---
title: "Platonic Theology: Book 5"
title_greek: "Πλατωνικὴ Θεολογία, Εʹ"
author: Proclus the Successor
eul_wid: uqy-bq
eul_aid: uqy
canonical: "https://eulogikon.org/works/proclus-theology-books-1-5-book-5-uqy-bq"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:0a52b52725734ceb343d94228f91dcf2d2c1081ccd2942a86272cb4885047443"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Platonic Theology: Book 5

*Πλατωνικὴ Θεολογία, Εʹ*

**Author:** Proclus the Successor

**eul_wid:** `uqy-bq` · [HTML page](https://eulogikon.org/works/proclus-theology-books-1-5-book-5-uqy-bq)

## Text

Part of [Platonic Theology: Books 1–5](/works/proclus-theology-books-1-5-uqy-ai)

`5.1–5.5`

ΠΡΟΚΛΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΘΕΟΛΟΓΙΑΣ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΠΕΜΠΤΟΥ

αʹ. Πῶς προῆλθον αἱ νοεραὶ τάξεις ἀπὸ τῶν νοητῶν καὶ νοερῶν θεῶν καὶ κατὰ τίνας ἰδιότητας ὑπέστησαν. βʹ. Τίς ἡ διαίρεσις τῶν νοερῶν θεῶν καὶ ἡ καθʼ ἑβδομάδας πρόοδος τῇ τάξει ταύτῃ τῶν θεῶν. γʹ. Τίνες οἱ τρεῖς νοεροὶ πατέρες κατὰ Πλάτωνα, τίνες αἱ τρεῖς ἄχραντοι μονάδες, καὶ τίς ἡ ἑβδόμη θεότης ταῖς δύο τριάσι συντεταγμένη. δʹ. Πόθεν ἄν τις συλλογίσαιτο περὶ τῆς εἰς ἑπτὰ ἑβδομάδας προόδου τῶν νοερῶν θεῶν ἐκ τῶν Πλάτωνος. εʹ. Τίς ὁ μέγιστος Κρόνος κατὰ τὴν ἐν Κρατύλῳ θεολογίαν, καὶ πῶς νοητός ἐστι καὶ πῶς νοερός· ἐν ᾧ διήρθρωται τὰ περὶ τῆς τοῦ νοῦ πρὸς τὸ νοητὸν ἑνώσεως καὶ διακρίσεως δόγματα. ϛʹ. Τίς ἡ τοῦ Κρόνου βασιλεία καὶ πῶς ὑπὸ τοῦ Πλάτωνος ἐν Πολιτικῷ παραδέδοται, καὶ τίνων ἐστὶν αἰτία τῷ κόσμῳ καὶ τοῖς ἐγκοσμίοις θεοῖς καὶ ταῖς μερικαῖς ψυχαῖς. ζʹ. Τίς ἡ Κρονία ζωὴ τῶν ψυχῶν, καὶ τίνα τὰ ἰδιώματα τὰ τῆς ἀνακυκλήσεως ταύτης παραδέδωκεν ὁ Ἐλεάτης ξένος. ηʹ. Πῶς αἱ ψυχαὶ λέγονται τρέφεσθαι τοῖς νοητοῖς καὶ τίς ἡ διαφορὰ τῆς ἐκ τῶν διαφόρων νοητῶν τροφῆς. θʹ. Τίνας τάξεις ἐφίστησι τοῖς ὅλοις ὁ μέγιστος Κρόνος· ἐν ᾧ καὶ τίς ὁ Κρόνιος νόμος ὁ ἐν Γοργίᾳ παραδοθεὶς διήρθρωται. ιʹ. Πῶς ὑπὸ τῶν θεολόγων ἀγήρως ὁ θεὸς οὗτος ἰδίως καλεῖται καὶ ὅπως ὁ Πλάτων ταύτην αὐτοῦ παραδέδωκε τὴν ἰδιότητα. ιαʹ. Τίς ἡ ζωογόνος θεός, καὶ πῶς συναγωγός ἐστι τῆς τε Κρονίου καὶ τῆς Διὸς βασιλείας καὶ τίνας ἔχει τάξεις συζύγους πρὸς ἀμφοτέρας. ιβʹ. Τίς ὁ τρίτος πατὴρ ἐν τοῖς νοεροῖς καὶ πῶς ἀπὸ τῶν πρὸ αὐτοῦ πρόεισιν αἰτίων, καὶ ὅτι δημιουργὸς οὗτός ἐστι τοῦ παντός. ιγʹ. Ἀποδείξεις τοῦ τὸν ὅλον δημιουργὸν τοῦ παντὸς τὸν τρίτον εἶναι πατέρα τῶν νοερῶν. ιδʹ. Ἀπάντησις πρὸς τοὺς λέγοντας τρεῖς εἶναι κατὰ Πλάτωνα δημιουργούς, διὰ πλειόνων ἐφόδων ἀποδεικνύουσα τὴν μονάδα τὴν δημιουργικὴν πρὸ τῆς τριάδος ἐν τῇ τρίτῃ τάξει τετάχθαι τῶν νοερῶν. ιεʹ. Ὅτι τὴν ἰδιότητα τοῦ δημιουργοῦ μάλιστα παραδέδωκεν ὁ Τίμαιος νοῦν αὐτὸν καλέσας, καὶ ὅτι τοῦτο προσήκει τῷ τρίτῳ τῶν νοερῶν πατέρων. ιϛʹ. Πῶς κατʼ ἄλλην ἔφοδον ἀνευρίσκειν δεῖ τὴν ἰδιότητα τοῦ δημιουργοῦ, καὶ πῶς λέγεται ποιητὴς ἐν Τιμαίῳ καὶ πατὴρ ὁ αὐτός· ἐν ᾧ διήρθρωται ποῦ τὸ πατρικὸν κατὰ Πλάτωνα, ποῦ τὸ πατρικὸν ἅμα καὶ ποιητικόν, ποῦ τὸ ποιητικὸν καὶ πατρικόν, ποῦ τὸ ποιητικὸν μόνον, καὶ ὅλως τίνι διαφέρει ποιητὴς καὶ πατήρ. ιζʹ. Πῶς ἄν τις κατὰ τρίτην ἔφοδον τὰς περὶ τῆς δημιουργικῆς μονάδος ἐννοίας ἀνακαθήραιτο τῷ Τιμαίῳ συνεπόμενος. ιηʹ. Περὶ τῆς ἐν Τιμαίῳ τοῦ δημιουργοῦ δημηγορίας ἐξήγησις θεολογική, διαρθροῦσα τὰς περὶ τῆς δημιουργικῆς ἐνεργείας ἡμῶν ἐννοίας. ιθʹ. Τίς ἡ δευτέρα τοῦ δημιουργοῦ δημηγορία πρὸς τὰς μεριστὰς ψυχὰς καὶ τίνι διαφέρει τῆς προτέρας, καὶ πῶς ἐν ταύτῃ τὰ μέτρα πάντα ἀφώρισται τῆς τῶν ψυχῶν ζωῆς. κʹ. Συγκεφαλαίωσις πάντων τῶν περὶ τοῦ δημιουργοῦ λόγων παρακολουθοῦσα τῇ τοῦ Τιμαίου διδασκαλίᾳ. καʹ. Ὅτι τῷ Διὶ τὴν δημιουργίαν ὁ Πλάτων ἀνατίθησιν, ἀπὸ τῶν ἐν τῷ Κριτίᾳ ῥηθέντων ὑπομνήσεις. κβʹ. Ἀπὸ τῶν ἐν τῷ Κρατύλῳ ῥηθέντων ὑπομνήσεις τῆς τοῦ Διὸς δημιουργίας· ἐν ᾧ καὶ ἡ συμφωνία δείκνυται τῆς ἀπὸ τῶν ὀνομάτων θεολογίας πρὸς τὴν ἐν Τιμαίῳ περὶ τοῦ δημιουργοῦ διάταξιν. κγʹ. Ἀπὸ τῶν ἐν Φιλήβῳ δεδειγμένων ὑπομνήσεις τῆς τοῦ Διὸς δημιουργίας· ἐν ᾧ καὶ τίς ἡ βασιλικὴ ψυχὴ καὶ τίς ὁ βασιλικὸς νοῦς παραδέδοται. κδʹ. Ἀπὸ τῶν ἐν Πρωταγόρᾳ περὶ τῆς πολιτικῆς ῥηθέντων τοῦ αὐτοῦ ἀποδείξεις. κεʹ. Ἀπὸ τῶν ἐν τῷ Πολιτικῷ περὶ τῆς διττῆς ἀνακυκλήσεως λόγων ἔφοδος κατασκευάζουσα τὸν Δία δημιουργὸν εἶναι καὶ πατέρα τοῦ παντὸς κατὰ Πλάτωνα. κϛʹ. Ἀπὸ τῶν ἐν Νόμοις ῥηθέντων περὶ τῆς ἀναλογίας ὡς Διὸς κρίσεως οὔσης τῶν αὐτῶν ὑπομνήσεις. κζʹ. Πῶς καὶ ἐν τῷ αὐτοζῴῳ κατʼ αἰτίαν ἐστὶν ὁ Ζεὺς καὶ ἐν τῷ Διὶ τὸ αὐτοζῷον  <span class="gap">…</span> . κηʹ. Πῶς τὸ ἄγνωστον καὶ ἄρρητον ὁ Τίμαιος ἀποδέδωκε τῷ δημιουργῷ. κθʹ. Διὰ τί τὸ μὲν νοητὸν ζῷον καὶ ὀνομάζειν ἀξιοῖ καὶ γιγνώσκεσθαι, τὸν δὲ δημιουργὸν ἄγνωστον καὶ ἄρρητον ἀφίησιν. λʹ. Περὶ τοῦ ἐν Τιμαίῳ κρατῆρος θεολογία διδάσκουσα τίνα τὰ ἐν αὐτῷ κεραννύμενα γένη καὶ πῶς αἴτιός ἐστι τῆς τῶν ψυχῶν οὐσίας. λαʹ. Ὅτι πηγαῖός ἐστιν ὁ ἐν τῷ Τιμαίῳ κρατήρ, καὶ ὑπομνήσεις ἐκ τῶν τοῦ Πλάτωνος περὶ τῆς ἀρχῆς καὶ τῆς πηγῆς τῶν ψυχῶν. λβʹ. Ὅτι τὰς τρεῖς ζωογόνους πηγὰς τὰς τῷ δημιουργῷ συντεταγμένας λάβοι τις ἂν ἐκ τῶν ἐν Τιμαίῳ ῥηθέντων, τὴν τῶν ψυχῶν, τὴν τῶν ἀρετῶν, τὴν τῶν φύσεων. λγʹ. Περὶ τῶν ἀχράντων θεῶν ὑπομνήσεις, ὡς ἄρα εἰσὶν κατὰ Πλάτωνα καὶ τί τὸ ἴδιον αὐτῶν τῆς οὐσίας. λδʹ. Ἀποδείξεις ἐναργέστεραι τῆς τῶν ἀχράντων θεῶν ὑποστάσεως κατὰ Πλάτωνα. λεʹ. Πῶς ὀνομάζειν χρὴ τοὺς ἀχράντους θεοὺς κατὰ Πλάτωνα, διὰ πλειόνων ὑπομνήσεις· ἐν ᾧ καὶ τίς ἡ ἕνωσις αὐτῶν καὶ τίς ἡ διάκρισις καὶ τίς ἡ ἰδιότης παραδέδοται. λϛʹ. Πῶς ἄν τις ἀφορμὰς λάβοι καὶ περὶ τῆς ἑβδόμης μονάδος τῶν νοερῶν ἐκ τῶν παρὰ τῷ Πλάτωνι μυστικῶς ᾐνιγμένων. λζʹ. Πῶς τὴν ἀκρότητα τῶν νοερῶν θεῶν ἐν τῷ Παρμενίδῃ παραδέδωκεν. ληʹ. Πῶς τὴν μέσην διακόσμησιν τοῦ νοεροῦ πλάτους καὶ διὰ ποίων συνθημάτων ὁ Παρμενίδης ἐξέφηνεν. λθʹ. Πῶς τὴν τρίτην τάξιν τῶν νοερῶν καὶ διὰ ποίων ἰδιοτήτων ὁ Παρμενίδης ἀφορίζει. μʹ. Κοινὴ θεωρία τῆς νοερᾶς ἑβδομάδος ἀπὸ τῶν Παρμενίδου συμπερασμάτων.

`5.6–5.148`

ΠΡΟΚΛΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΘΕΟΛΟΓΙΑΣ ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ

αʹ Τὸ δὴ μετὰ τοῦτο τρίτην ἄλλην διακόσμησιν θεῶν τὴν νοερὰν ἀποκαλουμένην θεωρήσωμεν, συνεχῆ μὲν ταῖς πρὸς αὐτῆς, συμπεραίνουσαν δὲ τὰς ὅλας προόδους τῶν θείων καὶ ἐπιστρέφουσαν εἰς τὴν ἀρχὴν καὶ κύκλον ἕνα τῶν πρωτουργῶν καὶ παντελῶν διακόσμων ἀποτελοῦσαν· καὶ τὸν νοῦν τὸν ἐν ἡμῖν ἀνατείνωμεν εἰς τὸν ἀμέθεκτον καὶ θεῖον νοῦν καὶ τὰς ἐν αὐτῷ τάξεις καὶ ὑφέσεις τῆς οὐσίας διαστησώμεθα κατὰ τὴν τοῦ Πλάτωνος ὑφήγησιν. Αὕτη τοίνυν ἡ νοερὰ τῶν θεῶν ὑπόστασις ἤρτηται μὲν ἀπὸ τῶν πρεσβυτέρων αἰτίων καὶ πληροῦται παρʼ αὐτῶν τῆς ὅλης ἀγαθότητος καὶ αὐταρκείας, ἐξαίρετον δὲ μετʼ ἐκείνας τὴν ἡγεμονία προεστήσατο τῶν δευτέρων πάντων, εἰς αὑτὴν ἀναδησαμένη τὰς μερικὰς πάσας προόδους τῶν θεῶν. Καὶ νοερὰ μὲν ἐπονομάζεται διότι δὴ τὸν ἀμέριστον καὶ θεῖον ἀπεγέννησε νοῦν· πληροῦται δὲ ἐκ τῶν νοητῶν, οὐχ ὡς τῷ νῷ συντεταγμένων οὐδʼ ὡς κατʼ ἐπίνοιαν μόνον αὐτοῦ διαιρουμένων, ἀλλʼ ὡς ἑνιαίως μὲν τὰ πλήθη πάντα καὶ κρυφίως τὰς ἐκφάνσεις τῶν θεῶν καὶ τὰς ὑπάρξεις τῶν νοητῶν ἐν αὑτοῖς ἱδρυσαμένων, τῶν δὲ νοερῶν τὸν ὅλον νοῦν καὶ τὴν ποικιλίαν τῶν ὄντων καὶ τὰς πολυειδεῖς τῶν θείων διακοσμήσεις κληρωσαμένων καὶ τὸ πέρας τῆς ὅλης προόδου συνελισσόντων εἰς μίαν ἀρχὴν τὴν νοητήν. Ἐπέστραπται γὰρ τὰ νοερὰ πρὸς τὰ νοητά, καὶ τὰ μὲν ἥνωται καὶ μονίμως πρὸ τῶν θεῶν τῶν διῃρημένων ἵδρυται, τὰ δὲ πληθύεται καὶ διὰ τῆς ἐπιστροφῆς συνάπτεται ταῖς πρωτουργοῖς αἰτίαις. Προέρχονται δὲ ἀπὸ πάντων τῶν πρὸ αὐτῶν οἱ νοεροὶ θεοί, τὰς μὲν ἑνώσεις ἀπὸ τοῦ ἑνὸς τοῦ πρὸ τῶν νοητῶν ὑποδεχόμενοι, τὰς δὲ οὐσίας ἀπὸ τῶν νοητῶν, τὰς δὲ ζωὰς τὰς παντελεῖς καὶ συνεκτικὰς καὶ γεννητικὰς τῶν θείων ἀπὸ τῶν νοητῶν καὶ νοερῶν, τὴν δὲ νοερὰν ἰδιότητα παρʼ ἑαυτῶν λαχόντες· καὶ πρὸς ἑαυτοὺς μὲν ἐπιστρέφοντες τὰς διῃρημένας πάσας διακοσμήσεις, αὑτοὺς δὲ τοῖς νοητοῖς ἐνιδρύοντες· ὅλοι δὲ διʼ ὅλων γνώσεις ὑπάρχοντες καθαραὶ καὶ ἄγνωστοι καὶ ζωαὶ ζέουσαι καὶ πρὸς τούτοις οὐσίαι παντελεῖς αὐτῷ τῷ ἑαυτῶν εἶναι πάντα τὰ δεύτερα παράγουσαι καὶ μήτε ἐλαττούμεναι κατὰ τὴν ἐκείνων πρόοδον μήτε προσθήκην δεχόμεναι κατὰ τὴν ἐκείνων ἀπογέννησιν, ἀλλὰ ταῖς ἑαυτῶν ἀνεκλείπτοις καὶ ἀπείροις δυνάμεσι πάντων μὲν ὄντες πατέρες καὶ αἴτιοι καὶ ἡγεμόνες, οὔτε δὲ συνδιαιρούμενοι τοῖς ἀπογεννωμένοις οὔτε ἑαυτῶν ἐξιστάμενοι κατὰ τὴν πρόοδον, ὁμοῦ δὲ καὶ καθʼ ἕνωσιν τὰ ὅλα πλήθη καὶ τοὺς διακόσμους πάντας κυβερνῶντες καὶ συνελίσσοντες εἰς τὸ νοητὸν καὶ κρύφιον ἀγαθόν. Εἴτε οὖν ζωὴν λέγοιμι νοεράν, οὐ τοιαύτην ἡγεῖσθαι δεῖ τὴν ζωὴν οἵαν μικρῷ πρότερον ἐθεωροῦμεν — ἀμέθεκτος γὰρ ἦν ἐκείνη, μεθεκτὴ δὲ αὕτη, καὶ γεννητικὴ μὲν ἐκείνη, ζωογόνος δὲ αὕτη, ταῦτα δὲ ὅτι διέστηκεν ἀλλήλων, οὐκ ἄδηλον· τὸ μὲν γὰρ ζωογονικὸν αἴτιον δήπου καὶ γεννητικόν ἐστιν, τὸ δὲ γεννητικὸν οὐ πάντως ζωογονικόν ἐστι, καὶ γὰρ σχημάτων τοῖς ἀσχηματίστοις καὶ ὅρων τοῖς ἀορίστοις καὶ τελειότητος τοῖς ἀτελέσιν ἐστὶ παρεκτικόν· εἴτε νοητὸν ἐν τοῖς νοεροῖς αἴτιον ἐπονομάζοιμι, τὸ νοητὸν οὐ τοιοῦτον ὑποληπτέον εὐθὺς ὁποῖον τὸ πρόσθεν ἐλέγομεν — ἐκεῖνο μὲν γὰρ ἀμέθεκτόν ἐστι καὶ πρὸ τῶν νοερῶν αὐτὸ καθʼ ἑαυτὸ προϋπάρχον καὶ τῶν ὅλων ἐξῃρημένον, καὶ οὐχ ὡς πλήρωμα τοῦ νοῦ προσαγορευόμενον νοητόν, ἀλλʼ ὡς προαίτιον αὐτοῦ καὶ ἐφετὸν αὐτῷ καὶ ἐραστόν, ἀσύντακτον πρὸς αὐτὸν μονοειδῶς ὑφεστηκός· τοῦτο δέ, ὃ νῦν προβαλλόμεθα νοητόν, μετεχόμενόν ἐστι καὶ τῷ νῷ συντεταγμένον καὶ πολυειδὲς καὶ τῶν ὄντων ἁπάντων ἐν ἑαυτῷ τὰς αἰτίας διελόμενον· εἴτε πατέρας ἐνταῦθα καὶ δημιουργοὺς θεοὺς ἀποκαλοῖμεν, ἐξηλλαγμένον τὸ πατρικὸν τοῦτο καὶ δημιουργικὸν ὑποθησόμεθα τῆς τῶν νοητῶν πατέρων ὑπάρξεως· ἐκεῖνοι μὲν γὰρ γεννητικοὶ τῶν ὅλων ἦσαν οὐσιῶν, οὗτοι δὲ τῶν μεριστῶν ὀχετῶν καὶ τῆς εἰδοποιίας τῆς διωρισμένης αἴτιοι προϋπάρχουσι, κἀκεῖνοι μὲν τὰς δυνάμεις ἐν ἑαυτοῖς εἶχον τῶν θείων προόδων οἰστικάς, οὗτοι δὲ τῶν γονίμων αἰτίων διέκριναν ἑαυτούς, καὶ οὐ καθʼ ἕνωσιν αὐτοῖς ἀλλὰ κατὰ τὴν δευτέραν συνάπτονται τῆς ἑνώσεως κοινωνίαν. Οἱ γὰρ ὑπὸ τῶν μύθων ὑμνούμενοι γάμοι καὶ ἡ τῶν θείων ὁμονοητικὴ σύζευξις ἐν τοῖς νοεροῖς ἐστι θεοῖς· μιγνυμένων δὲ τῶν δημιουργικῶν ὀχετῶν τοῖς ζωογονικοῖς ἅπαν τὸ τῶν θεῶν γένος ἐκφαίνεται τῶν τε ὑπερκοσμίων καὶ τῶν τὸν κόσμον κληρωσαμένων. βʹ Ἀλλὰ τοῦτο μὲν εἰς αὖθις. Ἐπειδὴ δὲ τὴν ἰδιότητα τῶν νοερῶν θεῶν ὡς συλλήβδην εἰπεῖν τεθεάμεθα, λείπεται δὴ περὶ τῆς διαιρέσεως αὐτῶν τὴν προσήκουσαν ἀποδοῦναι θεωρίαν. Οὐ γὰρ εἷς ἐστι καὶ ἄτομος ὁ νοερὸς διάκοσμος, ἀλλὰ ποικιλωτέρας ἔλαχε προόδους τῶν ὑψηλοτέρων γενῶν. Τρεῖς μὲν οὖν ἔσονται κἀνταῦθα πατέρες οἱ τὴν ὅλην οὐσίαν τὴν νοερὰν διελόντες, ὁ μὲν κατὰ τὸ νοητόν, ὁ δὲ κατὰ τὴν ζωήν, ὁ δὲ κατὰ τὸν νοῦν τεταγμένος· καὶ τοὺς νοητοὺς μιμούμενοι πατέρας, οἳ τὸ νοητὸν πλάτος τριχῇ διεῖλον, τοιαύτην ἕξουσι τὴν πρὸς ἀλλήλους διαφοράν, ὁ μὲν ἀνάλογον προελθὼν τῷ πρώτῳ πατρὶ καὶ νοητὸς ὤν, ὁ δὲ τῷ δευτέρῳ καὶ τὴν νοερὰν ζωὴν πᾶσαν εἰς ἑαυτὸν ἀναδησάμενος, ὁ δὲ τῷ τρίτῳ καὶ τὸν ὅλον συγκλείων διάκοσμον τὸν νοερόν, ὥσπερ ἐκεῖνος τὸν νοητόν. Τριῶν δὲ τούτων ὄντων καὶ τοῦ μὲν μένοντος ἐν ἑαυτῷ, τοῦ δὲ προϊόντος καὶ τὰ πάντα ζωοποιοῦντος, τοῦ δὲ ταῖς ποιήσεσι ταῖς τῆς δημιουργίας ἀστράπτοντος, ἀνάγκη δήπου καὶ θεοὺς αὐτοῖς ἄλλους συνηνῶσθαι τριττούς, ὧν ὁ μὲν τῆς μονίμου καθαρότητος ἔσται τῷ πρώτῳ παραίτιος, ὁ δὲ τῆς ἀχράντου τῷ δευτέρῳ διὰ πάντων προόδου, ὁ δὲ τῆς ἐξῃρημένης τῷ τρίτῳ δημιουργίας. Ἐν μὲν γὰρ τοῖς πρὸ τούτων θεοῖς ἄχραντοι θεότητες κατʼ αἰτίαν ἧσαν διὰ τὴν ἕνωσιν τὴν ἀδιάκριτον καὶ τὴν ταὐτότητα τὴν συναγωγὸν τῶν δυνάμεων οὐ δεομένων τῆς τούτων κοινωνίας· ἐν δὲ τοῖς νοεροῖς, οὗ καὶ ἡ διάκρισις παντελὴς ὡς ἐν ὁλικοῖς διακόσμοις καὶ ἡ πρὸς τὰ δεύτερα σχέσις πλείων καὶ ἡ πρὸς τὰ μερικώτερα τῶν ὅλων κοινωνία, δεῖ δὴ καὶ τῆς ἀχράντου θεότητος ἢ δυνάμεως, ἣ ἕξει λόγον πρὸς τὴν πατρικὴν αἰτίαν ταὐτότητος καὶ ἀκλινοῦς ὑποστάσεως ἐξηγουμένη, συνδιελοῦσα τοῖς πατράσιν αὑτήν, ὥστε ἕκαστον τῶν ἀχράντων θεῶν ἰδίῳ συνεζεῦχθαι πατρί. Δύο μὲν οὖν αὗται τριάδες, ἡ μὲν τῶν νοερῶν πατέρων, ἡ δὲ τῶν ἀχράντων θεῶν, ἡμῖν πεφήνασι· τρίτη δὲ ἄλλη πρὸς ταῖς δύο ταύταις μονὰς τριαδικὴ τῆς διακρίσεως αὐτῶν αἰτία τοῖς νοεροῖς μετὰ τῶν εἰρημένων ὑποστήσεται τριάδων. Οὐσίας μὲν γὰρ ἁπάσης οἱ πατέρες χορηγοί, ταὐτότητος δὲ οἱ ἀμείλικτοι, τῆς δὲ διακρίσεως εἶναι δήπου καὶ αὐτῆς αἰτίαν προσήκει, καὶ ταύτην μίαν ἅμα καὶ τριπλῆν, διακρίνουσαν ἔκ τε τῶν ὑπερκειμένων τοὺς νοεροὺς θεοὺς καὶ ἐξ ἑαυτῶν καὶ ἐκ τῶν καταδεεστέρων. Διὰ τί γὰρ ἄλλης ἡγοῦνται διακοσμήσεως, εἰ μὴ διῄρηνται τῶν πρώτων; Διὰ τί δὲ αὐτοὶ πληθύονται καὶ ἀπʼ ἀλλήλων διεστήκασι ταῖς βασιλείαις, εἰ μὴ διακέκρινται; Διὰ τί δὲ τῶν μερικῶν ὑπερανέχουσιν, εἰ μὴ καὶ τούτων χωρίζονται; Μία δὴ οὖν ἡμῖν ἔσται καὶ τριπλῆ μονὰς ἡ τῆς διακρίσεως αἰτία, τριὰς δὲ μονοειδὴς ἥ τε πατρικὴ καὶ ἡ ἄχραντος· καὶ τὸ πάντων παραδοξότατον, τὸ μὲν διακριτικὸν αἴτιον μᾶλλόν ἐστι μοναδικόν, τὸ δὲ πατρικὸν καὶ τὸ ἄχραντον μᾶλλον τριαδικόν. Τὸ μὲν γὰρ παραίτιόν ἐστι τοῖς ἄλλοις τῆς διακρίσεως, τὰ δὲ τῆς κοινωνίας καὶ τῆς ἑνώσεως ἐκείνῳ· οὐκοῦν τριαδικὸν μὲν ἑκάτερον γίγνεται τούτων διακρινόμενον, μοναδικὸν δὲ ἐκεῖνο παρὰ τούτων ἑνιζόμενον. Πάντα γὰρ τὰ νοερὰ διʼ ἀλλήλων πεφοίτηκε καὶ ἐν ἀλλήλοις εἰσὶ κατὰ δή τινα κοινωνίαν θαυμαστήν, μιμούμενα τὴν τῶν νοητῶν ἕνωσιν διὰ τῆς ἐν ἀλλήλοις παρουσίας καὶ συγκράσεως. Καὶ ὁ ἐκεῖ Σφαῖρός ἐστιν ὁ νοερὸς διάκοσμος, ἐν αὑτῷ καὶ περὶ ἑαυτὸν ἐνεργῶν καὶ προϊὼν εἰς αὑτὸν ἑβδομαδικῶς, μονὰς ὢν καὶ ἑβδομὰς παντελής, τῆς νοητῆς μονάδος εἰκών, εἰ θέμις εἰπεῖν, καὶ τὴν κρύφιον αὐτῆς ἕνωσιν διὰ τῆς προόδου καὶ διακρίσεως ἐκφαίνουσα. Πρωτίστη μὲν οὖν αὕτη πρόοδος τῶν νοερῶν θεῶν ἡμῖν εἰς ἑπτάδα διακριθεῖσα τελέως ἀνυμνήσθω· δεύτεραι δὲ ὑπὸ ταύτην ἄλλαι νοείσθωσαν ἑβδομάδες ἑπτά, τὰς τῆς ἑπτάδος ταύτης μονάδας προάγουσαι μέχρι τῶν ἐσχάτων. Ἑκάστη γὰρ μονὰς ἑβδομάδος ἡγεῖται νοερᾶς ἑαυτῇ συζύγου καὶ διατείνει ταύτην ἄνωθεν ἀπὸ τῆς τοῦ Ὀλύμπου κορυφῆς μέχρι τῶν τελευταίων καὶ χθονίων διακόσμων. Λέγω δὲ οἷον ἡ μὲν πρώτη πατρικὴ μονὰς ἑπτὰ τοιαύτας ὑφίστησιν, ἡ δὲ δευτέρα πάλιν ἑπτὰ ζωοποιούς, καὶ ἡ τρίτη δημιουργικὰς ἑπτά, καὶ τῶν ἀχράντων ἑκάστη τὸν ἴσον τοῖς πατράσιν ἀριθμόν, καὶ ἡ τῆς διακρίσεως μονὰς ἑπτά. Καὶ γὰρ συμπρόεισιν πάντα ταῦτα τὰ αἴτια ἀλλήλοις· καὶ ὥσπερ ἡ τριὰς ἡ πρώτη τῶν πατέρων σύνεστι τῇ ἀχράντῳ τριάδι καὶ τῇ διαιρετικῇ μονάδι, κατὰ τὰ αὐτὰ δὴ καὶ αἱ δεύτεραι τριάδες ἑπτὰ συστοίχους ἔλαχον τριάδας ἀχράντους καὶ μονάδας διακριτικάς. Πόθεν δὴ οὖν ἡμῖν ὁ τοσοῦτος ἀριθμὸς ἀνεφάνη τῶν νοερῶν θεῶν; Ἢ δῆλον ἐκ τῶν προειρημένων ὡς ἡ μὲν πρωτίστη καὶ τῶν δευτέρων ἑβδομάδων αἰτία καὶ μονάδος λόγον ἔχουσα πρὸς αὐτὰς ἑβδομάς, ἣν μικρῷ πρότερον σφαῖραν νοερὰν ἐπωνομάζομεν, κατὰ τὸ νοητὸν ὑπέστη πλάτος, μιμουμένη τὸ μὲν πατρικὸν ἐκείνου διὰ τῆς πατρικῆς τριάδος, τὸ δὲ τῆς δυνάμεως αἰώνιον διὰ τῆς ἀχράντου ταὐτότητος, τὸ δὲ ἐπʼ ἐσχάτων πλῆθος ἀναφανὲν διὰ τῆς τῶν ὅλων διαιρετικῆς μονάδος· αἱ δὲ ἀπὸ ταύτης προϊοῦσαι λοιπὸν ἑβδομάδες κατὰ τὰ νοητὰ καὶ νοερὰ γένη προεληλύθασιν· ἑκάστη γὰρ μονὰς κατὰ τὰς ἀκρότητας ἐκείνων ὑφίστησι μονάδα συντεταγμένην τῷ ἀφʼ ἑαυτῆς προϊόντι πλήθει — πᾶσα γὰρ ἀκρότης ἑνοειδής ἐστιν, ὡς πρότερον ἐδείκνυμεν —, κατὰ δὲ τὰς μέσας καὶ τρίτας προόδους δύο τριάδας ἀπογεννᾷ· καὶ γὰρ ἐκείνων ἡ διάκρισις ἐν τοῖς μέσοις ἀνεφαίνετο καὶ τοῖς ἐσχάτοις, ὥσπερ καὶ τοῦτο διὰ τῶν ἔμπροσθεν ὑπέμνησται. Καθάπερ οὖν ἐκεῖναι τὸ νοητὸν πλάτος ἑνιαῖον ὑπάρχον εἰς τριαδικὸν πλῆθος προήγαγον, κατὰ τὸν αὐτὸν τρόπον καὶ αἱ νοεραὶ μονάδες τὰς νοητὰς καὶ νοερὰς τριάδας εἰς ἑβδομάδας προκαλοῦνται νοεράς  <span class="gap">…</span> τὰς μὲν συντεταγμένας ταῖς ἑβδομάσι μονάδας ὑπέστησε κατὰ τὰς ἀκρότητας τῶν τριάδων, τὰς δὲ διττὰς τριάδας κατὰ τὰς δευτέρας ἐκείνων καὶ τρίτας ὑποβάσεις. Διὸ δὴ καὶ πᾶσα ἑβδομὰς νοητὴν μὲν ἔχει τὴν πρώτην μονάδα, νοητὴν δὲ καὶ νοερὰν τὴν δευτέραν μετὰ ταύτην τάξιν τριαδικὴν ὑπάρχουσαν, νοερὰν δὲ τὴν τρίτην ἐφεξῆς τριάδα, καὶ ταῦτα ὡς ἐν νοεροῖς πάντα· κατὰ γὰρ τὴν ἰδιότητα τῆς ὑποστησάσης αὐτὴν μονάδος χαρακτηρίζεται. Ὡς οὖν συνελόντι φάναι, προῆλθον μὲν αἱ νοεραὶ δυνάμεις κατὰ τὰς νοητὰς τάξεις, ὑπέστησαν δὲ τὰς ἑπτὰ ταύτας ἑβδομάδας κατὰ τὰς πρώτας νοεράς. Δεῖ γὰρ δήπου τὰς μὲν ἐξῃρημένας αἰτίας ὁμοιοῦσθαι τοῖς νοητοῖς θεοῖς, τὰς δὲ συντεταγμένας καὶ προϊούσας πανταχῇ τοῖς νοητοῖς καὶ νοεροῖς, ἐπεὶ καὶ οὗτοι πρώτιστοι τοὺς κόσμους διεῖλον τριαδικῶς καὶ μέχρι τῶν τελευταίων διῆλθον τὰ πάντα συνέχοντες καὶ τελειοῦντες, οἱ δὲ νοητοὶ μονοειδῶς καὶ κρυφίως τὰς τῶν ὅλων αἰτίας περιέχουσι. Καὶ εἰ βούλει λέγειν, μονοειδῶς μὲν οἱ νοητοὶ τὰ πάντα παράγουσι — καὶ γὰρ οἱ ἀριθμοὶ μοναδικῶς ἐν αὐτοῖς εἰσι —, τριαδικῶς δὲ οἱ νοητοὶ καὶ νοεροί — καὶ γὰρ αἱ μονάδες κατʼ ἀριθμὸν ἐν τούτοις διῄρηνται, καὶ ὃ ἦν μονὰς ἐν ἐκείνοις, τοῦτό ἐστιν ἀριθμὸς ἐν τούτοις —, ἑβδομαδικῶς δὲ οἱ νοεροί, τὰς γὰρ νοητὰς ἅμα καὶ νοερὰς τριάδας εἰς ἑβδομάδας νοερὰς ἀνελίσσουσι καὶ τὰς συνῃρημένας ἐκείνων δυνάμεις εἰς ποικιλίαν ἐξαπλοῦσι νοεράν. Καὶ γὰρ τὸ πλῆθος αὐτῶν καὶ τὴν ποικιλίαν τοῖς ἐγγυτάτω τῆς μονάδος ἀριθμοῖς διώρισαν. Ἄλλοι γὰρ οἱ τῶν μερικῶν ἀριθμοὶ καὶ ἄλλοι τῶν ὁλικῶν ἐν τοῖς θεοῖς διακόσμων. Καὶ πᾶς ὁ νοερὸς οὗτος ἀριθμὸς ἀνήπλωται μὲν τῶν πρὸ αὐτοῦ μᾶλλον καὶ διῄρηται ποικιλωτέραις προόδοις, οὐκ ἀπολείπει δὲ τὴν πρὸς τὴν μονάδα συγγένειαν. Τὸ γὰρ ἑβδομαδικὸν πλῆθος πολλὴν ἔχει τὴν οἰκειότητα πρὸς τὴν τῆς μονάδος φύσιν, ἐπεὶ καὶ κατʼ αὐτὴν μετρεῖται καὶ ὑφίσταται πρώτως ὑπʼ αὐτῆς. Καὶ οἵ γε Πυθαγόρειοι τὸ κατὰ νόον φῶς τὴν ἑπτάδα προσαγορεύοντες νοερὰν αὐτῆς δήπου τὴν ὕπαρξιν εἶναι συγχωροῦσι καὶ ταύτῃ τῆς μονάδος ἐξηρτημένην. Τὸ γὰρ ἑνιαῖον, οὗ τὸ φῶς δηλωτικόν, ἐκ ταύτης ἅπασιν ὑπάρχει τοῖς θείοις ἀριθμοῖς. γʹ Ταῦτα καὶ περὶ τῆς διαιρέσεως προειλήφθω τῶν νοερῶν τούτων θεῶν. Ἐχόμενον δέ ἐστι τὴν τοῦ Πλάτωνος θεωρίαν ἐφαρμόσαι τῇ τάξει ταύτῃ καὶ δεῖξαι μηδενὸς αὐτὴν ἀπολειπομένην τῶν θεολογικῶν περὶ τῆς νοερᾶς διακοσμήσεως ταύτης δογμάτων. Ἐπειδὴ τοίνυν τὴν μὲν οὐρανίαν τάξιν, ἣν ἐν Κρατύλῳ καὶ Φαίδρῳ τελέως ὑμνουμένην ἀνεύρομεν, τὸν μέσον σύνδεσμον κατέχειν τῶν νοερῶν ἅμα καὶ νοητῶν θεῶν ἀπεδείξαμεν, ὑπὸ δὲ ταύτην εὐθὺς διακόσμησιν ἄλλην θεῶν τεταγμένην, ὡς ὁ ἐν Φαίδρῳ Σωκράτης ἐνεδείκνυτο, τὴν ὑπουρανίαν ἁψῖδα καλουμένην, ἀδιαίρετον πρὸς τὸν οὐρανὸν ἐφυλάττομεν, τίς ἡ διελοῦσα αὑτὴν ἀπὸ τῆς Οὐρανοῦ βασιλείας, ἡγουμένη δὲ τῆς νοερᾶς τάξεως τῶν θεῶν καὶ τοῦ νοῦ πρώτως χορηγὸς κατʼ αὐτὴν τὴν τοῦ Πλάτωνος ὑφήγησιν;  <span class="gap">…</span> ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης ἢ τὸν μέγιστον Κρόνον· τοῦτον γὰρ δὴ νοῦν τὸν πρώτιστον καὶ καθαρώτατον ἀποκαλεῖ. Τὸ τοίνυν ἀκρότατον τοῦ νοῦ τοῦ θείου καί, ὡς αὐτός φησι, τὸ καθαρώτατον, οὗτός ἐστιν ὁ θεός, διακρίνων μὲν ἑαυτὸν τοῦ οὐρανίου διακόσμου, πάντων δὲ τῶν νοερῶν θεῶν βασιλεύων, διότι δὴ νοῦ μέν ἐστι διακορής, ἀλλὰ τοῦ καθαροῦ νοῦ καὶ τῆς εἰς ἄκρον ἀνατεινομένης νοερᾶς ὑποστάσεως. Διὸ δὴ καὶ πατήρ ἐστι τοῦ μεγίστου Διός, καὶ ἁπλῶς πατήρ· ὁ γὰρ τοῦ πάντων πατρὸς πατὴρ πολλῷ δήπου μειζόνως ἔλαχε τὴν πατρικὴν ἀξίαν. Νοῦς μὲν οὖν οὗτος πρῶτος, νοῦς δὲ καὶ ὁ μέγιστος Ζεύς, βασιλικὴν μὲν ἔχων ψυχήν, βασιλικὸν δὲ νοῦν, ὡς ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης· καὶ δύο νόες οὗτοι καὶ πατέρες νοεροί, ὁ μὲν νοερὸς ὢν ἐν τοῖς νοεροῖς, ὁ δὲ νοητός. Οἱ γὰρ Κρόνιοι δεσμοί, ὧν καὶ αὐτὸς ἐν Κρατύλῳ μέμνηται, ἑνοποιοὶ τῆς τοῦ Διός εἰσι νοήσεως περὶ τὸ νοητὸν τοῦ πατρὸς καὶ πληροῦσι τὸν Δίιον νοῦν τῆς τοῦ Κρονίου νοῦ παντελοῦς νοήσεως. Καὶ τοῦτο δῆλον οἶμαι καὶ ἐκ τῆς πρὸς τὸν Πλούτωνα τῶν ψυχῶν ἀναλογίας. Ὡς γὰρ ἐκεῖνος συνδεῖ περὶ ἑαυτὸν τὰς ψυχάς, σοφίας αὐτὰς καὶ νοήσεως πληρῶν, οὕτω δὴ καὶ ὁ Κρόνος ἐφετὸς ὢν τῷ Διὶ καὶ ἐραστὸς συνέχει τοῖς ἀλύτοις δεσμοῖς αὐτὸν ἐν ἑαυτῷ. Καὶ ταῦτα ὁ Σωκράτης ἐν τῷ Κρατύλῳ παίζων ἅμα καὶ σπουδάζων ἐνδείκνυται. Τὸ τοίνυν ἐφετὸν τοῦ Διὸς καὶ τὸ νοητὸν ὁ Κρόνος ἐστίν, αὐτὸς δὲ ὁ μέγιστος Ζεὺς νοῦς θεῖος καὶ δημιουργικός. Ἀνάγκη τοίνυν καὶ τρίτην ἄλλην αἰτίαν εἶναι νοεράν, τῆς ζωῆς γεννητικήν. Ἔστι μὲν γὰρ καὶ ὁ Ζεὺς αἴτιος τοῦ ζῆν, ὥς φησιν ὁ Σωκράτης, ἀλλὰ νοερῶς καὶ δευτέρως· πρὸ δὲ τοῦ νοῦ τὴν ζωὴν πανταχοῦ τετάχθαι λέγομεν. Δῆλον δὴ οὖν ὅτι τὴν βασιλίδα Ῥέαν, μητέρα μὲν οὖσαν τοῦ Διός, τοῦ δὲ Κρόνου πατρὸς ὄντος δευτέραν, τὴν μεσότητα ταύτην συμπληροῦν φήσομεν, κόσμον ζωογονικὸν ὑπάρχουσαν καὶ τὰς τῆς ὅλης ζωῆς αἰτίας ἐν ἑαυτῇ προστησαμένην. Τρεῖς οὖν αὗται πατρικαὶ τάξεις ἡμῖν πεφήνασιν ἐν τοῖς νοεροῖς, ὁ μὲν κατὰ τὸ νοητὸν τῶν νοερῶν, ἡ δὲ κατὰ τὴν ζωὴν τὴν θείαν καὶ νοεράν, ὁ δὲ κατὰ τὸν νοῦν τὸν νοερόν. Καὶ γὰρ τὴν μέσην θεὸν αὐτὴν καθʼ ἑαυτὴν μητέρα καὶ αὐτὴν τοῦ δημιουργοῦ καὶ τῶν ὅλων ἀνυμνοῦμεν· μετὰ δὲ τῶν ἄκρων θεωροῦντες πατρικὴν αἰτίαν ἐπονομάζομεν ὡς ἐν τοῖς πατράσιν περιεχομένην καὶ τὰ μὲν τῷ Κρόνῳ, τὰ δὲ τῷ Διὶ συναπογεννῶσαν. Ἀλλὰ μὴν καὶ τριάδα τὴν ἀμείλικτον καὶ ἄχραντον τῶν νοερῶν θεῶν διαρρήδην ὁ Πλάτων ἑπόμενος Ὀρφεῖ Κουρητικὴν ἀποκαλεῖ, καθάπερ ἐν Νόμοις φησὶν ὁ Ἀθηναῖος ξένος, τὰ τῶν Κουρήτων ἐνόπλια παίγνια καὶ τὴν ἔνρυθμον χορείαν αὐτῶν ἀνυμνῶν. Καὶ γὰρ Ὀρφεὺς τοὺς Κούρητας φύλακας τῷ Διὶ παρίστησι τρεῖς ὄντας καὶ οἱ θεσμοὶ τῶν Κρητῶν καὶ ἡ Ἑλληνικὴ πᾶσα θεολογία τὴν καθαρὰν καὶ ἄχραντον ζωὴν καὶ ἐνέργειαν εἰς τὴν τάξιν ταύτην ἀναπέμπουσιν. Οὐδὲ γὰρ ἄλλο τι τὸ κορὸν ἢ τὸ καθαρὸν καὶ ἀκήρατον ἐνδείκνυται· διὸ καὶ τὸν μέγιστον Κρόνον ὡς κατʼ οὐσίαν ἡνωμένον τῇ τῆς ἀχράντου καθαρότητος αἰτίᾳ νοῦν καθαρὸν ἐλέγομεν πρότερον. Τρεῖς οὖν οἱ πατρικοὶ θεοὶ καὶ τρεῖς οἱ ἄχραντοι· λείπεται οὖν καὶ τὴν ἑβδόμην μονάδα θεωρήσαντας εἰπεῖν. Εἰ τοίνυν τὰς μυθικὰς ἐννοήσαιμεν ἐκτομάς, τάς τε Κρονίας καὶ τὰς Οὐρανίας, ὧν καὶ ὁ Πλάτων που διαμνημονεύει σιγῇ τὰ τοιαῦτα κρύπτειν δοκιμάζων ἀεὶ καὶ τὴν ἀπόρρητον αὐτῶν ἀλήθειαν ὁρᾶν, καὶ ὅτι μυστικῶν ἐστι νοημάτων ἐνδεικτικά, διότι καὶ νέοις ἀνεπιτήδεια τοιαῦτα ἀκούειν, ἔχοιμεν ἂν ἐκ τούτων τίς ἐστιν ἡ διακριτικὴ θεότης ἡ καὶ τὰς διαιρέσεις ἀποτελοῦσα καὶ χωρίζουσα τὰ μὲν Κρόνια γένη τῶν Οὐρανίων, τὰ δὲ Δίια τῶν Κρονίων, ὅλον δὲ τὸν νοερὸν διάκοσμον τῶν τε πρὸ αὐτοῦ καὶ τῶν μετʼ αὐτὸν διακρίνουσα καὶ τὰς ἐν αὐτῷ διαφόρους αἰτίας ἀπʼ ἀλλήλων διιστᾶσα καὶ τοῖς δευτέροις ἀεὶ τὰ δεύτερα μέτρα τῆς βασιλείας παρεχομένη. Καί μοι μηδεὶς θορυβείσθω τούτων ἀκούσας τῶν λόγων μηδὲ ἐναντιούσθω· πῶς οὖν τὰς ἐκτομὰς καὶ τοὺς δεσμοὺς καὶ τὰς τραγικὰς τῶν μύθων διασκευὰς ὁ Πλάτων ἐκβάλλει; Πάντα γὰρ τὰ τοιαῦτα τοὺς μὲν πολλοὺς καὶ ἀνοήτους οἴεται διʼ ἄγνοιαν τῶν ἐν αὐτοῖς ἀπορρήτων διαβάλλεσθαι, τοῖς δὲ σοφοῖς ἐνδείκνυσθαί τινας ὑπονοίας θαυμαστάς. Διόπερ αὐτὸς μὲν τὸν τοιοῦτον τρόπον τῶν πλασμάτων οὐ προσίεται, τοῖς δὲ παλαιοῖς θεῶν οὖσιν ἐκγόνοις οἴεται χρῆναι πείθεσθαι καὶ τὴν ἀπόρρητον αὐτῶν διάνοιαν θηρᾶν. Ὥσπερ οὖν τοὺς δεσμοὺς τοὺς Κρονίους, καὶ ταῦτα πρὸς Εὐθύφρονα καὶ τοὺς τῆς Πολιτείας ἀκροωμένους, ἀποδοκιμάζων, ὅμως ἐν Κρατύλῳ συγχωρεῖ καὶ περὶ αὐτὸν τὸν μέγιστον Κρόνον καὶ περὶ τὸν Πλούτωνα δευτέρους ἄλλους τιθέμενος, οὕτως οἶμαι καὶ τὰς ἐκτομὰς τοῖς μὲν τὸ φαινόμενον αὐτὸ καθʼ αὑτὸ γνωρίζουσιν ἀπαγορεύει μὴ προσίεσθαι μηδὲ συγχωρεῖν ὅτι καὶ ἐν θεοῖς εἰσιν αἱ παράνομοι καὶ ἄθεσμοι τῶν παίδων εἰς τοὺς πατέρας ἐπιχειρήσεις, ἀλλὰ διαμάχεσθαι καὶ κατὰ τὸ δυνατὸν διελέγχειν τὰ τοιαῦτα δοξάσματα. Τοῖς δὲ εἴσω παριέναι δυναμένοις τῆς μυστικῆς ἀληθείας καὶ μεταθέουσι τὴν ἀποκεκρυμμένην τῶν μύθων διάνοιαν συμφθέγγεται καὶ τὰς τῶν ὅλων διακρίσεις, εἴτʼ οὖν ἐκτομὰς αὐτὰς διʼ ἐπίκρυψιν εἴτʼ ἄλλως ὁπωσοῦν προσονομάζειν ἐθέλουσιν, ἐπιτρέπει. Καὶ γὰρ οἱ δεσμοὶ καὶ αἱ ἐκτομαὶ κοινωνίας εἰσὶ καὶ διακρίσεως σύμβολα καὶ τῆς αὐτῆς ἑκάτερόν ἐστι θεομυθίας ἔκγονον. Ὁ τοίνυν τοὺς δεσμοὺς ἐν τῷ Κρατύλῳ συγχωρῶν καὶ τὰς ἐκτομὰς δήπου τὰς τῶν νοερῶν διαιρετικὰς προσήσεται. Καὶ οὐ χρὴ θαυμάζειν εἰ καὶ ἐκ τούτων τὴν τοῦ Πλάτωνος δόξαν ἡμεῖς κατασκευάζειν ἐπιχειροῦμεν, ἀλλʼ εἰδέναι πῶς μὲν τὰ τοιαῦτα πάντα καὶ ἡ Πλάτωνος φιλοσοφία συγχωρεῖ, πῶς δὲ ἀποδοκιμάζει καὶ τοῖς ἀκούουσιν εἶναι τῶν μεγίστων κακῶν αἴτια καὶ τῆς ἀθέου ζωῆς ὑπολαμβάνει. δʹ Οἱ μὲν οὖν ἑπτὰ νοεροὶ θεοὶ διὰ τούτων ἂν τῶν ἐπιβολῶν καὶ παρὰ τῷ Πλάτωνι φανεῖεν μνήμης ἠξιωμένοι. Τὴν δὲ καθʼ ἑβδομάδας πρόοδον αὐτῶν ἀπὸ τῶν εἰκόνων συλλογίζεσθαι δεῖν οἶμαι. Τὴν δὴ τοῦ παντὸς ψυχὴν τῶν θείων τάξεων πασῶν εἰκόνα δημιουργῶν, ὥσπερ οὖν καὶ τὸν αἰσθητὸν τοῦτον κόσμον τῶν νοητῶν, καὶ πρώτην μὲν τὴν ὅλην οὐσίαν αὐτῆς ὑποστήσας, ἔπειτα διελὼν εἰς ἀριθμοὺς καὶ ταῖς ἁρμονίαις συνδήσας καὶ τοῖς σχήμασι διακοσμήσας, τῷ τε εὐθεῖ λέγω καὶ τῷ περιφερεῖ, μετὰ τοῦτο διεῖλεν αὐτὴν εἰς ἕνα κύκλον καὶ ἑπτά. Πόθεν οὖν ἡ μονὰς αὕτη καὶ ἡ ἑβδομὰς ἢ ἀπὸ τῶν νοερῶν θεῶν; Πρὸ αὐτῶν γὰρ τὸ σχῆμα καὶ ὁ ἀριθμὸς καὶ τὸ ὄντως ὄν· καὶ ὥσπερ ἐν τῇ δημιουργίᾳ τῆς ψυχῆς μετὰ τὴν τοῦ ψυχικοῦ σχήματος ὑπόστασιν ἡ κατὰ μονάδα τῶν κύκλων καὶ ἑβδομάδα διαίρεσις, οὕτω καὶ ἐν τοῖς θεοῖς μετὰ τὸ νοερὸν καὶ νοητὸν σχῆμα τὸ νοερόν ἐστι πλάτος καὶ ὁ Σφαῖρος οὗτος τῶν θεῶν. Ἀπὸ τῆς θείας ἄρα νοερᾶς ἑβδομάδος εἰς ἑαυτὴν εἰσιούσης ὑπέστη τὸ τῶν ἑβδομάδων τῶν ἑπτὰ πλῆθος· καὶ διὰ τοῦτο καὶ ὁ δημιουργὸς οὕτω τοὺς ἐν τῇ ψυχῇ διαιρεῖ κύκλους, ὅτι καὶ αὐτὸς καὶ πᾶς ὁ νοερὸς διάκοσμος ἀπὸ μονάδος ἑκάστης ἑβδομάδα παρήγαγεν νοεράν. Καὶ οὐ τοῦτο λέγω καὶ διατείνομαι νῦν, ὅτι τοῖς ἑπτὰ θεοῖς τοῖς ἀπὸ τοῦ δημιουργοῦ προελθοῦσιν οἱ ἑπτὰ κύκλοι τὴν ὁμοίαν ἔλαχον ὕπαρξιν, ἀλλʼ ὅτι κατὰ κύκλους τὴν ψυχὴν διαιρῶν ἄνωθεν ἀπὸ τῶν νοερῶν θεῶν τὸν ἀριθμὸν ἐπιφέρει ταῖς τομαῖς, μοναδικὸν λέγω καὶ ἑβδομαδικόν. Ἐπεὶ καὶ ἡ μὲν μονὰς κατὰ τὸν ταὐτοῦ κύκλον, ἡ δὲ διαίρεσις κατὰ τὸν θατέρου· φανήσεται δὲ μικρὸν ὕστερον τὸ ταὐτὸν καὶ θάτερον τῇ δημιουργικῇ τάξει προσήκοντα. Ἔτι δὲ καὶ μετὰ τὴν διαίρεσιν τῶν κύκλων τὰ μὲν τῶν ἀφομοιωματικῶν θεῶν, τὰ δὲ τῶν ἀπολύτων σύμβολα παραλαμβάνει, καὶ διὰ τούτων ἀνίησι τὴν ψυχὴν ταῖς τάξεσι τῶν θεῶν ταύταις. Εἰ τοίνυν τὸ μὲν σχῆμα πρὸ τῶν νοερῶν ἐστι θεῶν, τὸ δὲ ὅμοιον καὶ τὸ ἀνόμοιον μετʼ αὐτούς, ἀνάγκη δήπου τὸ μοναδικὸν ἅμα καὶ ἑβδομαδικὸν εἰς ταύτην ἀναπέμπεσθαι τὴν διακόσμησιν καὶ τὴν ἀπὸ μονάδος εἰς ἑβδομάδα πρόοδον τῇ τάξει ταύτῃ προσήκειν. Ἕκαστος οὖν τῶν ἑπτὰ νοερῶν θεῶν ἑβδομάδος ἡγεῖται νοερᾶς, ὡς ἐκ τῶν εἰκόνων μεμαθήκαμεν. Ἀλλʼ ἐκεῖ μὲν ἡ ἑβδομὰς μία καὶ πρὸς ἑαυτὴν συγγενής, ἐν δὲ ταῖς ψυχαῖς οἱ κύκλοι διαφέρουσιν ἀλλήλων κατὰ τὰς ἰδιότητας τὰς θείας. Οὕτω γὰρ ἐδέξαντο τὸν ἀριθμόν, ὥστε καὶ τὴν οἰκείαν φύσιν διασῴζειν ἣν ἔλαχον τὰ ἐγκόσμια συνέχουσαι, καὶ τοὺς φαινομένους κύκλους συνελίσσειν τοῖς ἑαυτῶν. εʹ Ταῦτα μὲν οὖν ὑπεμνήσθω διὰ τούτων, οὐκ ἀμυδρὰ τεκμήρια φέροντα τῆς τοῦ Πλάτωνος περὶ τούτων διατάξεως. Πάλιν δὲ ἄνωθεν ἀρξάμενοι περὶ ἑκάστου λέγωμεν, ὅσα πρὸς τὴν παροῦσαν ἐξαρκεῖ θεολογίαν. Πρώτιστος τοίνυν ἡμῖν ὁ βασιλεὺς τῶν νοερῶν θεῶν Κρόνος ἀνυμνείσθω, κατὰ τὸν ἐν τῷ Κρατύλῳ Σωκράτην τὸ καθαρὸν καὶ ἀκήρατον τοῦ νοῦ καταλάμπων καὶ ἐν αὐτῇ τῇ τῶν νοερῶν ἀκρότητι τὴν ἑαυτοῦ παντελῆ δύναμιν ἱδρυσάμενος, μένων μὲν ἅμα καὶ προϊὼν ἐκ τοῦ πατρός, καὶ διαιρῶν τὴν νοερὰν ἡγεμονίαν τῆς συνεκτικῆς, καὶ συνεχῆ πρὸς αὐτὴν τὴν τῶν ἄλλων νοερῶν θεῶν ὑπεροχὴν προστησάμενος, αὐτὸ δὲ τὸ νοητὸν τοῦ δημιουργικοῦ νοῦ καὶ τὸ πλήρωμα τῶν ὄντων ἐν ἑαυτῷ περιέχων. Διὸ δὴ καὶ οἱ Κρόνιοι δεσμοὶ μυστικῶς τὴν περίληψιν αἰνίσσονται τοῦ νοητοῦ τούτου καὶ τὴν ἕνωσιν τὴν πρὸς αὐτό. Τῷ γὰρ νῷ τὸ νοητὸν περιληπτόν· ὥσπερ οὖν ἐξῄρηται μὲν τοῦ νοῦ τὸ νοητόν, λέγεται δὲ αὐτὸ περιλαμβάνειν ὁ νοῦς, οὕτω δὴ καὶ ὁ Ζεὺς δεσμεῖν τὸν πατέρα λέγεται, καὶ ταῦτα περὶ ἐκεῖνον αὐτὸς συνδέων αὑτόν, καὶ γὰρ ὁ δεσμὸς περίληψίς ἐστι τῶν συνδεομένων. Τὸ δὲ ἀληθὲς ὧδε ἔχει. Νοῦς μέν ἐστιν ὁ Κρόνος παντελής, νοῦς δὲ καὶ ὁ μέγιστος Ζεύς· νοῦς ἑκάτερος ὤν, ἔστι δήπου καὶ νοητὸν αὐτός. Πᾶς γὰρ νοῦς εἰς αὑτὸν ἐπέστραπται, πρὸς δὲ αὑτὸν ἐπιστρέφων, πρὸς ἑαυτὸν ἐνεργεῖ, πρὸς ἑαυτὸν δὲ ἐνεργῶν καὶ οὐ πρὸς τὰ ἔξω, νοητόν ἐστιν ἅμα καὶ νοερόν· ᾗ μὲν νοεῖ, νοερόν, ᾗ δὲ νοεῖται, καὶ νοητόν. Ὥστε καὶ ὁ Δίιος νοῦς ἑαυτοῦ νοῦς ἐστι καὶ αὑτῷ νοητόν, ὡσαύτως δὲ καὶ ὁ Κρόνιος νοῦς ἑαυτῷ νοητόν ἐστι καὶ ἑαυτοῦ νοῦς· ἀλλʼ ὁ μὲν μᾶλλον νοῦς, ὁ δὲ μᾶλλον νοητόν. Ἵδρυται γὰρ ὁ μὲν κατὰ τὴν ἀκρότητα τὴν νοεράν, ὁ δὲ κατὰ τὸ πέρας· καὶ ὁ μὲν ἐφετόν ἐστιν, ὁ δὲ ἐφιέμενον· καὶ ὁ μὲν πληροῦν, ὁ δὲ πληρούμενον. Νοῦ τοίνυν ὄντος τοῦ Κρόνου καὶ νοητοῦ, νοῦς καὶ ὁ Ζεὺς δεύτερον καὶ νοητόν· ἀλλὰ τὸ νοητὸν αὐτοῦ νοερόν ἐστι, τὸ δὲ ἐκείνου νοερόν, νοητόν. Ὁμοῦ δὴ οὖν νοερὸς ὢν ὁ Ζεὺς καὶ νοητός, ἑαυτὸν νοεῖ καὶ περιλαμβάνει καὶ συνδεῖ τὸ ἐν αὑτῷ νοητόν· τοῦτο δὲ ἐν αὑτῷ συνδέων, αὐτὸ τὸ πρὸ αὐτοῦ λέγεται νοητὸν συνδεῖν καὶ περιλαμβάνειν πανταχόθεν. Καὶ γὰρ εἰς ἑαυτὸν εἰσιὼν εἰς ἐκεῖνον χωρεῖ, καὶ τῷ ἐν αὑτῷ νοητῷ τὸ πρὸ αὐτοῦ νοεῖ, καὶ οὕτως οὐκ ἔξω τοῦ νοῦ τὸ νοητόν. Τὸ μὲν γὰρ ἐν αὑτῷ πᾶς νοῦς ἀδιάφορον ἔχει πρὸς ἑαυτόν, τὸ δὲ πρὸ αὐτοῦ πάλιν ἐν ἑαυτῷ νοεῖ. Πᾶν γὰρ τὸ ἔξω ὂν ἀλλότριόν ἐστι καὶ ἐπεισοδιῶδες καὶ τῆς φύσεως τῆς χείρονος, τὸ δὲ ἐν αἰτίας τάξει προϊστάμενον καὶ ὡς ἐφετὸν προϋπάρχον ἐν αὐτοῖς ἐστι τοῖς ἐφιεμένοις. Εἰς ἑαυτὰ γὰρ ἐπιστρεφόμενα καὶ πρὸς ἑαυτὰ συννεύοντα τὰς ἑαυτῶν αἰτίας ἀνευρίσκει καὶ πάντα τὰ πρεσβύτερα· καὶ ὅσῳ τελεωτέρα καὶ ἑνοειδεστέρα τῶν ἐφιεμένων ἡ περὶ αὐτὰ στροφή, τοσούτῳ μᾶλλον τοῖς ἑαυτῶν σύνεισιν ἐφετοῖς. Αὐτῷ ἄρα τῷ νοεῖν ἑαυτὸν πᾶς νοῦς καὶ τὰ πρὸς αὐτοῦ πάντα νοεῖ, καὶ ὅσῳ μᾶλλον ἥνωται πρὸς ἑαυτόν, τοσούτῳ μειζόνως ἐνίδρυται τοῖς πρὸ ἑαυτοῦ νοητοῖς. Οὐ γάρ ἐστιν ἔξω τῶν ὄντων οὐδενὸς τὸ αἴτιον αὐτοῦ καὶ τὸ τῆς οὐσίας ἢ τῆς τελειότητος παρεκτικόν, ἀλλὰ τὸ χεῖρον ἑκάστου καὶ οὐ τὸ νοητόν. Διὸ δὴ καὶ τῶν θείων ἕκαστον πρὸς μὲν τὸ χεῖρον ἀνεπίστροφόν ἐστι, πρὸς δὲ αὑτὸ καὶ διʼ ἑαυτοῦ πρὸς τὸ κρεῖττον ἐπέστραπται. Καὶ νοῦ μὲν οὐδενὸς τὸ νοητὸν χεῖρον, πᾶς δὲ νοῦς πρὸς ἑαυτὸν ἐνεργῶν καὶ τὰ πρὸ αὐτοῦ νοητὰ περιλαβὼν νοεῖ. Καὶ τὰ μὲν ἔστιν, ὅσα συζυγεῖ πρὸς αὐτόν, τὰ δὲ ἔχει, τῶν προσεχῶς αὐτῷ μετεχομένων, τὰ δὲ ὁρᾷ, τῶν πορρώτερον καὶ μᾶλλον ἐξῃρημένων ἕκαστον. Διὰ γὰρ τοῦτο καὶ ὁ δημιουργὸς νοῦς ἔστι μὲν ἅμα νοητὸν καὶ νοῦς, ἔχει δὲ τὸ τοῦ πατρὸς νοητὸν συνδήσας, ὡς ὁ μῦθός φησιν, ὁρᾷ δὲ τὸ αὐτοζῷον, τὸ τῶν νοουμένων ἁπάντων κάλλιστον, ὡς ὁ Τίμαιος λέγει. Καὶ εἰ ταῦτά γʼ ἐννοῶν ὁ γενναῖος Ἀμέλιος τριττὸν ἔλεγε τὸν νοῦν, τὸν ὄντα, τὸν ἔχοντα, τὸν ὁρῶντα, κατά γε τὴν ἐμὴν τῆς τοῦ Πλάτωνος διανοίας ὀρθῶς ἀντελάβετο. Δεῖ γὰρ δὴ καὶ τὸν δεύτερον μὴ μόνον ἔχειν τὸ νοητόν, ἀλλʼ εἶναι καὶ ἔχειν — εἶναι μὲν τὸ σύστοιχον, ἔχειν δὲ τὸ πρὸ αὐτοῦ, καθʼ ὅσον αὐτοῦ μετείληφε· καὶ τὸν τρίτον ὁρᾶν τὸ νοητόν, ἀλλὰ καὶ εἶναι καὶ ἔχειν· καὶ ὁρᾶν μὲν τὸ πρώτιστον, ἔχειν δὲ τὸ προσεχῶς ἐπέκεινα, τὸ δὲ ἐν αὐτῷ καὶ τὸ συζυγοῦν τῇ ἑαυτοῦ νοήσει, τοῦτο εἶναι καὶ πρὸς αὐτὸν ἀδιαίρετον ὑπάρχειν. Εἰ τοίνυν, ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, νοεῖ τὸν ἑαυτοῦ πατέρα Κρόνον ὁ Ζεύς, νοητὸν μέν ἐστιν ὁ Κρόνος, νοῦς δὲ ὁ Ζεύς, ἄλλο μὲν ὢν νοητόν, ἄλλου δὲ μετέχων. Διόπερ καὶ ὁ Πλάτων οὐχ ἁπλῶς ἐκάλει νοῦν τὸν Κρόνον, ἀλλὰ τὸν ἀκήρατον νοῦν, τὸ γὰρ ἐν τῷ νοερῷ νοητόν ἐστιν. Ἐπεὶ δὲ οὐ τὸ ἁπλῶς ἐστι νοητόν, ἀλλʼ ὡς ἐν τοῖς νοεροῖς, νοῦς ἐστι καὶ αὐτὸς πατρικός, πατὴρ ὢν ἅμα καὶ νοῦς καὶ νοερῶς ἔχων τὸ πατρικόν. Ἐν μὲν οὖν τοῖς νοητοῖς καὶ ὁ νοῦς πατήρ ἐστιν, ἐν δὲ τοῖς νοεροῖς καὶ ὁ πατὴρ νοῦς. Καὶ ὁ Κρόνος δὴ οὖν νοῦς ἐστι καθαρὸς καὶ ἄυλος καὶ τέλειος, ἐν ἐφετοῦ τάξει τῆς δημιουργίας ὑπεριδρυμένος. Τοιαύτην δὲ ἔχων ἰδιότητα πλήρης ἐστὶ τῶν νοητῶν πάντων νοερῶς καὶ οἷον ὑπερβλύζει ταῖς νοήσεσι καὶ ὑφίστησι διττὰ γένη θεῶν, τὰ μὲν ἐν ἑαυτῷ, τὰ δὲ μεθʼ ἑαυτόν· καὶ προάγει μὲν τὰς τοῦ πατρὸς Οὐρανοῦ γονίμους δυνάμεις ἄχρι τῶν ἐσχάτων, πληροῖ δὲ τὴν δημιουργικὴν τάξιν τῶν γεννητικῶν ἀγαθῶν. Μόνος δὲ αὐτὸς τῶν θεῶν μετά τινος ἀνάγκης καὶ οἷον βίας λαμβάνειν τε καὶ διδόναι λέγεται τὴν βασιλικὴν ἀξίαν, ἐκτέμνων τὸ τοῦ πατρὸς γόνιμον, ἐκτεμνόμενος δὲ παρὰ τοῦ μεγάλου Διός. Καὶ γὰρ ὁρίζει τὴν τοῦ πατρὸς βασιλείαν καὶ ὁρίζεται παρὰ τοῦ μετʼ αὐτόν· καὶ πληροῦται μὲν ἐκ τῶν ὑπερκειμένων, πληροῖ δὲ τὴν ὅλην δημιουργίαν τῆς γονίμου τελειότητος. Διακρίνων δὲ αὑτὸν τοῦ πατρὸς ἐξῄρηται τῶν ἀφʼ ἑαυτοῦ γεννωμένων. Εἷς δὲ νοῦς ὢν καὶ παντέλειος ἐν ἑαυτῷ συνέχει τὸ πλῆθος τῶν ὅλων νοητῶν, καὶ τὴν ἀκρότητα τὴν νοερὰν ἐκθεώσας πᾶσιν ἐπιλάμπει τὸ νοητὸν φῶς. ϛʹ Εἰκότως ἄρα καὶ τὸ πᾶν τοῦτο διττὰς ἔχει ζωὰς καὶ περιόδους καὶ συγκυκλήσεις, καὶ τὴν μὲν Κρονίαν, τὴν δὲ Διίαν, ὥς φησιν ὁ ἐν τῷ Πολιτικῷ μῦθος. Καὶ κατὰ μὲν τὴν ἑτέραν τῶν περιόδων αὐτόματα πάντα φύει τὰ ἀγαθὰ καὶ ἀπήμονα ζωὴν ἔχει καὶ ἄτρυτον· κατὰ δὲ τὴν ἑτέραν μετέχει καὶ τῆς ὑλικῆς πλημμελείας καὶ τῆς πολυμεταβόλου φύσεως. Διττῆς γὰρ οὔσης ἐν τῷ κόσμῳ ζωῆς, τῆς μὲν ἀφανοῦς καὶ νοερωτέρας, τῆς δὲ φυσικωτέρας καὶ ἐμφανοῦς, καὶ τῆς μὲν κατὰ τὴν πρόνοιαν ἀφοριζομένης, τῆς δὲ καθʼ εἱμαρμένην ἀτάκτως προϊούσης, ἡ μὲν δευτέρα καὶ πολυειδὴς καὶ διὰ τῆς φύσεως ἐπιτελουμένη τῆς Διίας ἐξήρτηται τάξεως, ἡ δὲ ἁπλουστέρα καὶ νοερὰ καὶ ἀφανὴς τῆς Κρονίας. Καὶ ταῦτα σαφῶς ὁ Ἐλεάτης ξένος ἀναδιδάσκει, τὴν μὲν ἑτέραν τῶν ἀνακυκλήσεων Δίιον ἀποκαλῶν, τὴν δὲ ἑτέραν Κρονίαν. Καίτοι καὶ ὁ Ζεὺς τῆς ἀφανοῦς αἴτιός ἐστι ζωῆς τοῦ παντὸς καὶ τοῦ νοῦ χορηγὸς καὶ τῆς νοερᾶς τελειότητος ἡγεμών, ἀλλʼ ἐπὶ τὴν Κρόνου βασιλείαν ἀνάγει τὰ πάντα καὶ μετὰ τοῦ πατρὸς ὢν ἡγεμὼν ὑφίστησι τὸν ὅλον περικόσμιον νοῦν. Καὶ εἰ δεῖ τἀληθῆ διαρρήδην λέγειν, ἑκατέρα μὲν τῶν περιόδων, ἥ τε ἐμφανὴς λέγω καὶ ἡ ἀφανής, μετέχει τῶν θεῶν τούτων ἀμφοτέρων, ἀλλʼ ἡ μὲν Κρονία μᾶλλόν ἐστιν, ἡ δὲ ὑπὸ τὴν τοῦ Διὸς τελεῖ βασιλείαν. Ὅτι δʼ οὖν καὶ ὁ μέγιστος Κρόνος βασιλείαν ἑτέραν ἔλαχε τῶν πρὸ αὐτοῦ θεῶν σαφῶς δεδήλωκεν ὁ Ἐλεάτης ξένος ἐν τοῖς πρὸ τοῦ μύθου λόγοις εἰπών· Καὶ μὴν αὖ τήν γε βασιλείαν ἣν ἦρξε Κρόνος πολλῶν ἀκηκόαμεν. Εἷς οὖν ἐστι καὶ κατὰ τοῦτον τὸν σοφὸν τῶν βασιλικῶν θεῶν· διὸ δὴ καὶ ἑτέραν ἀρχὴν προεστήσατο τοῦ πατρός, κἀκείνου τὰ μέσα κέντρα τῶν νοητῶν καὶ νοερῶν θεῶν συνέχοντος οὗτος ἐξηγεῖται τῶν νοερῶν διακόσμων καὶ πᾶσι τὴν νοερὰν χορηγεῖ  <span class="gap">…</span> πρώτως μὲν θεοῖς, δευτέρως δὲ τοῖς κρείττοσιν, ἐσχάτως δὲ καὶ ταῖς μερικαῖς ψυχαῖς, ὅταν εἰς τὴν Κρονίαν δύνανται περιωπὴν ἀνατείνεσθαι. Τὸ μὲν γὰρ πᾶν τοῦτο καὶ οἱ ἐγκόσμιοι θεοὶ πάντες ἀεὶ τὴν διττὴν ἔχουσι ζωήν· καὶ μιμοῦνται τὴν μὲν Κρονίαν νόησιν διὰ τῆς ἀφανοῦς καὶ νοερᾶς ἐνεργείας, τὸν δὲ δημιουργικὸν νοῦν τοῦ Διὸς διὰ τῆς εἰς τὰ δεύτερα προνοίας καὶ ὅλως τῆς ἐμφανοῦς δημιουργίας. Αἱ δὲ μερικαὶ ψυχαὶ ποτὲ μὲν νοερῶς ἐνεργοῦσι καὶ τῷ Κρόνῳ καθιεροῦσιν ἑαυτάς, ποτὲ δὲ Διίως καὶ τὴν τῶν δευτέρων ἄσχετον ποιοῦνται προμήθειαν. Ἐπειδὰν δὲ περιπολῶσιν ἀνάλογον ἐκείνοις, τά τε νοητὰ νοοῦσι καὶ τὰ αἰσθητὰ διακοσμοῦσι καὶ ζῶσιν ἀμφοτέρας τὰς ζωάς, ὥσπερ οἱ θεοὶ καὶ τὰ κρείττονα γένη. Διτταὶ γὰρ αὐτῶν αἱ περίοδοι, νοερὰ μὲν ἄλλη, προνοητικὴ δὲ ἄλλη· καὶ τὰ παραδείγματα διττά, τῆς μὲν ὁ Κρόνιος νοῦς, τῆς δὲ ὁ Δίιος· ἐπεὶ καὶ αὐτὸς ὁ μέγιστος Ζεὺς διττὴν ἔχει τὴν ἐνέργειαν, νῷ μὲν τὰ νοητὰ κατέχων, τῇ δὲ δημιουργικῇ ποιήσει τὰ αἰσθητὰ διακοσμῶν. ζʹ Διττῶν δὴ τῶν ἀνακυκλήσεων οὐσῶν, οὐ μόνον ἐν τοῖς ὅλοις, ἀλλὰ κἀν ταῖς μερικαῖς ψυχαῖς, ἐν μὲν τῇ Κρονίᾳ περιόδῳ τὴν γένεσιν οὐκ ἐξ ἀλλήλων εἶναί φησιν αὐταῖς ὁ Ἐλεάτης ξένος, ὥσπερ τοῖς φαινομένοις ἀνθρώποις, οὐδὲ καθὼς ὁ παρʼ ἡμῖν πρῶτος ἄνθρωπος μόνον γηγενής ἐστιν, οὕτως καὶ ἐπὶ τῶν μερικῶν ψυχῶν μίαν τὴν πρώτην, ἀλλʼ εἶναι πάσας γηγενεῖς· ἐκ γὰρ τῶν ἐσχάτων καὶ γηΐνων σωμάτων ἀνάγονται καὶ τῆς ἀφανοῦς ἀντιλαμβάνονται ζωῆς, ἀπολείπουσαι τὴν αἰσθητήν. Ἀλλʼ οὐδὲ εἰς γῆρας αὐτὰς ῥέπειν καὶ ἀπὸ νεωτέρων ἐπὶ τὸ πρεσβύτερον μεταβάλλειν, τοὐναντίον δὲ ἀκμαιοτέρας ἀποτελεῖσθαι καὶ νοεράς, τὴν ἐναντίαν τῇ γενέσει πορευομένας ὁδὸν καὶ οἷον ἀναλυούσας ἣν κατιοῦσαι συνέθεσαν ποικιλίαν ζωῆς. Διὸ δὴ καὶ πάντα τὰ προσήκοντα τῇ νεότητι σύμβολα κἀκείναις ὑπάρχει ταῖς ψυχαῖς, τὸ ἄτριχον καὶ τὸ λεῖον, ἐκ πολιῶν καὶ γενειώντων τοιαύταις γενομέναις· πᾶν γὰρ τὸ προσφυόμενον αὐταῖς ἐκ τῆς γενέσεως ἀποσκευάζονται. Γενομέναις δὲ ἐκεῖ παρὰ τῷ Κρόνῳ καὶ τὸν ἐκεῖ διαζώσαις βίον καρποὶ μὲν ἄφθονοι, φησίν, ὑπάρχουσιν ἀπὸ δένδρων καὶ πολλῆς ἄλλης ὕλης αὐτομάτως ἀναδιδούσης τῆς γῆς, γυμνοὶ δὲ καὶ ἄστρωτοι θυραυλοῦντες τὰ πολλὰ νέμονται, τὴν γὰρ τῶν ὡρῶν κρᾶσιν ἄλυπον ἔχουσιν· μαλακαῖς δὲ εὐναῖς χρῶνται, φυομένης αὐτοῖς ἐκ γῆς πόας ἀφθόνου. Ταῦτα δὴ καὶ τὰ τοιαῦτα ἀγαθὰ καρποῦνται παρὰ τοῦ μεγίστου τούτου θεοῦ κατὰ τὴν Κρονίαν περίοδον αἱ ψυχαί. Πληροῦνται μὲν γὰρ τῶν ζωογονικῶν ἀγαθῶν ἐκεῖθεν καὶ τοὺς νοεροὺς δρέπονται καρπούς, ἀπὸ τῶν ὅλων, ἀλλʼ οὐκ ἐκ μερικῶν ἐνεργειῶν τὴν τελειότητα πορίζουσαι καὶ τὸ μακάριον ἑαυταῖς. Ἡ μὲν γὰρ δοξαστὴ τροφὴ μεριστὰς ἔχει καὶ ἐνύλους τὰς ἀντιλήψεις, ἡ δὲ νοερὰ καθαρὰς καὶ ἀμερίστους καὶ αὐτοφυεῖς, ὃ δὴ καὶ τὸ αὐτόματον αἰνίσσεται καὶ ἡ ἐκ τῆς γῆς ἀνάδοσις, αὐτοῦ τοῦ γονίμου τῶν θεῶν τὴν τελειότητα καὶ τὴν αὐτάρκειαν ἐπιλάμποντος ταῖς ψυχαῖς. Διὰ γὰρ τὴν ἄφθονον περιουσίαν τῶν ἀγαθῶν καὶ τοῖς δευτέροις ἐπιρρεῖν δύνανται τὸ προσῆκον αὐτοῖς τῆς εὐδαιμονίας μέτρον. Οὔτʼ οὖν χιτῶνας περιβάλλονται, καθάπερ ὅταν εἰς γένεσιν χωρῶσιν, οὔτε προσθήκαις πλεονάζουσι τῆς ζωῆς, ἀλλʼ αὐταὶ καθʼ ἑαυτὰς καθαρεύουσαι πάσης συνθέσεως καὶ ποικιλίας καὶ τὸν ἑαυτῶν ἀνεγείρουσαι νοῦν, πρὸς τούτοις ἀνατείνονται ὑπὸ τοῦ νοεροῦ πατρὸς καὶ μετέχουσι τῶν ὅλων ἀγαθῶν, φρουρούμεναι ὑπὸ τῶν Ὡρῶν καὶ τὰ μέτρα τῆς εὐδαίμονος ζωῆς ὑπʼ αὐτῶν ὑποδεχόμεναι· πάντα δὲ τὸν βίον μετὰ ῥᾳστώνης διατελοῦσαι καὶ τὴν ἄυπνον ζωὴν καὶ ἄχραντον ἐν ταῖς γεννητικαῖς δυνάμεσιν ἐνιδρύουσαι τῶν νοητῶν, πληρούμεναι δὲ τῶν νοερῶν καρπῶν καὶ τρεφόμεναι τοῖς ἀΰλοις καὶ θείοις εἴδεσι τὸν ἐπὶ Κρόνου βίον λέγονται ζῆν. ηʹ Ὅτι δὴ τῆς νοερᾶς ἁπάσης ζωῆς ὁ θεὸς οὗτός ἐστιν ἡγεμὼν καὶ πᾶς νοῦς ὅ τε ἀμέθεκτος καὶ ὁ μεθεκτὸς ἐκ τῆς τούτου πρόεισιν αἰτίας, καὶ τὸ νέμειν τοίνυν τὰς ψυχὰς καὶ τὸ τρέφειν προσήκει τῷ μεγίστῳ τούτῳ θεῷ. Διότι μὲν γὰρ νοητός ἐστιν ἐν τοῖς νοεροῖς, τρέφει μὲν αὐτὸς τὰς ψυχάς, τρόφιμοι δὲ αἱ ψυχαὶ καλοῦνται τοῦ Κρόνου· διότι δὲ οὐ τῶν πρωτίστων αὐτὰς πληροῖ καὶ ἑνιαίων νοητῶν, ἀλλὰ τῶν ἑαυτοῦ τῇ τῆς διακρίσεως αἰτίᾳ πληθυομένων, νέμειν αὐτὰς καὶ οἷον διῃρημένως ἀποπληροῦν λέγεται. Καὶ ὁρᾷς ὅπως διὰ τούτων ὁ θεὸς οὗτος ἀναφαίνεται τῇ πρωτίστῃ τριάδι τῶν νοητῶν καὶ νοερῶν σύστοιχος ὤν. Ὡς γὰρ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης τρέφεσθαι τὰς ψυχὰς ἐν τῷ ὑπερουρανίῳ τόπῳ καὶ τῷ λειμῶνι τῷ νοητῷ φησιν, οὕτω δὴ καὶ ὁ Ἐλεάτης ξένος ὑπὸ τῷ Κρόνῳ νεμομένας αὐτὰς πληροῦσθαι τῶν νοερῶν ἀγαθῶν. Καὶ οὐδὲν θαυμαστὸν εἰ παρʼ ἀμφοῖν αἱ ψυχαὶ τελειοῦνται, νοερῶς μὲν ὑπὸ τῇ βασιλείᾳ τοῦ Κρόνου, νοητῶς δὲ ὑπὸ τῇ νοητῇ τάξει τῶν πρώτων νοερῶν θεῶν. Καὶ γὰρ αὐτὸς ὁ θεὸς οὗτος ὑπʼ ἐκείνης τρέφεται τῆς τάξεως· καὶ διὰ τοῦτο τὴν ἡγεμονικὴν ἔλαχε καὶ πρωτουργὸν ἐν τοῖς νοεροῖς ὑπεροχήν, ὅτι δὴ παρʼ ἐκείνης αὐτῆς τῶν κρυφίων πληροῦται καὶ ἀφανῶν δυνάμεων καὶ τοῦτό ἐστιν ἐν τοῖς νοεροῖς πατράσιν ὅπερ ἐκείνη περὶ τοὺς νοητοὺς ὁμοῦ καὶ νοεροὺς διακόσμους. Πανταχοῦ δὴ οὖν ταῖς ψυχαῖς ἀναγομέναις τροφὴ μὲν γίγνεται τὸ νοητόν, ἡ δὲ πρὸς αὐτὸ συνοχὴ διὰ τῶν δευτέρων ὑπάρχει καὶ τρίτων θεῶν. Ὥσπερ οὖν ἡ δημιουργικὴ τάξις ἐπὶ τὴν Κρονίαν αὐτὰς ἀνάγει περιωπήν, οὕτω δὴ καὶ ἡ Κρονία τάξις ἐπὶ τὴν ὑπουρανίαν ἁψῖδα. Τὰς γὰρ πολλάς τε καὶ μακαρίας διεξόδους ἐν τῇ Κρόνου βασιλείᾳ ποιησάμεναι πάλιν ἐντεῦθεν ἐπὶ τὴν τελεσιουργὸν ἀνατείνονται τριάδα, κἀντεῦθεν ἐπὶ τὴν Οὐρανίαν, ἀφʼ ἧς τὸν ὑπερουράνιον θεώμεναι τόπον αὐτοῖς ἀρρήτως ἤδη συνάπτονται τοῖς ἀκροτάτοις τῶν νοητῶν ἀγαθοῖς· καὶ τοῦτον δὴ τὸν τρόπον αἱ δεύτεραι διακοσμήσεις ἀεὶ συνάπτουσι τὰς ψυχὰς ταῖς πρὸ αὐτῶν. Ὃ δὴ καὶ ἡ θεουργία μιμουμένη τὰς ἀφανεῖς περιόδους τῶν ψυχῶν, τὰς πρὸς τοὺς δευτέρους θεοὺς τελετὰς προϋποτίθησι ταῖς ὑψηλοτέραις καὶ διὰ τούτων ἡμᾶς ἐπʼ αὐτὴν διαβαίνειν ποιεῖ τὴν νοητὴν περιωπήν. θʹ Ταῦτα μὲν οὖν περὶ τῆς Κρονίας ζωῆς καὶ τῆς ὑπὸ τῷ Κρόνῳ τῶν ψυχῶν πολιτείας ὁ Πλάτων οὐκ ἐν τούτοις μόνον, ἀλλὰ κἀν τοῖς τοῦ Ἀθηναίου ξένου λόγοις ἐνδείκνυται. Καὶ γὰρ ἐν τῷ τετάρτῳ τῶν Νόμων τὸν ἐπὶ τοῦ Κρόνου βίον ἀνυμνεῖ, τό τε ἄχραντον τῆς ἐνεργείας ἐκείνης καὶ τὸ ῥᾷστον καὶ τὸ πλῆρες καὶ τὸ αὔταρκες διὰ τῶν μυθικῶν πλασμάτων αἰνισσόμενος. Εἰ δὲ δεῖ καὶ ἐκ τούτων καὶ ἐκ πάσης αὐτοῦ τῆς περὶ τοῦ θεοῦ τούτου μυσταγωγίας καὶ τὰς τάξεις ἀναλογίσασθαι καὶ διελθεῖν ὅσας αὐτὸς ἐφίστησι τοῖς ὅλοις, πρῶτον μὲν τοὺς ἐν Γοργίᾳ τρεῖς βασιλέας ἐννοήσωμεν διανεμομένους αὐτοῦ τὴν βασιλείαν, οὓς ὁ Κρόνος παρήγαγεν ὡς τὴν ἑνοειδῆ καὶ ἀμέριστον ἀρχὴν διῃρημένως κληρωσομένους, καὶ τὸν νόμον αὐτοῖς τὸν θεῖον ἐπέστησε τῆς κατὰ νοῦν διανομῆς αἴτιον ὄντα καὶ αὐτοῖς τοῖς θεοῖς καὶ τοῖς μετὰ θεοὺς ἅπασιν. Δεύτερον δὲ οὓς ἐν τοῖς Νόμοις ἄρχοντας καὶ βασιλέας ἐφιστάνειν λέγεται ταῖς διαφόροις λήξεσι τῶν ψυχῶν, οὐκ ἀνθρώπους, ἀλλὰ γένους θειοτέρου καὶ ἀμείνονος δαίμονας, οἳ καὶ τὰ μέτρα τῶν ἀγαθῶν διανέμουσι ταῖς ψυχαῖς καὶ τὰς γενεσιουργοὺς αὐτῶν ζωὰς ἀποκόπτουσι καὶ τὴν ἄτακτον φορὰν συστέλλουσι καὶ κατέχουσιν αὐτὰς ἐν τῷ νοητῷ καὶ τῇ βασιλείᾳ τοῦ Κρόνου περιλαβοῦσαι. Τὸ τρίτον τοίνυν οὓς ἐν τῷ Πολιτικῷ κατὰ μέρη τῷ τε κόσμῳ καὶ ταῖς ἀγέλαις ταῖς ἐν αὐτῷ θεοὺς δαίμονας ἐφίστησιν, ὡς ὁ Ἐλεάτης ξένος εἴρηκε, ποτὲ μὲν ἐφαπτομένους τῶν διοικουμένων καὶ νέμοντας αὐτοῖς τὰ νοερὰ καὶ ἀφανῆ πάντα ἀγαθά, ποτὲ δὲ ἀφισταμένους τῆς φυσικῆς τοῦ κόσμου ζωῆς καὶ εἰς τὴν ἑαυτῶν περιωπὴν ἀνατρέχοντας καὶ μιμουμένους τὴν ἐξῃρημένην τοῦ δημιουργοῦ καὶ πατρὸς ὑπεροχήν. Ἐπὶ δὲ τούτοις αὐτῶν τῶν ἐγκοσμίων θεῶν τὰς διττὰς ἀνακυκλήσεις θεασώμεθα, τήν τε Κρονίαν καὶ τὴν Δίιον· ἔχουσι γὰρ ἑκατέραν ἀεί, καθάπερ αὐτὸς ὁ μῦθός φησιν ὁ ἐν τῷ Πολιτικῷ. Τὴν μὲν γὰρ τῶν ἄστρων τε καὶ ἡλίου μεταβολὴν δῆλον ὡς ἐν ἑκατέραις συμπίπτει ταῖς στροφαῖς γίγνεσθαι. Διττῆς οὖν οὔσης αὐτῆς τῆς περιόδου, παντὶ καταφανὲς ὅτι καὶ τῶν Κρονίων ἀγαθῶν εἰσι πλήρεις καὶ μετέχουσι τῆς Κρονίας σειρᾶς. Καὶ οὐχ οἱ ἐγκόσμιοι θεοὶ μόνον, ἀλλὰ καὶ τὰ κρείττονα γένη πάντα τὰ συνεπόμενα τοῖς θεοῖς ἀμφοτέροις ἐνεργεῖ τὰς ἐνεργείας καὶ συμφέρεται τὰς διττὰς περιφοράς· διʼ ὧν καὶ ψυχαὶ ποτὲ μεταλαγχάνουσι τῆς νοερᾶς ζωῆς καὶ στέλλονται τὴν πορείαν ταύτην, ἀντὶ τῆς αἰσθήσεως ἀλλαξάμεναι νοῦν ἡγεμόνα τῆς ἑαυτῶν κινήσεως καὶ περιφορᾶς. Ἄνωθεν δὴ οὖν ἀπὸ τῶν πρωτίστων θεῶν μέχρι τῶν μερικῶν ψυχῶν διατείνει τὴν ἑαυτοῦ βασιλείαν ὁ Κρόνος καὶ πάντα τελειοῖ καὶ πληροῖ τῶν νοερῶν ἀγαθῶν, ἄλλοις κατʼ ἄλλα μέτρα τῶν ἀγαθῶν τὰς διανομὰς ἀπεργαζόμενος. Διὰ γὰρ τοῦτο καὶ ὁ νόμος αὐτῷ συνυφέστηκεν, ὥς φησιν ὁ ἐν τῷ Γοργίᾳ Σωκράτης· Ἦν οὖν νόμος ὅδε ἐπὶ Κρόνου, καὶ ἀεὶ καὶ νῦν ἔτι ἐστὶν ἐν θεοῖς. Νοῦ γάρ ἐστιν ὁ νόμος διανομή, νοῦς δὲ ὁ πρώτιστος καὶ καθαρώτατος καὶ ἀκήρατος οὗτός ἐστιν ὁ θεός. Εἰ δὲ καὶ διαιρέσεως οὗτος προηγεῖται πάσης καὶ διακρίσεως ἐξάρχει νοερᾶς, ἀνάγκη δήπου καὶ κατὰ τοῦτον τὸν λόγον εἶναι παρʼ αὐτῷ τὸν νόμον, τὸν διακρίνοντα μὲν τὰς τάξεις τῶν ὄντων καὶ τὰ νοερὰ γένη διιστάντα καὶ τὰ εἴδη πάντα χωρίζοντα κατὰ τὴν εὔτακτον πρόοδον, πᾶσι δὲ τὸ μέτρον τῆς ὑπάρξεως ἐπιλάμποντα καὶ συνέχοντα τὴν ἐν αὐτοῖς τάξιν καὶ τοὺς ὅρους τῆς θείας διανομῆς ἀκλινεῖς διαφυλάττοντα καὶ ταύτην ἔχοντα τὴν ἀξίαν ἐν τῇ Κρόνου βασιλείᾳ καὶ τοῖς νοεροῖς, ἣν ἐν τῷ ὑπερουρανίῳ τόπῳ καὶ τοῖς νοητοῖς ὁμοῦ καὶ νοεροῖς ἡ Ἀδράστεια. Ἀφʼ ἑκατέρου γὰρ αὐτῶν ἡ ἄτρεπτος φρουρὰ καὶ ἡ τῆς τάξεως ἐπὶ πάντα πρόοδος ἀπογεννᾶται, διαφέρουσι δὲ ἀλλήλων ὅτι διαιρεῖ μὲν ὁ νόμος τὸ ἓν εἰς πλῆθος καὶ διορίζει τὰ μέτρα τῆς νοερᾶς ὑποστάσεως καὶ διανέμει τὸ οἰκεῖον ἑκάστοις ἀγαθόν, ἀπὸ τοῦ ἑνὸς νοῦ προάγων τὰ διάφορα μέτρα τῶν ὄντων, ἡ δὲ Ἀδράστεια πάντα φρουρεῖ μονοειδῶς ἐν τῷ νοητῷ μένουσα καὶ τὴν ὅλην τάξιν ἀκλινῶς διατηρεῖ πάσης διαιρέσεως ἐξῃρημένη. Θεὸς οὖν τις ὁ νόμος διαιρετικὸς τῶν θείων εἰδῶν καὶ ἀφοριστικὸς τῶν ἑκάστοις προσηκόντων, κατὰ τὴν ἀπὸ τῆς μιᾶς καὶ ἑνοειδοῦς αἰτίας ἀποπλήρωσιν τῷ Κρονίῳ διακόσμῳ συνυπάρχων, ἐν ᾧ καὶ πρῶτον αἱ τῶν ὄντων διακρίσεις καὶ ἡ παντελὴς τῶν εἰδῶν πρόοδος. Διὸ δὴ καὶ ὁ δημιουργὸς πρὸς τοῦτον βλέπων κατὰ νόμον ἄγει τὰ πάντα, καὶ τῆς μὲν ἑνώσεως τῆς τοῦ πατρὸς εἰκόνα τὴν ἐγκόσμιον ὑφίστησι πρόνοιαν, τῆς δὲ κατὰ τὸν νόμον διαιρέσεως τὴν εἱμαρμένην καὶ τοὺς εἱμαρμένους νόμους. Καὶ τοίνυν καὶ αἱ ψυχαὶ κατὰ νόμον ζῶσιν, ἐν μὲν τῇ Διίᾳ περιόδῳ κατὰ τοὺς εἱμαρμένους νόμους διοικούμεναι, ἐν δὲ τῇ Κρονίᾳ κατὰ τὸν θεῖον νόμον διεξαγόμεναι,  <span class="gap">…</span> τῷ πλήθει δουλεύουσιν, ἐκεῖ δὲ εἰς μίαν αἰτίαν ἀνατείνονται· ἀνιοῦσαι δὲ εἰς τὴν νοητὴν περιωπὴν ὑποτάττονται τῷ Ἀδραστείας θεσμῷ· διατείνει γὰρ ἐκεῖνος ἄνωθεν μέχρι τῶν ἐσχάτων καὶ τὰ μέτρα ταῖς ψυχαῖς ἀφορίζει τῶν ὅλων περιόδων, ὥς φησιν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης. ιʹ Τίς μὲν οὖν ὁ μέγιστος οὗτος θεός, καὶ ὅσων αἴτιος ἀγαθῶν ταῖς ψυχαῖς καὶ πρὸ τούτων τοῖς τῆς ψυχῆς ἡγεμόσι, θεοῖς τε καὶ δαίμοσιν, ἀπὸ τούτων ἔστω δῆλον. Τῶν δὲ θεολόγων τὸ ἀγήρων τῇ τάξει ταύτῃ προσήκειν λεγόντων, ὡς οἵ τε βάρβαροί φασι καὶ ὁ τῶν Ἑλλήνων θεολόγος Ὀρφεύς — καὶ γὰρ οὗτος ἀεὶ μελαίνας εἶναι τὰς τοῦ Κρονίου προσώπου τρίχας μυστικῶς λέγει καὶ μηδαμῇ γίγνεσθαι πολιάς —, θαυμάζω τὸν τοῦ Πλάτωνος ἔνθεον νοῦν τὰ αὐτὰ περὶ τοῦ θεοῦ τούτου τοῖς κατʼ ἴχνος αὐτοῦ πορευομένοις ἐκφαίνοντα. Ἐν γὰρ τῇ Κρονίᾳ περιόδῳ τὸ γῆρας ἀφιέναι φησὶ τὰς ψυχάς, ἐπὶ δὲ τὸ νέον ἀνακάμπτειν, καὶ τὸ μὲν πολιὸν ἀφαιρεῖν, τὰς δὲ τρίχας μελαίνας ἴσχειν. Τῶν γὰρ πρεσβυτέρων, φησίν, αἱ λευκαὶ τρίχες ἐμελαίνοντο, τῶν δὲ γενειώντων αἱ παρειαὶ λειαινόμεναι εἰς τὴν παρελθοῦσαν ὥραν καθίσταντο. Ταῦτα μὲν ὁ Ἐλεάτης ξένος, ὁ δέ γε Ὀρφεὺς τὰ τούτοις ὅμοια περὶ τοῦ θεοῦ διατάττεται·

  
 <span class="gap">…</span> ὑπὸ Ζηνὶ Κρονίωνι  
  
ἀθάνατον αἰῶνα λαχεῖν, καθαροῖο γενείου  
  
οὐ διερὰς χαίτας εὐώδεας οὐδὲ κάρητος  
  
γήραος ἠπεδανοῖο μιγήμεναι ἄνθεϊ λευκῷ,  
  
ἀλλὰ  <span class="gap">…</span> ἐριθηλέα λάχνην.  
 <span class="gap">…</span> τὴν πρὸς τὸν θεὸν ὁμοιότητα τῶν Κρονίων ψυχῶν παραδιδούς, τὸ μὲν γῆρας αὐτὰς ἀφανίζειν ὃ προσειλήφασιν ἐκ τῆς γενέσεως λέγει καὶ τὴν ἀσθένειαν ἀποσκευάζεσθαι τὴν ὑλικήν, τὴν δὲ νεάζουσαν καὶ ἀκμαίαν τοῦ νοῦ προβάλλειν ζωήν. Οὐ γὰρ ἄλλως θεμιτὸν αὐτὰς ὁμοιοῦσθαι πρὸς τὸν ἀγήρων θεὸν ἢ διὰ τῆς ἥβης τῆς νοερᾶς καὶ τῆς ἀχράντου δυνάμεως. Τούτου δὲ αἴτιον ὅτι καὶ αὐτὸς ὁ βασιλεὺς Κρόνος ὑποστάτης ἐστὶ τῶν ἀκηλήτων θεῶν καὶ τῆς ἀμειλίκτου τριάδος — διὸ δὴ καὶ κορόνους ἐστίν, ὡς ὁ Σωκράτης φησί, νοῦς γάρ ἐστιν ὁμοῦ τῆς ἀχράντου τάξεως τὴν ἀκρότητα περὶ αὑτὸν ἔχων καὶ τοῖς τὰ ὅλα κυβερνῶσιν ἀκμαίοις θεοῖς ἐποχούμενος· καὶ αἱ πρὸς αὐτὸν στελλόμεναι ψυχαὶ μετὰ τῆς νοερᾶς ἐνεργείας εἰς ἀκμὴν καὶ δύναμιν ἀκαμπῆ καὶ ἀρρεπῆ πρὸς τὴν ὕλην θαυμαστῶς ἐπιδιδόασιν. Αἱ μὲν οὖν μερικαὶ ψυχαὶ μεταβάλλουσαι τὰς περιόδους ὁτὲ μὲν ἐπὶ τὸ νεώτερον, ὁτὲ δὲ ἐπὶ τὸ πρεσβύτερον ὁδεύουσιν· αἱ δὲ ὅλαι κατʼ ἀμφοτέρας ἀεὶ διαζῶσαι, καὶ τῷ μὲν Κρόνῳ κατὰ τὴν ἀφανῆ περίοδον συνοῦσαι, τῷ δὲ Διὶ κατὰ τὴν ἐμφανῆ πρόνοιαν συνδιακοσμοῦσαι τὸ πᾶν, ὁμοῦ κατʼ ἀμφότερα τὴν ἐπίδοσιν λαμβάνουσαι πρεσβύτεραι καὶ νεώτεραι γίγνονται. Καὶ τοῦτο ἦν ὃ καὶ ὁ Παρμενίδης ἐνεδείκνυτο λέγων ὅτι τὸ ἓν κατὰ χρόνον πορευόμενον ἅμα νεώτερον γίγνεται καὶ πρεσβύτερον. ιαʹ Ἀλλὰ ταῦτα μὲν καὶ εἰς αὖθις ἔσται φανερώτερα. Ταῖς δὲ αὖ περὶ τοῦ βασιλέως τῶν νοερῶν θεῶν ὑπομνήσεσι πέρας ἐπιθέντες ἐχομένως δήπου τὴν βασιλίδα Ῥέαν ὑμνήσομεν. Ταύτην γὰρ δὴ μητέρα τοῦ δημιουργοῦ τῶν ὅλων, δευτέραν δὲ τοῦ Κρόνου θεὸν Πλάτων τέ φησι καὶ Ὀρφεύς. Ὧδʼ οὖν περὶ αὐτῆς ἂν εἴη λεκτέον. Τῆς τοίνυν μονίμου καὶ ἡνωμένης τῶν νοερῶν πάντων αἰτίας καὶ ἀρχηγικῆς μονάδος ἐν ἑαυτῇ μενούσης καὶ πᾶν τὸ νοερὸν πλῆθος προφαινούσης καὶ πάλιν εἰς ἑαυτὴν συνελισσούσης καὶ τὰ ἑαυτῆς γεννήματα καὶ τὰς προκυπτούσας τῶν ὅλων αἰτίας ἀφʼ ἑαυτῆς ἐγκολπιζομένης καὶ οἷον μετὰ τὴν διαίρεσιν ἀναλυούσης τὰ διαιρούμενα καὶ πατρικῶς ἐν τοῖς νοεροῖς τὴν ἀκροτάτην βασιλείαν κληρωσαμένης, ἡ ζωογόνος Ῥέα δευτέρα προῆλθεν ἀπὸ τῆς οἰκείας ἀρχῆς, μητρικὴν ἐν ὅλοις τοῖς πατρικοῖς διακόσμοις τάξιν λαχοῦσα καὶ παράγουσα τόν τε ὅλον δημιουργὸν πρὸ τῶν ἄλλων θεῶν καὶ τὴν ἄτρεπτον τῶν θεῶν φρουράν. Τὸ γὰρ μέσον κέντρον τῆς νοερᾶς τριάδος τῆς πατρικῆς καὶ ὁ ἐκδόχιος κόλπος τῆς ἐν τῷ Κρόνῳ γεννητικῆς δυνάμεως ἡ θεός ἐστιν αὕτη, προκαλουμένη μὲν τὰς ἐν ἐκείνῳ μενούσας αἰτίας εἰς ἀπογέννησιν τῶν ὅλων, ἐκφαίνουσα δὲ πάντα τὰ γένη τῶν θεῶν διωρισμένως· καὶ πληρουμένη μὲν ἀπὸ τοῦ πρὸ αὐτῆς πατρὸς τῆς νοητῆς καὶ γονίμου δυνάμεως, πληροῦσα δὲ τὸν ἀπʼ αὐτῆς ὑποστάντα δημιουργὸν καὶ πατέρα τῆς ζωογονικῆς περιουσίας. Ὅθεν δὴ καὶ τοῦ ζῆν πᾶσιν αἴτιός ἐστιν ὡς τὸ πλήρωμα τῆς νοερᾶς ζωῆς εἰς ἑαυτὸν χωρήσας καὶ τὴν γόνιμον αἰτίαν τῆς μητρὸς εἰς ἅπαντα διατείνων. Ὡς γὰρ ἡ μέση θεὸς πολλαπλασιάζει τὰς ἑνοειδεῖς τοῦ Κρόνου δυνάμεις καὶ προάγει καὶ τοῖς δευτέροις ἐφίστησιν, οὕτως ὁ τρίτος πατὴρ ὁμοῦ καὶ τὴν τῆς μονάδος τῆς Κρονίας παντελῆ περιουσίαν καὶ τὴν δυαδικὴν τῆς μητρὸς ἀπογέννησιν ἐκφαίνει καὶ διαιρεῖ καὶ μέχρι τῶν ἐσχάτων προΐησιν, ὡς μηδὲ αὐτὸ τὸ τοῦ παντὸς ἐνυλότατον καὶ ἀτακτότατον ἄμοιρον ἀφεῖναι τῆς τοῦ Κρόνου δυνάμεως. Μέση τοίνυν οὖσα τῶν δύο πατέρων ἡ θεὸς αὕτη, τοῦ μὲν τὸ νοερὸν πλῆθος συνάγοντος, τοῦ δὲ διαιροῦντος, καὶ τοῦ μὲν μένειν ἐν ἑαυτῷ καὶ ἱδρῦσθαι διʼ ὑπεροχὴν ἐφιεμένου, τοῦ δὲ πάντῃ προϊέναι καὶ γεννᾶν καὶ δημιουργεῖν σπεύδοντος, ἄνωθεν μὲν εἰς ἑαυτὴν προάγει τὰς τῶν ὅλων δημιουργικὰς αἰτίας, μεταδίδωσι δὲ καὶ τοῖς δευτέροις ἀφθόνως τῆς οἰκείας δυνάμεως. Διὸ καὶ ὁ Πλάτων ῥεύμασιν ἀπεικάζει τὴν γόνιμον αὐτῆς περιουσίαν, ὥς φησιν ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης, καὶ ῥοήν τινα τὴν θεὸν εἶναι ταύτην ἀποφαίνεται καὶ οὐδὲν ἀλλʼ ἢ τὸ πηγάζον αὐτῆς αἰνίσσεται καὶ τῶν μεριστῶν τῆς ζωῆς ὀχετῶν ἑνιαίως περιεκτικόν. Τὸ γὰρ πρωτουργὸν ῥεῦμα πηγαῖόν ἐστιν· ὃ δὴ καὶ αὐτὸς ἐπὶ τῆς θεοῦ ταύτης ἐνδειξάμενος, μικρὸν προελθὼν τὸ τῆς Τηθύος ὄνομα πηγῆς εἶναί φησι διαρρήδην. Τί οὖν ἔτι περὶ τούτων ἀμφισβητεῖν δεῖ καὶ λέγειν· Ποῦ δὲ τῶν πηγαίων θεῶν ὁ Πλάτων ἀπομνημονεύει; Τὰ γὰρ αἴτια τῆς πάντων τῶν θεῶν ὑποστάσεως ῥεύματα πηγαῖα καὶ αὐτὸς ἐπονομάζει. Καὶ πρὸς τούτοις, εἰ τὴν ἐγκόσμιον ψυχὴν πηγὴν καὶ ἀρχὴν ζωῆς εἶναι τίθεται, διότι δὴ πρόεισιν ἀπʼ ἀμφοτέρων, τῆς ἀμερίστου λέγω ζωογονίας καὶ τῆς μεριστῆς, τίς μηχανὴ τὴν τῆς πάσης ζωῆς περιληπτικὴν θεὸν μὴ οὐχὶ πολλῷ μειζόνως καὶ ἀληθέστερον πηγαίαν ἀποκαλεῖν; Ἀλλὰ περὶ μὲν τῶν ὀνομάτων οὐδὲν οἶμαι προσήκει διαγωνίζεσθαι, τὰς δὲ τάξεις αὐτὰς τῶν πρωτουργῶν θεῶν κατανοεῖν, ὡς ἑπόμενος τοῖς θεολόγοις ὁ Πλάτων ἡμῖν ἐπεκδιηγεῖται, μετὰ τὴν Κρονίαν μονάδα τὴν τῆς Ῥέας βασιλείαν ἀνυμνῶν καὶ τὸν ὅλον δημιουργὸν ἀπὸ τούτων ὑφιστὰς καὶ πᾶν τὸ συνυφαινόμενον αὐτῷ πλῆθος τῶν θεῶν. Συνδήσασα γὰρ ἡ θεὸς αὐτὸ τὸ πλάτος τῶν νοερῶν καὶ τὴν ὅλην ζωὴν ἐγκολπισαμένη πάσας ἐν ἑαυτῇ τὰς νοερὰς δυνάμεις προὐβάλλετο τῶν τῆς ζωῆς διαφόρων ὀχετῶν, καὶ τῇ μὲν ἀκρότητι τῇ ἑαυτῆς συνήνωται τῷ πρώτῳ πατρὶ καὶ συναπογεννᾷ τὰ ὅλα καὶ ἐν αὐτῷ μείναντα γένη τῶν θεῶν, τῷ δὲ πέρατι πρὸς τὴν δημιουργίαν συμφύεται καὶ κατὰ τὴν ὁμονοητικὴν σύζευξιν πρὸς αὐτὴν πάσας ὑφίστησι τάς τε πρὸ τοῦ κόσμου καὶ τὰς ἐν τῷ κόσμῳ τάξεις τῶν θεῶν. Ἐκεῖ τοίνυν καὶ τὰ τῶν ὅλων δημιουργῶν αἴτια πρώτως ὑφέστηκε καὶ τὰ μερικώτερά γε τῆς ζωῆς γένη, καὶ ἡ τούτων ἁπάντων ἕνωσις καὶ ἡ ὅλη θεὸς ὁμοῦ μὲν ἐξῄρηται τῶν ἑαυτῆς πληρωμάτων, ὁμοῦ δὲ συντέτακται αὐτοῖς, καὶ οὕτω δὴ μονοειδής τε καὶ πολυειδής ἐστι, καὶ μία καὶ ἁπλῆ καὶ αὐτοτελὴς ὑπάρχουσα κόσμος ἐστὶ ζωογονικός, ἄνωθεν ἄχρι τῶν ἐσχάτων προϊὼν καὶ μέχρι τῶν τελευταίων τὰς ζωογόνους δυνάμεις τοῦ τῆς ζωῆς πλάτους ὑφίστησι. Διὸ δὴ καὶ ὁ Πλάτων τὴν τῶν ὅλων ζωογονικὴν αἰτίαν ἐπὶ ταύτην ἀνάγει τὴν θεὸν καὶ ἀπὸ τῶν τελευταίων τῆς θεοῦ δώρων τὴν ὅλην αὐτῆς ἐνέργειαν ἐνδείκνυται, πρώτως μὲν τὸν ὅλον δημιουργὸν πληροῦσαν τῆς νοερᾶς καὶ γονίμου δυνάμεως, δευτέρως δὲ τὰ πάντα τῶν θεῶν γένη τελεσιουργοῦσαν τοῖς ἑαυτῆς νοεροῖς καρποῖς, κατὰ δὲ τρίτην τάξιν τὰς τῶν θεῶν ὀπαδοὺς ψυχὰς τρέφουσαν τοῖς ὀχετοῖς τῆς θείας τελειότητος, ἐπʼ ἐσχάτοις δὲ καὶ τοῖς θνητοῖς ζῴοις τὴν τῆς φύσεως δωρουμένην χορηγίαν. Τοῦτο μὲν οὖν παντὸς οἶμαι γνωριμώτερόν ἐστι τοῖς τὰ θεῖα τῶν τῆς φύσεως ἔργων ἐπέκεινα τιθεμένοις· ὃ δὲ μᾶλλον προσήκει τοὺς τῆς ἀληθείας φιλοθεάμονας ἐπισκοπεῖν, ἐκεῖνο ἔγωγε εἶναί φημι, τὸ καὶ τὸν Πλάτωνα τὴν Δήμητρα τῆς ὅλης ζωογόνου θεότητος διαιρεῖν καὶ συντάττειν αὐτὴν ποτὲ μὲν τῇ Κόρῃ, ποτὲ δὲ τῇ Ἥρᾳ, ποτὲ δὲ τοῖς Διὸς ἐκγόνοις, ὡς ἐν Κρατύλῳ μεμαθήκαμεν, ἐν οἷς τὴν μὲν Ῥέαν τῷ Κρόνῳ συντάττει, περὶ δὲ Δήμητρος καὶ Διὸς καὶ Ἥρας κοινήν τινα συμπλέκει ζήτησίν τε καὶ θεωρίαν. Καὶ δὴ καὶ ἐν Νόμοις τὰς θεσμοφόρους θεὰς ἀνυμνῶν εἰς τὴν ἕνωσιν τῆς τε Δήμητρος καὶ τῆς Κόρης ἀναπέμπει πᾶσαν τὴν ἔνθεσμον ζωήν. Ἐπεὶ καὶ κατʼ Ὀρφέα τῷ μὲν Κρόνῳ συνοῦσα κατὰ τὴν ἀκρότητα τὴν ἑαυτῆς ἡ μέση θεὸς Ῥέα καλεῖται, τὸν δὲ Δία παράγουσα καὶ μετὰ Διὸς ἐκφαίνουσα τούς τε ὅλους καὶ τοὺς μερικοὺς διακόσμους τῶν θεῶν, Δημήτηρ. Καὶ ἔστιν ὁ σύμπας τῆς μέσης ζωῆς διάκοσμος περιληπτικὸς τῶν τε ἄλλων Τιτανίδων καὶ δὴ καὶ τῆς Δήμητρος· ταύτην γὰρ προεστήσατο μονάδα συναγωγὸν μέσην τῶν ἐν αὐτῇ πασῶν τάξεων, τῶν τε κρυφίων καὶ τῶν μεριζομένων περὶ τὰς γεννητικὰς τῆς θεοῦ δυνάμεις. Τριτταὶ δέ εἰσιν ἑκάτεραι· καὶ τὴν μὲν ἄνω τριάδα συνάπτει τῷ Κρόνῳ, τὴν δὲ κάτω συνυφαίνει τῇ δημιουργικῇ τάξει, μέσην δὲ οὖσαν τὴν Δημητριακὴν μονάδα συντεταγμένην ἅμα καὶ ἐξῃρημένην ἀποφαίνει τοῦ δημιουργοῦ τῶν ὅλων· καὶ γὰρ ὑφίστησι Δία μετὰ τῆς ὅλης καὶ συναπογεννᾷ τὴν Κόρην μετὰ τοῦ Διός. ιβʹ Ἡ μὲν οὖν μέση τῶν πατέρων ζωογόνος θεὸς διὰ τούτων ἀνυμνήσθω τῶν λόγων. Αὐτὸς δὲ ἤδη μετὰ ταύτην ὁ τῶν ὅλων δημιουργός, ἰδίως τὴν περὶ αὑτοῦ πᾶσαν ἀλήθειαν ἐκφαίνων, τρίτος εὐφημείσθω κατὰ τὴν τάξιν ἣν ἐν τοῖς νοεροῖς ἔλαχε θεοῖς. Καὶ πρῶτον, ὅτι δημιουργικὴν εἶναι δεῖ τὴν ἰδιότητα τοῦ τρίτου τούτου πατρός, ὑπομνησθῶμεν, ἔπειθʼ οὕτω καὶ περὶ τῶν ἄλλων τῷ Πλάτωνι συνεπόμενοι θεωρήσωμεν. Οὐκοῦν ὁ μὲν πρώτιστος τῶν νοερῶν θεῶν, ὃς ὤδινε τὸ πλῆθος καὶ τῆς διακρίσεως ἦν ἀρχηγὸς πάσης καὶ διῄρει τῶν ἑνοειδῶν αὑτὸν καὶ πρώτων θεῶν, γεννῶν δὲ τὰς διῃρημένας τῶν ὅλων ἀρχὰς πάλιν εἰς ἑαυτὸν ἐπέστρεφε τὰ γεννώμενα καὶ τῇ ἑαυτοῦ ταὐτότητι τὰ μέρη ταῦτα συνύφαινε καὶ εἷς ἀπεφαίνετο κόσμος νοητὸς ἐν τοῖς νοεροῖς, ἐν ἑαυτῷ τίκτων καὶ παρʼ ἑαυτῷ κατέχων τὰ γεννήματα. Δευτέρα δὲ ἦν ἡ ζωογόνος θεότης, συναποτίκτουσα μὲν καὶ τὸ κρύφιον πλῆθος τῷ πρώτῳ — συνήνωται γὰρ αὐτῷ κατʼ ἄκραν ὑπεροχήν· μένειν δὲ ἐπὶ τῆς γεννήσεως ταύτης οὐκ ἀνεχομένη καὶ τὴν διάκρισιν τῶν ὅλων εἰς τὴν ἀδιάκριτον ἕνωσιν συνάγειν, διορίζει μὲν τὸν τρίτον νοῦν τοῦ πατρός, τὸ δὲ πλῆθος τῶν θεῶν καὶ τῶν νοερῶν λόγων προΐησι καὶ πληροῖ τῆς γεννητικῆς αὐτὸν δυνάμεως. Εἰ τοίνυν ὤδινε μὲν ὁ πρῶτος τὴν τῶν ὅλων ἀπογέννησιν, προὔφαινε δὲ ἡ γόνιμος τῶν νοερῶν διακόσμων ζωογονία, κατὰ τὴν ἑαυτοῦ δηλαδὴ τάξιν ὁ νοῦς τῶν νοερῶν πατέρων καὶ παράγει τὰ πάντα καὶ διακοσμεῖ, καὶ τὸ μὲν κρύφιον τοῦ πατρὸς εἰς διάκρισιν καὶ πρόοδον προκαλεῖται, τὴν δὲ ὅλην ζωογονίαν καὶ μέχρι τῶν ἐσχάτων τοὺς ἑαυτῆς ὀχετοὺς ἐκπέμπειν παρασκευάζει. Νοῦ μὲν γὰρ ἴδιον πανταχοῦ τὸ διαιρεῖν καὶ ἐκφαίνειν τὰ πλήθη, τά τε τῆς ζωῆς πληρώματα καὶ τὰς τῶν νοητῶν ἑνώσεις· ἀλλʼ ὁ μὲν νοητὸς νοῦς ἑνοειδῶς εἶχε τὸ πλῆθος — καὶ γὰρ ἦν κατʼ αἰτίαν ἐν τῷ νοητῷ προϋπάρχων —, ὁ δὲ νοητὸς καὶ νοερὸς δεύτερα μὲν εἶχε τῆς ἑνώσεως μέτρα, τῆς δὲ παντελοῦς διακρίσεως ἐξῄρητο, μένων ἐν ταῖς πρωτίσταις τῶν ὅλων ἀρχαῖς, ὁ δὲ αὖ νοερὸς νοῦς ἁπάσης ἐξάρχει διαιρέσεως καὶ τῆς τῶν μερικῶν ὑποστάσεως· ἐπεὶ καὶ πᾶν τὸ πλῆθος τῶν εἰδῶν ἐν ἑαυτῷ προεστήσατο, καὶ οὐ τετραδικῶς μόνον, ὥσπερ ὁ νοητὸς νοῦς, ἀλλὰ μίαν παντελῆ τῶν εἰδῶν πάντων αἰτίαν ἔχει νοεράν. Ἀνάγκη τοίνυν εἰς τοῦτον ἀνήκειν τὰ ὅλας δημιουργικὰς ἀρχὰς καὶ πάντας τοὺς δημιουργικοὺς θεοὺς ἀφʼ ἑνὸς τούτου προϊέναι τοῦ τρίτου πατρός, καὶ τοῦτον εἶναι τὸν τῶν ὅλων δημιουργόν. Ὡς γὰρ τὸ πρώτιστον τῶν παραδειγμάτων ἐν τῷ νῷ τῷ νοητῷ καὶ τῇ τρίτῃ τριάδι καὶ τῷ πρώτῳ πατρὶ συνυφέστηκεν, οὕτω δὴ καὶ τὴν ὅλην καὶ πρώτην δημιουργικὴν μονάδα κατὰ τὸν νοῦν θησόμεθα τὸν νοερὸν καὶ τὸν τρίτον πατέρα τῶν νοερῶν θεῶν. Διὰ γὰρ τοῦτο καὶ συνῆπται τὸ δημιουργικὸν αἴτιον τῷ παραδειγματικῷ κατὰ τὴν ἀναλογίαν ἣν ἔλαχεν ἐν τοῖς πατράσιν ἑκάτερον, τὸ μὲν τοῖς νοητοῖς, τὸ δὲ τοῖς νοεροῖς· πέρας γὰρ ἑκάτερον ἑκατέρων, δῆλον δὲ τοῦτο καὶ ἐκ τῶν πρότερον. ιγʹ Ἔτι τοίνυν τῆς δημιουργίας τετραπλῆς οὔσης, καὶ τῆς μὲν τὰ ὅλα διακοσμούσης ὁλικῶς, τῆς δὲ τὰ ὅλα μέν, ἀλλὰ μερικῶς, τῆς δὲ κατὰ μέρη μὲν διῃρημένης, ἀλλʼ ὁλικῶς, τῆς δὲ τὰ μέρη μερικῶς συνυφαινούσης τοῖς ὅλοις, δῆλον ὅτι πρεσβυτάτη μέν ἐστι πασῶν ἡ τῶν ὅλων αἰτία μονοειδῶς καὶ ἀδιαιρέτως· ταύτην δὲ ἀναγκαῖον ἢ πρὸ τῶν νοερῶν εἶναι θεῶν ἢ ἐν τοῖς νοεροῖς ἢ μετὰ τοὺς νοερούς. Ποῦ τοίνυν αὐτὴν θησόμεθα; Τὰ μὲν γὰρ ἀπὸ τῶν νοερῶν ὑφιστάμενα μέρη πάντα μερικώτερα τῆς μιᾶς ἐστι καὶ ὅλης δημιουργίας· ἡ γὰρ εἰς τρία τῶν ὅλων διαίρεσις καὶ οἱ τῆς μεριστῆς ἡγεμόνες ποιήσεως ἐν τούτοις ἐκφαίνονται τοῖς διακόσμοις· τὰ δʼ αὖ πρὸ τῶν νοερῶν κατʼ ἄλλας ἰδιότητας ἀφώρισται θεῶν, ὡς δέδεικται πρότερον, καὶ ὅλως καθʼ ἕνωσιν ὑφέστηκε καὶ τῆς διακρίσεως ὑπερήπλωται τῶν νοερῶν εἰδῶν. Λείπεται δὴ οὖν ἐν τοῖς νοεροῖς τετάχθαι τὸν ἕνα τῶν ὅλων δημιουργόν. Ἀλλʼ εἰ μὲν ὁ πρώτιστος εἴη πατήρ, νοητὸς ἔσται καὶ ἐν ἑαυτῷ πάντα κατέχων τὰ γεννήματα καὶ τῆς διακρίσεως συναγωγός. Πῶς οὖν διαιρεῖ τοὺς κύκλους; Πῶς τὰ πλήθη τῶν ἐγκοσμίων ἀπογεννᾷ; Πῶς διαλέγεται πρὸς πάντας ὁμοῦ τοὺς νέους δημιουργούς; Ἀσύντακτος γὰρ ὁ πρῶτος πατὴρ πρὸς τὸν ὅλον ἀριθμὸν τῶν ἐγκοσμίων, ὃς καὶ τὰς πρώτας ἑαυτοῦ γεννήσεις ἐπέστρεψεν εἰς ἑαυτόν, οἷον ἀναφεύγων ἀπὸ τοῦ πλήθους εἰς ἕνωσιν καὶ ἁρπάζων ἑαυτὸν ἀπὸ τῆς παντοίας διακρίσεως εἰς τὴν νοητὴν ὑπεροχήν. Εἰ δὲ ὁ ζωογονικὸς εἴη διάκοσμος, πάντα μὲν πλήρη ζωῆς ἔσται διὰ τὸν ὅλον δημιουργόν, καὶ ἡ τῶν ψυχῶν αἰτία κατὰ τὸν εἰκότα λόγον ἐνταῦθα προϋπάρχουσα τοῦ πλήθους ἀναφανήσεται. Πῶς δὲ ἐπιστρέφει τὰ πάντα πρὸς ἑαυτόν; Πῶς δημιουργὸς ἀποκαλεῖται καὶ πατήρ; Καὶ γὰρ ἡ ζωογόνος θεότης αὐτὴ καθʼ αὑτὴν μητρικὴν ἔχει πρὸς τοὺς θεοὺς ἀξίαν καὶ προόδου τοῖς πᾶσίν ἐστι χορηγός, νοῦ δὲ καὶ τὸ εἰδοποιεῖν καὶ τὸ ἐπιστρέφειν ἐξαίρετον ἀγαθόν. Οὔτʼ οὖν ἐν τοῖς ὑπερκοσμίοις ὁ τῶν ὅλων δημιουργός· μερικοὶ γάρ εἰσιν ἐκεῖ πάντες, ἢ τὰ ὅλα μεριστῶς ἐπιτροπεύοντες ἢ τῶν μερῶν ὁλικῶς τὰς ποιήσεις περιέχοντες. Οὔτε ἐν τοῖς νοητοῖς· πατέρες γὰρ ἐκεῖ πάντες, δημιουργὸς δὲ καὶ πατὴρ οὐδεὶς ἐξῄρηται· οἱ δὲ θεῖοι διάκοσμοι καὶ κρυφίως τὰ πάντα πάντῃ καὶ ἑνιαίως προειλήφασιν. Οὔτε ἐν τοῖς νοητοῖς καὶ νοεροῖς· τὸ γὰρ συνάγειν τὰ πλήθη καὶ συνέχειν καὶ τελειοῦν οὐκ ἦν δημιουργικῆς ἰδιότητος· ἡ μὲν γὰρ διακρίσεώς ἐστι καὶ εἰδοποιίας ἀρχηγός, νοεραῖς ἀστράπτουσα τομαῖς, οἱ δὲ νοητοὶ καὶ νοεροὶ θεοὶ τὰ πλήθη τὰ νοερὰ πρὸς τὴν ἕνωσιν ἀνατείνουσι τῶν νοητῶν. Οὔτε αὖ τῶν νοερῶν ἐν τῇ πρώτῃ τάξει καὶ τῇ δευτέρᾳ δυνατόν ἐστι τὴν δημιουργικὴν αἰτίαν ὑποτίθεσθαι· καὶ γὰρ ἡ ἀκρότης τῶν νοερῶν ἀμέθεκτός ἐστιν ὑπὸ τῶν ἐγκοσμίων καὶ ἐν ἐφετοῦ τάξει μᾶλλον αὐτοῖς προβέβληται, ποιητικὴ δὲ οὐκ ἔστιν αὐτῶν, διὸ πάντες μὲν οἱ ἐν τῷ κόσμῳ θεοὶ πρὸς τὴν Κρονίαν ἀνάγονται περιωπήν, προΐασι δὲ ἀπʼ ἄλλης ἀρχῆς δευτέρας καὶ διʼ ἐκείνης ἐπιστρέφονται καὶ συνάπτονται πρὸς τὴν ἐξῃρημένην βασιλείαν· καὶ τὸ μέσον κέντρον ζωογονικὸν ὑπάρχον οὐκ ἀφώρισται κατὰ τὴν πατρικὴν  <span class="gap">…</span> , τὸ γὰρ γεννητικὸν τοῦ πατρικοῦ καὶ τὸ ζωογόνον τοῦ δημιουργικοῦ γένους πάμπολυ διαφέρει, καθʼ ὅσον οἶμαι καὶ αἱ ἀρχαὶ τῶν ὅλων διακόσμων ἀλλήλων διακέκρινται, τὸ πέρας λέγω καὶ τὸ ἄπειρον. Ἀνάγεται γὰρ ἡ μὲν δημιουργικὴ καὶ πατρικὴ τάξις εἰς τὸ πέρας, ἡ δὲ ζωογόνος καὶ γεννητικὴ πᾶσα δύναμις εἰς τὸ ἄπειρον. ιδʹ Θαυμάζω τοίνυν τῶν Πλάτωνος ἐξηγητῶν ὅσοι τὴν δημιουργίαν οὐ μίαν ποιοῦσιν, ἀλλὰ πολλάς, καὶ τρεῖς δημιουργοὺς τῶν ὅλων ἀποφαίνουσι, καὶ μεθίστανται ποτὲ μὲν ἐπὶ τὸν δεύτερον, ποτὲ δὲ ἐπὶ τὸν τρίτον, καὶ διαιροῦσι τὰς ῥήσεις τὰς ἐν Τιμαίῳ καὶ τὰς μὲν ἐπʼ ἄλλο, τὰς δὲ ἐπʼ ἄλλο αἴτιον ἀναφέρειν ἀξιοῦσιν. Εἶναι μὲν γὰρ καὶ τριάδα δημιουργικὴν καὶ πλῆθος ἄλλο θεῶν κατὰ τὴν ποιητικὴν αἰτίαν χαρακτηριζόμενον, καὶ αὐτὸς τίθεμαι καὶ τὸν Πλάτωνα συγχωρήσειν οἶμαι· δεῖ δὲ αὖ καὶ πρὸ τῆς τριάδος καὶ πρὸ παντὸς πλήθους ἐν ἑκάστῳ διακόσμῳ τὴν μονάδα προϋπάρχειν. Πᾶσαι γὰρ τάξεις θεῶν ἀπὸ μονάδος ἄρχονται, διότι δὴ καὶ τῶν ὅλων διακόσμων ἕκαστος πρὸς τὴν σύμπασαν ἀφομοιοῦται πρόοδον τῶν θεῶν. Ὥσπερ οὖν ἡ τῶν θεῶν ὑπόστασις ἀφʼ ἑνὸς ἀμεθέκτου τὴν αἰτίαν ἔχει τῆς ἀπογεννήσεως, οὕτω δὴ καὶ τοὺς τελείους διακόσμους ἐν αὑτοῖς ἀνάγκη μονάδα προϋπάρχουσαν ἔχειν καὶ πρωτουργὸν ἀρχήν. Κατὰ δὴ τοῦτον τὸν λόγον αἵ τε ζωογονικαὶ πᾶσαι πρόοδοι μιᾶς ἐξήρτηνται ζωογονίας καὶ αἱ δημιουργικαὶ διακοσμήσεις εἰς μίαν ἀνατείνονται δημιουργίαν. Καὶ οὐ δεῖ τὸ πλῆθος εἶναι μονάδος χωρίς· οὔτε γὰρ σύνταξις οὔτε διαίρεσις ἔσται τοῦ πλήθους κατὰ νοῦν, εἰ μὴ τὸ ἓν προϋπάρχοι καὶ ὅλον. Διὰ γὰρ τοῦτο πρὸ πασῶν τῶν θείων προόδων ἡ τῆς ὁλότητος ὑπέστη τάξις, ἵνα τὰ μέρη περιέχῃ καὶ ἐν ἑαυτῇ καὶ περὶ ἑαυτὴν ἀφορίζῃ. Πῶς οὖν ἐπὶ τῆς δημιουργίας τὸ ὅλον ἀφέντες τοὺς κατὰ μέρη διῃρημένους δημιουργοὺς ἐπισκοποῦμεν; Καίτοι καὶ αὐτὸς ὁ Πλάτων ἐπὶ τοῦ παραδείγματος ἀξιοῖ τῶν ἐν μέρους εἴδει πεφυκότων μηδενὶ τὸν κόσμον ἀφομοιοῦν, ἀλλὰ τῷ παντελεῖ ζῴῳ, καὶ διὰ τοῦτο μονογενῆ τὸν κόσμον ἀποδείκνυσιν, ὅτι τὸ παράδειγμα ἕν. Εἰ γὰρ μὴ ἕν, ἀλλὰ πλείω, πάλιν ἂν ἕτερον εἶναι τὸ περὶ ἐκείνω δέοι ζῷον, οὗ μέρος ἂν εἰήτην ἐκείνω, καὶ οὐκέτʼ ἂν ἐκείνοιν ἀλλὰ τῷ περιέχοντι τόδε ἂν ἀφωμοιωμένον ὀρθότερον εἴη. Δεῖ γὰρ προηγεῖσθαι τὸ ἓν παράδειγμα τῶν πολλῶν, καθάπερ δὴ καὶ τὸ ἓν ἀγαθὸν τῶν μετεχομένων ἀγαθῶν προϋφέστηκε, καὶ τὸν ὅλον κόσμον τοῦ ἑνὸς παραδείγματος εἰκόνα πρὸ τῶν πολλῶν. Εἴτε γὰρ τῶν πολλῶν μόνον εἰκὼν ὑπάρχοι, πόθεν εἷς ἔσται καὶ ὅλος; Πῶς δὲ οὐκ ἀτιμότερος ἔσται τῶν ἑαυτοῦ μερῶν ὁ κόσμος, εἰ ταῦτα μὲν ὡμοίωται τοῖς νοητοῖς, ὁ δὲ ὅλος οὐδενὶ τῶν ὄντων ὅμοιός ἐστιν; Εἴτε καὶ ὁ πᾶς κόσμος ἐκ παραδείγματος εἴη νοητοῦ τινος, εἰ μὲν πολλὰ τοῦ ἑνὸς παραδείγματα, καὶ ταῦτα ὅμοια ἔσται ἀλλήλοις, εἴπερ τῆς αὐτῆς ἐστιν εἰκόνος αἴτια. Δεῖ δὴ οὖν καὶ τούτοις τὸ ταὐτὸν ἐφήκειν ἐξ ἑνὸς εἴδους, ἢ πάλιν ὁ κόσμος ἔσται τῶν ἑαυτοῦ παραδειγμάτων σεμνότερος κατὰ τὴν ἕνωσιν. Εἰ δὲ ἓν τὸ παράδειγμα, κατὰ τὸν αὐτὸν δήπου τρόπον καὶ τὸ δημιουργικὸν αἴτιον ἕν. Ὡς γὰρ ἡ μία εἰκὼν ἐξ ἑνὸς παραδείγματος, οὕτω τὸ ἔκγονον ἓν ὑπάρχον ἐξ ἑνὸς ὑπέστη δημιουργοῦ καὶ πατρός. Ἀνάγκη γὰρ ἢ ταὐτὸν εἶναι τῷ δημιουργῷ τὸ παραδειγματικὸν καὶ ἐν αὐτῷ, ἢ πρὸ τοῦ δημιουργοῦ ἱδρῦσθαι, καθάπερ ἡμεῖς φαμεν, ἢ μετὰ τὸν δημιουργόν, ὥς τινες εἵλοντο λέγειν. Ἀλλʼ εἰ μὲν ταὐτὸν τό τε παράδειγμα καὶ ὁ δημιουργός, εἷς ἔσται κατὰ τὸν Πλάτωνα· καὶ γὰρ τὸ παράδειγμα μονογενές, ὡς αὐτὸς ἀποδείκνυσιν. Εἰ δὲ ὁ δημιουργὸς προϋπάρχοι τοῦ παραδείγματος, ὃ μηδὲ θέμις εἰπεῖν, ἓν δὲ τὸ παράδειγμα, πολλῷ δήπου μειζόνως ὁ δημιουργὸς εἷς· τὰ γὰρ ὑψηλότερα τῶν αἰτίων ἑνοειδεστέραν ἔλαχεν ὑπόστασιν, ἐπεὶ καὶ τῶν ὅλων τὸ πρώτιστον αἴτιόν ἐστιν ἕν. Εἰ δὲ πρωτίστην μὲν ἔχοι τάξιν ἐν τοῖς οὖσι τὸ παραδειγματικὸν αἴτιον, δευτέραν δὲ τὸ δημιουργικόν, ἐσχάτην δὲ τὸ πᾶν τοῦτο, τοῦ μὲν ὁμοίωμα, τοῦ δὲ ἔκγονον ὑπάρχον, τίς μηχανὴ τῶν ἄκρων μοναδικῶν ὑπαρχόντων τὸ μέσον πλῆθος εἶναι μονάδος χωρίς; Ἀνάγκη γάρ που τὸ παράδειγμα νοητὸν ὂν τοῦ δημιουργικοῦ μειζόνως αἰτίου τὴν ἕνωσιν ἐπιλάμπειν τῷδε τῷ παντί, καὶ ὥσπερ ἐκεῖνο μονογενὲς ὂν ἐν ἑαυτῷ περιέχει τὰ πρῶτα παραδείγματα, τὸν αὐτὸν τρόπον καὶ τὴν δημιουργικὴν μονάδα περιληπτικὴν ὑπάρχειν τῶν πολλῶν δημιουργῶν. Εἰ γὰρ καὶ τῷ κόσμῳ τὸ μονογενὲς ἀπὸ τοῦ παραδείγματος μέν, ἀλλὰ διὰ τοῦ δημιουργοῦ, πάντως δήπου καὶ ὁ δημιουργὸς εἷς. Ἔτι τοίνυν ἀξιῶ τοὺς ταύτης προϊσταμένους τῆς δόξης τὸ τοῦ Σωκράτους ἐννοεῖν, ὅτι πανταχοῦ τὰ πολλὰ τῷ ἑνὶ περιλαμβάνειν προσήκει. Διὰ γὰρ τοῦτο καὶ τὴν τῶν εἰδῶν ὑπόθεσιν προσηκάμεθα καὶ πρὸ τῶν ἄλλων τὰς μονάδας προεστησάμεθα τὰς νοεράς. Πῶς οὖν τὰ μὲν εἴδη τὰ νοερὰ πρὸς μίαν ἀρχὴν ἀνατείνεται καὶ ἀπὸ μιᾶς ἕκαστα πρόεισιν αἰτίας δημιουργικῆς, αὐτὸ δὲ τὸ ὅλον εἶδος τὸ δημιουργικὸν πεπληθυσμένον ἐστὶ καὶ διῃρημένον πρὸ τῆς ἀδιαιρέτου μονάδος; Δεῖ γὰρ ὡς τὰ ἴσα πάντα τά τε νοερὰ καὶ τὰ ψυχικὰ καὶ τὰ αἰσθητὰ μιᾶς ἐξήρτηται τῆς πρώτης ἰσότητος, ὡς τὰ καλὰ πάντα τοῦ αὐτοκάλλους, ὡς τὰ πολλὰ πανταχοῦ τῶν πρώτως ὄντων, οὕτω καὶ τὸ πλῆθος τῶν δημιουργῶν ἐκ μιᾶς εἶναι δημιουργίας καὶ περὶ μίαν ὑφεστάναι δημιουργικὴν μονάδα. Πῶς γὰρ ἂν εἴη θεμιτὸν ἐν τοῖς εἴδεσι μᾶλλον ἀπολείπειν τὸ ἓν ἢ ἐν τοῖς θεοῖς; Τὰ μὲν γὰρ τῷ πλήθει σύμμικτον ἔχει τὴν ὑπόστασιν, οἱ δὲ θεοὶ κατʼ αὐτὴν ἀφορίζονται τὴν ἕνωσιν. Εἰ ἄρα τῶν εἰδῶν τὰ πλήθη πάντα μονάδων ἐστὶν ἔκγονα, πολλῷ μᾶλλον αἱ τῶν θεῶν τάξεις τὰς ἰδιότητας ἀπὸ τῶν μονάδων ἔλαχον ἀρχομένας καὶ διὰ τῶν μονάδων τοῖς πλήθεσιν ἐνυπαρχούσας. Εἰ δὲ τοῦτο, δεῖ πρὸ τοῦ πλήθους τῶν δημιουργῶν ὑφεστάναι τὸν ὅλον δημιουργὸν καὶ τοὺς τρεῖς κατανέμεσθαι τὴν μίαν τῆς ἀπογεννήσεως τοῦ παντὸς αἰτίαν. Πάλιν οὖν ἐξ ἀρχῆς εἴπωμεν ὡς ἀνάγκη τὴν δημιουργικὴν ἀρχὴν ἢ μίαν εἶναι ἢ πολλὰς ἢ μίαν καὶ πολλάς. Ἀλλʼ εἰ μὲν μία μόνον καὶ τὸ πλῆθος τὸ ἐν τῷ κόσμῳ καὶ ἡ διάφορος τάξις ἐκ τῆς μιᾶς ὑφέστηκεν ὁμοίως, πῶς τὰ θνητὰ καὶ ἀθάνατα τῆς αὐτῆς αἰτίας ἀμέσως ἔκγονα; Τὰ γὰρ ἐκ τῆς μιᾶς δημιουργίας πάντα ἀθάνατά ἐστιν. Εἰ δὲ πολλαὶ μόνον, πόθεν τῷ πλήθει τὸ κοινὸν τῆς ὑπάρξεως εἶδος, μὴ ἀφʼ ἑνὸς ἀρχόμενον; Ὡς γὰρ τὸ τελικὸν αἴτιον ἕν, τὸ ἀγαθόν, ὡς τὸ παραδειγματικὸν ἕν, τὸ αὐτοζῷον, ὡς τὸ γενόμενον ἕν, ὁ κόσμος οὗτος, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ δημιουργικὸν αἴτιον ἕν. Εἰ δὲ μία καὶ πολλαί, πότερον τῶν μερικῶν ἐστιν ἡ μία γενῶν ἢ τῶν ὁλικῶν; Ἀλλʼ εἰ μὲν τῶν μερικῶν, πῶς πρὸς τὸ πρώτιστον ἀνατείνεται παράδειγμα καὶ νοητόν; Τὰ γὰρ ὑπερκόσμια γένη περὶ τοὺς νοεροὺς ὑφίσταται θεοὺς καὶ κατὰ τὰ νοερὰ παραδείγματα· μερικὰ γὰρ ὄντα συστοίχως ἑαυτοῖς πρὸς τὰ νοερὰ τὰ μεθʼ ἑαυτὰ πάντως ἀφομοιοῖ. Πῶς δὲ ἔτι φυλάξει τὴν τῆς ὅλης δημιουργίας ἕνωσιν τὴν τὰ ὅλα παράγουσαν ὁλικῶς; Οὐδεὶ γὰρ τὸ τοιοῦτον προσήκει τῶν μερικῶν, ἀλλʼ ἢ τὰ μέρη ποιεῖν ἢ μερικῶς, ὡς εἴρηται πρότερον. Εἰ δὲ τῶν ὁλικῶν ἐστι διακόσμων, νοητὴν αὐτὴν ἢ νοερὰν ἢ νοητὴν εἶναι καὶ νοερὰν ἀναγκαῖον. Ἀλλʼ εἰ μὲν τῆς νοητῆς ἐστι φύσεως, πῶς διαιρετικὴ τῶν ὅλων ἐστί; Πῶς συντάττεται τοῖς ἐγκοσμίοις; Πῶς σχηματίζειν λέγεται τὸ πᾶν; Πῶς ἐκ τῶν γενῶν τοῦ ὄντος παράγειν τήν τε ψυχὴν καὶ τὰ μετʼ αὐτήν; Πάντα γὰρ ταῦτα θησόμεθα καὶ ἐν τοῖς νοητοῖς, τὸ σχῆμα, τὰ γένη τῶν ὄντων, καὶ ταῦτα διῃρημένα, τὸ ὅμοιον καὶ ἀνόμοιον, τὰ ἄλλα διʼ ὧν ὑφίστησι τὸν ὅλον κόσμον. Εἰ δὲ τῆς νοητῆς καὶ νοερᾶς, πῶς τὸν μετεχόμενον παράγει νοῦν; Πῶς διακρίνει τὰς πολυειδεῖς τάξεις τῶν ψυχῶν; Πῶς διαιρεῖ τὰς ἐν αὐταῖς μοίρας ἢ τοὺς κύκλους; Καὶ γὰρ τὸ γεννητικὸν νοῦ τοῦ μετεχομένου ἀμέθεκτός ἐστι νοῦς, καὶ τὸ διαιρετικὸν τοῦ πλήθους τῶν συνεχόντων τὰ ὅλα γένη θεῶν οὐδὲν διαφέρει. Καὶ ὅλως ὑπὸ τοῦ Τιμαίου νοῦς μὲν ἀποκαλεῖται καὶ ὁρᾶν καὶ εὑρίσκειν καὶ λογίζεσθαι λέγεται πολλάκις ὁ τῶν ὅλων δημιουργός, νοητὸς δὲ καὶ νοερὸς οὐδαμοῦ προσείρηται. Καὶ γὰρ αὖ οἱ μὲν νοητοὶ καὶ νοεροὶ θεοὶ τριαδικῶς τὰ πάντα διαιροῦσιν, ὁ δὲ δημιουργὸς ὁτὲ μὲν εἰς πέντε διαιρεῖ τὸν κόσμον, ὁτὲ δὲ εἰς ἑβδομάδας, τοὺς κύκλους τῆς ψυχῆς ἢ τοὺς οὐρανίους ἢ τὰς ἑπτὰ μοίρας ἀπογεννῶν. Πάντῃ ἄρα τῶν νοητῶν καὶ νοερῶν αὐτὸν θεῶν δεύτερον εἶναι φήσομεν καὶ δευτέρων ἀγαθῶν αἴτιον τῷ κόσμῳ· τῶν δὲ ἡνωμένων εἰδῶν τε καὶ λόγων εἰς ἐκείνους τὴν αἰτίαν ἀνοίσομεν. ιεʹ Ἀλλʼ ὅτι μὲν ὁ δημιουργικὸς νοῦς θεός ἐστι νοερός, οἶμαι διὰ τούτων πεφηνέναι πρός γε τὸ παρὸν ἱκανῶς. Δοκεῖ δέ μοι διαφερόντως αὐτοῦ τὴν ἰδιότητα ὁ Πλάτων ἐνδείκνυσθαι νοῦν αὐτὸν ἀποκαλῶν καὶ ὁρᾶν τὰ νοητὰ λέγων, ἐκεῖνα δὲ ὁρατὰ κατὰ φύσιν αὐτῷ τιθέμενος. Ὁ γὰρ ὡς ἀληθῶς νοῦς καὶ ὁ κατὰ ταύτην ἱδρύσας ἑαυτὸν τὴν ὕπαρξιν ὁ νοερός ἐστι νοῦς. Ἐπεὶ καὶ ὁ νοητὸς νοῦς ἁπλῶς μέν ἐστι νοητὸς καὶ τῆς μοίρας ἐκείνης, λέγεται δὲ νοῦς ὡς αἰτία τῆς νοερᾶς ἁπάσης φύσεως· καὶ ὁ τῶν νοητῶν ἅμα καὶ νοερῶν νοῦς οὐκ ἔχει πρὸς τὸ νοητὸν ἄμικτον τὴν ἑαυτοῦ φύσιν. Μόνος δὲ ὁ νοερὸς νοῦς ἰδίως ἐστὶ νοῦς, αὐτὸ τὸ νοερὸν ἐν τοῖς νοεροῖς κληρωσάμενος, ὥσπερ δὴ καὶ τῶν νοητῶν κυριώτατα καὶ πρώτως ἐστὶ νοητὸν καὶ πρώτιστον καὶ ἀκρότατον, ὃ δὴ καὶ ἓν ὂν καὶ κρυφίως ὂν ἐπονομάζομεν. Τοῦτο μὲν οὖν ἐστι τὸ ἁπλῶς νοητόν, ὁ δὲ ἁπλῶς νοῦς νοερὸς νοῦς. Ἔχει γὰρ τὸ μὲν νοητὸν τὴν ἀκρότητα τῶν ὅλων, ὁ δὲ νοῦς τὸ πέρας, τὰ δὲ ἐν μέσῳ τῇ μὲν τῷ νοητῷ προσήκει, τῇ δὲ τῷ νῷ καὶ τῇ νοερᾷ φύσει. Καὶ τὰ μὲν πρώτως νοητὰ κατʼ αἰτίαν ἔχει τὸν νοῦν, τὰ δὲ πρώτιστα τῶν νοερῶν κατὰ μέθεξιν ἔχει τὸ νοητόν, τὰ δὲ τούτων συναγωγὰ τὴν νοητὴν ὁμοῦ καὶ νοερὰν ἰδιότητα συνήνωσεν. Ἐπειδὴ τοίνυν καὶ ὁ Τίμαιος νοῦν ἀδιορίστως προσαγορεύει τὸν δημιουργόν, καὶ οὔτε ζωὴν οὔτε νοητόν, ὡς τῆς ἰδιότητος αὐτῷ μόνης οὔσης νοερᾶς, ἀνάγκη δήπου κατὰ τὸ πέρας αὐτὸν ἱδρύσασθαι τῶν νοερῶν θεῶν. Ἐκεῖ γὰρ ὁ νοῦς ὁ αὐτονοῦς καὶ οὐ τοιοῦτος ὁποῖός ἐστιν ὁ Κρόνιος. Νοῦς μὲν γὰρ καὶ ἐκεῖνος, ἀλλʼ ὁ καθαρὸς καὶ ἀκήρατος νοῦς δηλοῖ τὴν ἐν τοῖς νοεροῖς ἄκραν ὑπερανέχουσαν τῶν ὅλων νοερῶν θεῶν ἡγεμονίαν· ὁ δὲ δημιουργὸς ἁπλῶς ἐστι νοῦς. Ὥσπερ οὖν τὸ ἁπλῶς νοητὸν τὸ πρώτιστόν ἐστι τῶν νοητῶν, οὕτως ὁ ἁπλῶς νοῦς τὸ ἔσχατόν ἐστι τῶν νοερῶν. Πάντα μὲν γὰρ ἐν ἑκάστοις ἐστὶ τῶν διακόσμων· καὶ γὰρ ἐν τοῖς νοητοῖς ζωὴ καὶ νοῦς προϋπάρχει, καὶ ἐν τῷ πλάτει τῆς ζωῆς ὁμοίως ἥ τε ζωὴ καὶ ὁ νοῦς, καὶ ἐν τοῖς νοεροῖς τῶν λοιπῶν ἑκάτερον· ἀλλʼ ἐν μὲν τοῖς νοητοῖς κατʼ οὐσίαν ἐστὶ τὸ ὄν, κατʼ αἰτίαν δὲ ἡ ζωὴ καὶ ὁ νοῦς, ἐν δὲ τοῖς νοεροῖς κατʼ οὐσίαν μὲν ὁ νοῦς, κατὰ μέθεξιν δὲ τὸ ὂν καὶ ἡ ζωή, ἐν δὲ τοῖς μέσοις ὁ μὲν νοῦς κατʼ αἰτίαν, τὸ δὲ ὂν κατὰ μέθεξιν, ἡ δὲ ζωὴ κατʼ οὐσίαν ὑφέστηκεν. Ὡς οὖν τὸ ζωτικώτατον ἐν τῇ ζωῇ τὸ μέσον, καὶ ὡς τὸ μάλιστα νοητὸν ἐν τῷ ὄντι τὸ ἀκρότατον, οὕτως αὖ ἐν τοῖς νοεροῖς τὸ ἔσχατόν ἐστι δήπου τὸ νοερώτατον. Εἴ τις οὖν ἐστιν ἁπλῶς νοῦς καὶ ὁρῶν νοῦς, οὗτός ἐστιν ὁ νοερός, ὃν δημιουργὸν ὁ Πλάτων ἀποκαλῶν ἐναργεστάτην ἡμῖν τὴν τάξιν ἣν ἔλαχεν ἐν τοῖς νοεροῖς ἀπέφηνε. Διὰ δὴ τοῦτο καὶ πρὸ τῶν ἄλλων ἁπάντων ὑφίστησι τὸν μετεχόμενον νοῦν, ὥς φησιν ὁ Τίμαιος, Νοῦν γὰρ ἐν τῇ ψυχῇ, ψυχὴν δὲ ἐν σώματι θεὶς τὸ πᾶν συνετεκταίνετο. Κατὰ τὴν ἑαυτοῦ τοίνυν οὐσίαν ἐνεργῶν καὶ αὐτῷ τῷ εἶναι παράγων τὸν τοῦ παντὸς ὑπέστησε νοῦν πρὸ τῶν ἄλλων ἁπάντων. Ἐκ γὰρ τοῦ ἀμεθέκτου νοῦ πᾶς ὁ μετεχόμενος πρόεισιν. Ὥσπερ οὖν εἰ ἔλεγεν ὅτι τὸ μετεχόμενον ὑφίστησι νοητόν, τὸ πρώτως ἂν ἦν ὂν ἐκεῖνο τὸ γεννητικὸν αἴτιον, οὕτως ἐπεὶ νοῦν ἀφʼ ἑαυτοῦ παράγει πρώτως, νοῦς ἂν ἀμέθεκτος εἴη καὶ νοερός. ιϛʹ Τίς μὲν οὖν ἡ τοῦ δημιουργοῦ καὶ πατρὸς ὕπαρξις καὶ τίνα τάξιν ἔλαχεν ἐν τοῖς νοεροῖς κατὰ τὸν Τίμαιον, ἀπὸ τούτων φανερόν. Συλλογισώμεθα δὲ καὶ κατʼ ἄλλον τρόπον τὴν ἰδιότητα αὐτοῦ, λαβόντες ἀπὸ τοῦ Τιμαίου τὰς τῶν λόγων ἀρχάς. Τοῦτο δὴ οὖν παντὶ γνώριμον, ὅτι ποιητὴν καὶ πατέρα καλεῖ τὸν ὅλον δημιουργὸν ὁ Τίμαιος τῶν περὶ αὐτοῦ λόγων ἀρχόμενος· Τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς ἅπαντας ἀδύνατον λέγειν. Οὔτʼ οὖν πατέρα μόνον οὔτε ποιητὴν μόνον αὐτὸν ἠξίωσεν εἰπεῖν οὔτε συμπλέκων αὖ πατέρα καὶ ποιητήν, ἀλλʼ ἔμπαλιν τὸ ποιητικὸν πρὸ τοῦ πατρικοῦ τιθέμενος. Λεκτέον νῦν, πρῶτον μὲν ᾗ διαφέρετον ἀλλήλων ποιητὴς καὶ πατήρ, ἔπειτα πρὸς τούτῳ τίς μὲν ὁ πατὴρ μόνον, τίς δὲ ὁ ποιητὴς μόνον, τίς δὲ ὁ πατὴρ καὶ ποιητής, καὶ ὅπως τῷ δημιουργῷ τὸ ποιητικὸν ἅμα καὶ πατρικὸν προσήκειν ἐνομίσθη παρὰ τοῦ Πλάτωνος. Εἰ μὲν δὴ πάντα διαιροῖμεν εἰς θεοὺς καὶ τὰ τῶν θεῶν ἔκγονα — τοῦτο δὲ ταὐτὸν τῷ διαιρεῖν εἴς τε ὑπερουσίους μονάδας καὶ τὰς τῶν ὄντων προόδους —, ὁ μὲν πατὴρ τῶν θεῶν ἔσται γεννητικὸς καὶ τῶν ὑπερουσίων ἑνάδων, ὁ δὲ ποιητὴς τῶν οὐσιῶν καὶ τῶν ὄντων ὑποστάτης. Κατὰ τοῦτον γὰρ αὖ τὸν λόγον ὁ Τίμαιος τὰ μὲν ὑπὸ τοῦ δημιουργοῦ γεννώμενα θεοῖς ἰσάζεσθαί φησιν, οὐ γὰρ μόνον ἐστὶ ποιητής, ἀλλὰ καὶ πατήρ· τὰ δὲ ὑπὸ τῶν νέων θεῶν παραγόμενα θνητὴν εἰληχέναι τὴν φύσιν, ποιηταὶ γάρ εἰσι μόνον καὶ δημιουργοὶ πραγμάτων, τοῦ εἶναι μόνον ἀλλʼ οὐχὶ τῆς ὑπερουσίου μετέχοντες ἰδιότητος. ᾯ τοίνυν ἐλασσοῦνται τῆς δημιουργικῆς μονάδος, τούτῳ τὴν γεννητικὴν οὐκ ἔλαχον δύναμιν τῶν θεοῖς ἰσαζομένων· καὶ ᾧ τῶν νέων θεῶν ὁ νοερὸς ὑπερήπλωται δημιουργός, τούτῳ τὰς θείας ἀπογεννήσεις τῶν ἐγκοσμίων ἁπάντων εἰς ἑαυτὸν ἀνεδήσατο. Εἰ δὲ αὖ τὰ ὄντα διαιροῖμεν εἰς τὰ ὅλα καὶ τὰ μερικά, πάλιν ἡμῖν ὁ μὲν πατὴρ τῶν ὅλων ὑποστάτης ἀναφανήσεται, τῶν δὲ μερικῶν ὁ ποιητής. Ὁ μὲν γὰρ ἐξῃρημένως αἴτιός ἐστι τῶν ἀπογεννωμένων, ὁ δὲ προσεχῶς· καὶ ὁ μὲν αὐτῷ τῷ εἶναι παράγει, τῆς ἐνεργείας αὐτῷ τελούσης εἰς τὴν ὕπαρξιν, ὁ δὲ τῷ ἐνεργεῖν, τῆς ὑποστάσεως αὐτῷ κατʼ ἐνέργειαν ἱσταμένης. Εἰ δὲ αὖ τῶν ἀϊδίων καὶ τῶν θνητῶν τὰς ἀπογεννήσεις χωρὶς διελοίμεθα, τὰς μὲν τῶν ἀϊδίων ἐπὶ τὴν πατρικὴν αἰτίαν ἀνοίσομεν, τὰς δὲ τῶν θνητῶν ἐπὶ τὴν ποιητικήν. Ὁ μὲν γὰρ ποιητὴς ἀπὸ τοῦ μὴ ὄντος ἐπὶ τὸ ὂν προάγει τὸ γεννώμενον — ταύτην γὰρ εἶναι καὶ ὁ Ἐλεάτης ξένος τὴν ποιητικὴν ἀφωρίσατο τέχνην —, ὁ δὲ πατὴρ ἑαυτῷ συνυφίστησι τὰ μεθʼ ἑαυτόν· αὐτῷ γὰρ τῷ εἶναι πατήρ ἐστι καὶ ἔχει τὴν τοῦ γεννᾶν δύναμιν ἑαυτῷ συνηνωμένην. Ἑκάτερον μὲν οὖν, τό τε πατρικὸν λέγω καὶ τὸ ποιητικόν, ὁμοιοῦται τῇ τοῦ πέρατος ἀρχῇ, καὶ ἔστι τὸ μὲν ἑνώσεως, τὸ δὲ εἰδοποιίας αἴτιον, καὶ τὸ μὲν τοῦ ὅλου, τὸ δὲ τῆς ἄχρι τῶν μερῶν ἐκτάσεως, καὶ τὸ μὲν ἁπλῶν, τὸ δὲ συνθέτων ἀρχηγόν. Ἀντίκειται δὲ αὖ τούτοις τὸ γεννητικὸν αἴτιον καὶ τὸ τῆς ζωῆς παρεκτικόν, ὅτι τὸ μὲν πατρικὸν ταῖς γεννητικαῖς συμφύεται δυνάμεσι, τὸ δὲ ποιητικὸν ταῖς ζωοποιοῖς· καὶ ὥσπερ δὴ τὸ πατρικὸν καὶ ποιητικὸν ὑπὸ τὴν τοῦ πέρατός ἐστι συστοιχίαν, οὕτως ἄρα καὶ τὸ γόνιμον πᾶν καὶ τὸ ζωοποιὸν ὑπὸ τὴν ζωοποιίαν καὶ ἀπειρίαν τελεῖ τὴν πρώτην. Τούτων δὲ ἡμῖν ταύτῃ διῃρημένων δῆλον ὡς τὸ μὲν πατρικὸν αὐτὸ καθʼ αὑτὸ πρώτως ἐν τοῖς νοητοῖς ἐστι θεοῖς. Ἐκεῖνοι γάρ εἰσι τῶν ὅλων πατέρες, κατʼ αὐτὴν ἄκραν ἱστάμενοι τὴν ἕνωσιν τὴν νοητήν· καὶ διὰ τοῦτό που καὶ ὁ Πλάτων πατέρα καλεῖ τὸν πρῶτον θεόν, ἀπὸ τῶν προσεχῶς μετʼ αὐτὸν ἱδρυμένων ἐπʼ αὐτὸν τὴν τοῦ πατρὸς ἐπωνυμίαν μεταφέρων. Πανταχοῦ μὲν γὰρ τὰ ὀνόματα τῷ ἀρρήτῳ προσφέρειν εἴωθεν ἀπὸ τῶν δευτέρων καὶ μετʼ αὐτὸν αἰτίων· ἀλλʼ ὅπου μὲν ἀπὸ πάντων ἁπλῶς τῶν ὄντων, ὅπου δὲ ἀπὸ τῶν ἐν αὐτοῖς πρωτίστων. Θέμις γὰρ οὔτʼ ἦν οὔτε ἐστὶν ἀπὸ τῶν χειρόνων ἐν τοῖς οὖσι καὶ πόρρω τεταγμένων ἐπʼ ἐκεῖνον τὰ ὀνόματα τὸν πάντων ἐξῃρημένον τῶν ὄντων ἀναπέμπειν. Εἰ μὲν οὖν πάντα τὰ ὄντα τῆς πατρικῆς μετεῖχεν ἰδιότητος, ἀπὸ πάντων τῶν ὄντων ἐλέγομεν τὸ ὄνομα τοῦτο τῷ ἑνὶ τὸν Πλάτωνα τίθεσθαι· νῦν δέ, οὐ γάρ ἐστιν ἐν πᾶσι τοῖς οὖσι τὸ τοιοῦτον αἴτιον, δῆλον ἄρα ὡς ἀπὸ τῶν πρωτίστων αὐτῷ καὶ ἀκροτάτων ἐν τοῖς θεοῖς φέρει τὴν τοιαύτην προσηγορίαν. Ἀλλὰ μὴν πρεσβύτεροι τῶν θείων εἰσὶν ἁπάντων διακόσμων οἱ νοητοὶ θεοὶ καὶ μετὰ τὸ ἓν ἀμέσως ὑφεστηκότες. Ἐν τοῖς νοητοῖς ἄρα θεοῖς ἐστιν ἡ πατρικὴ τῶν ὄντων αἰτία καὶ οἱ νοητοὶ θεοὶ πατέρες εἰσὶ τῶν θείων ἁπάντων γενῶν, ἐπʼ ἄκροις ἱδρυμένοι τοῖς οὖσι καὶ κρυφίως τὰ ὅλα παράγοντες. Καὶ ὁ μὲν πρῶτος θεὸς καὶ τῆς τοῦ πατρὸς προσηγορίας, ὥσπερ καὶ τῶν ἄλλων ὀνομάτων, ἐπέκεινά ἐστι, καὶ οὔτε τἀγαθὸν οὔτε ἓν λέγεται κυρίως διὰ τὴν ἄρρητον ἑαυτοῦ καὶ ἄγνωστον ὑπεροχήν· οἱ δὲ νοητοὶ πρώτως καὶ ἑνάδες εἰσὶν ὑπερούσιοι καὶ ἀγαθότητες καὶ πατέρες τῶν ὄντων ἐξῃρημένοι. Τὸ μὲν οὖν πατρικὸν ἀπὸ τῆς πρώτης ἄνωθεν ἄρχεται τριάδος· τὸ δὲ ποιητικὸν ἐν τῇ τρίτῃ πρῶτον ἐκφαίνεται. Τὸ γὰρ τὰ εἴδη πάντα ἀπογεννῶν καὶ τοῖς εἴδεσι πάντα κοσμοῦν τὸ τρίτον ἐστὶ τῶν νοητῶν· ἐκεῖ γάρ, ὥσπερ ἐλέγομεν, τὸ παντελὲς ζῷον τὸ τῶν πρωτίστων καὶ νοητῶν παραδειγμάτων περιληπτικόν. Ἐνταῦθα τοίνυν καὶ τὸ ποιητικὸν ὁμοῦ συνυφέστηκε· τὸ γὰρ αὐτοζῷον καὶ θεοὺς ὑφίστησι καὶ τὰ εἴδη πάντα τῶν ὄντων παράγει. Κατὰ μὲν οὖν τὴν θείαν αἰτίαν πατρικὴν ἔλαχεν ἰδιότητα, κατὰ δὲ τὴν εἰδητικὴν τὴν ποιητικὴν προφαίνει τῶν ὅλων ἀρχήν. Ἀνάπαλιν δὲ αὖ τὸ ποιητικὸν ὁμοῦ καὶ πατρικὸν ἐν τῇ δημιουργικῇ μονάδι τὴν ὑπόστασιν ἔλαχε. Διὸ δὴ καὶ θεῶν ἐστιν ὑποστάτης ὁ τῶν ὅλων δημιουργός, διαφερόντως δὲ κόσμον ἀπεργάζεται καὶ τοῖς εἴδεσι καὶ τοῖς λόγοις τοῖς δημιουργικοῖς ἐνεργῶν· καὶ γὰρ νοῦν ὑφίστησι καὶ ψυχὰς καὶ σώματα, τοῖς εἴδεσι πάντα διακοσμῶν, τὰ μὲν τοῖς πρώτοις, τὰ δὲ τοῖς μέσοις, τὰ δὲ τοῖς τελευταίοις. Ὁρᾷς οὖν ὅπως τὸ μὲν τῶν νοητῶν πέρας πατρικὸν ἦν ἅμα καὶ ποιητικόν, τὸ δὲ τῶν νοερῶν πέρας ποιητικὸν ἦν ὁμοῦ καὶ πατρικόν; Ἀλλʼ ἐκεῖ μὲν ἡ πατρικὴ μᾶλλον ἰδιότης, ἐνταῦθα δὲ ἡ ποιητική· καὶ παρʼ ἀμφοτέροις μὲν ἄμφω τὰ αἴτια προϋπάρχει, μᾶλλον μὴν ἐν τῷ παραδείγματι τὸ πατρικόν, ἐν δὲ τῷ δημιουργῷ τὸ ποιητικόν. Τὸ μὲν γὰρ αὐτῷ τῷ εἶναι ποιεῖ, τὸ δὲ τῷ ἐνεργεῖν· καὶ τῷ μὲν ἡ ποίησις οὐσιώδης, τῷ δὲ ἡ οὐσία ποιητική· καὶ τὰ εἴδη παρʼ ἀμφοῖν, ἀλλʼ οὗ μὲν νοητῶς, οὗ δὲ νοερῶς. Ἐκ δὴ τούτων φανερὸν ὅτι καὶ ἀνάλογον ὑπέστη τῷ παραδειγματικῷ τὸ δημιουργικὸν αἴτιον καὶ ταύτην ἔχει πρὸς τὰ νοερὰ τὴν τάξιν ἣν ἐκεῖνο πρὸς τὰ νοητά. Καὶ διὰ τοῦτο καὶ ὁ Τίμαιος εἰς ἐκεῖνο τὸ παράδειγμα τὸν τῶν ὅλων ἀνατείνεσθαί φησι δημιουργόν· ᾟπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ ὃ ἔστι ζῷον, ὅσαι τε ἔνεισι καὶ οἷαι καθορᾷ, τοσαύτας καὶ τοιαύτας διενοήθη δεῖν καὶ τόδε τὸ πᾶν σχεῖν. Καὶ μετὰ τῆς ἀναλογίας ταύτης ὕφεσίς ἐστι τοῦ νοεροῦ πρὸς τὸ νοητόν· τὸ μὲν γὰρ ἥνωται μᾶλλον, τὸ δὲ διακέκριται, καὶ τὸ μὲν ἐν ἐφετοῦ τάξει προέστηκε, τὸ δὲ περὶ αὐτὸ κινεῖται, καὶ τὸ μὲν πληροῖ τῆς πατρικῆς δυνάμεως, τὸ δὲ οἷον καταπίνει καὶ ἐγκολπίζεται τὴν ὅλην ἐκείνου γόνιμον περιουσίαν. Καὶ κατὰ τοῦτον δὴ τὸν τρόπον παντελής ἐστιν ὁ τοῦ παντὸς δημιουργός, ἀπὸ τοῦ παντελοῦς ζῴου τῶν ὅλων νοητῶν δυνάμεων μεταλαβών. Τριχῶς γὰρ τὸ πᾶν, τὸ μὲν νοητῶς, τὸ δὲ νοερῶς, τὸ δὲ αἰσθητῶς. Καὶ γὰρ ὁ κόσμος τέλειός ἐστιν ἐκ τελείων, ὥς φησιν ὁ Τίμαιος, καὶ τὸ αὐτοζῷον κατὰ πάντα τέλειόν ἐστιν, ὡς ὁ αὐτός που διατάττεται, καὶ ὁ δημιουργὸς τῶν αἰτίων ἄριστος ὢν παντελής ἐστι. Πάλιν οὖν ἀναλαβόντες λέγωμεν ὡς ἄρα τὸ μὲν πατρικὸν αἴτιον ἀπὸ τῆς ἄκρας ἑνώσεως ἄρχεται τῶν νοητῶν, τὸ δὲ πατρικὸν ἅμα καὶ ποιητικὸν ἐν τῷ παραδείγματι τῷ νοητῷ συνυφέστηκε, τὸ δὲ αὖ ποιητικὸν ὁμοῦ τῷ πατρικῷ κατὰ τὸν ὅλον δημιουργὸν ἀφώρισται, τό γε μὴν ποιητικὸν μόνον καὶ δημιουργικὸν τοῖς νέοις προσήκει θεοῖς, οἳ καὶ μερικῶν εἰσι καὶ θνητῶν ὑποστάται πραγμάτων. Αὐτὴ τοίνυν ἡ τῆς δημιουργικῆς αἰτίας ἰδιότης ποιητικὴ καὶ πατρική· καὶ τοῦτο οὐ μόνον ἐν ἀρχῇ τῶν περὶ αὐτῆς λόγων ὁ Τίμαιος λέγει, Τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εἰπών, ἀλλὰ κἀν τῇ πρὸς τοὺς νέους θεοὺς συνουσίᾳ τὸ αὐτὸ πεποίηται λέγων ὡσαύτως ὁ δημιουργὸς πρὸς αὐτούς, Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων ἄλυτα ἐμοῦ γε ἐθέλοντος. Οὐ γὰρ πατέρα καὶ δημιουργὸν ἑαυτόν, ἀλλὰ δημιουργὸν καὶ πατέρα προσείρηκεν, ὥσπερ ἐκεῖ ποιητὴν καὶ πατέρα. Καὶ οὐκ ἐν τῷ Τιμαίῳ μόνον ὁ τρόπος οὗτος ἀφώρισται τῆς τῶν ὀνομάτων συντάξεως, ἀλλὰ καὶ ἐν τῷ Πολιτικῷ φησιν ὁ Ἐλεάτης ξένος περὶ τοῦ κόσμου διαλεγόμενος, ὅτι τὴν τοῦ δημιουργοῦ καὶ πατρὸς ἀπομιμούμενος διδαχὴν κατʼ ἀρχὰς μὲν ἀκριβέστερον ἀπετέλει, τελευτῶν δὲ ἀμβλύτερον. Πανταχοῦ τοίνυν ὁ Πλάτων τὴν τάξιν ταύτην τῶν ὀνομάτων ἀνεξάλλακτον διαφυλάττων δῆλός ἐστι τοῖς μὴ παντάπασιν ἀπείροις τῶν τοιούτων κατὰ ταύτην τὴν ἰδιότητα τὴν δημιουργικὴν ἀφοριζόμενος μονάδα καὶ ἅμα ποιητικὴν αὐτὴν καὶ πατρικὴν εἶναι τιθέμενος. Διότι μὲν γὰρ τὸ πέρας ἐστὶ τῆς νοερᾶς τριάδος, πατρικὴν ἔλαχεν ὑπεροχὴν πρὸς πάντα τὰ δεύτερα γένη τῶν θεῶν· διότι δὲ ἀφʼ ἑαυτῆς πάντα παράγει τὰ μερικὰ τῶν ὄντων γένη τε καὶ εἴδη, ποιητικὴν ἔχει τῶν ὑφισταμένων αἰτίαν. Καὶ διότι μὲν πατήρ ἐστιν, ὁμοῦ καὶ δύναμίς ἐστιν ἐν αὐτῷ καὶ νοῦς. Αὐτὸς γάρ πού φησιν ὁ δημιουργός, Μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν· καὶ πάλιν ὁ Τίμαιος περὶ αὐτοῦ λέγει τὸ ᾟπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ ὃ ἔστι ζῷον, ὅσαι τε ἔνεισι καὶ οἷαι καθορᾷ, τοσαύτας καὶ τοιαύτας διενοήθη δεῖν καὶ τόδε τὸ πᾶν σχεῖν. Καὶ πατὴρ οὖν ἐστι καὶ ἡ δύναμις ἡ τοῦ πατρὸς ἐν αὐτῷ καὶ ὁ νοῦς, ἀλλὰ πάντα ταῦτα νοερῶς, οὐ νοητῶς. Διόπερ οἶμαι πατὴρ μὲν οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ μετὰ τοῦ ποιητοῦ καὶ τοῦ δημιουργοῦ· καὶ δύναμις οὐ καθʼ ἑαυτήν, ἀλλὰ τοῦ δημιουργοῦ καὶ πατρός, ὁ γὰρ ἑαυτὸν δημιουργὸν καὶ πατέρα προσειπὼν ἑαυτοῦ τὴν δύναμιν εἶναί φησι· νοῦς δὲ αὐτόθεν λέγεται καὶ τῆς δυνάμεως χωρὶς καὶ τῶν λοιπῶν, ᾟπερ οὖν νοῦς ἐνούσας ἰδέας. Πάντα γάρ ἐστιν ἐν αὐτῷ νοερῶς, καὶ ἡ δύναμις καὶ ὁ πατήρ, μιμουμένῳ καὶ ταύτῃ τὸ παράδειγμα τὸ νοητόν. Καὶ γὰρ ἐν ἐκείνῳ πάντα ἦν νοητῶς, τὸ πέρας, τὸ ἄπειρον, τὸ μικτόν, ταῦτα δέ ἐστιν ὁ πατήρ, ἡ δύναμις, ὁ νοῦς· ἀλλὰ τὸ μὲν νοερὸν ἐκείνου νοητὸν ἦν ἐν τοῖς νοητοῖς θεοῖς νοερὰν αἰτίαν προστησάμενον, τὸ δὲ τοῦ δημιουργοῦ νοερὸν καθʼ αὑτὸ νοερόν ἐστιν, ἐν τοῖς νοεροῖς νοερὸν ὑπάρχον, ὥσπερ εἴρηται πρότερον. Διότι μὲν οὖν, ὡς ἐλέγομεν, πατήρ ἐστιν ἐν αὐτῷ καὶ ἡ δύναμις καὶ ὁ νοῦς, διότι δὲ ταῦτα κατὰ τὸ ποιητικὸν ἀφώρισται καὶ δημιουργικόν, τῇ ζωογόνῳ συντάττεται τάξει καὶ μετʼ ἐκείνης ὑφίστησι τὰ τῆς ζωῆς γένη καὶ τὸν ὅλον κόσμον ζωοποιεῖ. Τίς δέ ἐστιν αὕτη καὶ ὅπου τέτακται, μικρὸν ὕστερον θεωρήσομεν· τοσοῦτον δὲ ἐκ τῶν νῦν εἰρημένων δῆλον, ὅτι ᾗ δημιουργός ἐστι τῆς ζωογόνου δεῖται συναφῆς καὶ μετʼ ἐκείνης ἀπογεννᾷ τὰς ὅλας ζωάς. Καὶ ταύτην μὲν ἑαυτῷ συνήνωσε, πάντα δὲ τὰ μέτρα τῆς ζωῆς ἐν αὐτῇ σπείρας καὶ μετʼ αὐτῆς διακοσμήσας καὶ παραγαγὼν ἐπιστρέφει πάλιν εἰς ἑαυτόν. Προσήκει γὰρ αὐτῷ καὶ τὸ γεννᾶν πάντα καὶ τὸ ἀνακαλεῖσθαι πάντα πρὸς ἑαυτὸν οὐχ ἧττον τοῦ γεννᾶν, διότι δὴ κατὰ τὸ πέρας ἵδρυται τῆς νοερᾶς τάξεως καὶ δημιουργικός ἐστι νοῦς. Ὡς μὲν οὖν δημιουργικὸς ἁπάντων ἐστὶν ὑποστάτης, ὡς δὲ νοῦς συνελίσσει τὸ πλῆθος εἰς ἕνωσιν καὶ ἐπιστρέφει πρὸς αὑτόν. Καὶ ταῦτα ἀμφότερα τοῖς πρὸς τοὺς νέους θεοὺς λόγοις ἀποτελεῖ· καὶ γὰρ πληροῖ δημιουργικῆς αὐτοὺς καὶ γονίμου δυνάμεως καὶ πρὸς αὑτὸν συνάγει καὶ οἷον ἐφετὸν ἑαυτὸν καθίστησι τῷ πλήθει τῶν θεῶν καὶ περὶ ἑαυτὸν ἀνατείνει τοὺς ἐν τῷ κόσμῳ πάντας δημιουργούς. ιζʹ Τὸ τρίτον τοίνυν κατʼ ἄλλας ἐπιβολὰς τὰς περὶ τῆς δημιουργικῆς αἰτίας ἐννοίας ἀνακαθηρώμεθα τῷ Τιμαίῳ συνοδεύοντες. Πρῶτον μὲν οὖν τὴν ἀγαθότητα αὐτοῦ καὶ τὴν ἄφθονον μετάδοσιν τῶν δημιουργικῶν λόγων ἱκανῶς ἐν ἀρχῇ τῆς περὶ αὐτοῦ θεωρίας ἐξέφηνεν, ἀφʼ ἑστίας ὁρμώμενος τῆς ἐνούσης ἀγαθότητος ἐν αὐτῷ καὶ τῆς ὑπερουσίου θεότητος. Οὐ γάρ ἐστιν ἡ ἀγαθότης αὕτη καὶ τὸ ἄφθονον οἷον ἕξις τις τοῦ ἀγαθοῦ καὶ δύναμις, ἢ εἶδος αὐτὸ καθʼ ἑαυτὸ τῶν πολλῶν ἀγαθῶν προϋπάρχον, ἀλλὰ μία καὶ ἄρρητος ἀπὸ τἀγαθοῦ μετάληψις καὶ τὸ τῆς δημιουργικῆς τάξεως ἕν, καθʼ ὃ δὴ καὶ θεός ἐστιν ὁ δημιουργὸς καὶ πάντα πληροῖ τῶν οἰκείων ἀγαθῶν. Διότι γάρ ἐστι θεότης ἐν αὐτῷ πάντα διακοσμεῖν ἐφιεμένη καὶ ὕπαρξις ἐκτενὴς εἰς τὴν τῶν ὅλων πρόνοιαν, διὰ δὴ τοῦτο καὶ τὴν τῆς δημιουργίας ἀρχὴν ἐνεστήσατο. Ἡ μὲν οὖν ἀγαθότης οὐδὲν ἄλλο ἐστὶν ἢ δημιουργικὴ θεότης· ἡ δὲ βούλησις ἔκγονός ἐστιν ἐνέργεια τῆς ἀγαθότητος, ὁρίζουσα τὸ τῆς δυνάμεως τέλος. Ἐπειδὴ γὰρ ἐν τῷ δημιουργῷ τῶν ὅλων καὶ ὁ πατήρ, ὥσπερ εἴρηται, καὶ ἡ δύναμις καὶ ὁ νοῦς, καὶ ταῦτα νοερῶς, καθʼ ἕκαστον τούτων πεπλήρωται τῆς τοῦ ἑνὸς μετουσίας. Καὶ διὰ μὲν τῆς ἀγαθότητος τὸ πατρικὸν τὸ ἐν αὐτῷ καταλάμπεται καὶ τὸ οἷον νοητὸν τοῦ νοῦ· διὰ δὲ τῆς βουλήσεως ἡ δύναμις κυβερνᾶται καὶ πρὸς ἓν τὸ νοητὸν ἀγαθὸν ἀνατείνεται· διὰ δὲ τῆς προνοίας ὁ νοῦς τέλειός ἐστι καὶ τῶν πάντων ὑποστάτης. Καὶ πάντα ταῦτα τῆς μιᾶς ἐν τῷ δημιουργῷ θεότητός ἐστιν ἔκγονα. Πρῶτον μὲν οὖν, ὅπερ ἔφην, τὴν θείαν ἰδιότητα τοῦ δημιουργοῦ διὰ τούτων ἐξέφηνε· δεύτερον δὲ τὴν νοητὴν ἐν αὐτῷ καὶ ἡνωμένην τῶν ὅλων παραδειγματικὴν αἰτίαν. Τὸ γὰρ ἑαυτῷ παραπλήσια πάντα ποιεῖν παράδειγμα αὐτὸν ἀποφαίνει τῶν ἐν τῷ κόσμῳ καλῶν καὶ ἀγαθῶν νοητόν. Διότι γὰρ αὐτῷ τῷ εἶναι τὰ πάντα ὑφίστησιν, εἰκών ἐστιν αὐτοῦ τὸ ὑφιστάμενον. Καὶ κατὰ τοῦτον δὴ τὸν λόγον οὐ μόνον θεός ἐστιν ὁ δημιουργός, ἀλλὰ καὶ τὸ νοητὸν ἔχει καὶ τὸ ὄντως ὂν ἐν αὑτῷ, καὶ προείληφεν οὐ τὴν τελικὴν μόνον τῶν ἐγκοσμίων αἰτίαν, ἀλλὰ καὶ τὴν παραδειγματικήν. Τὸ δὲ αὖ τρίτον τὴν δύναμιν ἐξυμνεῖ τὴν δημιουργικὴν τὴν πᾶν μὲν τὸ ἄτακτον καὶ τὸ ἀόριστον ἀρχὴν ἀφανίζουσαν, μόνον δὲ τὸ καλὸν καὶ τὸ ἀγαθὸν ἐπικρατεῖν ἐν τοῖς ὅλοις παρασκευάζουσαν. Τὸ γὰρ δὴ μηδὲν εἶναι φλαυρὸν κατὰ δύναμιν τὴν ἀνανταγώνιστον τοῦ δημιουργοῦ δύναμιν ἐνδείκνυται τὴν ἀχράντως μὲν τὰ ἔνυλα διακοσμοῦσαν, ὅρον δὲ τοῖς ἀορίστοις καὶ τάξιν τοῖς ἀτάκτοις ἐπιλάμπουσαν. Οὗ δὴ κἀκεῖνό σοι θαυμαστὸν ἐκφαίνεται τῶν Πλάτωνος δογμάτων, τὸ τὴν ὕλην ἐκ τῶν ὑπερκειμένων τινὸς τοῦ δημιουργοῦ θεῶν ἀπογεννᾶσθαι. Παραλαβὼν γὰρ αὐτὴν ἴχνεσιν εἰδῶν κατεχομένην οὕτως αὐτὸς ἐπιτίθησι τὴν σύμπασαν τελειότητα τῆς διακοσμήσεως. Πρόεισιν οὖν καὶ ἡ ὕλη καὶ πᾶν τὸ ὑποκείμενον τῶν σωμάτων ἄνωθεν ἀπὸ τῶν πρωτίστων ἀρχῶν, αἳ δὴ διὰ περιουσίαν δυνάμεως ἀπογεννᾶν δύνανται καὶ τὰ ἔσχατα τῶν ὄντων· ὁ δὲ τοῦ παντὸς δημιουργὸς τάξιν καὶ ὅρον καὶ διακόσμησιν ἐπιλάμπει καὶ τὸ ὅλον ἀπεργάζεται τῶν νοητῶν εἰκόνα διὰ τῆς τῶν εἰδῶν μεταδόσεως. Τέταρτον τοίνυν τὸν νοῦν τὸν δημιουργικὸν ὅπως ἡμῖν ἐκφαίνει, θεασώμεθα. Λογισάμενος οὖν ηὕρισκεν ἐκ τῶν κατὰ φύσιν ὁρατῶν μηδὲν ἀνόητον τοῦ νοῦν ἔχοντος κάλλιον ἄν ποτε γενέσθαι ἔργον. Τίς οὖν ὁ λογισμὸς οὗτος καὶ τίς ἡ εὕρεσις καὶ πόθεν; Οὐκοῦν ὁ μὲν λογισμὸς νόησίς ἐστι διῃρημένη καὶ πρὸς ἑαυτὴν βλέπουσα καὶ ἐν ἑαυτῇ ζητοῦσα τὸ εὖ. Πᾶς γὰρ ὁ λογιζόμενος ἀπʼ ἄλλου πρὸς ἄλλο μεθίσταται καὶ εἰς αὑτὸν ἐπιστρεφόμενος ζητεῖ τὸ ἀγαθόν. Ταῦτʼ οὖν ἀνάλογον καὶ ὁ δημιουργὸς νοῦς ἐν τῇ διακοσμήσει τοῦ παντὸς ἔχει, διῃρημένας αἰτίας προβάλλων τῶν ἐγκοσμίων, ἡνωμένως ἐν τοῖς νοητοῖς προϋπαρχόντων. Ἃ γὰρ ὑφίστησιν ἑνοειδῶς καὶ ἐξῃρημένως ὁ νοητὸς νοῦς, ταῦτα ὁ νοερὸς διακρίνων καὶ μερίζων καὶ οἷον αὐτουργῶν ἀπογεννᾷ. Ὁ μὲν οὖν λογισμὸς πλήρωσις τοῦ νοητοῦ ἐστι καὶ ἕνωσις πρὸς αὐτὸ παντελής· ᾧ καὶ δῆλον ὅτι τὸν λογισμὸν οὐ ζήτησιν οὐδʼ ἀπορίαν οὐδὲ πλάνην τοῦ θείου νοῦ προσήκει νομίζειν, ἀλλὰ νόησιν σταθερὰν τὰς πολυειδεῖς αἰτίας τῶν ὄντων νοοῦσαν. Ἥνωται γὰρ ἀεὶ πρὸς τὸ νοητὸν ὁ νοῦς καὶ πεπλήρωται τῶν ἑαυτοῦ νοητῶν, καὶ τὸν ἴσον τρόπον νοῦς τε κατʼ ἐνέργειάν ἐστι καὶ νοητόν. Ἅμα γὰρ νοεῖ καὶ νενόηκε, καὶ ἑαυτὸν εὑρίσκει πρὸς ἑαυτὸν εἰσιὼν καὶ ηὕρηκεν ὅ ἐστι. Καὶ ὁ λογισμὸς οὐ κατὰ μετάβασιν· ἡ γὰρ τῶν θεῶν νόησις αἰώνιος, καὶ ἡ εὕρεσις οὐ τοῦ ἀπόντος· πάρεστι γὰρ ἀεὶ πάντα τῷ νῷ τῶν θεῶν καὶ οὐ διέστηκεν ἐκεῖ τοῦ νοῦ τὸ νοητόν. Ἡ μὲν οὖν στροφὴ τοῦ νοῦ πρὸς ἑαυτὸν καλείσθω λογισμός, ἡ δὲ ἀπὸ τῶν νοητῶν πλήρωσις εὕρεσις, αὐτὰ δὲ τὰ νοητὰ κατὰ φύσιν ὁρατὰ προσονομαζέσθω. Διότι γὰρ οἶμαι καὶ τὸ ἀκόσμητον τῶν σωμάτων ὑποκείμενον ἴχνεσιν εἰδῶν ἀμυδροῖς κρατούμενον ὁρατὸν προσείρηκε, τὰ νοητὰ κατὰ φύσιν ὁρατὰ προσαγορεύει· τῷ γὰρ νῷ πρὸς ταῦτα βλέπειν κατὰ φύσιν, ἀλλʼ οὐ πρὸς τὰ χείρονα. Καθάπερ οὖν αὐτὸν τὸν νοῦν ὁρᾶν τὰ νοητά φησι, κατὰ τὰ αὐτὰ δὴ καὶ τὰ νοητὰ κατὰ φύσιν ὁρατὰ καλεῖ καὶ τὸν νοῦν ἐπιστρέφει πρὸς τὸ νοητὸν ὡς ὁρῶν πρὸς ὁρατόν. Εἰ δὴ τὸ αὐτοζῷον ὁρᾷ καὶ πρὸς ἐκεῖνο τὸν ὅλον ἀπεικάζει κόσμον, ὁρατὸν ἂν ἐκεῖνο τῷ δημιουργῷ λέγοιτο τοῦ παντός. Ἐκεῖ γὰρ τὸ φανότατον τῶν νοητῶν, καὶ τοῦτο ἦν ὃ καὶ πρότερον ἐνεδεικνύμεθα, λέγοντες ἐκεῖ τὴν τοῦ κάλλους ἐκλάμψαι πηγήν, ὃ δὴ λαμπρὸν καὶ στίλβον ὁ ἐν Φαίδρῳ Σωκράτης προσωνόμαζε. ιηʹ Τοιαύτας μὲν οὖν καὶ ἀπὸ τούτων ἐννοίας παραληπτέον ὑπὲρ τῆς δημιουργικῆς αἰτίας. Μία δʼ ἂν γένοιτο τελειότης ἀκροτάτη τῶν περὶ αὐτῆς δογμάτων, εἰ τοὺς λόγους οὓς εἰς ἅπαντας ἐκτείνει τοὺς νέους δημιουργοὺς θεωρῆσαι δυνηθείημεν καὶ τὴν ἀποκεκρυμμένην αὐτῶν ἐκφῆναι διάνοιαν. Τοῦτο τοίνυν καὶ ποιῶμεν, ἀρχὴν τοιαύτην ἐνστησάμενοι τῆς περὶ αὐτῶν ἐξηγήσεως. Διτταὶ τῶν θεῶν εἰσιν ἐνέργειαι καὶ δυνάμεις. Αἱ μὲν οὖν ἐν αὐτοῖς μένουσι καὶ περὶ αὐτοὺς ἐνεργοῦσι καὶ τέλος ἔχουσι τὴν μίαν καὶ ἡνωμένην πρὸς τὴν οὐσίαν ὑπόστασιν· αἱ δὲ ἀπʼ αὐτῶν προϊοῦσαι καὶ περὶ τὰ δεύτερα τὴν δραστήριον ἐπιδεικνύμεναι δύναμιν, αἳ καὶ τῷ πλήθει τῶν ὑποδεχομένων καὶ τῇ τῆς οὐσίας ἰδιότητι συνυπάρχουσι. Διττῶν δὲ οὐσῶν τούτων αἱ δεύτεραι τῶν πρὸ αὐτῶν ἐξήρτηνται καὶ περὶ αὐτὰς ἀφορίζονται καὶ τὴν οἰκείαν ὕπαρξιν κατʼ ἐκείνας παραδέχονται. Δεῖ γὰρ δὴ πανταχοῦ τὰς ἔξω προϊούσας ἐνεργείας εἰκόνας εἶναι τῶν ἔνδον, ἀνελιττούσας μὲν τὸ ἀθρόον τῆς ἐκείνων ἀμερείας, πληθυούσας δὲ τὸ ἡνωμένον, μεριζούσας δὲ τὸ ἀμέριστον. Κατὰ δὴ τοῦτον τὸν λόγον διττὴ μέν ἐστιν ἐνέργεια τῆς φύσεως, ἥ τε ἐν αὐτῇ μένουσα, καθʼ ἣν ἑαυτὴν συνέχει καὶ τοὺς ἐν αὐτῇ λόγους, καὶ ἡ ἀπʼ αὐτῆς, διʼ ἣν καὶ τὰ σώματα πεπλήρωται τῶν φυσικῶν τούτων δυνάμεων, αἳ κινούμεναι παρὰ τῆς φύσεως εἰς ἀλλήλας δρῶσι καὶ πάσχουσιν ὑπʼ ἀλλήλων φυσικῶς. Διττὴ δὲ αὖ καὶ τῆς ψυχῆς κίνησις, ἡ μὲν αὐτοκίνητος καὶ πρὸς ἑαυτὴν ἐπεστραμμένη καὶ ἑαυτῆς οὖσα καὶ τῇ ζωῇ τῆς ψυχῆς σύνδρομος καὶ ἀδιάφορος πρὸς αὐτήν, ἡ δὲ ἐναπερειδομένη τοῖς ἑτεροκινήτοις καὶ ταῦτα κινοῦσα καὶ περὶ ταῦτα τὴν ἑαυτῆς δύναμιν ἐκτείνουσα. Διττὴ δὲ ἄρα καὶ ἡ τοῦ νοῦ πέφυκεν ἐνέργεια, μία μὲν ἡ νοερὰ καὶ τοῖς ὄντως οὖσιν ἡνωμένη καὶ ἀμέριστος, αὐτῷ τῷ νοητῷ τοῦ νοῦ συνυπάρχουσα, μᾶλλον δὲ αὐτὸ τὸ νοητὸν οὖσα καὶ ὁ νοῦς — οὐ γὰρ δυνάμει καθʼ αὑτὸν ὁ νοῦς, εἶτα προσλαβὼν τὴν ἐνέργειαν νοεῖ τὸ νοητόν, ἀλλʼ ἐνέργεια μία καὶ ἁπλῆ· καὶ γὰρ τὸ πλῆθος αὐτῆς ἑνιαῖόν ἐστιν, ἡ δὲ ἐνέργεια πρὸς αὑτόν· ἑτέρα δὲ ἡ πρὸς τὰ ἔξω καὶ τὰ νοῦ μετέχειν δυνάμενα· καὶ γὰρ ταῦτα νοερὰ ποιεῖ διʼ ἑαυτὸν ὁ νοῦς, οἷον φῶς τῆς ἐν αὐτῷ νοήσεως ἐκλάμπων καὶ τοῖς ἄλλοις διδούς. Ἀνάγκη τοίνυν καὶ αὐτὸν τὸν θεῖον καὶ δημιουργικὸν νοῦν ἡνῶσθαι μὲν πρὸς τὸ νοητὸν ἀεὶ καὶ τὸ πλῆρες ἔχειν καὶ τὸ αὔταρκες τῆς δημιουργικῆς νοήσεως διαιωνίως ἱδρυμένον κατὰ τὴν ἕνωσιν τὴν τῶν ὅλων ἐξῃρημένην — εἰς ἣν οἶμαι καὶ ὁ Τίμαιος ἀποβλέπων μένειν πού φησι τὸν πατέρα τοῦ παντὸς ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει καὶ εἰς τὴν ἑαυτοῦ περιωπὴν ἀναχωρεῖν παραδόντα τὴν τῶν θνητῶν δημιουργίαν τοῖς ἐν τῷ κόσμῳ θεοῖς· καθʼ ὅσον γὰρ ἐξῄρηται τῶν μεθʼ ἑαυτὸν καὶ ἀσύντακτός ἐστι πρὸς τὰ μερικώτερα πλήθη τῶν θεῶν, κατὰ τοσοῦτον εἰς ἑαυτὸν ἐπέστραπται καὶ τὰ πρὸ αὐτοῦ κατὰ μίαν καὶ ἑνοειδῆ καθορᾷ καὶ κατανοεῖ ἕνωσιν —, αὐτῷ δὲ τῷ πρὸς ἑαυτὸν καὶ τοὺς ἡγεμονικωτέρους θεοὺς ἀνατείνεσθαι δευτέρας ἀφʼ ἑαυτοῦ προβάλλειν ἐνεργείας εἰς ἅπαντας τοὺς μερικοὺς διακόσμους. Ταύτας δὴ οὖν τὰς ἀπὸ τῆς ὅλης καὶ μιᾶς δημιουργίας εἰς τὸ δημιουργικὸν πλῆθος τῶν θεῶν προερχομένας δυνάμεις τε καὶ ἐνεργείας δραστηρίους διὰ τῶν λόγων ὁ Τίμαιος ἀποτυποῦται. Καὶ γὰρ οἱ λόγοι τῶν νοήσεών εἰσιν εἰκόνες, διότι τὸ μὲν συνεσπειραμένον τῶν νοητῶν ἀνελίττουσι, τὸ δὲ ἀμερὲς εἰς τὴν μεριστὴν προάγουσιν ὑπόστασιν, τὸ δὲ ἐν αὑτῷ μένον εἰς τὴν πρὸς ἄλλο σχέσιν μεταβιβάζουσι. Καὶ δῆλον δὴ ὅτι καθάπερ οἱ μὲν ἀπὸ τῆς φύσεως ὡρμημένοι λόγοι φυσικοί τινές εἰσι καὶ τὸ δεχόμενον αὐτοὺς φυσικὸν ἀποτελοῦσιν, οἱ δὲ ἀπὸ τῆς ψυχῆς ἀπογεννώμενοι ζωοποιοὶ μὲν ὑπάρχουσι, τὸ δὲ μετέχον αὐτῶν ἔμψυχον ἀπεργάζονται καὶ παρʼ ἑαυτοῦ κινούμενον διὰ τὴν ἐκείνης δύναμιν, ὥς φησιν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης, καὶ τοῦ τῆς αὐτοκινησίας ἰνδάλματος αὐτῷ μεταδιδόασιν, οἱ δὲ ἀπὸ τοῦ νοῦ τοῖς δευτέροις μετʼ αὐτὸν ἐλλαμπόμενοι τὰ νοερὰ πάντα τοῖς δεχομένοις αὐτοὺς πρυτανεύουσιν ἀγαθά, γνώσεως ἀληθοῦς καὶ ἁπλουστέρας ζωῆς καὶ καθαρότητος ὄντες παρεκτικοί, κατὰ τὰ αὐτὰ δὴ καὶ οἱ δημιουργικοὶ λόγοι προάγουσιν εἰς τοὺς νέους θεοὺς τὰ ὅλα καὶ ἀμέριστα καὶ ἡνωμένα μέτρα τῆς ἐξῃρημένης δημιουργίας καὶ πληροῦσιν αὐτῶν τὰς οὐσίας τῆς δημιουργικῆς προνοίας, καὶ δευτέρους αὐτοὺς ἀποφαίνουσι δημιουργοὺς καὶ ζηλωτὰς τοῦ σφετέρου πατρός. Ὁ μὲν γὰρ τῶν ὅλων ἐστὶ τοῦ κόσμου πληρωμάτων ὑποστάτης, οἱ δὲ ἐκεῖνον μιμούμενοι τὰ μερικὰ πάντα συνδημιουργοῦσι τοῖς ὅλοις· καὶ ὁ μὲν τῶν ἀϊδίων τὴν οὐσίαν παρήγαγεν, οἱ δὲ τὰ θνητὰ πλάττοντες καθʼ ἕνα γενεσιουργὸν κύκλον καὶ ταῦτα μεταβάλλουσι· καὶ ὥσπερ ὁ εἷς δημιουργὸς κυβερνᾷ τὰς ὅλας τοῦ παντὸς περιόδους, οὕτω δὴ καὶ οἱ πολλοὶ τοὺς μερικοὺς κύκλους τῶν ἐν γενέσει φερομένων ἀνακυκλοῦσιν. Εἰ δὴ ταῦτα ὀρθῶς λέγομεν περὶ τῶν ἀπὸ τοῦ δημιουργοῦ προϊόντων λόγων εἰς τὸ πλῆθος τῶν ἐγκοσμίων θεῶν, καὶ εἰσὶ δραστήριοι καὶ δημιουργικοὶ καὶ ἐπιστρεπτικοὶ τῶν δεχομένων εἰς τὴν πρὸς αὐτὸν ἕνωσιν καὶ τελεσιουργοὶ τῶν ἐν αὐτοῖς ἀγαθῶν, οὐκ ἂν ἔτι παραδοξολογεῖν δοκοῖμεν, εἰ πασῶν τῶν ἐν τῷ πατρὶ μονίμως ἱδρυμένων δυνάμεων καὶ τῶν πρὸ αὐτοῦ καὶ μετʼ αὐτὸν ὑποστάντων αἰτίων τοῖς ἐν τῷ κόσμῳ θεοῖς προτείνειν τὴν μετουσίαν αὐτοὺς ἀπεφηνάμεθα, καὶ ὥσπερ ἐκεῖνος τὸ πέρας τῶν νοερῶν θεῶν συνελίσσων πλήρωμα τῶν πάντων ἐστίν, οὕτω δὴ καὶ τοὺς ἀπʼ αὐτοῦ δημιουργικοὺς λόγους ἁπάντων ὡς εἰπεῖν τῶν ὑπὲρ τὸν κόσμον θείων γενῶν τὰς ἰδιότητας εἰς αὐτοὺς προάγειν, διʼ ὧν εἰς ἁπάσας τὰς τάξεις τὰς πρὸ αὐτῶν ἀνηρτημένοι, καθάπερ οἶμαι καὶ ὁ σύμπας οὑτοσὶ κόσμος, δημιουργήσουσι τὰ θνητὰ πάντα καὶ μεταδώσουσιν ἄλλης ἄλλοις δυνάμεως καὶ ἀπορροίας τῶν θείων δυνάμεων. Τίνα δὴ οὖν ἐστιν, ὡς συλλήβδην εἰπεῖν, ὅσα διὰ τούτων τῶν λόγων ὁ Πλάτων ἐφήκειν τοῖς νέοις θεοῖς ἀπὸ τοῦ πρώτου δημιουργοῦ ἐνδείκνυται καὶ τῆς παντελοῦς δημιουργίας; Πρῶτον μὲν δηλαδὴ τὸ θεοὺς αὐτοὺς εἶναι θεῶν· ἡ γὰρ ἀπὸ τοῦ πατρὸς εἰς αὐτοὺς προϊοῦσα κλῆσις δυνάμεώς ἐστι χορηγὸς θείας καὶ δραστήριον ἔλαχε τὴν εἰς τὰ μετέχοντα παρουσίαν, ὥσπερ εἴρηται πρότερον. Μετὰ δὲ τοῦτο τὴν ἄλυτον αὐτοῖς ἐνδίδωσι δύναμιν, τὴν δὲ τῆς λύσεως αἰτίαν αὐτὸς ἐν ἑαυτῷ περιέχει ὁ τῶν ὅλων δημιουργός, ἵνα κατʼ οὐσίαν μὲν ὦσιν ἄλυτοι, κατʼ αἰτίαν δὲ τὴν τῆς συνδέσεως οὐκ ἄλυτοι. Τὸ τρίτον τοίνυν τὴν ἐπισκευαστὴν ἀθανασίαν εἰς αὐτοὺς ἄνωθεν προάγει· τὸ γὰρ μήτε ἀθανάτους εἶναι μήτε τεύξεσθαι θανάτου μοίρας εἰς τοῦτο καθίστησιν αὐτοὺς τῆς ἀθανασίας τὸ εἶδος ὃ καὶ ὁ ἐν τῷ Πολιτικῷ μῦθος προσείρηκεν ἐπισκευαστόν. Ἐπὶ δὴ τούτῳ τὴν τελεσιουργὸν αὐτοῖς τῶν ὅλων δύναμιν ἐφήκειν ἀπὸ τοῦ πατρὸς μαρτυρεῖ· εἰ γὰρ ἀτελὴς ὁ κόσμος τῆς τῶν θνητῶν ζῴων ὑποστάσεως χωρίς, ἀνάγκη δήπου τελειότητος αἰτίους εἶναι τῷ παντὶ τοὺς τῆς γενέσεως αὐτῶν προϊσταμένους. Καὶ τέλος γεννητικὴν μὲν αὐτοῖς καὶ πατρικὴν ἀπὸ τῆς ἐξῃρημένης καὶ νοερᾶς αἰτίας τῶν ὅλων ἀποδίδωσιν ἡγεμονίαν, ἐντίθησι δὲ αὐτοῖς καὶ τὰς προσεχεῖς τῆς παλιγγενεσίας δυνάμεις· ἐν αὐτοῖς γὰρ καὶ φθίνοντα πάλιν δέχεσθαι καὶ ἐκ τῶν ὅλων τὰ μέρη δημιουργεῖν καὶ πάλιν εἰς τὰ ὅλα τὴν τῶν μερῶν ἀνάλυσιν ἀποτελεῖν· καὶ ὅλως τὸν ἀειγενῆ τῆς φύσεως δρόμον ὑποτάττει τῇ ποιήσει τῶν νέων θεῶν. Ὡς δʼ οὖν συνελόντι φάναι, πληροῖ μὲν αὐτοὺς τῆς θείας ἑνώσεως ὁ δημιουργός, πληροῖ δὲ τῆς μονίμου καταστάσεως, πληροῖ δὲ ἀϊδιότητος τῆς αὐτοῖς προσηκούσης, τελεσιουργῶν δὲ δυνάμεων καὶ ζωογόνων ὀχετῶν καὶ δημιουργικῶν μέτρων ἐπιρρεῖ τὰς παντοδαπὰς αὐτοῖς αἰτίας. Διὸ δὴ καὶ οἱ πολλοὶ δημιουργοὶ τὴν τῶν καθʼ ἕκαστα δημιουργίαν εἰς τὴν μίαν καὶ ὅλην πρόνοιαν ἀναφέρουσι τοῦ πατρός, καὶ ταῖς ἀρχαῖς ἃς παρʼ ἐκείνου τῶν δημιουργικῶν ἔργων εἰλήχασι τὴν ἑαυτῶν  <span class="gap">…</span> δραστήριον ποίησιν. Καὶ πάντες μὲν πασῶν ἀποπληροῦνται τῶν δυνάμεων, ὅτι δὴ καὶ πάντες τῶν ἀπὸ τοῦ πατρὸς μετέχουσιν εἰς ἑαυτοὺς προϊόντων λόγων δημιουργικῶν, ἄλλοι δὲ κατʼ ἄλλην μᾶλλον ἰδιότητα χαρακτηρίζονται· καὶ οἱ μὲν τῆς ἑνώσεώς εἰσι δοτῆρες τοῖς αὑτῶν γεννήμασιν, οἱ δὲ τῆς ἀλύτου διαμονῆς, οἱ δὲ τῆς τελειότητος, οἱ δὲ τῆς ζωῆς, οἱ δὲ τῆς παλιγγενεσίας προΐστανται· καὶ τὰς ἡνωμένας ἐν τῷ ἑνὶ δημιουργῷ δυνάμεις διῃρημένως ἐν τῷ παντὶ κληρωσάμενοι τῇ τοῦ πατρὸς ὑπουργοῦσι προνοίᾳ. Καὶ πάντα μὲν ὅσα παρὰ τῶν πολλῶν ἀπογεννᾶται δημιουργῶν, πολλῷ μειζόνως ἀπὸ τῆς μιᾶς ὑφίσταται δημιουργίας, τὰ μὲν θνητὰ διαιωνίως, τὰ δὲ κινούμενα ἀκινήτως, τὰ δὲ μεριστὰ κυβερνώσης ἀμερίστως. Οὐ μέντοι καὶ τὰ τοῦ ἑνὸς ἐκείνου δημιουργοῦ γεννήματα τῶν νέων ἀνάγκη θεῶν ἐξάπτειν τῆς κινήσεως· περιληπτικωτέρα γάρ ἐστιν ἡ μία δημιουργία τῆς πεπληθυσμένης πανταχοῦ, καὶ τὰ αἰτιώτερα τῶν θείων καὶ πρὸ τῶν οἰκείων ἐνεργεῖ γεννημάτων καὶ μετʼ αὐτῶν ὑφίστησι τὰ ἀπʼ αὐτῶν. Τὰ μὲν τοίνυν θεῖα γένη τοῦ παντὸς καὶ ἀφʼ ἑαυτοῦ παράγει καὶ διʼ αὑτοῦ κατὰ τὴν ἀγαθοειδῆ βούλησιν ὁ πρώτιστος θεός, τὰ δὲ θνητὰ διὰ τῶν νέων κυβερνᾷ θεῶν, ἀφʼ ἑαυτοῦ μὲν καὶ ταῦτα γεννῶν, ἀλλʼ οἷον αὐτουργούντων ἄλλων. Διʼ ἐμοῦ γὰρ γενόμενα, φησί, θεοῖς ἰσάζοιτο ἄν. Τὸ μὲν οὖν διʼ οὗ τοῖς νέοις θεοῖς ἀποδοτέον, τὸ δὲ ἀφʼ οὗ κἀν τῇ παρόδῳ τῶν θνητῶν εἰς τὸν ὅλον δημιουργὸν ἀνακτέον. Ἀεὶ γὰρ τὰ πρώτιστα τῶν ὑφισταμένων συναπεργάζεται τῇ σφετέρᾳ μονάδι τὴν τῶν δευτέρων ἀπογέννησιν· καὶ πάντα μὲν ἀπʼ ἐκείνης, ἀλλὰ τὰ μὲν ἀμέσως καὶ διʼ ἐκείνης, τὰ δὲ διὰ μέσων ἄλλων ἀποδέχεται τὴν ἀπʼ ἐκείνης πρόνοιαν. Καὶ γὰρ τὰ μέσα ταῦτα γένη τῶν αἰτίων ἀπὸ τῆς πρωτουργοῦ μονάδος λαγχάνει τὴν προνοητικὴν τῶν δευτέρων ἐπιστασίαν. ιθʹ Περὶ μὲν οὖν τῶν ἐν Τιμαίῳ λόγων οὓς ὁ δημιουργὸς ἐνδίδωσι τοῖς ἐν τῷ κόσμῳ θεοῖς τοσαῦτα πρὸς τὸ παρὸν εἰρήσθω. Μετὰ δὲ τούτους θεωρῆσαι προσήκει τὰ δεύτερα μέτρα τῆς ὅλης δημιουργικῆς προνοίας, ἣν προτείνει ταῖς πολλαῖς καὶ μερισταῖς ἀφʼ ἑαυτοῦ ψυχαῖς. Καὶ γὰρ ταύτας ὑποστήσας καὶ διελὼν ἰσαρίθμους ταῖς θείαις ζωαῖς καὶ περὶ τὸν κόσμον διασπείρων ὅρους δημιουργικοὺς ἐντίθησιν αὐταῖς καὶ τὰς ὅλας αὐτῶν ἀφορίζει περιόδους καὶ τοὺς εἱμαρμένους νόμους εἰς αὐτὰς ἐγγράφει καὶ τὰ μέτρα τῆς γενεσιουργοῦ ζωῆς αὐτῶν προτίθησιν ἐμφανῆ καὶ τὰ τῆς ἀρετῆς ἆθλα καὶ τὰ τῆς κακίας ἔργα πάντα διαθεσμοθετεῖ καὶ κοσμεῖ δεόντως, καὶ τὸ τέλος τῆς πάσης περιόδου νοερῶς ἐν ἑνὶ περιλαμβάνει καὶ πρὸς τοῦτο τὴν ὅλην πολιτείαν συντάττει τῶν μερικῶν ψυχῶν. Πᾶσαι μὲν οὖν αἱ τῆς ἀθανάτου μοίρας ψυχαὶ τὴν πρόοδον ἀπὸ τοῦ δημιουργοῦ λαχοῦσαι πληροῦνται παρʼ αὐτοῦ τῆς ἡνωμένης καὶ νοερᾶς προνοίας, διότι δὴ πανταχοῦ τὰ γεννήματα τῶν αἰτίων ἐξηρτημένα μετέχει τῆς ἀπʼ αὐτῶν τελεσιουργίας· ἀλλʼ αἱ μὲν θεῖαι ψυχαὶ πρώτως ἐκεῖθεν ὑποστᾶσαι καὶ τῶν λόγων ἀμέσως κατήκοοι γίγνονται τοῦ πατρός· αἱ δὲ μερισταὶ δευτέρως καὶ μετὰ πλείονος μερισμοῦ τῆς ἑνοειδοῦς προνοίας τοῦ δημιουργοῦ μεταλαγχάνουσιν. Ὅθεν δὴ καὶ ταύταις μὲν ὡς νομοθέτης καὶ τὰ μέτρα πάντα τῆς ζωῆς αὐτῶν ἀφορίζων, οὕτως προτείνει τοὺς δημιουργικοὺς λόγους, τὸ μὲν διῃρημένον τῆς ὅλης αὐτῶν ζωῆς ἡνωμένως περιλαμβάνων, τὸ δὲ ἐν χρόνῳ μεταβάλλον ἀχρόνως ἐν ταὐτῷ συνελίσσων, τὸ δὲ πολυειδὲς καὶ ποικίλον τῆς περὶ αὐτὰς ἐνεργείας μονοειδῶς κατὰ μίαν ἁπλότητα συνάγων. Ταῖς δὲ θείαις ψυχαῖς αὐτόθεν τὴν ἑαυτοῦ πρόνοιαν ἐκφαίνει καὶ κοινωνεῖν αὐτῷ τῆς εἰς τὸν κόσμον ὅλον προμηθείας παρακελεύεται καὶ συνδημιουργεῖν τὰ θνητὰ καὶ συνδιακοσμεῖν καὶ τῶν γενητῶν ἄρχειν κατὰ τὰ μέτρα τῆς δίκης καὶ ποδηγεῖν πάντα καὶ συγκυκλεῖν ἑπομένως τῇ δημιουργικῇ προνοίᾳ. Πολλοῦ ἄρα δέουσιν ἐφάπτεσθαι τῆς δημιουργίας οἱ τοῦ Πλάτωνος ἐξηγηταὶ τὰς μερικὰς ψυχὰς εἰς ταὐτὸν ἄγοντες ταῖς ὅλαις καὶ πάσαις τὴν αὐτὴν οὐσίαν διδόντες, ἐπειδὴ πᾶσαι κατὰ τὸν ἕνα δημιουργὸν ἔλαχον τὴν ἀπογέννησιν. Πρῶτον μὲν γὰρ καὶ κατʼ αὐτὴν τὴν πρόοδον τὰ τῶν πρόσθεν ἐπίλοιπα κατεχεῖτο καὶ δεύτερα καὶ τρίτα, φησὶν ὁ Τίμαιος, γένη προῆγε τὰς μερικὰς ψυχὰς διακοσμῶν ὁ πατήρ· ἐπὶ δὲ τῇ τοιαύτῃ προόδῳ καὶ τοὺς τῆς ἐπιστροφῆς λόγους ταῖς μὲν θείαις ψυχαῖς νοεροὺς προτείνει καὶ δημιουργικοὺς καὶ δυνάμεων γεννητικῶν καὶ τελεσιουργῶν ἀγαθῶν παρεκτικούς, ταῖς δὲ μερικαῖς γενέσεως καὶ εἱμαρμένων νόμων καὶ δίκης καὶ περιόδων παντοίων ἀφοριστικούς. Εἰ τοίνυν τὰ ἐκ τοῦ δημιουργοῦ πάντα κατʼ οὐσίαν ἐστὶ ταῖς ψυχαῖς, ἀνάγκη δήπου τὰ διαφέροντα μέτρα τῶν λόγων διαφόρων εἶναι δυνάμεων αἴτια· καὶ ταῖς μὲν τῶν ψυχῶν τὴν ἐξῃρημένην ἀπονέμει τῶν ἐν τῷ κόσμῳ πολιτείαν, ταῖς δὲ τὴν ὑποτεταγμένην ἐκείναις καὶ κυβερνωμένην ἄνωθεν ἀπʼ αὐτῶν. κʹ Ταῦτα μὲν οὖν ἐν ἄλλοις διὰ πλειόνων ἔξεστιν ἀποδεικνύναι. Μετὰ δὲ τοὺς δημιουργικοὺς λόγους πάλιν ἐπʼ αὐτὸν τὸν δημιουργικὸν νοῦν ἀναδραμόντες θεωρήσωμεν ἑπόμενοι τῷ Πλάτωνι τίς ποτε οὗτός ἐστιν ὁ δημιουργός, τὸ πέρας αὐτὸ τῆς νοερᾶς τριάδος συνελίσσων εἰς τὴν ἀρχήν, καὶ ὅπως αὐτὸν ἐπονομάζειν προσήκει κατὰ τὴν Ἑλληνικὴν θεολογίαν. Μᾶλλον δὲ πρὸ τούτου συνελόντες εἴπωμεν ἐν κεφαλαίοις ἃ περὶ αὐτοῦ κατὰ τὴν ὑφήγησιν τοῦ Τιμαίου παρειλήφαμεν· καὶ γὰρ ἂν ἐκεῖνα ῥᾷον ἐκ τούτων διομολογηθέντων ἡμῖν καταμάθοιμεν. Ποιητὴς μὲν δὴ καὶ πατὴρ ἀνύμνηται τοῦ κόσμου παντὸς εὐθὺς ἐν ἀρχῇ τῆς περὶ αὐτοῦ θεολογίας, καὶ οὔτε ποιητὴς μόνον οὔτε πατὴρ καὶ ποιητής, ἀλλʼ ὁμοῦ μὲν ἀμφοτέρας ἔχων ἀναπέφανται τὰς ἰδιότητας, κατὰ δὲ τὴν ποιητικὴν μᾶλλον ἢ τὴν πατρικὴν αἰτίαν χαρακτηριζόμενος· δημιουργὸς δὲ τῶν ὅλων κατὰ τὴν ἀγαθότητα τὴν ἑαυτοῦ καὶ τὴν ἄφθονον βούλησιν καὶ τὴν δύναμιν τὴν πάντα κατακοσμεῖν, καὶ τὰ ἄτακτα, δυναμένην· κάλλους δὲ καὶ συμμετρίας καὶ τάξεως χορηγὸς καὶ τῶν αἰτίων ἄριστος διαφερόντως ἡμῖν παραδέδοται, διότι δὴ τῆς ὅλης δημιουργικῆς σειρᾶς τὴν μονοειδῆ καὶ πρωτουργὸν ἐκληρώσατο δύναμιν· νοῦ δὲ καὶ ψυχῆς ὑποστάτης καὶ πάσης ὁμοῦ τῆς ἐν τῷ κόσμῳ ζωῆς, ἐπειδὴ ζῷον ἔμψυχον ἔννουν αὐτὸς ἀπειργάσατο τὸν ὅλον οὐρανόν· πλήρης δὲ τοῦ νοητοῦ παντὸς ὢν καὶ πρὸς αὐτὸ τὸ νοητὸν ζῷον καὶ παντελὲς ἀνατείνων ἑαυτόν, καὶ τοῦτο διʼ ὁμοιότητος ἐκείνῳ συνάπτων καὶ μονογενὲς αὐτὸ δημιουργῶν, ὥσπερ τὸ παράδειγμα χωριστόν, ἀφʼ ὅλων ἐκβεβηκὸς τῶν νοητῶν, ἡνωμένως ὑφέστηκε· καὶ μὴν καὶ τῶν σωμάτων αὐτὸς δημιουργός, αὐτὸς τελεσιουργός, αὐτὸς ταῖς ἀρίσταις ἀναλογίαις τὰ πάντα συνδέων καὶ τάς τε δυνάμεις αὐτῶν καὶ τοὺς ὄγκους καὶ τοὺς ἀριθμοὺς τοῖς καλλίστοις δεσμοῖς συναρμόζων· ἔτι δὲ ὅλον ἐξ ὅλων καὶ τέλειον ἐκ τελείων τὸ πᾶν ὑφιστάς, ἵνʼ ἀγήρων καὶ ἄνοσον ᾖ καὶ πάντα ἔχον ἐν ἑαυτῷ τὰ τῶν στοιχείων γένη· καὶ δὴ καὶ σχήματι τῷ πρωτίστῳ καὶ ἁπλουστάτῳ καὶ περιληπτικωτάτῳ τῶν ὄντων ἁπάντων σχημάτων αὐτὸ διακοσμῶν· πρὸς δὲ τούτοις αὐταρκείας αἴτιος καὶ τῆς εἰς αὑτὸ τοῦ παντὸς ἀνακυκλήσεως, ἵνα πάντα καὶ πάσχον ὑφʼ ἑαυτοῦ καὶ δρῶν ἐν αὑτῷ μηδενὸς τῶν ἔξω κειμένων προσδεὲς ᾖ· καὶ κινήσεως μὲν αὐτῷ νοερᾶς χορηγός, ζωῆς δὲ κατὰ χρόνον ἐξελιττομένης καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὰ αὐτὰ τὴν μεταβολὴν ποιουμένης· ἔτι τοίνυν ψυχῆς ἐστι πατὴρ καὶ τῶν ἐν ψυχῇ γενῶν καὶ τῆς ἐν αὐτῇ διαιρέσεως καὶ τῶν ἁρμονικῶν πάντων λόγων, οἷον λύραν αὐτοκίνητον καὶ ἀθάνατον ὑποστησάμενος ταύτην ἐν τῷ κόσμῳ· καὶ τῶν ἐν αὐτῷ κύκλων διαιρέτης, τοῦ τε ἑνὸς καὶ τῶν ἑπτά, καὶ ὅλως σχήματος καὶ μορφῆς αὐτὸς ποιητὴς καὶ δημιουργός· ἐπὶ δὲ τούτοις τὸν ὅλον χρόνον αὐτὸς ἀφʼ ἑαυτοῦ γεννᾷ κατὰ τὴν τοῦ αἰῶνος μίμησιν καὶ τὰ τοῦ χρόνου μέτρα πάντα καὶ τοὺς ἐκφαίνοντας ταῦτα θεούς· καὶ διαφερόντως τὸν ὅλον ὑφίστησιν ἥλιον ἀπὸ τῆς ἑαυτοῦ νοερᾶς οὐσίας τὸ φῶς ἀνάπτων, ἵνα τῶν ἄλλων θεῶν ἐξῃρημένην ἔχων ὑπεροχὴν βασιλεὺς ᾖ τοῦ παντός· καὶ μὲν δὴ καὶ τὰ πλήθη σύμπαντα τῶν ἐγκοσμίων δημιουργεῖ θεῶν τε καὶ δαιμόνων καὶ τὰ οὐράνια καὶ τὰ ὑπὸ σελήνην, ἵνα τὸν μονογενῆ καὶ αὐτάρκη τοῦτον θεὸν ἄγαλμα τοῦ νοητοῦ καὶ παντελοὺς ἀποφήνῃ θεοῦ, τὴν μὲν γῆν οἷον ἑστίαν ἐν αὐτῷ πηξάμενος, τὰ δὲ ἄλλα στοιχεῖα ψυχαῖς θείαις καὶ δαίμοσι διακληρώσας· ἐφʼ ἅπασι δὲ τούτοις ἐπιστρέφει μὲν τὰ προελθόντα γένη τῶν θεῶν εἰς αὑτόν, πληροῖ δὲ πάντα γενέσεως ἀχράντου, ζωῆς ἀϊδίου, τελειότητος δημιουργικῆς, γεννητικῆς περιουσίας· ὑφίστησι δὲ καὶ τὰς μεριστὰς ψυχὰς μετὰ τῶν ὀχημάτων καὶ διαιρεῖ περὶ τοὺς ἡγεμόνας θεοὺς καὶ ἄλλας ἄλλοις ὑποτάττει καὶ τοὺς εἱμαρμένους νόμους αὐταῖς ἐκφαίνει καὶ ταῖς εἰς γένεσιν καθόδοις μετρεῖ καὶ ταῖς περιόδοις αὐτῶν ἀθλοθετεῖ καὶ πᾶσαν ὡς εἰπεῖν αὐτῶν τὴν ἐν τῷ κόσμῳ πολιτείαν διαθεσμοθετεῖ. Μετὰ δὲ πάντα ταῦτα πέρας μὲν ἐπιτίθησι τῇ προνοίᾳ τῶν ὅλων, ἐπάνεισι δὲ εἰς τὴν ἑαυτοῦ περιωπήν, τοῖς νέοις θεοῖς παραδοὺς τὴν τῶν θνητῶν προμήθειαν καὶ μένων ἐν τῷ αὑτοῦ κατὰ τρόπον ἤθει, παράδειγμα τοῖς ἐν τῷ κόσμῳ δημιουργοῖς τῆς εἰς τὰ δεύτερα προνοίας. Καὶ ὥσπερ ἐν τῇ δημιουργίᾳ τῶν ὅλων παράδειγμα τὸ νοητὸν ζῷον, οὕτω δὴ κἀν τῇ διακοσμήσει τῶν μερικῶν παράδειγμα τὸ νοερόν ἐστι ζῷον, ἐν ᾧ διῃρημένως τὰ εἴδη πάντα κατὰ τὴν ἑαυτῶν φύσιν προφαίνεται. Νοήσαντες γάρ φησιν οἱ παῖδες τὴν τοῦ πατρὸς τάξιν ἐπείθοντο αὐτῇ· καὶ μένοντος ἐκείνου καὶ πατρικῶς καὶ διαιωνίως τὰ πάντα παράγοντος, αὐτοὶ δημιουργικῶς καὶ κατὰ χρόνον τὰ θνητὰ γένη διεκόσμουν. Ἄνωθεν δὴ ἄχρι τῆς τούτων ποιήσεως ἡ τοῦ δημιουργοῦ πρόνοια καταφαίνεται, καὶ οἷον ὕμνος τις οὗτος ἀποδέδοται τῷ δημιουργῷ καὶ πατρὶ τοῦδε τοῦ παντὸς ὑπὸ τοῦ Πλάτωνος τάς τε δυνάμεις αὐτοῦ καὶ τὰς ποιήσεις καὶ τὰς εἰς τὸν κόσμον εὐεργεσίας ἀνευφημῶν. Καὶ δεῖ τοῖς ἐνταῦθα σαφῶς ἀναγεγραμμένοις πειθομένους καὶ τἄλλα πάντα περὶ αὐτοῦ ζητούμενα θηρᾶν· λέγω δὲ οἷον , ὃ μικρῷ πρότερον εἴπομεν, τίς ποτε οὗτός ἐστιν ὁ δημιουργός, καὶ ὅπως αὐτὸν ὀνομάζειν προσήκει κατὰ τὴν παρʼ Ἕλλησι φήμην, καὶ διὰ ποίαν αἰτίαν οὔτε ὄνομα αὐτοῦ παραδίδωσιν ὁ Τίμαιος οὔτε ὅστις ἐστὶν ἐξέφηνεν, ἀλλὰ καὶ εὑρεῖν ἔργον αὐτὸν καὶ εὑρόντα φησὶν ἀδύνατον εἰς ἅπαντας λέγειν. Ἤδη μὲν οὖν κἀκ τῶν προειρημένων οἶμαι καταφανὲς γεγονέναι τοῖς καὶ μικρὰ συνεῖναι δυναμένοις ὅτι καὶ κατὰ τὴν Πλάτωνος ψῆφον ὁ μέγας ἐστὶ Ζεὺς ὁ νυνὶ παρʼ ἡμῶν ὑμνημένος δημιουργός. Εἰ γὰρ τῆς νοερᾶς ὅλης, ὥσπερ εἴρηται, τριάδος τὸ μὲν ἀκρότατόν ἐστιν ἡ τοῦ Κρόνου βασιλεία καὶ νοητὴ τῶν νοερῶν ὑπεροχή, τὸ δὲ μέσον κέντρον καὶ ὁ ἐκδόχιος κόλπος τῆς ἐν τῷ Κρόνῳ γεννητικῆς δυνάμεως ἡ μητρικὴ τῆς Ῥέας καὶ ζωογόνος πηγή, παντὶ δήπου καταφανὲς ὅτι καὶ τὸ πέρας αὐτῆς ὁ μέγιστος ἐκληρώσατο Ζεύς. Ἀπὸ γὰρ τῶν προειρημένων αἰτιῶν, τῆς μὲν πατρικῆς, τῆς δὲ γεννητικῆς, οὗτός ἐστιν ὁ πατρικῶς ὑφιστάμενος θεός, ὃς δὴ καὶ βασιλεύειν λέγεται τὴν τοῦ πατρὸς διαδεχόμενος νοερὰν ἀρχήν. Εἰ τοίνυν ἀνάγκη τὸν δημιουργὸν τὸ πέρας τῆς νοερᾶς τριάδος ταύτης συνελίσσειν, ὡς δέδεικται πρότερον, καὶ τοῦτο τῆς τοῦ Διὸς βασιλικῆς δυνάμεως ἴδιον, εἰς ταὐτὸν δήπου χωρεῖν ὁμολογήσομεν τῷ δημιουργῷ τὴν Δίιον ἀρχήν, καὶ τοῦτον εἶναι τὸν ὑμνημένον ἐν Τιμαίῳ δημιουργόν. καʹ Εἰ δὲ καὶ δεῖ πλείονος ἀξιῶσαι τοῦτο λόγου καὶ τοῖς ἀλλαχοῦ περὶ τοῦ θεοῦ τούτου παρὰ τοῦ Πλάτωνος ἀναγεγραμμένοις σύμφωνον ἀποδεῖξαι τὴν ἐν Τιμαίῳ περὶ τοῦ δημιουργοῦ θεολογίαν, φέρε τῶν ἐν Κριτίᾳ πρῶτον ἀναλαβώμεθα, διότι δὴ καὶ συνεχής ἐστι τῷ Τιμαίῳ καὶ κατὰ τὴν πρὸς αὐτὸν ἀναλογίαν σύγκειται, τὴν ἐν εἰκόσι τῶν αὐτῶν ὑπόστασιν παραδιδούς, ὧν τὰ πρωτουργὰ παραδείγματα διὰ τῆς τοῦ κόσμου δημιουργίας ὁ Τίμαιος ἐξύμνησεν. Ἐνταῦθα τοίνυν ὁ Πλάτων, ἵνα ἄνωθεν ἄρξωμαι, τήν τε τῶν Ἀθηναίων παρασκευὴν διὰ πλειόνων ἱστορήσας ἣν εἶχον ἐν τοῖς πρόσθεν χρόνοις καὶ τὴν τῶν Ἀτλαντίνων ὕβριν καὶ πλεονεξίαν, τῶν Ποσειδῶνος μὲν ἀπογόνων, τὸ δὲ θεῖον σπέρμα διὰ τὴν τῶν ἀνθρωπίνων καὶ θνητῶν ἐπιτηδευμάτων σύμμιξιν ἀφανισάντων καὶ ἐπὶ πάντας ὕβρει πορευομένων, συνάγει μὲν τοὺς θεοὺς εἰς τὴν περὶ αὐτῶν βουλήν, ὥσπερ οἱ φοιβόληπτοι ποιηταί, καὶ κοινὸν συνέδριον καθίζει τῶν θεῶν, ἐξάρχει δὲ ὁ Ζεὺς τῆς ὅλης αὐτῶν πολιτείας καὶ πρὸς ἑαυτὸν ἐπιστρέφει τὸ πλῆθος. Καὶ ὥσπερ ὁ ἐν Τιμαίῳ δημιουργός, εἰς ἑαυτὸν συνελίσσων πάντας τοὺς ἐγκοσμίους θεούς, οὕτω δὴ καὶ ὁ ἐν τῷ Κριτίᾳ τῶν ὅλων προμηθούμενος Ζεὺς συνάγει τοὺς θεοὺς περὶ ἑαυτόν. Τίνα δὴ οὖν ὁ Πλάτων φησὶ περὶ τοῦ θεοῦ καὶ ὅπως σύμφωνα τοῖς ὑπὸ τοῦ Τιμαίου πρότερον εἰρημένοις, ἐφεξῆς κατανοήσωμεν. Θεὸς δὲ ὁ θεῶν Ζεὺς ἐν νόμοις βασιλεύων, ἅτε δυνάμενος καθορᾶν τὰ τοιαῦτα, ἐννοήσας γένος ἐπιεικὲς ἀθλίως διατιθέμενον καὶ δίκην αὐτοῖς ἐπιθεῖναι βουληθείς, ἵνα γένωνται ἐμμελέστεροι σωφρονισθέντες, συνήγειρε θεοὺς πάντας εἰς τὴν τιμιωτάτην αὐτῶν οἴκησιν, ἣ δὴ κατὰ μέσον παντὸς τοῦ κόσμου βεβηκυῖα καθορᾷ πάνθʼ ὅσα γενέσεως μετείληφεν. Ἐν δὴ τούτοις εὐθὺς ἐν ἀρχῇ θεὸς θεῶν βασιλεὺς ἀνυμνούμενος ὁ Ζεύς, πῶς οὐχὶ τοῖς ἐν Τιμαίῳ γεγραμμένοις ὁμολογεῖ τοῖς πάντων αὐτὸν τῶν ἐγκοσμίων θεῶν πατέρα καὶ αἴτιον ἀποφήνασι; Τίς γάρ ἐστιν ἄλλος ὁ πάντων θεῶν βασιλεύων θεὸς ἢ ὁ τῆς ὑποστάσεως αὐτῶν καὶ τῆς οὐσίας αἴτιος; Τίς δὲ ὁ θεοὺς θεῶν τοὺς ἐγκοσμίους ἀποκαλῶν; Οὐχ ὁ τῆς δημιουργίας ἁπάσης εἰς ἑαυτὸν τὴν ἀρχὴν ἀναδησάμενος; Εἰ τοίνυν καὶ τοῖς ἀφʼ ἑαυτοῦ γεννωμένοις δίδωσι τὸ θεοῖς εἶναι θεῶν, πολλῷ δήπου μειζόνως αὐτῷ προσήκει τῶν θεῶν πάντων ἀνυμνεῖσθαι θεῷ· Καὶ τοίνυν καὶ τὸ δίκην ἐπιθεῖναι τοῖς πλημμελοῦσι τίνι διαφερόντως ἂν προσήκοι τῶν πρὸ τοῦ κόσμου θεῶν ἢ τῷ τὰ μέτρα πάντα ταῖς ψυχαῖς ἀφορίσαντι καὶ τοὺς νόμους τοῦ παντὸς αὐταῖς ἐκφήναντι καὶ περὶ δικαιοσύνης καὶ ἀδικίας τὰ πρέποντα διαθεσμοθετήσαντι, ἵνα τῆς ἔπειτα εἴη κακίας ἀναίτιος ἑκάστων; Καὶ μὴν καὶ τὸ συναγείρειν πάντας τοὺς θεοὺς εἰς τὴν τιμιωτάτην αὐτῶν οἴκησιν, ἣ πᾶσαν τὴν γένεσιν καθορᾷ τὸ μέσον κατέχουσα τοῦ παντός, ἐξῃρημένην μὲν αὐτῷ τοῦ πλήθους πρόνοιαν ἀποδίδωσιν, ἐξ ἴσου δὲ ἐπὶ πάντα τὸν κόσμον διατείνουσαν, ἃ δὴ τῆς δημιουργικῆς ἐστι μονάδος ἐξαίρετα ἀγαθά. Τὸ γὰρ ἐπιστρέφειν πάντας εἰς ἑαυτὸν τοὺς θεοὺς καὶ καθορᾶν τὸν ὅλον οὐρανόν, ἐξῃρημένως τῷ δημιουργῷ προσήκει τοῦ παντός. Τίνος γὰρ ἂν ἄλλου προσεχῶς μετέχειν δυνατὸν τὸ πλῆθος ἢ τῆς ὑποστατικῆς αὐτοῦ μονάδος; Τίς δʼ ἂν ἐπιστρέφοι πρὸς ἑαυτὸν τοὺς πάντας ἐν τῷ κόσμῳ θεοὺς ἢ ὁ τῆς οὐσίας αὐτῶν δημιουργὸς καὶ τῆς ἐν τῷ παντὶ διακληρώσεως; κβʹ Ἓν μὲν οὖν τοῦτο πρῶτον τεκμήριον τοῦ ζητουμένου τιθέμεθα· δεύτερον δὲ ἕτερον, εἰ βούλει, τὴν ἐν τῷ Κρατύλῳ τοῦ Σωκράτους ῥῆσιν, καθʼ ἣν περὶ τῶν ὀνομάτων ποιεῖται τοὺς λόγους, ἐξ ὧν τὴν οὐσίαν ἡμῖν παρίστησι τοῦ Διός. Οὐ γὰρ ἐξ ἑνὸς ὀνόματος ἐπὶ τὴν φύσιν ἀνάγεται τοῦ θεοῦ τοῦδε, καθάπερ ἐπὶ τῶν ἄλλων θεῶν, οἷον Κρόνου καὶ Ῥέας καὶ Ποσειδῶνος καὶ Πλούτωνος, ἀλλʼ ἐκ δυοῖν εἰς ἓν ἰόντων καὶ τὴν μίαν αὐτοῦ καὶ ἡνωμένην οὐσίαν μεριστῶς ἐνδεικνυμένων ἐκφαίνει τὴν τοῦ θεοῦ τούτου δύναμιν καὶ τὴν τῆς ὑπάρξεως ἰδιότητα. Καὶ γὰρ ἡ κοινὴ περὶ αὐτοῦ φήμη διχῶς αὐτὸν ἐπονομάζει, καὶ τοτὲ μὲν Δία καλοῦντες αὐτὸν ἔν τε εὐχαῖς καὶ ὕμνοις θεραπεύομεν, τοτὲ δὲ ἀπὸ τῆς ζωῆς παρωνύμως Ζῆνα τὸν αὐτὸν ἀνευφημοῦμεν· καὶ Ζεὺς ἅμα καλούμενος καὶ τῇ τοῦ Διὸς προσηγορίᾳ χαίρων, ἀπʼ ἀμφοτέρων ὁμοίως τῶν ὀνομάτων  <span class="gap">…</span> παρʼ Ἕλλησίν ἐστι καὶ ἣν ἔλαχεν οὐσίαν καὶ τάξιν ἐν τοῖς θείοις δηλοῦται. Καὶ καθʼ αὑτὸ μὲν οὐδέτερον ἱκανῶς δύναται γνώριμον ποιῆσαι τὴν ἰδιότητα τοῦ θεοῦ, συνταχθέντα δὲ ἀλλήλοις καὶ λόγος γενόμενος τῆς περὶ αὐτοῦ ἀληθείας ἐστὶν ἐκφαντικά. Πῶς οὖν ἐξ ἀμφοῖν τῶν ὀνομάτων ἡ τοῦ βασιλέως τούτου σημαίνεται δύναμις καὶ ἡ τῆς ὑποστάσεως αὐτοῦ προηγουμένη τάξις ἐν τοῖς θεοῖς, αὐτοῦ τοῦ Σωκράτους ἀκούσωμεν λέγοντος· Φαίνεται δὲ καὶ τῷ πατρὶ αὐτοῦ λεγομένῳ Διὶ παγκάλως τὸ ὄνομα κεῖσθαι, ἔστι δὲ οὐ ῥᾴδιον κατανοῆσαι. Ἀτεχνῶς γάρ ἐστιν οἷον λόγος τὸ τοῦ Διὸς ὄνομα, διελόντες δὲ αὐτὸ διχῇ οἱ μὲν τῷ ἑτέρῳ μέρει, οἱ δὲ τῷ ἑτέρῳ χρώμεθα· οἱ μὲν γὰρ Ζῆνα, οἱ δὲ Δία καλοῦσι, συντιθέμενα δὲ εἰς ἓν δηλοῖ τὴν φύσιν τοῦ θεοῦ, ὃ δὴ προσήκειν φαμὲν ὀνόματι οἵῳ τε εἶναι ἀπεργάζεσθαι. Οὐ γάρ ἐστιν ἡμῖν καὶ τοῖς ἄλλοις ἅπασιν ὅστις ἐστὶν αἴτιος μᾶλλον τοῦ ζῆν ἢ ὁ ἄρχων τε καὶ βασιλεὺς τῶν πάντων. Συμβαίνει οὖν ὀρθῶς ὀνομάζεσθαι οὗτος ὁ θεὸς εἶναι διʼ ὃν ζῆν πᾶσι τοῖς ζῶσιν ὑπάρχει· διείληπται δὲ δίχα, ὥσπερ λέγω, ἓν ὂν τὸ ὄνομα τῷ Διὶ καὶ τῷ Ζηνί. Ὁ μὲν οὖν τρόπος τῆς τῶν ὀνομάτων εἰς ἓν συναγωγῆς καὶ τῆς διʼ ἀμφοτέρων τοῦ θεοῦ τούτου προφαινομένης ὑπάρξεως παντὶ καταφανής. Εἰ δὲ δὴ τῆς ζωῆς ἐστι τοῖς πᾶσιν, ὥσπερ λέγεται, χορηγὸς καὶ ἄρχων καὶ βασιλεὺς τῶν πάντων ὅσα λέγεται ζῆν, τίνι προσήκειν τὴν ἰδιότητα ταύτην θησόμεθα τὸν δημιουργὸν ἀφέντες; Πῶς δὲ οὐκ ἀνάγκη τοῖς ἐν Τιμαίῳ λεγομένοις συμφωνοῦντας ἐπʼ αὐτὸν ἀναφέρειν τὴν τῆς ζωογονίας ἀρχήν; Καὶ γὰρ τὸν ὅλον κόσμον ἔμψυχον καὶ ἔννουν καὶ ζῷον ὁ δημιουργὸς ἀποτελεῖ καὶ τὴν τριπλῆν ἐν ἑαυτῷ ζωὴν ὑφίστησι, τὴν μὲν ἀμέριστον καὶ νοεράν, τὴν δὲ μεριστὴν καὶ σωματοειδῆ, τὴν δὲ μεταξὺ τούτων, ἀμέριστον ἅμα καὶ μεριστήν, καὶ τῶν οὐρανίων σφαιρῶν ἑκάστην αὐτός ἐστιν ὁ ταῖς τῆς ψυχῆς συνάπτων περιφοραῖς καὶ τῶν ἄστρων ἑκάστῳ ζωὴν ἐφιστὰς ψυχικὴν καὶ νοεράν, καὶ τοῖς ὑπὸ σελήνην στοιχείοις θεοὺς ἡγεμόνας παραγαγὼν καὶ ψυχάς, καὶ πρὸς τούτοις ἅπασι καὶ τὰ μεριστὰ τῆς ζωῆς ὑποστήσας γένη καὶ τῶν θνητῶν ζῴων τὴν ἀρχὴν τοῖς νέοις θεοῖς ἐνδιδούς. Πάντα μὲν οὖν τὰ ἐν τῷ κόσμῳ ζωῆς ἐστι μεστὰ διὰ τὴν τοῦ δημιουργοῦ καὶ πατρὸς δύναμιν· καὶ ζῷον ἓν ὁ κόσμος οὗτος ἐκ πάντων ζῴων συμπεπλήρωται διὰ τὴν ἀνέκλειπτον τοῦ γεννήσαντος αὐτὸν αἰτίαν. Καὶ οὐδεὶς ἄλλος ἐστὶν ὁ τοῦ ζῆν τοῖς πᾶσι χορηγὸς καὶ διʼ ὃν ζῇ τὰ πάντα, τὰ μὲν ἐναργέστερον, τὰ δὲ ἀμυδρότερον, ἢ ὁ τῶν ὅλων δημιουργός. Ζῷον γάρ ἐστι καὶ αὐτὸς νοερόν, ὥσπερ τὸ παντελὲς παράδειγμα νοητόν. Διὸ καὶ συνήνωται ταῦτα ἀλλήλοις, καὶ ἔστι τὸ μὲν πατρικῶς τῶν ὅλων αἴτιον, τὸ δὲ δημιουργικῶς. Καὶ ὥσπερ τὸ αὐτοζῷον ἅπαντα τὰ ζῷα τά τε νοητὰ καὶ τὰ αἰσθητὰ κατὰ μίαν αἰτίαν ὑφίστησι νοητῶς, οὕτω δὴ καὶ ὁ δημιουργὸς κατὰ δευτέραν τάξιν τὰ ἐν τῷ κόσμῳ ζῷα δημιουργεῖ νοερῶς· καὶ ὥσπερ ἐκεῖνο προσεχῶς ὑφέστηκεν ἐκ τῆς νοητῆς ζωῆς, οὕτως καὶ οὗτος ἐκ τῆς νοερᾶς ζωῆς ἀπογεννᾶται καὶ πληροῦται πρώτιστος τῶν τῆς ζωογονίας ὀχετῶν· διὸ καὶ πᾶσιν ἐπιλάμπει τὸ ζῆν, ἐκφαίνων τὰ βάθη τῆς ζωογόνου θεότητος καὶ τὴν γόνιμον τῶν νοερῶν θεῶν δύναμιν προκαλούμενος. Εἰ τοίνυν ζῇ μὲν τὰ πάντα κατὰ τὴν δημιουργικὴν αἰτίαν καὶ ψυχῆς μετέχει καὶ νοῦ καὶ πάσης ὡς εἰπεῖν ζωογονίας διὰ τὴν τοῦ θεοῦ τούτου πρόνοιαν, ὁ δὲ τὸ ζῆν προνάων τοῖς ἐν τῷ κόσμῳ πᾶσιν ἀφʼ ἑαυτοῦ καὶ ἄρχων τῶν ὅλων καὶ βασιλεύς, ὁ μέγιστος Ζεύς, ὥς φησιν ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης, ὁ αὐτὸς δήπου τῷ δημιουργῷ ἀναπέφηνεν ὑπάρχων· καὶ ἡ τοῦ Τιμαίου περὶ τὸν δημιουργὸν ἔνθεος νόησις τῇ τοῦ Σωκράτους περὶ τοῦ Διὸς θεολογίᾳ σύμφωνός ἐστιν. Εἰ δὲ καὶ ἑκάτερος αὐτῶν τὴν τοῦ θεοῦ τούτου γνῶσιν δύσληπτον ἐπονομάζει, καὶ ὁ μὲν εὑρεῖν τε ἔργον καὶ εὑρόντα φησὶν αὐτὸν εἰς ἅπαντας ἀδύνατον λέγειν, ὁ δὲ οὐ ῥᾴδιον κατανοῆσαι τὸ τοῦ Διὸς ὄνομα τίθεται, πῶς οὐ καὶ ταύτῃ συνᾴδουσιν ἀλλήλοις ἐν τοῖς περὶ τοῦ θεοῦ τούτου λόγοις; Καὶ μὴν καὶ ἡ τῶν ὀνομάτων σύνθεσις καὶ ἡ ἐκ δυοῖν εἰς μίαν ὕπαρξιν σύνοδος διαφερόντως προσήκουσα τῷ δημιουργῷ φαίνεται. Τὸ γὰρ δυοειδὲς αὐτῷ τῆς οὐσίας καὶ ἡ γεννητικὴ δύναμις καὶ κατὰ τοὺς ἄλλους θεολόγους ἀπονενέμηται. Παρʼ αὐτῷ γὰρ καὶ ἡ δυὰς ἵδρυται, καθʼ ἣν τὰ πάντα γεννᾷ — περὶ ἧς καὶ ὁ Τίμαιος λέγοντα πεποίηκε πρὸς τοὺς ἐν τῷ κόσμῳ δημιουργούς· Μιμούμενοι τὴν ἐμὴν δύναμιν — καὶ παράγει καὶ ζωογονεῖ. Δεῖ δήπου καὶ διὰ τῶν ὀνομάτων αὐτῷ τὴν δυάδα κατὰ τὴν παλαιὰν φήμην ἀφιεροῦν. Νοεραῖς γὰρ ἀστράπτει τομαῖς καὶ διαιρεῖ τὰ ὅλα καὶ συνάγει καὶ μίαν τάξιν ἄλυτον ἐκ πολλῶν συνίστησιν, ὃ δὴ καὶ ἡ τῶν ὀνομάτων ἐνδείκνυται δύναμις, ἐκ τῆς διῃρημένης νοήσεως εἰς μίαν αὐτοτελῆ καὶ μονοειδῆ θεωρίαν ἡμᾶς ἀνατείνουσα. Πάντα δὴ οὖν ταῦτα σαφῶς ἡμῖν ἐπιδείκνυσιν ὅτι καὶ ὁ Πλάτων εἰς ταὐτὸν ἄγει τῷ Διὶ τὸν ὅλον δημιουργόν. Ὁ γὰρ μόνος αἴτιος τοῦ ζῆν τοῖς πᾶσι καὶ πάντων βασιλεὺς ὁ δημιουργός ἐστι τοῦ παντός· καὶ ὁ τῇ δυάδι τῶν ὀνομάτων διαφερόντως ἀγαλλόμενος ὁ διακοσμήσας ἐστὶ τὸν ὅλον οὐρανόν. Καί μοι δοκεῖ τῆς νοερᾶς, ὡς πολλάκις εἴπομεν, τριάδος τὸ πέρας λαχὼν καὶ τοῦτο πρὸς τὴν ἀρχὴν ἐπιστρέφων, καὶ πλήρης μὲν ὑπάρχων τῶν μέσων τῆς ζωῆς πηγῶν, ἑνώσας δὲ αὑτὸν καὶ τῇ τοῦ πατρὸς περιωπῇ καὶ τὴν ἁπλότητα τῆς νοητῆς ὑποστάσεως εἰς ἑαυτὸν προαγαγών, κατὰ τὴν ἰδιότητα τῶν πρωτουργῶν αἰτίων καὶ τὴν τῶν ὀνομάτων εἰληχέναι δυάδα, καὶ ὥσπερ τὴν οὐσίαν ὑπεδέξατο παρʼ ἀμφοτέρων καὶ τὸ μὲν πέρας ἐκ τοῦ πατρὸς ἔχει, τὴν δὲ ἄπειρον δύναμιν ἐκ τῆς γεννητικῆς αὐτοῦ θεότητος, οὕτω δὴ καὶ τῶν ὀνομάτων τὸ μὲν ἐκ τοῦ πατρὸς καὶ τῆς ἑνοειδοῦς ἐν ἐκείνῳ τελειότητος ἔχειν, τὸ δὲ ἐκ τῆς ὅλης ζωογονίας, καὶ διʼ ἀμφοῖν, ὥσπερ τὴν οὐσίαν, οὕτω καὶ τὴν ἐπωνυμίαν λαχεῖν. Τὸ μὲν γὰρ διʼ ὃ παντὶ καταφανὲς τῆς τελικῆς οὐσίας ὑπάρχον σύνθημα — Λέγωμεν δὴ διʼ ἥντινα αἰτίαν· ἀγαθὸς ἦν, φησὶν ὁ Τίμαιος —, τὸ δὲ τῆς ζωῆς αὐτὸ καθʼ αὑτὸ τῇ μέσῃ τάξει προσήκει τῶν ὄντων. Οὐκοῦν τὸ μὲν ἐκ τῆς ἀκρότητος ἥκει τῆς νοερᾶς καὶ τῆς πατρικῆς ἑνώσεως τῷ δημιουργῷ, τὸ διʼ ὅ — κατὰ γὰρ τὴν ἐκείνου μέθεξιν ἔνεστι καὶ πέρας καὶ νοητόν —, τὸ δὲ ἐκ τῆς μέσης τάξεως τῶν νοερῶν — ἐκεῖ γὰρ ἡ ζωὴ καὶ οἱ ζωογόνοι κόλποι τὴν ὑπόστασιν ἔλαχον —, ἐξ ἀμφοῖν δὲ ὁ δημιουργικὸς νοῦς προφανεὶς μετέχει καὶ τῶν ὀνομάτων κατὰ σύνθεσιν. Δία γὰρ αὐτὸν καὶ Ζῆνα καλοῦμεν ὡς διʼ αὐτὸν εἰς ἅπαντα τῆς ζωῆς προϊούσης καὶ τοῦ ζῆν ἐν πᾶσι διʼ αὐτὸν ὑπάρχοντος. Καὶ οὕτω δὴ κατὰ τρόπον ἡ τῶν ὀνομάτων θέσις τὴν τοῦ δημιουργοῦ πρόοδον ἀπʼ ἀμφοτέρων τῶν προηγουμένων αἰτίων ἐνδείκνυται. κγʹ Πάλιν τοίνυν τῶν ἐν Φιλήβῳ γεγραμμένων ἀντιλαβώμεθα καὶ θεωρήσωμεν ὅπως καὶ ἐν ἐκείνοις ὁ Σωκράτης ἐπὶ τὸν Δία τὴν δημιουργίαν ἀναφέρει τοῦ παντός. Νοῦν γὰρ τὰ πάντα διακοσμεῖν ὑποθέμενος, ὥσπερ οἱ πρὸς αὐτοῦ σοφοί, καὶ τόν τε ἥλιον καὶ τὴν σελήνην καὶ πᾶσαν τὴν περιφορὰν διακυβερνᾶν, καὶ τὸν ὅλον κόσμον ἐπιδείξας ψυχῆς μετέχοντα καὶ νοερᾶς ἐπιστασίας, καὶ ἡμῖν τὴν τούτων μέθεξιν ἀπὸ τῶν ὅλων ὑπάρχειν, ἀλλʼ οὐχ, ὥσπερ οἱ πολλοὶ τῶν φυσιολόγων, τὸ μὲν πᾶν ἀπὸ ταὐτομάτου καὶ εἶναι καὶ γεγονέναι, καὶ τὰ θειότερα τῶν φανερῶν οὕτως ἔχειν, τὰ δὲ ἐν τῷ παντὶ καὶ ψυχῆς μετέχειν καὶ νοῦ—ταῦτα δὴ οὖν καταδησάμενος, ὥσπερ εἴπομεν, καὶ τὰ ἐν τῷ παντὶ κόσμῳ μείζονα καὶ τελεώτερα τῶν ἐν ἡμῖν ἀποφήνας καὶ τὰ ὅλα κυριώτερα καὶ ἡγεμονικώτερα τῶν μερικῶν ἐπιδείξας καὶ νοῦν ἐπιστήσας τοῖς ὅλοις τὸν διακοσμοῦντα τὸ πᾶν καὶ ψυχὴν διὰ τὴν τοῦ νοῦ προμήθειαν — οὐ γὰρ ἄνευ ψυχῆς τῷ κόσμῳ πάρεστιν ὁ νοῦς —, ἐπʼ αὐτὸν ἀνατρέχει λοιπὸν τὸν ἀμέθεκτον νοῦν καὶ τὸν ὑποστάτην τοῦ τε νοῦ τοῦ μετεχομένου καὶ τῆς ψυχῆς καὶ τὸν ὅλον κόσμον δημιουργήσαντα· καὶ τοῦτον οὐκ ἄλλον ἐπονομάζει καὶ ἀνυμνεῖ, τὰς αἰτίας περιέχοντα τῶν ἐν τῷ κόσμῳ πληρωμάτων, ἢ τὸν μέγαν βασιλέα καὶ ἄρχοντα τῶν ὅλων Δία, καθάπερ ἡ τῶν Ἑλλήνων φήμη· καὶ περὶ τοῦτον τὴν σύμπασαν τοῦ κόσμου πρόνοιαν ἀνατείνει καὶ τὴν ὅλην αἰτίαν ἐν τούτῳ τίθεται τῆς τοῦ παντὸς διακοσμήσεως. Κάλλιον δὲ αὐτῶν ἐφεξῆς ἀκοῦσαι τῶν τοῦ Πλάτωνος ῥημάτων. Οὐκοῦν νοερᾶς μὲν ἐπιστασίας τῷ κόσμῳ μεταδίδωσιν ἐπὶ ταῖς προειρημέναις ἀποδείξεσιν ἐπάγων ταυτί, ὡς ἔστιν, ἃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολὺ καὶ πέρας ἱκανὸν καί τις ἐπʼ αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ συντάττουσα ἐνιαυτούς τε καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατʼ ἄν. Διότι δὲ αὖ τὸν μετεχόμενον νοῦν διὰ μέσης ψυχῆς ἀνάγκη τὸν κόσμον ποδηγετεῖν — νοῦν γὰρ ἄνευ ψυχῆς ἀδύνατον παραγενέσθαι τῷ, καθάπερ δὴ καὶ ὁ Τίμαιος ἀποφαίνεται —, δεῖ δήπου καὶ ψυχὴν προεστάναι τοῦ παντός, ἣ προσεχῶς ἄρχουσα τῶν ἐν αὐτῷ κατὰ νοῦν αὐτὸ κυβερνήσει. Τοῦτο δὴ οὖν ἐφεξῆς ὁ Σωκράτης προστιθεὶς ἐπιφέρει ταῦτα· Σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς οὐκ ἄν ποτε γενοίσθην. Ἡ γὰρ ἀμέριστος οὐσία τοῦ νοῦ καὶ διαιώνιος ἀμέσως συντάττεσθαι τῷ σωματοειδεῖ πῶς ἂν δύναιτο; Δεῖ τοίνυν νοῦν μὲν ἐπιστατεῖν τοῖς ὅλοις, ἵνα τάξις ἐν τῷ κόσμῳ καὶ τὸ εὖ πάντα συνέχῃ — καὶ γὰρ ἡ τάξις καὶ τὸ εὖ τῆς νοερᾶς ἐστιν οὐσίας ἔκγονα —, ψυχὴν δὲ πρώτως τοῦ νοῦ μετέχουσαν ἐλλάμπειν ἐν τῷ σώματι τὸ ἐκεῖθεν φῶς καὶ πληροῦν πάντα τῆς νοερᾶς διακοσμήσεως· ἔμψυχον ἄρα καὶ ἔννουν εἶναι τὸν κόσμον ὑποθετέον. Ἀπὸ δὴ τούτων ἐπʼ αὐτὴν ἄνεισι τὴν τοῦ κόσμου παντὸς αἰτίαν, ἣν καὶ τὸν νοῦν παρήγαγε καὶ τὴν ψυχὴν καὶ τὴν ὅλην τάξιν ἀπεγέννησεν· Οὐκοῦν ἐν μὲν τῇ τοῦ Διὸς ἐρεῖς φύσει βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν ἐγγίνεσθαι διὰ τὴν τῆς αἰτίας δύναμιν, ἐν δὲ ἄλλοις ἄλλα καλά, καθʼ ὅ τι φίλον ἑκάστοις λέγεται. Ταῦτα τοίνυν ἀνάγκη δυοῖν θάτερον, ἢ περὶ αὐτοῦ τοῦ κόσμου λέγειν ἢ περὶ τοῦ δημιουργοῦ τῶν ὅλων. Εἰ μὲν γὰρ ὁ κόσμος ἐστὶ Ζεύς, νοῦς ἐν τῷ κόσμῳ βασιλικός ἐστιν ὁ μετεχόμενος καὶ ψυχὴ βασιλικὴ τοῦ παντὸς ἡγεμονοῦσα καὶ κατὰ νοῦν αὐτὸ διακοσμοῦσα, καὶ ταῦτα τῷ κόσμῳ δήπου πάρεστι διὰ τὴν τῆς αἰτίας δύναμιν τῆς ὑφιστάσης αὐτὸν καὶ ἀποτελούσης ἔννουν καὶ ἔμψυχον· καὶ οὕτω τὸ κοσμούμενον ἔσται καὶ δημιουργούμενον ὁ Ζεύς, ἀλλʼ οὐ τὸ κοσμοῦν πάντα καὶ δημιουργοῦν. Εἰ δὲ δεῖ τὴν τῆς αἰτίας δύναμιν εἶναι τὴν τοῦ βασιλικοῦ νοῦ καὶ τῆς βασιλικῆς ψυχῆς ἐξῃρημένως περιληπτικήν, ἐν τῇ δημιουργικῇ τάξει καὶ δυνάμει τὴν τοῦ Διὸς ἀποθησόμεθα φύσιν, καὶ ἔσται κατʼ αἰτίαν ἐν αὐτῷ ψυχὴ καὶ νοῦς, ἐπειδὴ καὶ νοῦν δίδωσι τοῖς ἑαυτοῦ γεννήμασι καὶ ψυχήν. Δύο δὲ τούτων ὄντων λόγων ἄλλος μὲν ἄλλως αἱρείσθω κατὰ τὴν αὑτοῦ δόξαν· ἐμοὶ δὲ ἐνταῦθα σκοποῦντι καὶ τὴν ἄλλην ἅπασαν τοῦ Πλάτωνος περὶ τοῦ θεοῦ τούτου πραγματείαν οὐδαμῇ καταφαίνεται δεῖν πρὸς τὸν ὅλον κόσμον τὴν τοῦ Διὸς φύσιν ἀναφέρειν. Οὔτε γὰρ τὸ μονογενὲς τοῦ κόσμου τῇ τοῦ Διὸς προσήκει βασιλείᾳ, καὶ κατʼ αὐτὸν τὸν Πλάτωνα τῆς Κρονίας τριάδος περιφανῶς ὑμνουμένης καὶ τὴν τοῦ πατρὸς ἀρχὴν διανεμομένης, οὔτε τὸ πᾶσιν αἴτιον, ὡς ἐν Κρατύλῳ λέγεται, τῷ κόσμῳ διαφέρει· καὶ γὰρ ὁ κόσμος τῶν μετεχόντων ἐστὶν ἀπʼ ἄλλου τῆς ζωῆς. Τοῦτο μὲν οὖν, ὅπερ ἔφην, ὡς οὐδαμῇ τῷ Πλάτωνι προσῆκον ἀπολείψομεν, εἰ καί τινες αὐτὸ τῶν ἐξηγητῶν προσήκαντο· τὴν δὲ αἰτίαν εἰς ταὐτὸν ἄγοντες τῷ Διί, καὶ ψυχὴν ἐν ἐκείνῳ καὶ νοῦν ἱδρῦσθαι φήσομεν ἐξῃρημένως καὶ τούτων ἀμφοτέρων τὸν Δία μετέχειν, νοῦ καὶ ψυχῆς, ἐκ τῶν πρὸ αὐτοῦ θεῶν, νοῦ μὲν ἀπὸ τοῦ πατρός, ψυχῆς δὲ ἀπὸ τῆς βασιλίδος τῆς ζωογόνου θεᾶς. Ἐκεῖ γὰρ ἡ πηγὴ τῆς ψυχῆς, ὥσπερ ἐν τῷ Κρόνῳ κατʼ οὐσίαν ὁ νοῦς· πανταχοῦ γὰρ τὸ νοητὸν ἑνιαίως περιέχει τὸν σύστοιχον νοῦν. κδʹ Ταῦτα μὲν οὖν διὰ τούτων ἡμῖν ἀναγεγράφθω τῶν λόγων. Ἐφεξῆς δὲ τούτῳ τῶν ἐν Πρωταγόρᾳ μυθικῶν νοημάτων προσαπτώμεθα καὶ τὸ αὐτὸ συλλογισώμεθα, κοινῇ μετὰ τοῦ Τιμαίου σκοποῦντες, εἴ πως ἐφαρμόττει τοῖς περὶ τοῦ δημιουργοῦ λόγοις τὰ διὰ τοῦ Πρωταγορείου μύθου περὶ τοῦ μεγάλου Διὸς ἡμῖν παραδεδομένα δοξάσματα. Λέγει τοίνυν ἐκεῖνος ὁ μῦθος τὸν Προμηθέα κοσμοῦντα τὸ τῶν ἀνθρώπων γένος καὶ προνοοῦντα τῆς λογικῆς ἡμῶν ζωῆς, ἵνα μὴ βαπτισθεῖσα χθονὸς οἴστροις καὶ ταῖς τῆς φύσεως ἀνάγκαις, ὥς φησί τις θεῶν, ἀπόληται, τὴν φύσιν ἐνδῆσαι ταῖς τέχναις καὶ ταύτας οἷον παιζούσαις ταῖς ψυχαῖς τοῦ νοῦ μιμήματα προτεῖναι καὶ διὰ τούτων ἀνεγεῖραι τὸ γνωστικὸν ἡμῶν καὶ διανοητικὸν εἰς τὴν τῶν εἰδῶν θεωρίαν. Πᾶσα γὰρ τεχνικὴ ποίησις εἰδοποιός ἐστι καὶ κοσμητικὴ τῆς ὑποκειμένης ὕλης. Ἀλλὰ τὰς μὲν τέχνας αὐτὸν προμηθούμενον καὶ δοῦναι ταῖς ψυχαῖς καὶ λαβεῖν παρὰ Ἡφαίστου καὶ Ἀθηνᾶς — ἐν γὰρ τοῖς θεοῖς τούτοις πρώτως ἡ τῶν τεχνῶν περιέχεται πασῶν αἰτία, τοῦ μὲν τὸ δημιουργικὸν αὐτῶν πρώτως παρεχομένου, τῆς δὲ τὸ γνωστικὸν καὶ νοερὸν αὐταῖς ἐπιλαμπούσης ἄνωθεν· ἐπειδὴ δὲ οὐ μόνον ἔδει τῆς τῶν τεχνῶν εὑρέσεως ταῖς ἐν γενέσει ψυχαῖς, ἀλλὰ καὶ τούτων τελεωτέρας ἄλλης τινὸς ἐπιστήμης, τῆς πολιτικῆς, ἣ τὰς τέχνας ταύτας συντάττειν δύναται καὶ κοσμεῖν καὶ πρὸς τὴν κατὰ νοῦν ζωὴν ἐπάγειν διὰ τῆς ἀρετῆς τὰς ψυχάς, ὁ δὲ Προμηθεὺς ταύτην πορίζειν ἡμῖν ἀδύνατος ἦν, διότι δὴ παρὰ τῷ μεγάλῳ Διὶ πρώτως ἐστὶν ἡ πολιτική, τῷ δὲ Προμηθεῖ λαθόντι φησὶν εἰς τὴν τοῦ Διὸς ἀκρόπολιν παρελθεῖν οὐχ οἷόν τε εἶναι — εἰσὶ γὰρ τοῦ Διὸς φυλακαὶ φοβεραί, πάντων αὐτὸν τῶν μερικῶν αἰτίων ἐξῃρημένον φρουροῦσαι —, πέμπει ἄγγελον Ἑρμῆν ὁ Ζεὺς εἰς ἀνθρώπους ἄγοντα φρόνησιν καὶ αἰδῶ καὶ ὅλως τὴν πολιτικὴν ἐπιστήμην, καὶ παρακελεύεται πᾶσιν ὁμοίως μεταδοῦναι τῆς ἀρετῆς ταύτης καὶ ἐπὶ πάντας νεῖμαι τὴν τῶν δικαίων καὶ καλῶν καὶ ἀγαθῶν γνῶσιν, ἀλλὰ μὴ διῃρημένως, ὥσπερ τὰς τέχνας ἄλλας ἄλλοι κατενείμαντο καὶ οἱ μέν εἰσιν αὐτῶν ἐπιγνώμονες τῶν ἀνθρώπων, οἱ δὲ ἀμαθεῖς ἢ πασῶν ἢ τινῶν ὑπάρχουσι τεχνῶν. Ἐν δὴ τούτοις ὁ Πλάτων τὸ μὲν παράδειγμα τῆς πολιτικῆς ἐπιστήμης, ὡς ἔστι δῆλον ἐκ τῶν γεγραμμένων, ἐπὶ τὸν Δία πρώτως ἀναφέρει, τὴν δὲ πρόοδον αὐτῆς καὶ τὴν μέχρι τῶν ψυχῶν μετάδοσιν τῆς Ἑρμαϊκῆς σειρᾶς  <span class="gap">…</span> προάγει τὴν μέθεξιν καὶ τὴν εἰς ἡμᾶς παρουσίαν οὐσιώδη καὶ κοινὴν ἁπάσαις προτείνει ταῖς ψυχαῖς· τὸ γὰρ ἐπὶ πάντας νεῖμαι κατʼ οὐσίαν ἐστὶ ταῖς ψυχαῖς ἐντιθέναι τὴν τοιαύτην ἐπιστήμην. Τούτων δὴ οὖν ὑποκειμένων σκεψώμεθα τίνι μάλιστα προσήκειν τὴν πολιτικὴν φήσομεν καὶ τίς ἐστιν ὁ πρώτως τὴν ἐν τῷ παντὶ πολιτείαν καταστησάμενος καὶ τὰ μὲν θεῖα τῶν θνητῶν ἄρχειν, τὰ δὲ ὅλα τῶν μερῶν ἐπικρατεῖν διορίσας, τὰ δὲ αὐτοκίνητα καὶ νοερὰ τῶν ἀμοιρούντων τῆς τοῦ νοῦ παρουσίας πρεσβύτερα παραγαγών. Ἆρʼ οὖν οὐχ ὁ δημιουργός ἐστιν ὁ τούτων ἁπάντων ἡμῖν τῶν ἀγαθῶν αἴτιος καὶ τὸν ὅλον κόσμον κατευθύνων καὶ ταῖς ἀρίσταις αὐτὸν ἀναλογίαις συνδήσας καὶ πᾶσαν τὴν ἐν αὐτῷ πολιτείαν ἱδρύσας καὶ τοὺς τῆς εἱμαρμένης νόμους ἔχων τε καὶ περιέχων καὶ τοὺς τῆς Ἀδραστείας θεσμοὺς διατείνων καὶ μέχρι τῶν ἐσχάτων καὶ πάντα τῇ Δίκῃ, τά τε οὐράνια καὶ τὰ ὑπὸ σελήνην, διακοσμῶν; Ἐπεὶ καὶ ταῖς μερικαῖς ψυχαῖς, εἰσοικίζων ταύτας εἰς τὸ πᾶν καὶ τῆς ὅλης αὐταῖς πολιτείας μεταδιδούς, πασῶν πολιτειῶν ἀρίστης καὶ εὐνομωτάτης οὔσης, οὗτός ἐστιν ὁ καὶ τοὺς εἱμαρμένους νόμους προαγορεύων καὶ τὰ μέτρα τῆς δίκης ἀφορίζων καὶ τὰ πάντα διαθεσμοθετῶν, ὥς φησιν ὁ Τίμαιος. Τοῦτο μὲν οὖν μὴ καὶ περίεργον ᾖ κατασκευάζειν, ὡς ὁ κατὰ Πλάτωνα δημιουργός ἐστιν ὁ τὸ πρώτιστον μὲν παράδειγμα τῆς πολιτικῆς ἔχων· εἰ δέ ἐστι ταῦτα ἀληθῆ καί, ὡς ὁ τοῦ Πρωταγόρου μῦθος, ἐν τῷ Διὶ τὴν πολιτικὴν εἶναι πρῶτον ὑποθετέον, φανερὸν ἄρα ἐκ τούτων ὅτι καὶ δημιουργὸς τοῦ παντός ἐστιν ὁ Ζεύς. Καὶ τίνι γὰρ ἄλλῳ ἂν προσήκειν συνομολογήσαιμεν τὸ τῆς πολιτικῆς πρωτουργὸν εἶδος ἢ τῷ διακοσμοῦντι τὸ πᾶν, εἴπερ ἐστὶ τῶν πολιτειῶν πασῶν πρωτίστη καὶ τελεωτάτη ἡ κατʼ οὐρανόν, ὥς φησιν ὁ ἐν τῇ Πολιτείᾳ Σωκράτης; Τίς δὲ καὶ ὁ παράγων πάντα καὶ παραχθέντα συντάττων ἀλλήλοις εἰς τὴν τοῦ παντὸς εὐθημοσύνην; Εἰ τοίνυν ὁ πολιτικὸς μέν ἐστιν ὁ πρώτιστος καὶ τελεώτατος τοῦ παντὸς δημιουργός, ἡ δὲ πολιτικὴ παρὰ τῷ Διὶ πρῶτον ἐν ἁγνῷ βάθρῳ βεβῶσα ὑπάρξει κἀκεῖθεν ἐπὶ πάντα τὰ δεύτερα πρόεισι καὶ τά τε ὅλα καὶ τὰ μέρη διακοσμήσει κατὰ νοῦν, ἀνάγκη δήπου καὶ τὸν ὅλον δημιουργὸν εἰς ταὐτὸν ἥκειν τῷ Διὶ καὶ μίαν ὕπαρξιν ἀμφοτέρων εἶναι, πάντα τὰ ἐν τῷ κόσμῳ κατευθύνουσαν καὶ πᾶν τὸ πλημμελὲς καὶ ἄτακτον εἰς τάξιν περιάγουσαν· θέμις γὰρ οὐκ ἦν, φησί, τῷ ἀρίστῳ δρᾶν ἄλλο τι πλὴν τὸ κάλλιστον. Ὁ τοίνυν τῇ Θέμιδι τὰ ὅλα διακοσμῶν καὶ μετʼ αὐτῆς τὰ πάντα παράγων πῶς οὐ κατʼ οὐσίαν ἔχει τὴν πολιτικὴν πᾶσαν ἐν ἑαυτῷ; Πῶς δὲ οὐκ αὐτός ἐστιν ὁ πρώτιστος Ζεύς, ὁ πᾶσι μὲν τὸ θεῖον ἀφορίζων καὶ μίαν ἐκ πάντων πολιτείαν συνυφαίνων, ἐξῃρημένος δὲ ἁπάντων τῶν μεριστῶν αἰτίων καὶ τῶν Τιτανικῶν γενῶν καὶ ταῖς ἀχράντοις ἑαυτοῦ δυνάμεσιν ἐπέκεινα φρουρούμενος τοῦ κόσμου παντός; Αἱ γὰρ περὶ αὐτὸν φυλακαὶ τὴν ἄτρεπτον αὐτοῦ τάξιν καὶ τὴν ἄκλιτον τῆς δημιουργίας φρουρὰν αἰνίσσονται, διʼ ἣν ἐν ἑαυτῷ μονίμως ἱδρυμένος διήκει διὰ πάντων ἀκωλύτως, καὶ πᾶσι παρὼν τοῖς ἑαυτοῦ γεννήμασι κατʼ ἄκραν ὑπεροχὴν τῶν ὅλων ὑπερήπλωται. Καὶ μὴν καὶ ἡ ἀκρόπολις ἡ τοῦ Διὸς κατὰ τὰς τῶν θεολόγων φήμας τῆς νοερᾶς ἐστι περιφορᾶς καὶ τῆς ἀκροτάτης κορυφῆς τοῦ Ὀλύμπου σύμβολον, ἣν καὶ πάντες οἱ σοφοὶ τῆς νοερᾶς ἐξάπτουσι τοῦ Διὸς περιωπῆς, εἰς ἣν καὶ πάντας ἀνατείνει τοὺς ἐγκοσμίους θεούς, νοερὰς αὐτοῖς δυνάμεις καὶ φῶς θεῖον καὶ ζωοποιοὺς ἐλλάμψεις ἐκεῖθεν ἐνδιδοὺς καὶ πάντα τὰ τῶν κόσμων βάθη τῇ μιᾷ καὶ ἁπλουστάτῃ σφίγγων περιφορᾷ, διʼ ἣν καὶ ἡ τῶν φαινομένων κόσμων ἀκρότης ταὐτοῦ περίοδος ἐπονομάζεται καὶ φρονιμωτάτη κύκλησις καὶ μονοειδής, ὥς φησιν ὁ Τίμαιος, καὶ ἑνιαῖον τὸ νοερὸν τῆς δημιουργικῆς ἐπιστροφῆς ἀποτυπουμένη καὶ ταύτην λαχοῦσα τὴν ὑπεροχὴν πρὸς ἅπαντα τὸν αἰσθητὸν κόσμον ἣν ἡ τοῦ Διὸς ἀκροτάτη κορυφὴ πρὸς ἅπασαν τὴν τῶν στερεωμάτων διακόσμησιν. κεʹ Ταῦτα καὶ ἀπὸ τῶν ἐν Πρωταγόρᾳ μυθικῶν πλασμάτων εἰς τὴν προκειμένην ἡμῖν ζήτησιν ληπτέον. Ἔτι δὲ ἐγγυτέρω προσιστώμεθα τῆς ἀληθείας καὶ τὸν ἐν τῷ Πολιτικῷ μῦθον παραλάβωμεν εἰς τὴν παροῦσαν ἐπίσκεψιν· φανήσεται γὰρ ἐν τούτῳ διαφερόντως ὁ Πλάτων εἰς ταὐτὸν ἄγων τῷ Διὶ τὸν δημιουργὸν τοῦ παντὸς καὶ μέχρι τῶν ὀνομάτων τὰ αὐτὰ τῷ Τιμαίῳ διαταττόμενος. Διττὰς τοίνυν ὁ Ἐλεάτης ξένος τῷ παντὶ τούτῳ κόσμῳ διδοὺς ἀνακυκλήσεις, ὡς καὶ πρότερον ἐλέγομεν, τὴν μὲν νοερὰν καὶ τῶν ψυχῶν ἀναγωγόν, τὴν δὲ εἰς φύσιν πορευομένην καὶ τἀναντία τῇ πρόσθεν ἀποδιδοῦσαν, καὶ τὴν μὲν ἀφανῆ καὶ προνοίᾳ θείᾳ κυβερνωμένην, τὴν δὲ ἐμφανῆ καὶ κατὰ τὴν τῆς εἱμαρμένης τάξιν ἀνελισσομένην, διττὰς καὶ τὰς κινητικὰς αἰτίας ἐφίστησι ταῖς ἀνακυκλήσεσι ταύταις· πᾶσα γὰρ μεταβολὴ καὶ περίοδος δεῖταί τινος τῆς κινούσης αἰτίας. Καὶ πρὸ τῶν κινούντων αὐτὰς τὰ οἷον τέλη τῶν περιόδων εἶναι τίθεται διττὰ καὶ τὰ τῶν κινήσεων πρωτουργὰ αἴτια σύστοιχα τοῖς τε κινοῦσιν αἰτίοις καὶ αὐταῖς ταῖς ἀνακυκλήσεσιν ἐξηλλαγμέναις ἀλλήλων ἀποδίδωσι. Τὴν μὲν οὖν ἑτέραν τῶν περιόδων, εἴτε νοερὰν αὐτὴν ἐθέλοις ἐπονομάζειν εἴτε προνοητικὴν εἴτε ὁπωσοῦν ἄλλως, κινεῖ μὲν ὁ Ζεὺς καὶ περιάγει, τὸ ζῆν τῷ κόσμῳ χορηγῶν καὶ ἀθανασίαν αὐτῷ δωρούμενος ἐπισκευαστήν, ἐφετὸν δὲ καὶ τέλος προεστήσατο καὶ τῆς ὅλης ταύτης ἀνακυκλήσεως τὸν ἑαυτοῦ πατέρα τὸν Κρόνον. Ἀνάγει γὰρ τὰ ὅλα καὶ ἐπιστρέφει πρὸς ἐκεῖνον, καὶ δὴ καὶ τὰς ψυχὰς εἰς τὴν τοῦ πατρὸς ἀνατείνει περιωπὴν τὰς εὐδαίμονας, ὅσων ἀφανίζεται μὲν τὸ σωματοειδὲς καὶ εἰς τὸ ἀσώματον καὶ ἀμερὲς ἡ περιαγωγὴ γίγνεται, πάντα δὲ τὰ γενεσιουργὰ σύμβολα περικόπτεται καὶ πρὸς τὴν νοερὰν ἀκρότητα μεθίσταται τὸ τῆς ζωῆς εἶδος. Αὖται γὰρ δὴ καὶ τοῦ Κρόνου λέγονται τρόφιμοι τῷ Διὶ τὴν ἑαυτῶν ἐπιδοῦσαι κυβέρνησιν καὶ διʼ ἐκείνου πρὸς τὸ νοητὸν ἀνατεινόμεναι καὶ τὴν Κρονίαν ἀρχήν· τροφὴ γὰρ τὸ νοητόν, ὡς εἴρηται παρʼ αὐτῶν τῶν θεῶν. Καὶ ὥσπερ ὁ ἐν Φαίδρῳ Σωκράτης διὰ τῆς τοῦ οὐρανοῦ περιφορᾶς ἀνάγει τὰς ψυχὰς εἰς τὸν ὑπερουράνιον τόπον, οὗ δὴ καὶ τρέφονται αἱ ψυχαὶ καὶ θεῶνται τὰ ὄντως ὄντα καὶ τὴν ἄγνωστον τῶν θεῶν τάξιν ταῖς ἀκροτάταις ἑαυτῶν δυνάμεσι, καὶ ὥς φησιν ἐν ἐκείνοις ταῖς τῶν ἡνιόχων κεφαλαῖς, νοοῦσιν, οὕτω δὴ καὶ ὁ Ἐλεάτης ξένος ὑπὸ τῷ Διὶ τὰς ψυχὰς ἐπὶ τὴν Κρονίαν περιάγει περιωπὴν καὶ τρέφεσθαι παρὰ τῷ Κρόνῳ τίθεται τὰς ἀνελθούσας καὶ τροφίμους ἀποκαλεῖ τοῦ θεοῦ. Πανταχοῦ μὲν γὰρ τὸ τελεσιουργόν ἐστι τῆς νοερᾶς ζωῆς καὶ πληρωτικὸν τὸ νοητόν,  <span class="gap">…</span> καὶ ἡ τῶν νοερῶν ἀκρότης ἐπορέγει τὸ τέλειον. Αἱ δὲ καὶ τῶν ἐπέκεινα μεταλαγχάνουσι καὶ τοῖς ὑψηλοτέροις νοεροῖς ἐνιδρύουσιν ἑαυτὰς καὶ μέχρι τῆς ἀγνώστου τάξεως πόρρω τοῦ ἀγαθοῦ καὶ τῆς μιᾶς ἀρχῆς τῶν πάντων ἀναβαίνουσιν. Αἱ δὲ καὶ πρὸς αὐτὸν τὸν πρώτιστον νοῦν καὶ ἀμέθεκτον καὶ αὐτονοητὸν ὑπάρχοντα ἀνατείνονται, κἀκεῖ γενόμεναι καὶ τὴν ἑαυτῶν ὁρμίσασαι ζωὴν ἐν τῷ κρυφίῳ διακόσμῳ μετέχουσιν ἀρρήτως τῆς ἐκ τἀγαθοῦ προϊούσης ἑνώσεως καὶ τοῦ τῆς ἀληθείας φωτός. Τὴν δὲ αὖ λοιπὴν τῶν διττῶν ὡς ἔφαμεν περιόδων κινεῖ μὲν αὐτὸς ἑαυτὸν ὁ κόσμος κατὰ τὴν ἑαυτοῦ φύσιν κινούμενος καὶ τὴν εἱμαρμένην τάξιν ἀποπληρῶν· τὸ δὲ πρωτουργὸν αἴτιον αὐτῷ τῆς κινήσεως ταύτης ἐστὶ καὶ τῆς ζωῆς ὁ τὴν δύναμιν αὐτῷ τοῦ κινεῖσθαι καὶ τοῦ ζῆν ἐπιλάμπων θεός, ὁ μέγιστος Ζεύς. Διὸ δὴ καὶ περίοδος αὕτη Διὸς εἶναι λέγεται, καθʼ ὅσον ὁ Ζεὺς τῆς ἐμφανοῦς ἐστι ταύτης διακοσμήσεως αἴτιος, καθάπερ ὁ Κρόνος τῆς νοερᾶς καὶ ἀφανοῦς. Κάλλιον δὲ αὐτοῦ τοῦ Πλάτωνος ἀκούειν ταῦτα διαταττομένου. Ὅτι μὲν οὖν διτταὶ τοῦ παντός εἰσιν ἀνακυκλήσεις καὶ ὅτι τῆς μὲν ἡγεῖται θεὸς ὁ κινῶν, τῆς δὲ αὐτὸς ὁ κόσμος ἑαυτὸν περιάγων, ἐν τούτοις ἀναδιδάσκει· Ἀλλʼ ὅπερ ἄρτι τε ἐρρέθη καὶ μόνον λοιπόν, τοτὲ μὲν ὑπʼ ἄλλης συμποδηγεῖσθαι θείας αἰτίας, τὸ ζῆν πάλιν ἐπικτώμενον καὶ λαμβάνοντα ἀθανασίαν ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ, τοτὲ δέ, ὅταν ἀνεθῇ, διʼ ἑαυτὸν αὐτὸν ἰέναι κατὰ καιρὸν ἀφεθέντα τοιοῦτον ὥστε ἀνάπαλιν πορεύεσθαι πολλάς. Ὅτι δὲ αὖ καὶ τῶν περιόδων ἡ μέν ἐστι Δίιος, ἡ ἐμφανής, ἡ δὲ εἰς τὴν Κρόνου τελεῖ βασιλείαν, ἐν τοῖς ἐφεξῆς πάλιν αὐτὸς διορίζων ἐπιφέρει ταυτὶ μετὰ τὴν τῆς ζωῆς ἐκείνης ἐξύμνησιν καὶ τῆς πολιτείας τῆς ἐκεῖ τῶν ψυχῶν τῆς ἀχράντου καὶ ἀφειμένης ἀπὸ πάντων τῶν σωματικῶν πόνων καὶ τῆς περὶ τὴν ὕλην θητείας· Τὸν δὴ βίον, ὦ Σώκρατες, ἀκούεις τὸν τῶν ἐπὶ Κρόνου, τὸν δέ, ὡς ὁ λόγος, ἐπὶ Διὸς εἶναι τὸν νῦν παρὼν αὐτὸς ᾔσθησαι. Καὶ μὴν καὶ ὅτι τῶν δύο τούτων ἀνακυκλήσεων, εἴπερ ἡ ἐμφανής ἐστιν ἐπὶ Διός, αἴτιός ἐστιν αὐτῆς καὶ ποιητὴς ὁ Ζεύς, παντὶ καταφανές, καὶ ὡς τῆς ἀφανοῦς Κρονίας οὔσης τὸ κινητικόν ἐστι πάλιν ὁ Ζεύς, ἐκ τῶν γεγραμμένων ἄν τις ἀποδείξειεν. Ἀνάγκη γὰρ ἢ τοὺς δύο τούτους θεοὺς τῆς ἑτέρας ἄρχειν ἀνακυκλήσεως ἢ τὸν μὲν τῆς ἑτέρας ἡγεῖσθαι, τὸν δὲ τῆς παρούσης. Ἀλλʼ εἰ μὲν ὁ Ζεὺς κινεῖ κατὰ τὴν περίοδον ταύτην τὸ πᾶν, οὐκέτʼ ἂν ὁ κόσμος ἑαυτὸν περιάγειν λέγοιτο καὶ τῶν ἐν αὑτῷ πάντων ἄρχειν, οὐδʼ ἂν ἀληθὲς εἴη τὸ μήτε ὅλον ὑπὸ θεοῦ στρέφεσθαι διττὰς καὶ ἐναντίας περιαγωγὰς μήτʼ αὖ τινε δύο θεὼ φρονοῦντε ἑαυτοῖς ἐναντία στρέφειν αὐτόν. Εἰ γὰρ κινεῖ μὲν ὁ Κρόνος αὐτὸν κατὰ τὴν ἑτέραν ἀνακύκλησιν, κινεῖ δὲ ὁ Ζεὺς κατὰ τὴν ἐναντίαν ἐκείνῃ περίοδον, δύο θεοὶ τὰς ἐναντίας αὐτὸν κινοῦσι στροφάς. Εἰ δὴ ταῦτα ἀδύνατον, παντί που δῆλον ὅτι κατὰ μὲν τὴν Κρονίαν περιφορὰν ἀμφότερα τὰ θεῖα αἴτια προΐσταται τῆς ἀνακυκλήσεως, ὁ μὲν Κρόνος ὡς τῆς νοερᾶς ζωῆς χορηγός, ὁ δὲ Ζεὺς ὡς ἀνάγων ἐπὶ τὴν Κρονίαν ἀρχὴν τὰ πάντα καὶ ἐνιδρύων τῷ ἑαυτοῦ νοητῷ· καὶ οὕτως ἡ περίοδος ἐκείνη Κρονία καλοῖτο ἄν, ὡς τοῦ Κρόνου τῆς ὅλης ζωῆς τὴν πρωτουργὸν αἰτίαν παρεχομένου. Κατὰ δὲ τὴν φυσικωτέραν ταύτην καὶ τοῖς πᾶσιν ἐγνωσμένην ἀνακύκλησιν κινεῖ μὲν εἱμαρμένη καὶ σύμφυτος ἐπιθυμία τὸ πᾶν, αἴτιος δὲ τῆς κινήσεως ταύτης ἐξῃρημένως ὁ Ζεύς, ὁ καὶ τὴν εἱμαρμένην τῷ κόσμῳ δοὺς καὶ τὴν ἐπίκτητον ζωήν. Τούτων δὴ οὖν ἡμῖν ἀποδεδειγμένων σκεψώμεθα τίνα περὶ τοῦ κινοῦντος θεοῦ τὸν κόσμον κατὰ τὴν ἑτέραν περίοδον ἀποφαίνεται· Τοτὲ μὲν ὑπʼ ἄλλης συμποδηγεῖσθαι θείας αἰτίας, τὸ ζῆν πάλιν ἐπικτώμενον καὶ λαμβάνοντα ἀθανασίαν ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ. Παντὶ δὴ οὖν καταφανὲς ὅτι τὸν κινοῦντα θεὸν κατὰ τὴν Κρονίαν περίοδον τὸ πᾶν καὶ τὸ ζῆν αὐτῷ χορηγεῖν καὶ ἀθανασίαν ἐπισκευαστὴν διδόναι φησὶ καὶ δημιουργὸν ἀποκαλεῖ διαρρήδην. Εἰ τοίνυν ὁ Ζεύς ἐστιν ὁ τὴν περίοδον ἐκείνην συμποδηγῶν, ὥσπερ δέδεικται, καὶ δημιουργὸς ἂν ὁ αὐτὸς εἴη τοῦ κόσμου καὶ τῆς ἀθανασίας χορηγός. Καὶ τί δεῖ πολλὰ λέγειν; Εἰ γὰρ ὁ αὐτὸς θεὸς τοῦ τε ζῆν αἴτιός ἐστι καὶ δημιουργὸς ἐπονομάζεται, πάλιν ἡμῖν ὁ Κρατύλος ἥκει καὶ ὁ Ζεὺς τῷ δημιουργῷ καὶ κατὰ τοῦτον τὸν λόγον εἰς ταὐτὸν ἔρχεται. Ἅπασι γὰρ τὸ ζῆν ἐκ τοῦ Διὸς ἐφήκει, καθάπερ ἐν ἐκείνοις εἴρηται. Καὶ μὴν καὶ διὰ τῶν ἐχομένων λόγων, ὥσπερ ὁ Τίμαιος, δημιουργὸν καὶ πατέρα τὸν τῆς εἱμαρμένης ἀνακυκλήσεως αἴτιον καὶ ποιητὴν ἀποκαλεῖ· στρέφεται γὰρ ὁ κόσμος, φησί, τὴν τοῦ δημιουργοῦ καὶ πατρὸς ἀπομνημονεύων διδαχήν. Εἰκότως ἄρα καὶ τὴν ὅλην περίοδον ταύτην Δίιον ἐπονομάζομεν, ὡς κατὰ τὴν ἐκείνου διδαχὴν καὶ τὴν ἐνδιδομένην ἀπʼ ἐκείνου τάξιν τοῦ κόσμου κινοῦντος ἑαυτὸν καὶ ἀνακυκλοῦντος. Πάλιν οὖν δημιουργός ἐστι καὶ πατὴρ ὁ Ζεύς, κἀνταῦθα τοῦ Ἐλεάτου ξένου κατὰ τὰ αὐτὰ τῷ Τιμαίῳ τὴν τῶν θείων ὀνομάτων τάξιν φυλάττοντος. Οὐ γὰρ πατέρα καὶ δημιουργὸν αὐτὸν προσείρηκεν, ἀλλʼ ὥσπερ ἐκεῖνος ἔμπαλιν δημιουργὸν καὶ πατέρα, διότι δὴ τὸ δημιουργικὸν ἐν αὐτῷ τῆς πατρικῆς ἐστι θεότητος ἐναργέστερον· Ἐγὼ δημιουργὸς πατήρ τε ἔργων. κϛʹ Ταῦτα μὲν οὖν καὶ πρότερον διὰ πλειόνων ἐξήτασται, καὶ ὅπῃ τὸ δημιουργικὸν γένος ἕτερόν ἐστι τοῦ πατρικοῦ καὶ πῶς ἐν ἀλλήλοις συμπλέκεται, καὶ ὅπου μέν ἐστι τὸ πατρικὸν κατʼ οὐσίαν, τὸ δὲ δημιουργικὸν κατʼ αἰτίαν, ὅπου δὲ αὖ τὸ μὲν δημιουργικὸν κατʼ οὐσίαν, τὸ δὲ πατρικὸν κατὰ μέθεξιν. Ὑπόλοιπον δʼ ἂν εἴη καὶ τῶν ἐν τοῖς Νόμοις περὶ τοῦ Διὸς γεγραμμένων μνησθῆναι· τάχα γὰρ ἂν καὶ ἐν ἐκείνοις φανείη τῷ δημιουργῷ τὴν αὐτὴν καὶ τῷ Διὶ τάξιν ἀποδιδούς. Τῶν τοίνυν ἰσοτήτων καθʼ ἃς αἱ πολιτεῖαι κοσμοῦνται διττῶν οὐσῶν, καὶ τῆς μὲν τὸ κατʼ ἀριθμὸν ἴσον προτιθεμένης καὶ τοῖς διαφέρουσιν ἀλλήλων κατʼ ἴσον νόμον προϊούσης, τῆς δὲ τὸ κατʼ ἀξίαν ἐν ἅπασιν ἀσπαζομένης καὶ κατὰ λόγον ἰσότητος οὔσης, ἔστι μέν που καὶ ἐν τῇ προνοίᾳ τοῦ κόσμου τῶν ἰσοτήτων ἑκατέρα — καὶ γὰρ ἡ τῆς ψυχῆς οὐσία πρώτως μὲν τῇ κατὰ λόγον ἰσότητι διῄρηται παρὰ τοῦ δημιουργήσαντος αὐτήν, συμπεπλήρωται δὲ καὶ ταῖς λοιπαῖς μεσότησι καὶ συνδέδεται κατὰ πᾶσαν ἑαυτήν, καὶ τῶν σωμάτων ἕκαστα μετέχει μέν τινος καὶ κοινῆς οὐσίας ἐν τῇ δημιουργίᾳ καὶ ταύτῃ τὴν κατʼ ἀριθμὸν ἔλαχεν ἰσότητα —, διακεκόσμηται δὲ πάντα τῇ κρατίστῃ τῶν ἀναλογιῶν καὶ τὴν ἄλυτον ἐν τῷ παντὶ τάξιν καὶ τὴν πρὸς ἄλληλα ἁρμοστίαν κατὰ ταύτην ὁ δημιουργὸς τοῖς τε ὅλοις καὶ τοῖς μέρεσιν ἐνδίδωσι. Ταύτην τοίνυν τὴν ἰσότητα καὶ ὁ Ἀθηναῖος ξένος, ἅτε τῷ παντὶ προσεικάζων τὴν ἑαυτοῦ πόλιν, διαφερόντως τιμᾶν τοῖς ἑαυτοῦ πολίταις παρακελευόμενος τοιαῦτα ἄττα φησί· Τὴν δὲ ἀληθεστάτην καὶ ἀρίστην ἰσότητα οὐκέτι ῥᾴδιον παντὶ διιδεῖν· Διὸς γὰρ δὴ κρίσις ἐστί. Τί ποτε οὖν τὸ αἴτιόν ἐστι διʼ ὃ τὴν ἀναλογίαν ταύτην ὁ Ἀθηναῖος ξένος κρίσιν ἀπεφήνατο τοῦ Διὸς εἶναι; Τί δὲ ἄλλο γε φήσομεν ἢ τὴν εἰς τὸν κόσμον αὐτῆς συντέλειαν καὶ τὴν ἐν τῇ δημιουργίᾳ τῶν ὅλων δυναστείαν; Ἡ γὰρ διορίσασα μὲν ἐν τάξει τὰ τῶν αἰτίων γένη, δεσμὸν δὲ αὐτῶν μηχανησαμένη κάλλιστον καὶ μίαν ἐξ ὅλων διακόσμησιν συνυφήνασα κατὰ τὸν Τίμαιον, ἡ τῆς ἀναλογίας ἐστὶ ταύτης δύναμις, νοῦ μὲν καὶ τῆς σωματικῆς φύσεως ἀνάλογον ἐν μέσῳ τὴν ψυχὴν ἐνιδρυσαμένη — καὶ γὰρ ἡ ψυχὴ μέση τῆς ἀμερίστου καὶ τῆς μεριστῆς ἐστιν οὐσίας, καὶ ὅσῳ τῆς μεριστῆς ὑπερέχει, τοσούτῳ τῆς ἀμεροῦς ἀπολείπεται τῶν ὄντων ὑποστάσεως· αὐτὴν δὲ τὴν ψυχὴν ἐκ διπλασίων λόγων καὶ τριπλασίων συνδήσασα καὶ τὴν σύμπασαν ἅμα καὶ προϊοῦσαν καὶ ἐπιστρεφομένην τοῖς πρωτουργοῖς καὶ αὐτοκινήτοις ὅροις τῆς ἰσότητος συνέχουσα· καὶ δὴ καὶ τὴν σωματικὴν σύνταξιν ἐκ τεττάρων ὑποστήσασα τῶν πρώτων γενῶν, καὶ τὰ μὲν ἄκρα διὰ τῶν μέσων ἁρμόσασα, τὰ δὲ μέσα κατὰ τὴν τῶν ἄκρων ἰδιότητα συγκερασαμένη, πάντα δὲ εἰς ἕνα κόσμον ἀναγαγοῦσα καὶ μίαν τάξιν ἄλυτον ἐν τῷ παντὶ συνεχομένην. Εἰ τοίνυν κατὰ πᾶσαν τὴν δημιουργίαν δυναστεύειν τὴν ἰσότητα ταύτην ὁμολογοῦμεν, τοῦ δημιουργοῦ κρίσις ἐστὶν ἡ τῶν ἀναλογιῶν ἀρίστη καὶ κατὰ τὴν τοῦ γεννήσαντος τὰ ὅλα ψῆφον τοσαύτην ἐν τῇ δημιουργίᾳ κεκλήρωται τὴν ἐπικράτειαν ἡλίκην ὁ πρόσθεν λόγος ἀπέφηνεν. Εἰ τοίνυν ἡ αὐτὴ καὶ τοῦ Διός ἐστι κρίσις, ὡς ὁ Ἀθηναῖος ξένος ἀποφαίνεται, παντὶ δὴ καταφανὲς ὅτι δημιουργική τίς ἐστιν ἡ τοῦ Διὸς φύσις· οὐ γὰρ ἄλλο τι κρῖνόν ἐστι τὴν τῆς ἀναλογίας ταύτης ἀξίαν ἢ τὸ χρώμενον αὐτῇ πρὸς τὴν τῶν ὅλων διακόσμησιν. ᾯ καὶ ὁ νομοθέτης ἀνάλογον αὑτὸν ἱδρύσας τὴν τῷ παντὶ προσεικασθεῖσαν πόλιν τῇ ἀναλογίᾳ ταύτῃ συνέδησέ τε καὶ διαφερόντως ἐκόσμησε. κζʹ Θαρροῦντες δὴ οὖν καὶ ἐκ τούτων καὶ ἐκ τῶν προειρημένων ἁπάντων λέγωμεν, ἑπόμενοι τῷ Πλάτωνι καὶ ταῖς πατρίοις φήμαις, ὅτι δὴ Ζεύς ἐστιν ὁ τοῦ παντὸς δημιουργός, καὶ συνάγωμεν εἰς ταὐτὸ τὰς διεσπαρμένας τῶν παλαιῶν ὑπονοίας. Ὧν αἱ μὲν εἰς τὴν αὐτὴν τάξιν ἀναφέρουσι τό τε παράδειγμα τοῦ κόσμου καὶ τὴν δημιουργικὴν αἰτίαν, αἱ δὲ διαιροῦσι ταῦτα ἀπʼ ἀλλήλων, καὶ αἱ μὲν πρὸ τοῦ δημιουργοῦ τίθενται τὸ παντελὲς ζῷον, αἱ δὲ μετὰ τὸν δημιουργὸν αὐτῷ παρέχονται τὴν ὑπόστασιν. Εἰ γὰρ ὅ τε δημιουργός ἐστιν ὁ μέγας ὥσπερ εἴρηται Ζεύς, καὶ τὸ παράδειγμα τὸ τῷ δημιουργῷ προκείμενον εἰς τὴν τοῦ κόσμου γένεσιν τὸ παντελὲς ζῷον, ὁμοῦ καὶ συνήνωται ταῦτα ἀλλήλοις καὶ τὴν κατʼ οὐσίαν ἔλαχε διάκρισιν· καὶ τὸ μὲν αὐτοζῷον νοητῶς περιείληφεν ἐν ἑαυτῷ τὴν Δίιον ἅπασαν σειράν, ὁ δὲ δημιουργὸς τοῦ παντὸς Ζεὺς νοερῶς τὴν τοῦ ζῴου φύσιν ἐν ἑαυτῷ προεστήσατο. Καὶ γὰρ τὸ αὐτοζῷον τοῖς πᾶσίν ἐστι τῆς ζωῆς χορηγὸν καὶ ζῇ τὰ πάντα διʼ ἐκεῖνο πρώτως καὶ ὁ Ζεὺς τοῦ ζῆν αἴτιος ὑπάρχων ἔχει τὸ παράδειγμα καὶ τὴν γεννητικὴν ἀρχὴν τῆς τῶν ζῴων ἁπάντων οὐσίας. Εἰκότως δὴ οὖν καὶ ὁ παρὰ τῷ Πλάτωνι Τίμαιος τὸ νοητὸν παράδειγμα ζῷον ἀποκαλῶν συνάπτει τὸν δημιουργικὸν νοῦν τῷ πρώτῳ νοητῷ ζῴῳ καὶ διὰ τῆς πρὸς ἐκεῖνο παντελοῦς ἑνώσεως τοῦ δημιουργοῦ καὶ πατρὸς διακοσμεῖ καὶ τόδε τὸ πᾶν, ὅτι δὴ τὴν δημιουργίαν τοῦ παντὸς εἰς αὑτὸν ἀναδησάμενος ὁ Ζεὺς καὶ ζῷον ὑπάρχων νοερὸν ἥνωται πρὸς τὸ νοητὸν ζῷον καὶ τὴν ἀνάλογον ἐκείνῳ πρόοδον λαχὼν ὑφίστησι πάντα νοερῶς ὅσα νοητῶς ἐν ἐκείνῳ προελήλυθε. Τριττῶν γάρ, ὥσπερ εἴρηται, τῶν νοητῶν οὐσῶν ὑποστάσεων, καὶ τῆς μὲν κατὰ τὸ εἶναι καὶ τὸ ἓν ὂν τὴν ὕπαρξιν λαχούσης, τῆς δὲ κατὰ τὴν νοητὴν ζωὴν καὶ τὸ μέσον κέντρον τοῦ νοητοῦ πλάτους, οὗ δὴ καὶ ὁ αἰὼν καὶ πᾶσα ἡ ζωὴ καὶ ἡ νοητὴ ζωή, καθάπερ πού φησιν ὁ Πλωτῖνος, τῆς δὲ κατὰ τὸ νοητὸν πλῆθος, τὸ πρώτιστον πλήρωμα τῆς ζωῆς καὶ παντελὲς παράδειγμα τῶν ὅλων, αἱ τρεῖς τῶν νοερῶν θεῶν βασιλεῖαι ταῖς νοηταῖς τρισὶν ὑποστάσεσιν ἀνάλογον διῄρηνται, καὶ ὁ μὲν κατὰ τὴν ἀκρότητα τῶν νοερῶν τὴν ὕπαρξιν κληρωσάμενος, ὁ μέγιστος Κρόνος, καὶ πατρικὴν ἔχων ὑπεροχήν, ἀνάλογον προέστηκε τῇ τῶν νοητῶν θεῶν ἀκρότητι καὶ τῷ κρυφίῳ διακόσμῳ· καὶ ὥσπερ ἐν ἐκείνῳ πάντα μονοειδῶς ἐστι καὶ ἀφράστως ἥνωται καὶ ἀδιακρίτως, οὕτω δὴ καὶ ὁ θεὸς οὗτος καὶ τὰ προελθόντα πάλιν εἰς ἑαυτὸν ἐπιστρέφει καὶ ἐν ἑαυτῷ κρύπτει, τὸ κρύφιον μιμούμενος τῆς πρώτης ἀκρότητος. Ὁ δὲ αὖ τὰ μέσα γένη τῶν ὅλων περιέχων διάκοσμος καὶ πληρούμενος μὲν ἀπὸ τῆς τοῦ Κρόνου γεννητικῆς δυνάμεως, πληρῶν δὲ ἀφʼ ἑαυτοῦ τὴν ὅλην δημιουργίαν τῶν ζωογονικῶν ὀχετῶν, ταύτην ἐν τοῖς νοεροῖς ἔχει τάξιν ἣν ἐν τοῖς νοητοῖς ὁ αἰὼν καὶ ἡ τῆς ζωῆς ἐκείνης ἑνοειδὴς αἰτία· καὶ ὥσπερ ἐκείνη προσεχῶς ἀπογεννᾷ τὸ νοητὸν ζῷον, ὃ δὴ καὶ αἰώνιον ἐπονομάζεται διὰ τὴν ἐκείνης μέθεξιν, οὕτω δὴ καὶ ὁ μέσος κόλπος τῶν νοερῶν θεῶν ἐκφαίνει τὸν δημιουργὸν τοῦ παντὸς καὶ τὴν ζωοποιὸν τῶν ὅλων πηγήν. Ὁ δὲ δὴ τρίτος βασιλεύς, ὁ ποιητὴς ἅμα καὶ πατήρ, τῷ λοιπῷ δηλαδὴ τῶν νοητῶν, τῷ παντελεῖ ζῴῳ, σύστοιχός ἐστι, καὶ ὥσπερ ἐκεῖνος ζῷόν ἐστιν, οὕτω δὴ καὶ αὐτὸς Ζεύς ἐστι· καὶ νοητῶς μὲν ὁ Ζεὺς ἐν τῷ παντελεῖ ζῴῳ, νοερῶς δὲ ἐν τῷ Διὶ τὸ παντελὲς ζῷον, καὶ ἥνωται μὲν ἀλλήλοις τὰ πέρατα τῶν τε νοητῶν καὶ τῶν νοερῶν θεῶν, καὶ μετὰ τῆς ἑνώσεως ἡ διάκρισις συνυπάρχει· καὶ τὸ μὲν ἐξῄρηται τῆς δημιουργίας, ὁ δὲ ἐπέστραπται πρὸς τὸ νοητὸν καὶ πεπλήρωται τῶν ὅλων ἀγαθῶν ἐκεῖθεν καὶ πατρικὴν ἔλαχεν ὑπεροχὴν διὰ τὴν ἐκείνου μέθεξιν. Ὁ μὲν οὖν ποιητὴς καὶ πατὴρ τοῦ κόσμου καὶ πάσης τῆς δημιουργίας τὸ ἑνοειδὲς κράτος ἐν αὑτῷ πηξάμενος καὶ τὴν πρωτουργὸν αἰτίαν τῆς τῶν ὅλων ἀπογεννήσεως ἔχων τε καὶ περιέχων καὶ τὰ πάντα ἱδρύσας ἐν αὑτῷ μονίμως καὶ πάλιν ἀφʼ ἑαυτοῦ παράγων ἀχράντως, τοιαύτην ἐν τοῖς νοεροῖς πατράσι τάξιν κληρωσάμενος ὕμνηται μὲν διὰ παντὸς ὡς εἰπεῖν τοῦ Τιμαίου τὴν γόνιμον αὐτοῦ καὶ πατρικὴν ἐμφαίνοντος δύναμιν καὶ πρόνοιαν, ἄνωθεν ἄχρι τῶν ἐσχάτων τοῦ παντὸς διήκουσαν· ὕμνηται δὲ καὶ ἐν ἄλλοις πολλαχοῦ διαλόγοις ὑπὸ τοῦ Πλάτωνος, καθʼ ὅσον ἦν δυνατὸν τὴν μονοειδῆ καὶ ἡνωμένην αὐτοῦ καὶ τῶν ὅλων ἐξῃρημένην ὑμνεῖσθαι διὰ τῶν λόγων ὑπεροχήν. κηʹ Εἰ δέ τις τῶν ἐν Τιμαίῳ ῥηθέντων ἐν ἀρχῇ περὶ αὐτοῦ μεμνημένος, καὶ ὡς εὑρεῖν τε ἔργον αὐτὸν καὶ εὑρόντα εἰς ἅπαντας ἀδύνατον λέγειν ἀκούων, ἐπιζητοίη πρῶτον μὲν διὰ τί τῆς Ἑλληνικῆς θεολογίας ὄνομα τῷ δημιουργῷ τοιοῦτον ἀνείσης οἷον ἔμπροσθεν εἴπομεν, ὁ Τίμαιος ἄρρητον αὐτὸν εἶναί φησι καὶ πάσης τῆς ἐν λόγοις φερομένης ἐνδείξεως ὑπεριδρυμένον, ἔπειθʼ ὅπως αὐτῷ τὸ μὲν νοητὸν ζῷον, ἐπέκεινα τοῦ δημιουργοῦ τεταγμένον, καὶ ὀνομάζεται καὶ πολλοῖς συνθήμασι γνωρίζεται, τὸν δὲ δημιουργὸν ἐν δευτέρᾳ τάξει τοῦ παντελοῦς ζῴου τὴν ἑαυτοῦ βασιλείαν ἱδρύσαντα καὶ νοερὸν ὄντα θεόν, ἐκείνου νοητὴν ὑπεροχὴν λαβόντος, ἄρρητον ὥσπερ εἴρηται καὶ ἄγνωστον ἀφίησι, τάχʼ ἂν καὶ ἡμεῖς ἑπομένως τῷ Πλάτωνι τὰς τοιαύτας ἁπάσας ἀπορίας διαλύειν ἔχοιμεν. Πᾶσα γὰρ τάξις θεῶν ἀπὸ μονάδος ἄρχεται καὶ κατʼ αὐτὴν τὴν πρωτουργὸν αἰτίαν τῆς οἰκείας προΐσταται σειρᾶς. Καὶ τὰ μὲν ἐγγυτέρω τῆς ἀρχῆς ταύτης ὁλικώτερα τῶν πορρωτέρω· προφαίνεται δὲ πλέον ἀποστάντα τῆς μονάδος  <span class="gap">…</span> τὰ ὁλικώτερα καὶ τὰ κατʼ οὐσίαν ὑφειμένα συνάπτει τοῖς πρὸ αὐτῶν. Καὶ ἔστιν ὅλη διʼ ὅλης ἑαυτῇ ἡνωμένη καὶ μίαν ἄλυτον ἀλληλουχίαν ἔν τε τοῖς ὅλοις καὶ τοῖς μέρεσιν ἔλαχε καὶ διὰ τὴν μονάδα τὴν συναγωγὸν τῆς διακοσμήσεως ἁπάσης εἰς ἓν καὶ περὶ ἑαυτὴν ἐπέστραπται καὶ εἰς ταύτην ἀνήρτηται καὶ συνελίσσεται πᾶσα κατʼ αὐτήν. Εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, καθʼ ἑκάστην τάξιν ἡ μονὰς τὴν ἀνάλογον ἐκληρώσατο τῷ ἀγαθῷ πρὸς τὸ πλῆθος ὑπεροχήν, καὶ ὥσπερ ἡ τῶν ἀγαθῶν ὅλων ἑνιαία καὶ τοῖς πᾶσιν ἄληπτος αἰτία πάντων ἐστὶν ἐξῃρημένη καὶ περὶ αὑτὴν ὑπεστήσατο πάντα καὶ ἀφʼ ἑαυτῆς ἐγεννήσατο καὶ τὰς ἑνώσεις τῶν πάντων εἰς τὴν ἄρρητον ἑαυτῆς ὑπερένωσιν ἀνήρπασεν, οὕτω δὴ καὶ πάσης διακοσμήσεως ἡ μονοειδὴς καὶ παντὸς γεννητικὴ τοῦ συστοίχου πλήθους ἀρχὴ τὴν ὅλην ἑαυτῆς σειρὰν συνέχει καὶ φρουρεῖ καὶ τελειοῖ καὶ τὸ ἀγαθὸν αὐτῇ δίδωσιν ἀφʼ ἑαυτῆς καὶ τάξεως πληροῖ καὶ ἁρμονίας, καὶ τοῦτό ἐστι τοῖς ἑαυτῆς ἐκγόνοις ὃ τὸ ἀγαθὸν ἅπασι τοῖς οὖσι καὶ ἐφετόν ἐστι τοῖς ἀπʼ αὐτῆς ὡρμημένοις ἅπασιν. Οὕτω δὴ οὖν τῆς μὲν πατρικῆς ὅλης διακοσμήσεως ἡ τοῦ νοητοῦ πατρὸς ἕνωσις προϋφέστηκε, τῆς δὲ συνεκτικῆς ἡ μία τῶν συνοχέων ὁλότης, τῆς δὲ ζωογονικῆς ἡ πρωτουργὸς αἰτία τῆς ζωῆς· καὶ τοίνυν καὶ τῆς δημιουργικῆς ἁπάσης σειρᾶς εἰς τριάδα τὴν τῶν Κρονίων παίδων ἀνηρτημένης προσεχῶς, ἡ μονὰς ἡ τὰ ὅλα δημιουργοῦσα καὶ τῆς τριάδος ταύτης ὑπερίδρυται καὶ πάντας τοὺς δημιουργικοὺς θεοὺς ἐν ἑαυτῇ περιέχει καὶ πρὸς ἑαυτὴν ἐπιστρέφει, καὶ ἔστιν ἀγαθοειδὴς καὶ μία τῶν ἀριθμῶν ἁπάντων τῶν δημιουργικῶν πηγὴ καὶ πρὸς πᾶσαν ὡς εἰπεῖν τὴν τάξιν ταύτην ἀνάλογον ὑφέστηκε τῷ ἑνὶ καὶ τῇ μιᾷ τῶν πάντων ἀρχῇ. Ταῦτα δὴ οὖν ὁ Τίμαιος ἡμῖν ἐνδεικνύμενος δύσγνωστον αὐτὴν καὶ ἀπεριήγητον εὐθὺς ἐν ἀρχῇ τῆς τοῦ κόσμου γενέσεως εἶναι τίθεται ὡς τῷ ἀρρήτῳ καὶ ἀγνώστῳ τῶν ὄντων ἁπάντων αἰτίῳ τὸν αὐτὸν ἔχουσαν λόγον. Ὅθεν οἶμαι καὶ τῶν αἰτίων ἄριστον ἀποκαλεῖ τὸν δημιουργὸν καὶ πατέρα τοῦδε τοῦ παντός, ὡς ἐν τοῖς δημιουργοῖς ἀκροτάτην τάξιν λαχόντα καὶ πάσας τὰς ποιητικὰς ἀρχὰς εἰς ἑαυτὸν συνελίσσοντα καὶ ἀφʼ ἑαυτοῦ προβαλλόμενον. Ἀλλʼ ἐκεῖνο μὲν τὸ ἓν ὁ Παρμενίδης ἄγνωστον παντελῶς καὶ ἄρρητον ἀποδείκνυσι, τὸν δὲ ποιητὴν καὶ πατέρα τοῦ κόσμου φησὶν ὁ Τίμαιος εὑρεῖν τε ἔργον καὶ εἰς ἅπαντας ἀδύνατον λέγειν, ἃ δὴ τῆς πᾶσαν γνῶσιν καὶ πάντα λόγον ἀποφυγούσης αἰτίας ὑφεῖται καὶ πρὸς τὴν τῶν γνωστῶν καὶ ῥητῶν φύσιν ἀπονεύειν δοκεῖ. Τὸ γὰρ εἰς ἅπαντας ἀδύνατον λέγειν οὐκ ἄρρητον αὐτὸν πάντῃ καὶ ἄφραστον ἀφίησι· καὶ τὸ εὑρεῖν τε ἔργον οὐ τῆς ἀγνώστου παντελῶς ἐστιν ἰδιότητος σύνθημα. Διότι γὰρ ἐν δευτέραις τοῦ ἀγαθοῦ τάξεσι καὶ πολλοσταῖς τὴν ἀνάλογον αὐτῷ προεστήσατο βασιλείαν, μετέχει μὲν τῶν ἐκείνου συνθημάτων, μετὰ δὲ τῆς οἰκείας ἰδιότητος καὶ τῆς προσηκούσης αὐτῷ πρὸς τὰ ὄντα κοινωνίας ἔλαχε τὴν μέθεξιν· καὶ ὥσπερ ἀγαθός ἐστιν, ἀλλʼ οὐκ αὐτὸ τὸ ἀγαθόν, οὕτω καὶ δύσγνωστός ἐστι τοῖς μετʼ αὐτόν, ἀλλʼ οὐκ ἄγνωστος, καὶ μυστικοῖς λόγοις ἀνευφημούμενος, ἀλλʼ οὐ παντελῶς ἄρρητος. Ἀλλʼ ὁρᾷς αὐτὴν τῶν πραγμάτων τὴν τάξιν καὶ τὴν ἐν αὐτοῖς ὕφεσιν εἰς τὸ κάτω προϊοῦσαν, ὡς τὸ μὲν ἀγαθὸν καὶ σιγῆς ἐστιν ἁπάσης καὶ λόγων ἁπάντων ἐξῃρημένον· τὸ δὲ τῶν νοητῶν θεῶν γένος σιωπῇ χαίρει καὶ τοῖς ἀρρήτοις συμβόλοις ἀγάλλεται, διὸ καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης τελετῶν ἁγιωτάτην ἀποκαλεῖ τὴν τῶν νοητῶν μονάδων θέαν ὡς σιγωμένην καὶ ἀπορρήτως νοουμένην· τὸ δὲ τῶν νοερῶν ῥητὸν μέν ἐστιν, ἀλλʼ οὐκ εἰς ἅπαντας ῥητόν, καὶ γνωστόν, ἀλλὰ μετὰ χαλεπότητος γνωστόν, διὰ γὰρ τὴν πρὸς τὸ νοητὸν ὕφεσιν ἀπὸ τῆς σιγῆς καὶ τῇ νοήσει μόνῃ καταληπτῆς ὑπεροχῆς εἰς τὴν τῶν ῥητῶν ἤδη προελήλυθε διακόσμησιν. κθʹ Ἀλλʼ εἰ τοῦτο, πολλῷ δήπου μᾶλλόν ἐστι τὸ παντελὲς ζῷον ἄρρητον καὶ ἄγνωστον τῆς δημιουργικῆς μονάδος· καὶ γὰρ ἐκεῖνο πάσης ὁμοῦ τῆς παραδειγματικῆς τάξεώς ἐστι μονάς, καὶ νοητόν ἐστιν, ἀλλʼ οὐ νοερόν. Πῶς οὖν ἐκεῖνο μὲν καὶ ὀνομάζειν καὶ οἷόν ἐστιν ἐκφαίνειν ἐπιχειροῦμεν, τὴν δὲ δημιουργικὴν αἰτίαν οὕτως ἀποσεμνύνομεν καὶ τοῖς ἀρρήτοις εἰς ταὐτόν πως ἄγομεν; Μὴ γὰρ οὐκ ᾖ ταῦτα τοῦ Πλάτωνος ἐπέκεινα τὸ αὐτοζῷον τοῦ δημιουργοῦ προτάττοντος, ἀλλʼ ἐν δευτέρᾳ που τάξει θεῶν αὐτῷ τὴν ὑπόστασιν διδόντος, οὗ τεταγμένον καὶ ῥητὸν ἔσται καὶ γνωστὸν μᾶλλον τῆς δημιουργικῆς μονάδος. Ἐπεὶ καὶ τὸ κάλλιστον μὲν ἐπονομάζειν τὸ παντελὲς ἐκεῖνο ζῷον, ἄριστον δὲ τῶν αἰτίων τὸν δημιουργόν, τὴν αὐτὴν δήπου τοῖς αἰτίοις τούτοις πρὸς ἄλληλα δίδωσιν ἀναλογίαν ἣν τῷ ἀγαθῷ πρὸς τὸ κάλλος· καὶ ὥσπερ τὸ ἀγαθὸν πρὸ τοῦ κάλλους — ἐν γὰρ προθύροις ἐστὶ τοῦ ἀγαθοῦ τὸ πρώτιστον κάλλος, ὥς φησιν ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης —, οὕτω δὴ καὶ τὸ ἄριστον πρὸ τοῦ καλλίστου καὶ ὁ δημιουργὸς πρὸ τοῦ παντελοῦς ζῴου. Τοῦ μὲν γὰρ ἀγαθοῦ τὸ ἄριστον διαφερόντως μετέχει, τοῦ δὲ κάλλους τὸ κάλλιστον. Λεγέσθω τοίνυν καὶ πρὸς ταῦτα παρʼ ἡμῶν ὅτι τὸ κάλλιστον καὶ τὸ ἄριστον ἁπλῶς μὲν οὕτως ἔχει πρὸς ἄλληλα κατὰ τὴν τάξιν ὡς τὸ ἀγαθὸν πρὸς τὸ καλόν — ἡ γὰρ τῆς ἀγαθότητος ὅλης σειρὰ τῆς τοῦ καλοῦ προόδου πάσης καὶ διακοσμήσεως ὑπερήπλωται —, οὐ πανταχοῦ δὲ ἄρα τὸ ἄριστον τοῦ καλλίστου πρότερόν ἐστι, καὶ τὸ μὲν πρὸς τὴν ὑφειμένην τάξιν ἄριστον ἂν εἴη, τὸ δὲ ὡς πρὸς τὴν κρείττονα κάλλιστον. Λέγω δὲ οἷον τὸ μὲν κάλλιστον ὡς ἐν νοητοῖς ἔχοι τὴν ἰδιότητα ταύτην, τὸ δὲ ἄριστον ὡς ἐν νοεροῖς, καὶ εἰ τὸ μὲν κάλλιστον ἐν τοῖς ὑπερκοσμίοις εἴη τοιοῦτον, τὸ δὲ ἄριστον ὡς πρὸς τοὺς ἐν τῷ κόσμῳ λέγοιτο θεούς. Εἰ τοίνυν ὁ μὲν τῶν αἰτίων ἄριστος τῆς δημιουργικῆς ἡγεῖται σειρᾶς καὶ κατʼ ἐκείνην ἔλαχε τὴν τοιαύτην ὑπεροχήν, τὸ δὲ τῶν νοητῶν ζῴων κάλλιστον ἐν ὑπερτέρᾳ τάξει τὴν τοῦ κάλλους ἐξαίρετον προεστήσατο δύναμιν, τίς μηχανὴ διὰ ταῦτα τὸ νοητὸν καὶ παντελὲς ζῷον τῆς νοερᾶς αἰτίας καταδεέστερον ἀποφαίνειν καὶ τὸν δημιουργὸν εἰς τὰ μετʼ αὐτὸν ἐπιστρέφειν — ἢ πῶς ὁρατὸν αὐτῷ τὸ αὐτοζῷον εἶναί φησί τις; — καὶ τὸ παντελὲς ζῷον καὶ τῶν νοητῶν ἁπάντων περιληπτικὸν αὐτὸ περιεχόμενον ὑπʼ ἄλλου ποιεῖν; Ἔσται γὰρ οὕτως ὁ δημιουργὸς τοῦ αὐτοζῴου περιληπτικώτερος, εἴπερ ἐκεῖνος μὲν κατὰ τὸ ἄριστον χαρακτηριζόμενος ὑπερήπλωται τοῦ παραδείγματος, τὸ δὲ ὡς κάλλιστον προσρηθὲν δεύτερόν ἐστι τῆς δημιουργικῆς αἰτίας. Ἀλλὰ μὴν κἀκεῖνο μὲν τὸ παντελὲς καὶ νοητὸν ζῷον κατὰ τὴν εἰδητικὴν φύσιν ὁ Τίμαιος διαφερόντως σκοπούμενος, ἀλλʼ οὐ κατὰ τὴν ἕνωσιν τὴν ἐν αὐτῷ καὶ τὴν ὑπὲρ τὰ εἴδη τοῦ παντὸς ὑπόστασιν, εἰκότως δήπου τὸ μὲν αὐτοζῷον καὶ γνῶναι δυνατὸν καὶ λόγῳ δηλωθῆναι συγχωρεῖ, τὸν δὲ δημιουργὸν ἄρρητόν πως καὶ γνώσεως κρείττονα προσονομάζει. Ἄμφω μὲν γάρ, καὶ ὁ δημιουργὸς λέγω καὶ τὸ αὐτοζῷον, μετέχει τῆς ἑνώσεως καὶ πρὸ τῆς εἰδικῆς οὐσίας τῷ ἑνὶ συνέχεται, καὶ εἰ τὰς ἑνάδας τὰς ἐν αὐτοῖς λαμβάνοις, νοητὴν μὲν τὴν τοῦ παραδείγματος εἶναι θήσεις ἑνάδα, νοερὰν δὲ τὴν δημιουργικήν, καὶ τοῦ ἑνὸς τοῦ πρωτίστου καὶ ἀγνώστου καὶ ἀλήπτου τοῖς πᾶσιν ἐγγυτέρω τὴν νοητὴν ὕπαρξιν τῆς νοερᾶς. Εἰ δὲ τοῦ μὲν παραδείγματος τὰ εἴδη καθʼ αὑτὰ θεωρεῖν ἐθέλοις, καθʼ ὃ καὶ παράδειγμα λέγεται τῶν ἐν τῷ κόσμῳ πάντων, τοῦ δὲ δημιουργοῦ τὴν ἀγαθότητα καὶ τὴν ἕνωσιν, γνωστὰ μὲν ἐκεῖνα καὶ ῥητά σοι φανεῖται, τὸ δὲ δημιουργικὸν αἴτιον μετέχον τῆς ἀγνώστου καὶ ἀρρήτου τῶν θεῶν ἰδιότητος. Καὶ γὰρ αὖ καὶ ὁ Τίμαιος τοῦ μὲν δημιουργοῦ καὶ πατρὸς δεῖται διαφερόντως ὡς ὑποστάτου τῶν ὅλων καὶ γεννήτορος τοῦ κόσμου, τὸ δὲ γεννᾶν καὶ παράγειν καὶ τὸ προνοεῖν θεῶν ἐστιν ἴδιον, καθʼ ὅσον εἰσὶ θεοί, διὸ καὶ αὐτὸς τὴν ἰδιότητα τοῦ δημιουργοῦ, καθʼ ἣν καὶ θεός ἐστι, τῆς ἀπογεννήσεως αἰτίαν τοῦ παντὸς καὶ κυριωτάτην ἀρχὴν ἐπονομάζει τῆς τῶν ὅλων διακοσμήσεως· τοῦ δὲ παραδείγματος ὡς τὰ πρώτιστα περιέχοντος εἴδη, καθʼ ἃ καὶ ὁ κόσμος ἔμελλεν εἰδοποιεῖσθαι. Εἰκὼν γάρ ἐστι τοῦ παραδείγματος, ἀποτέλεσμα δὲ τοῦ δημιουργοῦ· παραδείγματι μὲν οὖν εἶναι προσήκει τῷ πρωτίστῳ τῶν εἰδῶν, δημιουργῷ δὲ τῷ ἀρίστῳ τῶν αἰτίων κατὰ τὴν ἀγαθότητα τὴν ἑαυτοῦ καὶ τὴν τῆς οὐσίας ὕπαρξιν. Καθάπερ γὰρ εἴπομεν, τὸ γεννητικὸν καὶ ὑποστατικὸν ἄλλων καὶ προνοητικὸν αὐτοῖς διαφέρει τοῖς θεοῖς, ἀλλʼ οὐ τοῖς ἐξηρτημένοις αὐτῶν πρώτως· ἀλλὰ καὶ ταῦτα διʼ ἐκείνους ἔλαχε τὴν γόνιμον τῶν δευτέρων περιουσίαν. Ταῦτά μοι δοκεῖ καὶ ὁ ἐν τῇ Πολιτείᾳ Σωκράτης ἐνδεικνύμενος μὴ πρότερον τὸν ἥλιον γενέσεως αἴτιον εἰπεῖν πρὶν αὐτὸν τοῦ ἀγαθοῦ καὶ τῆς ὑπερουσίου τῶν ὅλων ἀρχῆς ἔκγονον ἀποφήνηται, καθάπερ δὴ καὶ ὁ Τίμαιος οὐ πρότερον ἄρχεται τῆς τοῦ παντὸς δημιουργίας πρὶν τὴν ἀγαθότητα τοῦ δημιουργοῦ τῶν ὅλων ἀνυμνήσῃ. Κατὰ γὰρ τὸ ἀγαθὸν ἑκάτερός ἐστιν ὑποστάτης, ὁ μὲν τοῦ παντός, ὁ δὲ τῆς γενητῆς φύσεως, ἀλλʼ οὐ κατὰ τὸν νοῦν τὸν ἐν αὐτοῖς ἢ τὴν ζωὴν ἢ ἄλλο τι τῆς οὐσίας εἶδος· καὶ γὰρ ταῦτα διὰ τὴν τοῦ ἀγαθοῦ μέθεξιν ὑφίστησι τὰ μετʼ αὐτά. λʹ Πρὸς μὲν οὖν τὰς εἰρημένας ἀπορίας διὰ τούτων ἡμῖν ἀποκεκρίσθω. Ὑπόλοιπον δέ ἐστί μοι τῶν περὶ τῆς ὅλης δημιουργίας προβλημάτων εἰπεῖν περί τε τοῦ κρατῆρος ἣν ἔχομεν δόξαν καὶ περὶ τῶν κεραννυμένων ἐν αὐτῷ γενῶν· ταῦτα γὰρ δὴ καὶ ὁ Τίμαιος εἰς τὴν τῆς ψυχῆς γένεσιν τῇ δημιουργικῇ συντάττει μονάδι. Κεράννυσι μὲν οὖν ὁ δημιουργὸς τὰ στοιχεῖα τῆς τῶν ψυχῶν ὑποστάσεως, κεράννυται δὲ τὰ μέσα γένη τοῦ ὄντος, ὑποδέχεται δὲ τὴν κρᾶσιν ταύτην καὶ συναπογεννᾷ τῷ δημιουργῷ τὰς ψυχὰς ὁ πολυύμνητος κρατήρ. Τὰ μὲν τοίνυν τοῦ ὄντος γένη διττὰ τὴν πρώτην θετέον· καὶ τὰ μὲν τῶν ὁλικῶν ὑποστάσεων συμπληρωτικά, τὰ δὲ τῶν μερικῶν. Καὶ τῶν μὲν πρωτουργῶν καὶ ἡνωμένων αἰτίων τὰς ὑπάρξεις ἐν τοῖς νοητοῖς θεοῖς ἱδρῦσθαι συγχωρητέον. Ἐκεῖ γὰρ καὶ ἡ οὐσία πρώτως, ἐν τῇ τῶν νοητῶν ἀκρότητι, καὶ ἡ κίνησις καὶ ἡ στάσις ἐν τῷ μέσῳ κέντρῳ. Μένει γὰρ ὁ νοητὸς αἰὼν ἐν ἑνί, καὶ ὁμοῦ μένει καὶ τῆς ζωῆς ἁπάσης ἐστὶ κρύφιος αἰτία. Διὸ καὶ ὁ μὲν Πλωτῖνος ζωὴν ἀποκαλεῖ τὸν αἰῶνα τὴν μίαν καὶ ὅλην καὶ αὖ ἐν ἄλλοις νοητὴν ζωήν, ὁ δὲ τρίτος ἀπὸ τούτου Θεόδωρος στάσιν αὐτὸν ἐπονομάζει· καὶ ταῦτα ἀμφότερα τὰ δοξάσματα συνήρμοσται ἀλλήλοις, ὅτι δὴ καὶ στάσις ἐστὶν ἐν τῷ αἰῶνι — μένει γὰρ ἐν ἑνὶ κατὰ τὸν Τίμαιον — καὶ κίνησις — ζωὴ γάρ ἐστι νοητὴ καὶ τὸ μετέχον αὐτοῦ νοητόν ἐστι ζῷον. Καὶ μὴν καὶ ἡ ταὐτότης καὶ ἡ ἑτερότης ἐν τῷ πέρατι τῶν νοητῶν. Πόθεν γὰρ τὸ πλῆθος ἢ ἐκ τῆς ἑτερότητος; Πόθεν δὲ ἡ τῶν μερῶν πρὸς τὰ ὅλα κοινωνία καὶ ἡ τῶν διαιρουμένων ἐν ἀλλήλοις ὕπαρξις ἢ ἐκ τῆς ταὐτότητος; Καὶ γὰρ τὸ ἓν ἐκεῖνο τοῦ ὄντος μετέχει καὶ τὸ ὂν τοῦ ἑνός, καὶ διʼ ἀλλήλων ἀσυγχύτως διήκει τὰ μόρια πάντα τοῦ ἑνὸς ὄντος. Ἅμα γὰρ καὶ τὸ ταὐτὸν ἀεὶ καὶ τὸ ἕτερόν ἐστι κρυφίως, καὶ πᾶν τὸ νοητὸν πλάτος κατὰ τὰ πρώτιστα καὶ ἑνοειδέστατα γένη τὴν ὑπόστασιν ἔλαχε. Καὶ ὥσπερ ἡ οὐσία κατὰ τὴν πρώτην ἐξεφάνη τριάδα μετὰ τοῦ ἑνός, οὕτω καὶ ἡ κίνησις ἐν τῇ δευτέρᾳ καὶ ἡ στάσις, καὶ ἡ ταὐτότης ἐν τῇ τρίτῃ καὶ ἡ ἑτερότης. Καὶ πάντα οὐσιωδῶς ἐν τῷ νοητῷ, καθάπερ δὴ καὶ ἡ ζωὴ καὶ ὁ νοῦς ἐκεῖ νοητῶς. Ἐπειδὴ γὰρ ἀπὸ τῶν νοητῶν πάντα πρόεισι τὰ ὄντα, κατʼ αἰτίαν ἐκεῖ πάντα προϋπάρχει, καὶ ἡ κίνησις ἐκεῖ καὶ ἡ στάσις οὐσιωδῶς, καὶ ἡ ταὐτότης καὶ ἡ ἑτερότης ἑνοειδῶς. Πάλιν ἐν τοῖς μέσοις γένεσι τῶν νοητῶν καὶ νοερῶν ὑποστάσεων τὰ αὐτὰ δευτέρως ἐστὶ καὶ ζωτικῶς, ἐν μὲν τῇ ἀκρότητι τῆς οὐσίας οὔσης — περὶ γὰρ ταύτης τῆς τάξεως καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης διαλεγόμενος ἀπὸ τῆς οὐσίας τὴν ὅλην ἐχαρακτήρισεν· Ἡ γὰρ ἀχρώματος καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα τοῦτον ἔχει τὸν τόπον· ἐν δὲ τῷ μέσῳ κέντρῳ κινήσεως καὶ στάσεως — ἐκεῖ γὰρ ἡ τοῦ οὐρανοῦ περιφορά, καθάπερ φησὶν ὁ αὐτός, ἐν ἑνὶ μὲν ἀκλινῶς ἑστῶσα νοήσεως εἴδει, κινουμένη δὲ ἐν ἑαυτῇ καὶ πρὸς ἑαυτήν, μᾶλλον δὲ κίνησις οὖσα καὶ ζωὴ διαιώνιος· ἐν δὲ τῷ λοιπῷ δηλαδὴ τὸ ταὐτὸν καὶ ἕτερον τῷ πέρατι τῆς τάξεως ταύτης ζωτικῶς ἵδρυται, διὸ καὶ ἐπιστρέφει πρὸς τὴν ἀρχὴν κατὰ τὴν τῆς ταὐτότητος φύσιν, καὶ διαιρεῖται μονοειδῶς καὶ πρόεισιν εἰς ἀριθμοὺς πλείονας καὶ μερικωτέρας ἀπογεννᾷ ἀφʼ ἑαυτοῦ μονάδας. Πάλιν ἐν τοῖς τρίτοις διακόσμοις ὁ μὲν τῶν νοερῶν θεῶν ἀκρότατος κατὰ τὴν οὐσίαν ἔχει τὰ πάντα καὶ ἔστιν αὐτὸ τὸ νοητὸν καὶ τὸ ὄντως ὂν ἐν τοῖς νοεροῖς, τὴν ἐν αὑτῷ διάκρισιν εἰς ἀδιάκριτον αὖθις ἐπανακαλούμενος ἕνωσιν· ἡ δὲ μέση τάξις κατὰ τὴν κίνησιν ὁμοῦ καὶ στάσιν — ζωογόνος γάρ ἐστι θεότης, μένουσα ἅμα καὶ προϊοῦσα καὶ ἀχράντως ἱδρυμένη καὶ τὰ πάντα γονίμοις δυνάμεσι ζωοποιοῦσα· ἡ δὲ τρίτη πρόοδος κατὰ τὸ ταὐτὸν ἅμα καὶ ἕτερον, αὕτη γὰρ καὶ διακρίνει τῶν πατέρων ἑαυτὴν καὶ συνάπτεται αὐτοῖς διὰ τῆς νοερᾶς ἐπιστροφῆς, καὶ τὰ μετʼ αὐτὴν ἅμα μὲν συνδεῖ πρὸς ἄλληλα κατὰ τὰς κοινὰς τῶν εἰδῶν δυνάμεις, ἅμα δὲ διακρίνει ταῖς νοεραῖς τομαῖς. Ἐν δὴ ταύτῃ τῇ τάξει πρῶτον μὲν ἐκλάμπει τὰ γένη πάντα καὶ τὰ εἴδη, διότι κατὰ τὴν ἑτερότητα μάλιστα χαρακτηρίζεται, τῶν ὁλικῶν πασῶν ὑποστάσεων τὸ πέρας κληρωσαμένη, καὶ ἀπὸ ταύτης ἐπὶ πάντα πρόεισι, τόν τε μετεχόμενον νοῦν καὶ τὰς πολυειδεῖς τῶν ψυχῶν διακοσμήσεις καὶ τὴν σωματικὴν ἅπασαν φύσιν. Τριττὰ γὰρ ὑφίστησι γένη τῶν μετʼ αὐτήν, ὡς τὸ ὅλον εἰπεῖν, τὰ μὲν ἀμέριστα καὶ πρῶτα, τὰ δὲ μέσα τῶν ἀμερίστων καὶ μεριστῶν, τὰ δὲ μεριζόμενα περὶ τοῖς σώμασι· καὶ διὰ τούτων ἀπογεννᾷ πάντα τὰ μερικώτερα γένη τῶν ὄντων. Ἵνʼ οὖν ἐπὶ τὰ πρόσθεν εἰρημένα πάλιν ἐπανέλθωμεν, πανταχοῦ μὲν τὰ γένη θετέον, οὐ πανταχοῦ δὲ τὸν αὐτὸν τρόπον, ἀλλʼ ἐν μὲν τοῖς ὑψηλοτέροις τῶν θείων διακόσμοις ἑνοειδῶς καὶ ἀδιακρίτως καὶ ἡνωμένως· οὗ δὴ καὶ ἡ στάσις μετέχει κινήσεως καὶ ἡ κίνησις στάσεως καὶ ἀμφοῖν μία καὶ ἡνωμένη πρόοδός ἐστιν· ἐν δὲ τοῖς μερικωτέροις διῃρημένως αὐτὰ θετέον καὶ μετὰ τῆς προσηκούσης ὑφέσεως. Εἰ γάρ ἐστιν ἐν τῷ πέρατι τῶν νοητῶν τὰ πρώτιστα καὶ ὁλικώτατα τῶν εἰδῶν, ἀνάγκη δήπου καὶ τὰ γένη τὴν ἀρχὴν τῆς ὑποστάσεως ἐν τοῖς νοητοῖς ἔχειν· καὶ εἰ τὸ δημιουργικὸν αἴτιον ἁπάντων ἐστὶ γεννητικὸν τῶν μερικῶν διακόσμων, περιέχει τὰ πρώτιστα γένη τῆς ὑποστάσεως αὐτῶν· καὶ ὥσπερ ἡ πηγὴ τῶν εἰδῶν ἐν αὐτῷ πάντων, εἰ καὶ ἔστιν εἴδη νοητά, οὕτως τὰ γένη τοῦ ὄντος ἐν αὐτῷ προέστηκεν, εἰ καὶ ἔστιν ἄλλα τὰ γένη τὰ ὅλα πρὸ αὐτοῦ. Καὶ ὅ τε θεῖος Ἰάμβλιχος ὀρθῶς πού φησιν ἐν τῷ πέρατι τῶν νοητῶν θεῶν ἐκφαίνεσθαι τὰ γένη τοῦ ὄντος καὶ ἡ παροῦσα θεολογία τοῖς πράγμασιν ἑπομένως ἄνωθεν ἀπὸ τῶν νοητῶν θεῶν καὶ τούτοις τὴν πρόοδον δίδωσιν, ὥσπερ καὶ τοῖς εἴδεσιν. Ὅσα γάρ ἐστι κατʼ αἰτίαν ἐν τοῖς πρώτοις καὶ κρυφίως καὶ ἀδιαιρέτως, ταῦτα διῃρημένως ἐστὶν ἐν τοῖς νοεροῖς καὶ μεριστῶς καὶ κατὰ τὴν αὑτοῦ φύσιν ἕκαστον. Ἐντεῦθεν γὰρ δὴ καὶ πάντες οἱ μεριστοὶ τῶν ὄντων διάκοσμοι πληροῦνται καὶ τῶν γενῶν τούτων καὶ τῶν εἰδητικῶν ὑπάρξεων· καὶ διὰ τοῦτο καὶ ὁ δημιουργὸς λέγεται τὰ γένη πάντα περιέχειν καὶ τὴν πηγὴν τῶν εἰδῶν ἔχειν, ὡς τοὺς μερικοὺς ἅπαντας ὀχετοὺς αὐτὸς ἀπογεννῶν καὶ ἐπιλάμπων αὐτοῖς ἀφʼ ἑαυτοῦ τὰ μέτρα πάντα τῆς ὑποστάσεως. Τριττὰ δὴ οὖν ἁπάντων πρόεισι γένη τῶν ὄντων, τὰ μὲν ἀμέριστα, τὰ δὲ μεριστά, τὰ δὲ μεταξὺ τούτων, ἡνωμένα μὲν τῶν μεριστῶν μᾶλλον, διακεκριμένα δὲ πλέον τῶν ἀμερίστων γενῶν, ἀμφοῖν δὲ κατὰ μέσον ὑφεστηκότα καὶ τὸν ἕνα τῶν ὄντων συνέχοντα σύνδεσμον. Καὶ τὴν μὲν νοερὰν οὐσίαν παράγει διὰ τῶν πρώτων καὶ ἀμερίστων γενῶν, τὴν δὲ σωματικὴν διὰ τῶν τρίτων καὶ μεριστῶν, τὴν δὲ ψυχικὴν ἐν μέσῳ τούτων ὑπόστασιν διὰ τῶν μέσων ἐν τοῖς οὖσιν. Ἀλλὰ τὴν μὲν νοερὰν καὶ ἀμέριστον ἅπασαν φύσιν ἀφʼ ἑαυτοῦ γεννᾷ καὶ πληροῖ τῆς ὅλης γεννητικῆς δυνάμεως, τὴν δὲ ψυχικὴν μετὰ τοῦ κρατῆρος ὑφίστησι, τὴν δὲ σωματικὴν μετὰ τῆς ὅλης φύσεως. λαʹ Καὶ ὅτι ταῦτα ἑπομένως τῷ Τιμαίῳ διαταττόμεθα, μάθοι τις ἂν ἐντεῦθεν. Τὸν μὲν νοῦν τοῦ παντὸς παράγων ὁ δημιουργὸς αὐτὸς ἀπὸ τῆς ἑαυτοῦ μόνης αὐτὸν οὐσίας παράγει, κατὰ μίαν ἕνωσιν ἀθρόως αὐτὸν ἐκφαίνων ἅτε διαιωνίως ὑφιστάς, καὶ οὐδαμοῦ τοῦ κρατῆρος ἐνταῦθα διαμνημονεύει· τὴν δὲ ψυχὴν πρὸ τοῦ σώματος διακοσμῶν καὶ τὰ γένη κεράννυσι καὶ μετὰ τοῦ κρατῆρος ἐνεργεῖ· τὸ δὲ δὴ σῶμα πλάττων τοῦ παντὸς καὶ διαζωγραφῶν τὸν οὐρανόν, μετὰ τῆς ἀνάγκης αὐτὸ δημιουργεῖ — μεμιγμένη γὰρ ἡ τοῦ παντὸς φύσις ἐκ νοῦ καὶ ἀνάγκης ἐγενήθη, φησὶν ὁ Τίμαιος — καὶ οὐδὲ ἐνταῦθά που τὸν κρατῆρα συμπαραλαμβάνει πρὸς τὴν τῶν σωμάτων διακόσμησιν. Δέδεικται δὲ ἡμῖν ἐν ἄλλοις διὰ πλειόνων ὅτι τὴν φυσικὴν ποίησιν διʼ ἀνάγκης ὁ Πλάτων ἀποκαλεῖ καὶ οὐχ ὥς τινες ὑπέλαβον εἰς ταὐτὸν ἄγει τὴν ἀνάγκην τῇ ὕλῃ. Δῆλον δὴ οὖν ὅτι τὴν μὲν τῶν σωμάτων γένεσιν ὁμοῦ τῇ ὅλῃ φύσει παράγει καὶ ἐν τῇ φύσει τῇ πρωτίστῃ τὰ γένη τὰ μεριστὰ μίγνυσι καὶ οὕτως ἐκ νοῦ καὶ ἀνάγκης τὰ σώματα, τὸ μὲν ἀγαθὸν καὶ τὴν ἕνωσιν ἀπὸ τοῦ νοῦ δεχόμενα, τὴν δὲ εἰς διάστασιν καὶ μερισμὸν ἀποτελευτῶσαν πρόοδον ἐκ τῆς ἀνάγκης· τὴν δὲ τῶν ψυχῶν αὐτοκίνητον οὐσίαν μετὰ τοῦ κρατῆρος μόνου διακοσμεῖ. Καὶ οὔτε ὁ νοῦς οὔτε τὰ σώματα δεῖται τῆς τοιαύτης αἰτίας· ἀλλʼ ἔστιν ὁ μὲν δημιουργὸς κοινὸς τῶν τριττῶν γενῶν ὑποστάτης, ὁ δὲ κρατὴρ ἰδία τῶν ψυχῶν αἰτία συντεταγμένη τῷ δημιουργῷ, καὶ πληρούμενος μὲν ἀπʼ αὐτοῦ, πληρῶν δὲ τὰς ψυχάς, καὶ τὰς μὲν δυνάμεις τῆς γονίμου περιουσίας ἐκεῖθεν ὑποδεχόμενος, ἐπιρρέων δὲ ταῖς ψυχαῖς αὐτὰς κατὰ τὰ μέτρα τῆς ἑκάστων οὐσίας, καὶ ταῖς μὲν τὰς ἀκρότητας τῶν γενῶν, ταῖς δὲ τὰς μέσας προόδους, ταῖς δὲ τὰς ἀποπερατώσεις αὐτῶν ἐν τάξει διανέμων. Οὐκοῦν ζωογόνος μέν ἐστι κατὰ τὴν οὐσίαν ὁ κρατήρ, εἴπερ καὶ αἱ ψυχαὶ ζωαί τινές εἰσι, ψυχῶν δὲ πρωτουργὸς αἰτία κατὰ τὴν ἰδιότητα τῆς ὑπάρξεως, καὶ οὐχ ἁπάσης ζωῆς, ἀλλὰ τῆς ψυχικῆς ἑνοειδὴς καὶ παντελὴς μονάς. Ἀπὸ γὰρ τοῦ κρατῆρος τούτου καὶ ἡ τοῦ παντὸς ὑπέστη ψυχὴ καὶ τὰ δεύτερα καὶ τρίτα τῶν μεριστῶν ψυχῶν γένη καὶ αἱ τούτων μεταξὺ λαχοῦσαι τὴν πρόοδον. Ὁ πᾶς δὴ οὖν ἀριθμὸς τῆς ψυχικῆς διακοσμήσεως ἀπʼ αὐτοῦ προέρχεται καὶ κατὰ τὰς ἐν αὐτῷ γονίμους δυνάμεις μερίζεται. Λεγέσθω δὴ οὖν αἰτία ψυχῶν ὁ κρατὴρ καὶ τῆς δημιουργίας τῶν ψυχῶν ὑποδοχὴ καὶ γεννητικὴ μονὰς αὐτῶν καὶ ὅσα τοιαῦτα· λέγοιτο γὰρ ἂν ὀρθῶς καὶ τῷ Πλάτωνι κατὰ νοῦν. Εἰ δὲ δὴ καὶ συντέτακται τῷ δημιουργῷ καὶ ἐξ ἴσου συνυφίστησιν αὐτῷ τὰ γένη τῶν ψυχῶν, ἀνάγκη δήπου πηγαῖον εἶναι καὶ τὸν κρατῆρα τοῦτον, ὥσπερ τὸν ὅλον δημιουργόν. Οὐκοῦν πηγὴ μέν ἐστι τῶν ψυχῶν ὁ κρατήρ, ἥνωται δὲ πρὸς τὴν δημιουργικὴν μονάδα, καὶ διὰ τοῦτο καὶ ὁ ἐν Φιλήβῳ Σωκράτης ἐν τῷ Διὶ βασιλικὴν μὲν εἶναί φησι ψυχήν, βασιλικὸν δὲ νοῦν· ὃ γὰρ ἡμεῖς πηγαῖον ἐν τῷ παρόντι προσονομάζομεν, τοῦτο βασιλικὸν ἐκεῖνος προσείρηκε. Καίτοι καὶ τὸ τῆς πηγῆς ὄνομα τῷ Πλάτωνι γνώριμόν ἐστιν ἐπὶ τῶν ψυχῶν. Τὸ γὰρ αὐτοκίνητον, φησὶν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης, καὶ τοῖς ἄλλοις ὅσα κινεῖται πηγὴ καὶ ἀρχὴ κινήσεώς ἐστι. Καὶ ὁρᾷς ὅπως διττῆς πρὸ τῶν ψυχῶν μονάδος θείας ὑπὸ τῶν θεολόγων παραδεδομένης, τῆς μὲν πηγαίας, τῆς δὲ ἀρχικῆς, διττὰς καὶ τοῖς ἐκ τούτων τὰς ἐπωνυμίας ὁ Πλάτων ἀποδίδωσι, τὴν μὲν ἐκ τῆς ὁλικωτέρας, τὴν δὲ ἐκ τῆς μερικωτέρας παραλαβών; Ἔστι γὰρ πηγὴ μὲν τὸ αὐτοκίνητον ὡς ἔκγονον τῆς πηγαίας ψυχῆς, ἀρχὴ δὲ ὡς μετέχον καὶ τῆς ἀρχικῆς ψυχῆς. Εἰ τοίνυν καὶ ἐπὶ τῶν ψυχῶν αὐτὸ τὸ τῆς πηγῆς ὄνομα τέτακται παρὰ τῷ Πλάτωνι καὶ τὸ τῆς ἀρχῆς, τί χρὴ θαυμάζειν εἰ καὶ τὰς ἐξῃρημένας μονάδας αὐτῶν πηγὰς καὶ ἀρχὰς ἐπονομάζοιμεν; Μᾶλλον δὲ ἐκ τούτων κἀκεῖνο ἀποδείκνυται. Πόθεν γὰρ εἰς πάσας ἥκει τὰς ψυχὰς ἡ ἀρχικὴ δύναμις ἢ ἀπὸ τῆς ἀρχικῆς μονάδος, πόθεν δὲ τὸ πηγαῖον ἰδίωμα ἢ ἀπὸ τῆς ψυχικῆς; Τὸ γὰρ ἐπὶ πάσας ὁμοίως διατεῖνον τὰς ψυχὰς ἀναγκαῖον ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς ἥκειν ἐπʼ αὐτὰς αἰτίας. Εἰ μὲν τοίνυν ἀπὸ τοῦ δημιουργοῦ τις λέγοι, καθʼ ὅσον ἐστὶ δημιουργός, δεῖ καὶ τοῖς ἄλλοις ἅπασιν ὁμοίως ὑπάρχειν ὅσα προῆλθεν ἐκ τῆς δημιουργικῆς μονάδος· εἰ δὲ ἐκ τῆς αἰτίας τῆς διωρισμένης τῶν ψυχῶν, ἐκείνην καὶ πηγὴν πρωτίστην προσρητέον καὶ ἀρχήν. Καὶ μὴν καὶ ὅτι τῶν διττῶν τούτων ὀνομάτων συγγενέστερόν ἐστι τὸ ἀρχικὸν ταῖς ψυχαῖς ἢ τὸ πηγαῖον, ὡς ἐγγυτέρω κατὰ τὴν τάξιν αὐτῶν ὑπάρχον, δεδήλωκεν ἐν τῷ αὐτῷ διαλόγῳ. Πηγὴν γὰρ ἅμα καὶ ἀρχὴν τὸ αὐτοκίνητον προσειπὼν τῆς τῶν ὅλων κινήσεως, ὅμως ἐκ τῆς ἀρχῆς μόνης τὴν τῆς ἀγενησίας ἀπόδειξιν πεποίηται. Ἀρχὴ γάρ, φησίν, ἀγένητον, ἐξ ἀρχῆς γὰρ πᾶν τὸ γινόμενον ἀνάγκη γίνεσθαι. Εἰ τοίνυν αἱ ἀποδείξεις ἐκ τῶν προσεχῶν εἰσι τοῖς δεικνυμένοις, ἀνάγκη δήπου τὴν ἀρχὴν προσεχεστέραν εἶναι ταῖς ψυχαῖς τῆς πηγῆς. Ἔτι τοίνυν, εἰ πᾶν τὸ γινόμενον ἐξ ἀρχῆς γίνεται, καθάπερ φησὶν αὐτός, αἱ δὲ ψυχαὶ γενηταί πώς εἰσιν, ὡς ὁ Τίμαιος λέγει, καὶ τῶν ψυχῶν ἐστιν ἀρχὴ προηγουμένη· καὶ ὥσπερ αὗται τῶν κατὰ χρόνον εἰσὶ γιγνομένων ἀρχαί, οὕτω κατʼ ἄλλον τρόπον γενητῶν οὐσῶν προϋφέστηκεν ἡ ἀρχή· καὶ ὥσπερ αὗται τὴν τῶν σωμάτων γένεσιν ἀγένητοι, οὕτω καὶ ἡ ἀρχὴ τῶν ψυχῶν ἁπάσης γενέσεως ἐξῄρηται. Δέδεικται ἄρα ἡμῖν διὰ τούτων καὶ ὅτι πηγὴ τῶν ψυχῶν ἐστιν ὁ κρατὴρ καὶ ὅτι μετὰ τὴν πηγὴν ἡ ἀρχικὴ μονάς ἐστι, καὶ ὡς αὕτη τῆς μὲν πηγῆς προσεχεστέρα ταῖς ψυχαῖς ἐστιν, ὑπερίδρυται δὲ τῶν ψυχῶν ὡς αἰτία γόνιμος αὐτῶν. Καὶ ταῦτα πάντα τοῖς τοῦ Πλάτωνος κατεδησάμεθα λόγοις. λβʹ Πάλιν τοίνυν ἐπὶ τὰ προκείμενα τὸν λόγον ἀνάγωμεν καὶ μειζόνως περὶ τοῦ κρατῆρος τούτου τοὺς τῆς ἀληθείας φιλοθεάμονας ἀναδιδάξωμεν, ὅτι τῆς ὅλης ζωογόνου θεότητος τῶν νοερῶν βασιλέων ἐν μέσῳ τὴν γόνιμον τῶν θείων αἰτίαν ἱδρυσαμένης καὶ κατὰ μὲν τὰς ἀκροτάτας αὐτῆς καὶ νοερωτάτας δυνάμεις καὶ παντελεῖς τῷ πρώτῳ πατρὶ συνηνωμένης κρυφίως, κατὰ δὲ τὰς μερικωτέρας αἰτίας καὶ δευτέρας ἀπʼ ἐκείνων τῷ δημιουργῷ συναπτομένης καὶ μίαν σύμπνοιαν μετʼ αὐτοῦ τῆς τῶν μερικῶν διακόσμων ἀπογεννήσεως ἐνστησαμένης, τῶν μὲν πρεσβυτέρων ἐκείνων καὶ μενουσῶν ἐν τῷ πρώτῳ πατρὶ τῆς θεοῦ δυνάμεων ὁ Τίμαιος μυστικῶς ἐφάπτεται, τὰς δὲ τῷ δημιουργῷ συντεταγμένας καὶ μετʼ αὐτοῦ τὰ ἐν τῷ παντὶ διακοσμούσας, τὰς μὲν ἐναργέστερον, τὰς δὲ διʼ ἐνδείξεως ἁπάσας παραδίδωσιν. Εἰσὶ μὲν γὰρ αἱ δεύτεραι μονάδες αὗται τῆς θεοῦ τριπλαῖ, καθάπερ οἱ σοφοὶ λέγουσι, μία μὲν ἡ τῶν ψυχῶν πηγή, δευτέρα δὲ ἡ τῶν ἀρετῶν, τρίτη δὲ ὄπισθεν ἀπαιωρουμένη τῆς θεοῦ ἡ τῆς φύσεως πηγή. Ταύτας δὲ ἄρα τὰς τρεῖς ὑποστάσεις καὶ ὁ δημιουργὸς παραλαμβάνει πρὸς τὴν ἑαυτοῦ γόνιμον ποίησιν. Καὶ ὁ μὲν κρατήρ, ὥσπερ εἴρηται, πηγὴ τῶν ψυχῶν ἐστιν, ἑνιαίως συνέχουσα τὸν ὅλον αὐτῶν καὶ τέλειον ἀριθμόν· καὶ ὥσπερ ὁ δημιουργὸς πατρικὴν ἔλαχεν αἰτίαν πρὸς τὴν ψυχικὴν ἀπογέννησιν, οὕτω δὴ καὶ ὁ κρατὴρ γόνιμός ἐστι καὶ μητρὸς λόγον καὶ τάξιν κεκλήρωται πρὸς τὰ ἀφʼ ἑαυτῆς. Ὅσα γὰρ ὁ Ζεὺς πατρικῶς, τοσαῦτα καὶ ἡ τῶν ψυχῶν πηγὴ μητρικῶς καὶ γεννητικῶς  <span class="gap">…</span> ποιοῦσιν αὐταῖς. Ἡ δὲ ἀρετὴ κατʼ αὐτὴν ἐνεργεῖ καὶ κοσμεῖ τὰ ὅλα καὶ τελειοῖ· καὶ διὰ τοῦτο ψυχῆς τὸ πᾶν μετασχὸν καὶ ἀρετῆς εὐθὺς μεταλαγχάνει. Ψυχὴν γὰρ αὐτοῦ, φησὶν ὁ Τίμαιος, ἐν μέσῳ θεὶς διὰ παντός τε ἔτεινε καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψε καὶ κύκλῳ κύκλον στρεφόμενον οὐρανὸν ἕνα μόνον ἔρημον κατέστησε, διʼ ἀρετὴν δὲ αὐτὸν αὑτῷ δυνάμενον συγγίγνεσθαι καὶ οὐδενὸς ἑτέρου προσδεόμενον, γνώριμον δὲ καὶ φίλον ἱκανῶς αὐτὸν αὑτῷ. Ἅμα δὴ οὖν ἐψύχωται καὶ κατʼ ἀρετὴν ὁ κόσμος διαζῇ καὶ τέλος ἔχει τὸ ἀκρότατον ταῖς ἀρεταῖς, τὴν πρὸς αὑτὸν φιλίαν καὶ τὴν αὑτοῦ παντελῆ γνῶσιν. Γνώριμος γάρ ἐστι καὶ φίλος ἱκανὸς αὐτὸς ἑαυτῷ διὰ τὴν ἀρετήν. Καὶ μὴν καὶ ἡ φύσις συνυφίσταται τῇ γενέσει τοῦ σώματος. Διʼ ἀνάγκης γὰρ ὁ δημιουργὸς ἀπογεννᾷ τὸ σῶμα καὶ μετὰ τῆς οἰκείας αὐτῷ διαπλάττει ζωῆς· καὶ διὰ ταῦτα μικρὸν ὕστερον τὰς μερικὰς ψυχὰς ὑποστήσας δείκνυσιν αὐταῖς καὶ τὴν τοῦ παντὸς φύσιν καὶ τοὺς εἱμαρμένους νόμους. Τῷ γὰρ τὴν αἰτίαν τῆς ὅλης φύσεως ἔχειν καὶ τῆς εἱμαρμένης, καὶ ταῖς ψυχαῖς ταῦτα ἐπιδείκνυσιν· οὐ γὰρ ἐπιστρέφεται πρὸς τὰ μεθʼ ἑαυτὸν ὁ δημιουργός, ἀλλʼ ἐν ἑαυτῷ τὰ δεικνύμενα πρώτως ἔχων, καὶ ταῖς ψυχαῖς αὐτῶν ἐκφαίνει τὰς δυνάμεις. Καὶ τῆς τοῦ παντὸς οὖν φύσεως τὸ παράδειγμα καὶ τῶν εἱμαρμένων νόμων αἰτία μία προϋφέστηκεν ἐν αὐτῷ. Ἡ γὰρ τῆς φύσεως πηγὴ καὶ εἱμαρμένη πρωτίστη παρʼ αὐτῶν ἀποκαλεῖται τῶν θεῶν· Μὴ φύσιν ἐμβλέψῃς, εἱμαρμένον οὔνομα τῆσδε. Διὸ καὶ ὁ Τίμαιος ἅμα καὶ τοὺς εἱμαρμένους νόμους καὶ τὴν τοῦ παντὸς φύσιν ὁρᾶν λέγει τὰς ψυχάς, οἷον τὴν ἐγκόσμιον εἱμαρμένην καὶ τὰς δυνάμεις αὐτῆς· καὶ ὁ Ἐλεάτης ξένος ἐν Πολιτικῷ τῆς φυσικωτέρας τοῦ παντὸς ἀνακυκλήσεως τὴν κινητικὴν αἰτίαν εἱμαρμένην ἐπονομάζει· Τὸν δὲ δὴ κόσμον ἀνέστρεφεν εἱμαρμένη καὶ σύμφυτος ἐπιθυμία. Καὶ ὅτι τὴν δύναμιν ταύτην ὁ κόσμος ἐκ τοῦ δημιουργοῦ καὶ πατρὸς ἔχει, σαφῶς ὁ αὐτὸς ὁμολογεῖ· Διὸς γὰρ εἶναι τὴν ἐμφανῆ πᾶσαν διακόσμησίν τε καὶ ἀνακύκλησιν λέγει. Δέδεικται δὲ ἄρα κατὰ τὰς τρεῖς ταύτας αἰτίας τῆς ζωογόνου θεᾶς τὰς τῷ δημιουργῷ συντεταγμένας ὁ κόσμος ὑπʼ αὐτοῦ τελειούμενος, τὸν πηγαῖον κρατῆρα, τὴν τῶν ἀρετῶν πηγήν, τὴν τῆς φύσεως πρωτουργὸν αἰτίαν. Καὶ ὅτι πάλιν τὸ ὄνομα τῆς πηγῆς καὶ ἐπὶ τούτων ὁ Πλάτων οὐκ ἂν ὀκνήσειεν προενέγκασθαι, δηλοῖ πηγὴν μὲν τοῦ φρονεῖν ἐν Νόμοις τὴν ἐν ταῖς ψυχαῖς κατʼ οὐσίαν ἐνυπάρχουσαν τῆς φρονήσεως δύναμιν τὴν οἰστικὴν τῶν ἐν ἡμῖν ἀρετῶν ἀποκαλῶν, δύο δὲ πηγὰς ὑπὸ τῆς φύσεως ἄλλας μεθεῖσθαι λέγων, ἡδονὴν καὶ λύπην. Ὥσπερ οὖν ἔμπροσθεν τὰς ψυχὰς πηγὰς τῶν κινήσεων ἐδείκνυμεν, διὰ τὴν μίαν αὐτῶν πηγὴν ἦς μετέχουσιν ἐπονομαζομένας, οὕτω δὴ καὶ τὰ πρῶτα τῆς φύσεως ἔκγονα πηγὰς ἀποκαλῶν παντὶ δήπου καταφανής ἐστιν αὐτὴν τὴν αἰτίαν αὐτῶν τὴν ἐξῃρημένην πηγὴν προσονομάζειν συγχωρῶν. Κατὰ τὰ αὐτὰ δὲ καὶ τὴν τῆς ἀρετῆς οὐσιώδη δύναμιν ἐν ἡμῖν ὡς πηγὴν τοῦ φρονεῖν ἀποσεμνύνων οὐκ ἂν προσαναγκάζοιτο μηδὲν αὐτῷ προσῆκον τῶν ὀνομάτων ἀκούειν, εἰ τὴν πρωτίστην μονάδα τῶν ἀρετῶν πηγήν τις ἐθέλοι προσονομάζειν, ὅπου δὴ καὶ ἐπʼ αὐτῶν τῶν νοερῶν θεῶν ἔχομεν παρʼ αὐτῷ τὸ τῆς πηγῆς ὄνομα κείμενον. Ἐν γοῦν τῷ Κρατύλῳ τὴν Τηθὺν πηγῆς ὄνομά φησιν ὑπάρχειν ἐπικεκρυμμένον καὶ τὸν Κρόνον αὐτὸν καὶ τὴν βασιλίδα Ῥέαν ῥεύματα ἀποκαλεῖ· καὶ γὰρ οὗτοι οἱ θεοὶ ὀχετοὶ τῶν νοητῶν εἰσι πηγῶν καὶ προϊόντες ἐκ τῶν ὑπερκειμένων πληροῦσι τὰ μετʼ αὐτοὺς ἅπαντα τῶν γονίμων ὀχετῶν τῆς ζωῆς· καὶ αὐτὸς δὲ ὁ κρατὴρ πηγαῖός ἐστι· πηγαίους γοῦν κρατῆρας καὶ οἱ θεοὶ προσειρήκασι τὰς πρωτουργοὺς τῶν μερικῶν αἰτίας. λγʹ Ἀλλὰ ταῦτα μὲν ἐπὶ πλέον ἐν ἄλλοις λόγοις ἐξετάσομεν, καὶ δὴ καὶ τὰ περὶ τῆς δημιουργικῆς μονάδος ἡμῖν ἐνταῦθα περιγεγράφθω κατὰ τὴν τοῦ Πλάτωνος ὑφήγησιν αὐτάρκως βεβασανισμένα. Μετὰ δὲ ταῦτα τοὺς τῆς ἀχράντου καθαρότητος αἰτίους ἡγεμόνας θεωρήσωμεν, εἴ που καὶ ταύτης ὁ Πλάτων τῆς τάξεως ἡμᾶς τῶν θεῶν ἀναμιμνῄσκων φαίνεται καὶ τῆς ἐπὶ πάντα τὰ θεῖα γένη προϊούσης ἀπʼ αὐτῶν ἀκλίτου δυνάμεως. Τῇ γὰρ τῶν νοερῶν βασιλέων τριάδι συνήνωται τῆς ἀτρέπτου τάξεως ἡ πρωτουργὸς τριὰς καὶ συνδιῄρηνται ταῖς μονάσιν αὐτῶν αἱ τούτων πρόοδοι. Καὶ τῷ μὲν πρώτῳ συνήνωται τὸ ἀκρότατον τῆς τριάδος καὶ τὸ οἷον ἄνθος τῆς ἀκλινοῦς τῶν ὅλων φυλακῆς· τῷ δὲ δευτέρῳ τὸ μέσον κέντρον αὐτῆς ὁμοφυῶς συνέζευκται καὶ πρόεισιν ἅμα μετʼ αὐτοῦ καὶ περὶ αὐτὸν ὑφέστηκε· τῷ δὲ τρίτῳ τὸ πέρας τῆς ὅλης τριάδος συμπλέκεται καὶ συνεπιστρέφεται πρὸς τὴν ἀρχὴν καὶ συνελίσσεται μετʼ αὐτοῦ πρὸς τὴν μίαν ἕνωσιν τοῦ πατρὸς πάντων τῶν νοερῶν θεῶν. Καὶ διῄρηνται μὲν οὑτωσὶ μοναδικῶς οἱ τρεῖς ἄχραντοι φύλακες τῶν νοερῶν πατέρων, μετὰ δὲ τῆς διαιρέσεως ταύτης ἔχουσι καὶ τὴν ἡνωμένην πρὸς ἀλλήλους ὑπόστασιν, καὶ πάντες ἐν ἑκάστῳ πώς εἰσι πατρί, καὶ περὶ πάντας οἱ πάντες ἐνεργοῦσι. Καὶ τρόπον μέν τινα κατʼ ἰδίαν ὑπόστασιν ἀπὸ τῶν πατέρων ἐμερίσθησαν, τρόπον δὲ ἄλλον ἀμερίστως αὐτοῖς συνείληνται καὶ ὁμοῦ δὲ τήν τε πρὸς τοὺς πατέρας ἔλαχον ἰσότιμον τάξιν καὶ ὡς ὑφειμένην αὐτῶν τὴν οὐσίαν ἔχοντες ἐξεφάνησαν. Τοιοῦτοι δὲ ὑπάρχοντες φρουροῦσι μὲν αὐτῶν τὰς ὅλας προόδους ἀχράντους, χορηγοῦσι δὲ αὐτοῖς τὸ ἄκλιτον ἐν ταῖς δυνάμεσι καὶ τὸ ἄτρεπτον ἐν ταῖς ἐνεργείαις, ἐξήρτηνται δὲ τῆς ὅλης καθαρότητος. Καὶ εἴ πού τινες ἡμῖν τῶν παλαιῶν τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ἐπὶ τοῦ νοῦ θεωροῦσι τῷ μηδὲν αὐτὸν ἀπὸ τῶν καταδεεστέρων εἰς ἑαυτὸν χωρεῖν μηδὲ ἀναμίγνυσθαι τοῖς χείροσιν, ἀπὸ τῶν θεῶν τούτων τὰ τοιαῦτα πάντα ἀγαθὰ καὶ εἰς τὸν νοῦν καὶ εἰς τοὺς ἄλλους καθήκοντα ἀνυμνοῦσιν. Αὐτὸ γὰρ τὸ ἄμικτον τῆς θείας οὐσίας πρὸς τὰ δεύτερα, ὃ καὶ ὁ ἐν Συμποσίῳ λόγος εὐφημεῖ διαφερόντως, καὶ τὸ καθαρότητι καὶ ἀτρέπτῳ δυνάμει τῶν ὅλων ὑπερέχον, διὰ τὴν φρουρητικὴν ἥκει τοῖς θεοῖς αἰτίαν· καὶ ὥσπερ οἱ πατέρες τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς ἀκλίτοις θεοῖς τῆς γονίμου ποιήσεώς εἰσι χορηγοί, οὕτω δὴ καὶ οἱ ἄχραντοι θεοὶ καὶ τοῖς πατράσι καὶ τοῖς ἄλλοις θείοις διακόσμοις δωροῦνται τὴν τῆς καθαρότητος δύναμιν. Ἅμα δὴ οὖν τοῖς νοεροῖς τρισὶ βασιλεῦσι καὶ οἱ τρεῖς ἄχραντοι θεοὶ καὶ αὐτῶν τῶν πατέρων φύλακες ὑπέστησαν καὶ περὶ αὐτοὺς ἐστήσαντο τὴν ἄτρεπτον φρουρὰν καὶ ἐν αὐτοῖς μονίμως ἵδρυσαν ἑαυτούς. Διὸ καὶ ὁ Ἀθηναῖος ξένος, ὥσπερ διὰ τῆς ἀρίστης ἀναλογίας διακοσμεῖ τὴν πολιτείαν, διʼ ἧς καὶ ὁ δημιουργὸς συνέδησε καὶ συνεστήσατο τὸν ὅλον οὐρανόν, οὕτω δὴ καὶ φρουρὰν ὑφίστησι τοῖς ἐν τῇ χώρᾳ πᾶσιν, ἵνα μηδὲν ἀφρούρητον ᾖ κατὰ δύναμιν, μιμούμενος αὐτοὺς τοὺς νοεροὺς θεούς, οἳ τοῖς ἀχράντοις ἡγεμόσι τὰ πάντα φρουροῦσι. Καί μοι δοκεῖ καὶ αὐτοὺς τοὺς ἄρχοντας διὰ τοῦτο νομοφύλακας ἢ φύλακας προσαγορεύειν, διότι καὶ τοῖς τῶν κόσμων ὅλων νοεροῖς ἡγεμόσι συνυφεστήκασιν οἱ ἀκλινεῖς φύλακες. λδʹ Ἀλλὰ ταῦτα μὲν πορρώτερον ἂν εἴη τῆς θείας ἐκείνης τριάδος ἐπιχειρήματα καὶ ἀπὸ τῶν ἐσχάτων εἰκόνων ἐπʼ αὐτὴν ἀναγόμενα. Τάχα δʼ ἂν καὶ ταῦτα ἀφέντες μειζόνων εὐπορήσαιμεν ἐπιβολῶν εἰς τὴν τοῦ προκειμένου θήραν, καὶ μετὰ τοῦ Πλάτωνος τὰ θεῖα γένη σκοποῦντες εὕροιμεν ἂν ὅπως καὶ ἐκεῖνος τὴν τάξιν ταύτην ἀνυμνεῖ τῶν θεῶν καὶ μετὰ τῶν τριῶν βασιλέων αὐτὴν τῶν νῦν παραδεδομένων συνυφίστησιν, ὥσπερ δὴ καὶ παρὰ τοῖς ἄλλοις θεολόγοις ἡ περὶ αὐτῶν ἀλήθεια μυστικῶς ἡμᾶς ἀναδιδάσκει. Ἐν μὲν τοίνυν τῷ Πρωταγόρου μύθῳ τὴν ἐξῃρημένην τοῦ Διὸς περιωπὴν ἡμῖν ἐνδεικνύμενος καὶ τὴν ἀμιγῆ πρὸς τὰ δεύτερα πάντα τῆς οὐσίας ὑπεροχήν, διʼ ἣν ἄβατός ἐστι καὶ ἀνέκφαντος τοῖς μεριστοῖς γένεσι τῶν θεῶν, ἐπὶ τὴν ἄτρεπτον αὐτοῦ φυλακὴν καὶ τὴν περὶ αὐτὸν φρουρητικὴν τάξιν ἀναφέρει τὴν αἰτίαν. Διὰ γὰρ ταύτην πᾶσαι μὲν αἱ δημιουργικαὶ δυνάμεις ἐν ἑαυταῖς ἵδρυνται μονίμως, πάντα δὲ τὰ εἴδη κατʼ ἄκραν ὑπεροχὴν ἐξῄρηνται τῶν δευτέρων, ὅλος δὲ ὁ δημιουργικὸς νοῦς ἐν τῷ ἑαυτοῦ μένει κατὰ τρόπον ἤθει. Αἱ γὰρ τοῦ Διός, φησί, φυλακαὶ φοβεραὶ τοῖς πᾶσιν ὑπάρχουσι, καὶ διὰ τοῦτο τὰ τηλικαῦτα γένη τῶν θεῶν, ὧν εἷς ἐστι καὶ ὁ Προμηθεύς, αὐτόθεν συνάπτεσθαι ταῖς ἀχράντοις καὶ Ὀλυμπίοις τοῦ δημιουργοῦ δυνάμεσιν οὐχ οἷά τέ ἐστιν. Εἰ τοίνυν σαφῶς αὐτὸς ὁ Σωκράτης ἐν μύθου σχήματι τὴν περὶ τὸν δημιουργὸν ἡμῖν παραδίδωσι φυλακήν, πῶς οὐχὶ δηλοῖ διὰ τούτων ὅτι τὸ φρουρητικὸν γένος συνυφέστηκε τοῖς νοεροῖς θεοῖς; Ὡς γὰρ τὰ λόγια πρηστηρίδι φρουρᾷ περιέχεσθαί φησι τὴν δημιουργικὴν τάξιν, οὕτω δὴ καὶ ὁ Πλάτων φυλακὰς αὐτῇ περιεστάναι τὰς τὴν ἐξῃρημένην αὐτοῦ τῶν δευτέρων ἁπάντων ἀκρότητα φρουρούσας ἀκλίτως. Ἐν δὲ δὴ τῷ Κρατύλῳ τὸν Κρόνον ὁ Σωκράτης ὅστις ἐστὶ διὰ τῆς ἐν τοῖς ὀνόμασιν ἀποτυπουμένης ἀληθείας ἐκφαίνων, δείκνυσι μὲν αὐτοῦ καὶ τὴν ἰδίαν ὕπαρξιν, καθʼ ἣν ὑφέστηκε τῶν ὅλων νοερῶν διακόσμων ἐξηγούμενος, δείκνυσι δὲ καὶ τὴν συνηνωμένην αὐτῷ μονάδα τῆς ἀχράντου διακοσμήσεως. Νοῦς γάρ ἐστιν, ὥς φησιν ἐν ἐκείνοις, καθαρός· τὸ γὰρ κόρον αὐτοῦ, φησίν, οὐ σημαίνει τὸν παῖδα, ἀλλὰ τὸ καθαρὸν καὶ ἀκήρατον τοῦ νοῦ. Θαυμαστὸν οὖν τρόπον ἅμα καὶ τὴν Κρονίαν ἰδιότητα καὶ τὴν πρωτίστην τῆς ἀχράντου τριάδος μονάδα συνήνωσεν ὁ τῶν θείων τούτων ὀνομάτων δημιουργός. Ἀνυπέρβλητος γάρ ἐστιν ἡ ἕνωσις τοῦ τε πρώτου πατρὸς καὶ τοῦ πρώτου τῶν ἀχράντων θεῶν, καὶ διὰ τοῦτο σιγώμενος καλεῖται ὑπὸ τῶν θεῶν οὗτος ὁ ἄκλιτος θεὸς καὶ τῷ νῷ συνῳδεῖν λέγεται καὶ κατὰ νοῦν μόνον ὑπὸ τῶν ψυχῶν γνωρίζεσθαι, διότι δὴ κατὰ μίαν ἕνωσιν ἐν τῷ πρώτῳ νῷ συνυφέστηκεν. Ὁ τοίνυν Κρόνος ὡς μὲν νοῦς ὁ πρώτιστος ἀφώρισται κατὰ τὴν ἰδίαν τάξιν, ὡς δὲ καθαρὸς νοῦς καὶ ἀκήρατος ἔχει καὶ τὸ ἄχραντον ἐν ἑαυτῷ συνηνωμένον, καὶ διὰ τοῦτο πάντων ἐστὶ τῶν νοερῶν θεῶν βασιλεύς· καὶ γὰρ ὡς νοῦς πάντας ὑφίστησι καὶ ὡς καθαρὸς νοῦς φρουρεῖ τὰς ὅλας αὐτῶν διακοσμήσεις. Οἱ μὲν τοίνυν δύο πατέρες ὑπὸ τῶν τοῦ Πλάτωνος λόγων ἐπιδείκνυνται τοῖς ἀτρέπτοις θεοῖς συνταττόμενοι, καθʼ ἕνωσιν μὲν ὁ πρῶτος, κατὰ διάκρισιν δὲ ὁ τρίτος. Εἰ δὲ βούλει καὶ τὴν μίαν αὐτῶν θεωρῆσαι πρὸς ἀλλήλους ἀκλινῆ φυλακήν, καθʼ ἣν ὁ τρίτος πατὴρ ἐν τῷ πρώτῳ μονίμως ἐστίν, ἅτε δὴ νοῦς ὢν ἐκείνου καὶ περὶ ἐκεῖνον ἐνεργῶν, τοὺς ἐν τῷ Κρατύλῳ πάλιν ἐννόει μοι δεσμούς, ὧν αἱ μὲν μερισταὶ ζωαὶ καὶ νοῦ στερηθεῖσαι καὶ περὶ τὴν ὕλην ἐπτοημέναι μετέχειν ἀδυνατοῦσιν, αὐτὸς δὲ ὁ θεῖος νοῦς καὶ αἱ πρὸς αὐτὸν συναφθεῖσαι ψυχαὶ κατὰ τὴν προσήκουσαν αὐταῖς τάξιν μεταλαγχάνουσιν. Οἱ γὰρ Κρόνιοι δεσμοὶ δοκοῦσι μὲν αὐτὸν καταδεῖν τὸν μέγιστον Κρόνον, τῷ δὲ ὄντι τὰ περιβάλλοντα αὐτῷ τοὺς δεσμοὺς περὶ αὐτὸν συνέχονται ἀχράντως. Τῆς γὰρ συνεκτικῆς τῶν νοερῶν θεῶν διακοσμήσεως σύμβολόν ἐστιν ὁ δεσμός, ἐπειδὴ πᾶν τὸ δεδεμένον ὑπὸ τοῦ δεσμοῦ συνέχεται. Πάλιν οὖν ἐκ τούτων καταφαίνεται τὸ μὲν ἀπὸ τῶν συνεκτικῶν θεῶν εἰς τοὺς νοεροὺς ἐφῆκον βασιλέας τῆς φρουρᾶς ἀγαθὸν ἑνωτικὸν αὐτῶν καὶ συναγωγὸν εἰς ἕν — ὁ γὰρ δεσμὸς φρουρεῖ τὸ συνεχόμενον ὑφʼ ἑαυτοῦ —, οἱ δὲ ἄτρεπτοι θεοὶ τὰς οἰκείας αὐτῶν τάξεις ἀκλινῶς διαφυλάττοντες. Διττὴ γὰρ ἡ φρουρὰ τῶν θεῶν τούτων, ἡ μὲν πρωτουργὸς καὶ ἑνοειδής, τῆς τῶν συνεκτικῶν θεῶν ἐξηρτημένη τριάδος, ἡ δὲ συνυπάρχουσα αὐτοῖς  <span class="gap">…</span> ἀπὸ τῆς πρὸς τὰ δεύτερα πάντα ῥοπῆς. Ἐποχοῦνται γὰρ οἱ νοεροὶ πατέρες τοῖς ἀχράντοις θεοῖς καὶ τῶν ὅλων ὑπερίδρυνται διὰ τὴν ἄκλιτον ἐκείνων καὶ ἀκαμπῆ καὶ ἄτρεπτον δύναμιν. Εἰ δὲ δεῖ μὴ μόνον ἐν τούτοις τοὺς δύο τούτους πατέρας τῆς φρουρητικῆς ταύτης μετέχειν τάξεως, ἀλλὰ καὶ τὴν μέσην αὐτῶν θεόν, τὴν ζωογόνον, τὴν σύστοιχον αὐτῇ μονάδα τῶν ἀτρέπτων εἰληχέναι θεῶν, ἀνάγκη δήπου καὶ τὴν τῶν ἀχράντων ἡγεμόνων πρωτίστην τάξιν ἐν τοῖς νοεροῖς πατράσι τριαδικὴν εἶναι καὶ τοῖς τρισὶ νοεροῖς θεοῖς τὸν αὐτὸν ἔχειν τέλειον ἀριθμόν, καὶ τὸν μὲν πρῶτον τῷ πρώτῳ μονίμως ἡνῶσθαι, τὸν δὲ δεύτερον διακρίνεσθαί πως ἐκ τοῦ δευτέρου μετὰ τῆς πρὸς αὐτὸν ἑνώσεως, τὸν δὲ τρίτον ἤδη διακεκρίσθαι τοῦ τρίτου· καὶ οὕτω δὴ κατὰ τὴν τάξιν τὴν πατρικὴν καὶ τὴν ἄχραντον αὐτοῖς συμπροϊέναι διακόσμησιν τριαδικῶς διῃρημένην, ὥσπερ ἐκείνην, καὶ τὸν μὲν πρῶτον τὴν κρύφιον τοῦ Κρόνου καὶ πρωτουργὸν μονάδα φρουρεῖν τῶν ὅλων ὑπερέχουσαν καὶ τὰς ἀπʼ αὐτοῦ προϊούσας αἰτίας καὶ εἰς αὐτὸν αὖθις ἐπιστρεφούσας ἐν αὐτῷ τελέως ἑδράζειν, τὸν δὲ δεύτερον τὴν γεννητικὴν τῆς βασιλίδος Ῥέας δύναμιν καθαρὰν ἀπὸ τῆς ὕλης καὶ ἄχραντον διασῴζειν καὶ τὴν ἐπὶ πάντα πρόοδον αὐτῆς ἀνέχειν ἀπὸ τῶν δευτέρων, οἷς ἐπιρρεῖ τοὺς τῆς ζωῆς ὀχετούς, τὸν δὲ δὴ τρίτον τὴν ὅλην δημιουργίαν ὑπεριδρυμένην τῶν δημιουργουμένων καὶ μονίμως ἑστῶσαν ἐν ἑαυτῇ φυλάττειν καὶ ἄκλιτον αὐτὴν πρὸς τὰ προνοούμενα φρουρεῖν καὶ μίαν καὶ παντελῆ τῆς μερικῆς ὑπερηπλωμένην ἁπάσης ποιήσεως. λεʹ Ἴθι δὴ οὖν ἀπὸ τῆς ἀορίστου ταύτης καὶ κοινῆς περὶ τῶν θεῶν τούτων διδασκαλίας καὶ τὴν Ἑλληνικὴν περὶ αὐτῶν φήμην ὑπὸ τοῦ Πλάτωνος ἡμῖν παραδοθεῖσαν εἰς μέσον ἀγάγωμεν καὶ ἐπιδείξωμεν αὐτὸν καὶ μέχρι τῶν ὀνομάτων ἑπόμενον τοῖς παρʼ Ἕλλησι θεολόγοις, καθάπερ ἐν τῇ τῶν τριῶν βασιλέων μυστικῇ θεωρίᾳ, κἀν τῇ τῶν ἀχράντων θεῶν ἐξηγήσει τῆς ἐκείνων οὐκ ἀφιστάμενον ὑφηγήσεως. Τίς γὰρ οὐκ οἶδε τῶν καὶ σμικρὰ τῆς Ἑλληνικῆς θεοσοφίας ἀκηκοότων ἔν τε ταῖς ἀρρήτοις αὐτῶν τελεταῖς καὶ ταῖς ἄλλαις περὶ τῶν θεῶν πραγματείαις τὴν τῶν Κουρήτων τάξιν παρʼ αὐτοῖς διαφερόντως ὑμνημένην ὡς τῆς ἀχράντου προεστῶσαν ἰδιότητος  <span class="gap">…</span> τῆς θεᾶς ἡγεμονοῦσαν καὶ τὴν φρουρὰν τῶν ὅλων εἰς ἑαυτὴν ἀναδησαμένην; Οὗτοι γοῦν οἱ θεοὶ καὶ τὴν βασιλίδα Ῥέαν λέγονται φρουρεῖν καὶ τὸν τῶν ὅλων δημιουργόν, καὶ μέχρι τῶν αἰτίων τῆς μεριστῆς ζωογονίας τε καὶ δημιουργίας προϊόντες τήν τε Κόρην ἐν ἐκείνοις καὶ τὸν Διόνυσον ἐξῃρημένους τῶν δευτέρων φυλάττειν, ὥσπερ ἐνταῦθα τὰς τῆς ὅλης ζωογονίας καὶ τῆς παντελοῦς δημιουργίας πρωτουργοὺς ἀνέχουσι μονάδας. Ταύτην δὴ οὖν τὴν Κουρητικὴν τάξιν οὐ μόνον Ὀρφεὺς καὶ οἱ πρὸ τοῦ Πλάτωνος ἔγνωσαν θεολόγοι καὶ γνόντες ἐθρήσκευσαν, ἀλλὰ καὶ ὁ Ἀθηναῖος ξένος ἐν Νόμοις ἀνύμνησεν· τὰ γὰρ ἐν Κρήτῃ τῶν Κουρήτων ἐνόπλια παίγνια πάσης τῆς εὐρύθμου κινήσεως εἶναί φησιν ἀρχηγικὰ παραδείγματα. Καὶ νῦν οὐδὲ τοῦτο ἀπέχρησεν αὐτῷ, τὸ τῆς Κουρητικῆς μνησθῆναι ταύτης τάξεως, ἀλλὰ καὶ προστίθησι καὶ τὴν μίαν αὐτῶν ἑνάδα, τὴν δέσποιναν ἡμῶν Ἀθηνᾶν, ἧς καὶ ἡ παρὰ τοῖς πρὸ αὐτοῦ θεολόγοις μυσταγωγία τὴν ὅλην ἐξάπτει τῶν Κουρήτων πρόοδον, ἄνω μὲν αὐτοὺς περιστέφουσα τοῖς Ἀθηναϊκοῖς συμβόλοις ὡς τῆς ἀειθαλοῦς ζωῆς καὶ τῆς ἀκμαίας νοήσεως προστάτας, κάτω δὲ περιφανῶς ὑποτάττουσα τῇ τῆς Ἀθηνᾶς προνοίᾳ. Οἱ μὲν γὰρ πρώτιστοι Κούρητες ἅτε τῆς νοητῆς ὄντες θεοῦ καὶ κρυφίας ὀπαδοὶ τοῖς ἐκεῖθεν προϊοῦσιν ἀρκοῦνται συνθήμασιν, οἱ δὲ ἐν ταῖς δευτέραις καὶ τρίταις τάξεσι τῆς νοερᾶς Ἀθηναϊκῆς ἐξήρτηνται μονάδος. Τί οὖν δή φησιν ὁ Ἀθηναῖος ξένος περὶ τῆς μονάδος ταύτης τῆς ἀχράντως εἰς ἑαυτὴν ἐπιστρεφούσης τὰς Κουρητικὰς προόδους; Ἡ δὲ αὖ που παρʼ ἡμῖν κόρη καὶ δέσποινα εὐφρανθεῖσα τῇ τῆς χορείας παιδείᾳ κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθύρειν, πανοπλίᾳ δὲ παντελεῖ κοσμηθεῖσα οὕτω τὴν ὄρχησιν διαπεραίνει. Διὰ δὴ τούτων τὴν συγγένειαν τῆς Κουρητικῆς τριάδος πρὸς τὴν Ἀθηναϊκὴν μονάδα δείκνυσιν ἐναργῶς ὁ Ἀθηναῖος ξένος. Ὥσπερ γὰρ ἐκείνην ἐνόπλια παίζειν εἴρηκεν, οὕτω δὴ καὶ τὴν ἡγεμονοῦσαν αὐτῶν θεὸν πανοπλίᾳ παντελεῖ κεκοσμημένην τῆς ἐνρύθμου κινήσεως αὐτοῖς ἐξάρχειν φησί· καὶ ὥσπερ ἐκείνην ἀπὸ τῆς καθαρότητος Κουρητικὴν προσηγόρευσεν, οὕτω δὴ καὶ ταύτην ὡς αἰτίαν αὐτῶν τῆς ἀχράντου δυνάμεως κόρην ἀπεκάλεσε. Τὸ γὰρ κορόν, ὥς φησιν ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης, σημαίνει τὸ καθαρὸν καὶ ἀκήρατον· ὅθεν δὴ καὶ οἱ Κούρητες τὴν ἐπωνυμίαν ἔλαχον τῆς ἀχράντου προεστῶτες καθαρότητος τῶν θεῶν, καὶ ἡ μονὰς αὐτῶν δέσποινα καὶ κόρη διαφερόντως ἀνύμνηται, τῆς ἀκλίτου καὶ ἀκμαίας χορηγὸς οὖσα τοῖς θεοῖς ἡγεμονίας. Τὸ μὲν οὖν κορόν, ὥσπερ εἴπομεν, σύμβολόν ἐστι τῆς καθαρότητος, ἧς οἵδε οἱ θεοὶ προηγοῦνται καὶ καθʼ ἣν ὑπὸ τῶν ἄλλων μετέχονται. Τὸ δὲ ἐνόπλιον τῆς φρουρητικῆς ἐστι δυνάμεως σύνθημα, καθʼ ἣν τὰ ὅλα συνέχουσι καὶ φρουροῦσιν ἐξῃρημένα τῶν δευτέρων καὶ ἐν αὑτοῖς ἑστῶτα διαφυλάττουσι. Καὶ τί γὰρ ἂν ἄλλο καὶ παρʼ ἀνθρώποις γένοιτο τῶν ὅπλων ὄφελος πλὴν τῆς ἀπʼ αὐτῶν φρουρᾶς; Ταῦτα γάρ ἐστι τὰ τῶν πόλεων διαφερόντως φυλακτήρια. Διὸ καὶ οἱ μῦθοι τοῖς ἀχράντοις θεοῖς τὴν ἀνανταγώνιστον  <span class="gap">…</span> ῥώμην, ἐνόπλιον αὐτοῖς ἀποδεδώκασι σκευήν· αὐτὴν δὲ ἄρα τὴν μίαν αὐτῶν ἑνάδα παντελεῖ πανοπλίᾳ κοσμήσαντες ὑπερίδρυσαν ἐκείνων. Προηγεῖται γὰρ τὸ παντελὲς τῶν κατὰ μέρη διῃρημένων, καὶ ἡ πανοπλία τῆς μεριστῆς τῶν φρουρητικῶν δυνάμεων διανομῆς προϋφέστηκε. Καί μοι δοκεῖ διὰ τούτων πάλιν ὁ Πλάτων τὰ αὐτὰ λέγειν τοῖς ὑπὸ τῶν θεῶν ὕστερον πεφασμένοις, καὶ ἣν ἐκεῖνοι πάντευχον προσειρήκασι, ταύτην πανοπλίᾳ παντελεῖ κεκοσμημένην εὐφημεῖν· Καὶ γὰρ δὴ πάντευχος ἐνόπλιος εἶκα θεή. Τὸ γὰρ παντελὲς ἐν τῇ τῶν ὅπλων τῶν πυρριχίων ἕξει καὶ τὸ ἄχραντον ἐν τῇ δυνάμει τῇ μὲν Ἀθηναϊκῇ μονάδι κατὰ Πλάτωνα προσήκει, τῇ δὲ παντεύχῳ κατὰ τὴν τῶν λογίων ὑφήγησιν. Ἔτι τοίνυν ὁ ῥυθμὸς καὶ ἡ ὄρχησις σύνθημα τῆς θεότητός ἐστι ταύτης μυστικόν, διότι δὴ τῆς ζωῆς τῆς θείας τὴν ἄχραντον συνέχουσι δύναμιν καὶ διότι τὰς ὅλας αὐτῆς προόδους τεταγμένας ἀεὶ καθʼ ἕνα τὸν θεῖον ὅρον διαφυλάττουσι καὶ διότι τῆς ὕλης αὐτὰς ἐξῃρημένας ἀνέχουσι. Τὸ γὰρ ἀνείδεον καὶ τὸ ἀόριστον καὶ τὸ ἄρρυθμον τῆς ὕλης ἐστὶν ἰδίωμα· τὸ τοίνυν ἄυλον καὶ τὸ ὡρισμένον καὶ τὸ ἄχραντον ἔνρυθμόν ἐστι καὶ τεταγμένον καὶ νοερόν. Διὰ γὰρ τοῦτο καὶ ὁ οὐρανὸς ἀϊδίως χορεύειν λέγεται καὶ πάντες οἱ κατʼ οὐρανὸν κύκλοι τῆς ἐνρύθμου καὶ ἐναρμονίου μετέχουσι κινήσεως, ἄνωθεν ἀπὸ τῶν ἀχράντων θεῶν τῆς δυνάμεως ταύτης ἀποπληρούμενοι. Διότι μὲν γὰρ κύκλῳ κινοῦνται, τὸν νοῦν ἀποτυποῦνται καὶ τὴν νοερὰν περιφοράν· διότι δὲ ἐναρμονίως καὶ κατὰ τοὺς πρώτους καὶ ἀρίστους ῥυθμούς, τῆς τῶν φρουρητικῶν θεῶν μετέχουσιν ἰδιότητος. Καὶ μὴν τῆς ἀκρότητος τῶν νοερῶν θεῶν ἡ τῶν ἀχράντων ἡγεμόνων τριὰς ἐξήρτηται· καὶ ὅτι πρόεισιν ἀπʼ ἐκείνης, αὐτὸς ὁ Πλάτων ἀναδιδάσκει τὴν πρωτίστην τῆς καθαρότητος αἰτίαν ἐν τῷ Κρόνῳ τιθέμενος, τῷ βασιλεῖ τῆς νοερᾶς ἁπάσης ἑβδομάδος. Ἐκεῖ γὰρ τὸ κορόν ἐστι πρώτως, ὡς αὐτὸς ἐν Κρατύλῳ παραδέδωκεν ἡμῖν, καὶ ἡ πρωτουργὸς αἰτία τῆς καθαρότητος ἑνιαίως ἐν αὐτῷ προϋφέστηκε. Διὰ γὰρ τοῦτο καὶ ἡ Ἀθηναϊκὴ μονὰς προσείρηται κόρη καὶ ἡ Κουρητικὴ τριὰς τὸν τρόπον τοῦτον ἀνύμνηται, τῆς ἐν τῷ νοερῷ πατρὶ καθαρότητος ἐξηρτημένη. λϛʹ Περὶ μὲν οὖν τῶν ἀχράντων ἡγεμόνων τοσαῦτα κατὰ τὴν τοῦ Πλάτωνος ὑφήγησιν εἴχομεν λέγειν. Λοιπὴ δέ ἐστιν ἡ τῆς νοερᾶς ἑβδομάδος ἁπάσης συγκλείουσα τὸν ἀριθμὸν καὶ τῆς ὅλης διαιρέσεως πρωτίστη καὶ ἑνοειδὴς αἰτία, περὶ ἧς κατὰ τὸ ἑξῆς ποιησόμεθα τοὺς λόγους. Αἱ μὲν οὖν παρὰ πᾶσιν τοῖς τὰ θεῖα σοφοῖς παρʼ Ἕλλησιν ὑμνημέναι τομαὶ τῶν νοερῶν θεῶν, τὰς ἐν αὐτοῖς αἰνισσόμεναι διακρίσεις, κατὰ τὴν ἑβδόμην αὐτοῖς ἀποτελοῦνται μονάδα, τὴν τῆς διαιρέσεως αἰτίαν, καθʼ ἣν τῶν τε ὑπερκειμένων ἑαυτοὺς διέστησαν θεῶν εἰς ἑτέραν τάξιν προελθόντες καὶ τῶν καταδεεστέρων ἐξῃρημένην ἔλαχον ἕνωσιν καὶ καθʼ ἑαυτοὺς τὴν διωρισμένην ἔχουσι τάξιν καὶ τὴν κατʼ ἀριθμὸν ἀφοριζομένην πρόοδον. Ὁ δέ γε Πλάτων συγχωρεῖ μὲν τοῖς φοιβολήπτοις ποιηταῖς μυστικῶς τὰ τοιαῦτα αἰνίσσεσθαι, τοὺς δὲ πολλοὺς ἐξείργει τῆς τούτων ἀκροάσεως, τοῖς μυθικοῖς τῆς ἀληθείας παραπετάσμασιν ἀβασανίστως πειθομένους, ὃ δὴ καὶ τὸν Εὐθύφρονα παθόντα διήλεγξεν ὁ Σωκράτης ὡς τῶν θείων ἀνεπιστήμονα. Καὶ κατʼ αὐτὸν ἄρα τὸν τοῦ Πλάτωνος ἔνθεον νοῦν τὰ τοιαῦτα πάντα μεθαρμόζοντες εἰς τὴν περὶ τῶν ὅλων ἀλήθειαν καὶ τὴν ἐν αὐτοῖς ἀποκρυπτομένην θεωρίαν ἀναπτύσσοντες τευξόμεθα τῆς περὶ τὸ θεῖον εἰλικρινοῦς θεραπείας. Ἐπεὶ καὶ τοὺς δεσμοὺς τοὺς Κρονίους ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης ἐξέφηνε καὶ τὴν μυστικὴν αὐτῶν ἔννοιαν ἀνήπλωσε, καὶ ὡς οὐκ ἄρα ἦν τὰ τῶν παλαιῶν καὶ κλεινῶν ἐκείνων θεάματα τῆς ἀληθείας ἀποπεσόντα διαφερόντως ἐπέδειξε. Κατὰ τὰ αὐτὰ δὴ οὖν καὶ τὰς τομὰς τὰς νοερὰς καὶ τὴν τούτων οἰστικὴν δύναμιν κατὰ τὰς ἐνθέους ἐπιβολὰς συγχωρήσει παραλαμβάνειν τοῖς ἑαυτοῦ φίλοις καὶ μετὰ τῶν δεσμῶν ἐν ἐκείνοις θεωρεῖν. Ἔτι τοίνυν ὁ ἐν τῷ Γοργίᾳ μῦθος ἐναργέστερον τὴν τοῦ Διὸς ἀρχὴν τῆς Κρονίας διίστησι βασιλείας καὶ δευτέραν ταύτην ἀπʼ ἐκείνης καὶ νεωτέραν ἀποκαλεῖ. Τίς οὖν αἰτία τὰς πατρικὰς ταύτας διέκρινε μονάδας; Τίς νοερὰ δύναμις τὴν νοερὰν ἀρχὴν ἀπὸ τῆς ἐξῃρημένης παρήγαγεν; Ἀνάγκη γὰρ εἶναι παρʼ αὐτοῖς τοῖς θεοῖς τὴν πρωτουργὸν τῆς διαιρέσεως πηγήν, διʼ ἣν καὶ ὁ Ζεὺς ἑαυτὸν ἐκ τῆς τοῦ πατρὸς διακρίνει μονάδος καὶ ὁ Κρόνος ἐκ τῆς Οὐρανοῦ βασιλείας καὶ τὰ δεύτερα τοῦ Διὸς εἰς ὑφειμένην τάξιν προελθόντα τῆς παντελοῦς αὐτοῦ διακέκριται προνοίας. Καὶ μὴν καὶ αὐτὸς ὁ δημιουργὸς ἐν τῇ ποιήσει τῶν μεθʼ ἑαυτὸν γενῶν ὁμοῦ μὲν τῆς ἑνώσεώς ἐστιν αὐτοῖς αἴτιος, ὁμοῦ δὲ καὶ τῶν παντοίων ἐξάρχει διαιρέσεων. Ἐπεὶ καὶ τὴν ψυχὴν ἓν ὅλον ἀπεργασάμενος εἰς μοίρας διακρίνει καὶ δυνάμεις πολυειδεῖς· οὗ δὴ καὶ αὐτὸς ὁ Πλάτων τὰς διακρίσεις ταύτας καὶ κατʼ οὐσίαν διαιρέσεις τομὰς ἀποκαλεῖν οὐκ ἀπηξίωσε· Μοίρας ἔτι ἐκεῖθεν ἀποτέμνων καὶ τιθεὶς εἰς τὸ μεταξὺ τούτων. Καὶ πάλιν ἐν τοῖς ἐπιμεριζομένοις· Καὶ οὕτω δὴ τὸ μιχθέν, ἐξ οὗ ταῦτα κατέτεμνεν, ἤδη πᾶν κατηναλώκει. Τί οὖν ἔτι θαυμαστὸν εἰ καὶ οἱ μυθοπλάσται τὰς τῶν νοερῶν ἡγεμόνων διαιρέσεις τομὰς προσειρήκασιν, ὅπου καὶ ὁ Τίμαιος, οὐ μύθους πλάττων, ἀλλὰ τὴν κατʼ οὐσίαν εἰς πλῆθος πρόοδον τῶν ψυχῶν ἐνδεικνύμενος, τῷ τῆς τομῆς κέχρηται συνθήματι; Πῶς δὲ οὐχὶ καὶ τοῖς ἀκροτάτοις τῶν θεολόγων συμφωνότατος ὁ Πλάτων, τὸν δημιουργὸν καὶ αὐτὸς ταῖς νοεραῖς ἀστράπτοντα τομαῖς παραδιδούς; Ὥσπερ τοίνυν τὴν οὐσίαν παράγων τῶν ψυχῶν κατὰ τὸ ὄντως ὂν αὐτὴν ὑφίστησι, καὶ τὴν ζωὴν ἀπογεννῶν κατὰ τὴν ἐκεῖ ζωὴν αὐτὴν ἀπογεννᾷ, καὶ τὸν νοῦν τὸν ἐν αὐταῖς κατὰ τὸν ἐν ἑαυτῷ νοῦν, οὕτω δὴ καὶ τέμνων αὐτὴν ἀφʼ ἑαυτῆς καὶ διακρίνων κατὰ τὰς ἐκεῖ τομὰς καὶ διακρίσεις ἐνεργεῖ καὶ τὴν μίαν αὐτῶν καὶ νοερὰν αἰτίαν. Ἔστιν ἄρα καὶ κατὰ τὸν Πλάτωνα τῶν ὅλων διαιρέσεων ἐν τοῖς νοεροῖς ἡ πρωτίστη μονάς, καὶ μετὰ τῶν διττῶν τριάδων, τῆς τε πατρικῆς λέγω καὶ τῆς ἀχράντου, συμπληροῖ τὴν νοερὰν ὅλην ἑβδομάδα· καὶ ἡμεῖς ταὐτὰ τῷ τε Πλάτωνι καὶ τοῖς ἄλλοις θεολόγοις ἑπόμενοι συγκεχωρήκαμεν. λζʹ Ἴθι δὴ οὖν ἐπʼ ἀρχὴν ἀναδράμωμεν καὶ τὰ αὐτὰ τὸν Παρμενίδην ἐπιδείξωμεν περὶ τῆς νοερᾶς ἑβδομάδος ταύτης διαταττόμενον καὶ ταῖς τριπλαῖς διακοσμήσεσι τῶν νοητῶν ἅμα καὶ νοερῶν θεῶν συνεχῆ παράγοντα τὸν ἑβδομαδικὸν τοῦτον αἰῶνα καὶ τὴν νοερὰν μόνως τῶν θεῶν ἰδιότητα. Καὶ πρῶτον περὶ τοῦ πατρὸς τῶν νοερῶν καὶ αὖ τῆς συντεταγμένης αὐτῷ δυνάμεως τῆς ἀχράντου θεωρήσωμεν ὁποῖά φησι. Μετὰ γὰρ τὸ σχῆμα τὸ τριπλεκὲς καὶ τὴν πάντα τελεσιουργοῦσαν τῶν θεῶν τάξιν ἐμφαίνεται μὲν τὸ ἐν αὑτῷ καὶ ἐν ἄλλῳ, συνθήματα δὲ ταῦτα τῆς νοερᾶς ἀκρότητος ἐπιδείκνυται τῶν νοερῶν μονάδων. Ὁ γὰρ πρώτιστος τῶν ἐν τῷ διακόσμῳ τούτῳ πατὴρ ἅμα καὶ τὴν πατρικὴν ἔλαχε πρὸς τοὺς μεθʼ ἑαυτὸν ὑπεροχὴν καὶ νοῦς ἐστι τῶν πρώτων νοητῶν. Πᾶς γὰρ ἀμέθεκτος νοῦς τῶν πρὸ αὐτοῦ λέγεται νοῦς καὶ πρὸς ἐκείνους ἔχει τὴν νοερὰν ἐπιστροφὴν ἀφʼ ὧν παράγεται καὶ ἐν οἷς ὡς πρωτουργοῖς αἰτίοις ἵδρυσεν ἑαυτόν. Ὅθεν δὴ καὶ ὁ δημιουργικὸς νοῦς τῶν ὑπὲρ ἑαυτόν ἐστι νοῦς, καὶ προσεχῶς μὲν τοῦ σφετέρου πατρός, ἀφʼ οὗ καὶ πρόεισιν, ἐξῃρημένως δὲ καὶ τῶν ἐπέκεινα νοητῶν ἑνάδων. Ὁ τοίνυν πρώτιστος βασιλεὺς ἐν τοῖς νοεροῖς καὶ πατήρ ἐστι νοερὸς καὶ νοῦς πατρικός· ἀλλὰ πατὴρ μὲν νοερὸς τῶν ἀφʼ ἑαυτοῦ θεῶν, νοῦς δὲ πατρικὸς τῶν πρὸ αὐτοῦ νοητῶν. Ἔστι μὲν γὰρ κατʼ οὐσίαν νοερός, ἔχει δὲ τὴν νοητὴν ἐν τοῖς νοεροῖς ὑπεροχήν, διότι δὴ καὶ ἀνάλογον ἵδρυται τῇ τε ἀγνώστῳ τάξει τῶν νοητῶν ἅμα καὶ νοερῶν θεῶν καὶ τῇ κρυφίῳ τῶν νοητῶν τριάδι· καὶ ὥσπερ ἐκεῖναι τῶν μεθʼ ἑαυτὰς ὑπερήπλωνται τριαδικῶν ὑποστάσεων, οὕτω δὴ καὶ ὁ τῶν νοερῶν πατὴρ ἁπάσης ἐστὶ τῆς νοερᾶς ἑβδομάδος ὑπερηπλωμένος πατήρ, εἰ δὴ πατρικός ἐστι νοῦς καὶ ἀνάλογον ταῖς εἰρημέναις τάξεσι τῶν θεῶν ἐν ἐκείναις ἵδρυσεν ἑαυτὸν καὶ πληροῦται παρʼ ἐκείνων τῆς πατρικῆς καὶ νοητῆς ἑνώσεως καὶ διὰ τοῦτο καὶ κρύφιός ἐστι καὶ τὰς ἑαυτοῦ γονίμους δυνάμεις ἐν ἑαυτῷ κλείει καὶ τὰς ὅλας αἰτίας ἀφʼ ἑαυτοῦ παραγαγὼν ἐν ἑαυτῷ πάλιν ἑδράζει καὶ εἰς ἑαυτὸν ἐπιστρέφει. Ταῦτα τοίνυν καὶ ὁ Παρμενίδης ἐνδεικνύμενος τοῖς διττοῖς τούτοις συνθήμασιν τὴν τάξιν ταύτην ἀποσεμνύνει καὶ τὸν πρώτιστον βασιλέα καὶ πατέρα τῶν νοερῶν διὰ τούτων χαρακτηρίζει τῶν ἰδιοτήτων· καὶ γὰρ ἐν ἑαυτῷ ἐστι καὶ ἐν ἄλλῳ. Καθʼ ὅσον μὲν γάρ ἐστιν ὁ ὅλος νοῦς, πρὸς αὑτὸν ἐνεργεῖ, καθʼ ὅσον δὲ ἐν τοῖς πρὸ αὐτοῦ νοητοῖς ἐστιν, ἐν ἄλλῳ τὴν ἑαυτοῦ παντελῆ νόησιν ἵδρυσε. Τοῦτο γὰρ δὴ τὸ ἐν ἄλλῳ τοῦ ἐν αὑτῷ κρεῖττόν ἐστιν, εἴπερ, ὡς αὐτὸς ὁ Παρμενίδης διατάττεται, κατὰ μὲν τὸ ὅλον αὐτῷ τὸ ἐν ἄλλῳ προσήκει, κατὰ δὲ τὰ μέρη τὸ ἐν αὑτῷ. Ποῦ δὴ οὖν προϋπάρχει τὸ ἄλλο καὶ ποίᾳ τάξει προσήκει τῶν πρὸ αὐτοῦ θεῶν; Ἢ καὶ τοῦτο δαιμονίως τῷ ἡμετέρῳ καθηγεμόνι γέγραπται, καὶ τὸ ἄλλο τοῦτο τῇ τάξει διαφέρειν ταύτῃ καθʼ ἣν ἡ τῆς ἑτερότητος δύναμις πρῶτον ἐξέλαμψεν, ἔκγονος οὖσα τῆς νοητῆς καὶ πατρικῆς δυνάμεως. Διὸ καὶ ἐν τῇ πρώτῃ τριάδι κρυφίως ἦν τὸ ἄλλο, καθʼ ὅσον καὶ ἡ δύναμις, καὶ διαφερόντως ἐκφαίνεται κατὰ τὴν πρωτίστην τάξιν τῶν νοητῶν ὁμοῦ καὶ νοερῶν· ἐκεῖ γὰρ ἡ πρώτη ἑτερότης καὶ τὸ θῆλυ τῶν θεῶν καὶ ἡ πατρικὴ δύναμις καὶ ἄφθεγκτος. Νοητὸς οὖν ὢν καθʼ ὅσον ἐστὶν ὅλον ὁ πρώτιστος τῶν νοερῶν πατέρων ἐν ταῖς νοηταῖς τριάσι τῶν πρὸ αὐτοῦ διακόσμων ἔστησεν ἑαυτόν, ὑφʼ ὧν δὴ καὶ πληροῦται τῶν ἡνωμένων καὶ κρυφίων ἀγαθῶν, καὶ διὰ τοῦτο ἐν ἄλλῳ λέγεταί τε εἶναι καὶ ἔστιν· καὶ ἔστιν ἐν ἐκείναις τὸ ἄλλο, κρυφίως μὲν καὶ κατʼ αἰτίαν ἐν τῇ νοητῇ τῶν νοητῶν, κατʼ οὐσίαν δὲ ἐν τῇ νοητῇ τῶν νοητῶν καὶ νοερῶν. Ἥνωται δὴ οὖν τὰ νοητὰ πάντα, τὸ μὲν τῶν νοητῶν καὶ νοερῶν τῷ τῶν πρώτων νοητῶν, τὸ δὲ τῶν νοερῶν ἀμφοῖν. Καὶ τὸ μὲν ἐν ἄλλῳ τῆς κατὰ τὸν ἑνιαῖον ἀριθμὸν ἑτερότητος ἀντέχεται, ὁ δὲ ἑνιαῖος ἀριθμὸς τῆς τοῦ ἑνὸς ὄντος ἐξήρτηται κρυφίας ἑνώσεως, διὸ καὶ ἑνιαῖός ἐστι. Ἔτι τοίνυν καὶ ὧδε λέγομεν, ὅτι τῆς ἐπιστροφῆς οὔσης ἐν ἐκείνοις διττῆς, καὶ τῆς μὲν οὔσης πρὸς ἑαυτά, τῆς δὲ πρὸς τὰς αἰτίας αὐτῶν — θέμις γὰρ οὔτʼ ἦν οὔτε ἔσται τοῖς θείοις ἐπιστρέφειν καὶ ὁπωσοῦν πρὸς τὰ μετʼ αὐτά —, καὶ τῶν μὲν νοητῶν θεῶν μονίμως τὰ πάντα γεννώντων, τῶν δὲ νοητῶν καὶ νοερῶν, οἳ τὴν ἀμέθεκτον ζωὴν καταλάμπουσι, τὴν τῆς προόδου τοῖς πᾶσιν ἀρχηγὸν αἰτίαν παρεχομένων, τῶν δὲ νοερῶν κατʼ ἐπιστροφὴν τὰ ὅλα διακοσμούντων, ἔδει δήπου τὴν ἀκρότητα τῶν νοερῶν τὸ ὅλον καὶ παντελὲς εἶδος τῆς ἐπιστροφῆς ἐξ ἑαυτῆς προφαίνουσαν ἀμφοτέροις χαρακτηρίζεσθαι τοῖς ἐπιστρεπτικοῖς συμβόλοις καὶ πρὸς ἑαυτὴν ἅμα καὶ πρὸς τὰ πρὸ αὐτῆς ἐπιστρέφειν. Οὐκοῦν διότι μὲν εἰς ἑαυτὴν ἐπέστραπται, ἐν ἑαυτῇ ἐστι, διότι δὲ καὶ πρὸς τὰς ἐπέκεινα ἑαυτῆς νοητὰς τάξεις, ἐν ἄλλῳ ἐστί· τὸ γὰρ ἄλλο κρεῖττόν ἐστι τῆς νοερᾶς ἁπάσης διακοσμήσεως. Ὥσπερ τοίνυν ἡ τῶν νοητῶν ἀκρότης κατʼ αὐτὸ τὸ νοητὸν ἰδίωμα πρώτως ὑφέστηκε καὶ μονίμως ὑπερίδρυται τῶν ὅλων, καὶ ὥσπερ ἡ τῶν νοητῶν καὶ νοερῶν τὴν τῆς τάξεως ταύτης ἰδιότητα πρώτως ἐξέφηνε κατὰ τὴν ἑτερότητα τὴν θείαν ὑποστᾶσα τὴν πᾶσιν αἰτίαν τῶν παντοίων προόδων, οὕτω δὴ καὶ ἡ τῶν νοερῶν νοητὴ θεότης τὰ τῆς ἐπιστροφῆς εἴδη διττὰ καθʼ ἕνωσιν ἀφʼ ἑαυτῆς δείκνυσιν, ἐν ἄλλῳ μὲν οὖσα κατὰ τὸ κρεῖττον τῆς ἐπιστροφῆς εἶδος, ἐν ἑαυτῇ δὲ κατὰ τὸ χεῖρον· τὸ γὰρ εἰς ἑαυτὴν ἐπιστρέφεσθαι καταδεέστερον τῆς εἰς τὰ κρείττονα στροφῆς. Πάλιν τοίνυν τὸ μὲν ἐν ἄλλῳ τῆς νοερᾶς ἐστι καὶ πατρικῆς ἐξαίρετον ἰδιότητος — νοητὸν γάρ ἐστι τὸ ἄλλο, καὶ ἡ ἑτερότης ἡ προελθοῦσα δύναμις ἦν τῶν νοητῶν πατέρων ἀπὸ τῶν ἐν αὑτοῖς μονίμως ἱδρυμένων· τὸ τοίνυν ἐν ἐκείνῃ περιεχόμενον καὶ παρʼ ἐκείνης πληρούμενον πατρικόν ἐστι καὶ νοητόν· τὸ δʼ αὖ ἐν αὑτῷ τῆς ἀχράντου μονάδος ἐστὶν οἰκεῖον σύνθημα. Συνήνωνται γάρ, ὡς καὶ πρόσθεν εἴπομεν, αἱ δύο τῶν νοερῶν τριάδων ἀκρότητες· καὶ ἡ τῆς φρουρητικῆς τριάδος μονὰς ἐν τῇ πατρικῇ διαιωνίως ἵδρυσεν αὑτήν, καὶ τὰ προϊόντα ἀπʼ αὐτῆς ἑδράζει πάλιν ἐν ἑαυτῇ καὶ ἐπιστρέφει πρὸς αὑτήν· καὶ ὁ νοερὸς πατὴρ ὁ πρώτιστος διʼ ἑαυτὸν μέν ἐστι πατήρ, διὰ δὲ τὴν ἄχραντον αἰτίαν ἐν ἑαυτῷ τὰ ἑαυτοῦ γένη περιέχει καὶ μονίμως εἰς ἑαυτὸν ἀνακαλεῖται καὶ τῇ ἑαυτοῦ παντότητι τὰ νοητὰ πλήθη συνέχει τῶν νοερῶν ἀνεκφοίτητα τῆς ἑαυτοῦ μονάδος. Ἅμα ἄρα τῷ πατρὶ καὶ ὁ πρώτιστος ὑφέστηκεν ἡγεμὼν τῆς φρουρητικῆς διακοσμήσεως. Καὶ περιέχει μὲν ὁ πατὴρ τὴν ἄχραντον αἰτίαν, περιέχεται δὲ ὑπὸ τῶν πρωτίστων νοητῶν· καὶ ὥσπερ αὐτὸς ἐν ἐκείνοις ἵδρυται νοητῶς, οὕτω δὴ καὶ τὴν μίαν ἀκρότητα τῶν ἀκλίτων θεῶν ἥδρασεν ἐν ἑαυτῷ καὶ περὶ ἑαυτὸν ὑπέστησε. Νοῦς ἄρα καθαρὸς ἡμῖν ὁ αὐτὸς καὶ ἐν τῷ Παρμενίδῃ θεὸς ἀναφαίνεται, διότι μέν ἐστι νοῦς, εἰς τὴν νοητὴν περιωπὴν ἀνατεινόμενος καὶ διὰ τοῦτο ἐν ἄλλῳ, καθʼ ὅσον ἐστὶν ὅλος, ἱδρυμένος· διότι δὲ αὖ καθαρὸς καὶ ἄυλος, εἰς ἑαυτὸν ἐπεστραμμένος καὶ ἐν ἑαυτῷ πάσας τὰς ἑαυτοῦ δυνάμεις κατακλείων. Τὰ γὰρ μέρη τῆς ὁλότητος ταύτης δυνάμεις εἰσὶ μερικώτεραι, σπεύδουσαι μὲν εἰς τὴν ἀπὸ τοῦ πατρὸς πρόοδον, ἑδραζόμεναι δὲ ἐν αὐτῇ καὶ περιεχόμεναι πανταχόθεν ἀπʼ αὐτῆς. Καὶ ἡ ὁλότης αὕτη θεότης ἐστὶ συνεκτικὴ τῶν νοητῶν ἐν ἑαυτῇ μερῶν, ὠδίνουσα μὲν τὸ πλῆθος τὸ νοερὸν καὶ πάντα γεννῶσα μονίμως καὶ τὰ γεννηθέντα πάλιν ἐγκολπιζομένη καὶ συνάγουσα εἰς αὑτὴν καί, ὥς φασιν οἱ τραγικώτεροι τῶν μύθων, καταπίνουσα καὶ ἐν ἑαυτῇ κατατιθεμένη. Διττὰ γὰρ τὰ γεννήματα αὐτῆς, τὰ μὲν εἰς αὐτὴν οἷον ἀναλύοντα, τὰ δὲ ἀπʼ αὐτῆς διαιρούμενα, καὶ τὰ μὲν διὰ τὴν ἄχραντον μονάδα τὴν πρώτην ἐν αὐτῇ μένοντα, τὰ δὲ κατὰ τὴν γόνιμον τῶν νοερῶν θεῶν αἰτίαν προϊόντα καὶ τῆς τοῦ πατρὸς ἑνώσεως ὑπερκύπτοντα καὶ τάξεως ἑτέρας προκατάρχοντα καὶ τῆς τῶν δευτέρων διακοσμήσεως. ληʹ Ἡ μὲν τοίνυν πρωτίστη τάξις τῶν νοερῶν θεῶν ἐν τούτοις ὑπὸ τοῦ Παρμενίδου παραδέδοται. Δευτέρα δὲ μετʼ αὐτὴν ἡ τὰ μέσα γένη περιέχουσα τῶν ὅλων καὶ τῆς προόδου τοῖς πᾶσιν αἰτία καὶ τῆς γονίμου δυνάμεως συνεχὴς οὖσα πρὸς ταύτην ἀναφαίνεται. Τί δὴ οὖν ἐστι τῷ νοητῷ πανταχοῦ καὶ τῷ ὄντως ὄντι συνεχὲς ἄλλο πλὴν τῆς ζωῆς; Μέση γὰρ αὕτη τοῦ τε νοῦ καὶ τοῦ νοητοῦ, συνάπτουσα τῷ νοητῷ τὸν νοῦν καὶ τὴν νοητὴν ἀποτυπουμένη δύναμιν τὴν συναγωγὸν τοῦ τε ἑνὸς καὶ τοῦ ὄντος. Ἀνάλογον δὴ οὖν ἐστιν, ὡς τὸ νοητὸν πρὸς τὸ ἓν καὶ τὴν ὕπαρξιν, οὕτως ἥ τε ζωὴ πρὸς τὴν δύναμιν καὶ ὁ νοῦς πρὸς τὸ ὄν. Καὶ ὥσπερ ἐν ἐκείνοις ἐφετὸν μέν ἐστι τὸ ἕν, τὸ δὲ ὂν τῆς τοῦ ἑνὸς μετουσίας ἀντέχεται, συνάγει δὲ ἡ δύναμις τό τε ὂν εἰς τὴν τοῦ ἑνὸς μέθεξιν καὶ τὸ ἓν εἰς τὴν πρὸς τὸ ὂν κοινωνίαν — οὐ γὰρ ἦν τὸ ἀμέθεκτον ἕν, τὸ πάσης δυνάμεως ἐξῃρημένον —, οὕτω δὴ καὶ τὸ νοητὸν ὀρεκτόν ἐστι τοῦ νοῦ, πληροῦται δὲ ὁ νοῦς, ἡ δὲ ζωὴ συνδεῖ μὲν τῷ νοητῷ τὸν νοῦν, ἐκφαίνει δὲ τῷ νῷ τὸ νοητόν. Ὅθεν οἶμαι καὶ οἱ τὰ θεῖα πάντα σοφοὶ τὸ μὲν ἓν καὶ τὴν ὕπαρξιν νοητὸν ἐκάλουν, τὸ δὲ πρώτως ὂν νοῦν τὸν πρώτιστον, κατὰ τὴν ἀναλογίαν ταύτην ἀποκαλοῦντες. Ἀλλʼ οὖν ἡ ζωὴ τοῦ τε ὄντος ἐστὶ μεταξὺ καὶ τοῦ νοῦ, καθάπερ ἡ δύναμις τοῦ ἑνὸς καὶ τοῦ ὄντος· καὶ ταῦτα πάντα, τὸ νοητόν, ἡ ζωή, ὁ νοῦς, πρώτως μέν ἐστιν ἐν τοῖς νοητοῖς, δευτέρως δὲ ἐν τοῖς νοητοῖς καὶ νοεροῖς, κατὰ δὲ τρίτην ὕφεσιν ἐν τοῖς νοεροῖς. Ἀλλʼ ἐν μὲν τοῖς νοητοῖς τὸ εἶναι κατʼ οὐσίαν, τὰ δὲ λοιπά, καὶ ἡ ζωὴ καὶ ὁ νοῦς, κατʼ αἰτίαν ὑπάρχει· ἐν δὲ τοῖς νοητοῖς καὶ νοεροῖς τὸ μὲν εἶναι κατὰ μέθεξιν, ἡ δὲ ζωὴ κατʼ οὐσίαν — ἐκεῖ γὰρ πρώτως ἐστί —, νοῦς δὲ κατʼ αἰτίαν· ἐν δὲ τοῖς νοεροῖς κατʼ οὐσίαν μὲν ὁ νοῦς, τὰ δὲ πρὸ τούτου κατὰ μέθεξιν. Τριχῇ τοίνυν τῆς ζωῆς θεωρουμένης, ἐν μὲν τοῖς νοητοῖς κατʼ αἰτίαν, ἐν δὲ τοῖς νοητοῖς καὶ νοεροῖς κατʼ οὐσίαν, ἐν δὲ τοῖς νοεροῖς κατὰ μέθεξιν, ἀνάγκη δήπου τὴν ἐνταῦθα ζωὴν καὶ ζωὴν εἶναι καὶ μετέχειν τῶν πρὸ αὐτῆς γεννητικῶν τοῦ ζῆν αἰτίων. Ἔστιν ἄρα τὸ ἓν τὸ τῶν νοερῶν θεῶν ἐν μέσῳ τεταγμένον οὐ κίνησις, ἀλλὰ κινούμενον. Πάλαι μὲν γὰρ ὑπὸ τοῦ Πλάτωνος ἅπασα ζωὴ κίνησις ὑπάρχουσα δέδεικται· καὶ γὰρ ἡ ψυχὴ αὐτοκίνητος, ὅτι αὐτόζως, καὶ ὁ νοῦς διὰ τοῦτο κινεῖται, διότι ζωὴν ἔχει τὴν ἀρίστην· καὶ τοίνυν καὶ ἡ πρώτη ζωογόνος αἰτία τῶν νοερῶν θεῶν πρώτως ἔλαχε τὴν κίνησιν. Ἀλλʼ εἰ μὲν ἡ πρωτουργὸς ἦν καὶ ἀκροτάτη ζωή, κίνησιν αὐτήν, ἀλλʼ οὐ κινούμενον ἔδει προσονομάζειν· ἐπειδὴ δὲ ζωὴ μέν ἐστιν ὡς ἐν νοεροῖς, πληροῦται δὲ ἀπὸ τῆς ἐξῃρημένης ζωῆς, ἅμα καὶ κίνησίς ἐστι καὶ κινούμενον. Εἰκότως ἄρα καὶ ὁ Παρμενίδης τὸ ἓν ἐν ταύτῃ τῇ τάξει κινούμενον ἀποφαίνει, διότι δὴ προῆλθεν ἀπὸ τῶν ὑπερκειμένων αἰτίων τῆς συμπάσης ζωῆς καὶ ἔστιν ἀνάλογον τῷ μέσῳ κέντρῳ τῶν νοητῶν καὶ τῇ μέσῃ τριάδι τῶν νοητῶν καὶ νοερῶν. Διὸ καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης οὐρανὸν τὴν τριάδα ταύτην ἀποκαλεῖ· ζωὴ γάρ ἐστιν ἡ ὅλη καὶ κίνησις. Τὸ δὲ κινούμενον ἐν τοῖς νοεροῖς ἐστι μέσον, ἅτε πληρούμενον ἀπʼ ἐκείνης. Ἐπεὶ καὶ ὁ αἰὼν κατὰ τὴν ὁλότητα τὴν νοητὴν τεταγμένος ζωὴ παντελής ἐστι καὶ ἡ πᾶσα ζωὴ κατὰ τὸν Πλωτῖνον. Ἀλλʼ ἐκεῖ μὲν τὸ μέσον ἡ κατʼ αἰτίαν ζωή, ἐν δὲ τοῖς νοεροῖς ἡ κατὰ μέθεξιν, ἐν δὲ τοῖς μεταξὺ τούτων ἡ κατʼ οὐσίαν, προελθοῦσα μὲν ἀπὸ τῆς νοητῆς — ὡς δηλοῖ καὶ ὁ Παρμενίδης, κατὰ τὴν ὁλότητα χαρακτηρίζων ἀμφοτέρας, εἰ καὶ ἡ ὁλότης ἄλλη μὲν ἐν τοῖς νοητοῖς, ἄλλη δὲ ἐν τοῖς νοητοῖς καὶ νοεροῖς, ὡς εἴρηται πρότερον —, παράγουσα δὲ τὴν νοερὰν μετὰ ταύτην. Τὸ γὰρ κινούμενον τῇ περιφορᾷ τοῦ οὐρανοῦ καὶ τῇ νοερᾷ καὶ νοητῇ ζωῇ πάντως δήπου συγγενὲς ὑπάρχει. Καὶ μὴν καὶ ἡ στάσις ἡ τῇ κινήσει ταύτῃ σύστοιχος οὐχ ἕν τι γένος ἐστὶ τοῦ ὄντος, ὥσπερ οὐδὲ ἡ κίνησις. Τῶν μὲν γὰρ τοῦ ὄντος γενῶν τὰ ὄντα μετέχειν πέφυκε, τὰ δὲ ὑπερούσια τῶν θεῶν ἀγαθὰ τῆς τῶν ὄντων ὑπερήπλωται τάξεως. Εἰ τοίνυν ὁ Παρμενίδης ἐνταῦθα τὸ μὲν ὂν ἔθηκεν ὡς τοῦ ἑνὸς ὑπάρχον, τὸ δὲ ἓν αὐτὸ καθʼ αὑτὸ παραλαβὼν ἐν τούτῳ καὶ τὴν κίνησιν θεωρεῖ καὶ τὴν στάσιν, οὐ τὰ τοῦ ὄντος δήπου στοιχεῖα τοῖς θεοῖς ἀνατίθησιν, ἀλλὰ τὰς προσηκούσας αὐτοῖς παντελεῖς καὶ ὑπερεχούσας τῶν ὄντων ἰδιότητας. Καὶ οὕτω δὴ τὸ ἓν κινεῖσθαι καὶ ἑστάναι λέγων, κατὰ μὲν τὴν κίνησιν τὴν ζωογόνον ὕπαρξιν παραδίδωσι τῶν θεῶν καὶ τὴν γεννητικὴν τῶν ὅλων πηγὴν καὶ τὴν πάντων ἀρχηγὸν αἰτίαν, κατὰ δὲ τὴν στάσιν τὴν τῇ κινήσει συντεταγμένην ἄχραντον μονάδα τὴν τὰ μέσα κέντρα συνέχουσαν τῆς φρουρητικῆς τριάδος. Ὡς γὰρ τῷ πρώτῳ πατρὶ συνήνωται κατὰ τὴν πρώτην ὑπόστασιν ἡ τῆς τριάδος τῆς φρουρητικῆς ἀκρότης, οὕτω δὴ καὶ τῇ γεννητικῇ τῶν θεῶν πάντων αἰτίᾳ τῇ κινούσῃ τὰ ὅλα καὶ ταύτῃ πρώτως ἀφʼ ἑαυτῆς κινουμένῃ συνυφέστηκεν ὁμοφυῶς ὁ τὸν μέσον σύνδεσμον συνέχων τῶν ἀχράντων ἡγεμόνων, διʼ ὃν ἐπὶ πάντα προϊὸν τὸ γόνιμον τῆς θεοῦ ταύτης ἵδρυται μονίμως ἐν ἑαυτῷ καὶ πάντα παράγον καὶ πολλαπλασιάζον ἐξῄρηται τῶν ὅλων καὶ ἀκλινὲς ἀφʼ ἑαυτοῦ τῶν ἀπογεννωμένων προϋπάρχει. Κίνησις οὖν ἐνταῦθα καὶ στάσις, ἡ μὲν πηγὴ τῆς ἐπὶ πάντα προερχομένης ζωῆς καὶ γεννητικὴ δύναμις,  <span class="gap">…</span> ἑδράζουσα μὲν τὴν ὅλην ζωογόνον πηγὴν ἐν ἑαυτῇ, πληρουμένη δὲ ἐκεῖθεν τῶν τῆς ζωῆς γονίμων ὀχετῶν. Ταῦτα ἄρα καὶ τὴν πρόοδον αὐτῶν ὁ Παρμενίδης ἡμῖν παραδιδούς, τὸ μὲν κινούμενον ἐκ τοῦ ἐν ἄλλῳ, τὸ δὲ ἑστὼς ἐκ τοῦ ἐν αὑτῷ δείκνυσιν ἀπογεννώμενον. Τῆς γὰρ πατρικῆς τριάδος ἡ πρώτη μονὰς ὑφίστησι τὰς μετʼ αὐτήν, καὶ τῆς ἀχράντου κατὰ τὰ αὐτὰ τὸ ἀκρότατον καὶ νοητὸν ὡς ἐν τῇ τριάδι ταύτῃ τὸ μέσον ὁμοῦ καὶ τὸ ἔσχατον ἐκδίδωσι. Καὶ διὰ τοῦτο καὶ ἡ κίνησις ἐνταῦθα τῆς στάσεως κρεῖττον· ὡς γὰρ τὸ ἐν ἄλλῳ τοῦ ἐν αὑτῷ κατʼ αἰτίαν ἐστὶ πρεσβύτερον, οὕτω δὴ καὶ τὸ κινούμενον τοῦ ἑστῶτος. Οἱ γὰρ ἄχραντοι θεοὶ δυνάμεις εἰσὶν ὑποπέζιοι τῶν πατέρων καὶ ἐν αὐτοῖς περιέχονται. λθʹ Τὸ τρίτον τοίνυν τῷ σωτῆρι, φασί, καὶ τὴν δημιουργικὴν μονάδα νοήσωμεν ἐκφαινομένην μετὰ τῶν ἐν αὐτῇ συστοίχων θεῶν. Πρῶτον μὲν οὖν ἐνταῦθα καὶ ἡ πρὸς τὰ ἄλλα κοινωνία τοῦ ἑνὸς ἀναφαίνεται· καὶ οὐκέτι καθʼ αὑτὸ τὸ ἓν μόνον, ἀλλὰ κατὰ τὴν πρὸς τὰ ἄλλα σχέσιν ἐπισκοποῦμεν, διότι δὴ καὶ ἡ δημιουργικὴ τάξις τὰ ὅλα ἀφʼ ἑαυτῆς παράγει καὶ διακοσμεῖ τὴν σωματικὴν φύσιν καὶ τὰς δευτέρας ἁπάσας ἀπογεννᾷ τῶν θεῶν καὶ ὑπουργικὰς αἰτίας. Ὅτι γὰρ τὰ ἄλλα τῆς σωματικῆς ἐστι συστάσεως σύνθημα, τί ἂν λέγοιμι, πάλαι τῶν Πυθαγορείων τὴν μὲν ἀσώματον φύσιν τῷ ἑνὶ χαρακτηρίζειν ἀξιούντων, τὴν δὲ περὶ τὸ σῶμα μεριστὴν διὰ τῶν ἄλλων ἡμῖν ἐνδεικνυμένων; Δεύτερον δὲ ὁ τῶν συμπερασμάτων ἀριθμὸς διπλασιάζεται. Οὐ γὰρ ἔτι τὸ ἓν ἀποδείκνυται μόνον ταὐτὸν ἢ καὶ ἕτερον, ὥσπερ ἐν αὑτῷ καὶ ἐν ἄλλῳ, καὶ κινούμενον δήπου καὶ ἑστώς, ἀλλὰ καὶ τῶν ἄλλων ἕτερον καὶ τοῖς ἄλλοις ταὐτόν. Τὸ δὲ δὶς τοῦτο τῇ δημιουργικῇ μονάδι παντελῶς προσῆκον ἡμῖν ἀνεφάνη καὶ πρόσθεν, κατά τε τοὺς ἄλλους θεολόγους καὶ κατὰ τὸν ἐν τῷ Κρατύλῳ Σωκράτην, τὸ δημιουργικὸν ὄνομα σύνθετον ἐκ δυοῖν εἶναι λέγοντα. Τὸ τρίτον τοίνυν τὸ πλῆθος τῶν αἰτίων ἐνταῦθα διακρίνεται καὶ πᾶσαι τῶν θεῶν αἱ μονάδες ἀναφαίνονται κατὰ τὴν δημιουργικὴν πρόοδον· καὶ γὰρ ἡ πατρικὴ τοῦ δημιουργοῦ τάξις καὶ ἡ γόνιμος δύναμις ἡ σύστοιχος αὐτῷ καὶ ἡ ἄχραντος μονὰς ἡ τῆς ἐξῃρημένης προνοίας αἰτία καὶ ἡ διαιρετικὴ τῶν ὅλων πηγὴ καὶ πᾶσαι μετὰ τούτων, ὡς εἰπεῖν, αἱ περὶ τὸν δημιουργὸν τάξεις, καθʼ ἃς καὶ παράγει τὰ πάντα καὶ σῴζει καὶ τῶν παραγομένων ἐξῃρημένος ἐν ἑαυτῷ μονίμως ἵδρυται καὶ διακρίνει τὴν ἑαυτοῦ βασιλείαν ἀπὸ τῆς τοῦ πατρὸς ἡνωμένης ἀρχῆς. Πῶς οὖν ταῦτα καὶ διὰ τίνων ἀναφαίνεται; Τὸ μὲν δὴ ταὐτὸν ἑαυτῷ — τοῦτο γὰρ ὁ Παρμενίδης πρώτιστον ἀποδείκνυσι — περὶ τὴν τοῦ ἑνὸς φύσιν τὴν μοναδικὴν καὶ πατρικὴν ἰδιότητα παρίστησι, καθʼ ἣν καὶ ἔστιν ὁ δημιουργός· διὸ καὶ ταὐτὸν ἑαυτῷ λέγεται τὸ ἕν. Τὰ μὲν γὰρ ἄλλα κατὰ τὴν τῶν διαφόρων αἰτίων περιοχήν ἐστιν ἐν αὐτῷ, τὸ δὲ ταὐτὸν τῆς οἰκείας ὑπάρξεως αὐτοῦ, τῆς πατρικῆς λέγω, σύνθημα προφαίνεται. Εἷς γὰρ ὢν καὶ τῶν ὅλων ἐξῃρημένος πατὴρ καὶ δημιουργός, τὴν οἰκείαν ἕνωσιν ἔστησεν ἐν ἑαυτῷ, καὶ τὸ μονοειδὲς καὶ τὸ τῷ πέρατι συγγενὲς ἐν τῷδε διαφερόντως δείκνυσι. Τὸ δὲ δὴ ταὐτὸν τοῖς ἄλλοις τῆς γονίμου δυνάμεώς ἐστιν ἐξαίρετον ἀγαθὸν καὶ τῆς ἐπὶ πάντα προϊούσης καὶ διὰ πάντων ἀκωλύτως διηκούσης αἰτίας. Πάρεστι γὰρ πᾶσιν οἷς παράγει καὶ ἐν πᾶσίν ἐστιν ὁ αὐτὸς οἷς διακοσμεῖ, τὴν γεννητικὴν τῶν ὅλων αἰτίαν ἐν ἑαυτῷ προστησάμενος. Εἰ δὴ ταῦτα ὀρθῶς λέγομεν, καὶ τὸ πέρας ἐν αὐτῷ καὶ τὸ ἄπειρόν ἐστι δημιουργικῶς· καὶ τὸ μὲν ἐν τῇ χωριστῇ τῶν ἄλλων ἐστὶ ταὐτότητι, τὸ δὲ ἐν τῇ δυνάμει τῇ γεννώσῃ τὰ ἄλλα. Πανταχοῦ γὰρ ἡ δύναμις γόνιμός ἐστι τῶν δευτέρων, ἡ δὲ κατὰ τὸ πέρας ἀρχὴ τῆς ἡνωμένης ὑπάρχει καὶ σταθερᾶς ὑποστάσεως χορηγός. Καὶ μὴν καὶ τὸ ἕτερον τῶν ἄλλων τὴν ἄχραντον αὐτοῦ καθαρότητα δηλοῖ καὶ τὴν ἐξῃρημένην τῶν δευτέρων ἁπάντων ὑπεροχήν. Καὶ γὰρ ὁ πρώτιστος νοῦς διὰ τοῦτο καθαρὸς καὶ ἀκήρατος ἦν, ὡς ὁ ἐν Κρατύλῳ Σωκράτης ἔλεγε, διότι δὴ τῆς πρὸς τὰ αἰσθητὰ πάντα συντάξεως ἢ κοινωνίας ὑπερίδρυτο. Οὐ γὰρ εἰς ὕλην ἑὴν δύναμιν κατακλίνει, φησί τις θεῶν, ἀλλὰ πάσης ὁμοῦ τῆς δημιουργίας ἐξῃρημένως ἐπάρχει. Παραλαβὼν δὲ ὁ δημιουργικὸς νοῦς ἐκεῖθεν τὴν ὅλην δύναμιν καὶ τὴν βασιλικὴν ἐπικράτειαν, κοσμεῖ μὲν τὰ αἰσθητὰ καὶ πᾶσαν ὑφίστησι τὴν σωματικὴν φύσιν, ὁμοῦ δὲ τῇ γονίμῳ περιουσίᾳ καὶ τῇ προνοίᾳ τῶν δευτέρων ὑπερέχει τῶν ἀπογεννωμένων καὶ ἐν τῷ ἑαυτοῦ μένει κατὰ τρόπον ἤθει, καθάπερ ὁ Τίμαιος λέγει, διὰ τὴν ἄκλιτον φρουρὰν τὴν συνοῦσαν αὐτῷ καὶ τὴν ἀπʼ αὐτῆς ἐνδιδομένην εἰς αὐτὸν ἄχραντον ἀπὸ τῶν ἄλλων τῶν μετεχόντων δύναμιν. Οὐκοῦν τῇ μὲν ἀνεκλείπτῳ χορηγίᾳ τῶν ἀγαθῶν καὶ τῇ προνοίᾳ καὶ ταῖς ἀπογεννήσεσι τῶν καταδεεστέρων ὁ αὐτός ἐστιν αὐτοῖς· μετέχεται γὰρ ὑπʼ αὐτῶν καὶ πληροῖ τὰ ἑαυτοῦ γεννήματα τῆς ἑαυτοῦ προμηθείας· τῇ δὲ καθαρότητι καὶ τῇ ἀχράντῳ δυνάμει καὶ ταῖς ἀκλίτοις ἐνεργείαις χωριστός ἐστιν ἀφʼ ὅλων καὶ διέστηκεν ἀπʼ αὐτῶν καὶ ἀμέθεκτός ἐστι τοῖς ἄλλοις. Καὶ ὡς ὁ πρώτιστος τῶν νοερῶν βασιλεὺς αὐτὸ τὸ εἰς τὴν ὕλην ἀρρεπὲς διὰ τὴν συνηνωμένην αὐτῷ φρουρὰν ἔλαχε καὶ τὴν ἄχραντον μονάδα, καὶ ὥσπερ ἡ ζωογόνος θεὸς τὴν μόνιμον καὶ ἀκλινῆ δύναμιν ἀπὸ τῆς δευτέρας ἔχει τῶν φρουρητικῶν θεῶν αἰτίας, οὕτω δὴ καὶ ὁ δημιουργικὸς νοῦς τὴν χωριστὴν τῶν ἄλλων ὑπεροχὴν καὶ τὴν ἐκβεβηκυῖαν τοῦ πλήθους ἕνωσιν φρουρεῖ διὰ τὴν τρίτην μονάδα τῶν τῆς καθαρότητος ἡγεμόνων. Σύστοιχος γάρ ἐστι φυλακή, δημιουργῷ μὲν τὰ πάντα  <span class="gap">…</span> σπεύδοντι καὶ διὰ πάντων διήκειν ἡ τῆς χωριστῆς προνοίας αἰτία, ζωογόνῳ δὲ θεότητι κινουμένῃ πρὸς τὴν τῶν ὅλων ἀπογέννησιν ἡ τῆς μονίμου δυνάμεως χορηγός, νῷ δὲ πληθυομένῳ κατὰ τὰς νοήσεις ἡ τῆς ἐπιστροφῆς τῶν ἐνεργειῶν πασῶν εἰς αὐτὸν παρεχομένη τὴν ἄχραντον ἕνωσιν. Λοιπὸν τοίνυν ἐστὶν ἡ τῶν νοερῶν τούτων μονάδων ἑβδόμη τεταγμένη, συνοῦσα μὲν ἁπάσαις αὐταῖς καὶ μετὰ πασῶν ἐνεργοῦσα, διαφερόντως δὲ ἐν τῇ δημιουργικῇ τάξει προφαίνουσα ἑαυτήν. Ἣν δὴ καὶ ὁ Παρμενίδης ἡμῖν ὁμοῦ τῷ ὅλῳ δημιουργῷ παράγων ἐν ἑτερότητι μὲν ἀφορίζεται, καθάπερ δὴ καὶ τὴν ἄχραντον αἰτίαν τὴν ἐν τῷ δημιουργῷ· τὴν δὲ ἑτερότητα ταύτην αὐτὴν ἑαυτῆς διακρίνειν φησὶ τὴν δημιουργικὴν μονάδα. Καὶ γὰρ ἐν τοῖς πρόσθεν ἐλέγομεν ὅτι διακρίσεώς ἐστι χορηγὸς ἅπασι τοῖς νοεροῖς θεοῖς ἡ τάξις αὕτη. Καθάπερ οὖν ὁ αὐτός ἐστιν αὑτῷ διὰ τὴν πατρικὴν ἕνωσιν ὁ δημιουργός, κατὰ τὰ αὐτὰ δὴ καὶ διακέκριται ἀφʼ ἑαυτοῦ καὶ τοῦ σφετέρου πατρὸς κατὰ τὴν ἑτερότητα ταύτην. Πόθεν οὖν αὐτῷ καθήκειν φησὶ τὴν δύναμιν ταύτην; Ἀπὸ τοῦ ἐν αὑτῷ, φησί, καὶ τοῦ ἐν ἄλλῳ. Ταῦτα γὰρ ἡνωμένως μὲν ἦν ἐν τῷ πρώτῳ πατρί, διακεκριμένως δὲ ἐν τῷ τρίτῳ· κατʼ αἰτίαν οὖν ἐκεῖ προϋπῆρχεν ἡ διάκρισις, ἐν δὲ τῷ δημιουργῷ προλάμπει καὶ τὴν ἑαυτῆς ἐκφαίνει δύναμιν. Ὅτι δὲ καὶ ἐκεῖ πως ἡ τῆς διαιρέσεώς ἐστιν αἰτία, δεδήλωκεν ὁ Παρμενίδης κατὰ τὴν πρώτην ὑπόθεσιν εἰπὼν ὅτι πᾶν τὸ ἐν αὑτῷ ὃν δυάς πώς ἐστι καὶ διακέκριται ἀφʼ ἑαυτοῦ. Ἀλλʼ ἐκεῖ μὲν κρυφίως ἡ δυάς, ἐνταῦθα δὲ ἐναργέστερον ὑφέστηκεν, οὗ δὴ καὶ πᾶν ἐκφαίνεται τὸ νοερὸν πλῆθος. Ἡ γὰρ ἑτερότης ἔκγονός ἐστι τῆς ἐκεῖ μονίμως ἑστώσης δυάδος. Αὕτη τοίνυν καὶ τὸν δημιουργικὸν νοῦν διίστησι τῶν πρὸ αὐτοῦ θεῶν καὶ τὰς ἐν αὐτῷ μονάδας ἀπʼ ἀλλήλων διακρίνει. Εἰ γὰρ καθʼ ὅσον μέν ἐστιν ἐν ἄλλῳ, συνήνωται πρὸς τὸ ἑαυτοῦ νοητόν, καθʼ ὅσον δὲ ἐν αὑτῷ, διέστηκεν ἀπʼ ἐκείνου, διότι δὴ καὶ αὐτὸς καθʼ ἑκατέραν ἐκείνου τάξιν προελήλυθεν, ἀνάγκη που τὴν ἑτερότητα ταύτην αἰτίαν εἶναι τῆς ἀπὸ τοῦ πατρὸς αὐτῷ διακρίσεως. μʹ Ἅπασαι δὴ οὖν αἱ μονάδες ἡμῖν πεφήνασιν αἱ νοεραὶ συστοίχως ἀλλήλαις ὑφιστάμεναι. Καὶ τὸ μὲν ἐν ἄλλῳ σύνθημα τοῦ πατρός ἐστι, τὸ δὲ ἐν αὑτῷ τῆς ἀχράντου πρωτίστης μονάδος· ἡ δὲ αὖ κίνησις τῆς ζωογόνου ἀγαθότητος, καὶ ἡ στάσις τῆς ταύτῃ συνεζευγμένης ἀκλίτου δυνάμεως· καὶ τὸ μὲν ταὐτόν, τό τε πρὸς αὑτὸ καὶ τὸ πρὸς ἄλλο, τῆς δημιουργικῆς ἰδιότητος, τὸ δὲ ἕτερον τῶν ἄλλων τῆς περὶ τὸν δημιουργὸν φρουρᾶς· ἐφʼ ἅπασι δὲ τὸ ἑαυτοῦ ἕτερον τῆς ἑβδόμης νοερᾶς μονάδος, ἣ κατʼ αἰτίαν μὲν ἐν τῷ πρώτῳ πατρὶ καὶ κρυφίως, ἐναργέστερον δὲ ἐν τῷ δημιουργῷ τὴν ὑπόστασιν ἔλαχε. Καί μοι δοκεῖ καὶ ὁ Παρμενίδης διὰ ταῦτα, τὰ τῆς δημιουργίας συνθήματα διελών, ἐν μέσοις αὐτοῖς ἐκφῆναι τὰς ἰδιότητας τῆς τε ἀχράντου μονάδος καὶ τῆς διαιρετικῆς, καθʼ ὅσον καὶ αὗται περιέχονταί πως ἐν τῇ μιᾷ δημιουργίᾳ. Πρώτιστον μὲν γὰρ ἀποδείκνυσι τῶν συμπερασμάτων, ὅτι τὸ ἓν ταὐτὸν ἑαυτῷ, δεύτερον δὲ ὅτι ἕτερον ἑαυτοῦ, καὶ τρίτον ὅτι τῶν ἄλλων ἕτερον, τέταρτον δὲ ὅτι ταὐτὸν τοῖς ἄλλοις, τῇ μὲν ἑνώσει τῇ πατρικῇ τὴν διαιρετικὴν δύναμιν συντάττων, τῇ δὲ χωριστῇ τῶν δευτέρων ὑπεροχῇ τὴν προνοητικὴν αὐτῶν αἰτίαν συμπλέκων. Δεῖ γὰρ ἐν τοῖς θεοῖς τῆς μὲν διακρίσεως προϋπάρχειν τὴν ἕνωσιν, τῆς δὲ τῶν δευτέρων προνοίας τὴν ἀμιγῆ πρὸς αὐτὰ καθαρότητα, διʼ ἣν καὶ πανταχοῦ ὄντες οὐδαμοῦ εἰσι καὶ πᾶσι παρόντες πάντων ἐξῄρηνται καὶ τὰ πάντα ὄντες οὐδέν εἰσι τῶν ἀπογεννωμένων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqy-bq`.
