὲ γὰρ αὐτῶν μετέχει τὰ τῇδε καὶ γίνεταί τισι ποτὲ μεθεκτά — ἢ καὶ κατʼ αὐτὰς τὰς νοήσεις τῆς ψυχῆς· ἄλλοτε γὰρ ἄλλοις εἴδεσι προσβάλλουσα ποτὲ μὲν τάδε νοεῖ, ποτὲ δὲ ἄλλα, καὶ γίγνεται τὸ ἀεὶ ὂν ποτὲ αὐτῇ ὡς ποτὲ νοητόν. τὸ δὲ πρὸς ἕκαστον ἕκαστα εἶναι καθόσον πάντα ἐν ἀλλήλοις ἐστὶ καὶ διʼ ἀλλήλων πεφοίτηκε καὶ πάντα οἰκεῖα πᾶσίν ἐστιν, ἢ ὡς ἑνός τινος ἐξημμένα ἢ ὡς τὸ μὲν αἴτιον, τὸ δὲ αἰτιατόν, ἢ ἄλλως ὁπωσοῦν. τὸ δὲ πάσχειν καθόσον πληροῦται ἀπʼ ἀλλήλων καὶ πάντα πᾶσι μεταδίδωσι τῶν οἰκείων ἰδιοτήτων· καὶ γὰρ τὸ μετέχειν ὁ Πλάτων διὰ τοῦ πεπονθέναι δηλοῖ πολλάκις, ὡς ἐν Σοφιστῇ μεμαθήκαμεν, ὅπου λέγει τὸ ὅλον πεπονθὸς εἶναι τὸ ἕν, ἀλλʼ οὐκ αὐτοέν, ὡς μετέχον τοῦ ἑνός. ἔστιν ἄρα καὶ ἐν τοῖς νοητοῖς ταῦτα καὶ ἐν τοῖς αἰσθητοῖς, κατὰ τὰ γιγνόμενά τε πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν συμβαίνει, καὶ πρὸς τὰ κατὰ ταὐτὰ ἔχοντα ἀεὶ παραπλησίως ἕκαστον εἶναι καὶ πάσχειν συμβαίνει τῶν τε αἰσθητῶν καὶ τῶν ἀεὶ ὄντων. εἴωθε γοῦν καὶ αὐτὸς τάς τε μεθέξεις διὰ τοῦ πεπονθέναι δηλοῦν καὶ πᾶν τὸ μετέχον καλεῖν πεπονθὸς ἐκεῖνο, οὗ μετέσχεν, ὡς εἴπομεν. ὡς οὖν συλλήβδην εἰπεῖν, λέγει τοῦ παντὸς ἡ ψυχὴ διὰ πάσης ἑαυτῆς κατὰ μίαν γνῶσιν καὶ κατά τε τὰ γιγνόμενα καὶ τὰ ὄντα, καὶ κατὰ τὰ αὐτὰ λέγει κατʼ ἄμφω ἕκαστα τῶν γιγνομένων καὶ ἕκαστα τῶν ἀεὶ ὄντων τίνι ταὐτά ἐστιν, τίνος ἕτερα, καὶ ἕκαστον τῶν γιγνομένων πρὸς ἕκαστον καὶ τῶν ὄντων ἕκαστον πρὸς ἕκαστον πῶς ἔχει κατὰ τὸ εἶναι ἢ κατὰ τὸ ποιεῖν ἢ κατὰ τὸ πάσχειν μάλιστα· ἄλλο γὰρ ὑπʼ ἄλλου πάσχει μᾶλλον, καὶ ἄλλο εἰς ἄλλο ποιεῖ μᾶλλον καὶ τῶν ὄντων καὶ τῶν γιγνομένων. ἃ δὴ πάντα ἡ ψυχὴ λέγει νοοῦσα τὰ μὲν διὰ τοῦ ταὐτοῦ κύκλου, τὰ δὲ διὰ τοῦ θατέρου· πάντα γὰρ καὶ τὰ αἰσθητὰ προείληφε καὶ τὰς ποιήσεις αὐτῶν καὶ τὰς πείσεις· ἐπεὶ γὰρ ἕν ἐστι ζῷον τὸ πᾶν, ἑαυτῷ συμπαθές ἐστιν, ὥστε τὰ γιγνόμενα πάντα μέρη τῆς τοῦ παντός ἐστι ζωῆς, ὥσπερ δράματος ἑνός, οἷον εἴ τις τραγῳδίας ποιητὴς δρᾶμα ποιήσας, ἐν ᾧ καὶ θεῶν ἐπιφοιτήσεις καὶ ἡρώων φωνὰς καὶ ἄλλων προσώπων  <span class="gap">…</span> ἐφῆκε τοῖς βουλομένοις τῶν ὑποκριτῶν ἢ τῶν ἡρωικῶν προστῆναι ῥήσεων ἢ ἄλλων τινῶν, αὐτὸς ὁ πάντων τῶν λεγομένων περιέχων τὴν μίαν αἰτίαν, τοιοῦτον δεῖ νοεῖν καὶ ἐπὶ τῆς ὅλης ψυχῆς, ὅτι δὴ πᾶσαν ὑποστήσασα τὴν τοῦ κόσμου ζωὴν μίαν οὖσαν καὶ ποικίλην, οἷον ζῷον πολυκέφαλον κατὰ πάσας φθεγγόμενον τὰς κεφαλὰς καὶ πῂ μὲν Ἑλληνικήν, πῂ δὲ βάρβαρον φωνὴν ἀφιέν, πάντων περιέχει τῶν γιγνομένων τὰς αἰτίας, τὰ μὲν καθʼ ἕκαστα τοῖς καθόλου, τὰ δὲ συμβεβηκότα ταῖς οὐσίαις, τὰ δὲ μέρη τοῖς ὅλοις γιγνώσκουσα, πάντα δὲ κατὰ τὸ ἐν αὐτῇ θεῖον ἁπλῶς· θεὸς γὰρ ᾗ θεὸς καὶ τὰ μερικὰ γιγνώσκει καὶ τὰ παρὰ φύσιν καὶ πάντα ἁπλῶς, κἂν αὐτὴν εἴπῃς τὴν ὕλην· πᾶν γὰρ ὅ,τι περ ἂν λάβῃς, ἕν ἐστι καθὸ ἐκ τοῦ ἑνός. θεία οὖν ἡ πάντων ἁπλῶς καὶ αὐτόθεν γνῶσις.

Λόγος δὲ ὁ κατὰ ταὐτὸν ἀληθὴς γιγνόμενος περί τε θάτερον ὂν καὶ περὶ ταὐτὸν ἐν τῷ κινουμένῳ ὑπʼ αὐτοῦ φερόμενος ἄνευ φθόγγου καὶ ἠχῆς.

`2.306–2.309`

Τὸν λόγον τοῦτον ὁ μὲν Ἀττικὸς ἐπὶ τῆς προσεκτικῆς δυνάμεως ἤκουσεν, ὁ δὲ Πορφύριος ἐπὶ τοῦ ἡνιόχου τοῦ κινοῦντος τοὺς διττοὺς ἵππους, ὁ δὲ Ἰάμβλιχος ἐπὶ τῆς ὅλης ψυχῆς· αὕτη γὰρ ἑαυτὴν πᾶσαν κινεῖ καὶ διʼ ὅλης ἑαυτῆς λόγος ἐστὶ τῶν ὄντων. καὶ δοκοῦσι μὲν αἱ ἐξηγήσεις πᾶσαι καταδράττεσθαι τῆς τοῦ Πλάτωνος διανοίας, μᾶλλον μὴν ἡ τοῦ Πορφυρίου συμφωνοτέρα καὶ τοῖς ἐνταῦθα καὶ τοῖς ἀλλαχοῦ λεγομένοις ἐστίν· ὁ γὰρ λόγος οὗτος οὔτε ὁ οὐσιώδης παρείληπται νῦν οὔτε ὁ κατʼ ἐνέργειαν, ἀλλʼ ὁ ὡς δύναμις μία τῆς οὐσίας τῶν ψυχῶν, καθʼ ἣν καὶ μία ἐστὶν ἡ ψυχή, καθάπερ κατὰ τὸ ταυτὸν καὶ ἕτερον δυοειδής. ἢ διὰ τί μὴ τρεῖς γεγόνασι κύκλοι, καθʼ ἕκαστον τῶν στοιχείων τριῶν ὄντων εἷς, ἀλλὰ δύο μόνον, ἢ ὡς τῆς οὐσίας οὔσης μιᾶς ἐν ἀμφοῖν; ταύτης οὖν ἡ δύναμίς ἐστιν ὁ λόγος οὗτος, οὐκ ὢν οὔτε αὐτὴ ἡ οὐσία οὔτε ἡ ἀπὸ τῆς οὐσίας ἐνέργεια τρίτην ἔχουσα τάξιν. οὗτος οὖν εἷς ὢν γιγνώσκει κατὰ ταὐτόν· οὐ γὰρ τοτὲ μὲν τὸ νοητόν, τοτὲ δὲ τὸ αἰσθητόν, ὡς ὁ ἡμέτερος λόγος οὐ δυνάμενος κατὰ ταὐτὸν εἶναι πρὸς ἀμφοτέροις. ἐκεῖνος δʼ οὖν ἅμα γιγνώσκει περί τε τὸ νοητὸν καὶ περὶ τὸ αἰσθητὸν ταυτὸν καὶ ἕτερον, ἀληθὴς οὐχὶ ὤν, ὡς ὁ νοῦς, ἀλλὰ γιγνόμενος ἀληθὴς περὶ ἀμφότερα, διὰ τὸ μεταβατικὸν τῆς κατʼ ἄμφω γνώσεως, ἵνα τὸ μὲν κατὰ ταὐτὸν σημαίνῃ τὴν διαφορὰν τῆς θείας ψυχῆς πρὸς τὴν μερικὴν τῆς γνώσεως, τὸ δὲ γιγνόμενος ὅλως τῆς ψυχικῆς πρὸς τὴν νοεράν. οὗτος δʼ οὖν ὁ λόγος γιγνώσκει τά τε νοητὰ καὶ τὰ αἰσθητά, τῆς τε νοητῆς ταυτότητος καὶ ἑτερότητος ἁπτόμενος καὶ τῆς αἰσθητῆς, φερόμενος δὲ εἰς πᾶσαν τὴν ψυχὴν καὶ ὡδὶ μὲν τὸν ταὐτοῦ κύκλον κινῶν, ὡδὶ δὲ τὸν θατέρου, καὶ τῷ μὲν τὰ νοητά, τῷ δὲ τὰ αἰσθητὰ θεώμενος καὶ ταύτῃ τὸν ὅλον δημιουργὸν ἀπεικονιζόμενος, περὶ οὗ λέλεκται τό· νῷ μὲν κατέχει τὰ νοητά,

  
αἴσθησιν δὲ ἐπάγει κόσμοις·  
οὕτω γὰρ καὶ ὁ ψυχικὸς λόγος ἐν τῇ ψυχῇ φερόμενος, ὡς καὶ ἑαυτὸν καὶ ἐκείνην πᾶσαν κινεῖν, περί τε τὴν ἑτερότητα καὶ τὴν ταυτότητα, τάς τε νοητὰς καὶ τὰς αἰσθητάς, ποτὲ μὲν δόξας καὶ πίστεις ἀποτελεῖ, ποτὲ δὲ νοῦν καὶ ἐπιστήμην, γιγνόμενος μὲν ἀληθὴς καὶ οὐκ ὤν, καθάπερ αὐτὸς ὁ νοῦς — ἐκεῖνος γὰρ ἦν ὄντως ἀληθής —, κατὰ ταὐτὸν δὲ ἀληθής, ἢ ὡς ἅμα γιγνώσκων ἄμφω, τά τε ὄντα καὶ τὰ γιγνόμενα, ἢ ὡς· ἀεὶ τοιοῦτος ὢν καὶ οὐ ποτέ, καθάπερ ὁ τῶν μερικῶν ψυχῶν λόγος· οὗτος γὰρ οὐκ ἀεὶ ὡσαύτως ἀληθής, πλάνης καὶ ἀγνοίας ἀναπιμπλάμενος κατὰ τὴν γένεσιν· ἢ γιγνόμενος μὲν ἀληθής, ὡς μεταβατικὸς ἐν ταῖς γνώσεσι ταῖς διτταῖς, κατὰ ταὐτὸν δὲ ἀληθής, ὡς ὅλον ἀεὶ τὸ εἶδος περιλαμβάνων ἑκάστου γνωστοῦ καὶ μὴ κατὰ τὸν ἡμέτερον λόγον ἀνελίττων καὶ τῶν εἰδῶν ἕκαστον, ἀλλὰ πᾶν ὅπερ ὁρᾷ, θεώμενος ἅμα ὅλον· ἡμεῖς γὰρ ἄλλῳ καὶ ἄλλῳ τοῦ αὐτοῦ προσπίπτοντες οὐ κατὰ ταὐτὸν ὁρῶμεν, ἀλλὰ κατὰ μέρος ἕκαστον· ἢ καὶ κατὰ ταὐτὸν περί τε τὸ ἕτερον καὶ περὶ τὸ ταυτόν, ἁπλῶς περὶ τὸ νοητὸν καὶ περὶ τὸ αἰσθητὸν ὡσαύτως ἀληθὴς γιγνόμενος, ὡς ἅμα ἄμφω γιγνώσκων, ᾗ ταὐτὸν καὶ ᾗ ἕτερον, ὅπως ὁρᾷ καὶ λέγει θάτερον ἐκ θατέρου τὴν πρόοδον ἔχειν. τὸ οὖν κατὰ ταὐτὸν εἶναι δηλωτικὸν τοῦ κατὰ μίαν ἐπιβολὴν ἀμφοτέρων εἶναι τὸν λόγον τοῦτον γνωριστικόν, τοῦ τε ὄντως θατέρου καὶ τοῦ ὄντως ταυτοῦ· τούτων γὰρ ἔχων ὁμοῦ τὴν μεταβατικὴν γνῶσιν γιγνόμενός ἐστιν ἀληθὴς οὗτος ὁ λόγος, οὗ ἡ μὲν ἐνέργεια τὸ λέγειν  <span class="gap">…</span> καὶ τοῦ ἐν τῷ αἰσθητῷ μέντοι ὄντος ταυτοῦ καὶ θατέρου· τούτου γὰρ ἔργον ἐστὶν ἰδεῖν καὶ ὅτῳ τὰ νοητὰ διέστηκε τῶν αἰσθητῶν· δεῖ γὰρ ἕν τι εἶναι τὸ γνωστικὸν ἀμφοῖν, ἵνα λέγῃ τὰ μὲν ἄλλα, τὰ δὲ ἄλλα εἶναι τὰ νοητὰ τῶν αἰσθητῶν. ἐν δὲ τῷ ὑπʼ αὐτοῦ κινουμένῳ φερόμενός ἐστιν ὡς προϊὼν εἰς τοὺς διττοὺς κύκλους καὶ κινῶν ἑαυτόν τε καὶ ἐκείνους· ἡ γὰρ φορὰ τὴν πρόοδον δηλοῖ τὴν ἀπὸ τῆς μιᾶς γνώσεως μεριζομένην εἰς τὰς διττὰς γνώσεις. ὁ δὲ λόγος αὐτὸς ἑνοειδής ἐστι γνῶσις τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν, ἢ τί τὸ ἐν αὐτῇ λέγον, ὅτι ἄλλο τὸ νοητὸν καὶ ἄλλο τὸ αἰσθητὸν ἢ τὸ ἄμφω εἰδός, πρὸ ἀμφοῖν ὂν τῶν διῃρημένως ταῦτα εἰδότων; ἐπεὶ καὶ μονάς ἐστιν ἡ ψυχὴ καὶ δυάς, καὶ ἔστιν ὅπῃ κατὰ μίαν γνῶσιν ἡνωμένως περιέχει τά τε νοητὰ καὶ τὰ αἰσθητά, καὶ αὖ πάλιν τὰ μὲν κατὰ τὸν ταὐτοῦ κύκλον, τὰ δὲ κατὰ τὸν θατέρου. ὡς οὖν ἐπὶ τῆς οὐσίας τὸ μοναδικὸν προηγεῖται τοῦ δυοειδοῦς, ὡς ἐπὶ τῆς ἁρμονίας, ὡς ἐπὶ τοῦ εἴδους, ὡς ἐπὶ τῶν δυνάμεων, οὕτω καὶ ἐπὶ τῶν γνωστικῶν ἐνεργειῶν ὁ εἷς λόγος τῶν διῃρημένων προκατάρχει γνώσεων. καὶ εἴρηταί μοι ταῦτα πολλάκις διὰ τὴν τῶν ἐξηγητῶν περὶ ταῦτα πλάνην. ταῦτα γοῦν καὶ ὁ Πλάτων ἐνδεικνύμενος εἶπε φέρεσθαι τὸν λόγον αὐτὸν ἀληθῆ περὶ ἀμφότερα γιγνόμενον, τό τε νοητὸν καὶ αἰσθητόν, εἰς τὸ ὑπʼ αὐτοῦ κινούμενον, ὃ δή ἐστι τῶν κύκλων ἑκάτερος, φέρεσθαι δὲ ἄνευ φθόγγου καὶ ἠχῆς· ὁ γὰρ ἔνδον λόγος τούτων οὐδὲν δεῖται παντελῶς, ἀλλʼ ὁ προφορικός· ὡσεὶ ἔλεγεν, ὅτι πάσης τῆς εἰς τὸ ἔξω φερομένης ἐνεργείας ὁ λόγος οὗτος ἔχει κίνησιν τελειοτέραν· ὁ γὰρ φθόγγος καὶ ὁ ἦχος τῶν αἰσθητῶν κινήσεων εἴληπται σύμβολα. φερόμενος δʼ οὖν ὁ ἔνδον λόγος, ἅτε ἡνίοχος ὢν καὶ κινῶν τῶν κύκλων ἑκάτερον, διττὰς ἀποτελεῖ γνώσεις ἐν ἡμῖν, ἃς ἐφεξῆς ὁ Πλάτων παραδίδωσιν. εἰ δέ, ὡς ἐν τοῖς ἀκριβεστέροις εὕρομεν τοῖς κεκολασμένοις, μὴ γράφοιτο ἐν τῷ ὑπʼ αὐτοῦ κινουμένῳ, ἵνʼ ἐπὶ τὸν λόγον ἔχῃ τὴν ἀναφοράν. ἀλλὰ τῷ ὑφʼ ἑαυτοῦ κινουμένῳ, πᾶσαν ἂν δηλοίη τοῦτο τὴν ψυχήν, ἀπὸ τοῦ ὁρισμοῦ σημαῖνον αὐτήν· τὸ γὰρ ὁριστὸν τῷ ὁρισμῷ ταὐτόν πώς ἐστι. τὸν τοίνυν λόγον φερόμενον ἐν τῇ ψυχῇ—ταύτην γὰρ εἶναι τὸ ὑφʼ ἑαυτοῦ κινούμενον—τοτὲ μὲν τῶν αἰσθητῶν, τοτὲ δὲ τῶν νοητῶν γιγνώσκειν τὸ ταυτὸν καὶ ἕτερον. καὶ ἔοικε μάλιστα τὴν γνῶσιν ταῦτα χαρακτηρίζειν, ὥσπερ τὴν ζωὴν κίνησις καὶ στάσις· διὸ καὶ διαφερόντως τούτων ἐποιήσατο μνήμην, ὡς πρὸς ταῦτα πάσης γνώσεως ἐχούσης συγγενῶς.

Ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται, καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς.

`2.310–2.311`

Ἐν δὴ τούτοις περὶ τῆς τῶν αἰσθητῶν διαλέγεται γνώσεως, ὅπως ὁ λόγος ὁ ἐν τῇ ψυχῇ τοῦ παντὸς ἀπογεννᾷ τὴν γνῶσιν ταύτην, ὅτι τὸν θατέρου κύκλον κινῶν καὶ τοὺς ἐν αὐτῷ λόγους τοὺς προϊσταμένους τῆς διακοσμήσεως τῶν ὅλων, καὶ ἀκλινῆ φυλάττων αὐτόν· ἡ γὰρ ὀρθότης δηλοῖ μὲν καὶ τὴν ὀρθοδοξίαν, ὡς ὅ τε Πορφύριος ἐξηγήσατο καὶ ὁ Ἰάμβλιχος ἐπέκρινε, δηλοῖ δὲ καὶ τὸ ἀδάμαστον ἐν τῇ προνοίᾳ καὶ τὸ ἀρρεπές· οἰκεῖον γὰρ νοήσει μὲν ἡ ἄκμητος καὶ ὀξυκίνητος δύναμις, προνοίᾳ δὲ καὶ γονίμοις ἐνεργείαις ἡ ἀμείλικτος καὶ ἀκλινής, καὶ ἀμερίστῳ μὲν οὐσίᾳ ἡ καθαρότης τῆς νοήσεως, μεριστῇ δὲ ἡ ἄχραντος ἐνέργεια. ἀμέριστον μὲν οὖν τὸν ὀρθὸν κύκλον, μεριστὸν δὲ τὸν μὴ ἀκριβῆ κύκλον, ἀλλὰ μετέχοντά πως τῆς εὐθείας ἀκούει, διότι φέρεταί τε εἰς τὸ ἐκτὸς ἡ γνῶσις τῶν αἰσθητῶν καὶ εἰς αὐτὴν πάλιν ἀνακάμπτει τὴν ψυχήν, ὡς μήτε εὐθεῖαν εἶναι μόνον οἵα ἡ τῆς αἰσθήσεως γνῶσις, μήτε κύκλον οἵα ἡ τῆς διανοίας. Ἰάμβλιχος δὲ πᾶν τοῦτο ἀπεδοκίμασεν ὡς ταῖς ἀνθρωπίναις γνώσεσιν, ἀλλʼ οὐ ταῖς θείαις προσῆκον. ὅταν τοίνυν ὁ ἡνίοχος κινῇ τὸν θατέρου κύκλον, ὃ δὲ ἀρρεπὴς μένων καὶ εἰς αὐτὸν ἐπεστραμμένος τοὺς λόγους ἀνεγείρῃ τῶν αἰσθητῶν καὶ εἰς πᾶσαν διαγγείλῃ τὴν ψυχήν, οἷον ἕκαστόν ἐστι τῶν αἰσθητῶν—πᾶσα γὰρ ἡ ψυχὴ γιγνώσκει κατὰ τοῦτον μέντοι τὸ αἰσθητὸν πᾶν· καὶ γὰρ ὁ ταὐτοῦ κύκλος τὰ νοητὰ βλέπων οἶδε καὶ τὸ αἰσθητὸν ὡς ἀπʼ αἰτίας, οὗτος δὲ αὐτόθεν καὶ οἷον συστοίχως—ἐν αὐτῷ δόξαι καὶ πίστεις ἀπογεννῶνται· τῆς γὰρ θειοτέρας ψυχῆς οἷον ἐπικρινάσης, μᾶλλον δὲ νοερωτέραν ἐνέργειαν εἰς αὐτὸν ἐλλαμψάσης ὁ δοξαστικὸς κύκλος καθαρὰν ἔχει τὴν οἰκείαν ζωήν, καὶ ἡ γνῶσις ἐν αὐτῷ μόνιμος ἀποτελεῖται, τὰ μὲν φερόμενα μονίμως, τὰ δὲ μεταρρέοντα καὶ ἐνδεχόμενα πιστῶς καὶ ἀραρότως ἐν ἑαυτῇ προειληφυῖα· ἔστι γὰρ ἡ μὲν δόξα τῆς δοξαστικῆς ψυχῆς ἐνέργεια καὶ γνῶσις, ἡ δὲ πίστις ἡ μόνιμος καὶ ἀμετάπτωτος τῆς δόξης κρίσις. ταῦτα μὲν οὖν ταύτῃ. ζητήσεως δὲ ἄξιον, πῶς ὁ θατέρου κύκλος παντός ἐστι τοῦ αἰσθητοῦ γνωστικός, ὡς εἴρηται, καὶ ὁ ταὐτοῦ τῶν νοητῶν, ὡς ῥηθήσεται· πῶς γὰρ ὃ μὲν τῆς ἐπὶ δεξιὰ κινήσεως αἴτιος, ὃ δὲ τῆς ἐπʼ ἀριστερά, καὶ ταῖς κινητικαῖς δυνάμεσιν οὕτω διαιρεθέντες ἀπʼ ἀλλήλων, οὐκέτι ταῖς γνωριστικαῖς ὡσαύτως διεκρίθησαν, ἀλλὰ τῷ τῶν αἰσθητῶν ἢ νοητῶν ἔχειν γνῶσιν; μήποτε οὖν ῥητέον, ὡς αἱ μὲν ζωτικαὶ κινήσεις προόδων εἰσίν, αἱ δὲ γνωριστικαὶ ἐπιστροφῶν, καὶ ὁ μὲν ταὐτοῦ κύκλος, ἅτε προσεχὴς ὢν τοῖς νοητοῖς ἐκεῖθεν προϊὼν αὐτῷ τῷ προϊέναι καὶ κινεῖσθαι ζωτικῶς αὐτὸς κατὰ τὴν πρόοδον κινεῖ τὴν πρωτίστην περίοδον καὶ διʼ ἐκείνης πάντα τὸν κόσμον· ἕπονται γὰρ αἱ ἀκυρότεραι περίοδοι ταῖς κυριωτέραις κατὰ τὸ τοῦ Ἀριστοτέλους ἀληθές, ὅτι καὶ ἡ γένεσις κατʼ ἄμφω κινεῖται, τὸ μὲν ὡσαύτως ἔχουσα ἀπὸ τῆς ἐπὶ δεξιὰ κινήσεως, τὸ δὲ ἑτέρως ἀπὸ τῆς ἐπʼ ἀριστερὰ περιφορᾶς. ἐπιστρέφων οὖν εἰς τὸ νοητὸν ἐπιστρέφει, καὶ διὰ τοῦτο γνωριστικός ἐστι τῶν νοητῶν· δεῖ γοῦν πανταχοῦ τῇ μονῇ συνέπεσθαι τὴν ἐπιστροφήν· ὁ δὲ δὴ θατέρου κύκλος μένων ἐν τῷ ταὐτοῦ—περιέχεται γὰρ ἐν τούτῳ προσεχῶς, ὡς ἐκεῖνος ὑπὸ τοῦ νοῦ—πρόεισι διὰ τῆς ζωτικῆς κινήσεως εἰς τὸ δεύτερον τοῦ κινηθέντος ὑπʼ ἐκείνου, λέγω δὲ εἰς τὴν δευτέραν περιφοράν, καὶ διὰ ταύτης κινεῖ καὶ τὴν γένεσιν, ὡς ἐκεῖνος διὰ τῆς ἀπλανοῦς ἐκίνει τὸ πᾶν· ἐπιστρέφων δὲ διὰ τῆς γνώσεως εἰς τὴν ἐκείνου ζωτικὴν ἐπιστρέφει κίνησιν, οὖσαν προσεχῶς ὑπὲρ αὐτόν, εἰς ἐκείνην δὲ ἐπιστρέφων διὰ τῆς γνώσεως ὅπερ ἐκείνη ζωτικῶς ἐπετρόπευε, τοῦτο γνωστικῶς ἐπιστρέφεται, καὶ οὕτω δὴ τοῦ κόσμου παντὸς ἔσχε τὴν γνῶσιν, συνάψας τὸ ἑαυτοῦ ἐπιστρέφον πρὸς τὸ τοῦ πρὸ αὐτοῦ μένον, καὶ ἐγενέσθην ὃ μὲν τῶν νοητῶν, ὃ δὲ τῶν αἰσθητῶν γνωριστικός· καὶ γὰρ εἰ τὴν θατέρου κινεῖ περίοδον, ἔδει γιγνώσκειν αὐτὸν καὶ ὧν ἡγεῖται καὶ ᾧ ἕπεται μέσην οὖσαν, καθάπερ τὸν τοῦ ταυτοῦ κύκλον, εἰ κινεῖ τὸ πᾶν, ἔδει γιγνώσκειν, τίνι ὁμοιούμενον ζῇ τὴν μίαν ταύτην ζωήν· ὥστε τῷ μὲν ἡ ἐπιστροφὴ διὰ τοῦ μέρους εἰς τὸ ὅλον, τῷ δὲ διὰ τοῦ ὅλου εἰς ἕτερον ὅλον. τοσαῦτα καὶ πρὸς ταύτην ἡμῖν εἰρήσθω τὴν ζήτησιν, βαθείας ἐπιστάσεως δεομένην. οὐ δεῖ δὴ οὖν νομίζειν, ὅτι ἔξωθεν εἰσδέχεται τὴν γνῶσιν ἡ ψυχὴ τοῦ παντὸς τῶν αἰσθητῶν, οὐδʼ ὅτι ὀργάνων δεῖται πρὸς τὴν κατάληψιν αὐτῶν· μερικῶν γάρ ἐστι ταῦτα ψυχῶν· ἀλλʼ ὅτι εἰς ἑαυτὴν ἐστραμμένη προβεβλημένους ἔχει τοὺς λόγους τῶν αἰσθητῶν ἀφʼ ἑαυτῆς. διὸ καὶ ὁ Πλάτων ἀκριβῶς περὶ τὸ αἰσθητὸν εἶπεν ἐνεργεῖν τὸν θατέρου κύκλον, ἀλλʼ οὐ πρὸς τὸ αἰσθητόν, ἵνα τὴν κατʼ αἰτίαν περιοχὴν ἐνδείξηται τῶν αἰσθητῶν ἐν τοῖς λόγοις, ἀλλʼ οὐχὶ τὴν σύζυγον πρὸς αὐτὰ καὶ τὴν ἐν αὐτοῖς ἀπερειδομένην γνῶσιν. ταῦτα μὲν οὖν περὶ τῶν πραγμάτων.

`2.312`

τὸ δὲ εἰς πᾶσαν διαγγεῖλαι τὴν ψυχὴν σύμφωνον μέν ἐστι τῷ λέγει κινουμένη διὰ πάσης ἑαυτῆς, ἐνδείκνυται δέ, ὅτι καὶ τῶν αἰσθητῶν προσεχῶς μὲν ὁ θατέρου κύκλος ἐφάπτεται, διὰ δὲ τούτου καὶ ἡ πᾶσα ψυχὴ τὴν γνῶσιν ὑποδέχεται. τὸ δὲ αὐτοῦ πολλαχῶς μὲν ἐξηγήσαιτο ἄν τις, ὡς καὶ ὁ Πορφύριος ἐπέστησε, μᾶλλον δὲ ὡς πρὸς τὸν λόγον ἀποδοτέον· δόξαι γὰρ αὐτοῦ γίγνονται τοῦ λόγου καὶ πίστεις, τοῦ ὀρθοῦ κύκλου τὰ αἰσθητὰ διαγγέλλοντος· εἰσὶ γὰρ καὶ αἱ δόξαι καὶ αἱ πίστεις ἐν τῷ δοξαστικῷ μέν, αὐτοῦ δὲ τοῦ λόγου, καθόσον ὑπʼ ἐκείνου κινοῦνται καὶ ἀνεγείρονται καὶ συνέχονται. ταῦτα μὲν περὶ τῆς τοῦ λάγου πρὸς τὸν θατέρου κύκλον συντάξεως· ἑξῆς δὲ καὶ περὶ τῆς πρὸς τὸν ταὐτοῦ διαλέγεται ταύτῃ προστιθείς.

Ὅταν δὲ αὖ περὶ τὸ λογιστικὸν ᾖ, καὶ ὁ τοῦ ταυτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, νοῦς ἐπιστήμη τε ἐξ ἀνάγκης ἀποτελεῖται.

`2.313–2.314`

Πάντα πᾶσιν ἀντέθηκε, τῷ μὲν αἰσθητῷ τὸ λογιστικόν, τῷ δὲ «ὀρθῷ» τὸ «εὔτροχον», τῷ δὲ γίγνηται τὸ «ᾖ», τῷ δὲ «ἀναγγείλῃ» τὸ μηνύσῃ, τῇ δὲ «δόξῃ» τὸν «νοῦν», τῇ δὲ «πίστει» τὴν «ἐπιστήμην». ἔστι δὲ λογιστικὸν μὲν οὐ τὸ λογιζόμενον, ὡς ἂν οἰηθείη τις, ἀλλʼ αὐτὸ τὸ νοητόν — τοῦτο γὰρ ἀντέθηκε τῷ αἰσθητῷ —, διότι καὶ λογισμός ἐστιν ἐκεῖ θειότερος ἢ κατὰ τὴν ψυχήν, ὡς πολλάκις εἴπομεν, καὶ κατʼ ἐνέργειαν ἀεὶ ὢν ὁ αὐτὸς λογισμὸς ἐν ἐκείνοις. καὶ ἔοικεν οὕτω τὸ νοητὸν καλέσαι λογιστικόν, ὡς ὕστερον καλέσει τὸ αἰσθητὸν αἰσθητικόν· καὶ γὰρ τὸ αἰσθητὸν κινητικόν ἐστι τῆς αἰσθήσεως καὶ τὸ νοητὸν τοῦ λογισμοῦ τῆς ψυχῆς· εἴη ἂν οὖν λογιστικὸν τὸ τῷ λογισμῷ τῆς ψυχῆς περιληπτόν, οὗ δὴ προειληφὸς ἐκεῖνο τὴν αἰτίαν ὁμωνύμως τούτῳ προσείρηται λογιστικόν. εὔτροχον δὲ τὸ νοερὸν καὶ ἐν τῇ μεταβάσει τὸ ἀνεμπόδιστον ἔχον καὶ τὸ κυκλικὸν ἐν τῷ μεταβαίνειν καὶ τὸ ἀκμαῖον ἐν ταῖς νοήσεσι, τὸ τέλειον, τὸ περὶ τὸ θεῖον ἐνεργοῦν, τὸ ἀγαθοειδές, τὸ περὶ τὸ νοητὸν ὡς κέντρον φερόμενον·

  
κέντρῳ ἐπισπέρχων σαυτὸν φωτὸς κελάδοντος  
φησί τις θεῶν. ὂν δὲ τὸ πεπληρωμένον τῶν ὄντως ὄντων καὶ ἡνωμένον αὐτοῖς. μηνῦσαι δὲ τὸ οἷον ἐκφῆναι, τὸ ἀναδιδάξαι, τὸ ἐκ τοῦ ἀπορρήτου προαγαγεῖν. νοῦς δὲ ὁ καθʼ ἕξιν· τριχῶς γὰρ ὁ νοῦς· πρῶτος μὲν ὁ θεῖος, οἷος δὴ καὶ ὁ δημιουργικός, δεύτερος δὲ ὁ μετεχόμενος ὑπὸ τῆς ψυχῆς, οὐσιώδης καὶ αὐτοτελής, τρίτος δὲ ὁ καθʼ ἕξιν, διʼ ὃν ἡ ψυχὴ νοερά ἐστιν. ἐπιστήμη δὲ ἡ πρώτη πληρουμένη γνῶσις ἀπὸ τῶν νοητῶν, ἀκλινὴς καὶ ἀρρεπὴς καὶ ἀμετάπτωτος ὑπάρχουσα, διαφέρουσα δὲ τοῦ νοῦ καθόσον ἐκεῖνος μὲν ἐν ταῖς ἁπλαῖς μόναις ἐπιβολαῖς θεωρεῖται τῆς ψυχῆς· διʼ αὐτοῦ γὰρ ἕκαστον τῶν νοουμένων ὅλον ἅμα νοεῖ—νοῦ γὰρ ἴδιον τὸ ἀθρόον ἐν ταῖς ἐνεργείαις—αὕτη δὲ ἐν ταῖς ἀπʼ αἰτίας γνώσεσι—τοῦτο γὰρ ἐπιστήμης ἴδιον— ἥ τε σύνθεσις καὶ ἡ διαίρεσις τῶν εἰδῶν· δῆλον γὰρ ὅτι γιγνώσκουσα τὰ ὄντα γιγνώσκει, τίνα μὲν αἰτίων ἔχει τάξιν ἐν ἐκείνοις, τίνα δὲ αἰτιατῶν· τὴν δὲ τοιαύτην πᾶσαν γνῶσιν ἐπιστήμην καλοῦσιν, ὥσπερ νόησιν τὴν ἁπλῆν ἐπιβολὴν ἑκάστου τῶν νοουμένων. καὶ ἡμεῖς μὲν οὕτως. Ἰάμβλιχος δὲ τὸν νοῦν τοῦτον πρεσβύτερον ἀκούει τῆς ψυχῆς, ἄνωθεν αὐτὴν συνέχοντα καὶ τελειοῦντα, καὶ διαγωνίζεται πρὸς τοὺς ἢ αὐτόθι τῷ παντελεῖ νῷ συνάπτοντας τὴν ψυχήν — δεῖν γὰρ μὴ ἀθρόαν γίνεσθαι τὴν μετάβασιν ἀπὸ τῶν ἐξῃρημένων ἐπὶ τὰ μετέχοντα, ἀλλὰ μέσας εἶναι τὰς συντεταγμένας τοῖς μετέχουσιν οὐσίας — ἢ τὸν νοῦν ἕξιν ὑποτιθεμένους τῆς ψυχῆς — δεῖν γὰρ εἶναι τὸ ἐν αὐτῷ ὂν πρὸ τοῦ ἐν ἄλλῳ ὄντος. ταῦτα δὲ πρὸς μὲν τὰ πράγματα λέγεται ὀρθῶς. συμφωνότερον δὲ τῇ λέξει τὸ τὸν νοῦν τοῦτον ὡς ἕξιν ἐν αὐτῇ τῇ ψυχῇ θεωρεῖν· καὶ γὰρ ἐκ τῆς ἐνεργείας τοῦ ταὐτοῦ κύκλου φησὶν αὐτὸν ὁ Τίμαιος ἀποτελεῖσθαι· τὸν δὲ ὑπὲρ τὴν ψυχὴν νοῦν ἐκεῖνον ῥητέον, ὃν ὁ δημιουργὸς ὑπέστησεν, ἀνὰ λόγον θεὶς ὡς ψυχὴν ἐν τῷ σώματι καὶ τὸν νοῦν ἐν τῇ ψυχῇ· δῆλον γὰρ ὅτι πρεσβύτερος οὗτος ὁ νοῦς τῆς ψυχῆς, ὡς ἡ ψυχὴ κατʼ αὐτὸν τοῦ σώματος· ὁ δὲ νῦν λεγόμενος νοῦς, ἀποτέλεσμα ὢν τῆς τοῦ λόγου διὰ τοῦ ταὐτοῦ κύκλου περὶ τὸ νοητὸν κινήσεως— ἀποτελεῖσθαι γὰρ αὐτὸν εἶπεν εὐτρόχως ἐκείνου κινουμένου περὶ τὸ τῷ λογισμῷ ληπτόν—οὐκ ἂν εἴη πρεσβύτερος τῆς ψυχῆς, ἀλλʼ ἕξις τις αὐτῆς, ὡς καὶ ἐπιστήμη· διὸ καὶ ἐγγίνεσθαί φησιν αὐτὸν ὥσπερ καὶ τὴν ἐπιστήμην ἐν αὐτῇ καὶ τὴν δόξαν καὶ τὴν πίστιν. ἐκ δὴ τούτων ἁπάντων ἓν ἐκεῖνο συγκεφαλαιωτέον, ὅτι ἡνίκʼ ἂν ὁ λόγος περὶ τὸ νοητὸν ᾖ καὶ ὁ ταὐτοῦ κύκλος ἐμφαίνῃ διὰ τῆς ἑαυτοῦ νοερᾶς ἐνεργείας τὴν τῶν ὄντων φύσιν τῷ λόγῳ, νοῦς καὶ ἐπιστήμη φύεται ἐν τῇ ψυχῇ, καὶ ταῦτα ἐξ ἀνάγκης· συνυπάρχει γὰρ ταῖς τοιαῖσδε ἐνεργείαις ἡ τελειότης ἡ προσήκουσα αὐταῖς. τί οὖν; φαίης ἄν· ποτὲ μὲν γίνεται πρὸς τοῖς νοητοῖς λόγος, ποτὲ δὲ πρὸς τοῖς αἰσθητοῖς; οὐδαμῶς ἐπί γε τῆς ὅλης ψυχῆς τοῦτο φήσομεν, ἀλλʼ ἀεὶ ἄνω καὶ ἀεὶ πρὸς τοῖς νοητοῖς καὶ τὸ ἐκεῖ μένειν καὶ προσιδρῦσθαι, καὶ τῶν αἰσθητῶν ἀδαμάστως προνοεῖ, καὶ διὰ τὸ εὔτροχον τοῦ ταὐτοῦ κύκλου καὶ ὀρθότης διαμένει τοῦ θατέρου. τὸ δὲ ὅταν καὶ τὸ γίγνηται καὶ τὰ τοιαῦτα δυνάμεων δηλοῖ διαφοράς· οὐ γὰρ κατὰ πάσας τὰς δυνάμεις πανταχοῦ παραπλησίως ἐστί — τοῦτο γὰρ ἴδιον τῶν θείων νοητῶν διὰ τὴν ἁπλότητα τῆς οὐσίας —, ἀλλὰ μᾶλλον μὲν κατὰ τὴν ταὐτοῦ πρὸς τοῖς νοητοῖς, μᾶλλον δὲ κατὰ τὴν θατέρου πρὸς τοῖς αἰσθητοῖς ἐστι. δεῖ δὲ μηδʼ ἐκεῖνα παριδεῖν, ὅτι τὸν μὲν θατέρου κύκλον εἶπεν ὀρθὸν ἰόντα γιγνώσκειν τὰ αἰσθητά, τὸν δὲ ταὐτοῦ εὔτροχον ἰόντα τὰ νοητά, πρὸς τὰ τῆς μερικῆς ἀποβλέπων, ἧς πεσούσης ἐρεῖ τὸν μὲν ταὐτοῦ κύκλον πεδᾶσθαι, τὸν δὲ θατέρου διαστρέφεσθαι· τούτοις γὰρ ἀντέθηκε, τῇ μὲν διαστροφῇ τὴν ὀρθότητα, τῇ δὲ πέδῃ τὴν εὔτροχον κίνησιν τὸ εὔλυτον σημαίνουσαν, ὡς ἡ ὀρθότης ἐκεῖ τὴν ἀδιάστροφον ὑπὸ τῶν κάτω φορὰν καὶ τὴν ἀνέλεγκτον κρίσιν· ὥστε οἰκείως ἑκάτερον ὕμνησε τῶν κύκλων.

Τούτω δὲ ἐν ᾧ τῶν ὄντων ἐγγίνεσθον, ἄν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν εἴπῃ, πᾶν μᾶλλον ἢ τἀληθὲς ἐρεῖ.

`2.315–2.316`

Τούτω τίνε φησί; πότερον νοῦν καὶ ἐπιστήμην; ταῦτα γὰρ εἴρητο προσεχῶς· ἢ οὐ πᾶσαν περιλήψεται τὴν ψυχήν, οὔκουν τόν γε θατέρου κύκλον; ἢ μᾶλλον τὰς διττὰς συζυγίας εἶπε, δόξαν καὶ πίστιν, μίαν μὲν ταύτην, νοῦν τε καὶ ἐπιστήμην· δευτέρα γὰρ αὕτη· διὰ δὲ τούτων πᾶσαν περιλήψεται τὴν ψυχήν. πᾶν οὖν τὸ δεκτικὸν νοῦ καὶ ἐπιστήμης καὶ δόξης καὶ πίστεως ψυχή ἐστι· πᾶσαι γὰρ αἱ γνώσεις αὗται καὶ λογικαί εἰσι καὶ μεταβατικαί, καὶ διότι μὲν λογικαί, τῶν ἀλόγων ἐξῄρηνται δυνάμεων, διότι δὲ μεταβατικαί, τῆς νοερᾶς ὑφεῖνται γνώσεως· καὶ γὰρ εἰ ἔστιν ἐπιστήμη καὶ νοῦς ἐν τοῖς νοητοῖς, ἀλλʼ οὐκ ἐγγίγνεται αὐτοῖς, ἐν δὲ τῇ ψυχῇ καθάπερ εἶπεν ἐγγίγνεσθον, διότι δὴ κατὰ μέθεξιν ἐπιστήμων· μετέχει γὰρ τῆς αὐτοεπιστήμης· καὶ γὰρ οὐσίωτο κατὰ μέθεξιν — ἀπὸ γὰρ τῶν πρώτων γενῶν τὰ μέσα πρόεισι —, καὶ ἥρμοστο παραπλησίως — ἀπὸ γὰρ τῆς αὐτοαρμονίας ἡ ἐν αὐτῇ —, καὶ ἐσχημάτιστο ὁμοίως — τὸ γὰρ νοερὸν σχῆμα παντοίων σχημάτων περιληπτικόν —, καὶ δυνάμεις εἶχεν ὡσαύτως· αἱ γὰρ νοεραὶ καὶ νοηταὶ δυνάμεις πρὸ αὐτῆς ἦσαν, κίνησίν τε ἀπὸ τῶν γενῶν τοῦ ὄντος ὑπεδέξατο καὶ γνῶσιν ἀπὸ τῆς δημιουργικῆς νοήσεως, οὗ δὴ καὶ ἡ στάσις ἀναφαίνεται· πᾶσα γὰρ γνῶσις στάσις τίς ἐστι καὶ περίληψις τοῦ γνωστοῦ καὶ ἐφαρμογὴ πρὸς τὸ γνωστόν. μετέχει μὲν οὖν καὶ ἡ κίνησις τῆς ὅλης ψυχῆς γνώσεως, καθόσον ἑαυτὴν γιγνώσκει καὶ εἰς ἑαυτὴν βλέπουσα κινεῖ, μετέχει δὲ καὶ ἡ γνῶσις κινήσεως, καθόσον μεταβατική ἐστιν. ἰδίως δὲ ἡ μὲν κινητικὴ ἐνέργεια κατὰ τὴν κίνησιν ἀφορίζεται, ἡ δὲ γνωστικὴ κατὰ τὴν στάσιν, καὶ μᾶλλον ὁ θατέρου κύκλος κινητικός ἐστι, μᾶλλον δὲ ὁ ταὐτοῦ γνωστικός, διότι καὶ προσήκει ταυτότητι μὲν στάσις, ἑτερότητι δὲ κίνησις, ἔστι δὲ καὶ ἐν τῷ θατέρου γνῶσις καὶ ἐν τῷ ταὐτοῦ κίνησις, ὥσπερ καὶ ἐν ἐκείνῳ μὲν ταυτότης, καὶ ἐν τούτῳ δὲ καὶ ἑτερότης· ὅλη γὰρ διʼ ὅλης ἡ ψυχὴ μετέχει τῶν γενῶν τοῦ ὄντος. Μέχρι δὴ τούτων ἡ ψυχογονία συμπεπλήρωται, διῃρημένη τοῖς προαναγεγραμμένοις κεφαλαίοις· εἴρηται γὰρ περὶ τῆς ὑποστάσεως τῆς ψυχῆς, περὶ τῆς ἁρμονίας, περὶ τοῦ σχήματος, περὶ τῶν δυνάμεων, περὶ τῶν ἐνεργειῶν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqy-ca`.
