---
title: "Commentary on Plato's Republic: Part 5"
title_greek: "Σχόλια εἰς τὴν Πλάτωνος Πολιτείαν, Εʹ"
author: Proclus the Successor
eul_wid: uqy-ba
eul_aid: uqy
canonical: "https://eulogikon.org/works/proclus-republic-commentary-part-5-uqy-ba"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:b8c6ce122b3cd8325e70f42f70411655f3f5a62066d00331394857461c9a46f0"
content_modified_at: "2026-11-10"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Plato's Republic: Part 5

*Σχόλια εἰς τὴν Πλάτωνος Πολιτείαν, Εʹ*

**Author:** Proclus the Successor

**eul_wid:** `uqy-ba` · [HTML page](https://eulogikon.org/works/proclus-republic-commentary-part-5-uqy-ba)

## Text

Part of [Commentary on Plato's Republic](/works/proclus-republic-commentary-uqy-ap)

`1–1.69`

Πρόκλου διαδόχου περὶ τῶν ἐν Πολιτείᾳ πρὸς Ὅμηρον καὶ ποιητικὴν Πλάτωνι ῥηθέντων. Βιβλίον α

`1.70–1.71`

Ἔναγχος ἡμῖν ἐν τοῖς τοῦ Πλάτωνος γενεθλίοις διαλεγομένοις παρέστη διασκέψασθαι, τίνα ἄν τις τρόπον ὑπέρ τε Ὁμήρου πρὸς τὸν ἐν Πολιτείᾳ Σωκράτη τοὺς προσήκοντας ποιήσαιτο λόγους καὶ ἐπιδείξειεν τῇ τε φύσει τῶν πραγμάτων καὶ τοῖς αὐτῷ τῷ φιλοσόφῳ μάλιστα πάντων ἀρέσκουσιν συμφωνότατα περί τε τῶν θείων καὶ τῶν ἀνθρωπίνων ἀναδιδάσκοντα, καὶ τὸν Πλάτωνα τῆς πρὸς ἑαυτὸν ἐξέλοι διαφωνίας, καὶ ἀποφήνειεν ὡς ἄρα ἐκ μιᾶς ἐπιστήμης ἅπαντα καὶ νοερᾶς ἐπιβλέψεως καὶ προαιρέσεως θεοπρεποῦς, ὅσα τε ἐγκωμιάζων γέγραφεν τὴν Ὁμήρου ποίησιν καὶ ὅσα ἐπαιτιώμενος ἔφθεγκται. καὶ γὰρ ἄν τις ἀπορήσειεν εἰς ταῦτα ἀποβλέψας, εἰ μὲν ὀρθῶς ὁ Πλάτων αὐτὸν ἐλέγχειν προὔθετο καὶ δεικνύναι τῆς προσηκούσης τοῖς πράγμασιν ἀληθείας ἀπᾴδοντα, πῶς ἔτι δυνατὸν ἐν τοῖς ἐπιστήμοσιν καὶ τόνδε τὸν ποιητὴν καταλέγειν, καὶ ταῦτα τῆς περὶ τῶν θείων γενῶν καὶ τῶν ἀεὶ ὄντων διδασκαλίας· εἰ δὲ τά τε ἄλλα Ὁμήρῳ καὶ ταῦτα τῆς πρεπούσης ἠξίωται παραδόσεως, πῶς ἔτι κατὰ νοῦν τὸν Πλάτωνα καὶ τὴν ἀνέλεγκτον γνῶσιν ἐνεργεῖν συγχωρήσει τις; ἔστιν μὲν οὖν ὅπερ ἔφην καὶ ταῦτα σκέψεως δεόμενα, μάλιστα δὲ ἁπάντων ἐκεῖνο ἡμῖν δοκεῖ παμπόλλην ἐξέτασιν ἀπαιτεῖν, τὸ καὶ αὐτὸν τὸν Πλάτωνα πρὸς ἑαυτὸν ἐν τοῖς περὶ Ὁμήρου λόγοις διαμάχεσθαι. πῶς γὰρ ἂν ἀλλήλοις συμβαίνοιεν ὅ τε ἐν τῷ Φαίδωνι λεγόμενος παρʼ αὐτῷ θεῖος ποιητὴς καὶ ὁ ἐν Πολιτείᾳ τρίτος ἀπὸ τῆς ἀληθείας δεικνύμενος; οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἐστὶν τὸ ταῦτα ἀλλήλοις συμπλέκειν, οὐδὲ ἔστιν τις μηχανὴ τὸν αὐτὸν ἑκάτερον τιθέναι. τὸ μὲν γὰρ ἐπέκεινα πάσης τῆς ἀνθρωπικῆς καὶ μεριστῆς ἐπιβολῆς αὐτὸν ἐνεργήσαντα καὶ τοῖς θεοῖς ἐνιδρύσαντα τὴν ἑαυτοῦ νόησιν ἐπιδείκνυσιν, τὸ δὲ εἰδώλοις συνόντα τῆς ἀληθείας καὶ πόρρω πῃ τῆς περὶ θεῶν ἐπιστήμης πλανώμενον. ἐῶ λέγειν, ὅτι καὶ τὴν ποιητικὴν αὐτὴν τότε μὲν ἐκ Μουσῶν κατοκωχήν τε καὶ μανίαν τιθέμενος καὶ θεῖον τὸ ποιητικὸν γένος ἀποκαλῶν, τότε δὲ εἰδωλοποιὸν καὶ φανταστικὸν καὶ πολλοστὸν ἀπὸ τῆς ἀληθοῦς γνώσεως ἀποφαίνων δόξειεν ἂν κἀν ταῖς περὶ τῶν πραγμάτων κρίσεσιν τῆς πρὸς ἑαυτὸν οὐκ ἀπηλλάχθαι διαφωνίας. Φέρʼ οὖν ὅσα κἀνταῦθα τοῦ καθηγεμόνος ἡμῶν ἠκούσαμεν περὶ τούτων διαταττομένου καὶ τῆς κοινωνίας τῶν δογμάτων, ἣν ἔχει τὰ Ὁμήρου ποιήματα πρὸς τὴν ὑπὸ τοῦ Πλάτωνος ἐν ὑστέροις χρόνοις καθεωραμένην ἀλήθειαν, συλλαβόντες ἐν τάξει διέλθωμεν καὶ θεωρήσωμεν πρῶτον μέν, εἴ πῃ δυνατὸν τὰς τοῦ Σωκράτους ἀπορίας διαλύειν· δεύτερον δὲ τὸν σκοπὸν τῆς φαινομένης ταύτης πρὸς Ὅμηρον ἀπαντήσεως· τρίτον δὲ αὖ τὴν τῶν Πλάτωνι δοκούντων περί τε ποιητικῆς αὐτῆς καὶ Ὁμήρου μίαν καὶ ἀνέλεγκτον ἀλήθειαν πανταχοῦ προβεβλημένην. οὕτω γὰρ ἂν ἑκάτερος ἡμῖν ἀποφανθείη τῶν θείων κατὰ νοῦν καὶ ἐπιστήμην θεωρὸς καὶ περὶ τῶν αὐτῶν ἀμφότεροι τὰ αὐτὰ διδάσκοντες καὶ ὡς ἀφʼ ἑνὸς θεοῦ προεληλυθότες καὶ μίαν συμπληροῦντες σειράν, τῆς αὐτῆς περὶ τῶν ὄντων ἀληθείας ὑπάρχοντες ἐξηγηταί.

Περὶ τοῦ τρόπου τῆς τῶν θείων μύθων διασκευῆς παρὰ τοῖς θεολόγοις αἰτίων ἀποδόσεις καὶ λύσεις τῶν πρὸς αὐτοὺς ἐπιστάσεων.

`1.72–1.79`

Τὰ μὲν δὴ προκείμενα τοιαῦτα ἄττα ἐστίν, περὶ ὧν ποιήσομαι τοὺς λόγους. δεῖ δὲ ὅπερ ἔφην ὑμᾶς μὲν καὶ τούτων αἰτιᾶσθαι τόν τε Πλάτωνα αὐτὸν καὶ τὸν ἐκείνου ζηλωτὴν καί, ὡς ἂν ἐγὼ φαίην, ἱεροφάντην· ἐμὲ δὲ τὸν λέγοντα πειρᾶσθαι πάντα ἀκριβῶς ὑμῖν εἰς δύναμιν τὰ τότε ῥηθέντα διαμνημονεῦσαι καὶ ὅσα καὶ ὕστερον ἡμᾶς περὶ τῶν αὐτῶν διασκοπουμένους ἐπεκδιδάσκειν ἐκεῖνος ἠξίωσεν. ἐπεὶ δὲ πρὸ τῶν ἄλλων ἁπάντων ὁ Σωκράτης αἰτιᾶται τὸν τῆς μυθοποιΐας τρόπον, καθʼ ὃν Ὅμηρός τε καὶ Ἡσίοδος τοὺς περὶ θεῶν παρέδοσαν λόγους, καὶ πρὸ τούτων Ὀρφεὺς καὶ εἰ δή τις ἄλλος ἐνθέῳ στόματι γέγονεν τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων ἐξηγητής, ἀνάγκη δήπου καὶ ἡμᾶς, πρὶν τοὺς περὶ τῶν καθʼ ἕκαστα δογμάτων ἀνασκεψώμεθα τῆς θεωρίας τύπους, αὐτὴν τὴν τῶν Ὁμηρικῶν μύθων διάθεσιν προσήκουσαν ἐπιδεῖξαι τοῖς πράγμασιν, ὧν δὴ καὶ παρέχονται τὴν ἔνδειξιν. πῶς γὰρ δὴ ταῦτα, φαίη τις ἄν, τὰ πόρρω τοῦ ἀγαθοῦ καὶ τοῦ καλοῦ καὶ τῆς τάξεως ἀποπλανώμενα καὶ αἰσχρὰ καὶ ἔκθεσμα τῶν ὀνομάτων πρέποντα ἂν γένοιτό ποτε τοῖς κατʼ αὐτὸ τὸ ἀγαθὸν τὴν ὕπαρξιν λαχοῦσιν καὶ τῷ καλῷ συνυφεστηκόσιν, καὶ ἐν οἷς ἡ τάξις πρώτως ἐστὶν καὶ ἀφʼ ὧν πάντα τὰ ὄντα μεστὰ μὲν καλλονῆς, μεστὰ δὲ τῆς ἀχράντου δυνάμεως ἀνεφάνη. πῶς οὖν τοῖς τοιούτοις ἐφαρμόζει τὰ τῆς τραγικῆς τερατολογίας ἀναπεπλησμένα καὶ τοῖς ἐνύλοις συνυπάρχοντα φαντάσματα, τῆς τε ὅλης δίκης καὶ τοῦ θείου νόμου στερόμενα· μὴ γὰρ οὐκ ᾖ θεμιτὸν τὰ τοιάδε ταῖς πάντων τῶν ὄντων ἐξῃρημέναις τῶν θεῶν ὑποστάσεσιν προσφέρειν, μοιχείας λέγω καὶ κλοπὰς καὶ ἀπʼ οὐρανοῦ ῥίψεις καὶ πατέρων ἀδικίας καὶ δεσμοὺς καὶ ἐκτομάς, καὶ ὅσα ἄλλα παρά τε Ὁμήρῳ θρυλεῖται καὶ τοῖς ἄλλοις ποιηταῖς. ἀλλʼ ὥσπερ αὐτοὶ χωριστοὶ τῶν ἄλλων ὄντες οἱ θεοὶ τῷ ἀγαθῷ συνήνωνται καὶ οὐδὲν εἰς αὐτοὺς παρεισδύεται τῶν χειρόνων, ἀλλʼ εἰσὶν ἀμιγεῖς πρὸς πάντα καὶ ἄχραντοι καθʼ ἕνα ὅρον καὶ μίαν τάξιν ἑνοειδῆ προϋπάρχοντες, οὕτω καὶ τοὺς περὶ αὐτῶν λόγους προσήκει τὰ ἐξαίρετα τῶν ὀνομάτων καὶ τὰ νοῦ πλήρη καὶ τὰ ἀπεικάζεσθαι δυνάμενα κατὰ τὴν οἰκείαν τάξιν πρὸς τὴν ἐκείνων ἄρρητον ὑπεροχὴν ἐπʼ αὐτοὺς ἀναπέμπειν. καὶ δεῖ καὶ τὰς τῆς ψυχῆς ἐπιβολὰς καθαρεύειν μὲν τῶν ὑλικῶν φαντασμάτων ἐν ταῖς περὶ τοῦ θείου μυστικαῖς νοήσεσιν, ἀποσκευάζεσθαι δὲ ἅπαν τὸ ἀλλότριον καὶ κάτωθεν ἀπὸ τῆς ἀλογίας ὁρμώμενον δόξασμα, μικρὰ δὲ πάντα πρὸς τὴν ἄχραντον τῶν θεῶν ὑπερβολὴν ἡγεῖσθαι, καὶ μόνῳ τῷ ὀρθῷ λόγῳ πιστεύειν καὶ τοῖς κρείττοσιν τοῦ νοῦ θεάμασιν εἰς τὴν περὶ αὐτῶν ἀλήθειαν. μὴ οὖν λεγέτω τις ἡμῖν τοιαῦτʼ ἄττα περὶ τῶν θεῶν, οἷα καὶ περὶ ἀνθρώπων ἁρμόσει λέγειν, μηδὲ τὰ τῆς ἀλογίας τῆς ἐνύλου παθήματα τοῖς τοῦ νοῦ καὶ τῆς νοερᾶς οὐσίας καὶ ζωῆς ὑπερηπλωμένοις ἐπιχειρείτω προσάγειν· οὐ γὰρ ἐοικότα φανεῖται τὰ σύμβολα ταῦτα ταῖς ὑπάρξεσι τῶν θεῶν. δεῖ δὲ ἄρα τοὺς μύθους, εἴπερ μὴ παντάπασιν ἀποπεπτωκότες ἔσονται τῆς ἐν τοῖς οὖσιν ἀληθείας, ἀπεικάζεσθαί πως τοῖς πράγμασιν, ὧν ἀποκρύπτειν τοῖς φαινομένοις παραπετάσμασιν τὴν θεωρίαν ἐπιχειροῦσιν. ἀλλʼ ὥσπερ αὐτὸς ὁ Πλάτων πολλαχῇ διά τινων εἰκόνων τὰ θεῖα μυστικῶς ἀναδιδάσκει, καὶ οὔτε αἶσχος οὐδὲν οὔτε ἀταξίας ἔμφασις οὔτε ἔνυλον καὶ ταραχῶδες φάντασμα παρεμπίπτει τοῖς μύθοις, ἀλλʼ αὐτὰ τὰ περὶ θεῶν νοήματα ἄχραντα ἀποκέκρυπται, προβέβληται δὲ αὐτῶν οἷον ἀγάλματα ἐμφανῆ τοῖς ἔνδον ἀπεικασμένα ὁμοιώματα τῆς ἀπορρήτου θεωρίας, οὕτως ἄρα καὶ τοὺς ποιητὰς ἔδει καὶ αὐτὸν Ὅμηρον, εἰ τοῖς θεοῖς προσήκοντας μύθους ἔπλαττον, τὰς μὲν πολυειδεῖς ταύτας συνθέσεις καὶ διὰ τῶν ἐναντιωτάτων τοῖς πράγμασιν ὀνομάτων συμπληρουμένας ἀποδοκιμάζειν, τὰς δὲ τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ στοχαζομένας προϊσταμένους διὰ τούτων ἅμα μὲν ἀποκλείειν τοὺς πολλοὺς τῆς μηδὲν αὐτοῖς προσηκούσης τῶν θείων γνώσεως, ἅμα δὲ εὐαγῶς περὶ τοὺς θεοὺς χρῆσθαι τοῖς μυθικοῖς πλάσμασιν. ταῦτʼ ἐστίν, ἃ καὶ ὁ Σωκράτης οἶμαι τῇ τε Ὁμήρου μυθοποιΐᾳ καὶ τοῖς ἄλλοις ἐπιπλήττει ποιηταῖς, καὶ ἕτερός τις ἴσως ἂν ἐγκαλέσειεν, ταῖς φαινομέναις τῶν ὀνομάτων τερατολογίαις οὐκ ἀρεσκόμενος. καὶ δὴ διαφερόντως οἱ καθʼ ἡμᾶς ἄνθρωποι τοῖς παλαιοῖς μύθοις ἐπιτιμᾶν εἰώθασιν, ὡς πολλῆς μὲν εὐχερείας ἐν ταῖς περὶ θεῶν δόξαις, πολλῆς δὲ ἀτόπου καὶ πλημμελοῦς φαντασίας αἰτίοις γεγονόσιν καὶ οὐδὲν ἀλλʼ ἢ πρὸς τὴν παροῦσαν τοὺς πολλοὺς δεινὴν καὶ ἄτακτον σύγχυσιν τῶν ἱερῶν θεσμῶν συνεληλακόσιν. Ἡμεῖς δὲ πρὸς μὲν τούτους οὐ πολλοῦ δεησόμεθα λόγου τοὺς τῆς περὶ τὸ θεῖον πλημμελείας αἰτιωμένους τὴν τῶν μύθων παραδοχήν· πρῶτον μὲν ὅτι τοὺς διὰ τὰ φαινόμενα πλάσματα τῆς περὶ τοὺς κρείττους ἡμῶν κατολιγωρήσαντας θεραπείας οὔτε τὸν σκοπὸν τῆς μυθοποιΐας οὔτε τὴν δύναμιν ἐγνωκότας εἰς ταύτην ὑπενηνέχθαι τὴν ἀλόγιστον καὶ Γιγαντικὴν ἀνοσιουργίαν συμβέβηκεν. εἰ γὰρ οἱ μὲν μῦθοι τὴν προβεβλημένην αὐτῶν ἅπασαν σκευὴν ἀντὶ τῆς ἐν ἀπορρήτοις ἱδρυμένης ἀληθείας προεστήσαντο καὶ χρῶνται τοῖς φαινομένοις παραπετάσμασι τῶν ἀφανῶν τοῖς πολλοῖς καὶ ἀγνώστων διανοημάτων — καὶ τοῦτό ἐστιν, ὃ μάλιστα ἐξαίρετον αὐτοῖς ἀγαθὸν ὑπάρχει, τὸ μηδὲν τῶν ἀληθῶν εἰς τοὺς βεβήλους ἐκφέρειν, ἀλλʼ ἴχνη τινὰ μόνον τῆς ὅλης μυσταγωγίας προτείνειν τοῖς ἀπὸ τούτων εἰς τὴν ἄβατον τοῖς πολλοῖς θεωρίαν περιάγεσθαι πεφυκόσιν —, οἱ δὲ ἀντὶ μὲν τοῦ ζητεῖν τὴν ἐν αὐτοῖς ἀλήθειαν τῷ προσχήματι μόνῳ χρῶνται τῶν μυθικῶν πλασμάτων, ἀντὶ δὲ τῆς καθάρσεως τοῦ νοῦ ταῖς φανταστικαῖς ἐφέπονται καὶ μορφωτικαῖς ἐπιβολαῖς, τίς μηχανὴ τοὺς μύθους αἰτιᾶσθαι τῆς τούτων παρανομίας, ἀλλʼ οὐκ ἐκείνους τοὺς κακῶς τοῖς μύθοις χρωμένους τῆς περὶ αὐτοὺς πλημμελείας. ἔπειθʼ ὅτι καὶ ἐκ τῶν ἄλλων ἁπάντων, ὅσα δὴ σεμνὰ καὶ τίμια δοκεῖ διαφερόντως εἶναι καὶ αὐτοῖς ἐνιδρυμένα τοῖς θεοῖς καὶ ὑπʼ αὐτῶν παραγόμενα, τοὺς πολλοὺς βλαπτομένους ὁρῶμεν, καὶ οὐ διὰ ταῦτα τὴν ἐκείνων αἰτιώμεθα γένεσιν, ἀλλὰ τὴν τούτων ἀνόητον τῆς ψυχῆς ἕξιν. τίς γὰρ οὐκ ἂν συνομολογήσειεν τά τε μυστήρια καὶ τὰς τελετὰς ἀνάγειν μὲν ἀπὸ τῆς ἐνύλου καὶ θνητοειδοῦς ζωῆς τὰς ψυχὰς καὶ συνάπτειν τοῖς θεοῖς, ἀφανίζειν δὲ ἅπασαν τὴν ἐκ τῆς ἀλογίας παρεισδυομένην ταραχὴν ταῖς νοεραῖς ἐλλάμψεσιν, ἐξωθεῖν δὲ τὸ ἀόριστον καὶ τὸ σκοτεινὸν τῶν τελουμένων τῷ φωτὶ τῶν θεῶν; ἀλλʼ ὅμως οὐδὲν παραιρεῖται τοὺς πολλοὺς τὸ μὴ οὐχὶ καὶ ἐκ τούτων παντοίας ὑπομένειν διαστροφάς, καὶ τοῖς ἐκ τούτων ἀγαθοῖς καὶ ταῖς δυνάμεσιν κατὰ τὴν οἰκείαν ἕξιν ἐπὶ τὸ χεῖρον χρωμένους ἀφίστασθαι μὲν τῶν θεῶν καὶ τῆς ὄντως ἱερᾶς θρῃσκείας, φέρεσθαι δὲ εἰς τὴν ἐμπαθῆ καὶ ἀλόγιστον ζωήν. ὅστις οὖν ἡμῶν αἰτιᾶται τοὺς μύθους τῆς δεινῆς ταύτης καὶ πλημμελοῦς τῶν παλαιῶν νομίμων συγχύσεως, καὶ τῶν μυστηρίων αἰτιάσθω τὴν ἔκφανσιν καὶ τῶν τελετῶν τὴν εἰς ἀνθρώπους πάροδον. καὶ τί δεῖ περὶ τούτων λέγειν; ἀλλὰ καὶ αὐτὴν ἐξέσται τὴν δημιουργίαν αἰτιᾶσθαι τοῦ παντὸς καὶ τὴν τάξιν τῶν ὅλων καὶ πρόνοιαν τῶν τῇδε πάντων, διότι δὴ καὶ τοῖς ἐκ τούτων ἐνδιδομένοις οἱ δεχόμενοι χρῶνται κακῶς. ἀλλʼ οὔτε ταῦτα ὅσια φαίην ἂν οὔτε τὴν κατὰ τῶν μύθων διαβολὴν ἀπὸ τῆς τῶν πολλῶν παραφορᾶς δικαίαν ἄξιον ἡγεῖσθαι. οὐ γὰρ ἐκ τῶν διαστρόφως χρωμένων τὴν τῶν πραγμάτων ἀρετήν τε καὶ κακίαν κριτέον, ἀλλʼ ἀπὸ τῆς οἰκείας ἕκαστα φύσεως καὶ τῆς ἐν αὐτοῖς ὀρθότητος δοκιμάζειν προσήκει. ταῦτά τοι καὶ ὁ Ἀθηναῖος ξένος οὐδὲ αὐτὴν ἐκβάλλειν οἴεται χρῆναι τὴν μέθην τῆς εὖ διοικουμένης πόλεως διὰ τὴν τῶν πολλῶν ἄσκοπον καὶ ἀόριστον περὶ αὐτὴν φοράν, ἀλλʼ ἀπὸ τῆς ἐναντίας χρήσεως τῆς ὀρθῆς καὶ ἔμφρονος μεγάλην μοῖραν καὶ ταύτην εἰς παιδείαν συμβάλλεσθαί φησιν. καίτοι φαίη τις ἂν καὶ τὴν μέθην διαφθείρειν τά τε σώματα καὶ τὰς ψυχὰς τῶν χρωμένων· ἀλλʼ οὐχ ὅ γε νομοθέτης διὰ ταῦτα τῆς προσηκούσης αὐτὴν ἀξίας παραιρεῖται καὶ τῆς πρὸς ἀρετὴν συντελείας. οὔτʼ οὖν ἡ μέθη φευκτὸν διὰ τοὺς πολλοὺς καὶ ἀπαιδεύτως αὐτὴν καὶ ἀμούσως μεταδιώκοντας, οὔτε αἱ τελεταὶ καὶ αἱ τῶν μυστηρίων δυνάμεις διὰ τὴν τῶν δεχομένων μοχθηρίαν κατηγορίας ἄξιαι τοῖς ἔμφροσιν, οὔτε οἱ μῦθοι διὰ τὴν τῶν εἰκῇ καὶ ἀλόγως αὐτοῖς χρωμένων διαστροφὴν βλαβεροὶ τοῖς ἀκούουσιν ἂν νομίζοιντο δικαίως, ἀλλʼ ἐν ἅπασι τούτοις τὴν τῶν μεταχειριζομένων αἰτιατέον πλημμελῆ καὶ ἀνόητον ἕξιν, διʼ ἣν καὶ τοῖς τοῦ ἀγαθοῦ στοχαζομένοις ἐπὶ τὸ χεῖρον χρώμενοι τοῦ προσήκοντος αὐτοῖς τέλους ἀποτυγχάνουσιν. Εἰ δέ τις τὴν προφαινομένην αἰτιᾶται τῆς μυθοποιΐας αἰσχρότητα καὶ τὸ τῶν ὀνομάτων φορτικὸν καὶ διὰ ταῦτα τῆς πρεπούσης αὐτὸν ἀποστερεῖ τῶν θείων μιμήσεως — ἅπας γὰρ δήπου μιμητὴς διὰ τῶν φύσει προσηκόντων τοῖς παραδείγμασιν ἀπεικονίζεται τὴν ἐκείνων ἰδέαν, ἀλλʼ οὐ διὰ τῶν ἐναντιωτάτων καὶ πόρρω τῆς τῶν ἀρχετύπων οὐσίας καὶ δυνάμεως βεβλημένων —, πρῶτον μὲν διαιρετέον οἶμαι τὰς τῶν μύθων προαιρέσεις καὶ χωρὶς ἀφοριστέον τούς τε παιδευτικοὺς λεγομένους καὶ τοὺς ἐνθεαστικωτέρους καὶ πρὸς τὸ πᾶν ἀποβλέποντας μᾶλλον ἢ τὴν τῶν ἀκουόντων ἕξιν· ἔπειτα διακριτέον τὰς τῶν χρωμένων αὐτοῖς ζωάς, καὶ τὰς μὲν νεαροπρεπεῖς καὶ ἐν ἤθεσιν ἁπαλοῖς τρεφομένας θετέον, τὰς δὲ ἀνεγείρεσθαι πρὸς νοῦν δυναμένας καὶ πρὸς τὰ ὅλα γένη τῶν θεῶν καὶ τὰς διὰ πάντων προόδους τῶν ὄντων καὶ τὰς σειρὰς καὶ τὰς ἀποτελευτήσεις τὰς ἄχρι τῶν ἐσχάτων ἀνατείνεσθαι σπευδούσας. καὶ τοῦτον δὴ τὸν τρόπον τάς τε τῶν μύθων ἰδέας διαστήσαντες ἀπʼ ἀλλήλων καὶ τὰς τῶν ὑποδεχομένων αὐτοὺς ἐπιτηδειότητας, τὸ μὲν μήτε πρὸς παιδείαν συντελεῖν τοὺς μύθους τούτους, οὓς Ὅμηρός τε καὶ Ἡσίοδος ἐγραψάτην, μήτε τοῖς νέοις προσήκειν αὐτῶν τὴν ἀκρόασιν συγχωρῶμεν τοῖς λέγουσιν· ὅτι δὲ τῇ φύσει τῶν ὅλων ἕπονται καὶ τῇ τάξει τῶν ὄντων καὶ τοὺς ἀνάγεσθαι δυναμένους εἰς τὴν τῶν θείων πραγμάτων περιωπὴν αὐτοῖς συνάπτουσιν τοῖς ὄντως οὖσιν, τοῦτο προστιθῶμεν. κατιδόντες γὰρ οἱ τῆς μυθοποιΐας πατέρες, ὅτι καὶ ἡ φύσις εἰκόνας δημιουργοῦσα τῶν ἀΰλων καὶ νοητῶν εἰδῶν καὶ τόνδε τὸν κόσμον ποικίλλουσα τοῖς τούτων μιμήμασιν τὰ μὲν ἀμέριστα μεριστῶς ἀπεικονίζεται, τὰ δὲ αἰώνια διὰ τῶν κατὰ χρόνον προϊόντων, τὰ δὲ νοητὰ διὰ τῶν αἰσθητῶν, ἐνύλως τε τὸ ἄϋλον ἀποτυποῦται καὶ διαστατῶς τὸ ἀδιάστατον καὶ διὰ μεταβολῆς τὸ μονίμως ἱδρυμένον, ἑπομένως τῇ τε φύσει καὶ τῇ προόδῳ τῶν φαινομένως ὄντων καὶ εἰδωλικῶς, εἰκόνας καὶ αὐτοὶ πλάττοντες ἐν λόγοις φερομένας τῶν θείων τοῖς ἐναντιωτάτοις καὶ πλεῖστον ἀφεστηκόσιν τὴν ὑπερέχουσαν τῶν παραδειγμάτων ἀπομιμοῦνται δύναμιν, καὶ τοῖς μὲν παρὰ φύσιν τὸ ὑπὲρ φύσιν αὐτῶν ἐνδείκνυνται, τοῖς δὲ παραλόγοις τὸ παντὸς λόγου θειότερον, τοῖς δὲ φανταζομένοις ὡς αἰσχροῖς τὸ παντὸς μεριστοῦ κάλλους ὑπερηπλωμένον· καὶ οὕτω δὴ κατὰ λόγον τὸν εἰκότα τῆς ἐκείνων ἡμᾶς ἀναμιμνήσκουσιν ἐξῃρημένης ὑπεροχῆς. πρὸς δὲ αὖ τούτοις καθʼ ἑκάστην τάξιν θεῶν ἄνωθεν ἄχρι τῶν τελευταίων ὑφιζάνουσαν καὶ διὰ πάντων ἐπεξιοῦσαν τῶν ἐν τοῖς οὖσιν γενῶν ἔξεστιν θεᾶσθαι τῶν σειρῶν ἀποτελευτήσεις τοιαύτας ἰδιότητας προστησαμένας, ὁποίας οἱ μῦθοι τοῖς θεοῖς αὐτοῖς ἀπονέμουσιν, καὶ τοιούτων πραγμάτων ὑποστατικὰς καὶ συνεκτικάς, διʼ οἵων ἐκεῖνοι τὴν περὶ τῶν πρωτίστων ἀπόρρητον θεωρίαν κατέκρυψαν. τὰ γὰρ ἔσχατα τῶν δαιμονίων γενῶν καὶ περὶ τὴν ὕλην στρεφόμενα τῆς τε τῶν κατὰ φύσιν δυνάμεων παρατροπῆς καὶ τῆς αἰσχρότητος τῶν ἐνύλων καὶ τῆς εἰς τὴν κακίαν παραφορᾶς καὶ τῆς ἀτάκτου καὶ πλημμελοῦς προέστηκεν κινήσεως. δεῖ γὰρ εἶναι καὶ ταῦτα ἐν τῷ παντὶ καὶ συμπληροῦν τὴν ποικιλίαν τῆς ὅλης διακοσμήσεως, καὶ τῆς παρυποστάσεως αὐτῶν καὶ τῆς στάσεως καὶ τῆς διαμονῆς ἐν τοῖς ἀϊδίοις γένεσιν περιέχεσθαι τὴν αἰτίαν. ἃ δὴ καὶ οἱ τῶν ἱερῶν θεσμῶν ἡγεμόνες κατανοήσαντες περιόδοις ὡρισμέναις ἔταξαν γέλωτά τε καὶ θρήνους ἐπιτελεῖσθαι, τοῖς τοιούτοις γένεσιν ἀφοσιούμενοι καὶ τῆς ὅλης περὶ τὸ θεῖον ἁγιστείας τὴν προσήκουσαν μοῖραν ἀποκληρώσαντες. ὥσπερ οὖν ἡ τῶν ἱερῶν τέχνη κατανείμασα δεόντως τὴν σύμπασαν θρῃσκείαν τοῖς θεοῖς καὶ τοῖς τῶν θεῶν ὀπαδοῖς, ἵνα μηδὲν ἄμοιρον τῆς ἐπιβαλλούσης θεραπείας ἀπολείπηται τῶν ἀϊδίως ἑπομένων τοῖς θεοῖς, τοὺς μὲν ταῖς ἁγιωτάταις τελεταῖς καὶ τοῖς μυστικοῖς συμβόλοις προσάγεται, τῶν δὲ τοῖς φαινομένοις παθήμασιν προκαλεῖται τὰς δόσεις διὰ δή τινος ἀρρήτου συμπαθείας, οὕτως ἄρα καὶ οἱ τῶν τοιῶνδε μύθων πατέρες εἰς πᾶσαν ὡς εἰπεῖν ἀποβλέψαντες τὴν τῶν θείων πρόοδον καὶ τοὺς μύθους εἰς ὅλην ἀνάγειν σπεύδοντες τὴν ἀφʼ ἑκάστου προϊοῦσαν σειρὰν τὸ μὲν προβεβλημένον αὐτῶν καὶ εἰδωλικὸν ἀνάλογον ὑπεστήσαντο τοῖς ἐσχάτοις γένεσιν καὶ τῶν τελευταίων καὶ ἐνύλων προεστηκόσι παθῶν, τὸ δὲ ἀποκεκρυμμένον καὶ ἄγνωστον τοῖς πολλοῖς τῆς ἐν ἀβάτοις ἐξῃρημένης τῶν θεῶν οὐσίας ἐκφαντικὸν τοῖς φιλοθεάμοσιν τῶν ὄντων παρέδοσαν. καὶ οὕτω δὴ τῶν μύθων ἕκαστος δαιμόνιος μέν ἐστιν κατὰ τὸ φαινόμενον, θεῖος δὲ κατὰ τὴν ἀπόρρητον θεωρίαν.

Εἰ δὴ ταῦτα ὀρθῶς εἴπομεν, οὔτε τοὺς Ὁμηρικοὺς μύθους διὰ ταῦτα τῆς πρὸς τὰ πράγματα τὰ ὄντως ὄντα οἰκειότητος παραιρεῖσθαι προσήκει, διότι μὴ πρὸς παιδείαν ἡμῖν συντελοῦσιν τῶν νέων — οὐ γὰρ παιδευτικὸν τῶν τοιούτων ἐστὶ μύθων τὸ τέλος, οὐδὲ εἰς τοῦτο βλέποντες αὐτοὺς οἱ μυθοπλάσται παρέδοσαν —, οὔτε τοὺς παρὰ τῷ Πλάτωνι γεγραμμένους εἰς τὴν αὐτὴν ἰδέαν ἀναπέμπειν τοῖς ἐνθεαστικωτέροις, ἀλλὰ χωρὶς ἑκατέρους ἀφορίζειν· καὶ τοὺς μὲν φιλοσοφωτέρους τίθεσθαι, τοὺς δὲ τοῖς ἱερατικοῖς θεσμοῖς προσήκοντας, καὶ τοὺς μὲν νέοις ἀκούειν πρέποντας, τοὺς δὲ τοῖς διὰ πάσης ὡς εἰπεῖν τῆς ἄλλης παιδείας ὀρθῶς ἠγμένοις καὶ εἰς τὴν τῶν τοιῶνδε μύθων ἀκρόασιν ὥσπερ ὄργανόν τι μυστικὸν ἱδρῦσαι τὸν τῆς ψυχῆς νοῦν ἐφιεμένοις. ἀλλʼ ὁ μὲν Σωκράτης καὶ ταῦτα ἱκανῶς ἐνδείκνυται τοῖς συνορᾶν δυναμένοις, καὶ ὅτι τῆς Ὁμήρου μυθοποιΐας ὡς μήτε παιδευτικῆς μήτε τοῖς τῶν νέων ἀπλάστοις καὶ ἀβάτοις ἤθεσιν συναρμοζομένης ἐπιλαμβάνεται, καὶ ὡς τὸ ἀπόρρητον αὐτῆς καὶ κρύφιον ἀγαθὸν μυστικῆς τινος δεῖται καὶ ἐνθεαστικῆς νοήσεως. οἱ δὲ πολλοὶ τῶν Σωκρατικῶν λόγων οὐκ ἐπῃσθημένοι πόρρω ποι τῆς τοῦ φιλοσόφου διανοίας ἀποπεπτωκότες διαβάλλουσιν ἅπαν τὸ τοιοῦτον τῶν μύθων εἶδος.

`1.80–1.86`

Τί δὴ οὖν φησιν ὁ Σωκράτης περὶ αὐτῶν, ἄξιον ἀκούειν, καὶ διʼ ἣν αἰτίαν ἀποσκευάζεται τὴν τοιάνδε μυθολογίαν. ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν ὅτι τε ὑπόνοια καὶ ὃ μή, ἀλλʼ ὅσʼ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις, δυσέκνιπτά τε καὶ ἀμετάστατα φιλεῖ γίνεσθαι, ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον ἃ πρῶτα ἀκούουσιν, ὅτι κάλλιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν. εἰκότως ἄρα τοὺς Ὁμηρικοὺς μύθους οὐκ εὖ μεμιμῆσθαι λέγομεν τὸ θεῖον· οὐ γὰρ πρὸς ἀρετὴν καὶ παιδείαν οὐδὲ τὴν ὀρθὴν τῶν νέων ἀγωγὴν συντελοῦσιν τοῖς νομοθέταις, ἀλλὰ ταύτῃ μὲν οὐδὲν ἐοικότες φαίνονται τοῖς οὖσιν, οὐδʼ ἂν πρέποιεν τοῖς τῆς πολιτικῆς ἐπιστήμης προϊσταμένοις, τρόπον δὲ ἄλλον συναρμόζονται τοῖς θεοῖς καὶ ἀνάγουσιν εἰς τὴν ἐκείνων θεωρίαν τοὺς εὖ πεφυκότας· καὶ τὸ ἀγαθὸν αὐτῶν ἐστιν οὐ παιδευτικὸν ἀλλὰ μυστικόν, οὐδὲ νεαροπρεποῦς ἕξεως ἀλλὰ πρεσβυτικῆς στοχαζόμενον. δηλοῖ δέ που καὶ τοῦτο ὁ Σωκράτης λέγων, ὅτι διʼ ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους πρέπει τῶν τοιούτων μύθων, θυσαμένους οὐ χοῖρον ἀλλά τι μέγα καὶ ἄπορον θῦμα. πολλοῦ ἄρα δεῖ κατὰ τὴν πολλῶν δόξαν ἀτιμάζειν τὸν τρόπον τοῦτον τῆς μυθοποιΐας, ὅτε ταῖς τε ἁγιωτάταις τῶν τελετῶν καὶ τοῖς τελειοτάτοις τῶν μυστηρίων σύστοιχον αὐτῆς ἀποφαίνεται τὴν ἀκρόασιν ὑπάρχειν. τὸ γὰρ μετὰ θυσιῶν καὶ τούτων τῶν μεγίστων καὶ τελεωτάτων ἐν ἀπορρήτῳ χρῆναι τοὺς τοιούτους μύθους ἐκφαίνεσθαι μυσταγωγίαν καὶ τελετὴν ἀναγωγὸν τῶν ἀκουόντων εἶναι δηλοῖ τὴν ἐν αὐτοῖς θεωρίαν. ὅστις οὖν ἡμῶν τὸ παιδαριῶδες τῆς ψυχῆς καὶ νεαροπρεπὲς ἀπεσκευάσατο καὶ τὰς τῆς φαντασίας ἀορίστους ὁρμὰς κατεστήσατο καὶ νοῦν ἡγεμόνα προὐστήσατο τῆς ἑαυτοῦ ζωῆς, οὗτος ἐγκαιρότατα ἂν μετέχοι τῶν ἐν τοῖς τοιοῖσδε μύθοις ἀποκεκρυμμένων θεαμάτων, παιδείας δὲ αὖ ἔτι καὶ τῆς τῶν ἠθῶν συμμετρίας προσδεόμενος οὐκ ἂν ἀσφαλῶς ἅπτοιτο τῆς τούτων θεωρίας. οὐ γὰρ δεῖ τι τοῖς τῶν θεῶν μυστικοῖς νοήμασιν κάτωθεν ἀπὸ τῆς ὕλης προσφέρειν, οὐδὲ κατατεινόμενον ὑπὸ τῶν φανταστικῶν κινήσεων ἐπιπηδᾶν ταῖς τῷ νῷ καταφανέσιν ἐπιβολαῖς, οὐδὲ συγχεῖν ἀλλήλοις τά τε τῆς ἀλογίας παθήματα καὶ τὰ τῆς θεωρητικῆς ἐνεργείας ἐξαίρετα ἀγαθά, ἀλλὰ τῷ τε Σωκράτει πειθομένους καὶ τῇ τάξει τῆς ἐπὶ τὸ θεῖον ἀναγωγῆς χωρὶς μὲν τῆς ὀρθῆς ἅπτεσθαι τῶν ἠθῶν παιδείας, χωρὶς δὲ τῆς νοερᾶς τῶν ὄντων περιωπῆς ἀντιλαμβάνεσθαι, καὶ ζῆν ἑκατέρᾳ πρεπόντως, ἀρχομένους μὲν ἀπὸ τῆς καταδεεστέρας καὶ πολιτικωτέρας ἀγωγῆς, τελευτῶντας δὲ εἰς αὐτὴν τὴν πρὸς τὸ θεῖον μυστικὴν ἕνωσιν. Ταῦτα μὲν οὖν ἄλλος ἂν εἴη τρόπος λόγων· ὅτι δὲ καὶ τῷ Σωκράτει δέδοκται καὶ τὸ τῶν μύθων εἶδος εἶναι διττόν, ἐκ τῶν εἰρημένων ὑπέμνησται, λέγω δὲ ὡς τὸ μέν ἐστι παιδευτικόν, τὸ δὲ τελεστικόν, καὶ τὸ μὲν πρὸς τὴν ἠθικὴν ἀρετὴν παρασκευάζον, τὸ δὲ τὴν πρὸς τὸ θεῖον συναφὴν παρεχόμενον, καὶ τὸ μὲν τοὺς πολλοὺς ἡμῶν ὠφελεῖν δυνάμενον, τὸ δὲ ἐλαχίστοις συναρμοζόμενον, καὶ τὸ μὲν κοινὸν καὶ γνώριμον τοῖς ἀνθρώποις, τὸ δὲ ἀπόρρητον καὶ ἀσύμμετρον τοῖς μὴ τελέως ἐνιδρῦσθαι τῷ θείῳ σπουδάζουσιν, καὶ τὸ μὲν ταῖς τῶν νέων ἕξεσιν σύστοιχον, τὸ δὲ μετὰ θυσιῶν καὶ μυστικῆς παραδόσεως μόλις ἐκφαινόμενον. εἰ τοίνυν ταῦτα καὶ ὁ Σωκράτης ἡμᾶς ἀναδιδάσκει, πῶς οὐχὶ συμφωνεῖν μὲν αὐτὸν πρὸς τὸν Ὅμηρον φήσομεν περὶ ὧν μυθικῶς διεξέρχεται, τοσοῦτον δὲ ἄρα τῆς παρʼ αὐτῷ μυθοποιΐας ἀποσκευάζεσθαι καὶ διελέγχειν, ὅσον πρὸς τὴν παροῦσαν τῶν λόγων ὑπόθεσιν καὶ τὴν τῆς παιδείας τῶν νέων ὑφήγησιν ἀνάρμοστον αὐτῆς καταφαίνεται; Ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον· εἰ δὲ δεῖ τῶν μυθικῶν πλασμάτων ἄλλως μὲν τοὺς νομοθέτας ἐφάπτεσθαι καὶ τὰς ἀτελεστέρας ἕξεις θεραπεύειν ἐπιχειροῦντας, ἄλλως δὲ τοὺς ἐνθεαστικαῖς ἐπιβολαῖς τὴν ἄρρητον τῶν θεῶν οὐσίαν τοῖς ἕπεσθαι πρὸς τὸ ἄναντες τῆς θεωρίας δυναμένοις ἐνδεικνυμένους, οὔτε τὰς Ἡφαίστου ῥίψεις ἀπορήσομεν ἀνάγειν εἰς τὴν περὶ θεῶν ἀνέλεγκτον ἐπιστήμην οὔτε τοὺς Κρονίους δεσμοὺς οὔτε τὰς Οὐρανοῦ τομάς, ἃ δὴ ταῖς τῶν νέων ἀκοαῖς ἀσύμμετρά φησιν ὁ Σωκράτης ὑπάρχειν καὶ οὐδαμῶς συναρμόζεσθαι ταῖς ἕξεσιν τῶν παιδείας μόνης δεομένων· ὅλως γὰρ ἐν ἀλλοτρίαις ὑποδοχαῖς ἡ μυστικὴ τῶν θείων γνῶσις οὐκ ἄν ποτε ἐγγένοιτο. τούτοις δὴ οὖν τοῖς τῶν τοιῶνδε θεαμάτων ἐπηβόλοις λέγοντες, ὡς ἄρα ἡ μὲν Ἡφαίστου ῥῖψις τὴν ἄνωθεν ἄχρι τῶν τελευταίων ἐν τοῖς αἰσθητοῖς δημιουργημάτων τοῦ θείου πρόοδον ἐνδείκνυται, κινουμένην καὶ τελειουμένην καὶ ποδηγετουμένην ὑπὸ τοῦ πάντων δημιουργοῦ καὶ πατρός, οἱ δὲ Κρόνιοι δεσμοὶ τὴν ἕνωσιν τῆς ὅλης δημιουργίας πρὸς τὴν νοερὰν τοῦ Κρόνου καὶ πατρικὴν ὑπεροχὴν δηλοῦσιν, αἱ δὲ τοῦ Οὐρανοῦ τομαὶ τὴν διάκρισιν τῆς Τιτανικῆς σειρᾶς ἀπὸ τῆς συνεκτικῆς διακοσμήσεως αἰνίσσονται, τάχα ἂν γνώριμα λέγοιμεν καὶ τὸ τῶν μύθων τραγικὸν καὶ πλασματῶδες εἰς τὴν νοερὰν τῶν θείων γενῶν ἀναπέμποιμεν θεωρίαν. πάντα γὰρ τὰ παρʼ ἡμῖν κατὰ τὸ χεῖρον ἐμφανταζόμενα καὶ τῆς καταδεεστέρας ὄντα συστοιχίας ἐπʼ ἐκείνων οἱ μῦθοι κατʼ αὐτὴν τὴν κρείττονα φύσιν καὶ δύναμιν παραλαμβάνουσιν. οἷον ὁ δεσμὸς παρʼ ἡμῖν μὲν κώλυσίς ἐστι καὶ ἐπίσχεσις τῆς ἐνεργείας, ἐκεῖ δὲ συναφὴ πρὸς τὰ αἴτια καὶ ἕνωσις ἄρρητος. καὶ ἡ ῥῖψις ἐνταῦθα μὲν κίνησίς ἐστι βίαιος ὑπʼ ἄλλου, παρὰ δὲ τοῖς θεοῖς τὴν γόνιμον ἐνδείκνυται πρόοδον καὶ τὴν ἄφετον ἐπὶ πάντα παρουσίαν καὶ εὔλυτον, οὐκ ἀφισταμένην τῆς οἰκείας ἀρχῆς, ἀλλʼ ἀπʼ ἐκείνης διὰ πάντων ἐν τάξει προϊοῦσαν. καὶ αἱ τομαὶ τοῖς μὲν μεριστοῖς πράγμασιν καὶ ἐνύλοις ἐλάττωσιν ἐμποιοῦσιν τῆς δυνάμεως, ἐν δὲ ταῖς πρωτουργοῖς αἰτίαις πρόοδον τῶν δευτέρων εἰς ὑφειμένην τάξιν ἀπὸ τῶν σφετέρων αἰτίων αἰνίσσονται, τῶν πρώτων ἀνελαττώτων ἐν ἑαυτοῖς ἱδρυμένων, καὶ μήτε κινουμένων ἀφʼ ἑαυτῶν διὰ τὴν τούτων πρόοδον μήτε ἐλασσουμένων διὰ τὸν τούτων χωρισμὸν μήτε διαιρουμένων διὰ τὴν ἐν τοῖς καταδεεστέροις διάκρισιν. ἀλλὰ ταῦτα καὶ ὁ Σωκράτης φησὶν νέοις μὲν ἀνεπιτήδεια ἀκούειν, τοῖς δὲ ἐν ἀπορρήτῳ τὴν περὶ θεῶν ἀλήθειαν συναιρεῖν ἀπὸ τῶν μυθικῶν συμβόλων δυναμένοις ζητεῖν τε καὶ θεάσασθαι προσήκει· καὶ οὐ διὰ τοῦτο παντελῶς ἐκβλητέα, διότι πρὸς τὰς τῶν νέων ἕξεις ἐστὶν ἀνάρμοστα. πέπονθεν γὰρ τοῦτο καὶ ταῦτα τὰ μυθικὰ πλάσματα, ὅπερ ὁ Πλάτων πού φησι τὰ θεῖα καὶ παναγέστατα τῶν δογμάτων πεπονθέναι. καὶ γὰρ ταῦτα τοῖς μὲν πολλοῖς ἐστι καταγέλαστα, τοῖς δὲ εἰς νοῦν ἀνεγειρομένοις ὀλίγοις δή τισιν ἐκφαίνει τὴν ἑαυτῶν πρὸς τὰ πράγματα συμπάθειαν, καὶ τὴν ἐξ αὐτῶν τῶν ἱερατικῶν ἔργων παρέχεται πίστιν τῆς πρὸς τὰ θεῖα συμφυοῦς δυνάμεως· καὶ γὰρ οἱ θεοὶ τῶν τοιῶνδε συμβόλων ἀκούοντες χαίρουσιν καὶ τοῖς καλοῦσιν ἑτοίμως πείθονται καὶ τὴν ἑαυτῶν ἰδιότητα προφαίνουσιν διὰ τούτων ὡς οἰκείων αὐτοῖς καὶ μάλιστα γνωρίμων συνθημάτων· καὶ τὰ μυστήρια καὶ αἱ τελεταὶ καὶ τὸ δραστήριον ἐν τούτοις ἔχουσιν καὶ ὁλόκληρα καὶ ἀτρεμῆ καὶ ἁπλᾶ θεάματα διὰ τούτων προξενοῦσιν τοῖς μύσταις καθορᾶν, ὧν ὁ νέος τὴν ἡλικίαν καὶ πολὺ μᾶλλον ὁ τὸ ἦθος τοιοῦτος ἄδεκτός ἐστιν. μὴ τοίνυν λέγωμεν ὡς οὐ παιδευτικοὶ πρὸς ἀρετήν εἰσιν οἱ τοιοίδε μῦθοι τῶν παρʼ Ἕλλησιν θεολόγων, ἀλλʼ ὡς οὐχὶ τοῖς ἱερατικοῖς θεσμοῖς συμφωνότατοι δεικνύωμεν, μηδὲ ὡς ἀνομοίως μιμοῦνται τὰ θεῖα διὰ τῶν ἀπεμφαινόντων συμβόλων, ἀλλʼ ὡς οὐχὶ συμπάθειαν ἡμῖν ἄρρητον προπαρασκευάζουσιν εἰς τὴν μετουσίαν τῶν θεῶν. οἱ μὲν γὰρ εἰς τὴν τῶν νέων παιδείαν συντείνοντες ἔστωσαν πολὺ μὲν τὸ εἰκὸς ἔχοντες, πολλὴν δὲ τὴν ἐν τοῖς φαινομένοις τύποις τῆς μυθοποιΐας εὐπρέπειαν, πάντῃ δὲ τῶν ἐναντίων ὀνομάτων καθαρεύοντες καὶ διʼ ὁμοιότητος τῶν συμβόλων πρὸς τὰ θεῖα συνάπτοντες, οἱ δὲ ἐνθεαστικωτέρας στοχαζόμενοι ἕξεως καὶ διʼ ἀναλογίας μόνης τὰ ἔσχατα τοῖς πρωτίστοις συναρμόζοντες καὶ τῆς ἐν τῷ παντὶ συμπαθείας τῶν ἀποτελεσμάτων πρὸς τὰ γεννητικὰ αὐτῶν αἴτια ποιούμενοι τὸν σύμπαντα λόγον εἰκότως δήπου τῶν πολλῶν ἡμῶν ὑπεριδόντες χρῶνται παντοίως τοῖς ὀνόμασιν εἰς τὴν τῶν θείων πραγμάτων ἔνδειξιν. ἐπεὶ καὶ τὴν ἁρμονίαν ἄλλην μὲν εἶναι τὴν μιμητικήν φαμεν καὶ διὰ τῶν πρὸς ἀρετὴν ἐγειρόντων μελῶν τὰς τῶν νέων ψυχὰς θεραπεύουσαν, ἄλλην δὲ τὴν ἔνθεον καὶ κινητικὴν τῶν ἀκουόντων καὶ τῆς θείας μανίας ποιητικήν, ἣν δὴ κρείττονα σωφροσύνης ἐπονομάζομεν· καὶ τὴν μὲν συμπληροῦν τὴν ὅλην παιδείαν ὑπειλήφαμεν, τὴν δὲ ὡς ἀνάρμοστον πρὸς τὴν πολιτικὴν διακόσμησιν ἀποσκευαζόμεθα. ἢ οὐ διὰ τοῦτο καὶ τὴν Φρύγιον ἁρμονίαν ὁ Σωκράτης ὡς ἐκστατικὴν τῶν ψυχῶν ἐκβάλλειν τῶν πρὸς παιδείαν συντελούντων τῆς μουσικῆς τρόπων ἠξίωσεν; ὥσπερ οὖν ἡ ἁρμονία διττή, καὶ ἡ μὲν οἰκεία τοῖς παιδευτικοῖς, ἡ δὲ ἀλλότριος, οὕτως ἄρα καὶ ἡ μυθολογία διῄρηται πρός τε τὴν τῶν νέων ὀρθὴν ἀγωγὴν καὶ πρὸς τὴν ἱερατικὴν καὶ συμβολικὴν τοῦ θείου πρόκλησιν. καὶ ἡ μὲν διʼ εἰκόνων μέθοδος τοῖς γνησίως φιλοσοφοῦσιν προσήκει, ἡ δὲ διʼ ἀπορρήτων συνθημάτων τῆς θείας οὐσίας ἔνδειξις τοῖς τῆς μυστικωτέρας ἡγεμόσιν τελεσιουργίας, ἀφʼ ἧς δὴ καὶ αὐτὸς ὁ Πλάτων πολλὰ τῶν οἰκείων δογμάτων ἀξιοῖ πιστότερα καὶ ἐναργέστερα δεικνύναι. δηλοῖ δὲ ἐν Φαίδωνι τό τε ἐν ἀπορρήτοις λεγόμενον, ὡς ἔν τινι φρουρᾷ ἐσμεν οἱ ἄνθρωποι, σιγῇ τῇ πρεπούσῃ σέβων, καὶ τὰς τελετὰς μαρτυρόμενος τῶν διαφόρων λήξεων τῆς ψυχῆς κεκαθαρμένης τε καὶ ἀκαθάρτου εἰς Ἅιδου ἀπιούσης, καὶ τάς τε σχίσεις αὖ καὶ τὰς τριόδους ἀπὸ τῶν ὁσίων καὶ τῶν πατρίων θεσμῶν τεκμαιρόμενος, ἃ δὴ τῆς συμβολικῆς ἅπαντα θεωρίας ἐστὶ μεστά, καὶ τῶν παρὰ τοῖς ποιηταῖς θρυλουμένων ἀνόδων τε καὶ καθόδων, τῶν τε Διονυσιακῶν συνθημάτων καὶ τῶν Τιτανικῶν ἁμαρτημάτων λεγομένων, καὶ τῶν ἐν Ἅιδου τριόδων καὶ τῆς πλάνης καὶ τῶν τοιούτων ἁπάντων. ὥστʼ οὐδʼ ἂν αὐτὸς παντελῶς ἀτιμάσειεν τὴν τοιαύτην μυθοποιΐαν, ἀλλʼ ὡς πρὸς τὴν παιδευτικὴν τῶν νέων προαίρεσιν ἀλλοτρίαν αὐτὴν ὑπείληφεν· καὶ διὰ ταῦτα τοὺς τῆς θεολογίας τύπους συμμέτρους τοῖς τῶν παιδευτικῶν ἤθεσιν παραδίδωσιν. δοκεῖ δέ μοι καὶ τὸ τῶν ποιητικῶν πλασμάτων τραγικὸν καὶ τὸ τερατῶδες καὶ τὸ παρὰ φύσιν κινεῖν τοὺς ἀκούοντας παντοδαπῶς εἰς τὴν τῆς ἀληθείας ζήτησιν καὶ εἶναι πρὸς τὴν ἀπόρρητον γνῶσιν ὁλκὸν καὶ μὴ ἐπιτρέπειν ἡμῖν διὰ τὴν φαινομένην πιθανότητα μένειν ἐπὶ τῶν προβεβλημένων ἐννοιῶν, ἀλλʼ ἀναγκάζειν εἰς τὸ ἐντὸς τῶν μύθων διαβάλλειν καὶ τὸν κεκρυμμένον ἐν ἀφανεῖ τῶν μυθοπλαστῶν περιεργάζεσθαι νοῦν, καὶ θεωρεῖν ὁποίας μὲν φύσεις, ἡλίκας δὲ δυνάμεις ἐκεῖνοι λαβόντες εἰς τὴν αὐτῶν διάνοιαν τοῖσδε τοῖς συμβόλοις αὐτὰς τοῖς μεθʼ ἑαυτοὺς ἐσήμηναν. ὅτε τοίνυν ἀνεγείρουσιν μὲν οἱ τοιοίδε μῦθοι τοὺς εὐφυεστέρους πρὸς τὴν ἔφεσιν τῆς ἐν αὐτοῖς ἀποκρύφου θεωρίας καὶ διὰ τὴν φαινομένην τερατολογίαν τῆς ἐν τοῖς ἀδύτοις ἱδρυμένης ἀληθείας ἀνακινοῦσιν τὴν ζήτησιν, τοῖς δὲ βεβήλοις ὧν μὴ θέμις αὐτοῖς οὐ συγχωροῦσιν ἐφάπτεσθαι, πῶς οὐ διαφερόντως ἂν προσήκοιεν τοῖς θεοῖς αὐτοῖς, ὧν εἰσιν ἐξηγηταὶ τῆς ὑποστάσεως; καὶ γὰρ τῶν θεῶν πολλὰ προβέβληται γένη, τὰ μὲν τῆς δαιμονίας τάξεως, τὰ δὲ τῆς ἀγγελικῆς, καταπλήττοντα τοὺς εἰς τὴν μετουσίαν αὐτῶν ἐγειρομένους καὶ γυμναζομένους πρὸς τὴν τοῦ φωτὸς καταδοχὴν καὶ εἰς ὕψος ἐπαίροντα πρὸς τὴν ἕνωσιν τῶν θεῶν. μάλιστα δʼ ἄν τις κατίδοι τὴν τῶν μύθων τούτων πρὸς τὸ τῶν δαιμόνων φῦλον συγγένειαν καὶ διὰ τῆς ἐκείνων ἐνεργείας συμβολικῶς τὰ πολλὰ δηλούσης, οἷον εἴ τινες ἡμῶν ὕπαρ ἐγένοντο δαίμοσιν προστυχεῖς ἢ καὶ ὄναρ τῆς παρʼ αὐτῶν ἀπολελαύκασιν ἐπιπνοίας πολλὰ τῶν γενομένων ἢ καὶ ἐσομένων ἐκφαινούσης. ἐν πάσαις γὰρ ταῖς τοιαύταις φαντασίαις κατὰ τοὺς μυθοπλάστας ἄλλα ἐξ ἄλλων ἐνδείκνυται, καὶ οὐ τὰ μὲν εἰκόνες, τὰ δὲ παραδείγματα, ὅσα διὰ τούτων σημαίνουσιν, ἀλλὰ τὰ μὲν σύμβολα, τὰ δὲ ἐξ ἀναλογίας ἔχει τὴν πρὸς ταῦτα συμπάθειαν. εἰ τοίνυν δαιμόνιος ὁ τρόπος ἐστὶ τῆς τοιαύτης μυθοποιΐας, πῶς οὐ πάντῃ φήσομεν αὐτὸν ἐξῃρῆσθαι τῆς ἄλλης ἁπάσης τῶν μύθων ποικιλίας, τῆς τε εἰς τὴν φύσιν βλεπούσης καὶ τὰς φυσικὰς δυνάμεις ἀφερμηνευούσης, καὶ τῆς τὰ ἤθη τῶν ψυχῶν παιδεύειν προστησαμένης;

`1.87`

Τίνες οἱ παρὰ τοῖς θεολόγοις θεομαχίας διάφοροι τρόποι τὴν ἐν αὐτῇ ἀπόρρητον ἀλήθειαν εἰς φῶς ἄγοντες.

Περὶ μὲν οὖν τῆς τῶν μύθων ἰδέας, καθʼ ἣν οἵ τε ἄλλοι ποιηταὶ καὶ Ὅμηρος τὰς περὶ θεῶν μυστικὰς ἐννοίας ἀφανεῖς τοῖς πολλοῖς κατεστήσαντο, τοσαῦτα προειρήσθω. ἕπεται δὲ οἶμαι τοῖς τοῦ Σωκράτους λόγοις τὴν προσήκουσαν ἀποδοῦναι τῶν καθʼ ἕκαστα πλασμάτων διάρθρωσιν καὶ θεωρῆσαι, κατὰ ποίας ἄρα τῆς ψυχῆς ἐπιβολὰς ἢ μαχομένους τοὺς θεοὺς ἢ καὶ ἄλλο τι ποιοῦντας ἢ πάσχοντας Ὅμηρος παραδίδωσι διὰ τῆς ἑαυτοῦ ποιήσεως. καὶ πρῶτον εἰ βούλεσθε τὴν λεγομένην ταύτην θεομαχίαν, ἣν Ὅμηρος μὲν ἐποίησεν, ὁ δὲ Σωκράτης ὡς τοῖς παιδευομένοις ἀκούειν οὐδαμῇ πρέπουσαν ἐπιστάσεων ἠξίωσεν, ἐφʼ ἡμῶν αὐτῶν κατανοήσωμεν. ὅτι μὲν γὰρ οὔτε στάσις ἐστὶν ἐν τοῖς θεοῖς οὔτε διαφορὰ καὶ μερισμὸς θνητοειδής, ἀλλʼ εἰρήνη καὶ ἀπήμων βίος, δηλοῖ που καὶ αὐτὸς ὁ ποιητὴς περὶ τοῦ Ὀλύμπου λέγων, ὡς ὑπέστρωται μὲν τοῖς θεοῖς, οἳ δὲ εὐφροσύνην ἔχουσι πᾶσαν καὶ θέας ἀμηχάνους τὸ κάλλος·

  
τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἥματα πάντα  
τίς οὖν διάστασίς ποτε παρεισδύεσθαι δύναται καὶ πόλεμος εἰς τοὺς αἰώνιον λαχόντας τὴν εὐφροσύνην καὶ τὸ ἵλεων ἀεὶ προβεβλημένους καὶ χαίροντας ἐφʼ οἷς ἔχουσιν ἀγαθοῖς; εἰ δὲ δεῖ τῆς τε προνοίας τῶν θεῶν καὶ τῆς τῶν προνοουμένων φύσεως στοχάζεσθαι τοὺς περὶ αὐτῶν λόγους, οὑτωσί πως οἶμαι τὴν μυθικὴν αὐτῶν πρὸς ἀλλήλους ἐναντίωσιν ἀφερμηνεύσομεν.

`1.88–1.89`

Καθʼ ἕνα μὲν δὴ τρόπον αἱ τῶν ὄντων ἁπάντων διῃρημέναι πρόοδοι καὶ αἱ κατʼ οὐσίαν διακρίσεις ἄνωθεν ἀπὸ τῆς ἀγνώστου τοῖς πᾶσιν ἄρχονται τῶν πρωτουργῶν αἰτίων διαιρέσεως καὶ κατὰ τὰς ὑπερηπλωμένας τῶν ὅλων ἀρχὰς ὑφιστάμεναι διεστήκασιν ἀπʼ ἀλλήλων· αἳ μὲν τῆς τοῦ πέρατος ἑνοποιοῦ μονάδος ἐξηρτημέναι καὶ περὶ ἐκείνην ἀφορίζουσαι τὴν ἑαυτῶν ὑπόστασιν, αἳ δὲ τῆς γεννητικῆς τῶν ὅλων ἀπειρίας τὴν ἀνέκλειπτον δύναμιν καὶ τὴν πλήθους καὶ προόδων οἰστικὴν αἰτίαν καταδεξάμεναι καὶ περὶ αὐτὴν προστησάμεναι τὴν οἰκείαν ὕπαρξιν. ᾗπερ οὖν αἱ πρώτισται τῶν ὄντων ἀρχαὶ διεκρίθησαν ἀλλήλων, ταύτῃ καὶ τὰ θεῖα πάντα γένη καὶ τὰ ὄντως ὄντα τὴν ἀπʼ ἀλλήλων ἔσχεν ἐν τάξει διωρισμένην πρόοδον· καὶ τὰ μὲν αὐτῶν ἐξάρχει τῆς ἑνώσεως τοῖς δευτέροις, τὰ δὲ τῆς διαιρέσεως παρέχεται τὴν δύναμιν· καὶ τὰ μὲν τῆς ἐπιστροφῆς ἐστιν αἴτια τοῖς προελθοῦσιν συνελίσσοντα τὸ πλῆθος αὐτῶν εἰς τὰς οἰκείας ἀρχάς, τὰ δὲ αὐτῶν ἀφορίζει τὴν πρόοδον καὶ τὴν ἐκ τῶν ἀρχῶν ὑφειμένην ἀπογέννησιν. ἔτι δὲ τὰ μὲν τῆς γεννητικῆς ἐστιν περιουσίας χορηγὰ τοῖς καταδεεστέροις, τὰ δὲ τῆς ἀτρέπτου καὶ ἀχράντου καθαρότητος παρεκτικά· καὶ τὰ μὲν τῶν χωριστῶν ἀγαθῶν εἰς ἑαυτὰ τὴν αἰτίαν ἀναδησάμενα, τὰ δὲ τῶν συνυφεστηκότων τοῖς μεταλαμβάνουσιν. ὅθεν δὴ καὶ ἐν ταῖς τοῦ ὄντος ἁπάσαις διακοσμήσεσιν ἡ τοιαύτη τῶν γενῶν ἐναντίωσις διαποικίλλεται· καὶ ἡ μὲν στάσις ἑδράζουσα σταθερῶς ἐν ἑαυτοῖς τὰ ὄντα ταῖς δραστηρίοις καὶ ζωῆς πλήρεσιν τῆς κινήσεως ἀντίκειται δυνάμεσιν, ἡ δὲ τῆς ταυτότητος ὁμοφυὴς κοινωνία ταῖς τῆς ἑτερότητος κατʼ εἴδη διακρίσεσιν ἀντιδιῄρηται· τὸ δὲ τῆς ὁμοιότητος γένος τῇ ἀνομοιότητι καὶ τὸ τῆς ἰσότητος τῇ ἀνισότητι κατὰ τὴν αὐτὴν ἀναλογίαν τὴν ἐναντίαν ἔλαχεν τάξιν. καὶ τούτων ἁπάντων αἱ διαιρέσεις ἄνωθεν ἀπὸ τῆς ἀρχικῆς ἀφορίζονται δυάδος, καθʼ ἣν ἕκαστα τῶν ὄντων διακρίνεταί τε τοῖς οἰκείοις ὅροις καὶ ἀντιδιῃρημένα πρόεισιν ἀλλήλοις ἀπὸ τῶν γεννητικῶν αἰτίων, καὶ συμπλεκόμενα μετʼ ἀλλήλων ἀπογεννᾷ τὴν ποικιλίαν τῶν δευτέρων. τί δὴ οὖν ἔτι θαυμαστόν, εἰ καὶ τῶν θεῶν αὐτῶν καὶ τῶν πρωτίστων ἐν τοῖς οὖσιν τοιαύτην ἐναντίωσιν οἱ μυθοπλάσται κατανοήσαντες διὰ τῶν πολέμων αὐτὴν αἰνίσσοιντο τοῖς ἑαυτῶν τροφίμοις, ἀεὶ μὲν ἡνωμένων ἀλλήλοις τῶν θείων γενῶν, ὁμοῦ δὲ τὴν ἕνωσιν καὶ τὴν ἀσύγχυτον διάκρισιν ἐν ἑαυτοῖς προστησαμένων.

Καὶ ἕτερον δὲ οἶμαι τρόπον ἔξεστιν λέγειν, αὐτοὺς μὲν τοὺς θεοὺς ἀμερίστως ἀλλήλοις συμφύεσθαι καὶ ἑνοειδῶς ἐν ἀλλήλοις ὑφεστηκέναι, τὰς δὲ προόδους αὐτῶν τὰς εἰς τὸ πᾶν καὶ τὰς μεταδόσεις ἐν τοῖς μετέχουσιν διαιρεῖσθαι καὶ μεριστὰς γίνεσθαι κἀνταῦθα τῆς ἐναντιώσεως ἀναπίμπλασθαι, τῶν προνοουμένων ἀμιγῶς τὰς ἐκεῖθεν προϊούσας δυνάμεις καὶ ἀσυγχύτως καταδέχεσθαι τὰς πολυειδεῖς ἐλλάμψεις οὐ δυναμένων. ἔτι δὲ τὰς τελευταίας τάξεις τὰς ἐξηρτημένας αὐτῶν τῶν θείων, ἅτε πόρρω μὲν τῶν πρωτίστων αἰτίων ἀπογεννωμένας, προσεχεῖς δὲ τοῖς διοικουμένοις καὶ προσύλους ὑπαρχούσας, ἐναντιώσεως ἤδη καὶ διακρίσεως παντοίας μετέχειν καὶ μεριστῶς προεστάναι τῶν ἐνύλων, ἀποτεμαχιζούσας καὶ διαιρούσας τὰς ἑνοειδῶς καὶ ἀμερίστως προϋφεστηκυίας ἐν ταῖς ἑαυτῶν πρωτουργοῖς αἰτίαις δυνάμεις.

`1.90–1.92`

Τοιούτων δὴ οὖν καὶ τοσούτων τρόπων ὄντων τε καὶ λεγομένων, καθʼ οὓς αἱ μυστικαὶ τῶν θεολόγων φῆμαι καὶ ἐπὶ τοὺς θεοὺς αὐτοὺς τὸν πόλεμον ἀναπέμπειν εἰώθασιν, τοὺς μὲν ἄλλους ποιητὰς καὶ περὶ τὴν τῶν θείων πραγμάτων ἐξήγησιν ἐνθεάζοντας κατʼ ἐκεῖνον φῶμεν τὸν τρόπον ἐν τοῖς θεοῖς ὑποτίθεσθαι πολέμους τε καὶ μάχας, ὃν καὶ τὰ θεῖα γένη διῄρητο κατὰ τὰς πρωτίστας τῶν ὅλων ἀρχάς. τὰ γὰρ ἀναγωγὰ τοῖς γενεσιουργοῖς, καὶ τὰ συνεκτικὰ τοῖς διακριτικοῖς, καὶ τὰ ἑνοποιὰ τοῖς πληθύουσιν τὴν τῶν ὄντων πρόοδον, καὶ τὰ ὁλικὰ τοῖς μεριστῶς δημιουργοῦσι, καὶ τὰ ἀναπλωτικὰ τοῖς τῶν μερικῶν προστάταις ἀντικείμενά πως μάχεσθαι καὶ πολεμεῖν ἀλλήλοις οἱ μῦθοι τὴν ἀλήθειαν ἐπικρυπτόμενοι λέγουσιν. ὅθεν οἶμαι καὶ τοὺς Τιτᾶνας τῷ Διονύσῳ καὶ Διῒ τοὺς Γίγαντας ἀνταγωνίζεσθαί φασιν· τοῖς μὲν γὰρ ὡς πρὸ τοῦ κόσμου δημιουργοῖς ἥ τε ἕνωσις προσήκει καὶ ἡ ἀμέριστος ποίησις καὶ ἡ πρὸ τῶν μερῶν ὁλότης, οἳ δὲ εἰς πλῆθος προάγουσιν τὰς δημιουργικὰς δυνάμεις καὶ μεμερισμένως διοικοῦσιν τὰ ἐν τῷ παντὶ καὶ προσεχεῖς εἰσιν πατέρες τῶν ἐνύλων πραγμάτων. Τὴν δὲ Ὁμηρικὴν θεομυθίαν κατὰ τὸν ἕτερον τρόπον νοήσωμεν τοὺς ἐν τοῖς θεοῖς πολέμους διαπλάττουσαν. πρῶτον μὲν γὰρ τὴν δημιουργικὴν μονάδα παντὸς ἐξαιρεῖ τοῦ πλήθους τῶν θεῶν καὶ οὔτε προϊοῦσαν ἐπὶ τὴν γενεσιουργὸν ἐναντίωσιν οὔτε ἀνθιστάμενόν τι πρὸς αὐτὴν παραδίδωσιν, ἀλλʼ ἐκείνης ἐν ἑαυτῇ σταθερῶς ἱδρυμένης ὁ τῶν θεῶν τῶν ἀπʼ αὐτῆς προεληλυθότων ἀριθμὸς μένων ἅμα καὶ προϊὼν εἰς τὸ πᾶν μερίζεσθαι λέγεται περὶ τὴν πρόνοιαν τῶν ἐγκοσμίων. ἔπειτα καὶ τούτων τῶν ἀπὸ τοῦ πατρὸς διῃρημένων θεῶν τοὺς μὲν ἐν τῷ πατρὶ μείναντας καὶ τῆς οἰκείας μονάδος ἀνεκφοιτήτους ὑπάρχοντας, οὓς δὴ καὶ Διὸς ἔνδον ἡ ποίησίς φησιν ἡδράσθαι καὶ μετὰ τοῦ πατρὸς τῶν ὅλων προνοεῖν ἐξῃρημένως, οὔτε πολεμεῖν ἀλλήλοις οὔτε ἀνθίστασθαι πρὸς ἀλλήλους ὁ μῦθος οὐδὲ κατὰ τὸ φαινόμενον συγχωρεῖ· τοὺς δὲ ἐκεῖθεν εἰς πολλοστὰς τάξεις ὑφιζάνοντας καὶ μερικωτέρους γενομένους καὶ τοῖς διοικουμένοις προσεχεστέρους καὶ ἀγγελικὰς ἢ δαιμονίας στρατιὰς συμπληροῦντας διὰ τὴν πολλὴν πρὸς τὰ καταδεέστερα συμπάθειαν καὶ τὴν τῆς προνοίας μεριστὴν διακλήρωσιν μαχομένους ἀλλήλοις παραδίδωσιν. τούτοις γὰρ οἶμαι καὶ τὰ τῶν προνοουμένων πάθη συγγενέστερά πώς ἐστιν, πληγαί τε καὶ βολαὶ καὶ ἀντιτυπίαι καὶ ἡ γενεσιουργὸς ἐναντίωσις οὐ πόρρω τῆς τούτων εἰσὶν διακοσμήσεως, τό τε μεριστὸν τῆς εἰς τὰ δεύτερα ποιήσεως καὶ τὸ τῆς προνοίας ἀποτετεμαχισμένον ταῖς τοιαύταις προσήκει δυνάμεσιν, ἀλλʼ οὐ ταῖς ἀρχηγικαῖς καὶ ταῖς ἐξῃρημέναις πάντων τῶν προνοουμένων καὶ χωρισταῖς αἰτίαις. Ἐπεὶ δὲ καὶ ἀγγελικαὶ τάξεις τῶν κρειττόνων γενῶν τῆς τῶν θεῶν ἡγεμονίας ἐξήρτηνται καὶ τὰς ἰδιότητας τῶν σφετέρων ἡγεμόνων, εἰ καὶ μερικῶς καὶ πεπληθυσμένως, ἀλλʼ οὖν καὶ αὗται διασώζουσιν, τοῖς τε ὀνόμασιν ἀποκαλοῦνται τοῖς ἐκείνων καὶ ὡς τοῖς πρωτίστοις ἀνάλογον ὑποστᾶσαι αἱ αὐταί πως εἶναι τοῖς ὁλικωτέροις ἑαυτῶν καὶ προελθοῦσαι φαντάζονται. καὶ τοῦτο οὐχ οἱ παρʼ Ἕλλησι μῦθοι μόνον διʼ ἐπίκρυψιν μεμηχάνηνται, λέγω δὴ τὸ διὰ τῶν αὐτῶν ὀνομάτων τούς τε ἡγεμόνας καὶ τοὺς ὀπαδοὺς προσαγορεύειν, ἀλλὰ καὶ αἱ τῶν βαρβάρων τελεταὶ παραδεδώκασιν· καὶ γὰρ καλουμένους τοὺς ἐξημμένους τῶν θεῶν ἀγγέλους ταῖς αὐταῖς ἐπωνυμίαις ἐκείνοις χαίρειν διαφερόντως φασὶν καὶ περιβάλλεσθαι τὰ ὀχήματα τῶν ἡγεμόνων τῆς σειρᾶς καὶ τοῖς θεουργοῖς ἀντʼ ἐκείνων προφαίνειν ἑαυτούς. εἰ οὖν καὶ Ἀθηνᾶν καὶ Ἥραν καὶ Ἥφαιστον πολεμοῦντας κάτω περὶ τὴν γένεσιν καὶ Λητὼ καὶ Ἄρτεμιν καὶ Ξάνθον τὸν ποταμὸν εἰς ἄλλας τάξεις ἀναπέμποιμεν δευτέρας καὶ προσεχεῖς τοῖς μεριστοῖς καὶ ἐνύλοις πράγμασιν, θαυμάζειν οὐ χρὴ διὰ τὴν τῶν ὀνομάτων κοινωνίαν. ἑκάστη γὰρ σειρὰ τὴν τῆς μονάδος φέρεται προσηγορίαν, καὶ τὰ μερικὰ πνεύματα τοῖς ὅλοις τὴν αὐτὴν ἐπωνυμίαν δέχεσθαι φιλεῖ. διὸ καὶ Ἀπόλλωνες καὶ Ποσειδῶνες καὶ Ἥφαιστοι πολλοί τε καὶ παντοδαποί, καὶ οἳ μὲν αὐτῶν χωριστοὶ τοῦ παντός εἰσιν, οἳ δὲ περὶ τὸν οὐρανὸν διεκληρώθησαν, οἳ δὲ τῶν ὅλων προεστήκασιν στοιχείων, οἳ δὲ περὶ ἕκαστον κατενείμαντο τὴν ἐπιστασίαν. καὶ οὐκ ἂν θαυμαστόν, εἰ ὁ μερικώτατος Ἥφαιστος καὶ τάξιν δαιμονίαν λαχὼν τοῦ ἐνύλου πυρὸς καὶ περὶ τὴν γῆν ὑφισταμένου προβεβλημένην ἔχοι τὴν πρόνοιαν ἢ καὶ τέχνης τινὸς ἔφορος εἴη τῆς χαλκευτικῆς — εἰς γὰρ τὸν ἔσχατον μερισμὸν ἡ τῶν θεῶν πρόνοια τὴν ὕφεσιν ἔσχεν, ἄνωθεν ἀπὸ τῶν ὁλικῶν καὶ ἡνωμένων αἰτίων τὴν εὔτακτον λαχοῦσα πρόοδον —, καὶ οὗτος χαίροι μὲν τῇ σωτηρίᾳ τοῦ σφετέρου κλήρου, πρὸς δὲ τὰ φθοροποιὰ τῆς ἐκείνου συστάσεως αἴτια ἀλλοτρίως ἔχοι. καὶ πόλεμος οὖν ἐν τοῖς τοιούτοις γένεσιν καὶ διαίρεσις παντοδαπῶν δυνάμεων, καὶ οἰκειότης πρὸς ἀλλήλους καὶ ἀλλοτριότης, καὶ ἡ πρὸς τὰ διοικούμενα μεριστὴ συμπάθεια, καὶ αἱ διὰ λόγων ἐναντιώσεις καὶ διὰ τῶν σκωμμάτων ἄμυναι, καὶ ὅσα τοιαῦτα περὶ τὰς ἀποτελευτήσεις εἰκότως ἐμφαντάζεται τῶν θείων διακοσμήσεων. διὸ καὶ οἱ μῦθοι τὰς τοιαύτας δυνάμεις ὑπὲρ τῶν προνοουμένων στασιαζούσας καὶ διαφερομένας ἀλλήλαις ἀναγράφοντες οὐκ ἄν που πόρρω βάλλοιεν τῆς περὶ αὐτῶν ἀληθείας· καὶ γὰρ τὰ πάθη τῶν διοικουμένων ἐπὶ ταύτας ἀναφέρεται προσεχῶς.

`1.93–1.95`

Ὡς οὖν συνελόντι φάναι, διττῆς ἐπινοίας θεωρουμένης τῶν παρὰ τοῖς φοιβολήπτοις ποιηταῖς θρυλουμένων πολέμων, καὶ τῆς μὲν περὶ τὰς δύο τῶν ὅλων ἀρχάς, ἃς ἡ τοῦ ἑνὸς ἐξῃρημένη τῶν πάντων αἰτία παρήγαγεν, τὴν διαίρεσιν τῶν θείων γενῶν εὐτάκτως νοούσης καὶ κατὰ τὴν ἐκείνων ἀντίθεσιν καὶ τούτοις τὴν πρὸς ἄλληλα παρεχομένης ἐναντίωσιν — εἴτε γὰρ πέρας καὶ ἄπειρον, εἴτε μονάδα καὶ ἀόριστον δυάδα χρὴ προσαγορεύειν τὰς πρωτίστας ἐκείνας ὑποστάσεις, πάντως φαίνεταί τις αὐτῶν πρὸς ἀλλήλας ἀντιδιαίρεσις, καθʼ ἣν καὶ αἱ τῶν θεῶν διακοσμήσεις ἀπʼ ἀλλήλων διεκρίθησαν —, τῆς δὲ ἐκ τῆς περὶ τὰ ἔσχατα τῶν ὄντων ἐναντιώσεως καὶ τῆς ποικιλίας ἐπʼ αὐτοὺς τοὺς προσεχεῖς αὐτῶν προστάτας ἀναφερούσης τὴν τοιαύτην διάστασιν καὶ οὕτως δὴ προϊόντας εἰς τὴν ἔνυλον φύσιν τοὺς θεοὺς καὶ περὶ ταύτην μεριζομένους πολεμεῖν ἀλλήλοις ὑποτιθεμένης, φανήσεται μέν που καὶ περὶ ἐκείνης τοῖς μὴ παρέργως ἀκούουσιν ἐνδεικνύμενος ὁ ποιητής, ἡνίκα ἂν λέγῃ·

  
ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς  
  
γαίης νέρθε κάθισε.  
καὶ περὶ τοῦ Τυφῶνος ἐν ἄλλοις·

  
γαῖα δʼ ὑπεστενάχιζε Διῒ ὡς τερπικεραύνῳ  
  
χωομένῳ, ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ  
  
εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.  
πάντως γάρ που τὸν πρὸς τὸν Δία πόλεμον ἐν τούτοις αἰνίσσεται τὸν Τιτανικὸν καὶ τὰς καλουμένας καταταρταρώσεις παρὰ τοῖς Ὀρφικοῖς· διαφερόντως δὲ αὖ κατὰ τὴν δευτέραν ὑπερβολὴν τοὺς θεοὺς πολεμοῦντας ἀλλήλοις καὶ διαφερομένους περὶ τῶν ἀνθρωπίνων παραδιδοὺς — ἐν οἷς καὶ σφόδρα ἄν τις ἀγασθείη τὴν ἔνθεον τοῦ ποιητοῦ καὶ νοερὰν τῶν πλασμάτων διάθεσιν· ἐπεὶ γὰρ ταῦτα τὰ γένη περὶ αὐτὰ τὸν πόλεμον τοῦτον ὑφίστασθαί φησιν, εἰ καὶ τὰς ἀποπερατώσεις ἐκληρώσατο τῶν θείων προόδων, ἀλλʼ οὖν καὶ αὐτὰ τῶν θεῶν ἐξήρτηται καὶ ἔστι προσεχῆ μὲν τοῖς διοικουμένοις, συγγενῆ δὲ τοῖς αὐτῶν ἡγεμόσιν — τὴν μὲν πρὸς τὰ καταδεέστερα συμπάθειαν αὐτῶν ἐνδείκνυται τὴν διῃρημένην ζωὴν καὶ τὴν μάχην καὶ τὴν ἀντίθεσιν ἀπὸ τούτων εἰς αὐτὰ ἀναφέρων — ὥσπερ δὴ καὶ Ὀρφεὺς τοῖς Διονυσιακοῖς εἰδώλοις τὰς συνθέσεις καὶ τὰς διαιρέσεις καὶ τοὺς θρήνους προσῆψεν ἀπὸ τῶν προνοουμένων ἅπαντα ταῦτα ἐκείνοις ἀναθείς —, τὴν δὲ πρὸς τὰς σειρὰς ἀφʼ ὧν προεληλύθασι συγγένειαν τῶν μεριστῶν τούτων πνευμάτων παρίστησιν τοῖς τε ὀνόμασιν τοῖς αὐτοῖς, διʼ ὧν τὰς ἐξῃρημένας δυνάμεις τῶν ἐνύλων ἐξύμνησεν, καὶ τοῖς ἀριθμοῖς καὶ τοῖς σχήμασι προσήκουσι ταῖς ὅλαις αὐτῶν διακοσμήσεσι χρώμενος. εἰσὶ μὲν γὰρ οἱ τοῦ πολέμου κοινωνοῦντες ἕνδεκα τὸν ἀριθμόν, μιμούμενοι τὴν ἑπομένην τῷ Διῒ θεῶν τε καὶ δαιμόνων στρατείαν, κατὰ ἕνδεκα μέρη κεκοσμημένην. τούτων δὲ οἱ μὲν τῆς κρείττονος προεστῶτες συστοιχίας τῇ πεντάδι συνέχονται — καὶ γὰρ τὸ περιττὸν καὶ τὸ σφαιρικὸν καὶ τὸ κατὰ δίκην πάντα ἄγειν τὰ δεύτερα καὶ ἐκ μέσου διατείνειν ἐπὶ πάντα τὸν ἀριθμὸν οἰκεῖόν ἐστιν τοῖς τὰ νοερώτερα καὶ τὰ τελειότερα καὶ πρὸς τοῦ ἑνὸς ὄντα κρατεῖν ἐθέλουσιν —, οἱ δὲ τῆς ὑφειμένης μοίρας κηδεμόνες τῶν ἐνύλων κατὰ τὴν ἑξάδα προεληλύθασιν, τὸ μὲν τελεσιουργὸν τῶν προνοουμένων ἔχοντες διὰ τὸν οἰκεῖον ἀριθμόν, τῷ δὲ ἀρτίῳ καὶ πρὸς τὴν χείρονα φύσιν συστοίχῳ λειπόμενοι τῶν πρὸ αὐτῶν. οὐ δὴ θαυμαστόν ἐστιν, εἰ καὶ θεούς· τις ἀποκαλοίη ταῦτα τὰ γένη διὰ τὴν πρὸς τοὺς ἡγεμόνας συγγένειαν καὶ πολεμοῦντας παράγοι διὰ τὴν περὶ τὰ τῇδε προσεχῆ κηδεμονίαν. ἡ μὲν οὖν τοῦ Ποσειδῶνος καὶ τοῦ Ἀπόλλωνος ἀντίθεσις τὴν τῶν ὑπὸ σελήνην πάντων ὁλικῶν προΐσταται δοκοῦσαν ἐναντίωσιν — διὸ καὶ οὐδὲ μάχονται οἵδε οἱ θεοί· σώζεται γὰρ ὑπὸ τῶν ὁλικῶν τὰ ἐν αὐτοῖς μερικά, καθʼ ὅσον ἂν ᾖ χρόνον —, ἡ δὲ τῆς Ἥρας καὶ τῆς Ἀρτέμιδος τὴν τῶν ἐνταῦθα ψυχῶν λογικῶν ἢ ἀλόγων, χωριστῶν ἢ ἀχωρίστων, ὑπερφυῶν ἢ φυσικῶν παρίστησιν ἀντιδιαίρεσιν, τῆς μὲν αἰτίας οὔσης τῶν ἀμεινόνων, τῆς δὲ τὰ χείρω λοχευούσης καὶ εἰς φῶς προαγούσης. ἡ δὲ τῆς Ἀθηνᾶς καὶ τοῦ Ἄρεως τὴν παντὸς τοῦ γενεσιουργοῦ πολέμου διάκρισιν παρίστησιν εἰς τὴν κατὰ νοῦν πρόνοιαν αὐτῶν καὶ τὴν διʼ ἀνάγκης ἐπιτελουμένην, τῆς μὲν νοερῶς προεστώσης τῶν ἐναντίων, τοῦ δὲ τὰς φυσικὰς αὐτῶν δυνάμεις ῥωννύντος καὶ κατʼ ἀλλήλων ἐγείροντος. ἡ δὲ τοῦ Ἑρμοῦ καὶ τῆς Λητοῦς τὴν κατὰ τὰς γνωστικὰς καὶ τὰς ζωτικὰς κινήσεις τῶν ψυχῶν παντοίαν διαφοράν, τοῦ μὲν τὰς γνώσεις τελειοῦντος, τῆς δὲ τὰς ζωάς, εἰ καὶ πολλάκις αὗται διΐστανται ἀπʼ ἀλλήλων καὶ ἐναντίως ἔχουσιν πρὸς ἀλλήλας. λοιπὴ δὲ ἡ τοῦ Ἡφαίστου καὶ Ξάνθου τοῦ ποταμοῦ τὰς τῆς σωματικῆς ὅλης συστάσεως ἐναντίας ἀρχὰς διακοσμεῖ δεόντως, τοῦ μὲν τῆς θερμότητος καὶ τῆς ξηρότητος τὰς δυνάμεις συγκροτοῦντος, τοῦ δὲ τῆς ψυχρότητος καὶ ὑγρότητος· ἐξ ὧν ἡ πᾶσα συμπληροῦται γένεσις. ἐπεὶ δὲ πάσας ἀνάγκη τὰς ἐναντιώσεις εἰς τὴν πρὸς ἀλλήλας ὁμολογίαν τελευτᾶν, πάρεστι καὶ ἡ Ἀφροδίτη, καθάπερ εἴπομεν, φιλίαν ἐμποιοῦσα τοῖς ἀντικειμένοις, συμμαχοῦσα δὲ ὅμως τοῖς χείροσιν, διότι καὶ ταῦτα μάλιστα κοσμεῖται σύμμετρα καὶ προσήγορα γινόμενα τοῖς ἀμείνοσι τῶν ἐναντίων. Περὶ μὲν οὖν τῆς παρʼ Ὁμήρῳ θεομαχίας τοσαῦτα εἰρήσθω. καὶ γὰρ ἔξεστιν τοῖς περὶ αὐτῆς ἀκριβέστερόν τι πιέσαι βουλομένοις καὶ ταῖς τοῦ καθηγεμόνος ἡμῶν θεωρίαις συγγενέσθαι πολλὰ καὶ θαυμαστὰ δόγματα ἐκκαλυπτούσαις, ἃς ἐν ταῖς λύσεσιν ἐκεῖνος τῶν Ὁμηρικῶν προβλημάτων ἐπραγματεύσατο.

`1.96`

Πῶς ἄν τις ὑπὲρ τῶν θείων ἀπολογήσαιτο μύθων τῶν δοκούντων τοὺς θεοὺς αἰτιᾶσθαι τῶν κακῶν.

Ἡμεῖς δὲ ἐντεῦθεν ἐπὶ τὰ ἑξῆς τῶν Σωκρατικῶν πρὸς Ὅμηρον ἀπορημάτων μετίωμεν. ἕπεται δὲ οἶμαι διασκέψασθαι, πῶς τῶν θεῶν κατὰ τὴν ἀγαθότητα διαφερόντως τὴν ὕπαρξιν λαχόντων ἡ ποίησις κακῶν τε καὶ ἀγαθῶν αἰτιᾶται τοὺς θεούς, δέοντος τῶν ἀγαθῶν μόνων ἐπʼ αὐτοὺς ἀναπέμπειν τὴν ἀρχηγὸν αἰτίαν. ταῦτα γὰρ ὁ Σωκράτης ἀποδείξας, τὸν θεὸν τῶν ἀγαθῶν ὑποστάτην μόνων, κακοῦ δὲ οὐδενός, ἐπιστάσεως ἠξίωσεν ἐν τοῖς Ὁμήρου ποιήμασιν· καὶ ἔοικεν τὴν μὲν θεομαχίαν ὡς ἀναιρετικὴν τῆς θείας ἑνώσεως εὐθύνειν, ταῦτα δὲ ἃ νῦν πρόκειται ζητεῖν ὡς τῆς ἀγαθότητος τῶν θεῶν ἐλαττωτικὰ διελέγχειν.

  
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει,  

κηρῶν ἔμπλειοι ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν .

`1.97–1.98`

Πρὸς δὴ τὰς τοιαύτας ἀπαντήσεις λεγέσθω διττὰς εἶναι τὰς συστοιχίας τῶν ἐν τῷ κόσμῳ πραγμάτων, ὃ καὶ πρότερον εἴπομεν, ἄνωθεν ὡρμημένας ἀπʼ αὐτῶν τῶν θεῶν. πάντα γὰρ διῄρηται ταῖς δυοειδέσιν τῶν ὄντων ἀρχαῖς, αἱ τῶν θεῶν διακοσμήσεις, αἱ τῶν ὄντων ὑποστάσεις, τὰ γένη τῶν ψυχῶν, αἱ φυσικαὶ δυνάμεις, αἱ τοῦ οὐρανοῦ περιφοραί, αἱ τῶν ἐνύλων διαφορότητες· τελευτῶσα δὲ ἡ δίδυμος αὕτη τῶν πραγμάτων πρόοδος καὶ τῶν περὶ τοὺς ἀνθρώπους συμπιπτόντων καὶ κατὰ δίκην ἀποκληρουμένων διπλῆν προεστήσατο γένεσιν. καὶ γὰρ τούτων τὰ μέν ἐστι τῆς κρείττονος μοίρας, τὰ δὲ τῆς ὑποδεεστέρας· λέγω δὲ οἷον τὰς μὲν τῶν σωμάτων κατὰ φύσιν διαθέσεις, κάλλος καὶ ἰσχὺν καὶ εὐεξίαν, καὶ τῶν ἐκτὸς τῆς σωματικῆς συστάσεως συγκυρούντων ταῖς ψυχαῖς, τάς τε δυνάμεις καὶ τὰς τιμὰς καὶ τοὺς πλούτους τῆς ἑτέρας εἶναι συστοιχίας, τὰς δὲ αὖ τούτοις ἀντικειμένας ἕξεις τε καὶ περιστάσεις τῆς χείρονος. τούτων δὴ οὖν κατὰ τὸν εἰρημένον τρόπον ἐξ ἀνάγκης διῃρημένων τὰ μὲν ὡς τῆς ἀμείνονος ὄντα μερίδος αὐτόθεν ἀγαθὰ τοῖς παλαιοῖς ἔθος προσαγορεύειν, τὰ δὲ ὡς τῆς ἐναντίας κακὰ προσονομάζουσιν· καὶ οὐχ οὕτω τὸ κακὸν ἐνταῦθα δήπου λέγουσιν, ὡς τὴν ἄδικον καὶ ἀκόλαστον τῆς ψυχῆς ἕξιν κακὸν ὁμολογοῦμεν ὑπάρχειν· ἀλλʼ ὡς τὰ ἐμπόδια τῶν ἐνεργειῶν καὶ τὰ ἐπιπροσθοῦντα ταῖς κατὰ φύσιν ἡμῶν διαθέσεσιν καὶ τὰ διακόπτοντα τῆς ψυχῆς τὴν μετὰ ῥᾳστώνης ἀποτελουμένην τῶν ἀνθρωπίνων πρόνοιαν κακὰ συγχωροῦσιν εἶναι καὶ λέγεσθαι τρόπον ἕτερον τῶν αὐτῆς τῆς ψυχῆς λεγομένων κακῶν, οὕτως ἄρα καὶ τὴν νόσον καὶ τὴν ἀδυναμίαν καὶ τὴν ἄπορον τῶν ἀναγκαίων ζωὴν ἐν τοῖς κακοῖς εἰώθασι καταλέγειν. καὶ τί δεῖ τὴν ποίησιν ἅπασαν μαρτύρεσθαι τῆς τοῦ ὀνόματος ἕνεκα χρήσεως; ἀλλὰ καὶ ὁ τῶν Πυθαγορείων λόγος ὁ τὰς διττὰς τῶν ὄντων συστοιχίας διαιρούμενος ἐν ἁπάσαις ταῖς διακοσμήσεσιν τὴν μὲν τοῦ ἀγαθοῦ καλεῖν οὐκ ἀπηξίου, τὴν δὲ τοῦ κακοῦ· καίτοι τό γε ἄρτιον ἢ τὸ ἑτερόμηκες ἢ τὴν κίνησιν πῶς ἄν τις ἐν τοῖς τοιούτοις τετάχθαι κακοῖς συγχωρήσειεν, ὅσα τῶν ἀγαθῶν στερήσεις ἀφοριζόμεθα; πῶς δʼ ἂν τὸ θῆλυ καὶ τὸ τῆς ἑτερότητος γένος καὶ τὴν ἀνομοιότητα παρὰ φύσιν εἶναι τοῖς οὖσιν φήσαιμεν; ἀλλʼ οἶμαι παντὶ δὴ τοῦτο καταφανές, ὅτι τῶν ἀντικειμένων κατὰ πάσας τῶν ὄντων τὰς προόδους τὴν καταδεεστέραν σειρὰν ὡς ἀπολειπομένην τῆς ἑτέρας καὶ οὔτε πρώτως οὖσαν ἀγαθουργὸν οὔτε τὴν αὐτὴν λαχοῦσαν ἀπόστασιν πρὸς τὴν μίαν τῶν καλῶν πάντων καὶ ἀγαθῶν αἰτίαν κακὸν προσηγόρευεν. ταύτας τοίνυν τὰς διττὰς συστοιχίας τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν τῶν ἐν τῷ κόσμῳ γεγονότων τῆς δημιουργικῆς ἐξάπτειν προσήκει μονάδος. καὶ γὰρ αἱ τῶν θεῶν διαιρέσεις καὶ αἱ τῶν μετὰ θεοὺς γενῶν εἰς ἐκείνην ἀνήρτηνται τὴν πρωτίστην ἀρχήν· καὶ τῶν καθʼ εἱμαρμένην συμπιπτόντων καὶ κατὰ δίκην ταῖς ψυχαῖς περὶ τὴν γένεσιν ἀποκληρουμένων ἀγαθῶν τε καὶ κακῶν ἐν τῷ διακοσμήσαντι τὸ πᾶν καὶ τὰς ψυχὰς εἰς τὸν θνητὸν τόπον καταπέμποντι τὴν αἰτίαν ὑποθετέον. καὶ γὰρ ἡ τῆς εἱμαρμένης ποίησις τῆς δημιουργικῆς ἐξέχεται προνοίας, καὶ ἡ τῆς δίκης σειρὰ περὶ ἐκείνην ὑφέστηκεν καὶ ἕπεται τοῖς ἐκείνου ὅροις, τοῦ θείου νόμου τιμωρὸς οὖσα, φησὶν ὁ Ἀθηναῖος ξένος, καὶ ἡ τῆς τύχης ἀποπληρωτικὴ τῶν κατὰ δίκην διανεμομένων προμηθία κατὰ τὴν τοῦ πατρὸς ἀφορίζεται βούλησιν. πάντων ἄρα τῶν ἀγαθῶν τε καὶ κακῶν, τῶν τε βελτιόνων ἐν ταῖς δόσεσιν καὶ τῶν χειρόνων, τῶν τε εὐμοιροτέρων ὁμοῦ καὶ τῶν ἐμποδιστικῶν τῆς τῶν ψυχῶν εἰς τὰ ἐκτὸς ἐνεργείας τὴν αἰτίαν ὁ δημιουργὸς καὶ πατὴρ ἐν ἑαυτῷ προεστήσατο καὶ πάντα κατὰ νοῦν ποδηγεῖ, διανέμων ἑκάστοις τὰ προσήκοντα καὶ πρὸς τὴν ἑαυτοῦ πατρονομικὴν ἐπιστασίαν ἀνάγων τὰ πάντα. καὶ γὰρ ταῖς ψυχαῖς τά τε τῆς κρείττονος συστοιχίας καὶ τὰ τῆς καταδεεστέρας διανέμει πρὸς τὸ ἀγαθὸν βλέπων καὶ τῆς τῶν δεχομένων ἕνεκα τελειότητος.

`1.99–1.100`

Εἰ δὴ ταῦτα ὀρθῶς εἴπομεν, ἀποδεξόμεθα καὶ τὴν Ὁμηρικὴν διάταξιν ἐν τῷ δημιουργικῷ νῷ τοῦ Διὸς τὰς διττὰς ὑποτιθεμένην καὶ πρωτουργοὺς αἰτίας τῶν τε ἀγαθῶν, ὧν δίδωσι ταῖς ψυχαῖς, καὶ τῶν κακῶν· ἐπεὶ καὶ ἡ δυὰς πάντων μάλιστα προσήκει τῶν νοερῶν βασιλέων τῷ δημιουργῷ τοῦ παντός — δυὰς γὰρ παρὰ τῷδε κάθηται, φησὶν τὸ λογίον —, καὶ τὸ κυβερνᾶν τὰ πάντα καὶ τάττειν ἕκαστον, οὗ ταχθὲν νικῶσαν μὲν ἀρετὴν ἐν τῷ παντί, κακίαν δὲ ἡττωμένην ἀποδείξειεν. τί γὰρ διαφέρει ταῦτά τε λέγειν καὶ πεττευτῇ τὸν δημιουργὸν εἰκάζειν, μετατιθέντι τὰς ψυχὰς εἰς τοὺς προσήκοντας αὐταῖς βίους ἑκάστην. δύο τοίνυν αὗται πηγαί, τῶν τε βελτιόνων καὶ τῶν χειρόνων μέτρων, οἷς ὁ δημιουργὸς κατὰ δίκην ἄγει τὰς ψυχάς, νοείσθωσαν· ἃς ὁ ποιητὴς μυθολογῶν πίθους προσείρηκεν, εἴθʼ ὅτι διὰ πειθοὺς νοερᾶς πᾶσιν ἐπιβάλλει τὸν οἰκεῖον ὅρον — ἀρχὴ γάρ, φησὶν ὁ Τίμαιος, τῆς ἀνάγκης ὁ νοῦς τῷ πείθειν αὐτὴν πάντα πρὸς τὸ βέλτιστον ἄγειν —, εἴτε καὶ τὸ χωρητικὸν αὐτῶν καὶ περιληπτικὸν τῶν παντοδαπῶν καὶ ποικίλων ἀποτελεσμάτων ἐνδεικνύμενος· τὸ γὰρ διεσπαρμένον πλῆθος πάντων ὧν διανέμει ταῖς ψυχαῖς ὁ πατὴρ ἐν ἐκείναις ἡνωμένως προείληπται. ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον συνᾴδουσιν ἀλλήλοις ὅ τε Πλάτων καὶ ἡ Ὁμηρικὴ ποίησις. ὃ μὲν γὰρ οὐδενὸς κακοῦ φησιν χρῆναι τὸν θεὸν αἰτιᾶσθαι, ἣ δὲ πάντα μὲν ἐκεῖθεν παράγει τὰ ἀγαθά, διττὰ δὲ ὄντα καὶ ὠφελητικὰ τῶν δεχομένων ἑκάτερα ταῖς διτταῖς συστοιχίαις διελοῦσα καὶ τὴν πρὸς ἄλληλα διαφορὰν αὐτῶν ἐνδεικνυμένη τὰ μὲν ὡς ἀγαθά, τὰ δὲ ὡς ἐναντία τοῖς ἀγαθοῖς ἀπʼ ἐκείνων διέστησεν. καὶ ὅτι τὸ λεγόμενον κακὸν οὐ τοιοῦτόν ἐστιν, ὁποῖον ὁ τοῦ Πλάτωνος λόγος τῆς δόσεως τῶν θεῶν ἀπέφησεν, δηλοῖ που καὶ αὐτὸς ἐπιφέρων ἑξῆς·

  
ὡς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα  
  
ἐκ γενετῆς.  
  
ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν.  
τί οὖν τοῦτό ἐστιν τὸ κακόν, αὐτὸς προστίθησιν·

  
ὅττι οἱ οὔ τι  

  
παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,  
  
ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε  
  
γηράσκοντα κομίζω·  
μή σοι δοκεῖ τῶν ἀληθινῶν κακῶν αἰτιᾶσθαι τὸν θεόν; οὐ τὴν ἐρημίαν τῶν παίδων, οὐ τὴν ἀθεραπευσίαν κακὰ προσείρηκεν; καὶ ὅπως ταῦτα κακὰ προείπομεν, δυσκολίαν περὶ τὸν τῇδε βίον καὶ δυσθυμίαν ἐναπεργαζόμενα ταῖς ψυχαῖς. ταῦτα γὰρ εἰ καὶ τοῖς γνησίως φιλοσοφοῦσιν κακὰ προσαγορεύειν οὐ θέμις, ἀλλὰ τοῖς τὸν πρακτικὸν βίον ἑλομένοις ἐμπόδια φαίνεται τῆς κατʼ ἀρετὴν εἶναι ζωῆς. διὸ καὶ ὁ Ἀθηναῖος ξένος τὰ τοιαῦτα πάντα τοῖς μὲν ἀγαθοῖς εἶναί που κακὰ διατείνεται, τοῖς δὲ πονηροῖς ἀγαθά· καίτοι καὶ τούτων αἰτιᾶται τὸν θεὸν καὶ τῶν ἐκ τοῦ παντὸς ἐνδιδομένων ἁπάντων, ὥστε οὐχ Ὅμηρος μόνος καὶ ὁ παρʼ Ὁμήρῳ ταῦτά φασιν Ἀχιλλεύς, ἀλλὰ καὶ ὁ Πλάτων αὐτὸς καὶ ὁ κατʼ αὐτὸν νομοθέτης.

Πῶς τὴν τῶν ὅρκων σύγχυσιν δοκεῖ ἡ ποίησις εἰς θεοὺς ἀναπέμπειν, ἡ ἀληθὴς περὶ αὐτῶν ὑφήγησις.

`1.101`

Τοσαῦτα καὶ πρὸς ταύτην εἰρήσθω τὴν ζήτησιν· ἐφεξῆς δέ ἐστιν τοῖς εἰρημένοις θεωρῆσαι, πῶς τὴν τῶν ὅρκων σύγχυσιν καὶ τῶν σπονδῶν ἡ ποίησις κατὰ βούλησιν τοῦ μεγάλου Διὸς καὶ τῆς Ἀθηνᾶς ὑπουργούσης τῇ βουλῇ τοῦ πατρὸς γενέσθαι φησίν· καὶ γὰρ ταύτην ὁ Σωκράτης ᾐτιάσατο τὴν τῶν κακῶν ἀρχὴν ἐπὶ τοὺς πρωτίστους τῶν θεῶν ἀναφέρουσαν. κἀνταῦθα μάλιστα διαπορεῖν ἄξιον, πῶς ὁ τῶν τοιούτων τὸν θεὸν αἰτιώμενος οὐχὶ τῶν μεγίστων αὐτὸν αἰτιᾶται καὶ ἀληθινῶν κακῶν· οὐ γὰρ ἔτι πενίας καὶ νόσους οὐδὲ τὴν τοιαύτην συστοιχίαν ἐξέσται λέγοντας δοκεῖν τι λέγειν, ἀλλʼ αὐτῶν τῶν παρὰ πᾶσιν ὁμολογουμένων ὡς κακῶν τὴν αἰτίαν ἐπὶ τὸν θεὸν ἀνοίσομεν. καὶ ὁ μὲν Τίμαιος τὸν δημιουργὸν πρὸ τῆς εἰς γένεσιν καθόδου διαθεσμοθετῆσαι πάντα φησὶν ταῖς ψυχαῖς, ἵνα τῆς ἔπειτα εἴη κακίας ἀναίτιος· ὁ δὲ λόγος οὗτος καὶ κατελθούσαις αὐταῖς καὶ ἐν τῇ γενέσει στρεφομέναις τῶν μεγίστων κακῶν τὴν ἀρχὴν ἐκεῖθεν ἐνδίδοσθαι συγχωρεῖ. πῶς οὖν ἄν τις πρὸς ταύτας τὰς ἐπιστάσεις τοὺς προσήκοντας ἀποδοίη λόγους, τῇ τε φύσει τῶν πραγμάτων καὶ τῇ Πλάτωνος ὑφηγήσει τὴν Ὁμήρου διδασκαλίαν συναρμόζοντας.

`1.102–1.106`

Ὅτι μὲν οὖν πρὸς τὴν τῶν νέων ἕξιν ἀσύμμετρός ἐστιν ἡ τῶνδε τῶν μύθων ἀκρόασις, εἴρηταί τε πρότερον καὶ νυνὶ λεγέσθω καὶ παρὰ πάντας τοὺς ῥηθησομένους ὑφʼ ἡμῶν λόγους. οὐδὲ γὰρ διακρίνειν τὰς φύσεις τῶν ὄντων τοῖς νέοις δυνατὸν οὐδὲ ἐπανάγειν τὰ φαινόμενα συνθήματα τῆς ἀληθείας πρὸς τὴν ἀφανῆ θεωρίαν οὐδὲ καθορᾶν, ὅπως ἐν τῷ κόσμῳ πάντα κατὰ βούλησιν ἐπιτελεῖται τοῦ θεοῦ διὰ μέσων τῶν ἄλλων αἰτίων. ὅτι δὲ οἰκεῖα ταῦτα τῇ Πλάτωνός ἐστι φιλοσοφίᾳ δεικνύωμεν. Τὸν μὲν δὴ θεὸν ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχειν καὶ ὁ Ἀθηναῖος ξένος φησίν, ἕπεσθαι δὲ αὐτῷ τὴν δίκην τῶν ἀπολειπομένων οὖσαν τοῦ θείου νόμου τιμωρόν. οὗτοι δέ εἰσιν, ὡς ὁ ἐκείνου λόγος, οἱ νεότητι καὶ ἀνοίᾳ φλεγόμενοι τὴν ψυχὴν μεθʼ ὕβρεως, καὶ χρόνον τινὰ δόξαντες κρατεῖν ἔπειτα αὖθις τιμωρίαν ὑπέσχον τῇ δίκῃ πρέπουσαν, ἑαυτούς τε καὶ πόλιν καὶ οἶκον ἄρδην ἀναστάτους ποιήσαντες. ταῦτα δὴ οὖν ὁ μὲν Ἀθηναῖος ξένος πολιτικῶς, ὁ δὲ Ὅμηρος ἐνθεαστικῶς ὑφηγούμενος τοὺς πολλὰ πλημμελήσαντας καὶ ἀδικίας τὰς μεγίστας ἠδικηκότας κατὰ τὴν μίαν τοῦ Διὸς βούλησιν δίκην ἀποτιννύναι φησὶν τῶν ἁμαρτημάτων

  
σὺν σφῆσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν  
ταύτην δὲ ἄρα τὴν δίκην πρώτως μὲν τὸν Δία πληροῦν καὶ ἐξῃρημένως καὶ ἀφανῶς τοῖς πᾶσιν, δευτέρως δὲ τὴν Ἀθηνᾶν ὑπουργοῦσαν καὶ συναπεργαζομένην τὰ δόξαντα τῇ πατρονομικῇ προνοίᾳ τοῦ Διός.

  
δεινὴ γὰρ Κρονίδαο νόου κράντειρα τέτυκται  
φησὶν Ὀρφεύς, ἐσχάτως δὲ τοὺς ὑπομένοντας αὐτοῦ τὴν τιμωρίαν· δεῖ γὰρ καὶ τὸ ἐφʼ ἡμῖν συμπλέκεσθαι τῇ ποιήσει τῶν ὅλων. οὗτοι δὴ οὖν ἐν ταῖς σπονδαῖς καὶ τοῖς ὅρκοις εἰπόντες, ὅτι τῶν παραβαινόντων ταῦτα

  
ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος  
καὶ παραβάντες ἑαυτοὺς ὑπάγουσιν τῇ δίκῃ καὶ πρέποντας ἑαυτοὺς ἀποφαίνουσι ταῖς ποιναῖς. ἡ τοίνυν σύγχυσις τῶν ὅρκων καὶ τῶν σπονδῶν ἐπιτελεῖται μὲν ὑπὸ τούτων διαφερόντως τῶν πάσχειν μελλόντων τὰ δοκοῦντα τοῖς θεοῖς κατὰ δίκην τὰ θνητὰ ἄγουσιν ἐπὶ τοῖς ἔμπροσθεν ἁμαρτήμασιν, κινεῖσθαι δὲ λέγεται καὶ εἰς ἐνέργειαν προάγεσθαι παρʼ αὐτῶν τῶν θεῶν, οὐχ ὡς ἐκείνων ποιούντων ἀθέους καὶ ἀδίκους τοὺς τιμωρουμένους, ἀλλʼ ὡς ἐπιτηδείους ὄντας αὐτοὺς πρὸς τὰς τοιαύτας πράξεις ἐκκαλουμένων εἰς ἐνέργειαν, ἵνα ποτὲ κατὰ τὴν ἔνδον ἕξιν ἐνεργήσαντες καὶ ἣν ἔχουσιν ὠδῖνα τῶν μοχθηρῶν ἐνεργημάτων προβαλόντες ἄξιοι γένωνται τῆς δίκης. τοῦτο γὰρ δή, φησὶν ὁ Πλάτων, δίκη μὲν οὐκ ἔστιν, καλὸν γὰρ τό γε δίκαιον καὶ ἡ δίκη, τιμωρία δὲ ἀδικίας ἀκόλουθος πάθη, ἧς ὅ τε τυγχάνων καὶ ὁ μὴ τυγχάνων ἄθλιος. πολλὰ δὴ οὖν καὶ τὰ μέγιστα ἀδικήσαντες ἄνθρωποι καὶ ἕξιν ἔχοντες πονηρὰν καὶ ὠδίνουσαν μείζω καὶ χαλεπώτερα κακὰ τιμωρίαν ὑπέχουσιν πρῶτον, ἣ δοκεῖ μὲν ἐπιτρίβειν τοὺς πάσχοντας ἐπὶ τὰς τῶν ὅρκων ἄγουσα συγχύσεις, ἄγει δὲ αὐτοὺς εἰς τὸ δίκην ὑποσχεῖν τῶν πλημμελημάτων, παραπλήσιόν τι ποιοῦσα ταῖς ἀναστομώσεσιν τῶν ἑλκῶν, αἳ παραχρῆμα μὲν ἐπιτείνουσι τὰ πάθη τῶν σωμάτων, ἐκβάλλουσαι δὲ τὸν ὕπουλον καὶ ἐντὸς ἀποκρυπτόμενον χυμὸν αἴτιαι γίνονται τῆς ἐν χρόνοις ὕστερον παραγινομένης ὑγείας. τὴν δὲ δὴ τιμωρίαν ταύτην ἄνωθεν ἀπὸ τοῦ Διὸς ἀρχομένην — ἐκείνῳ γὰρ ἕπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός — διὰ μέσης τῆς Ἀθηνᾶς ἡ ποίησις τελειουμένην παραδίδωσιν, ἵνα δῶσί ποτε δίκην οἱ Τρῶες ἰδόντες οἷ κακοῦ προήγαγον αὑτοὺς καὶ ὡς ταῖς ὀφειλομέναις ποιναῖς ἐγκατέδησαν τὴν ἑαυτῶν ζωήν. ὃν γὰρ ὅρον ἔθεντο τῆς ἐσχάτης τῶν ἁμαρτόντων κολάσεως, τοῦτον σαλευτὸν ὑφʼ ἑαυτῶν ταῖς τῶν ὅρκων καὶ τῶν σπονδῶν συγχύσεσιν ἀπέφηναν. Πρῶτον μὲν οὖν οὐχ οἱ θεοὶ τῆς πλημμελοῦς ταύτης καὶ ἀτάκτου πράξεώς εἰσιν αἴτιοι τοῖς Τρωσίν, ἀλλʼ ἐκεῖνοι διὰ τὴν ἑαυτῶν πονηρίαν ἀξίους ἑαυτοὺς κατέστησαν τῆς τοιαύτης ἐνεργείας, καὶ τούτων διαφερόντως ὁ Πάνδαρος, φιλότιμός τε ὢν καὶ φιλοχρήματος καὶ τὴν ἄθεον ζωὴν προβεβλημένος. διὸ καὶ ἡ Ἀθηνᾶ προελθοῦσα κατὰ τὸν νοῦν τοῦ πατρὸς οὐ τὸν ἐπιτυχόντα κινεῖ πρὸς τὴν πρᾶξιν, ἀλλὰ ζητεῖν λέγεται Πάνδαρον, ὡς ἂν μάλιστα πρέποντα πρὸς τὴν τιμωρὸν ἐνέργειαν

  
Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι  
σπάνιον γὰρ καὶ δυσεύρετον ὄντως τὸ τοιοῦτον γένος, τὸ πάντα μὲν δρᾶν ὑπομένον πάντα δὲ πάσχειν, ἀντικείμενον δὲ τῷ θείῳ διὰ δή τινα Γιγαντικὴν καὶ ἀποτετολμημένην ἕξιν τῆς ψυχῆς. ὥσπερ δὴ οὖν οὐχ οἱ ἰατροὶ τῶν τομῶν αἴτιοι καὶ τῶν καύσεων, ἀλλὰ τὰ πάθη τῶν ἰατρευομένων, οὕτως οὐδὲ οἱ θεοὶ τῶν περὶ τοὺς ὅρκους καὶ τὰς σπονδὰς ἀσεβημάτων, ἀλλʼ αἱ ἕξεις τῶν ποιούντων. δεύτερον δὲ ἐπὶ τούτῳ κἀκεῖνο κατανοήσωμεν, ὡς οὐδὲ προελθοῦσα ἡ Ἀθηνᾶ καταναγκάζειν λέγεται τὸν Πάνδαρον εἰς τὴν πρᾶξιν, ἀλλὰ πειρᾶσθαι μόνον, εἰ καὶ πρὸς ταύτην ἐπιδίδωσιν ἑαυτὸν τὴν ἐνέργειαν· οὐ γὰρ ἀναιρεῖται τὸ ἐφʼ ἡμῖν, οὐδʼ ἂν τὰ ἔσχατα πεπλημμεληκότες ὦμεν·

  
ἦ ῥά νύ μοί τι πίθοιο, Λυκάονος υἱὲ δαΐφρον  
ὁ δὲ ὑπὸ λαιμαργίας τῶν χρημάτων ἀκούσας καὶ τῆς δυναστείας ἐπιπηδᾷ ταῖς ἀδίκοις ἐνεργείαις, μόνον οὐχὶ τοῦ ποιητοῦ ταῦτα βοῶντος, ἃ καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης, ὅτι πολλὰ προτείνεται ταῖς ψυχαῖς ἐκ τοῦ παντός, ἃ καταπλήττειν τοὺς ἀνοήτους καὶ περὶ τὰς αἱρέσεις τῶν βίων ἀποφαίνειν πλημμελεῖς. ὥσπερ οὖν ὁ προφήτης προτείνει τὸν τυραννικὸν βίον καὶ ὁ πρῶτος ἀνελόμενος τοῦτον ἀνόητος εἴρηται, καίτοι τὸ προτεῖναν θεῖόν τι πάντως ἦν, οὕτω δὴ καὶ τῆς Ἀθηνᾶς εἰς αἵρεσιν τὸν Πάνδαρον καταστησάσης τῆς τε δυνατωτέρας καὶ πλουσιωτέρας τάξεως μετὰ ἀθεότητος καὶ τῆς ἐναντίας ἐκεῖνος αἱρεῖται τὴν χείρονα. καὶ οὐχ ἡ Ἀθηνᾶ τῆς αἱρέσεως αἰτία, ἀλλʼ ἡ μοχθηρία τοῦ αἱρουμένου· οὐδὲ γὰρ ὁ προφήτης τῆς τυραννίδος, ἀλλʼ ἡ λαιμαργία τοῦ τὸν βίον τοῦτον προβάλλοντος. διὸ καὶ πειθόμενος ὁ Πάνδαρος τῇ Ἀθηνᾷ διʼ ἄνοιαν τοῦτο πάσχειν εἴρηται· οὐ γὰρ ἐκείνῃ πείθεται, ἀλλὰ τῷ φιλοχρημάτῳ καὶ ἀνοήτῳ τῆς ἑαυτοῦ ψυχῆς. καίτοι πῶς οὐ θαυμαστόν, εἰ Ἀθηνᾶ μὴ φρονήσεως αἰτία, ἀλλὰ ἀνοίας; ἀλλὰ καὶ νοῦ ἀπόρροια πανουργία γίνεται, φησὶν ὁ Πλωτῖνος, καὶ σωφροσύνης ἔλλαμψις ἀκόλαστός ἐστιν καὶ ἀνδρείας δόσις θρασύτης. ὁποῖʼ ἄττα γὰρ ἂν ᾖ τὰ τῆς ζωῆς εἴδη, τοιαύτην ἀνάγκη καὶ τὴν μέθεξιν γίνεσθαι τῶν κρειττόνων· καὶ οἳ μὲν νοερῶς τῶν νοερῶν μετέχουσιν, οἳ δὲ δοξαστικῶς, οἳ δὲ φανταστικῶς, καὶ οἳ μὲν ἀπαθῶς τῶν παθῶν, οἳ δὲ μετριοπαθῶς, οἳ δὲ ἐμπαθῶς· πάντα δὲ ὑπὸ τῶν θεῶν κινεῖται κατὰ τὴν ἐπιτηδειότητα τὴν ἑαυτῶν· ὥστε οὐχ ὑπὸ Διὸς καὶ Ἀθηνᾶς ἡ τῶν ὅρκων σύγχυσις, ἀλλὰ ὑπὸ Πανδάρου καὶ τῶν Τρώων. ἐξῆπται δὲ αὕτη τῶν θεῶν ἡ πρᾶξις ὡς πρόδρομος οὖσα τῆς δίκης, καὶ ὡς παρασκευάζουσα τοὺς παρέχοντας πρὸς τὴν τελέαν κόλασιν τῶν ἁμαρτημάτων — τοιαύτη γὰρ ἡ τιμωρία, καθάπερ ἡμᾶς ὁ Ἀθηναῖος ξένος ἀνεδίδαξεν· οὐδὲ τῶν ἀληθινῶν κακῶν αἴτιον τὸ θεῖον ταῖς ψυχαῖς, ἀλλʼ αἱ μοχθηραὶ τῶν ψυχῶν ἕξεις τῶν πλημμελῶν ἐνεργημάτων εἰσὶν αὐταῖς ἀρχηγοί. πᾶσα δὲ ἐνέργεια, κἂν ᾖ πλημμελὴς εἰς τὸ πᾶν προϊοῦσα, θεῶν ἐφεστώτων γίνεται καὶ προνοίας ὁλικωτέρας ἢ μερικωτέρας. γίνεται γὰρ ἀδίκως μὲν τῷ δρῶντι δικαίως δὲ τῷ πάσχοντι, φησὶν ὁ Πλωτῖνος, καὶ ὅσον μέν ἐστιν αὐτῆς ἄθεον, ἐκ τῆς μερικῆς αἰτίας ἔχει τὴν γένεσιν τῆς ἀποτελούσης τὴν ἐμπαθῆ πρᾶξιν, ὅσον δὲ ἀγαθόν, ἐκ τῶν ἐφεστώτων τυγχάνει τοῦ προσήκοντος τέλους. ἔδει γὰρ τοὺς τῶν μεγίστων ἀδικημάτων ἄρξαντας ἀνακληθῆναί ποτε πρὸς τὴν δίκην· τοῦτο δὲ οὐκ ἄν ποτε συνέβη, μὴ τῆς μοχθηρίας αὐτῶν ἀναπλωθείσης· πολλαὶ γοῦν τῶν ἕξεων ἀνενέργητοι μένουσαι τῆς προσηκούσης θεραπείας τυχεῖν ἀδυνάτους ποιοῦσιν τοὺς ἔχοντας. διὸ καὶ βουλεύονται οἱ θεοὶ περὶ τοῦ παῦσαι τὸν πόλεμον σωζομένων τῶν Τρώων, καὶ ἡ τῆς δίκης προστάτις θεὸς κωλύει τὴν τοιαύτην ἐνέργειαν, ἵνα θᾶττον ὑπόσχωσι τῶν ἡμαρτημένων ποινήν· καὶ ἡ ταύτης συνεργὸς κινεῖ πρὸς τὴν σύγχυσιν τοῦ ὅρκου, ἵνα κατὰ πᾶσαν ἑαυτῶν τὴν μοχθηρίαν ἐνεργήσαντες ὑπὲρ πάσης τὴν κόλασιν δέξωνται. οὔτε γὰρ ἀνιάτους μένειν ἦν ἀγαθὸν οὔτε πρὸ τῶν δευτέρων ἁμαρτημάτων ἰαθῆναι τὴν ὑποικουροῦσαν ἔνδον μοχθηρίαν. πάσης οὖν τῆς ἀδίκου ζωῆς ἐν αὐτοῖς ἀναστομωθείσης ἕπεται δίκη σωφρονίζουσα τὴν ὅλην ἀνοσιουργίαν.

Τίς ἐστιν ἡ ἐν τῇ ποιήσει τοῦ Διὸς τῶν θεῶν εἰς ἔριν κατάστασις διὰ Θέμιδος, ἀνάπτυξις τῆς ὅλης τοῦ μύθου θεωρίας.

`1.107`

Πρὸς μὲν οὖν τὴν προειρημένην ἀπορίαν ὧδέ πως ἀπαντήσωμεν. ἐπεὶ δὲ καὶ τῆς κρίσεως διαμνημονεύει τῆς παρʼ Ὁμήρῳ τῶν θεῶν καὶ τῆς ἔριδος, ἐφʼ ἣν ὁ Ζεὺς ἀνακινεῖ τὰ πλήθη τῶν θεῶν διὰ τῆς Θέμιδος πάντα πρὸς ἑαυτὸν ἀνάγων, λεκτέον τι καὶ περὶ τούτων. ὅτι μὲν οὖν ὁ Ζεὺς μονάς ἐστι παντὸς τοῦ πλήθους τῶν ἐγκοσμίων θεῶν, καὶ ὅτι πάντας καὶ παράγειν ἀφʼ ἑαυτοῦ δύναται καὶ ἐπιστρέφειν εἰς ἑαυτόν, εἴρηται πολλάκις. διττῆς δὲ οὔσης τῆς εἰς τὸ πλῆθος αὐτοῦ προϊούσης ἐνεργείας, τῆς μὲν ἐπιστρεπτικῆς, τῆς δὲ κινητικῆς εἰς τὴν τῶν καταδεεστέρων προμήθειαν, διττὰς καὶ ἡ ποίησις τοῦ Διὸς πρὸς τοὺς θεοὺς ἀναγράφει δημηγορίας. καὶ κατὰ μὲν τὴν προτέραν τῆς ἀμίκτου καθαρότητος μεταδιδοὺς ὑπόκειται τῷ πλήθει τῶν θεῶν ὁ εἷς καὶ ὅλος δημιουργός, χωριστάς τε δυνάμεις αὐτοῖς ἐνδίδωσιν ἁπάσης τῆς περικοσμίου διαιρέσεως· διὸ καὶ παρακελεύεται πᾶσιν ἀφίστασθαι τοῖς θεοῖς τοῦ πολέμου καὶ τῆς ἐναντιώσεως τῶν ἐγκοσμίων πραγμάτων. ἐν δὲ τῇ δευτέρᾳ κινεῖ πως αὐτοὺς εἰς τὴν πρόνοιαν τῶν καταδεεστέρων καὶ ἐφίησιν ταῖς διῃρημέναις αὐτῶν εἰς τὸ πᾶν προόδοις, ἵνα μὴ μόνον καθʼ ἕνα συνέχωνται τὸν δημιουργικὸν νοῦν, ὃν οὔτε παρεξελθεῖν δυνατόν, ὥς φησιν ἡ ποίησις, οὔτε ὑπερδραμεῖν, ἀλλὰ καὶ κατὰ τὰς ἑαυτῶν ἰδιότητας ἐνεργῶσιν εἰς τὰ προνοούμενα· διὸ καί φησιν ὁ Ζεύς·

  
ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου  
ἐπειδὴ δὲ καὶ αἱ πρόοδοι τῶν θεῶν οὐκ εἰσὶν ἀπεσπασμέναι τῆς δημιουργικῆς μονάδος, ἐπιστρέφει πρῶτον αὐτοὺς ἡ Θέμις εἰς ἐκείνην·

  
Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι  
ἵνα καὶ προνοοῦντες κατὰ τὴν βούλησιν τοῦ πατρὸς ἐνεργῶσι καὶ τὴν τῆς Θέμιδος κρίσιν. ἀλλʼ ὁ μὲν ποιητὴς διῃρημένας παραδέδωκεν ἡμῖν τὰς τοῦ ὅλου δημιουργοῦ πρὸς τοὺς νέους δημηγορίας θεούς· ὁ δὲ Τίμαιος ἡνωμένως αὐτὸν καὶ ἐπιστρέφοντα ποιεῖ τὸ πλῆθος εἰς ἑαυτὸν καὶ εἰς τὴν πρόνοιαν ἀνεγείροντα τῶν θνητῶν, ἵνα κατὰ δίκην ἄγωσιν τὰ δεύτερα πάντα τῆς ἑαυτῶν γενέσεως. ταῦτα δὲ οὐδὲν διαφέρει τοῦ κινεῖν τε αὐτοὺς ἐπὶ τὸν πόλεμον καὶ διὰ τῆς Θέμιδος ἀγείρειν εἰς ἑαυτόν. καὶ γὰρ οἱ τῆς γενεσιουργοῦ προϊστάμενοι φύσεως τὸν ἐν τῇ ὕλῃ διακυβερνῶσι πόλεμον, καὶ οἱ κατὰ δίκην ἐνεργοῦντες τῆς ὅλης ἐξήρτηνται Θέμιδος, ἧς ἡ Δίκη παῖς, καὶ μιμοῦνται τὸν ἕνα δημιουργικὸν νοῦν, ᾧ μὴ θέμις ἄλλο τι δρᾶν πλὴν τὸ κάλλιστον, ὡς αὐτός πού φησιν ὁ Τίμαιος.

`1.108`

Τίς ἡ τῶν θεῶν κρίσις ἡ ἐν τοῖς μύθοις τοῖς τοῦ ποιητοῦ καὶ τίνας αἰνίσσεται βίων διαφοράς.

`1.109`

Ἀλλὰ μὴν καὶ τὴν θρυλουμένην κρίσιν τῶν θεῶν, ἣν παρὰ τῷ Ἀλεξάνδρῳ γενέσθαι φασὶν οἱ μῦθοι κατὰ τὴν παλαιὰν φήμην, οὐ δεῖ νομίζειν αὐτῶν ὄντως εἶναι τῶν θεῶν ἔριν τε πρὸς ἀλλήλας καὶ ὑπʼ ἀνδρὸς βαρβάρου κρίσιν, ἀλλʼ ἡγητέον ὅτι καὶ αἱ τῶν βίων αἱρέσεις, ἃς δὴ πολλαχοῦ παραδίδωσιν ὁ Πλάτων, ὑπὸ θεοῖς ἐφόροις γίγνονται τῶν ψυχῶν. καὶ τοῦτο δήπου καὶ αὐτὸς ἐν Φαίδρῳ διδάσκει σαφῶς, τὸν μὲν βασιλικὸν βίον Ἥρας εἶναι λέγων, τὸν δὲ φιλόσοφον Διός, τὸν δὲ ἐρωτικὸν Ἀφροδίτης. ὅταν οὖν αἱ ψυχαὶ πολλῶν αὐταῖς ἐκ τοῦ παντὸς προτεινομένων βίων κατὰ τὴν ἑαυτῶν κρίσιν τούσδε μὲν ἀσπάζωνται, τούσδε δὲ ἀποσκευάζωνται, τηνικαῦτα οἱ μῦθοι μεταφέροντες ἐπʼ αὐτοὺς τοὺς θεοὺς τὰς τῶν βίων ἰδιότητας κρίνεσθαί φασιν ὑπὸ τῶν αἱρουμένων τοὺς βίους τοὺς ἐφόρους τῆς κατʼ εἶδος ἐν αὐτοῖς ἐξαλλαγῆς. καὶ κατὰ τοῦτον δὴ τὸν λόγον καὶ ὁ Ἀλέξανδρος καταστῆναι λέγεται κριτὴς Ἀθηνᾶς καὶ Ἥρας καὶ Ἀφροδίτης, τριῶν μὲν αὐτῷ βίων προτεινομένων, ἑλόμενος δὲ τὸν ἐρωτικόν, καὶ τοῦτο οὐ μετὰ φρονήσεως, ἀλλʼ ἐπιτρέχων τῷ τῶν φαινομένων κάλλει καὶ τὸ εἴδωλον ἐπιδιώκων τοῦ νοητοῦ κάλλους. ὁ μὲν γὰρ ὄντως ἐρωτικὸς νοῦν καὶ φρόνησιν προστησάμενος καὶ μετὰ τούτων τό τε ἀληθινὸν κάλλος καὶ τὸ φαινόμενον θεωρῶν οὐχ ἧσσόν ἐστιν Ἀθηναϊκὸς ἢ Ἀφροδισιακός· ὁ δὲ αὐτὸ καθʼ αὑτὸ μόνον τὸ ἐρωτικὸν εἶδος ἐπιδιώκων μετὰ πάθους ἀφίσταται μὲν τῶν ἀληθινῶν καλῶν καὶ ἀγαθῶν, ὑπὸ δὲ ἀνοίας καὶ λαιμαργίας ἐπιπηδᾷ τῷ εἰδώλῳ τοῦ καλοῦ καὶ περὶ τοῦτο κεῖται πεσών, οὐδὲ τῆς τῷ ἐρωτικῷ συμμέτρου τελειότητος τυχών. ὁ γὰρ δὴ τελέως ἐρωτικὸς καὶ Ἀφροδίτῃ μέλων ἐπʼ αὐτὸ τὸ θεῖον κάλλος ἀνάγεται τῶν ἐν αἰσθήσει καλῶν ὑπερορῶν· ἐπεὶ δὲ καὶ τοῦ ἐμφανοῦς κάλλους καὶ τοῦ ἐν ὕλῃ τὴν ὑπόστασιν ἔχοντος εἰσί τινες Ἀφροδισιακοὶ προστάται δαίμονες, διὰ δὴ τοῦτο καὶ ὁ τὸ εἴδωλον περιέπων συνεργοῦ λέγεται τῆς Ἀφροδίτης τυγχάνειν.

Τίνες εἰσὶν αἱ ἐν ταῖς θεομυθίας μεταβολαὶ τῶν θεῶν εἰσαγόμεναι καὶ κατὰ πόσους τρόπους αὐτὰς διατιθέασιν καὶ διὰ ποίας αἰτίας.

`1.110–1.112`

Ταῦτα καὶ πρὸς ταύτην ἀπαντῶντες τοῦ Σωκράτους τὴν ἐπίστασιν ἐροῦμεν. ἐπειδὴ δὲ οὐ μόνον ἀγαθουργὸν ἡμῖν ἀποδέδεικται τὸ θεῖον, ἀλλὰ καὶ ἀμετάβλητον καὶ ἄμορφον καὶ ἁπλοῦν καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, εἰκότως ἐφεξῆς ὁ Σωκράτης τὰ τοιαῦτα τοῦ Ὁμήρου κρίσεως ἀξιοῖ·

  
καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι  

  
παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας  
καὶ αὖ ὅσα περὶ Πρωτέως εἴρηται καὶ Θέτιδος ὡς μεταβαλλόντων τὰς ἑαυτῶν μορφὰς καὶ ποικίλων φανταζομένων. καὶ ὅτι μὲν τῶν τοιῶνδε τοῖς τῆς πολιτικῆς παιδείας γνησίως ἀντιληψομένοις οὐδὲ ἐπαΐειν προσήκει, πάντως που δῆλον· δεῖ γὰρ τῆς ἀκινήτου μελλούσης ἔσεσθαι πολιτείας καὶ τὸ παράδειγμα ἀμετάβλητον ἑστάναι καὶ τῆς ἐν ἁπλοῖς ἤθεσιν ὑφεστώσης ἁπλοῦν, ἀλλʼ οὐ ποικίλον οὐδὲ μεταβολαῖς παντοίαις ἐξαλλαττόμενον. ὅτου γὰρ ἂν ὁ δημιουργός, εἰς τὸ κατὰ τὰ αὐτὰ ἔχον βλέπων ἀεί, τὴν ἰδέαν καὶ τὴν δύναμιν ἀπεργάζηται, καλὸν ἐξ ἀνάγκης οὕτως ἀποτελεῖσθαι πᾶν, ὡς ὁ Τίμαιός φησιν· ὅτου δὲ ἂν εἰς γεγονός, γενητῷ παραδείγματι προσχρώμενος, οὐ καλόν. τῶν γὰρ μεταβολὴν ἐπιδεχομένων καὶ τὰ εἴδωλα πολλῷ μᾶλλόν ἐστιν γενέσεως ἀναπεπλησμένα καὶ ποικιλίας καὶ τῆς ὑλικῆς αἰσχρότητος. δεῖ δὲ αὖ καὶ τὴν Ὁμήρου διάνοιαν ἔνθεον οὖσαν τῷ λογισμῷ συνελεῖν· καίτοι με οὐ λέληθεν, ὅτι τὰς προκειμένας ῥήσεις τῶν μνηστήρων τις αὐτῷ πεποίηται λέγων, ἀφʼ ὧν οὐκ ἔστιν τὸν ποιητὴν εὐθύνειν. οὐδὲ γὰρ ἐκ τῶν Καλλικλέους λόγων οὐδὲ τῶν Θρασυμάχου τὴν τοῦ Πλάτωνος δόξαν αἱρεῖν δοκιμάζομεν, οὐδʼ εἴ τις ἐλέγχειν ἐπιχειροῖ τὸν Πλάτωνα διὰ τῶν τοῖς σοφισταῖς ἀποτετολμημένων ῥημάτων, κατὰ πόδας αὐτὸν ποιεῖσθαι τοὺς ἐλέγχους φήσομεν, ἀλλʼ ὅταν Παρμενίδης ἢ Σωκράτης ἢ Τίμαιος ἢ ἄλλος τις τῶν οὕτω θείων φθέγγηται, τότε τῶν Πλάτωνος ἀκούειν ἡγούμεθα δογμάτων. καὶ οὖν καὶ τῶν Ὁμηρικῶν ἐπιβολῶν ποιησόμεθα τὴν κρίσιν οὐκ ἐξ ὧν οἱ μνηστῆρες λέγουσιν ἢ τῶν παρʼ αὐτῷ τις εἰς πονηρίαν διαβεβλημένων, ἀλλʼ ἐξ ὧν αὐτὸς ὁ ποιητὴς ἢ Νέστωρ ἢ Ὀδυσσεὺς φαίνεται λέγων. εἰ δʼ οὖν καὶ ταῦτά τις εἰς τὴν Ὁμήρου διάνοιαν ἀναπέμπειν ἐθέλοι, πάντως οὐκ ἀπορήσει λόγων συμφώνων μὲν ταῖς ἱερατικαῖς ἁπάσαις πραγματείαις, συμφώνων δὲ ταῖς τελεταῖς καὶ τοῖς μυστηρίοις καὶ ταῖς τῶν θεῶν ἐπιφανείαις, ἃς ὄναρ τε καὶ ὕπαρ γινομένας ἄνωθεν ἡ τῶν ἀνθρώπων φήμη παρεδέξατο. ἐν ἅπασι γὰρ τούτοις οἱ θεοὶ πολλὰς μὲν ἑαυτῶν προτείνουσι μορφάς, πολλὰ δὲ σχήματα ἐξαλλάττοντες φαίνονται· καὶ τότε μὲν ἀτύπωτον αὐτῶν προβέβληται φῶς, τότε δὲ εἰς ἀνθρώπου μορφὴν ἐσχηματισμένον, τότε δὲ εἰς ἀλλοῖον τύπον προεληλυθός. καὶ ταῦτα καὶ ἡ θεοπαράδοτος μυσταγωγία παραδίδωσιν· ταῦτα γάρ φησιν

  
ἐπιφωνήσας ἢ παιδὶ κατόψῃ  

  
πῦρ ἴκελον σκιρτηδὸν ἐπʼ ἠέρος οἶδμα τιταῖνον,  
  
ἢ καὶ πῦρ ἀτύπωτον ὅθεν φωνὴν προθέουσαν,  
  
ἢ φῶς πλούσιον ἀμφὶ γύην ῥοιζαῖον ἑλιχθέν·  
  
ἀλλὰ καὶ ἵππον ἰδεῖν φωτὸς πλέον ἀστράπτοντα,  

  
ἢ καὶ παῖδα θοοῖς νώτοις ἐποχούμενον ἵππου  
  
ἔμπυρον ἢ χρυσῷ πεπυκασμένον ἢ πάλι γυμνόν,  

  
ἢ καὶ τοξεύοντα καὶ ἑστηῶτʼ ἐπὶ νώτοις,  
καὶ ὅσα τούτοις ἐφεξῆς τὰ λόγια προστίθησιν, οὔτε ἀλλοίωσιν οὔτε ποικιλίαν οὔτε μεταβολὴν ἐπὶ τὸ θεῖον ἀναπέμποντά ποθεν, ἀλλὰ τὰς μεθέξεις αὐτοῦ διαφόρους ἐπιδεικνύοντα. τὸ γὰρ ἁπλοῦν τῶν θεῶν ποικίλον φαντάζεται τοῖς ὁρῶσιν, οὔτε μεταβαλλόντων ἐκείνων οὔτε ἐξαπατᾶν προθεμένων, ἀλλὰ τῆς φύσεως αὐτῆς κατὰ τὰ μέτρα τῶν μετεχόντων τὰς τῶν θεῶν ἰδιότητας ἀφοριζούσης. ἑνὸς γὰρ ὄντος τοῦ μετεχομένου θεοῦ νοῦς μὲν ἄλλως μεταλαμβάνει, ψυχὴ δὲ ἄλλως νοερά, φαντασία δὲ ἄλλως, αἴσθησις δὲ ἄλλως· ὃ μὲν ἀμερίστως, ἣ δὲ ἀνειλιγμένως, ἣ δὲ μορφωτικῶς, ἣ δὲ παθητικῶς. καὶ ἔστι τὸ μετεχόμενον μονοειδὲς μὲν κατὰ τὴν ὕπαρξιν, πολυειδὲς δὲ κατὰ τὴν μέθεξιν, καὶ ἀμετάβλητον καθʼ αὑτὸ καὶ μονίμως ἱδρυμένον, ἄλλοτε δὲ ἀλλοῖον διὰ τὴν αὐτῶν ἀσθένειαν τοῖς μετέχουσι φανταζόμενον. καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ βάρους τὸ ἀβαρὲς φαίνεται τοῖς πληρουμένοις αὐτοῦ μετέχον· οὐ φέρει με τοῦ δοχέως ἡ τάλαινα καρδία, φησίν τις θεῶν. ὅθεν δὴ καὶ ὁ ποιητὴς ἐν ἄλλοις ἐνθέως καὶ τῶν τοιούτων συνῃσθημένος περὶ τῆς Ἀθηνᾶς πού φησιν·

  
μέγα δʼ ἔβραχε φήγινος ἄξων  
  
βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεόν Ε.  
καίτοι κἀνταῦθα λέγειν ἔξεστιν· καὶ πῶς βαρύτητος αἴτιον τὸ ἀβαρές; ἀλλʼ ὁποῖον ἂν ᾖ τὸ μετέχον, τοιοῦτον ἀνάγκη φαίνεσθαι τὸ μετεχόμενον. εἴτε οὖν ξένοις ἐοικότες φαίνοιντο τῶν θεῶν τινες, εἴτε ἄλλην τινὰ προϊσχόμενοι μορφήν, οὐκ ἐν ἐκείνοις ὑποτίθεσθαι χρὴ τὴν φαινομένην μεταβολήν, ἀλλʼ ἐν ταῖς διαφόροις ὑποδοχαῖς ποικίλλεσθαι τὴν φαντασίαν.

`1.113`

Ἕνα μὲν οὖν τρόπον τὸν εἰρημένον ἡ ποίησις τῶν ἀμεταβλήτων μεταβολὰς πολυειδεῖς παραδίδωσιν. ἕτερον δὲ ὅταν καὶ αὐτὸ τὸ θεῖον πολυδύναμον ὑπάρχον καὶ πλῆρες παντοίων εἰδῶν ποικίλα προτείνῃ θεάματα τοῖς εἰς αὐτὸ βλέπουσι. τότε γὰρ αὖ τὴν ἐξαλλαγὴν τῶν δυνάμεων ἐνδεικνυμένη μεταβάλλειν αὐτό φησι τὸ πάσας ἔχον ἐν ἑαυτῷ τὰς δυνάμεις ταύτας εἰς πολλὰς μορφάς, ἄλλοτε ἄλλην προβαλλόμενον, ἀεὶ μὲν κατὰ πάσας ἐνεργοῦν, ταῖς δὲ μεταβατικαῖς νοήσεσι τῶν ψυχῶν ἀλλοῖον ἀεὶ διὰ τὸ πλῆθος τῶν περιεχομένων φανταζόμενον. καὶ κατὰ τοῦτον δὴ τὸν τρόπον ὁ Πρωτεὺς ἐκεῖνος λέγεται μεταβάλλειν τὸ οἰκεῖον εἶδος τοῖς εἰς αὐτὸν βλέπουσιν, ἄλλος καὶ ἄλλος ἀεὶ προφαινόμενος. εἰ γὰρ καὶ τῶν πρωτίστων θεῶν ἐστιν καταδεέστερος καὶ ἀθάνατος μέν, οὔπω δὲ θεός, καὶ Ποσειδῶνος μὲν ὑποδμώς, οὔπω δὲ ἡγεμονικὴν ἀξίαν λαχών, ἀλλὰ νοῦς τίς ἐστιν ἀγγελικὸς ἐν τῷ κλήρῳ τοῦ Ποσειδῶνος, ἔχων τε καὶ περιέχων ἐν ἑαυτῷ τὰ εἴδη πάντα τῶν γενητῶν· ὑποτέτακται δὲ αὐτῷ πρῶτον μὲν ἡ Εἰδοθέα, ψυχή τις οὖσα δαιμονία συνημμένη πρὸς τὸν οἰκεῖον νοῦν θεῖον ὄντα καὶ τοῖς εἴδεσιν τοῖς ἐκείνου τὰς ἑαυτῆς συνάψασα νοήσεις· ἕπεται δὲ καὶ ἄλλος ἀριθμὸς ψυχῶν, λογικῶν μὴν καὶ ἀϊδίων, ἃς ὁ μῦθος προσαγορεύει φῶκας. διὸ καὶ ἀριθμῶν αὐτὰς ὁ Πρωτεὺς παραδέδοται, τὸ ἀΐδιον αὐτῶν ἐνδεικνυμένης τῆς ποιήσεως· τῶν γὰρ γινομένων δήπου καὶ ἀπολλυμένων ἀόριστόν ἐστιν τὸ πλῆθος. νοῦν τοίνυν ὄντα τὸν Πρωτέα καὶ νοῦν πολυδύναμον διακορῆ τῶν εἰδῶν αἱ μερικαὶ ψυχαὶ θεώμεναι καὶ ἄλλοτε ἄλλοις εἴδεσιν αὐτοῦ προσβάλλουσαι τὴν μετάβασιν τῶν σφετέρων νοήσεων μεταβολὴν τῶν νοουμένων εἶναι φαντάζονται. διὸ καὶ πάντα δοκεῖ γίνεσθαι τοῖς ἀντεχομένοις αὐτοῦ,

  
ὅσσʼ ἐπὶ γαίης  
  
ἑρπετὰ γίγνονται καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ  
ὅσα γὰρ ἔχει καὶ περιείληφεν εἴδη, μᾶλλον δὲ ὅσα ἐστὶν ἀεὶ καὶ διαιωνίως, τοσαῦτα παρὰ μέρος γίγνεσθαι δοκεῖ διὰ τὴν τῶν θεωμένων αὐτὸν μεριστὴν ἐπιβολήν.

`1.114`

Τὸ τρίτον τοίνυν λέγωμεν, ὅταν μήτε τοῦ ἑνὸς ποικίλα προφαίνηται σχήματα διὰ τὰς ὑπεστρωμένας ὑποδοχάς, μήτε πολυδύναμον ὂν καὶ ἓν τὸ θεωρούμενον φαντασίαν παρέχηται μεταβολῆς διὰ τὴν ποικιλίαν τῶν δυνάμεων, ἀλλʼ ὅταν τὸ αὐτὸ κατὰ διαφόρους τάξεις προέρχηται καὶ μέχρι τῶν τελευταίων ὑφιζάνῃ, πολλαπλασιάζον ἑαυτὸ κατʼ ἀριθμὸν καὶ εἰς ὑφειμένας διακοσμήσεις καταβαῖνον, τότε αὖ πάλιν οἱ μῦθοι μεταβάλλειν φασὶ τὸ προϊὸν εἰς τοῦτο τὸ εἶδος ἄνωθεν, εἰς ὃ πεποίηται τὴν πρόοδον. οὕτω γὰρ καὶ τὴν Ἀθηνᾶν τῷ Μέντορι καὶ τὸν Ἑρμῆν τῷ λάρῳ τῷ ὄρνιθι καὶ τὸν Ἀπόλλω τῷ ἱέρακί φασιν ἐξομοιοῦσθαι, τὰς δαιμονιωτέρας αὐτῶν ἐνδεικνύμενοι τάξεις, εἰς ἃς ἀπὸ τῶν ὅλων προεληλύθασιν. καὶ διὰ ταῦτα, ὅταν μὲν θείας ἐπιφανείας ἀναγράφωσιν, ἀμορφώτους αὐτὰς καὶ ἀσχηματίστους πειρῶνται φυλάττειν· οἷον καὶ τῆς Ἀθηνᾶς τῆς τῷ Ἀχιλλεῖ φαινομένης καὶ μόνῳ καταφανοῦς γινομένης, παντὸς τοῦ στρατοπέδου παρόντος. ἐκεῖ γὰρ οὐδὲ κατὰ τὸ μυθικὸν πρόσχημα παραδέδοταί τις τῆς θεοῦ μορφὴ καὶ τύπος, ἀλλʼ ὅτι μόνον παρῆν· τίς δὲ ὁ τρόπος τῆς παρουσίας, ἄρρητον ἀφῆκεν ὁ λόγος. ὅταν δὲ ἀγγελικάς, μεταμπισχομένους μὲν τοὺς θεοὺς ἀλλοίας μορφὰς εἰσάγουσιν, ἀλλὰ ταύτας καὶ ὁλικάς, οἷον εἰς ἀνθρώπειον εἶδος ἢ κοινὸν ἀνδρὸς ἢ γυναικὸς ἀδιορίστως. οὕτω γὰρ αὖ τῷ Ἀχιλλεῖ πάλιν ὅ τε Ποσειδῶν καὶ ἡ Ἀθηνᾶ συνῆν·

  
τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη  

  
στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην  
ὁπόταν δὲ δαιμονίας ἐπιφοιτήσεις ἱστορῶσι, τηνικαῦτα καὶ τὰς μεταβολὰς εἰς ἄτομα καὶ μερικὰ γιγνομένας οὐκ ἀπαξιοῦσιν ἀναγράφειν ἢ καὶ εἰς ἀλλοκότων ζῴων μορφάς· τὰ γὰρ ἔσχατα τῶν ἀεὶ θεοῖς ἑπομένων γενῶν δηλοῦται διὰ τῶν τοιούτων σχημάτων. καὶ ὁρᾷς ὅπως κατὰ τὴν τῶν πραγμάτων τάξιν τὰ τοιαῦτα διαπλάττεται. τῷ μὲν γὰρ θείῳ προσήκει τὸ ἁπλοῦν, τῷ δὲ ἀγγελικῷ τὸ καθολικόν, τῷ δὲ δαιμονίῳ τὸ μερικόν· καὶ τῷ μὲν τὸ νοερόν, τῷ δὲ τὸ λογικόν, τῷ δὲ τὸ τῆς ἀλογίας γένος· ἐν γὰρ τῇ τῶν δαιμόνων διακοσμήσει καὶ ἡ τοιαύτη ζωὴ συνδιαπέπλεκται. τοσαῦτα περὶ τῶν τρόπων εἶχον λέγειν, καθʼ οὓς οἱ παρʼ Ὁμήρῳ μῦθοι τῶν ἀμεταβλήτων μεταβολὰς μηχανῶνται καὶ τοῖς μονοειδέσι πολυειδεῖς ἐπεισάγουσι μορφάς.

`1.115`

Περὶ τῆς τοῦ ἐνυπνίου πομπῆς δοκούσης ψεῦδος ἐπὶ θεοὺς ἀναπέμπειν πῶς ἀπολογητέον, ἀψευδὲς τὸ θεῖον δεικνύουσιν.

`1.116–1.117`

Ὑπόλοιπον δέ ἐστί μοι περὶ τῆς τοῦ ἐνυπνίου πομπῆς εἰπεῖν, ἣν ὑπὸ Διὸς ὁ ποιητὴς γεγονέναι τῷ Ἀγαμέμνονί φησιν. καὶ γὰρ ταύτην ὁ Σωκράτης ἐπὶ τέλει τῶν περὶ θεολογίας τύπων ᾐτιάσατο, διότι τὸ θεῖον πᾶν καὶ τὸ δαιμόνιον ἀψευδές, ὡς αὐτὸς ταῖς ἀποδεικτικαῖς μεθόδοις συνηνάγκασεν. ὁ δέ γε ποιητὴς ἠπατῆσθαί φησιν τὸν Ἀγαμέμνονα διὰ τοῦδε τοῦ ἐνυπνίου. καίτοι πῶς οὐκ ἄτοπον, εἰ καὶ τὸ ὄναρ ἐκ Διός ἐστιν κατὰ τὴν αὐτοῦ ψῆφον, τοῦτο μόνον ἐψεῦσθαι σχεδὸν τῶν μνήμης ἠξιωμένων, ὅπερ ἐκ τοῦ Διὸς ἔχει τὴν πρωτίστην γένεσιν. λεγέσθω μὲν οὖν καὶ οἷς εἰώθασιν οἱ πολλοὶ τῶν ἐξηγητῶν ἀπαντᾶν, ὅτι τὸ ψεῦδος ἐν τῇ φαντασίᾳ τοῦ Ἀγαμέμνονος ἔσχεν τὴν ὑπόστασιν. τοῦ γὰρ Διὸς ἐν τοῖς πρὸς τὸν ὄνειρον λόγοις καὶ αὖ τοῦ ὀνείρου διὰ τῶν πρὸς τὸν Ἀγαμέμνονα ῥημάτων ἐνδεικνυμένων, ὅτι δέοι πᾶν τὸ στράτευμα κινεῖν καὶ μετὰ πάντων προσβάλλειν τοῖς πολεμίοις — τοῦτο γὰρ αὖ δηλοῦν ἑκατέρῳ τὸ πασσυδίῃ —, τὸν Ἀγαμέμνονα μὴ συνέντα τοῦ προστάγματος τὴν μεγίστην μοῖραν τοῦ στρατεύματος παριδόντα καὶ τῆς Ἀχιλλέως ἐρημωθέντα χειρὸς ὅμως ἐπιχειρεῖν τῷ πολέμῳ, κἀνταῦθα τοῦ τέλους μὴ τυγχάνειν διὰ τὴν ἑαυτοῦ περὶ τὴν κρίσιν τῶν θείων φασμάτων ἀπειρίαν. ὥστε οὐχ ὁ Ζεύς ἐστιν ὁ τῆς ἀπάτης αἴτιος, ἀλλʼ ὁ κακῶς τῶν τοῦ Διὸς προσταγμάτων ἀκούσας. λεγέσθω μὲν ὅπερ ἔφην καὶ ταῦτα· προσκείσθω δὲ καὶ ἡ τοῦ καθηγεμόνος ἡμῶν ἐπιβολή, τῆς τε Ὁμηρικῆς διανοίας στοχαζομένη καὶ τῆς τῶν πραγμάτων ἀληθείας. εἰ γὰρ Ζεὺς ὑπόκειται προνοῶν μὲν τῆς εἰς τὸν ἥρω τὸν Ἀχιλλέα τιμῆς, βουλευόμενος δὲ ὅπως ἂν ἀπολέσῃ πλεῖστον ὅσον τῶν Ἑλλήνων ἀριθμόν, πῶς οὐχὶ καὶ τῆς ἀπάτης αὐτὸν προειληφέναι τὴν αἰτίαν ἀναγκαῖον; οὐ γὰρ ἂν ἀπώλετο τὸ Ἑλληνικὸν Ἀχιλλέως συνόντος, οὐδʼ ἂν δίκας ἔδοσαν τῆς εἰς αὐτὸν ἀδικίας. βέλτιον οὖν λέγειν, ὅτι καὶ ἡ ἀπάτη θεόθεν ἐπʼ ἀγαθῷ τῶν ἀπατωμένων. τὸ γὰρ αὖ ἀγαθὸν κρεῖττόν ἐστιν τῆς ἀληθείας, καὶ ἐν μὲν τοῖς θεοῖς συνέζευκται ἀλλήλοις — οὔτε γὰρ ὁ νοῦς ἄνευ τῆς θεότητος, οὔτε ἡ θεότης ἄνευ τῆς νοερᾶς οὐσίας —, ἐν δὲ τοῖς μετέχουσιν μερίζεται πολλάκις, καὶ τό τε ἀγαθὸν διὰ τοῦ ψεύδους παραγίνεται καὶ τὸ ἀληθὲς ἀποπίπτει τῆς τοῦ ἀγαθοῦ μοίρας. ὅθεν δὴ καὶ αὐτὸς ὁ Σωκράτης νομοθετῶν τοῖς φύλαξιν συχνῷ τῷ ψεύδει χρῆσθαι προστάττει διὰ τὴν τῶν ἀνοήτων δόξαν, οὐ δυναμένων ἄλλως τοῦ προσήκοντος αὐτοῖς ἀγαθοῦ τυχεῖν. εἰ οὖν τις λέγοι καὶ τὸν θεὸν τοὺς μὲν διὰ τῆς ἀληθείας εὐεργετεῖν, τοὺς δὲ διὰ τοῦ ψεύδους, πάντας δὲ ὅμως ἐπανάγειν εἰς τὸ ἀγαθόν, οὐ θαυμαστόν. καὶ γὰρ τῶν γινομένων τὰ μὲν ἄνευ ὕλης ὑφίστησι, τὰ δὲ μεθʼ ὕλης, ᾗ τὸ ψεῦδος ἔνεστι τὸ ἀληθινόν. ὥστε καὶ ἐν τῇ προνοίᾳ τῶν ψυχῶν, εἰ τὰς μὲν ἄλλως κατὰ τὸν εἰρημένον τρόπον εὐεργετοῖ, τὰς δὲ ἄλλως, καὶ τὰς μὲν ἀΰλως διὰ τῆς ἀληθείας, τὰς δὲ ἐνύλως διὰ τοῦ ψεύδους, ἔχοι ἄν που καὶ ταῦτα τὸν πρέποντα τοῖς θεοῖς λόγον. εἰ δὲ δεῖ καὶ τοῦτο λέγειν, τικτέσθω μὲν ἡ ἀπάτη καὶ τὸ ψεῦδος ἐν τῷ μετέχοντι, γιγνέσθω δὲ καὶ τοῦτο κατὰ τὴν τοῦ θεοῦ βούλησιν, ἵνα σωφρονέστερον γένηται διὰ τῆς ἀπάτης τὸ πλημμελῆσαν. ὥσπερ δὴ καὶ γεννᾶται μὲν τὸ ἔνυλον ἐν τοῖς τῇδε τόποις, ὑφίσταται δὲ κατὰ τὴν δημιουργικὴν πρόνοιαν, ἵνα καὶ γένεσις ᾖ καὶ φθορὰ συμπληροῦσα τὸ πᾶν. οὔκουν ἀπατᾷ τὸ θεῖον, ἀλλʼ ὑφʼ ἑαυτοῦ τὸ ἀπατώμενον ἀπατᾶται, καὶ τοῦτο γίνεται κατὰ τὴν ἐκείνου βούλησιν ἐπʼ ἀγαθῷ τοῦ πάσχοντος. καὶ γὰρ ἀΰλως τοῦ θεοῦ ποιοῦντος ἐνύλως γίνεται τὸ γιγνόμενον, καὶ ἀμερίστως ἐνεργοῦντος μεριστῶς ἀποτελεῖται, καὶ νοερῶς σημαίνοντος ἐν τῷ δεχομένῳ τὸ ψεῦδος παρυφίσταται. δηλοῖ δὲ καὶ αὐτὸς ὁ θεῖος ποιητής, ὅτι παρὰ τοῖς θεοῖς τῆς ἀληθείας οὔσης ἡ ἀπάτη γεννᾶται διὰ τὴν τῶν δεχομένων ἄνοιαν, ὅταν ποιῇ τὸν Δία τῷ ὀνείρῳ παρακελευόμενον πάντα μάλʼ ἀτρεκέως ἀγορεύεμεν. πῶς οὖν ἐν θεῷ τὸ ψεῦδος καθʼ Ὅμηρον; πῶς δὲ ἀπάτης αἴτιος ὁ θεός; εἰ μὴ λέγοι οὕτω τις, ὡς οὐδὲ τῆς ἐνταῦθα παρυφισταμένης ἀπάτης παρὰ τὴν τοῦ θεοῦ βούλησιν γεννωμένης. ἀλλὰ ταῦτα διακρίνειν ἡ τῶν νέων ἕξις ἀδύνατός ἐστιν καὶ θεωρεῖν, πῶς τῶν ὅλων ἀκακώτων μενόντων ἐν τοῖς μεριστῶς αὐτῶν ἀντιλαμβανομένοις ἀναφαίνεται τὸ κακόν, καὶ πῶς τῶν κρειττόνων ἡμῶν οὐκ ἀπατώντων ἡμεῖς ἐξαπατώμεθα πολλάκις, καὶ ὅπως ἐξαπατώμενοι κατὰ πρόνοιαν τοῦτο πάσχομεν. διὸ καὶ ὁ Σωκράτης ἀνηκόους εἶναι τῶν τοιούτων λόγων θέλει τοὺς νέους, ὡς διηρθρωμένας περὶ αὐτῶν φαντασίας ἔχειν οὐ δυναμένους.

Κοινὴ ἀπολογία ὑπέρ τε τῶν Ὁμηρικῶν μύθων καὶ τῶν Πλατωνικῶν, ἐν οἷς περὶ τῶν ἐν Ἅιδου λέγουσι δικαιωτηρίων καὶ τῶν ἐν αὐτοῖς λήξεων τῶν διαφόρων, ἃς ἔχουσιν αἱ ἐξελθοῦσαι τῶν σωμάτων ψυχαὶ κατὰ τὰ ἰδιώματα τῆς ἐν σώματι ζωῆς.

`1.118–1.122`

Ἀλλʼ ἐπεὶ καὶ ταῦτα διεπερανάμεθα, πάλιν ἀπʼ ἄλλης ἀρχῆς τῶν ἐν τῷ τρίτῳ τῆς Πολιτείας γεγραμμένων ποιησώμεθα τὴν ἐξέτασιν. καὶ πρὸ τῶν ἄλλων, ὅσα περὶ τῶν ἐν Ἅιδου διαμυθολογῶν ὁ ποιητὴς ἀνεφθέγξατο, ἢ αὐτὸς λέγων ἢ ἄλλῳ λέγοντι χρώμενος, διασκοπήσωμεν, εἴ πῃ ἄρα ἀληθείας ἔχεταί τινος καὶ ταῖς Πλάτωνος ὑφηγήσεσιν προσήκοντα φαίνεται. τί δὴ οὖν βούλεται καὶ ὁ τῶν ἐν Ἅιδου πάντων χρημάτων τὴν ἐν τῷ τῇδε βίῳ θητείαν προτιθείς, καὶ τὰ οἰκητήρια τὰ φοβερὰ καὶ ἃ στυγέουσιν οἱ θεοί, καὶ τὸ εἴδωλον καὶ ἡ ψυχὴ τὰ ἔρημα τοῦ νοῦ φερόμενα, καὶ αἱ ταῖς σκιαῖς παραβαλλόμεναι ζωαί, καὶ οἱ θρῆνοι τῶν ἐνθένδε ἐκεῖσε φερομένων ψυχῶν, καὶ ἡ πρὸς τὰς νυκτερίδας αὐτῶν ἀπεικασία, καὶ ὁ καπνὸς καὶ ὁ τρισμός, καὶ ὅσα τοιαῦτα ἐν τοῖς ποιήμασιν γέγραπται, καὶ οἱ ἐν Ἅιδου ποταμοί, καὶ τὰ τραγικώτατα τῶν ὀνομάτων; ταῦτα γὰρ δὴ καὶ ὁ Σωκράτης ηὔθυνεν καὶ ἐπὶ πᾶσιν ἕνα κοινὸν προσέθηκεν λόγον, ὅτι πρὸς μὲν ἄλλο τι εὖ ἔχει, ἡμεῖς δὲ ὑπὲρ τῶν φυλάκων δεόμεθα, μὴ ἐκ τούτων τῶν δειμάτων τὸν θάνατον ἡγήσωνται φοβερόν. ἐπεὶ ὅτι γε καὶ αὐτὸς πολλαχοῦ χρῆται τοῖς τοιούτοις ὀνόμασίν τε καὶ αἰνίγμασιν, παντί που καταφανές. ἵνα γὰρ παραλείπω τοὺς ἐν Φαίδωνι ποταμούς, καὶ τὰς τῶν ψυχῶν πλάνας καὶ τὰς ἀπορίας, καὶ τὰς τριόδους καὶ τὰς κολάσεις καὶ τὰς ἐν τοῖς ῥεύμασιν φοράς, καὶ τοὺς θρήνους τοὺς ἐκεῖ καὶ τὰς ἐκβοήσεις καὶ τὰς τῶν ἠδικημένων ἱκεσίας, ὧν καὶ ὁ Πλάτων μεστὰ εἶναι τὰ ἐν Ἅιδου φησίν, ἀλλὰ τὰ ἐν ταύτῃ τῇ πραγματείᾳ γεγραμμένα πρὸς τῷ τέλει πῶς οὐ τῆς αὐτῆς ἐστι διανοίας τοῖς Ὁμηρικοῖς ποιήμασιν, τὸ στόμιον τὸ μυκώμενον, ὁ Τάρταρος, οἱ διάπυροι δαίμονες οἱ τὸν Ἀρδιαῖον κνάπτοντες, αἱ μεσταὶ κόνεως καὶ αὐχμοῦ ψυχαί; τί γὰρ ἐν τούτοις ἀπολείπεται τῆς μεγίστης τραγῳδίας; ὥστε ὁ αὐτὸς λόγος καὶ ταῦτα ἐκβάλλειν ἢ μηδὲ τὴν Ὁμηρικὴν αἰτιᾶσθαι διδασκαλίαν. λέγωμεν τοίνυν ἐπʼ ἀμφοτέρων, εἴτε τῶν Ἐπικουρείων τις ἐγκαλεῖν ἐπιχειροῖ τοῖς τοιούτοις μύθοις εἴτε καὶ ἄλλος τις, ὅτι καὶ τῶν ψυχῶν αἱ ἕξεις εἰσὶ διάφοροι τῶν ἀπαλλαττομένων τοῦ σώματος καὶ οἱ τόποι τοῦ παντὸς εἰς οὓς ἐνοικίζονται πολυειδεῖς τυγχάνουσιν ὄντες. καὶ τὰς μὲν οὕτω χωριζομένας τῶν ὀργάνων τῶν θνητοειδῶν, ὡς μήτε σχέσιν ἔχειν πρὸς τὰ χείρονα μήτε ἀναπίμπλασθαι τῆς ἐν αὐτοῖς ταραχῆς καὶ τῆς ὑλικῆς φλυαρίας, καὶ τὰ περιβλήματα τὰ αὐγοειδῆ καθαρὰ φέρειν ἀνάγκη, καὶ μὴ ἐπιθολούμενα ὑπὸ τῶν ἐνύλων ἀτμῶν μηδὲ παχυνόμενα ὑπὸ τῆς γηΐνης φύσεως· τὰς δὲ μὴ τελέως αὑτὰς διὰ φιλοσοφίας καθηραμένας, ἀλλὰ καθελκομένας εἰς τὴν πρὸς τὸ ὀστρέϊνον σῶμα προσπάθειαν καὶ τὸν μετὰ τούτου διωκούσας βίον, τοιαῦτα καὶ τὰ ὀχήματα τὰ ἐξηρτημένα αὐτῶν δεικνύναι τοῖς ὁρᾶν δυναμένοις, σκιοειδῆ καὶ ἔνυλα καὶ ὀπισθοβαρῆ, καὶ πολὺ τῆς θνητοειδοῦς ἐφελκόμενα συστάσεως. καὶ διὰ τοῦτο ὅ τε Σωκράτης ἐν τῷ Φαίδωνι τὰς τοιαύτας φησὶν περὶ τοὺς τάφους καλινδουμένας σκιοειδῆ παρέχεσθαι φαντάσματα, καὶ ὁ ποιητὴς σκιαῖς αὐτὰς παραπλησίως ἀΐσσειν ἱστόρησεν. ἔτι δὲ καὶ τούτων τῶν ψυχῶν τῶν ἔτι τὸν τῇδε βίον περιπτυσσομένων πολλαὶ διαφορότητές εἰσιν. αἱ μὲν γὰρ πρακτικώτερον ζήσασαι καὶ μηδέπω τῆς τοιαύτης ζωῆς ἀποστᾶσαι τὸ προσῆκον ὄργανον ταῖς πρακτικαῖς ἐνεργείαις ἀσπάζονται καὶ χωριζόμεναι τούτου δυσχεραίνουσιν, ὥσπερ ἡ Πατρόκλου λιποῦσα ἀνδρότητά τε καὶ ἥβην, καὶ ἐν Ἅιδου γενόμεναι ποθοῦσιν αὐτοῦ τὴν συνουσίαν, ὥσπερ ἡ Ἀχιλλέως, διότι καὶ τὴν ἐνταῦθα ζωὴν προτίθησιν τῆς χωριστῆς, ὡς κατʼ ἐκείνην μὲν ἐνεργεῖν οὐ δυναμένη, κατὰ δὲ τὸν ἐν πράξει βίον πρωτεύουσα. αἱ δὲ διὰ κακοζωΐαν φιλοφρονοῦνται τὸ ὀστρέϊνον σῶμα καὶ τὴν μετʼ αὐτοῦ ζωήν, οὐδὲν διαφέρειν ἡγούμεναι τῆς ἐν αὐτῷ ζωῆς. ἃς δὴ καὶ νυκτερίσιν ἀπείκασεν ἡ ἔνθεος ποίησις, ὡς εἰς τὸ σκοτεινὸν φερομένας καὶ τὸ ἔσχατον τοῦ παντός, ὃ δὴ θεσπέσιον ἄντρον ἄν τις προσαγορεύσειεν, καὶ ὡς τὸ πτερὸν τὸ ψυχικὸν σαρκῶδες καὶ παχὺ καὶ γήϊνον ἐχούσας. τί οὖν ἔτι θαυμαστόν, εἰ καὶ Ἀχιλλεὺς πρακτικὴν σχὼν ἀρετὴν ἐφίοιτο τῆς μετὰ σώματος ζωῆς ὑπηρετεῖν αὐτοῦ δυναμένου ταῖς πράξεσιν; ὁ μὲν γὰρ Ἡρακλῆς διὰ τελεστικῆς καθηράμενος καὶ τῶν ἀχράντων καρπῶν μετασχὼν τελέας ἔτυχεν τῆς εἰς θεοὺς ἀποκαταστάσεως·

  
αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι  

  
τέρπεται ἐν θαλίῃ καὶ ἔχει καλλίσφυρον Ἥβην·  
καὶ εἴρηται πολλὰ πολλαχοῦ καὶ περὶ τῆς Ἡρακλέους ἐκθεώσεως. ὁ δὲ Ἀχιλλεὺς ἔτι τὸ κατορθοῦν ἐν ταῖς πράξεσιν ἀγαπᾷ καὶ τόνδε τὸν βίον καὶ διώκει καὶ ὄργανον προσῆκον αὐτοῦ τῷ βίῳ καὶ ποθεῖ· κατὰ τὰς συνηθείας γοῦν καὶ αὐτὸς ὡς τὰ πολλὰ τὰς ψυχὰς αἱρεῖσθαί φησι τοὺς δευτέρους βίους ὁ Πλάτων. πῶς δὲ οὐ καὶ τοῦτο τῆς Ὁμηρικῆς ἐστιν ἐνθέου παραδόσεως, τὸ διακρίνειν ψυχήν τε καὶ εἴδωλον τὸ ταύτης καὶ τὸν νοῦν τὸν τῆς ψυχῆς, καὶ τὴν μὲν ψυχὴν χρῆσθαι τῷ εἰδώλῳ λέγειν, τὸν δὲ νοῦν ἀμφοῖν ὑπάρχειν θειότερον; καὶ τὸ μὲν εἴδωλον καὶ τὴν ψυχὴν γνωστά πως εἶναι, καὶ ἔτι κατεχομένας ἐν τοῖς σώμασιν καὶ κηδεμόνας φαίνεσθαι τοῦ ὀστρεΐνου σώματος καὶ τὴν περὶ αὐτοῦ πρόνοιαν καὶ μὴ γιγνομένην ἐπιποθεῖν· τὸν δὲ νοῦν ἄληπτον εἶναι ταῖς φανταστικαῖς ἡμῶν καὶ μορφωτικαῖς κινήσεσιν. διὰ γὰρ ταῦτα καὶ ὁ Ἀχιλλεὺς τὸν Πάτροκλον ἰδὼν περὶ τῆς ταφῆς διαλεγόμενον τοῦ σώματος ψυχὴν μὲν ἐν Ἅιδου καὶ εἴδωλον ἐπίστευσεν εἶναι, νοῦν δὲ οὐκ εἶναι τούτοις μηδὲ φρόνησιν τὴν χρωμένην. τὰ μὲν γὰρ τῆς ἀλογίας ἐνεργήματα πρὸς τὴν τούτων ἐπήγετο θέσιν, τὴν δὲ τῆς νοερᾶς ψυχῆς παραδοχὴν οὐκ εἶχεν ἐκ τῶν ὀνειρωκτικῶν θεαμάτων πιστώσασθαι. πῶς δὲ οὐχὶ καὶ τοῖς πράγμασιν αὐτοῖς ἁπάντων ἐστὶ συμφωνότατον τὸ τὰς πολλὰς τῶν ψυχῶν θρηνούσας ἀφίστασθαι τῶν σωμάτων καὶ δυσαποσπάστως ἐχούσας διὰ τὰς ἐν αὐτῷ ζωὰς καὶ τὰς πολυαράτους ἡδονάς — αὗται γοῦν, φησὶν καὶ ὁ Σωκράτης, ὥσπερ ἧλον ἔχουσαι προσπερονῶσιν αὐτὰς καὶ προσηλοῦσιν τοῖς σώμασιν — καὶ ὀχήμασιν ἐξελθούσας χρῆσθαι σκιοειδέσιν καὶ τεθολωμένοις ἀπὸ τῶν σεληναίων ἀτμῶν καὶ ἐμβριθέσι καὶ γεώδεσιν, καὶ φωνὴν ἄσημον ἀφιέναι καὶ ἦχον ὑλικόν, ὃν ἡ ποίησις τρισμὸν ἀπεκάλεσεν. ὡς γὰρ τῶν ἀναγομένων ψυχῶν τὰ ὄργανα φωνὴν ἐναρμόνιον ἀφίησιν καὶ ἐμμελῆ, καὶ εὔρυθμον ἔχοντα φαίνεται κίνησιν, οὕτω τῶν ὑπὸ γῆς φερομένων καὶ ἀλογωτέρων ὁ ἦχος τρισμῷ παραπλήσιός ἐστιν, τῆς ὀρεκτικῆς μόνης καὶ φανταστικῆς ζωῆς ἴνδαλμα φέρων. καὶ μὴν καὶ τοὺς τόπους τοὺς ἐν Ἅιδου καὶ τὰ ὑπὸ γῆς δικαιωτήρια καὶ τοὺς ποταμούς, οὓς Ὅμηρός τε καὶ Πλάτων ἡμᾶς ἐδιδαξάτην, οὐ κενὰς φαντασίας οἰητέον εἶναι καὶ μυθικὰς τερατείας· ἀλλʼ ὥσπερ ταῖς εἰς οὐρανὸν ἰούσαις ψυχαῖς πολλοὶ τόποι καὶ παντοδαποὶ τῆς ἐκεῖ λήξεως ἀφωρίσθησαν, οὕτω δεῖ νομίζειν καὶ ταῖς κολάσεως ἔτι καὶ καθάρσεως δεομέναις τοὺς ὑπὸ γῆς τόπους ἀνεῖσθαι, ποικίλας μὲν ἀπορροίας ἔχοντας τῶν ὑπὲρ γῆς στοιχείων, ἃς δὴ ποταμοὺς καὶ ῥεύματα κεκλήκασιν, δαιμόνων δὲ τάξεις διαφόρους ἐφεστώσας, τὰς μὲν τιμωρούς, τὰς δὲ κολαστικάς, τὰς δὲ καθαρτικάς, τὰς δὲ κριτικάς. εἰ δὲ ἡ ποίησις σμερδαλέʼ εὐρώεντα τά τε στυγέουσι θεοί περ ἐκεῖνα προσείρηκεν, οὐδὲ τοῦτο αἰτιᾶσθαι προσήκει. καταπλήττει μὲν γὰρ τὰς ψυχὰς διὰ τῆς ποικιλίας καὶ τῆς τῶν ἐφεστώτων φαντασίας, ἀνήπλωται δὲ κατὰ τὰς παντοίας λήξεις τὰς πρεπούσας ταῖς διαφόροις ἕξεσι τῶν ἐκεῖ φερομένων, πορρωτάτω δέ ἐστι τῶν θεῶν ὡς ἔσχατα τοῦ παντός, καὶ πολὺ τῆς ὑλικῆς ἀταξίας ἔχοντα καὶ οὐδὲ τῶν ἡλιακῶν ἀκτίνων ἀπολαύοντα. τοσαῦτα καὶ περὶ τούτων εἰρήσθω τῶν στίχων, οὓς ὁ Σωκράτης διαγράφειν ἀξιοῖ, καὶ ὧν τοὺς παρʼ αὐτῷ παιδευομένους ἀνηκόους εἶναι παντελῶς δοκιμάζει. διὰ γὰρ τούτων αὔξεσθαι τὸ φιλοσώματον τῆς ψυχῆς καὶ τὸν ἐνθένδε χωρισμὸν παντὸς μᾶλλον ἔτι φαντάζεσθαι φοβερώτερον.

Τίνες αἰτίαι διʼ ἃς ἡ ποίησις ἀναπέμπει θρήνους κἀπὶ τοὺς ἥρωας καὶ ἐπὶ τοὺς θεοὺς καὶ ἐπὶ τὸν ἄριστον αὐτὸν τῶν ἡρώων καὶ ἐπὶ τὸν μέγιστον τῶν θεῶν.

`1.123`

Ἕπεται δέ που τοῖς εἰρημένοις θεωρῆσαι, πῶς οὐχὶ φιλόδακρυν ἕκαστον ἡμῶν ἡ ποίησις ἀπεργάζεται καὶ φιλόθρηνον, ὅταν ποιῇ καὶ τοὺς ἥρωας, καὶ τί λέγω τοὺς ἥρωας; τοὺς θεοὺς αὐτοὺς ἀποδακρύοντας ἐπὶ τοῖς τῶν φιλτάτων θανάτοις. καίτοι παρὰ τῷ Πλάτωνι Σωκράτης μὲν ἄτεγκτος διαμείνας καῖ ἀπροσπαθὴς πρὸς τὰ δάκρυα τῶν οἰκείων ἀνύμνηται, Ἀπολλόδωρος δὲ ἀστακτὶ δακρύων καὶ εἰ δή τις ἄλλος τοιοῦτος ἐπιτιμήσεως ὑπὸ τοῦ καθηγεμόνος ἠξίωται. ἀλλʼ ὅ γε θεῖος ποιητὴς τοὺς ἥρωας ἀσχέτως ὀδυρομένους τὰς τῶν οἰκείων ἀποβολὰς παραδίδωσιν· καίτοι, φαίη τις ἄν, εἰ καὶ Πρίαμον ἔδει τοιαῦτα πάσχειν κυλινδόμενον κατὰ κόπρον, καὶ ἐξονομακλήδην ὀνομάζοντα ἄνδρα ἕκαστον, βάρβαρον ὄντα καὶ ἀλογώτερον, ἀλλʼ οὔτι καὶ Ἀχιλλέα τὸν θεᾶς παῖδα, τότε μὲν ὕπτιον κατακείμενον, τότε δὲ πρηνῆ, τότε δὲ ἐπὶ πλευρᾶς ἀλύειν, καὶ χευάμενον κόνιν κατὰ τῆς κεφαλῆς ἀποθρηνεῖν παιδικῶς. εἰ δὲ καὶ ἀνθρώποις ἦν προσῆκον φύσιν θνητὴν λαχοῦσι τὸ πάθος, ἀλλʼ οὐ τοῖς θεοῖς αὐτοῖς. τί οὖν ἔδει τὴν Θέτιν δακρύειν λέγουσαν·

  
ὤμοι ἐγὼ δειλή, ὤμοι δυσαριστοτόκεια;  
πόρρω γὰρ ἡδονῆς καὶ λύπης ἵδρυται τὸ θεῖον. εἰ δὲ καὶ θεούς τις ἐτόλμα τοιαῦτα πάσχοντας εἰσάγειν, ἀλλʼ οὐ τὸν μέγιστον ἐχρῆν τῶν θεῶν τόν τε Ἕκτορα διωκόμενον θρηνεῖν καὶ Σαρπηδόνα τὸν υἱόν, καὶ ὤμοι ἐγὼν ἐπʼ ἀμφοτέρων λέγειν. ἡ γὰρ τοιαύτη μίμησις οὐδὲν προσήκουσα φαίνεται τοῖς παραδείγμασιν, δάκρυα προστιθεῖσα τοῖς ἀδακρύτοις καὶ λύπας τοῖς ἀλυπήτοις ἐκείνοις καὶ ὅλως πάθη τοῖς ἀπαθέσιν. Τοιαῦτα ὁ Σωκράτης ἐγκαλεῖ τῷ ποιητῇ καὶ τῆς τῶν νέων παιδείας ἐκβάλλει, φυλαττόμενος ἐμπόδιον αὐτῷ γίνεσθαι διὰ τῶν τοιούτων ῥημάτων εἰς τὴν ὀρθὴν πρὸς ἀρετὴν ἀγωγήν. περὶ γὰρ λύπας καὶ ἡδονὰς ἡ παιδεία διαφερόντως ἐστίν, ὧν ἐπιτεινομένων ἀνάγκη τὸν νομοθέτην ἀποτυγχάνειν τοῦ προσήκοντος αὐτῷ τέλους.

`1.124–1.126`

Λέγωμεν τοίνυν καὶ πρὸς ταύτας τὰς ἐπιτιμήσεις, ὅτι τοὺς μὲν ἥρωας ἐν πράξεσιν ὄντας καὶ τὸν ταύταις προσήκοντα βίον ᾑρημένους ὁ ποιητὴς παραδιδοὺς εἰκότως καὶ παθαινομένους περὶ τὰ καθʼ ἕκαστον καὶ ζῶντας ὡσαύτως εἰσήγαγεν. τοῖς μὲν γὰρ φιλοσόφοις καὶ καθαρτικῶς ἐνεργοῦσιν ἡδοναὶ καὶ λῦπαι καὶ αἱ τούτων μίξεις οὐδαμῇ προσήκουσιν. χωρίζονται γὰρ ἐκ τούτων καὶ πᾶσαν τὴν θνητὴν φλυαρίαν ἀποσκευάζονται καὶ γυμνοὶ τῶν περιεστοιχημένων αὐτοὺς εἰδῶν τῆς ζωῆς γενέσθαι σπεύδουσιν, ἑαυτοὺς ἀναρπάζοντες ἀπὸ τῶν ἐνύλων καὶ γενεσιουργῶν παθημάτων. τοῖς δὲ ἐν πολέμῳ στρεφομένοις καὶ κατὰ τὸ παθητικὸν ἐνεργοῦσιν ἡδοναί τέ εἰσιν σύστοιχοι καὶ λῦπαι, καὶ συμπάθειαι καὶ ἀντιπάθειαι, καὶ σκηνὴ παντοίων παθῶν. καὶ πῶς ἂν ἡ περὶ τὰς πράξεις συντονία χώραν ἔχοι, μὴ καὶ τῶν ὀρέξεων ἐπιτεταμένων. καὶ Πρίαμος οὖν καὶ Ἀχιλλεύς, οὔτε φιλόσοφοι ὄντες οὔτε γενέσεως χωρίζειν ἑαυτοὺς ἐθέλοντες οὔτε τὸν τῶν φυλάκων ζῶντες τρόπον, εἰ καὶ θρηνοῦσι τοὺς οἰκείους καὶ οἰκτίζονται, θαυμαστὸν οὐδέν. καὶ γὰρ φίλων ἀποβολαὶ καὶ παίδων ἐρημίαι καὶ πόλεων ἀφανισμοὶ τοῖς πολεμικοῖς ἀνδράσιν μεγάλην μοῖραν παρέχεσθαι δοκοῦσι τῆς ἀθλιότητος. προσήκει δὲ ἄρα τὸ μεγαλουργὸν αὐτοῖς ὡς φύσιν ἡρωϊκὴν λαχοῦσιν, τὸ δὲ παθητικὸν ὡς περὶ τὰ καθʼ ἕκαστα στρεφομένοις· ἐπὶ δὲ αὐτῶν θεῶν, ὅταν δακρύειν καὶ ἐκεῖνοι λέγωνται ἢ ὀδύρεσθαι τοὺς φιλτάτους, ἄλλος ὁ τρόπος καὶ τοῖς μυθοπλάσταις πάλαι δεδογμένος, οἳ τὴν περὶ τὰ θνητὰ πρόνοιαν καὶ γιγνόμενα καὶ ἀπολλύμενα τῶν θεῶν διὰ τῶν δακρύων εἰώθασιν ἐνδείκνυσθαι. φύσει γὰρ τὸ προνοούμενον τοῦτο δακρύων ἄξιον ὂν πρόφασιν παρέσχε τοῖς μυθοποιοῖς καὶ τὴν πρόνοιαν αὐτὴν διὰ τούτων αἰνίττεσθαι·

  
δάκρυα μὲν σέθεν ἐστὶ πολυτλήτων γένος ἀνδρῶν,  
φησίν τις τὸν ἥλιον ὑμνῶν. καὶ διὰ τοῦτο κἀν τοῖς μυστηρίοις τοὺς ἱεροὺς θρήνους μυστικῶς παρειλήφαμεν, σύμβολον ὄντας τῆς εἰς ἡμᾶς καθηκούσης ἐκ τῶν κρειττόνων προνοίας. καὶ ἡ Θέτις οὖν καὶ ὁ Ζεὺς ὀδύρεσθαι λέγονται τοὺς φιλτάτους αὐτοῖς ἐν ἐσχάτοις ὄντας κινδύνοις, οὐχ ὅτι παθητικῶς διάκεινται τὸν αὐτὸν τοῖς ἀνθρώποις τρόπον, ἀλλʼ ὅτι πρόεισιν ἀπʼ αὐτῶν διωρισμένη τις προμήθεια καὶ δόσις εἰς τὰ καθʼ ἕκαστα. καὶ ὅταν μὲν τῇ μεριστῇ ταύτῃ προνοίᾳ καὶ ἡ τοῦ παντὸς συντρέχῃ τάξις, ἀνεμπόδιστός ἐστιν ἡ σωστικὴ τοῦ προνοοῦντος ἐνέργεια, ὅταν δὲ ἀνθίστηται καὶ ὡς μέρος ὂν τοῦ κόσμου καὶ γένεσιν λαχὸν τὴν προσήκουσαν ὑπομένῃ φθοράν, τότε τὴν ἰδιότητα τῆς προνοίας οἱ μῦθοι παριστάντες, ἧς καὶ τοῦτο κατὰ τὴν αὐτοῦ τάξιν ἀπέλαυεν, θρηνεῖν τοὺς προνοοῦντας λέγουσιν, καὶ τοῦτο μόνον οὐχὶ βοῶντές φασιν, ὡς ὁ θρῆνος σύνθημα παρʼ αὐτοῖς ἐστιν τῆς ἰδιαζούσης τῶν καθʼ ἕκαστα προνοίας. τοῖς μὲν οὖν πρωτίστοις θεοῖς τὸν εἰρημένον τρόπον τοὺς θρήνους ἀποδώσομεν· ἐπεὶ καὶ Κόρης καὶ Δήμητρος καὶ αὐτῆς τῆς μεγίστης θεᾶς ἱερούς τινας ἐν ἀπορρήτοις θρήνους αἱ τελεταὶ παραδεδώκασιν. θαυμαστὸν δὲ οὐδέν, εἰ καὶ τὰ ἔσχατα τῶν ἑπομένων ἀεὶ τοῖς θεοῖς γενῶν καὶ προσεχῶς κηδόμενα τῶν θνητῶν καὶ ὀρέξεσιν χρώμενα καὶ πάθεσιν καὶ ἐν τούτοις ἔχοντα τὴν ζωὴν χαίροι μὲν ἐπὶ τῇ σωτηρίᾳ τῶν προνοουμένων, ἀνίλλοιτο δὲ καὶ δυσχεραίνοι φθειρομένων καὶ μεταβάλλοι κατὰ τὰ πάθη·

  
νύμφαι μὲν κλαίουσιν ὅτε δρυσὶν οὐκ ἔνι φύλλα,  
  
νύμφαι δʼ αὖ χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,  
φησίν τις ποιητής. πάντα γάρ ἐστι θείως μὲν ἐν τοῖς θεοῖς, μερικῶς δὲ καὶ δαιμονίως ἐν τοῖς διῃρημένοις ἡμῶν προστάταις. ἀρκεῖ καὶ ταῦτα πρὸς τὴν παροῦσαν πρόθεσιν ὑπὲρ τῶν λεγομένων ἐν θεοῖς θρήνων εἰρῆσθαι.

Τίς αἰτία τοῦ ἐν τοῖς θεοῖς λεγομένου γέλωτος ἐν τοῖς μύθοις, καὶ διὰ τί ἡ ποίησις ἐπὶ τῷ Ἡφαίστῳ τοὺς θεοὺς ἐποίησε γελῶντας ἀσχέτως.

`1.127–1.128`

Τὸ δὲ αὖ ἐναντιώτατον μὲν τούτοις πάθος τὸ περὶ τοὺς ἀσχέτους γέλωτας, ἐπιστάσεως δὲ ὑπὸ τοῦ Σωκράτους ἠξιωμένον, εἰ δεόντως ἐπὶ τοὺς θεοὺς αὐτὸ μεταφέρουσιν οἱ μῦθοι, μετὰ ταῦτα σκεπτέον. τί γὰρ δὴ καὶ βουλόμενοι γελῶντάς τε καὶ ἀσχέτως γελῶντας αὐτοὺς εἰσάγουσιν, θεωρίας ἄξιον.

  
ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι,  
φησὶν ἡ ποίησις

  
ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα  
Τίς οὖν ὁ τῶν θεῶν γέλως, καὶ τί δήποτε Ἡφαίστου κινουμένου καὶ ἐνεργοῦντος ἐκεῖνοι γελῶσιν; οὐκοῦν τὸν μὲν Ἥφαιστον, ὥς που καὶ ἐν ἄλλοις εἴπομεν, δημιουργὸν καὶ ποιητὴν τοῦ φαινομένου παντὸς εἶναί φασιν οἱ θεολόγοι. διὸ καὶ τοὺς οἴκους αὐτὸς λέγεται κατασκευάσασθαι τοῖς θεοῖς

  
— ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις  
  
Ἥφαιστος ποίησεν —  
ὡς τὰς ἐγκοσμίους αὐτοῖς προπαρασκευάζων ὑποδοχάς, καὶ ἄμφω τὼ πόδε χωλεύων παραδέδοται, καθόσον ἐστὶν καὶ τὸ δημιούργημα αὐτοῦ ἀσκελές· τῷ γὰρ τὴν περὶ νοῦν καὶ φρόνησιν κινουμένῳ κίνησιν οὐδὲν ἔδει ποδῶν, ὥς φησιν ὁ Τίμαιος. καὶ χαλκευτικῆς ἔφορος λέγεται καὶ αὐτὸς χαλκεύων ἐνεργεῖ, διότι χάλκεος ὁ οὐρανὸς πολλαχοῦ τῆς ποιήσεως ἀνύμνηται, καὶ ἄλλα ἂν πολλὰ συνέλοις ταύτην πιστούμενα τὴν δόξαν. ἐπειδὴ δὲ πᾶσα ἡ περὶ τὸ αἰσθητὸν πρόνοια, καθʼ ἣν συνεφάπτονται τῷ Ἡφαίστῳ τῆς δημιουργίας, παιδιὰν τῶν θεῶν εἶναι λέγεται — διό μοι δοκεῖ καὶ ὁ Τίμαιος τοὺς ἐν τῷ κόσμῳ θεοὺς νέους ἀποκαλεῖν, ὡς ἀεὶ γινομένων καὶ παιδιᾶς ἀξίων προεστῶτας πραγμάτων —, ταύτην δὴ τὴν τῆς προνοίας ἰδιότητα τῶν εἰς τὸν κόσμον ἐνεργούντων θεῶν γέλωτα οἱ μυθοπλάσται προσαγορεύειν εἰώθασι. καὶ δὴ καὶ ὅταν ὁ ποιητὴς τῷ Ἡφαίστῳ κινουμένῳ τοὺς θεοὺς ἐπιγηθοῦντας λέγῃ τὸν ἄσβεστον τοῦτον γέλωτα γελᾶν, οὐδὲν ἄλλο ἢ συνδημιουργοὺς αὐτοὺς καὶ τελεσιουργοὺς τῆς Ἡφαίστου τέχνης ἐνδείκνυται γίνεσθαι καὶ τῆς εὐθημοσύνης ἄνωθεν τῷ παντὶ χορηγοὺς ὑπάρχειν. ὃ μὲν γὰρ ἐξαρτύει πάσας αὐτῶν τὰς ἐγκοσμίους ὑποδοχὰς καὶ προτείνει ταῖς προνοίαις τῶν θεῶν τὰς ὅλας φυσικὰς δυνάμεις, οἳ δὲ μετὰ τῆς αὐτοῖς προσηκούσης ῥᾳστώνης ἐνεργοῦντες καὶ τῆς οἰκείας εὐπαθείας οὐκ ἀφιστάμενοι καὶ ταύταις ἐπορέγουσι τὰς σφετέρας μεταδόσεις καὶ κινοῦσι τὰ ὅλα ταῖς τελεσιουργοῖς ἑαυτῶν προνοίαις. ὡς οὖν συνελόντι φάναι, τὸν γέλωτα τῶν θεῶν τὴν ἄφθονον εἰς τὸ πᾶν ἐνέργειαν καὶ τὴν τῆς εὐθημοσύνης τῶν ἐγκοσμίων αἰτίαν ἀφοριστέον. διότι δὲ ἀκατάληπτός ἐστιν ἡ τοιαύτη πρόνοια καὶ ἡ τῶν ἀγαθῶν πάντων μετάδοσις παρὰ τοῖς θεοῖς ἀνέκλειπτος, εἰκότως ἄρα καὶ τὸν ποιητὴν ἄσβεστον αὐτῶν τὸν γέλωτα προσειρηκέναι συγχωρητέον. καὶ ὁρᾷς πάλιν, ὅπως καὶ ταῦτα τῇ φύσει τῶν πραγμάτων ἑπόμενοι λέγομεν. δακρύειν μὲν γὰρ οὐκ ἀεί φασιν οἱ μῦθοι τοὺς θεούς, γελᾶν δὲ ἀσχέτως, ἐπειδὴ τὰ μὲν δάκρυα τῆς εἰς τὰ θνητὰ προνοίας αὐτῶν καὶ ἐπίκηρα πράγματα καὶ ποτὲ μὲν ὄντα, ποτὲ δὲ οὐκ ὄντα συνθήματά ἐστιν, ὁ δὲ γέλως τῆς εἰς τὰ ὅλα καὶ ἀεὶ ὡσαύτως κινούμενα πληρώματα τοῦ παντὸς ἐνεργείας. διόπερ οἶμαι καὶ ὅταν μὲν εἰς θεοὺς καὶ ἀνθρώπους διαιρῶμεν τὰ δημιουργήματα, τὸν μὲν γέλωτα τῇ γενέσει τῶν θείων, τὰ δὲ δάκρυα τῇ συστάσει τῶν ἀνθρώπων ἢ ζῴων ἀπονέμομεν·

  
δάκρυα μὲν σέθεν ἐστὶ πολυτλήτων γένος ἀνδρῶν,  

  
μειδήσας δὲ θεῶν ἱερὸν γένος ἐβλάστησας·  
ὅταν δὲ εἰς τὰ οὐράνια καὶ τὰ ὑπὸ σελήνην, πάλιν κατὰ τὰ αὐτὰ τοῖς μὲν οὐρανίοις τὸν γέλωτα, τοῖς δὲ ὑπὸ σελήνην τὰ δάκρυα συνδιαιρούμεθα· ὅταν δὲ καὶ αὐτῶν τῶν ὑπὸ σελήνην τάς τε γενέσεις καὶ τὰς φθορὰς συλλογιζώμεθα, τὰς μὲν εἰς τὸν γέλωτα τῶν θεῶν, τὰς δὲ εἰς τοὺς θρήνους ἀναπέμπομεν. καὶ διὰ ταῦτα κἀν τοῖς μυστηρίοις κατὰ χρόνους τεταγμένους ἀμφότερα ταῦτα δρᾶν οἱ τῶν ἱερῶν θεσμῶν ἡγεμόνες παρακελεύονται, καὶ εἴρηται ἐν ἄλλοις. καὶ ὁ αὐτὸς τρόπος μήτε τῶν ἐν ἀπορρήτοις δρωμένων παρὰ τοῖς θεουργοῖς τοὺς ἀνοήτους ἐπαΐειν μήτε τῶν τοιούτων πλασμάτων. ἡ γὰρ ἄνευ ἐπιστήμης τούτων ἀμφοτέρων ἀκρόασις δεινὴν καὶ ἄτοπον ἐργάζεται σύγχυσιν ἐν ταῖς τῶν πολλῶν ζωαῖς τῆς περὶ τὸ θεῖον εὐλαβείας.

`1.129`

Ἀπολογία ὑπὲρ τῶν ἐν τῇ Ὁμήρου ποιήσει δοκούντων εἰς καταφρόνησιν σωφροσύνης τοὺς ἀκούοντας κινεῖν παντοδαπῶν τρόπων.

Τοσαῦτα καὶ περὶ τοῦ γέλωτος εἰρήσθω τῶν θεῶν, ὃν ἡ ποίησις ἄσβεστον διὰ τὰς ἀναγεγραμμένας αἰτίας προσείρηκεν. ἐφεξῆς δέ ἐστιν τοῖς τοιούτοις προβλήμασιν διασκέψασθαι τοὺς περὶ τῆς σωφροσύνης λόγους, μή πῃ ἆρα πρὸς ταύτην ἡμᾶς διαλωβᾶται τὰ Ὁμήρου ποιήματα. σωφροσύνης δέ, φησὶν ὁ Σωκράτης, μέγιστον μὲν εἶδος ἡ πρὸς τοὺς ἄρχοντας αἰδώς, δεύτερον δὲ ἡ τῶν ἐπιθυμιῶν τῶν ἐν τῇ ψυχῇ καὶ τῶν ἡδονῶν ἐπικράτεια, καὶ τρίτον ἄλλο τούτοις ἑπόμενον, ὃ δὴ μικρὸν ὕστερον θεωρήσομεν. ἀλλʼ οὖν τοῖν δυοῖν τούτοιν ὁ μὲν Ἀχιλλεὺς κατὰ θάτερον ἁμαρτάνων φαίνεται, τοιαῦτα πρὸς τὸν ἄρχοντα παρρησιαζόμενος·

  
οἰνοβαρὲς κυνὸς ὄμματʼ ἔχων,  
καὶ τὸ ἐφεξῆς τοῦ ἔπους. ὁ δὲ Ὀδυσσεὺς κατὰ τὸ λοιπόν, ὥσπερ ὅταν ἀφοριζόμενος τῶν βίων τὸν κάλλιστον λέγῃ τὴν πολιτείαν διαφερόντως ἐκείνην ἀποδέχεσθαι τῶν ἀνθρώπων, ὁπόταν

  
εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα·  

  
δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ  
  
ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι  
  
σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων  

  
οἰνοχόος προχέῃσι καὶ ἐγχείῃ δεπάεσσιν ι  
ἐν γὰρ τούτοις οὐδὲν ἄλλʼ ἢ τὴν πολυάρατον ἡδονὴν καὶ τὴν πλήρωσιν τῶν ἐπιθυμιῶν τέλος προεστήσατο τῆς ζωῆς.

`1.130–1.132`

Ταῦτα δὴ τοῦ Σωκράτους ἐπιτιμῶντος τοῖς Ὁμήρου λόγοις, πρὸς μὲν τὴν προτέραν ἐπίστασιν ἀπαντησόμεθα λέγοντες, ὅτι τοῖς μὲν φύλαξιν, οὓς αὐτὸς ἄρχοντας καθίστησιν τῆς πόλεως, τοσαύτην ὑπεροχὴν λαχοῦσιν παιδείας ἕνεκα καὶ ἀρετῆς πρὸς τοὺς ἀρχομένους πρέποι ἄν που τούς τε ἐπικούρους καὶ σύμπαντας τοὺς ἄλλους πλείστην καὶ μεγίστην τιμὴν ἀπονέμειν· σωτῆρες γὰρ ὄντως ἐκεῖνοι καὶ εὐεργέται τῆς ὅλης προεστᾶσι πολιτείας, καὶ οὐδὲν ἀνόσιον οὐδὲ ἄδικον ἄν τις ἀπʼ ἐκείνων κατὰ νοῦν καὶ δίκην ἀρχόντων εἰς τοὺς ἀρχομένους ἥξειν προσδοκήσειεν. ὁ δὲ δὴ ποιητὴς οὔτε κατʼ ἀρετὴν διαφέροντα τὸν Ἀγαμέμνονα τῶν ὑπηκόων πάντων εἶναι συγχωρήσας οὔτε ἐν τοῖς εὖ ποιοῦσι τοὺς ἄλλους, ἀλλʼ ἐν τοῖς εὖ πάσχουσι τετάχθαι, καὶ διαφερόντως ὑπὸ τῆς στρατηγικῆς Ἀχιλλέως ἐπιστήμης, εἰκότως δήπου καὶ πληττόμενον αὐτὸν ὑπὸ τῶν κρειττόνων καὶ μείζονα τὴν εἰς τὸ κοινὸν φιλίαν παρεχομένων, ἐν οἷς πλημμελεῖ καὶ τοῖς ἑαυτοῦ καταχαρίζεται πάθεσιν, εἰσάγει, καὶ μετὰ παρρησίας τοὺς ἀρίστους αὐτῷ τῶν Ἑλλήνων διαλεγομένους παραδίδωσιν, οὐδὲν ὑπολογιζομένους τὸ πλῆθος τῶν ἑπομένων στρατιωτῶν οὐδὲ τὴν ναυτικὴν δύναμιν. ἡ γὰρ ἀρετὴ πανταχοῦ τίμιον, ἀλλʼ οὐ τὰ ὄργανα τῆς ἀρετῆς. οὐκ ἄρα περὶ τοὺς ἄρχοντας καὶ σωτῆρας τῶν ὅλων ἐξαμαρτάνειν φήσομεν τὸν τὰ τοιαῦτα ὀνείδη προφέροντα τοῖς πλήθεσιν μὲν τῶν ὑπηκόων διαφέρουσιν, ἀρετῇ δὲ πάμπολυ λειπομένοις. ἐπεὶ καὶ αὐτὸς μικρὸν ὕστερον ὁ τῶν πολλῶν τούτων καὶ δυσαριθμήτων στρατιωτῶν βασιλεὺς ὁμολογεῖ τὴν διαφορὰν τῆς ἀρετῆς καὶ ἀποδύρεται τὴν ἑαυτοῦ δυστυχίαν·

  
ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι,  
καὶ

  
ἀντί νυ πολλῶν  
  
λαῶν ἐστὶν ἀνήρ, ὅντε Ζεὺς κηρὶ φιλήσῃ,  
  
ὡς νῦν τοῦτον ἔτισε.  
Πρὸς δὲ αὖ τὴν κατὰ τῶν Ὀδυσσέως λόγων ἐπιτίμησιν λεγέσθω μὲν καί, ὅτι τὰ τοιαῦτα συμβολικώτερον ἀφερμηνεύειν δέδοκται τοῖς τὴν καλουμένην πλάνην ἐπʼ ἄλλας ὑπονοίας μεθιστᾶσι καὶ τοὺς Φαίακας καὶ τὴν παρʼ αὐτοῖς εὐδαιμονίαν ἀνωτέρω τῆς θνητῆς φύσεως τάττειν ἀξιοῦσιν. καὶ γὰρ ἡ δαὶς παρʼ ἐκείνοις καὶ ἡ θοίνη καὶ ἡ ἐναρμόνιος ᾠδὴ τρόπον ἕτερον ῥηθήσεται καὶ οὐ τὸν τοῖς πολλοῖς συνεγνωσμένον. λεγέσθω δὲ αὖ, ὅτι καὶ τοῖς τὸ φαινόμενον τῆς ποιήσεως μεταθέουσιν ἔξεστιν ἀπαντᾶν πρὸς τοὺς τοιούτους λόγους καὶ δεικνύναι πρῶτον μέν, ὅτι καὶ αὐτὸς ὁ τῶν Ἑλλήνων σοφώτατος οὐχ ἡδονὴν ἀξιοῖ κρατεῖν ἐν ταῖς ὀρθαῖς πολιτείαις, ἀλλʼ εὐφροσύνην· ὅπῃ δὲ ταῦτα διέστηκεν ἀλλήλων, παρʼ αὐτοῦ Πλάτωνος μεμαθήκαμεν. ἔπειθʼ ὅτι διὰ μουσικῆς ἅπασαν συναρμόζεσθαι τὴν πόλιν καὶ πρὸς ἑαυτὴν ὁμόφρονα γίνεσθαι κατήκοον οὖσαν τῶν πρὸς ἀρετὴν ἀγόντων μελῶν δοκιμάζει. τὸ γὰρ ἐπιστῆσαι τῷ πλήθει μὴ τὸν τυχόντα τὴν μουσικήν, ἀλλὰ τὸν θείας μέτοχον κατʼ αὐτὴν ἐπιπνοίας, ἄνωθεν ἀπὸ τῶν τῆς μιᾶς ταύτης ἐφόρων ἐπὶ πᾶσαν διατείνει τὴν πολιτείαν παιδείαν τε καὶ ἀρετὴν ἀληθινήν. τρίτον δὲ ὅτι τοῖς τῆς τοιαύτης μετειληφόσιν ἁρμονίας καὶ τὴν ἀφθονίαν τῶν ἀναγκαίων προστίθησιν, ὧν δεῖται τὸ πλῆθος τὸ πολὺ ἐν ταῖς πόλεσιν. οὐ γὰρ τὸ ἐμπιπλαμένους τῶν τοιούτων ζῆν, ἀλλὰ τὸ μηδενὸς προσδεῖν τῶν τὸν θνητὸν βίον συμπληρούντων διαφερόντως ἐνεκωμίασεν. πρέποντα ἄρα τοῖς ἡμετέροις δόγμασιν καὶ ταῖς ἀδιαστρόφοις προλήψεσιν περὶ τῆς δημοτικῆς εὐδαιμονίας καὶ ὁ τῶν Ἑλλήνων σοφώτατος φαίνεται λέγων. εἰ δέ τις τὴν μὲν εὐφροσύνην ἀφέλοι καὶ τὴν διὰ τῆς ἐνθέου μουσικῆς παιδείαν, τραπέζας δὲ καὶ ἀπολαύσεις ἀμέτρους καὶ ἀμούσους καὶ πρὸς ἡδονὴν βλεπούσας αὐτὸν ἀποδέχεσθαι νομίζοι, πόρρω που τὰ τοιαῦτα ὁ Σωκράτης εἰκότως εἶναί φησι τῆς ἑαυτοῦ πολιτείας· οὐ γὰρ θέμις ἐν εὐδαιμόνων πόλει τὴν ἀπέραντον κρατεῖν ἡδονὴν καὶ τὸν τοῖς γαστριμάργοις προσήκοντα βίον.

Τί αἰνίττεται ἡ τοῦ Διὸς πρὸς τὴν Ἥραν συνουσία, καὶ τίς ὁ τῆς Ἥρας κόσμος, καὶ τίς ὁ τόπος ἐν ᾧ ἡ συνουσία, καὶ τίς ὁ ἔρως τοῦ Διός, καὶ τίς ὁ θεῖος ὕπνος, καὶ ἁπλῶς πάσης ἐκείνης τῆς μυθολογίας ἐξήγησις.

`1.133`

Πρὸς μὲν οὖν τὰς τοιαύτας τοῦ Σωκράτους ἐπιστάσεις οὐ χαλεπὸν ἀπαντᾶν. ἐκδέχεται δὲ ἡμᾶς ἀπορία μείζων ἔτι καὶ χαλεπωτέρα καὶ περὶ μεγίστων οὖσα, τῶν τοῦ Διὸς πρὸς τὴν Ἥραν συνουσιῶν. καὶ γὰρ ταύτην ὁ Σωκράτης ἀνεκίνησεν ὡς οὐδαμῇ προσήκουσαν ἀκροᾶσθαι νέοις. καὶ πῶς γὰρ οὐ παντελῶς ἂν δόξειεν ἀθέμιτον εἶναι τοιαῦτα περὶ τοῦ μεγίστου τῶν θεῶν ὑπονοεῖν, ὅτι διὰ τὸν πρὸς τὴν Ἥραν ἔρωτα τῶν μὲν δεδογμένων ἐπελάθετο πάντων, αὐτοῦ δὲ χαμαὶ συγγενέσθαι τῇ θεῷ, μηδὲ εἰς τὸ δωμάτιον ἐλθεῖν ἀνασχόμενος ἔσπευσεν, καὶ τὰ τῶν ἀνθρωπίνων ἐραστῶν ὑπέμεινεν φράξασθαι. καὶ γὰρ ἐκείνων ἕκαστος πρῶτον μὲν ἁπάντων ὁμοῦ προτίθησι πραγμάτων τὴν πρὸς τὸ ἐρώμενον συναφήν, ἔπειτα καὶ μείζω πεπονθέναι φησὶν ὧν πέπονθεν ἐν τῷ πρόσθεν χρόνῳ. τοιαῦτα γὰρ καὶ ὁ Ζεὺς πεποίηται λέγων·

  
οὐ γὰρ πώποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς  

  
θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν  
καὶ ὅτι καὶ αὐτῆς ἐρᾷ μειζόνως ἢ ὅτε τὴν πρώτην ἐμισγέσθην φιλότητι

  
εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας  
ὁ μὲν οὖν ἡμέτερος καθηγεμὼν προηγουμένην καταβαλλόμενος πραγματείαν εἰς τοῦτον ἅπαντα τὸν μῦθον ἐνθεαστικώτατα τὴν ἀπόρρητον αὐτοῦ θεωρίαν ἐξέφηνεν. ἡμεῖς δὲ ὅσον πρὸς τὴν παροῦσαν πρόθεσίν ἐστι τῶν ἐκεῖ γεγραμμένων σύμφωνον παραλαβόντες λέγωμεν ὡς δυνατὸν συντόμως, τίς μὲν ἡ τῆς Ἥρας πρὸς τὸν Δία συνουσία, τίς δὲ ἡ συναγωγὸς ἀμφοτέρων αἰτία, πῶς δὲ ὁ Ζεὺς καὶ ἐγρηγορέναι λέγεται καὶ καθεύδειν παρὰ μέρος, τίς δὲ ὁ τρόπος τῆς ἀπάτης, καθʼ ἣν αὐτὸν ἡ μεγίστη θεὸς ἀπατᾶν μεμυθολόγηται, καὶ ὁ ἔρως οὗτος, ὃν διαφερόντως ἐρᾶν λέγει τῆς Ἥρας κατὰ ταύτην τὴν συμπλοκήν, τίνα ἔλαχεν δύναμιν· πάντα ταῦτα τῆς πρεπούσης ἀναπτύξεως τυχόντα μόνως ἂν ἡμῖν ἐπιδείξειεν τὸν Ὅμηρον ἁπάσης βλασφημίας ἐν τοῖς προκειμένοις ἔπεσιν καθαρεύοντα.

`1.134–1.136`

Πάντων τοίνυν τῶν θείων διακόσμων προϊόντων ἔκ τε τῆς μιᾶς τῶν ὅλων ἀρχῆς, ἣν ἓν καὶ τἀγαθὸν ὁ Πλάτων εἴωθεν ἀποκαλεῖν, καὶ ἐκ τῶν μετὰ ταύτην προσεχῶς ἀναφανέντων δυοειδῶν αἰτίων, ἃ δὴ πέρας καὶ ἄπειρον ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης προσείρηκεν, ἄλλος δὲ ἄλλοις τῶν σοφῶν ὀνόμασιν ἀπεσέμνυνεν, καὶ μεριζομένων μὲν ἀπʼ ἀλλήλων καὶ διακρινομένων κατὰ τὴν πρέπουσαν θεοῖς διάκρισιν ἐκ τῶν δευτέρων ἀρχῶν, ᾗπερ δὴ καὶ εἰώθασιν τὰ μὲν ἄρρενα τοῖς θήλεσιν, τὰ δὲ ἄρτια τοῖς περιττοῖς, τὰ δὲ πατρικὰ τοῖς μητρικοῖς ἀντιδιαιρεῖν οἱ τῆς περὶ θεῶν ἀληθείας ἐξηγηταί, πάλιν δὲ αὖ σπευδόντων εἰς ἕνωσιν καὶ ὁμοφυῆ κοινωνίαν διὰ τὴν πρωτίστην αἰτίαν πᾶσιν τοῖς οὖσιν ἐξηγουμένην τῶν ἡνωμένων ἀγαθῶν, ἐντεῦθεν οἶμαί ποθεν οἱ μυθοπλάσται λαβόντες ἀφορμὴν τῆς συμβολικῆς θεωρίας τόν τε γάμον ἐπὶ τοὺς θεοὺς ἀνήγαγον καὶ τὰς συνουσίας καὶ τοὺς ἐκ τούτων τόκους καὶ αὖ τὰς τῶν ἐγγόνων συμπλοκὰς καὶ συζεύξεις, ἕως ἅπαν τὸ θεῖον πλάτος ταῖς τοιαύταις προόδοις καὶ ταῖς κοινωνίαις διαποικιλλόμενον ἄνωθεν ἄχρι τῶν ἐγκοσμίων τελέως ἐθεάσαντο. καθάπερ οὖν ἐν τοῖς πρὸ τῆς δημιουργίας θεοῖς ἀνύμνησαν Κρόνου καὶ Ῥέας καὶ Οὐρανοῦ καὶ Γῆς συνόδους καὶ συναπογεννήσεις, κατὰ τὰ αὐτὰ δὴ καὶ ἐν τοῖς δημιουργοῖς τοῦ παντὸς τὴν πρωτίστην σύζευξιν Διὸς καὶ Ἥρας παραδεδώκασιν τοῦ μὲν Διὸς τὴν πατρικὴν ἀξίαν λαχόντος, τῆς δὲ Ἥρας μητρὸς οὔσης τῶν πάντων ὧν ὁ Ζεὺς πατήρ, καὶ τοῦ μὲν ἐν μονάδος τάξει τὰ ὅλα παράγοντος, τῆς δὲ κατὰ τὴν γόνιμον δυάδα τῷ Διὶ τὰ δεύτερα συνυφιστάσης, καὶ τοῦ μὲν πρὸς τὸ πέρας τὸ νοητόν, τῆς δὲ πρὸς τὴν ἀπειρίαν ἀφομοιουμένων· καθʼ ἑκάστην γὰρ τάξιν θεῶν εἶναι προσήκει τὰς ἀνάλογον ἐκείνοις ὑφισταμένας πρωτουργοὺς αἰτίας. πρὸς δὴ τὴν ἕνωσιν τῶν μεγίστων τούτων θεῶν ἀμφότερα δεῖ προϋπάρχειν, τοῦ μὲν μοναδικοῦ καὶ δημιουργικοῦ θεοῦ τὴν ἑνιαίαν ὑπεροχήν, τῆς δὲ γεννητικῆς καὶ δυαδικῆς αἰτίας τὴν πρὸς ἐκεῖνον τελέαν ἐπιστροφήν. ἡ γὰρ ὁμοφυὴς τῶν κρειττόνων κοινωνία τοῦτον ἀποτελεῖται τὸν τρόπον, τῶν μὲν ὑπερτέρων ἐν ἑαυτοῖς ἱδρυμένων καὶ τοῖς ἑαυτῶν θειοτέροις, τῶν δὲ καταδεεστέρων ἐνδιδόντων ἑαυτὰ ταῖς ἐκείνων δυνάμεσιν. καὶ διὰ ταύτας οἶμαι τὰς αἰτίας ἡ μὲν Ἥρα πρὸς τὴν τοῦ Διὸς ἐπειγομένη συνουσίαν τελειοῖ τὴν ἑαυτῆς ὅλην οὐσίαν καὶ προπαρασκευάζει ταῖς παντοίαις δυνάμεσιν, ταῖς ἀχράντοις, ταῖς γεννητικαῖς, ταῖς νοεραῖς, ταῖς ἑνοποιοῖς, ὁ δὲ Ζεὺς ἀνεγείρει τὸν ἐν ἑαυτῷ θεῖον ἔρωτα, καθʼ ὃν καὶ τὰ προσεχῶς αὐτοῦ μετέχοντα πληροῖ τῶν ἀγαθῶν καὶ προτείνει τὴν συναγωγὸν εἰς ἓν τοῦ πλήθους αἰτίαν καὶ τὴν ἐπιστρεπτικὴν τῶν δευτέρων πρὸς ἑαυτὸν ἐνέργειαν. μία δὲ ἕνωσις ἀμφοτέρων καὶ ἀδιάλυτος συμπλοκὴ τῶν θεῶν τούτων ἀποτελεῖται, χωριστὴ τοῦ παντὸς καὶ τῶν ἐγκοσμίων ὑποδοχῶν ἐξῃρημένη. καὶ γὰρ ὁ Ζεὺς ἐπὶ ταύτην ἀνάγει τὴν κοινωνίαν, τῆς Ἥρας αὐτῷ προτεινούσης τὴν καταδεεστέραν καὶ ἐγκόσμιον, ἀεὶ μὲν καθʼ ἑκατέραν τῶν θεῶν ἡνωμένων, τοῦ δὲ μύθου μερίζοντος καὶ τὰ ἀϊδίως ἀλλήλοις συνυφεστηκότα χωρίζοντος, καὶ τὴν μὲν χωριστὴν τοῦ παντὸς μῖξιν εἰς τὴν τοῦ Διὸς βούλησιν ἀναπέμποντος, τὴν δὲ εἰς τὸν κόσμον προϊοῦσαν αὐτῶν κοινὴν συνεργίαν ἐπὶ τὴν τῆς Ἥρας πρόνοιαν. τὸ δὲ αἴτιον, ὅτι πανταχοῦ τὸ μὲν πατρικὸν τῶν ἐξῃρημένων ἀγαθῶν καὶ ἑνικωτέρων προκατάρχει, τὸ δὲ μητρικὸν τῶν προσεχῶν τοῖς μετέχουσιν καὶ πληθυομένων κατὰ τὰς παντοίας προόδους. εἰκότως ἄρα καὶ ὁ ὕπνος καὶ ἡ ἐγρήγορσις μεμερισμένως ἐν τοῖς συμβόλοις ὑπὸ τῶν μύθων παραλαμβάνονται, τῆς μὲν ἐγρηγόρσεως τὴν εἰς τὸν κόσμον πρόνοιαν τῶν θεῶν δηλούσης, τοῦ δὲ ὕπνου τὴν χωριστὴν ἁπάντων τῶν καταδεεστέρων ζωήν, καίτοι τῶν θεῶν ὁμοῦ καὶ προνοούντων τοῦ παντὸς καὶ ἐν ἑαυτοῖς ἱδρυμένων. ἀλλʼ ὥσπερ ὁ Τίμαιος τότε μὲν ἐνεργοῦντα παραδίδωσι τὸν τῶν ὅλων δημιουργὸν καὶ ὑφιστάντα τὴν γῆν, τὸν οὐρανόν, τὰς πλανωμένας, τὴν ἀπλανῆ, τοὺς κύκλους τῆς ψυχῆς, τὸν νοῦν τὸν κοσμικόν, τότε δὲ ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει μένοντα καὶ ἀφʼ ὅλων ἐξῃρημένον τῶν εἰς τὸ πᾶν ἐνεργούντων, οὕτω δὴ πολὺ πρότερον οἱ μῦθοι ποτὲ μὲν ἐγρηγορότα τὸν πατέρα τῶν ἐγκοσμίων πάντων, ποτὲ δὲ καθεύδοντα πρὸς ἔνδειξιν τῆς διττῆς ζωῆς παραλαμβάνουσιν. νῷ γὰρ κατέχει τὰ νοητά, φησίν τις θεῶν, αἴσθησιν δὲ ἐπάγει κόσμοις. οὐκοῦν κατὰ ταύτην μὲν τὴν ἐνέργειαν ἐγρηγορέναι τις ἂν αὐτὸν εἴποι — καὶ γὰρ ἡ παρʼ ἡμῖν ἐγρήγορσις ἐνέργεια τῆς αἰσθήσεώς ἐστιν —, κατʼ ἐκείνην δὲ καθεύδειν ὡς κεχωρισμένην τῶν αἰσθητῶν καὶ κατὰ νοῦν τέλειον ἀφωρισμένην ζωὴν προστησάμενον· καὶ βουλεύεσθαι μὲν περὶ τῶν ἀνθρωπίνων ἐγρηγορότα — κατʼ αὐτὴν γὰρ τὴν ζωὴν προνοεῖ τῶν ἐν τῷ κόσμῳ πραγμάτων —, καθεύδοντα δὲ καὶ μετὰ τῆς Ἥρας εἰς τὴν χωριστὴν ἕνωσιν ἀναγόμενον οὐκ ἐπιλελῆσθαι τῆς ἑτέρας, ἀλλʼ ἔχοντα κἀκείνην ἐνεργὸν μετʼ ἐκείνης καὶ ταύτην ἔχειν. οὐ γὰρ ὡς ἡ φύσις τὰ δεύτερα ποιεῖ νοήσεως χωρὶς οὐδʼ αὖ διὰ τὴν νόησιν ἐλαττοῖ τὴν εἰς τὰ καταδεέστερα πρόνοιαν, ἀλλʼ ὁμοῦ καὶ κατὰ δίκην ἄγει τὰ προνοούμενα καὶ εἰς τὴν νοητὴν ἄνεισι περιωπήν.

`1.137–1.139`

Δηλοῖ δὲ ἄρα τὴν τοιαύτην ὁ μῦθος ἐξῃρημένην ὑπεροχὴν ἐν τῇ Ἴδῃ λέγων αὐτῷ τὴν πρὸς τὴν Ἥραν γενέσθαι συνουσίαν· ἐκεῖ γὰρ καὶ τὴν Ἥραν ἐλθοῦσαν ἑαυτὴν ἐπιδοῦναι τῷ μεγίστῳ Διί. τί οὖν ἄλλο τὴν Ἴδην αἰνίσσεσθαι φήσομεν ἢ τὸν τῶν ἰδεῶν τόπον καὶ τὴν νοητὴν φύσιν, εἰς ἣν ἄνεισιν ὁ Ζεὺς καὶ ἀνάγει τὴν Ἥραν διʼ ἔρωτος οὐκ ἐπιστρέφων εἰς τὸ μετέχον, ἀλλὰ διʼ ὑπερβολὴν ἀγαθότητος καὶ ταύτῃ δευτέραν ἕνωσιν πρός τε ἑαυτὸν καὶ τὸ νοητὸν χαριζόμενος. τοιοῦτοι γὰρ οἱ τῶν κρειττόνων ἔρωτες, ἐπιστρεπτικοὶ τῶν καταδεεστέρων εἰς τὰ πρῶτα καὶ ἀποπληρωτικοὶ τῶν ἐν αὑτοῖς ἀγαθῶν καὶ τελεσιουργοὶ τῶν ὑφειμένων. οὐκ ἄρα τὴν ἀξίαν ἐλαττοῖ τοῦ μεγίστου Διὸς ὁ μῦθος, αὐτοῦ που χαμαὶ συγγινόμενον τῇ Ἥρᾳ παραδιδούς, οὐκ ἀνασχόμενον εἰς τὸ δωμάτιον ἐλθεῖν· ἀντὶ γὰρ τῆς ἐγκοσμίου συμπλοκῆς τὴν ὑπερκόσμιον αὐτὸν ᾑρῆσθαί φησιν. ὁ γοῦν Ἡφαιστότευκτος θάλαμος τὴν τοῦ παντὸς ἐνδείκνυται διακόσμησιν καὶ τὸν αἰσθητὸν τόπον· ἐπεὶ καὶ ὁ Ἥφαιστος δημιουργός ἐστιν τοῦδε τοῦ παντός, ὡς εἴρηται καὶ πρότερον. Εἰ δὲ βούλει καὶ τὴν τῆς Ἥρας ἐννοῆσαι παρασκευήν, καθʼ ἣν συνῆψεν ἑαυτὴν τῷ μεγίστῳ τῶν θεῶν καὶ προεκαλέσατο τὴν πατρικὴν τοῦ Διὸς πρόνοιαν εἰς τὴν κοινωνίαν τῶν γονίμων ἑαυτῆς δυνάμεων, μειζόνως οἶμαι θεάσῃ τὴν ὑπερβολὴν τῆς ὑμνουμένης ἐν τῷ μύθῳ τούτῳ χωριστῆς ἑνώσεως τῶν θεῶν. ἐξομοιοῖ γὰρ ἑαυτὴν παντοδαπῶς τῇ μητρὶ τῶν θεῶν, ἀφʼ ἧς καὶ αὐτὴ προελήλυθεν, καὶ ταῖς μερικωτέραις κοσμεῖται δυνάμεσιν τῶν ὁλικῶς ἐν ἐκείνῃ προϋπαρχουσῶν, καὶ μόνον οὐχὶ Ῥέαν αὑτὴν ὑφειμένην ἀποτελέσασα τῷ δημιουργῷ πρόσεισιν τοῦ παντὸς ἐπὶ τὸ σφέτερον ἀνηγμένῳ νοητόν. καὶ γὰρ δεῖ τὴν τῷ μιμουμένῳ τὸν πατέρα διὰ τῆς χωριστῆς τῶν ἐγκοσμίων ζωῆς συνάπτεσθαι μέλλουσαν καὶ αὐτὴν πρὸς τὴν μητέρα τῶν θείων πάντων διακόσμων ἀφομοιῶσαι τὴν ἑαυτῆς τελειότητα, καὶ οὕτω δὴ συμφυῆ τὴν πρὸς αὐτὸν ἐνστήσασθαι κοινωνίαν. αἱ μὲν οὖν χαῖται τῆς θεοῦ καὶ οἱ πλόκαμοι διασπειρόμενοί τε πανταχῇ καὶ πάλιν ὑπʼ αὐτῆς ἑνιζόμενοι πάντως οὐκ ἄδηλον, ὅτι ταῖς χαίταις εἰσὶν ἀνάλογον τῆς μητρός·

  
χαῖται μὲν γὰρ ἐς ὀξὺ πεφρικότι φωτὶ βλέπονται,  
φησίν τις θεῶν· καὶ γὰρ τοὺς Ἡραίους πλοκάμους φαεινοὺς ὁ ποιητὴς ἀπεκάλεσεν. ἡ δὲ ζώνη τοῖς προεληλυθόσιν μὲν ἀπʼ αὐτῆς, οὐκ ἀποτετμημένοις δὲ θυσάνοις κατακεκοσμημένη πρὸς τὸν ἐκεῖ ζωστῆρα τὸν ὅλον καὶ παντελῆ τὴν ἀφομοίωσιν ἔλαχεν. καὶ ἔστι ζῳογόνος τις καὶ αὕτη καὶ γεννητικὴ παντὸς τοῦ πλήθους τῶν ψυχῶν, ἃς τῶν ἐξηρτημένων θυσάνων ὁ ἀριθμὸς ἐνδείκνυται συμβολικῶς. τὰ δὲ ἕρματα καὶ τὰ ὑποδήματα τάς τε πρωτίστας καὶ τὰς ἐσχάτας ἀπεικονίζεται τῶν ἐκεῖθεν ἀπορρεουσῶν μερικῶν δυνάμεων, ὧν αἳ μὲν περὶ τὰς ἄκρας ὑφίστανται τῆς θεοῦ δυνάμεις κἀκείνων ἐξέχονται, αἳ δὲ τὰς περιπεζίους αὐτῆς ὑποδέχονται προόδους. ἡ δὲ ἀμβροσία καὶ τὸ ἔλαιον τῶν ἀχράντων ἐστὶν τῆς θεοῦ δυνάμεων συνθήματα· καὶ γὰρ αἱ ἀμείλικτοι τάξεις περὶ αὐτὴν ὑφεστήκασιν. ὅπερ οὖν ἐκεῖ τὸ ἀδάμαστόν ἐστιν τῶν θεῶν καὶ τῆς καθαρότητος αἴτιον γένος, τοῦτο ἐνταῦθα διὰ τούτων σημαίνεται τῶν συμβόλων. καὶ γὰρ ἡ ἀμβροσία τὴν πάσης ἀκαθαρσίας καὶ παντὸς μολυσμοῦ δύναμιν ὑπεραίρουσαν παρίστησιν, καὶ τὸ ἔλαιον ῥώμης ὂν ποιητικὸν καὶ γυμναστικῇ προσῆκον οἰκείως ἔχει τῇ Κουρητικῇ θεότητι. καὶ γὰρ οἱ πρώτιστοι Κούρητες τά τε ἄλλα τῇ τάξει τῆς Ἀθηνᾶς ἀνεῖνται καὶ περιεστέφθαι λέγονται τῷ θαλλῷ τῆς ἐλάας, ὥς φησιν Ὀρφεύς. Τοιούτοις δὴ οὖν συμβόλοις ἡ θεὸς αὕτη τελειωθεῖσα καὶ οἷον Ῥέα γενομένη μερικὴ πρόσεισιν τῷ δημιουργῷ τοῦ παντὸς κατὰ ταύτην συναφθησομένη τὴν ζωήν, καθʼ ἣν διαφερόντως μιμεῖται τὸν Κρόνον, οὐκ εἰς τὸ πᾶν προϊών, ἀλλὰ χωριστὸς ὢν ἀπὸ τῶν ἐγκοσμίων, οὐδὲ περὶ τῶν τῇδε βουλευόμενος κατὰ τὴν ἄγρυπνον πρόνοιαν τῶν ὅλων, ἀλλʼ ἐξῃρημένος τῶν αἰσθητῶν κατὰ τὸν θεῖον ὕπνον, καὶ ταύτῃ τὸν πατέρα ζηλῶν· καὶ γὰρ ἐκεῖνος καθεύδων πρώτιστος παραδέδοται τῶν θεῶν·

  
ἔνθα Κρόνος μὲν ἔπειτα φαγὼν δολόεσσαν ἐδωδὴν  
  
κεῖτο μέγα ῥέγχων.  
εἰκότως δὴ οὖν καὶ ἡ τῆς Ἥρας παρασκευὴ πρὸς τὴν ὅλην Ῥέαν ἀποβλέπει, τοῦ Διὸς κατὰ τὸν Κρόνον ἱσταμένου καὶ διὰ τὴν πρὸς ἐκεῖνον ὁμοιότητα τὴν ἐν τῇ Ἴδῃ συνουσίαν προτιμῶντος τῆς εἰς τὸν κόσμον προϊούσης. ἐπεὶ καὶ ὁ κεστὸς καὶ ἡ τῆς Ἀφροδίτης σύλληψις ἐπὶ πλέον αὐτὴν ἐξομοιοῖ πρὸς τὴν Ῥέαν. ἦν γὰρ καὶ ἐκεῖ τῆς θεοῦ ταύτης προϋφεστῶσα μονάς, ἄνωθεν ἀπὸ τῆς συνεκτικῆς τοῦ Οὐρανοῦ θεότητος διὰ μέσου Κρόνου προελθοῦσα καὶ καταλάμψασα πᾶσαν τὴν νοερὰν ζωὴν τῷ φωτὶ τοῦ κάλλους. ἀλλʼ ἡ μὲν Ἀφροδίτη τὸν κεστὸν ἐν τῷ στήθει λέγεται φέρειν, ὡς ἂν προβεβλημένας αὐτοῦ τὰς δυνάμεις ἔχουσα· ἡ δὲ Ἥρα κρύπτει πως αὐτὸν ὑπὸ τοῖς κόλποις, ὡς ἂν ἄλλην μὲν ἰδιότητα λαχοῦσα τῆς ὑπάρξεως, ἔχουσα δὲ καὶ τὸν κεστόν, καθʼ ὅσον καὶ αὐτὴ πεπλήρωται τῆς ὅλης Ἀφροδίτης. οὐ γὰρ ἔξωθέν ποθεν ἐπάγεται τὴν συνάπτουσαν αὐτὴν πρὸς τὸν δημιουργὸν δύναμιν, ἀλλʼ ἐν ἑαυτῇ καὶ ταύτην συνείληφεν. δηλοῦσι δὲ αἱ κοιναὶ προλήψεις τὴν τῶν θεαινῶν τούτων κοινωνίαν, ζυγίαν τε καὶ γάμων προστάτιν τιμῶσαι τὴν Ἥραν, ὡς ἂν ἀφʼ ἑαυτῆς ἀρξαμένην τῶν τοιούτων ἐνεργειῶν. ἑαυτὴν γὰρ συζεύγνυσιν τῷ δημιουργῷ κατὰ τὸν ἐν ἑαυτῇ κεστόν, καὶ διὰ τοῦτο καὶ τοῖς ἄλλοις ἅπασιν αὕτη παρέχεται τὴν ἔνθεσμον πρὸς ἄλληλα κοινωνίαν.

`1.140`

Ἀλλὰ πῶς λέγονται πρῶτον μὲν εἰς εὐνὴν φοιτῆσαι τὴν ἀρχὴν φίλους λήθοντε τοκῆας, ἔπειτα μειζόνως ἀλλήλοις συνάπτεσθαι νῦν διʼ ἔρωτος ὑπερβολήν, ὃν ὁ Ζεὺς ἠράσθη τῆς Ἥρας; ἢ διτταὶ καὶ τῶν ἄλλων ἀγαθῶν εἰσιν αἱ ἰδιότητες καὶ τῆς ἑνώσεως ἣ μὲν συμφυὴς τοῖς ἑνιζομένοις, ἣ δὲ ἄνωθεν αὐτοῖς ἀπὸ τῶν τελειοτέρων αἰτίων ἐφήκουσα. καὶ κατὰ μὲν τὴν ἑτέραν λανθάνειν λέγονται τοὺς ἑαυτῶν γεννήτορας, ὡς ἂν ἰδίαν ταύτην λαχοῦσαι τὴν ἕνωσιν, κατὰ δὲ τὴν λοιπὴν ἐπʼ αὐτὰ ἀνάγεσθαι τὰ σφέτερα αἴτια· διὸ καὶ μείζονα ταύτην εἶναι καὶ τελεωτέραν ἐκείνης. ἀμφοτέρων δὲ ὁμοῦ καὶ διαιωνίως οὐσῶν παρὰ τοῖς θεοῖς οἱ μῦθοι μερίζουσιν, ὡς τὸν ὕπνον καὶ τὴν ἐγρήγορσιν, ὡς τὴν πρόοδον καὶ τὴν ἐπιστροφήν, ὡς τὴν μετάδοσιν τῶν οἰκείων ἀγαθῶν εἰς τὰ δεύτερα καὶ τὴν μέθεξιν τῶν πρωτουργῶν αἰτίων· καὶ γὰρ ταῦτα συνυπάρχοντα ἀλλήλοις οἱ μυθοπλάσται τὴν ἀλήθειαν ἐπικρυπτόμενοι χωρίζουσιν. Πάντα ἄρα κατὰ τὸν θεολογικὸν τρόπον Ὁμήρῳ τὰ περὶ τῆς συνουσίας λέγεται τοῦ τε μεγίστου Διὸς καὶ τῆς Ἥρας. μαρτυρεῖ δὲ ἄρα τούτοις καὶ ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης, οὐκ ἀλλαχόθεν αὐτὴν ἐτυμολογῶν ἢ ἀπὸ τοῦ ἔρωτος, ὡς τῷ Διί, φησίν, οὖσαν ἐραστήν. οὐκ ἄρα κατὰ τὴν ἀπόρρητον θεωρίαν ἐγκαλέσομεν Ὁμήρῳ τοιαῦτα γεγραφότι περὶ τῶν μεγίστων τούτων θεῶν. εἰ δὲ μὴ προσήκοντα νέοις ἐστὶ κατὰ τὸ φαινόμενον ἀκούειν, ἀλλʼ ἡμῖν, φαῖεν ἂν οἱ ποιηταὶ τῶν τοιούτων, οὐ πρὸς νέους ὁ λόγος οὐδὲ παιδευτικῶς τὰ τοιαῦτα γράφομεν, ἀλλὰ μαινομένῳ στόματι· καὶ ταῦτα ἡμᾶς ἡ τῶν Μουσῶν ἐργάζεται μανία, ἧς τὸν στερόμενον τῶν ἐπὶ ποιητικὰς θύρας ἀφικομένων ἀτελῆ καὶ αὐτὸν καὶ τὴν ποίησιν αὐτοῦ προσειρήκασιν. Ἀλλὰ περὶ μὲν τούτων ἱκανὰ τὰ εἰρημένα· περὶ δὲ τῶν Ἄρεως καὶ Ἀφροδίτης συνουσιῶν καὶ τῶν Ἡφαίστου δεσμῶν ἐφεξῆς διέλθωμεν. οὐδὲ γὰρ ταῦτα προσίεσθαί φησιν ὁ Σωκράτης οὐδὲ τοὺς τοιούτους μύθους παραδώσειν τοῖς νέοις. τί οὖν καὶ διὰ τούτων ἡ ποίησις αἰνίσσεται, λέγωμεν συντόμως.

`1.141–1.143`

Τί αἰνίττεται ἡ μυθολογία περὶ Ἀφροδίτης καὶ Ἄρεως καὶ τῶν Ἡφαίστου δεσμῶν, οἷς λέγει συνδεῖν ἀμφοτέρους τὸν Ἥφαιστον.

Ἄμφω μὲν οὖν οἵδε οἱ θεοὶ περὶ πάντα τὸν κόσμον ἐνεργοῦσιν, ὅ τε Ἥφαιστος λέγω καὶ ὁ Ἄρης, ὃ μὲν διακρίνων τὰς ἐναντιώσεις τοῦ παντὸς καὶ ἀνεγείρων ἀεὶ καὶ σώζων ἀτρέπτως, ἵνα τέλειος ὁ κόσμος ᾖ πᾶσιν τοῖς εἴδεσιν συμπεπληρωμένος, ὃ δὲ τὴν ὅλην αἰσθητὴν διακόσμησιν τεχνικὴν ἀπεργαζόμενος καὶ λόγων φυσικῶν καὶ δυνάμεων ἀποπληρῶν, καὶ περὶ μὲν τὸν οὐρανὸν εἴκοσι τρίποδας ὑφιστάς, ἵνα τῷ τελεωτάτῳ τῶν πολυέδρων αὐτὸν κατακοσμῇ σχημάτων, τὰ δὲ ὑπὸ σελήνην ποικίλα καὶ πολύμορφα διαπλάττων εἴδη·

  
πόρπας τε γναπτάς θʼ ἕλικας κάλυκας τε καὶ  
  
ὅρμους  
κατὰ τὴν ἔντεχνον ποίησιν δημιουργῶν. καὶ δὴ καὶ Ἀφροδίτης ἄμφω δέονται κατὰ τὰς ἑαυτῶν ἐνεργείας, ὃ μὲν ἵνα τοῖς ἐναντίοις ἁρμονίαν ἐμποιήσῃ καὶ τάξιν, ὃ δὲ ἵνα τοῖς αἰσθητοῖς δημιουργήμασιν κάλλος ἐναπεργάσηται καὶ ἀγλαΐαν, ὅση καὶ τόνδε τὸν κόσμον κάλλιστον ἀποτελέσαι τῶν ὁρωμένων ἠδύνατο. πανταχοῦ δὲ τῆς Ἀφροδίτης οὔσης ὁ μὲν Ἥφαιστος αὐτῆς ἀεὶ κατὰ τὰς ὑπερτέρας μετέχει τάξεις, ὁ δὲ Ἄρης κατὰ τὰς ὑποδεεστέρας· οἷον εἰ ὁ Ἥφαιστος ὑπερκοσμίως, ὁ Ἄρης ἐγκοσμίως, καὶ εἰ ἐκεῖνος οὐρανίως, ὑπὸ σελήνην οὗτος. διὸ καὶ ὃ μὲν κατὰ βούλησιν τοῦ Διὸς ἄγεσθαι λέγεται τὴν Ἀφροδίτην, ὃ δὲ μοιχεύειν αὐτὴν μεμυθολόγηται. τῷ μὲν γὰρ δημιουργῷ τῶν αἰσθητῶν κατὰ φύσιν ἐστὶν ἡ πρὸς τὴν καλλοποιὸν αἰτίαν καὶ συνδετικὴν κοινωνία, τῷ δὲ τῆς διαιρέσεως προστάτῃ καὶ τῆς ἐναντιώσεως τῶν ἐγκοσμίων ἀλλοτρία πώς ἐστιν ἡ τῆς ἑνώσεως χορηγὸς δύναμις· τοῖς γὰρ συναγωγοῖς τὰ διακριτικὰ γένη τῶν θεῶν ἀντιδιῄρηται. ταύτην τοίνυν τὴν τῶν ἀνομοίων αἰτίων σύμπνοιαν οἱ μῦθοι μοιχείαν προσειρήκασιν. ἔδει δὲ ἄρα τῷ παντὶ καὶ τῆς τοιαύτης κοινωνίας, ἵνα καὶ τὰ ἐναντία συναρμοσθῇ καὶ ὁ ἐν τῷ κόσμῳ πόλεμος τέλος ἔχῃ τὴν εἰρήνην. ἐπειδὴ δὲ ἄνω μὲν ἐν τοῖς οὐρανίοις τὸ κάλλος προλάμπει καὶ τὰ εἴδη καὶ ἡ ἀγλαΐα καὶ τὰ Ἡφαιστότευκτα δημιουργήματα, κάτω δὲ ἐν τῇ γενέσει τῶν στοιχείων ἡ ἀντίθεσις καὶ ἡ μάχη καὶ ἐναντίωσις τῶν δυνάμεων καὶ ὅλως τὰ Ἀρεϊκὰ δῶρα, διὰ δὴ τοῦτο καὶ τὴν σύνερξιν τοῦ Ἄρεως καὶ τῆς Ἀφροδίτης ἐφορᾷ μὲν ἄνωθεν ὁ Ἥλιος, μηνύει δὲ τῷ Ἡφαίστῳ, καθʼ ὅσον αὐτοῦ συνεργεῖ ταῖς ὅλαις ποιήσεσιν. ὁ δὲ Ἥφαιστος δεσμοῖς περιβάλλειν αὐτοὺς λέγεται παντοίοις ἀφανέσι τοῖς ἄλλοις, ὡς ἂν καὶ τὰ γενητὰ κατακοσμῶν τοῖς τεχνικοῖς λόγοις καὶ μίαν σύστασιν ἀπεργαζόμενος ἔκ τε τῶν Ἀρεϊκῶν ἐναντιώσεων καὶ τῶν συναρμοστικῶν τῆς Ἀφροδίτης ἀγαθῶν· δεῖ γὰρ ἀμφοῖν τῇ γενέσει. ἐπεὶ δὲ ἄλλοι μὲν οἱ δεσμοὶ τῶν οὐρανίων, ἄλλοι δὲ οἱ τῶν ὑπὸ σελήνην — οἳ μὲν γάρ εἰσιν ἄλυτοι, καθάπερ φησὶν ὁ Τίμαιος, οἳ δὲ λυτοί —, διὰ δὴ τοῦτο λύει πάλιν ὁ Ἥφαιστος τοὺς δεσμούς, οἷς τὸν Ἄρη συνέδησε καὶ τὴν Ἀφροδίτην, καὶ τοῦτο διαφερόντως ποιεῖ τῷ Ποσειδῶνι πειθόμενος· ὃς δὴ τὴν ἀειγενεσίαν σώζεσθαι βουλόμενος καὶ τὸν κύκλον τῆς μεταβολῆς εἰς ἑαυτὸν ἀνακυκλεῖσθαι τά τε γενόμενα φθορᾶς ἀξιοῖ καὶ τὰ φθαρέντα εἰς γένεσιν ἀναπέμπει. Τί οὖν θαυμαστόν, εἰ καὶ Ὅμηρος ὑπὸ τῶν Ἡφαίστου δεσμῶν τόν τε Ἄρεα καὶ τὴν Ἀφροδίτην συνδεῖσθαί φησιν, ὅπου καὶ ὁ Τίμαιος τοὺς λόγους τοὺς δημιουργικούς, οἷς οἱ κατʼ οὐρανὸν τὰ γενητὰ συνιστᾶσιν, δεσμοὺς προσείρηκεν; πῶς δὲ οὐ κατὰ τὴν τῶν πραγμάτων λέγεται φύσιν τὸ λύειν αὐτὸν τὰ δεδεμένα τῶν γενεσιουργῶν δεσμῶν λυτῶν ὑπαρχόντων; καὶ ἔοικεν ὅ τε ὅλος δημιουργὸς ἐκ τῶν ἐναντίων στοιχείων τὸν κόσμον συνιστὰς καὶ διʼ ἀναλογίας ἐν αὐτῷ φιλίαν ἀπεργαζόμενος συνάγειν εἰς ταὐτὸν τὰς Ἡφαίστου καὶ Ἄρεως καὶ Ἀφροδίτης ἐνεργείας, καὶ γεννῶν μὲν τὰς ἐναντιώσεις τῶν στοιχείων κατὰ τὸν ἐν ἑαυτῷ γεννᾶν Ἄρεα, φιλίαν δὲ μηχανώμενος κατὰ τὴν τῆς Ἀφροδίτης δύναμιν ἐνεργεῖν, συνδέων δὲ τοῖς Ἀρεϊκοῖς τὰ Ἀφροδίσια καὶ τὴν Ἡφαίστου τέχνην ἐν παραδείγματι προειληφέναι· πάντα γάρ ἐστιν αὐτὸς καὶ μετὰ πάντων ἐνεργεῖ τῶν θεῶν. καὶ δὴ καὶ οἱ νέοι δημιουργοὶ τὸν σφέτερον πατέρα μιμούμενοι ζῷά τε ἀπεργάζονται θνητὰ καὶ φθίνοντα πάλιν δέχονται, τῷ Ἡφαίστῳ συναπογεννῶντες τοὺς ἐνταῦθα δεσμοὺς καὶ τῆς λύσεως αὐτῶν προειληφότες αὐτοὶ τὰς αἰτίας· πανταχοῦ γὰρ ὁ τὸν δεσμὸν περιέχων καὶ τὴν τῆς λύσεως οἶδεν ἀνάγκην.

Τίνα ῥητέον πρὸς τὰς τοῦ Σωκράτους ἐπιστάσεις περὶ φιλοχρηματίας τῆς παρʼ Ὁμήρῳ τοῖς ἥρωσιν ἀποδιδομένης.

`1.144–1.146`

Τοσαῦτα καὶ πρὸς ταύτην εἰρήσθω τοῦ Σωκράτους τὴν ἐπίστασιν· μετὰ δὲ ταύτην ἐκεῖνα ἐπισκεπτέον, ὅσα δή φησιν τὸ φιλοχρήματον ἡμῶν αὔξειν τῆς ψυχῆς. τί γὰρ βουλόμενος ὁ Φοῖνιξ τῷ Ἀχιλλεῖ συνεβούλευεν δῶρα μὲν λαβόντι τῆς μήνιος ἀπαλλάττεσθαι, ἄλλως δὲ μή; τί δὲ Ἀχιλλεὺς ὁ καὶ παρὰ τοῦ Ἀγαμέμνονος δῶρα λαμβάνων ὑπὲρ τῆς ὕβρεως καὶ τὸν τοῦ Ἕκτορος νεκρὸν οὐκ ἄλλως ἀποδιδοὺς ἢ μετὰ χρημάτων λήψεως; ὁ γὰρ τῶν τοιούτων κατήκοος γιγνόμενος δεινὴν καὶ ἀπλήρωτον τὴν ἐπιθυμίαν περὶ τὴν τῶν χρημάτων κτῆσιν ἀπεργάζεται. Πρὸς δὴ ταῦτα καὶ ἡμεῖς ἐν βραχεῖ λέγωμεν, ὅτι καὶ ὁ Φοῖνιξ συνεβούλευε χρήματα λαβόντι παύεσθαι τῆς ὀργῆς, καὶ Ἀχιλλεὺς λαβὼν ἀπηλλάττετο, τεκμήριον ἄμφω ποιούμενοι τὴν τῶν χρημάτων δόσιν τῆς τοῦ διδόντος μεταμελείας, ἀλλʼ οὐχ ὡς τὸ φιλοχρήματον ἀποπιμπλάντες τῆς ψυχῆς, οὐδʼ ὡς ὅρον τῆς εὐδαιμονίας ἡγούμενοι τὴν τῶν χρημάτων αὔξησιν. οὐδὲ γὰρ τὴν ἀρχὴν αὐτοὶ τὰ χρήματα ᾔτησαν, ἀλλὰ προτεινόμενα ἐδέξαντο. εἰ δὲ καὶ τοῦ Ἕκτορος τὸν νεκρὸν χρημάτων ἀπέδοτο τῷ πατρί, τάχα μὲν καὶ ἔθος τι τοιοῦτον εἶναι φήσομεν, λύτρα δέχεσθαι τῶν πολεμίων σωμάτων. δεῖ δὲ αὖ κἀκεῖνο συννοεῖν, ὅτι στρατηγικὸν καὶ τοῦτο εἴποι τις ἄν, τὸ τῶν ἀνταγωνιστῶν περικόπτειν τὴν εὐπορίαν, αὔξειν δὲ τὰ τῶν οἰκείων ἐν ἀλλοτρίᾳ χώρᾳ πολεμεῖν ἀναγκαζομένων. ἀλλὰ ταῦτα πάντα καὶ τὰ τοιαῦτα τοῖς μὲν ἥρωσιν ἐκείνοις λόγον τινὰ εἶχεν ὑπʼ αὐτῶν πραττόμενα, καὶ περιστατικῶς ἐνεργοῦσιν καὶ κατʼ ἄλλα ἔθη τὰς πράξεις μετιοῦσιν· τοῖς δὲ ὑπʼ αὐτῷ νομοθέτῃ τρεφομένοις ἀνεπιτήδεια πάντως ἐστὶν ἀκούειν, ὧν αἵ τε φύσεις φιλόσοφοι καὶ ἡ παιδεία πρὸς ταύτην βλέπουσα τὴν ζωὴν παραδέδοται, κτήσεις δὲ καὶ περιουσίαι παντελῶς ἀφῄρηνται. εἰ δὲ βούλεσθε, κἀκεῖνα προσθῶμεν τοῖς εἰρημένοις ὑπὲρ Ἀχιλλέως, ὅτι καὶ τῷ Ἀγαμέμνονι φιλοχρηματίαν αὐτὸς ἐγκαλεῖ καὶ ὡς ἐπονείδιστον διαβάλλει τὸ πάθος·

  
Ἀτρείδη κύδιστε φιλοκτεανώτατε πάντων.  
καὶ τὴν ὀλιγωρίαν ἣν ἔχει περὶ τὴν τῶν χρημάτων κτῆσιν αὐτὸς παρίστησι λέγων, ὅτι πάντα κατορθῶν καὶ πόλεις ἀνδραποδιζόμενος καὶ αἰχμαλώτους λαμβάνων σμικρὰ ἐκ πολλῶν κομιζόμενος οὐ διαφέρεται καὶ ὡς τῶν ὅλων ἐπιτρέπει τῷ Ἀγαμέμνονι τὴν διανομήν, ἐν οὐδενὸς μέρει τήν τε παρουσίαν αὐτῶν καὶ τὴν αὔξησιν τιθέμενος·

  
ἐγὼ δʼ ὀλίγον τε φίλον τε  

  
ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπὴν κεκάμω πολεμίζων  
ἔτι δὲ οὐδὲ προτείνοντος τοῦ Ἀγαμέμνονος τὰ δῶρα προσήκατο τὴν ἀρχήν, ὅτε μήπω καιρὸν ᾤετο τῆς πρὸς αὐτὸν εἶναι διαλλαγῆς. οὕτως οὐχ ἡ τῶν χρημάτων ὑπόσχεσις ἡμερώτερον αὐτὸν ἐποίει περὶ τὸν ὑβριστήν, ἀλλὰ καὶ ὅτε προσήκειν ὑπέλαβεν καταλῦσαι τὴν μῆνιν, αὐτὸς μὲν ὡς τῷ φίλῳ τιμωρήσων παρεσκευάζετο, τὰ δὲ δῶρα ὑπʼ ἐκείνου μήτε ἐπιστρεφομένου πρὸς αὐτὰ τοῦ Ἀχιλλέως μήτε προστίθεσθαί τι τοῖς αὐτοῦ νομίζοντος ἀγαθοῖς ἀπεπληροῦτο. δηλοῖ δὲ αὐτοῦ καὶ τὸ πλῆθος τῶν ἐν τῷ ἀγῶνι προτεθέντων ἄθλων τὴν περὶ ταῦτα ὀλιγωρίαν. καὶ γὰρ ἕκαστον τῶν ἀγωνιστῶν τοῖς προσήκουσιν δώροις ἐφιλοφρονήσατο, τὸν δὲ Νέστορα διʼ ἡλικίαν ἀθλεῖν οὐ δυνάμενον τῇ χρυσῇ φιάλῃ τῶν ἄλλων διαφερόντως ἐδωρήσατο. πῶς οὖν φιλοχρήματος καθʼ Ὅμηρον ὁ χρώμενος εἰς δέον τοῖς χρήμασιν, καὶ παρόντων ὀλιγωρῶν καὶ ἀπόντα μὴ περιεργαζόμενος καὶ ἐλασσοῦσθαι περὶ αὐτὰ τῶν ἄλλων ἀνεχόμενος καὶ ὀνειδίζων ἐν μέσοις τοῖς Ἕλλησιν ὡς νόσημα ψυχῆς τὸ πάθος τῷ πλεονάζοντι κατὰ τὴν τῶν χρημάτων ἄμετρον ὄρεξιν; πῶς δὲ ὁ Φοῖνιξ φιλοχρηματίας διδάσκαλος, ἔθος τι παλαιὸν Ἑλληνικὸν ἀποπληροῦν κελεύων; οὕτω γάρ, φησί,

  
καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν,  

  
δωρητοί τʼ ἐπέλοντο παραρρητοί τʼ ἐπέεσσιν  
ἀλλὰ ταῦτα μὲν τοῖς ἡρωϊκοῖς πρέποντα χρόνοις καὶ τοῖς ἔθεσιν, οἷς ἐκεῖνοι πρὸς ἀλλήλους ἐχρῶντο, τῆς ἀκροτάτης ἠξίωται παρʼ Ὁμήρῳ μιμήσεως. τοῖς δὲ παρʼ ἡμῖν τρεφομένοις νέοις πολλοῦ δεῖ τὰ τοιαῦτα προσήκειν, οἷς οὐδὲν ἔργον ὑπὸ τοῦ νομοθέτου προστέτακται πλὴν τῆς παιδείας καὶ τῆς εἰς ἀρετὴν ἀγωγῆς· χρημάτων δὲ ἐπιμέλεια καὶ τῶν ἀναγκαίων τοῖς τὸν θνητὸν βίον διαζῶσιν φροντὶς ἄλλοις παραδέδοται τοῖς εἰς τὴν κάτω πόλιν τελοῦσιν.

Πῶς δεῖ ἀπολογεῖσθαι ὑπὲρ τῆς φαινομένης περὶ τὸ θεῖον ὀλιγωρίας ἐν τῇ ποιήσει τῶν ἡρώων.

`1.147–1.148`

Τούτων δὲ αὖ τὸν εἰρημένον τρόπον ἐχόντων ἑπόμενον ἂν εἴη καὶ τὰ ἄλλα ἐφεξῆς ἀνεγεῖραι τῶν ἀπορημάτων, ὅσα τῷ Ἀχιλλεῖ τὴν περὶ τὸ θεῖον ὀλιγωρίαν ἐγκαλεῖ. πῶς γὰρ οὐ τοιοῦτος ὁ πρὸς μὲν τὸν Ἀπόλλω τοιαῦτα ἀποτολμῶν φθέγγεσθαι·

  
ἔβλαψάς μʼ ἑκάεργε, θεῶν ὀλοώτατε πάντων  
πρὸς δὲ τὸν ποταμὸν Ξάνθον διαμαχόμενος ὄντα θεόν, ἀντὶ δὲ τοῦ Σπερχειοῦ τῷ Πατρόκλῳ νεκρῷ ὄντι προσάγων τὰς τρίχας; ὅτι μὲν οὖν εἴπερ τις ἄλλος τῶν ἡρώων καὶ Ἀχιλλεὺς περὶ τὰ θεῖα καθʼ Ὅμηρόν ἐστιν ἀσφαλέστατος, δηλοῖ καὶ τὸν Ἀπόλλω θεραπεύειν αὐτὸς συμβουλεύων θυσίαν τε πέμπειν τῷ θεῷ παρασκευάζων τοὺς Ἕλληνας καὶ τὸν ἱερέα τοῦ θεοῦ παντοδαπῶς ἐκμειλίττεσθαι, καὶ τοῖς τῆς Ἀθηνᾶς ἐπιφοιτησάσης αὐτῷ προστάγμασιν ἑτοίμως πειθόμενος, καὶ ἐπᾴδων τῷ θυμῷ, καὶ τὸ περὶ τοὺς θεοὺς σέβας καὶ μέχρι τῆς ἀλογίας διατείνων, καὶ πάντων μάλιστα πεπεισμένος, ὅτι τὸ τοῖς θεοῖς ὑπηρετεῖν καὶ τῆς τῶν κρειττόνων βουλήσεως ἐξάπτειν ἑαυτὸν ἀνυσιμώτατόν ἐστι πρὸς τὴν ἐκείνων εὐηκοΐαν, σπένδων τε τῷ Διὶ καὶ εὐχόμενος μετὰ τῆς πρεπούσης τοῖς θεοῖς ἐπιστήμης. καὶ γὰρ τὸ προκαθῆραι τὴν φιάλην καὶ τὸ μόνῳ τῷ Διὶ ταύτην ἐξαίρετον ἀνεῖναι καὶ τὸ ἐν μέσῳ ἕρκει στάντα τὸν ἐκ μέσου τοῦ κόσμου πανταχοῦ διήκοντα καλεῖν τῆς περὶ τὸ θεῖόν ἐστιν εὐλαβείας καὶ τῆς γνώσεως τῶν οἰκείων τοῖς τιμωμένοις συνθημάτων τεκμήριον ἐναργές. εἰ δὲ πρὸς τὸν Ἀπόλλω θρασύτερα τοῦ δέοντος ἀπέρριψεν, ἐννοεῖν χρὴ τὰς Ἀπολλωνιακὰς τάξεις ἄνωθεν ἄχρι τῶν τελευταίων διηκούσας, καὶ τὰς μὲν θείας οὔσας, τὰς δὲ ἀγγελικάς, τὰς δὲ δαιμονίας, καὶ ταύτας πολυειδῶς μεριζομένας· καὶ ὡς οὐ πρὸς τὸν θεὸν ἀποτείνεται διὰ τῶν τοιούτων ῥημάτων, ἀλλὰ πρὸς τὸν δαιμόνιον, καὶ τοῦτον οὐ τὸν πρώτιστον καὶ τοῖς ὁλικὴν ἔχουσιν ἐπικράτειαν συντεταγμένον, ἀλλὰ τὸν τῶν καθʼ ἕκαστα προσεχῶς ἐπιστατοῦντα καὶ — τί γὰρ οὐ δεῖ λέγειν σαφῶς; — τὸν τοῦ Ἕκτορος αὐτοῦ φρουρόν. λέγει γέ τοι διαρρήδην ὁ ποιητής·

  
αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς  
  
ἔστη πρόσθʼ Ἀχιλῆος.  
τοῦτον τοίνυν τὸν Ἀπόλλω, καθʼ ὅσον αὐτῷ πρὸς τὴν πρᾶξιν ἐμποδὼν γίνεται φυλάττων ἀπαθῆ τὸν πολέμιον, ὀλοώτατον ἀποκαλεῖ, καὶ οὐ περὶ αὐτὸν πλημμελεῖ τὸν θεόν, ἀλλὰ τὸν ἐν τοῖς μερικωτάτοις τεταγμένον τῆς Ἀπολλωνιακῆς σειρᾶς. καὶ δεῖ μὴ πάντας τοὺς λόγους μηδὲ τὰς ἐνεργείας εἰς ἐκεῖνον ἀναπέμπειν τὸν πρώτιστον, ἀλλὰ καὶ τὰς δευτέρας αὐτοῦ καὶ τρίτας ἀναλογίζεσθαι προόδους, οἷον τίς μὲν ὁ τῷ Διὶ σύνθακος καὶ τοῖς Ὀλυμπίοις θεοῖς, τίς δὲ ὁ τὴν ἡλιακὴν σφαῖραν ἐπιστρεφόμενος, τίς δὲ ὁ ἀέριος Ἀπόλλων, τίς δὲ ὁ χθόνιος, τίς δὲ ὁ τῆς Τροίας προστάτης, τίς δὲ ὁ τοῦ Ἕκτορος ἰδίως προνοῶν, περὶ οὗ καὶ ὁ ποιητὴς λέγει·

  
ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.  
εἰς γὰρ ταύτας ἁπάσας βλέποντες τὰς τάξεις δυνησόμεθα καὶ τοὺς τοῦ Ἀχιλλέως λόγους πρός τινα τοιαύτην μερικὴν δύναμιν ἀναφέρειν, σώζειν μὲν τὸ προνοούμενον ἐθέλουσαν, ἐμποδίζουσαν δὲ τῷ Ἀχιλλεῖ περὶ τὰς κατορθώσεις. καὶ γὰρ τὸ ἔβλαψας οἰκείως ἂν ἔχοι πρὸς τὸν τοιοῦτον δαίμονα, τοῦ τέλους τῶν παρόντων πόνων αὐτὸν ἀφαιρούμενον. καὶ τὸ ὀλοώτατε δηλοῖ σαφῶς τὸν διαφερόντως αὐτῷ τῶν ἄλλων θεῶν τε καὶ δαιμόνων ἐναντιούμενον· ὁ γὰρ τὸν μάλιστα λυπήσαντα φυλάττων ἀπαθῆ παντὸς μᾶλλον ἐμποδὼν γίνεται τῷ λυπηθέντι πρὸς τὴν τῆς τιμωρίας ἀπαίτησιν. εἰ δὲ μηδὲ οὗτος ὁ τρόπος τῶν λόγων ἀζήμιος τῷ Ἀχιλλεῖ γέγονεν, ἀλλὰ μικρὸν ὕστερον καὶ αὐτὸς ὑπὸ δή τινος Ἀπολλωνιακῆς δυνάμεως ἀναιρεῖσθαι λέγεται·

  
ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων  
  
ἐσθλὸν ἐόντʼ ὀλέσωσιν,  
πῶς οὐχὶ καὶ διὰ τούτων ἡμᾶς ἡ ποίησις περὶ τὸ θεῖον σωφρονεστέρους ποιεῖ καὶ τὸ δαιμόνιον; καίτοι με οὐ λέληθεν, ὅτι τοῖς περὶ τὰς τελετὰς δεινοῖς πολλὰ τοιαῦτα περὶ τοὺς δαίμονας ἀποτετόλμηται· ἀλλʼ ἴσως ἐκείνοις μὲν ὑπὸ θειοτέρων δυνάμεων φρουρουμένοις οὐδεμίαν τὰ τοιαῦτα ζημίαν ἐπάγειν ἐστὶν ἱκανά, τοῖς δὲ ἄλλοις ἀνθρώποις ἕπεται δίκη σωφρονίζουσα τὴν ἐν τοῖς λόγοις πλημμέλειαν.

`1.149`

Καὶ μὴν καὶ περὶ τῆς πρὸς τὸν Ξάνθον αὐτοῦ λεγομένης μάχης οὐ χαλεπὸν ἀπαντᾶν. οὐ γὰρ πρὸς αὐτὸν τὸν θεὸν ἀπειθὴς ἦν, ἀλλʼ ἢ πρὸς τὸ φαινόμενον ὕδωρ ἐμποδίζον αὐτῷ τὴν κατὰ τῶν πολεμίων ὁρμὴν ἢ πρός τινα τῶν ἐγχωρίων δυνάμεων μετὰ θεῶν συμμάχων ἠγωνίζετο· καὶ γὰρ Ἀθηνᾶς καὶ Ποσειδῶνος αὐτῷ παρόντων καὶ συμπνεόντων ἀνθίστατο. καί μοι δοκεῖ κατὰ πάσας τὰς διαφορὰς ἡ ποίησις τοὺς ἀγῶνας διαπλέκουσα, καὶ τότε μὲν ἀνθρώπων πρὸς ἀλλήλους μάχας ἱστοροῦσα, τότε δὲ τῶν κρειττόνων γενῶν, ὥσπερ ἐν τῇ καλουμένῃ θεομαχίᾳ, καὶ ταύτην παραδοῦναι τὴν ἀντίστασιν τῶν ἡρώων πρός τινας δαιμονίας φύσεις, ἐνδεικνυμένη τοῖς τῶν τοιούτων ἐπαΐειν δυναμένοις, ὅτι καὶ τὰ πρώτιστα τῶν τελευταίων ἐξισοῦταί πως τοῖς ἐσχάτοις τῶν πρώτων, καὶ διαφερόντως ὅταν ὑπʼ αὐτῶν κινῆται καὶ φρουρῆται τῶν θεῶν. καὶ οὐκ Ἀχιλλεὺς πρὸς τὸν Ξάνθον μόνος, ἀλλὰ καὶ Ἡρακλῆς οὕτω πρὸς τὸν Ἀχελῷον διαγωνίσασθαι λέγεται, πρὸς ὃν καὶ ὁ Ἀχιλλεὺς τὴν ἑαυτοῦ ζωὴν ἐπανάγων οὐδὲ τοὺς τοιούτους ἀγῶνας ἀπεσείετο.

Τὸ δὲ δὴ τρίτον τῶν προκειμένων ζητημάτων διαλύσομεν λέγοντες, ὅτι πρώτιστον μὲν ἦν τῷ Ἀχιλλεῖ καὶ προηγούμενον ἀγαθὸν ἐπανελθόντι τῷ Σπερχειῷ τὰς τρίχας ἀποκείρασθαι κατὰ τὴν ὑπόσχεσιν· ἀπογνόντι δὲ ἄρα τῆς ἐπανόδου καὶ τοῦτο πεισθέντι προειπούσης τῆς μητρός·

  
αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος,  
πῶς οὐχὶ τὸ δεύτερον ἦν ἀναγκαῖον εἰς τιμὴν τοῦ φίλου τὰς κόμας ἀφελεῖν; ἐπεὶ καὶ ὁ παρʼ ἡμῖν Σωκράτης δέχεται τοὺς στεφάνους, οὓς ὁ Ἀλκιβιάδης ἔφερεν τῷ θεῷ, καὶ ἀναδεῖται καὶ οὐδὲν οἴεται πλημμελὲς οὔτε αὐτὸς ποιεῖν οὔτε ποιοῦντα τὸν νεανίσκον περιορᾶν· καὶ ταῦτα ἐν Ἀλκιβιάδῃ δευτέρῳ παρειλήφαμεν. ἐῶ λέγειν, ὡς οὐδὲ ἱεραί πω τοῦ ποταμοῦ γεγόνεσαν αἱ τρίχες· ὁ γὰρ μετὰ τὴν ἐπάνοδον ἱερὰς αὐτὰς ἀνήσειν ἐπαγγειλάμενος ἀφαιρεθεὶς τῆς ἐπανόδου συναφῄρηται καὶ τῆς τῶν τριχῶν ἀφιερώσεως.

`1.150`

Πῶς ἀπολογητέον ὑπὲρ τῆς τῶν ἡρώων ἐν τῇ ποιήσει περὶ τὸν βίον φαινομένης ὀλιγωρίας ἢ ὅλως ἀτόπου παρὰ τοῖς ποιηταῖς ἐν τοῖς μύθοις ἱστορίας.

`1.151`

Ἀλλὰ τούτων μὲν ἅδην· ὑπόλοιπον δέ ἐστί μοι περὶ τῶν εἰς τὸν Ἕκτορα τῷ Ἀχιλλεῖ πεπραγμένων καὶ τῶν περὶ τὸ σῆμα ἕλξεων τοῦ Πατρόκλου, καὶ ὧν εἰς τοὺς ζωγρηθέντας ἔδρασεν ἐμβαλὼν εἰς τὴν πυράν, τὸν εἰκότα λόγον ἀποδοῦναι. ταῦτα γὰρ οὐκ ἀληθῆ περὶ ἀνδρὸς λέγεσθαί φησιν ὁ Σωκράτης, ὃς ἦν θεᾶς παῖς καὶ Πηλέως τοῦ σωφρονεστάτου, καὶ ἀπὸ Διὸς φύντος καὶ ὑπὸ τῷ σοφωτάτῳ Χείρωνι τεθραμμένου. εἴρηται μὲν οὖν καὶ ὑπὸ τῶν παλαιῶν, ὡς Θετταλικόν τι τοιοῦτον ἔθος ἦν καὶ ὁ Κυρηναῖος μαρτυρεῖ ποιητής·

  
πάλαι δʼ ἔτι Θεσσαλὸς ἀνὴρ  

  
ῥυστάζει φθιμένων ἀμφὶ τάφον φονέας  
καὶ ὡς ταῦτα συμπληροῦντα τὴν περὶ τὸν Πάτροκλον ὁσίαν παρείληπται. εἰ δὲ καὶ ὁ Ἕκτωρ εἷλκε τὸν Πάτροκλον ὄντα νεκρόν, ἵνα

  
ἀπʼ ὤμοιϊν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,  

  
τὸν δὲ νέκυν Τρῴῃσιν ἐρυσάμενος κυσὶ δοίη  
καὶ ταῦτα οὐκ ἠγνόησεν, ἀλλʼ εἰπούσης ἔγνω τῆς Ἴριδος·

  
μάλιστα δὲ φαίδιμος Ἕκτωρ  

  
ἑλκέμεναι μέμονεν, κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει  
  
πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.  

  
ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω,  

  
Πάτροκλον Τρῴῃσι κυσὶν μέλπηθρα γενέσθαι  
πῶς οὐ τὴν πρέπουσαν αὐτῷ δίκην ἀποδίδωσιν ἕλκων περὶ τὸν τοῦ Πατρόκλου τάφον καὶ ταύτῃ τὸν φίλον τιμῶν, καὶ τῆς μὲν ἐννοίας αὐτὸν διὰ τῆς ἕλξεως τὴν τιμωρίαν εἰσπραττόμενος, μὴ ποιήσαντα δὲ ὅσα προὔθετο τοῖς οἰκείοις ἀποδιδοὺς καὶ ταφῆς ἀξιωθῆναι συγχωρῶν. ὁ γὰρ τοιαῦτα μέτρα ταῖς πράξεσιν ἐπάγων κατὰ τὴν ὅλην δίκην ἐνεργεῖ καὶ τὴν πρόνοιαν τῶν θεῶν. διὸ καὶ ὁ ποιητὴς ὑπηρετοῦντα ταῖς τῶν κρειττόνων βουλήσεσιν αὐτὸν ἡμερώτερα περὶ τὸν Ἕκτορα βουλεύεσθαί φησιν, ὡς καὶ ταῖς ἑαυτοῦ χερσὶν θεραπεῦσαι τὸ λείψανον·

  
τὸν δʼ ἐπεὶ οὖν δμωαὶ λοῦσαν καὶ ἔχρισαν ἐλαίῳ,  
  
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,  
  
αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας  
πάντα ἄρα κατὰ τὸ προσῆκον αὐτῷ μέτρον ἀποδέδοται τὰ περὶ τοὺς ἀπελθόντας ἐνεργήματα· τόν τε γὰρ φίλον διαφερόντως ἐτίμησεν οὐ μόνον καταγωνισάμενος τὸν πολέμιον, ἀλλὰ καὶ τῆς ἐννοίας αὐτὸν τῆς ἀνοσίου δίκην εἰσπραξάμενος· καὶ αὖ πάλιν τῷ πολεμίῳ τῆς ὕβρεως ἀμοιβὴν τήν τε περὶ τὸν Πρίαμον φιλανθρωπίαν καὶ τὴν περὶ αὐτὸν θεραπείαν ἐσχάτην κατεβάλλετο.

`1.152–1.153`

Περί γε μὴν τῶν ἐπὶ τῇ πυρᾷ σφαγέντων τοσοῦτον ῥητέον, ὅτι κατὰ μὲν τὸ φαινόμενον ἥ τε περὶ τὸν Πάτροκλον αὐτῷ τιμὴ καὶ διὰ τούτων τελέως συμπεπλήρωται, καὶ οὐδὲν περὶ ἐκείνους ὠμότερον ἔπραξέν τι, εἰ πολεμίους ὄντας αὐτοὺς ὥσπερ τῶν ἄλλων τοὺς προστυχόντας ἀπέκτεινεν. τί γὰρ ἂν διαφέροι πρὸς τῇ πυρᾷ τοῦτο παθεῖν ἢ πρὸς τῷ ποταμῷ; πῶς δὲ οὐκ ἄμεινον ἔπραξαν ὑπὸ τοῦ πυρὸς ἄρδην αὐτοῖς τῶν σωμάτων ἀφανισθέντων, ἢ ὑπὸ τῶν θηρίων σπαραττόμενοι καὶ ταὐτὰ τῷ Λυκάονι πάσχοντες, πρὸς ὅν φησιν ὁ Ἀχιλλεύς·

  
ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλῆς  
  
αἷμʼ ἀπολιχμήσονται ἀκηδέες.  
εἰ δὲ δεῖ καὶ τῶν ἀπορρητότερον ὑπὸ τοῦ καθηγεμόνος ἡμῶν τεθεωρημένων κἀν τούτοις ποιήσασθαι μνήμην, ῥητέον ὅτι πᾶσα ἡ περὶ τὴν πυρὰν ἐκείνην τοῦ Ἀχιλλέως πραγματεία μιμεῖται τὸν παρὰ τοῖς θεουργοῖς τῆς ψυχῆς ἀπαθανατισμὸν εἰς τὴν χωριστὴν ζωὴν ἀνάγουσα τὴν τοῦ Πατρόκλου ψυχήν. διὸ καὶ στὰς πρὸ τῆς πυρᾶς ἐπικαλεῖσθαι λέγεται τοὺς ἀνέμους, Βορρᾶν καὶ Ζέφυρον, ἵνα καὶ τὸ φαινόμενον ὄχημα διὰ τῆς ἐμφανοῦς αὐτῶν κινήσεως τύχῃ τῆς πρεπούσης θεραπείας, καὶ τὸ τούτου θειότερον ἀφανῶς καθαρθῇ καὶ εἰς τὴν οἰκείαν ἀποκαταστῇ λῆξιν, ὑπὸ τῶν ἀερίων καὶ τῶν σεληναίων καὶ τῶν ἡλιακῶν αὐγῶν ἀνελκόμενον, ὥς πού φησίν τις τῶν θεῶν, καὶ πάννυχος ἐπισπένδειν παραδέδοται τῇ πυρᾷ·

  
χρυσέου ἐκ κρητῆρος, ἑλὼν δέπας ἀμφικύπελλον,  

  
ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο  
μονονουχὶ κηρύττοντος ἡμῖν τοῦ ποιητοῦ, καὶ ὅτι περὶ τὴν τοῦ φίλου ψυχὴν ἡ πραγματεία τοῦ Ἀχιλλέως ἦν, ἀλλʼ οὐ περὶ τὸ φαινόμενον μόνον, καὶ ὅτι πάντα συμβολικῶς αὐτῷ παρείληπται, καὶ ὁ χρυσοῦς κρατὴρ τῆς πηγῆς τῶν ψυχῶν, καὶ ἡ σπονδὴ τῆς ἐκεῖθεν ἀπορροίας κρείττονα ζωὴν ἐποχετευούσης τῇ μερικῇ ψυχῇ, καὶ ἡ πυρὰ τῆς ἀχράντου καθαρότητος τῆς εἰς τὸ ἀφανὲς περιάγειν ἀπὸ τῶν σωμάτων δυναμένης· καὶ ὅλως πολλὰ τῆς ὑπονοίας ταύτης λάβοι τις ἂν τεκμήρια τοῖς τοῦ καθηγεμόνος ἡμῶν ἐντυχών. τοιαύτης δὲ τῆς περὶ τὸν Πάτροκλον οὔσης θεραπείας οὐκ ἂν ἀπὸ τρόπου τις λέγοι καὶ τοὺς δώδεκα τούτους τοὺς πρὸς τῇ πυρᾷ σφαγέντας ὥσπερ ὀπαδοὺς συντετάχθαι τῇ τοῦ Πατρόκλου ψυχῇ, τὸ ἡγεμονικὸν αὐτῆς τοῦ Ἀχιλλέως εἰδότος καὶ θεραπεύσαντος. διὸ καὶ τὸν ἀριθμὸν τοῦτον ὡς οἰκειότατον τοῖς ἕπεσθαι μέλλουσιν καὶ ταῖς παντελέσι προόδοις ἀνειμένον τῶν θεῶν ἐπελέξατο. πολλοῦ ἄρα δεῖ κατά τινα τῆς ψυχῆς ὠμότητα δεινὴν καὶ ἀγριότητα ταῦτα ἐκεῖνος, ἀλλʼ οὐ κατά τινας ἱερατικοὺς θεσμοὺς περὶ τὰς τῶν ἐν πολέμῳ τελευτησάντων ψυχὰς ἀφωρισμένους ἅπασαν τὴν πραγματείαν ταύτην πραγματεύσασθαι. μήτʼ οὖν ὑπερηφανίαν αὐτῷ θεῶν τε καὶ ἀνθρώπων ἐγκαλῶμεν μήτε ἀπιστῶμεν, εἰ θεᾶς ὢν παῖς καὶ Πηλέως καὶ Χείρωνος μαθητὴς τοιαῦτʼ ἔπραξεν. τὰ μὲν γὰρ ὡς τῆς ὅλης δίκης στοχαζόμενος, τὰ δὲ πολέμου νόμῳ, τὰ δὲ ἱεραῖς μεθόδοις χρώμενος ἔπραξεν. ἐν ἅπασιν δʼ ὁ ποιητὴς τὰ μέτρα τῆς μιμήσεως τελέως διεσώσατο.

`1.154`

Τὰ μὲν δὴ πρὸς Ὅμηρον βλέποντα τῶν Σωκρατικῶν ἐγκλημάτων τοιαύτης ἂν ἀπαντήσεως τυγχάνοι. εἰ δὲ Θησέα τις καὶ Πειρίθουν εἰσάγοι τῶν ποιητῶν ἐπὶ τὴν τῆς Ἑλένης ἁρπαγὴν ὡρμηκότας ἢ εἰς Ἅιδου κατεληλυθότας, τάχα ἂν καὶ ταῦτα μυθικώτερον λεγόμενα τῆς πρεπούσης ἀξιώσαιμεν θεωρίας, λέγοντες τοῦ ἀφανοῦς κάλλους καὶ οὐ τοῦ ἐμφανοῦς ἐραστὰς γενομένους τοὺς ἥρωας τούτους μεμυθολογῆσθαι τήν τε Ἑλένην ἡρπακέναι καὶ εἰς Ἅιδου πεπορεῦσθαι, κἀκεῖθεν αὖ τὸν μὲν διʼ ὑψηλόνοιαν ὑφʼ Ἡρακλέους ἀνῆχθαι, τὸν δὲ αὐτοῦ που καταμεῖναι πρὸς τὸ ἄναντες ἑαυτὸν ἐπιδοῦναι τῆς θεωρίας ἀδυνατήσαντα. εἰ δὲ καὶ ἄλλως πως ἔχει τὰ τοιαῦτα, τῆς Ὁμηρικῆς οὐχ ἅπτεται ποιήσεως, τοῖς τε θεοῖς πανταχοῦ καὶ τοῖς κρείττοσιν ἡμῶν γένεσιν καὶ ταῖς ἡρωϊκαῖς ζωαῖς τὸ πρέπον ἀποδούσης κατὰ τὴν μίμησιν, καὶ τὰ μὲν ἀπορρητότερον ἐνδειξαμένης, τὰ δὲ καὶ αὐτόθεν σὺν νῷ καὶ ἐπιστήμῃ περὶ τούτων ἡμᾶς διδαξάσης, καὶ οὐδὲν ἀπολειπούσης γένος τῶν ὄντων ἀδιερεύνητον, ἀλλʼ ἕκαστα κατὰ τὴν ἑαυτῶν τάξιν ἐνεργοῦντα πρός τε ἑαυτὰ καὶ τὰ ἄλλα παραδιδούσης.

Βιβλίον β Ὅτι πανταχοῦ τὸν Ὅμηρον ὡς ἡγεμόνα πάσης ἀληθείας ὁ Πλάτων εἴωθεν γεραίρειν.

`1.155–1.158`

Ἃ μὲν τοίνυν ὑπὲρ Ὁμήρου δυνατὸν λέγειν πρὸς τὰς ἐν Πολιτείᾳ τοῦ Σωκράτους ἐπιστάσεις, τοιαῦτα ἂν εἴη. πάλιν δὲ αὖ ἀπʼ ἄλλης ἀρχῆς δεικνύωμεν, ὡς ἄρα καὶ αὐτὸς ὁ Πλάτων πολλαχοῦ, πανταχοῦ μὲν οὖν ὡς εἰπεῖν, εἰσποιεῖται τὸν Ὅμηρον καὶ φίλον ἡγεῖται καὶ μάρτυρα καλεῖ τῶν ἑαυτοῦ δογμάτων, τότε μὲν πρὸ τῶν ἀποδείξεων ὥσπερ εἰς θείαν φήμην ἀναφέρων τὴν τούτου φωνὴν τὴν τῶν ῥηθησομένων ἀλήθειαν, τότε δὲ μετὰ τὰς ἀποδείξεις ἀνέλεγκτον ἀποφαίνων τὴν ἐπιστήμην ἐκ τῆς Ὁμήρου κρίσεως, τότε δὲ καὶ ἐν μέσοις τοῖς περὶ τῶν ὄντων λόγοις ἐπʼ αὐτὸν ἀναπέμπων τὴν τῆς θεωρίας ἁπάσης ἀρχήν. ἐν Φαίδωνι μὲν γάρ, ὅπου διαφερόντως ὁ Σωκράτης τὴν ἑαυτοῦ ζωὴν ἀναπλοῖ καὶ πᾶν τὸ τῆς ἐπιστήμης πλάτος ἀνοίγει τοῖς ἑαυτοῦ ζηλωταῖς, πολλοῖς δή τισιν καὶ παντοδαποῖς λόγοις καταδησάμενος, ὡς ἄρα ἄλλη μέν ἐστιν ἡ ἁρμονία τῶν σωμάτων, ἄλλη δὲ ἡ ψυχῆς φύσις, καὶ διέζευκται ταῦτα κατʼ οὐσίαν ἀπʼ ἀλλήλων, τελευτῶν ἐπὶ τόνδε τὸν ποιητὴν καταφεύγει καὶ τοῖς ἐκείνου ῥήμασιν ἐναργεστάτοις τεκμηρίοις χρώμενος ἐξῃρημένην ἐπιδείκνυσι τὴν ψυχὴν τῆς περὶ τὸ σῶμα τῶν κράσεων ἁρμονίας. τὸ γὰρ διαμαχόμενον, φησίν, πρὸς τὴν ἐν τῷ στήθει τεταγμένην ζωὴν κινουμένην καὶ λέγον· τέτλαθι δὴ κραδίη, πάντως που κατὰ φύσιν ἐξήλλακται τούτου πρὸς ὃ διαμάχεται, καὶ τὸ κατεξανιστάμενον τοῦ σώματος οὐκ ἂν ἐν τῷ σώματι τὴν ὑπόστασιν ἔχοι. καὶ οὕτω δὴ προϊὼν ὁ Σωκράτης καὶ συμπεραινόμενος, ὅτι τὴν οὐσίαν τῆς ψυχῆς ἑτέραν χρὴ φάναι τῆς τοῦ σώματος ἁρμονίας, ὥσπερ εἰς ἄφυκτον ἀνάγκην κατακλείων τὸν σύμπαντα λόγον· οὔτε γὰρ ἄν, φησίν, Ὁμήρῳ θείῳ ποιητῇ ταύτῃ λέγοντες ὁμολογοῖμεν οὔτε ἡμῖν αὐτοῖς. πολλοῦ ἄρα δεῖ τὴν Ὁμήρου κρίσιν ἀτιμάζειν, τὴν πρὸς αὐτὸν διαφωνίαν ἐν ἴσῳ τοῖς παντελῶς ἀδυνάτοις τιθέμενος; ἀλλὰ μὴν προσήγορον ἑαυτῷ καὶ φίλον ἐνόμιζεν ἐν τοῖς περὶ ψυχῆς λόγοις ὁ τὴν πρὸς ἑαυτὸν ἀναρμοστίαν τῆς πρὸς ἐκεῖνον οὐδὲν διαφέρειν ἡγούμενος. ἐν δὲ τοῖς Νόμοις θειότατόν τε αὐτὸν ποιητὴν ἀποκαλεῖ, καθάπερ ἄλλοις ἄλλο τι τῶν ὀνομάτων, καὶ τούτῳ τὸ θεῖον προσήκειν οἰόμενος· ἔοικεν γοῦν, φησίν, οὗτος ὁ ποιητὴς θειότατος γεγονέναι· καὶ περὶ τῆς τῶν πολιτειῶν μεταβολῆς διαλεγόμενος, καὶ ὅπως ἐκ τῆς πατρονομικῆς ἐπιστασίας εἰς τοῦτο τὸ σχῆμα προῆλθον τῶν ἀνθρώπων οἱ οἰκισμοὶ διδάσκων, πανταχοῦ τὴν Ὁμήρου μαρτυρίαν προστίθησιν, καὶ τέλος εἰς πᾶσαν ποιητικὴν τὴν ἔνθεον μίαν εὐφημίαν τὴν μεγίστην διέτεινεν· θεῖον γὰρ οὖν δὴ καὶ τὸ ποιητικὸν ὂν γένος ὑμνῳδοῦν πολλῶν τῶν κατʼ ἀλήθειαν γεγονότων σύν τισι Χάρισι καὶ Μούσαις ἐφάπτεται ἑκάστοτε. ἐν δὲ τῷ Μίνωϊ τὴν περὶ τοῦδε τοῦ ἥρωος κρίσιν ἣν ἔσχεν Ὅμηρος ἐξηγούμενος ἐπάγει· καὶ Ὀδυσσείας ἐν Νεκυίᾳ δικάζοντα χρυσοῦν σκῆπτρον ἔχοντα πεποίηκεν, καὶ ὅτι χρυσοῦν σκῆπτρον οὐδὲν ἄλλο ἢ τὴν παιδείαν λέγει τοῦ Μίνωος ᾗ εὔθυνε τὴν Κρήτην. καὶ οὐκ ἐν τούτῳ τῷ διαλόγῳ μόνον Ὁμήρῳ χρῆται μάρτυρι τῆς περὶ τοῦ Μίνωος ἱστορίας, ἀλλὰ καὶ ἐν Νόμοις γράφων· μῶν οὖν καθʼ Ὅμηρον λέγεις ὡς τοῦ Μίνω φοιτῶντος διʼ ἐνάτου ἔτους πρὸς τὴν τοῦ πατρὸς ἑκάστοτε συνουσίαν καὶ κατὰ τὰς παρʼ ἐκείνου φήμας ταῖς πόλεσιν ὑμῶν θέντος τοὺς νόμους; καὶ ὅλως πανταχοῦ τὴν περὶ τῶν ἡρώων ἀλήθειαν παρʼ Ὁμήρου δοκιμάζει μανθάνειν. ἐν δὲ τῷ Γοργίᾳ μετὰ τοὺς πολλοὺς καὶ μακροὺς ἀγῶνας, οὓς ὑπὲρ σωφροσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης πρὸς τὸν Καλλικλέα διηγωνίσατο, μῦθον διεξιέναι μέλλων, οὐ μῦθον ἀλλὰ λόγον ὄντα, καθάπερ φησὶν αὐτός, καὶ τῶν ἐν Ἅιδου δικαστῶν διαμνημονεύσειν καὶ τῆς ἀφʼ ἑνὸς πατρὸς εἰς τρεῖς δημιουργικὰς μονάδας τῶν θεῶν προόδου καὶ τῆς ἐν τῷ παντὶ διακληρώσεως, ἀπὸ τῆς Ὁμηρικῆς ὑφηγήσεως τὰς τῆς θεομυθίας ἀρχὰς καταβάλλεται· ὥσπερ γὰρ Ὅμηρος λέγει, διενείμαντο τὴν ἀρχὴν ὅ τε Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ ὁ Πλούτων· καὶ μικρὸν ὕστερον δικαστὴν ἐν Ἅιδου καθίζων τὸν Μίνω ταῖς ψυχαῖς τὴν Ὁμήρου περὶ αὐτοῦ διδασκαλίαν ὡς ἔνθεον προστίθησιν. ἐῶ λέγειν ὅτι καὶ τῶν ἐν Ἅιδου δικαιωτηρίων παρʼ ἐκείνου τὰς ἀφορμὰς εἴληφεν· ἀλλὰ τοῦτο μὲν καὶ εἰσαῦθις μέτιμεν. ἐν δὲ τῇ Σωκράτους ἀπολογίᾳ καὶ περὶ τῆς λήξεως ἣν εἶχεν ἐνδείκνυται καὶ τῆς πρὸς αὐτὸν συντάξεως· ἢ αὖ Ὀρφεῖ συγγενέσθαι καὶ Ἡσιόδῳ καὶ Ὁμήρῳ ἐπὶ πόσῳ ἄν τις δέξαιτο ὑμῶν; ἐγὼ μὲν γὰρ πολλάκις ἐθέλω τεθνάναι, εἰ ταῦτά ἐστιν ἀληθῆ. τίς οὖν μηχανὴ μὴ οὐχὶ σοφὸν ὄντως τὰ θεῖα γεγονέναι τὸν τοιοῦτον νομίζειν, πρὸς ὃν καὶ αὐτὸς ἀφορᾷ καὶ ὃν ζηλωτὸν ἡγεῖται τῆς ἐν Ἅιδου λήξεως ὑπάρχειν; τὸ γὰρ εἰς τὴν ὁμοίαν ἐκείνῳ τάξιν ἀποκαταστῆναι μακάριον ὄντως ὑπολαμβάνειν ἁπάσης μὲν αὐτὸν ἐπιστήμης, ἁπάσης δὲ ἀρετῆς ἐπήβολον γενέσθαι μαρτυρεῖ. ἐν δὲ αὖ τῷ Συμποσίῳ — καὶ γὰρ τῶν ἐνταῦθα γεγραμμένων ἀναμνήσωμεν ἡμᾶς αὐτούς — ἄντικρυς καὶ τὴν ὅλην αὐτοῦ πραγματείαν ἀποθαυμάζει καὶ ζηλωτὴν εἶναί φησιν τοῖς ἔμφροσι· καὶ εἰς Ὅμηρον ἀποβλέψας καὶ Ἡσίοδον καὶ τοὺς ἄλλους ἀγαθοὺς ποιητὰς ζηλῶν, ὅσα ἔκγονα καταλείπουσιν, ἃ ἐκείνοις ἀθάνατον κλέος καὶ μνήμην παρέχεται αὐτὰ τοιαῦτα ὄντα. πολλοῦ ἄρα δεῖ τὰ Ὁμήρου ποιήματα καὶ τῶν ἄλλων ὅσοι τῆς ἐνθέου κεκοινωνήκασι μανίας — οὗτοι γὰρ ἂν δήπου καὶ ἀγαθοὶ προσαγορεύοιντο ποιηταί — τρίτα παντελῶς ἀπὸ τῆς ἀληθείας καὶ φαντασίαν παρεχόμενα τῆς γνώσεως τῶν ὄντων ἡγεῖσθαι, ζηλωτὰ καὶ ἀξιομνημόνευτα αὐτὰ τιθέμενος εἶναι καὶ διανοίας οὐ τῆς ἐπιτυχούσης γεννήματα. ἐν δὲ τῷ Ἴωνι τά τε ἄλλα ἐξυμνεῖ τόνδε τὸν ποιητὴν καὶ παρακελεύεται παντὸς μᾶλλον αὐτῷ συγγενέσθαι καὶ ἀπολαύειν τῆς νοερᾶς αὐτοῦ καὶ ἐπιστημονικῆς ὑφηγήσεως· ἅμα δὲ καὶ ἀναγκαῖον εἶναι ἔν τε ἄλλοις ποιηταῖς διατρίβειν πολλοῖς καὶ ἀγαθοῖς, καὶ δὴ καὶ μάλιστα ἐν Ὁμήρῳ τῷ ἀρίστῳ καὶ θειοτάτῳ τῶν ποιητῶν, καὶ τὴν τούτου διάνοιαν ἐκμανθάνειν, μὴ μόνον τὰ ἔπη, ζηλωτόν ἐστιν.

`1.159`

Ἐκ δὴ τούτων τε καὶ τῶν τοιούτων ἁπάντων ἓν ἐκεῖνο συναγάγωμεν, ὅτι καὶ προσήγορον ἑαυτῷ τὸν Ὅμηρον ὁ Πλάτων ὑπείληφεν εἶναι καὶ ἡγεμόνα καὶ διδάσκαλον οὐ τῶν τραγῳδιοποιῶν μόνον — τούτων μὲν γὰρ ἔστω καθʼ ὅσον ἐστὶ μιμητὴς ἡγεμών —, ἀλλὰ τῶν ἐν φιλοσοφίᾳ δογμάτων καὶ τούτων τῶν μεγίστων. εἰ γὰρ ἐν μὲν τοῖς περὶ θεῶν λόγοις καὶ περὶ τῆς τριττῆς τῶν δημιουργῶν διανομῆς καὶ περὶ τῶν ἐν Ἅιδου λήξεων καὶ περὶ τῆς ψυχικῆς οὐσίας ἐπʼ αὐτὸν ἀναπέμπει τὴν αἰτίαν τῆς θεωρίας, ἁπάντων δὲ ποιητῶν θειότατον ἀποκαλεῖ καὶ ζηλωτὸν τοῖς ἔμφροσιν καὶ μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν τὴν πρὸς αὐτὸν συνουσίαν περὶ πολλοῦ τίθεσθαι συνομολογεῖ, πῶς οὐ παντὶ καταφανής ἐστιν τήν τε ὅλην αὐτοῦ ζωὴν ἀποδεχόμενος καὶ τὴν ποίησιν ἀσπαζόμενος καὶ ἣν ἔσχεν περὶ τῶν ὄντων κρίσιν οἰκειούμενος; μὴ τοίνυν ἐκ τῶν ἐν Πολιτείᾳ γεγραμμένων ἐπαιρώμεθα λέγειν, ὅτι τῆς Ὁμήρου διδασκαλίας ὁ Πλάτων ἐστὶν κατήγορος, μηδὲ ὅτι κατὰ τὰ αὐτὰ τοῖς σοφισταῖς καὶ τὴν τούτου πραγματείαν εἰδωλοποιὸν ἀποφαίνει, μηδὲ ὅλως διαφέρεσθαι τοὺς ἄνδρας ὑπολαμβάνωμεν. καὶ γὰρ ἐκεῖνος ἐνθουσιάζων καὶ ὑπὸ τῶν Μουσῶν ἀναβακχευόμενος περὶ τῶν θείων ἡμᾶς ἀναδιδάσκει καὶ τῶν ἀνθρωπίνων πραγμάτων. ταῦτα ὁ Πλάτων ταῖς ἀνελέγκτοις τῆς ἐπιστήμης μεθόδοις κατεδήσατο καὶ διὰ τῶν ἀποδείξεων ἐναργέστερα τοῖς πολλοῖς ἡμῶν κατέστησεν, οἳ καὶ τῆς τοιαύτης δεόμεθα βοηθείας εἰς τὴν τῶν ὄντων κατανόησιν.

Διὰ τίνας αἰτίας ἐν Πολιτείᾳ τὴν Ὁμήρου ποίησιν ὡς ἀνεπιτήδειον ἀκούειν τοῖς νέοις ἀπεδοκίμασεν.

`1.160–1.163`

Εἰ δὲ τοῖς ὑπʼ αὐτῷ νομοθέτῃ τρεφομένοις καὶ κατὰ τὸ πρώτιστον εἶδος τῆς ζωῆς τελειουμένοις ἄβατόν τε τὴν ψυχὴν ἔχειν ὀφείλουσιν ἁπάσης ποικιλίας καὶ τῆς ἐναντίας διαθέσεως τῷ καλῷ καὶ τῷ ἀγαθῷ καὶ πρὸς μόνον τὸν τῆς ἀρετῆς ὅρον ἀποβλέπειν ἀνάρμοστός ἐστιν ἡ τοιαύτη διδασκαλία, τῆς μὲν ἁπλότητος τῶν θείων πολυειδῆ παραπετάσματα μηχανησαμένη, τῆς δὲ ὑπερφυοῦς περὶ αὐτῶν ἀληθείας καὶ τῆς ἐπέκεινα τῶν καλῶν πάντων ὑπάρξεως τὰ φαινόμενα αἰσχρὰ καὶ τὰ παρὰ φύσιν προκαλύμματα ποιησαμένη, πῶς διὰ ταῦτα προσήκει τὴν Ὁμηρικὴν θεωρίαν διοικίζειν τῆς Πλατωνικῆς φιλοσοφίας, εἰ μὴ καὶ τὴν αὐτοῦ τοῦ Πλάτωνος πραγματείαν διϊστάνειν τῆς Πλάτωνος ἐπιστήμης ἀνεξόμεθα; κατὰ γὰρ τὸν αὐτὸν λόγον καὶ ταύτην οἶμαι τοῖς ἐν ἐκείνῃ τῇ πολιτείᾳ παιδευομένοις οὐδαμῇ προσήκουσαν ἀποφαίνειν δυνατόν. καὶ πῶς γὰρ ἂν πρέποι τοῖς κατηκόοις μὲν ἐσομένοις τῶν τοῦ νομοθέτου προσταγμάτων, ἀμιγῆ δὲ πρὸς πᾶσαν κακίαν τὴν ζωὴν προστησομένοις, νοῦν δὲ καὶ ἐπιστήμην ἡγεμόνα τῆς ὅλης ἐπιτηδεύσεως ποιησομένοις, ἀκούειν Θρασυμάχου μὲν τοῦ σοφιστοῦ βδελυρώτατον ἀποκαλοῦντος τὸν σοφώτατον, Καλλικλέους δὲ ἠλιθίους τοὺς σώφρονας προσαγορεύοντος, αὐτοῦ δὲ Σωκράτους τὴν ἡδονὴν ἀγαθὸν λέγοντος καὶ προσκατασκευάζοντος, ἄλλου δὲ ἄλλο τι φθεγγομένου τῶν ἐν τοῖς διαλόγοις κατὰ τὴν φαινομένην μίμησιν προβεβλημένων; ὅλως γὰρ μονοειδεῖς εἶναι χρὴ τοὺς περὶ τῶν ὄντων λόγους καὶ ἁπλᾶς καὶ ἀμιγεῖς πρὸς τὰ ἀντικείμενα τὰς ὑφηγήσεις τῶν ἐκεῖ τρεφομένων νέων καὶ καθαρευούσας ἁπάσης μὲν ἀμφιβολίας, ἁπάσης δὲ ποικιλίας, ἁπάσης δὲ τῆς ἐναντίας πρὸς τὴν ἀρετὴν διαθέσεως. πότʼ οὖν ἡ τοιαύτη τῶν ἠθῶν μίμησις, οἵαν οἱ Πλάτωνος προΐστανται λόγοι, καὶ ἡ πολυειδὴς ἐξαλλαγὴ τῶν δογμάτων τούτων καὶ αἱ παντοδαπαὶ τῶν διαλεκτικῶν ἀγώνων ἐπιχειρήσεις πρὸς τὸ εἶδος ἐκεῖνο τῆς παιδείας συναρμοσθήσονται, μίαν ἁπλότητα καὶ ὅρον ἕνα ζωῆς ἀεὶ μεταθέον, εἰδώλων δὲ παντοίων καὶ φαντασίας ἁπάσης ἐξῃρημένον; διὰ ταῦτα γοῦν καὶ ὁ Σωκράτης ἐν ἐκείνοις διασκεψάμενος, ὁποῖον εἶδος λέξεως ἂν πρέποι τοῖς παρʼ αὐτῷ τρεφομένοις νέοις εἰς τὴν περὶ τῶν ὄντων διδασκαλίαν, μάλιστα μὲν ἀποσκευάζεσθαι τὴν μιμητικὴν ἰδέαν τῶν λόγων παρακελεύεται καὶ τῆς ποικιλίας τῆς ἐν ταύτῃ καθαρεύειν τοὺς ποιητάς, εἰ δʼ ἄρα καὶ δέοι μιμήσει προσχρῆσθαι, τῶν κατʼ ἀρετὴν ζώντων καὶ μετʼ ἐπιστήμης φθεγγομένων προΐστασθαι δεῖν τὴν μίμησιν, ἀλλʼ οὐ τῶν φορτικῶν καὶ ἀγοραίων ἠθῶν οὐδὲ τῶν πολυκεφάλων θηρίων οὐδὲ ὅλως τῶν ἐναντίων τοῖς ἀγαθοῖς. εἰ τοίνυν καὶ ἡ τοῦ Πλάτωνος αὕτη πραγματεία παντοδαπὰ μὲν εἴδη ζωῆς ἀποτυποῦται, πᾶσι δὲ ἀποδίδωσι τὸ πρέπον ἐν τοῖς λόγοις καὶ φθέγγεται ὥσπερ ἐν σκηνῇ κατʼ ἐξουσίαν ἕκαστος, καὶ ὁ σοφὸς καὶ ὁ ἀμαθής, καὶ ὁ σώφρων καὶ ὁ ἀκόλαστος, καὶ ὁ δικαιότατος καὶ ὁ ἀδικώτατος, καὶ ὁ ἐπιστήμων καὶ ὁ σοφιστής, ἀγῶνες δὲ παντοῖοι τῶν ἐν φιλοσοφίᾳ δογμάτων ἀνακινοῦνται, καί που καὶ πιθανώτεροι τῶν τὰ ἀληθῆ κατασκευαζόντων εἰσὶν οἱ τῶν ἀντικειμένων ὑπερηγοροῦντες, πῶς ἂν χώραν ἔχοι παρὰ τῷ νομοθέτῃ τῆς ἁπλῆς ἐκείνης καὶ νοερᾶς πολιτείας; πῶς δὲ οὐ τὰ αὐτὰ ἂν πάσχοι τοῖς Ὁμήρου ποιήμασιν; καὶ γὰρ ταῦτα διὰ τὴν ποικιλίαν τῶν ἠθῶν οὐ προσιέμεθα καὶ διὰ τὴν φαινομένην εἰδωλοποιΐαν. ὁ αὐτὸς οὖν λόγος καὶ τὸν Ὅμηρον ἡμᾶς ἐκβάλλειν τῆς πολιτείας καὶ τὸν Πλάτωνα αὐτόν, μᾶλλον δὲ ἑκάτερον μὲν ἡγεμόνα τῆς ζωῆς ἐκείνης καὶ ἀρχηγὸν ἀποφαίνειν, τὸ δὲ μιμητικὸν ἀμφοτέρων διὰ πάσης ὡς εἰπεῖν τῆς ἑκατέρου πραγματείας διῆκον ἀποδοκιμάζειν, ὡς ἀλλότριον τῆς κατʼ ἐκείνην τελειότητος. πολλὰ γὰρ τῶν δευτέρων καὶ τρίτων ἀγαθῶν καταδεέστερα τῆς πρωτίστης ὄντα πολιτείας ὁ κατʼ αὐτὴν ἱστάμενος νομοθέτης ἀποσκευάζεται· λέγω δὲ οἷον τὴν τῶν κτημάτων διανομήν, ἣν ἐν Νόμοις παρειλήφαμεν, τὴν κατὰ λόγους ἁρμονικοὺς τῶν ὅλων διαίρεσιν, τὴν τῶν ἀρχόντων ποικιλίαν, τὴν ἰδίαν τῶν παίδων ἐπιμέλειαν, τὴν διὰ τῆς μέθης παιδείαν. ἅπαντα γὰρ ταῦτα τοῖς μὲν κατὰ τὴν δευτέραν πολιτείαν βιωσομένοις παντὸς μᾶλλόν ἐστιν προσήκοντα, τοῖς δὲ καὶ εἰς ἐκείνην τὴν πρωτίστην καὶ οὐρανίαν ὄντως τελεῖν μέλλουσιν οὐδαμῇ ἂν πρέποντα φανείη. ποῦ γὰρ ἡ τῶν κλήρων διαίρεσις τοῖς πάντα κοινὰ κεκτημένοις διαφέρει; ποῦ δὲ ἡ μεριστὴ τῶν παίδων ἐπιστασία τοῖς κοινοῖς τῶν γιγνομένων πατράσιν; ποῦ δὲ ἡ μέθη καὶ τὰ συμπόσια καὶ οἱ παιδικοὶ χοροὶ τοῖς ἀδιάστροφα τὰ ἤθη παντελῶς προβεβλημένοις καὶ οὐδὲν προσδεόμενα τῶν ἔξωθεν ἐπῳδῶν; Τί οὖν δεῖ θαυμάζειν, εἰ καὶ οἱ Πλάτωνος λόγοι πάντων ἡμῖν τῶν καλῶν λειμῶνας ἀφθόνους προτείνοντες καὶ αἱ τῶν κατόχων ταῖς Μούσαις ποιητῶν πραγματεῖαι τῇ πρωτίστῃ τῶν πολιτειῶν οὐ διαφέρουσιν; τῷ γὰρ ἁπλῷ τὸ ποικίλον, καὶ τῷ μονοειδεῖ τὸ πολυειδές, καὶ τῷ παραδείγματι τῆς ἀρίστης ζωῆς τὸ μιμητικὸν γένος οὐκ ἄν ποτε προσαρμοσθείη· παράδειγμα δέ, φησὶν ὁ Σωκράτης, πολιτείας ὀρθῆς καὶ τελέας γράφομεν. διὸ καὶ πάντα αὐτῇ πρὸς ἀκρίβειαν τὰ ἀγαθὰ φέροντες ἀποδίδομεν, τὴν ἕνωσιν, τὴν ἁπλότητα, τὴν ἀλήθειαν, τὴν αὐτάρκειαν. ὥσπερ οὖν εἴ τις τοῖς νοητοῖς εἴδεσιν, ἃ δὴ παραδείγματα τῶν ὄντων εἶναι τιθέμεθα, σχῆμα προσάγοι καὶ μέγεθος καὶ χρόαν, καὶ ὅσα ἄλλα προσήκει ταῖς τούτων εἰκόσιν, ἀλλʼ οὐ τοῖς πρωτουργοῖς καὶ ὄντως οὖσιν γένεσιν, συγχεῖν αὐτὸν τὰ κατʼ οὐσίαν διεστῶτα καὶ συγκλώθειν τὰ ἀνάρμοστά φαμεν, οὕτως οἶμαι καὶ τοῖς ἐν τῇ τελεωτάτῃ πολιτείᾳ φῦσίν τε καὶ τρεφομένοις ἤθεσιν καὶ κατὰ τὸ παράδειγμα τῆς ἀρίστης παιδείας τελειουμένοις μιμήσεις διὰ λόγων καὶ εἴδη παντοίας ζωῆς καὶ σκηνὴν τῶν διαφόρων παθημάτων τῶν ἐν τοῖς ἀνθρώποις προτείνειν οὐκ ἄν ποτε συγχωρήσαιμεν. ἄμικτα γὰρ πάντα καὶ ἄχραντα καὶ τέλεια ἐπιτηδεύματα τῆς πολιτείας ἐκείνης ἐξῆπται  <span class="gap">…</span> τῶν ἄλλων ἁπάντων· καὶ ὅσα τῷ νῷ σύστοιχα καὶ τοῖς ἀΰλοις καὶ νοεροῖς λόγοις, ταῦτα πρὸς τὴν παιδείαν μόνα τῶν ἐκεῖ τρεφομένων ἐκλεγόμεθα. πᾶσα δὲ αὖ μίμησις τοῖς φαινομένοις, ἀλλʼ οὐ τοῖς ἀληθέσιν, καὶ τοῖς πεπληθυσμένοις, ἀλλʼ οὐ τοῖς ἡνωμένοις τῶν ὄντων, καὶ τοῖς μεριστοῖς τὴν φύσιν, ἀλλʼ οὐ τοῖς ἀμερίστως ὑφεστηκόσιν ἐστὶ σύζυγος. ὅπου τοίνυν ἑνοειδὴς μὲν ὁ τῆς ὅλης ζωῆς σκοπός, κοινωνία δὲ ἀδιαίρετος προτιμᾶται διαφερόντως τῆς μεριστῆς περιγραφῆς, ἀλήθεια δὲ ἄμικτος πρὸς τὴν ἐπίπλαστον καὶ εἰδωλικὴν ἕξιν προέστηκεν, τίς μηχανὴ τὴν πολυειδῆ μίμησιν οἰκείαν ὑπάρχειν τῇ τοιαύτῃ τελειότητι; μήτʼ οὖν τὴν Ὁμήρου ποίησιν μόνον τῆς πρωτίστης ἐκβάλλωμεν πολιτείας, ἀλλὰ καὶ τὴν Πλάτωνος πραγματείαν μετʼ ἐκείνης, ὡς πολὺ τῆς μιμήσεως ἀπολαύουσαν, μήτε τὴν μίμησιν ταύτην παντελῶς ἀποδοκιμάζωμεν, διότι τοῖς ἐν ἐκείνῃ τῇ πολιτείᾳ παιδευομένοις ἐστὶν ἀνάρμοστος· οὐ γὰρ τὸ τοῖς πρωτίστοις μηδαμῇ προσῆκον καὶ τῆς δευτέρας ἢ τρίτης τάξεως ἀπεστέρηται τῶν ἀγαθῶν.

Ὅτι διὰ πάσης τῆς ἑαυτοῦ συγγραφῆς Ὁμήρου ζηλωτής ἐστιν ὁ Πλάτων ταῖς τε λεκτικαῖς ἀρεταῖς καὶ ταῖς πραγματικαῖς.

`1.164`

Ἀλλὰ περὶ μὲν τούτων ἅλις· ὅτι δὲ οὐ μόνον ἡμῖν παρεκελεύσατο ζηλοῦν τὴν Ὁμήρου ποίησιν ὁ Πλάτων, καθάπερ ἐν τῷ Ἴωνι γέγραπται, καὶ πρὸς τὴν ἐκείνου διάνοιαν ἀποβλέπειν, ἀλλὰ καὶ αὐτὸς ὄντως ἐστὶν Ὁμήρου ζηλωτής, μάθοιμεν ἂν τήν τε προβεβλημένην ταύτην τῶν λόγων ἰδέαν καὶ τὴν τῶν δογμάτων ἐπιστήμην, ἣν πανταχοῦ μεταδιώκει, κατανοήσαντες. τὸ μὲν γὰρ τῆς λέξεως εἶδος ὅπως κατʼ ἴχνος συνυφαίνεται παρʼ αὐτῷ τῆς Ὁμηρικῆς μιμήσεως, καὶ ὡς τὰ ἤθη πάντα τῶν διαλεγομένων ἀνήπλωται καὶ αἱ τῆς ζωῆς ἕξεις μετὰ τῆς ἴσης ἐναργείας ἡμῖν παραδέδονται, μεθʼ ὅσης καὶ Ὅμηρος τοὺς περὶ τῶν ἡρώων λόγους διέθηκεν, καὶ ὡς μονονουχὶ παρόντας ἑκάτερος καὶ φθεγγομένους τὰ ἑαυτοῦ δόγματα καὶ ζῶντας παρίστησιν τούτους οὓς ἂν μιμῆται, παντὶ καταφανὲς καὶ διὰ τῶν εἰρημένων ὑπέμνησται. καὶ γὰρ τὴν φαντασίαν ἡμῶν κινεῖ παντοίως ἡ τῶνδε τῶν ἀνδρῶν μίμησις καὶ τὰς δόξας μετατίθησιν καὶ συμμεταμορφοῖ τοῖς ὑποκειμένοις πράγμασιν, ὥστε πολλοὺς μὲν Ἀπολλοδώρῳ συνδακρύειν ἀναβρυχωμένῳ, πολλοὺς δὲ Ἀχιλλεῖ θρηνοῦντι τὸν φίλον, καὶ τοσούτοις ὕστερον χρόνοις τὰ αὐτὰ πάσχειν τοῖς τότε παροῦσιν. οὐδὲ γὰρ ἡμεῖς ἀπεῖναι δοκοῦμεν τῶν πραγμάτων διὰ τὴν ἐκ τῆς μιμήσεως ἐναργῆ φαντασίαν τῶν μεμιμημένων.

`1.165`

Εἰ δὲ τούτων ἀπαλλαγέντες καὶ τὴν περὶ τὴν λέξιν πολυπραγμοσύνην ἄλλοις ἀφέντες ἐπὶ τὴν τῆς θεωρίας ἀναδράμοιμεν τῶν ἀνδρῶν ὁμοιότητα, πάλιν κἀνταῦθα τὴν ἀνέλεγκτον ἐπιστήμην τὴν αὐτὴν παρʼ ἀμφοτέροις διαλάμπουσαν γνωσόμεθα καὶ τὸν Πλάτωνα πανταχοῦ μεταθέοντα τὴν πρὸς Ὅμηρον ἀφομοίωσιν. εἰ γὰρ βούλεσθε, τῶν ἐν Τιμαίῳ γεγραμμένων ἀναμνησθῶμεν, ἐν οἷς πάντα μὲν τὰ θεῖα γένη τοῦ κόσμου, πάντα δὲ τὰ θνητὰ παράγων, μίαν δὲ δημιουργικὴν πρόνοιαν ἐπὶ πάντα διατείνων μέχρι τοῦ ποιητοῦ καὶ πατρὸς τῶν ὅλων ἀνάγει τὴν θεωρίαν· τὰ δὲ ἐπέκεινα τῆς ἀρχῆς ταύτης ἀφίησιν ἄρρητα, πλὴν ὅσον τοῦ νοητοῦ παραδείγματος τῆς δημιουργικῆς ἕνεκα μονάδος πεποίηται μνήμην· ὁ γὰρ τοῦ παντὸς ὑποστάτης αὐτὸς δημιουργεῖ τὰ αἰσθητὰ πρὸς τὸ νοητὸν παράδειγμα βλέπων. ταύτην τοίνυν ἅπασαν τὴν τῶν ὅλων μέθοδον οὐκ ἀλλαχόθεν ἔμοιγε δοκεῖ συνελεῖν ἢ ἐκ τῆς Ὁμηρικῆς ποιήσεως. καὶ γὰρ Ὅμηρος περὶ τῶν ἐγκοσμίων πραγμάτων ἀναδιδάσκων καὶ τῆς εἰς τὸ πᾶν καθηκούσης προνοίας τῶν θεῶν μέχρι τοῦ Διὸς ἄνεισιν καὶ τῆς δημιουργικῆς αἰτίας, καὶ εἰς μίαν ταύτην ἀρχὴν ἀκίνητον καὶ ἀεὶ ὡσαύτως ἱδρυμένην ἀναπέμπει τὴν γένεσιν τῶν ἐν τῷ κόσμῳ πάντων, καὶ πατέρα θεῶν τε καὶ ἀνδρῶν διὰ πάσης ὡς εἰπεῖν τῆς πραγματείας ἀνυμνεῖ τὸν μέγιστον τοῦτον θεόν· ὥσπερ δὴ καὶ ὁ Τίμαιος ὕστερον ἀπογεννῶντα μὲν αὐτὸν τοὺς ἐν τῷ παντὶ θεοὺς παραδίδωσιν, ὑφιστάντα δὲ καὶ τὰς μεριστὰς ψυχὰς καὶ εἰς ἀνδρῶν πέμποντα γένεσιν· τοιαύτη γὰρ ἡ πρωτίστη κάθοδος τῶν ψυχῶν, ἣν ἐξ ἀνάγκης ἁπάσαις αὐταῖς προσκεῖσθαι παρὰ τοῦ γεννήσαντος πατρὸς διατείνεται. μέχρι δʼ οὖν τῆς μιᾶς δημιουργίας καὶ Ὅμηρος ἀνατρέχει καὶ πάντα ἐξάπτει τῆς τοῦ Διὸς πατρονομικῆς ἐπιστασίας, Κρόνου δὲ καὶ Ῥέας ὡς αἰτίων τοῦ δημιουργοῦ διαμνημονεύει, κατὰ τοὺς δεινοὺς τῶν διαλεκτικῶν ἀπὸ τῆς προσεχοῦς αἰτίας αὐτῷ τὴν περὶ τοῦ δημιουργοῦ θεωρίαν ὡρμῆσθαι βουλόμενος ὡς ἐκεῖθεν μάλιστα καταφανῆ γενησομένην.

`1.166`

Πάλιν τοίνυν ὁ μὲν θεῖος ποιητὴς διττὰς δημηγορίας τοῦ πατρὸς τῶν ὅλων ἡμῖν ἐξέφηνεν, ὥς που καὶ πρότερον εἴπομεν, πρὸς τοὺς ἐγκοσμίους θεούς, καὶ τὴν μὲν αὐτῶν ἐπιστρεπτικὴν καὶ συναγωγὸν τῶν ἀκουόντων εἰς τὸν ἕνα δημιουργικὸν νοῦν, χωριστοὺς ἀπεργαζομένην τῶν προνοουμένων ἁπάντων τοὺς θεοὺς καὶ συνελίσσουσαν τὸ πλῆθος ἐπὶ τὴν ἐξῃρημένην μονάδα καὶ Διὸς ἔνδον, ὥς φησιν ἡ ποίησις, συλλέγουσαν, τὴν δὲ προνοίας χορηγὸν καὶ δυνάμεων γεννητικῶν καὶ προάγουσαν ἕκαστον εἰς τὴν τῶν δευτέρων ἐπιμέλειαν καὶ κινητικὴν πρὸς τὴν μετάδοσιν τῆς τάξεως, ἵνα δὴ καὶ τὰ ἔσχατα τοῦ παντὸς καὶ ὁ ἐν τῇ φύσει πόλεμος μετάσχῃ τῆς τῶν θεῶν νοερᾶς ἐπιστασίας. ὁ δὲ αὖ Πλάτων, ἢ εἰ βούλεσθε λέγειν ὁ παρὰ τῷ Πλάτωνι Τίμαιος, δημηγοροῦντα μὲν καὶ αὐτὸς ἀπὸ τῆς νοερᾶς περιωπῆς τὸν πατέρα τῶν ὅλων παραδίδωσιν εἰς ἅπαντας τοὺς ἀπʼ αὐτοῦ προεληλυθότας θεούς, τούς τε ἀεὶ περιπολοῦντας καὶ τοὺς φαινομένους καθʼ ὅσον ἂν ἐθέλωσιν, ἀλλʼ ἐν τοῖς αὐτοῖς λόγοις καὶ ἐπιστρέφοντα τὸ πλῆθος εἰς ἑαυτὸν καὶ εἰς τὴν πρόνοιαν ἀνεγείροντα τῶν θνητῶν· καὶ τὰ μὲν πρῶτα τῆς δημηγορίας τῆς ἐπιστροφῆς τοῖς ἐγκοσμίοις θεοῖς τῆς εἰς τὸν ἕνα δημιουργὸν μεταδίδωσιν, τὰ δὲ τελευταῖα τῆς προνοητικῆς τῶν καταδεεστέρων δυνάμεως. μιμούμενοι γάρ φησιν τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν ζῷα ἀπεργάζεσθε καὶ γεννᾶτε. πάντῃ ἄρα φήσομεν αὐτὸν Ὁμήρῳ καὶ τοῖς Ὁμήρου ποιήμασιν ἑπόμενον τὰ τοιαῦτα γράφειν, ζηλοῦντα τὸν τρόπον τῆς περὶ τῶν ὅλων πραγμάτων ὑφηγήσεως.

`1.167`

Καὶ μὴν καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης ἐνθεαστικῶς ἤδη καὶ ποιητικῶς φθεγγόμενος ἀνάγει μὲν τοὺς ἐν τῷ κόσμῳ θεοὺς εἰς τὴν τῶν νοητῶν περιωπὴν ὑφʼ ἡγεμόνι τῷ μεγίστῳ Διΐ· τούτῳ γάρ, φησίν, ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων κατὰ ἕνδεκα μέρη κεκοσμημένη, δαῖτα δὲ καὶ θοίνην αὐτοῖς προτίθησιν καὶ εὐπαθείας ἀμηχάνους καὶ τὸ νέκταρ καὶ τὴν ἀμβροσίαν, ταῦτα δὴ τὰ παρὰ τοῖς ποιηταῖς θρυλούμενα, καὶ ἐπὶ τὴν ἑαυτοῦ μετάγει θεωρίαν. οὐ γὰρ ἔστιν μαινομένῳ στόματι λέγοντα τῶν τοιούτων ὀνομάτων ἀπέχεσθαι, ἀλλʼ ἡ πρὸς τὸ δαιμόνιον γένος οἰκειότης ἡ προευτρεπίζουσα τὴν τοῦ θείου φωτὸς παρουσίαν ἀνακινεῖ τὴν φαντασίαν εἰς τὴν συμβολικὴν ἀπαγγελίαν. πόθεν δὴ οὖν ὁ Σωκράτης οἴεσθε τὴν τοιαύτην τῶν λόγων μέθοδον ἢ ἐκ τῶν Ὁμηρικῶν ποιημάτων ἀνήγειρεν; ἢ οὐχὶ καὶ Ὅμηρος τοιαῦτα ἄττα γράφει περί τε τοῦ μεγίστου Διὸς καὶ τῶν ἑπομένων αὐτῷ θεῶν·

  
Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας  

  
χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες  
  
ἕπονται Α  
παντὶ γοῦν τοῦτο καταφανὲς τῷ καὶ μετρίως τῆς τοιᾶσδε θεωρίας ἐπῃσθημένῳ, ὅτι τὸν μέγιστον τῶν θεῶν ἄνωθεν ἐκ τῶν νοητῶν τρέφεσθαι ῥητέον ἐπὶ δαῖτα καὶ θοίνην ἰόντα καὶ πρὸς τὰς οἰκείας ἀρχὰς ἐπιστρέφειν καὶ ἀπʼ ἐκείνων πληροῦσθαι τῶν ἐξῃρημένων καὶ ἑνοειδῶν ἀγαθῶν. ἐκεῖ τοίνυν καὶ οἱ Αἰθίοπες οἱ τῷ θείῳ φωτὶ καταλαμπόμενοι καὶ ὁ πρώτιστος Ὠκεανὸς ὁ τῆς νοητῆς πηγῆς ἀπορρέων, καὶ ἡ πλήρωσις ἐκεῖθεν τῷ τε δημιουργικῷ νῷ καὶ πᾶσι τοῖς ἐξηρτημένοις αὐτοῦ θεοῖς.

`1.168`

Ἔτι τοίνυν Ὅμηρος μὲν ἀγαθότητι καὶ ἀνεκλείπτῳ δυνάμει διὰ πάντων φοιτώσῃ τῶν ὄντων καὶ γνώσει περιληπτικῇ τῶν ὅλων ἑνιαίως χαρακτηρίζει τὴν ἰδιότητα τῶν θεῶν· καὶ γὰρ θεοὶ δωτῆρες ἐάων φησὶν καί· θεοὶ δέ τε πάντα δύνανται, καὶ ἐν ἄλλοις· θεοὶ δέ τε πάντα ἴσασιν. ὁ δὲ Ἀθηναῖος ξένος ἐντεῦθεν ὁρμηθεὶς κατεσκεύασεν ἀδαμαντίνοις ὡς εἰπεῖν λόγοις τὴν ἐπὶ πάντα διήκουσαν πρόνοιαν τῶν θεῶν· καὶ γὰρ βούλεσθαι πάντα πληροῦν ἀγαθῶν τοὺς θεοὺς καὶ δύνασθαι — πάντα γὰρ ποδηγοῦσιν ἀνελάττωτοι κατὰ τὴν δύναμιν ὄντες — καὶ εἰδέναι τὸ προσῆκον αὐτοῖς. προσήκει δὲ ἄρα τοῖς πάντων αἰτίοις τὸ προνοεῖν τῶν σφετέρων γεννημάτων, τοῖς πάντων ἄρχουσιν τὸ κοσμεῖν τὰ ἀρχόμενα ὑπʼ αὐτῶν. οὔτʼ οὖν διʼ ἔνδειαν ἀγαθῶν τὴν πρόνοιαν ἀναιρετέον οὔτε διʼ ὕφεσιν δυνάμεως — πολλοῖς γὰρ ἡ μὲν τῆς εὐποιΐας ἔφεσις πάρεστιν, ἡ δὲ ἀσθένεια παραιρεῖται τὴν εὐεργετικὴν εἰς τοὺς ἄλλους ἐνέργειαν — οὔτε διʼ ἄγνοιαν τῶν ἐπιβαλλόντων αὐτοῖς ἔργων· οὔτε γὰρ ἑαυτοὺς οὔτε τὰ μεθʼ ἑαυτοὺς ἀγνοοῦσιν. ταῦτα δὴ οὖν ὁ Ἀθηναῖος ξένος τοῖς ἀνελέγκτοις κατεδήσατο λογισμοῖς, οὐκ ἀλλαχόθεν ἢ παρʼ Ὁμήρου τὰς κοινὰς καὶ διὰ πάντων τῶν θείων γενῶν διηκούσας ἰδιότητας λαβών, τὴν ἀγαθοειδῆ βούλησιν, τὴν ἀπερίληπτον δύναμιν, τὴν παντελῆ τῶν ὄντων νόησιν.

`1.169`

Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τὰς παρʼ ἀμφοτέροις νεκυίας ἐνθυμηθῶμεν, καὶ ὅπως Ὁμήρῳ μὲν τά τε ἄλλα διεσκεύασται ποιητικῶς καὶ κατὰ τὴν θείαν μανίαν καὶ ἡ τῶν διαφόρων ἐν Ἅιδου λήξεων παράδοσις — καὶ γὰρ κολαζομένους τινὰς καὶ κρινομένους εἰσήγαγεν, καὶ κρίνοντας ἄλλους καὶ καθαίροντας, καὶ τῶν κολάσεων ποικίλα εἴδη καὶ τῶν καθάρσεων τρόπους ἐξηλλαγμένους —, τῷ δὲ αὖ Πλάτωνι καὶ ταῦτα κατὰ τὸν Ὁμήρου ζῆλον πεπραγμάτευται. καὶ γὰρ ἐν Πολιτείᾳ καὶ ἐν Φαίδωνι καὶ ἐν Γοργίᾳ περὶ τῶν ἐν Ἅιδου ψυχῶν καὶ ὑπὸ τὴν βασιλείαν τοῦ Πλούτωνος τελουσῶν πολλὰ καὶ θαυμαστὰ διελήλυθεν, ἐν Φαίδωνι μὲν τοὺς τόπους διαφερόντως τοὺς ἐκεῖ καὶ τὰ ὅλα δικαιωτήρια τῶν ψυχῶν ἀφηγούμενος, ἐν Πολιτείᾳ δὲ τὰς παντοίας τῶν κρινομένων τίσεις καὶ τὴν πορείαν αὐτῶν τὴν ὑπὸ γῆν καὶ τὰ δράματα τὰ περὶ αὐτοὺς διεξιών, ἐν δὲ τῷ Γοργίᾳ τῶν δικαστῶν τὰς τάξεις καὶ τὰς διαφορότητας προηγουμένως ἡμῖν ἀναφαίνων. καίτοι πανταχοῦ πάντα ἂν εὕροις αὐτῷ μνήμης ἠξιωμένα, ἀλλʼ οὗ μὲν πλείων ὁ περὶ τῶν δικαιωτηρίων λόγος, οὗ δὲ ὁ περὶ τῶν δικαστῶν αὐτῶν, οὗ δὲ ὁ περὶ τῶν κρινομένων ψυχῶν καὶ τῶν ποικίλων περὶ αὐτὰς παθημάτων. καὶ ὅτι ταῦτα κατὰ τὸν Ὁμήρου ζῆλον ὁ Πλάτων διέθηκεν, ἐνδείκνυταί που καὶ αὐτὸς τῷ ποιητῇ τούτῳ μάρτυρι χρώμενος ἐν αὐτοῖς ἐκείνοις τοῖς λόγοις. καὶ γὰρ ὡς ὁ Μίνως χρυσοῦν ἔχων σκῆπτρον δικάζει καὶ ἐπισκοπεῖ τὴν τῶν λοιπῶν δικαστῶν κρίσιν, ἐκ τῆς Ὁμήρου νεκυίας εἰληφέναι συνομολογεῖ, καὶ ὅτι δυνάσται τινές εἰσιν καὶ τύραννοι καὶ βασιλεῖς οἱ τῶν μεγίστων ἁμαρτημάτων τὰς μεγίστας τιμωρίας ὑπέχοντες — Τιτυοὶ γὰρ καὶ Σίσυφοι καὶ Τάνταλοι, φησίν, καὶ παρʼ Ὁμήρῳ κολάζονται —, καὶ ὅτι μέγιστόν ἐστι τῶν τῆς γῆς χασμάτων καὶ ταῖς ψυχαῖς φρικωδέστατον δικαιωτήριον ὁ Τάρταρος· τούτου γάρ, φησὶν ὁ ἐν τῷ Φαίδωνι Σωκράτης, καὶ Ὅμηρος διαμνημονεύει λέγων·

  
τῆλε μάλʼ ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον.  
ἐπεὶ καὶ τῶν ποταμῶν ἐκεῖθεν τὴν ἱστορίαν παρείληφεν· καὶ γὰρ ὅτι πάντων ἐστὶν Ὠκεανὸς ἐξωτάτω τῶν ῥευμάτων·

  
Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔπως ἔστι περῆσαι.  
καὶ περὶ τῶν ἄλλων ὡσαύτως·

  
Ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι  

  
Κωκυτός θʼ ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ  
  
κ.  
ὅθεν οἶμαι καὶ ὁ Σωκράτης Στύγιον αὐτὸν προσείρηκεν. ἐν δὲ τῇ Πολιτείᾳ τῆς νεκυίας ἀρχόμενος οὐκ Ἀλκίνου φησὶν ἀπόλογον ἐρεῖν, ἀλλὰ ἀλκίμου τινὸς ἀνδρὸς Ἠρὸς τοῦ Ἀρμενίου τὸ γένος Παμφύλου, μονονουχὶ λέγων σαφῶς, ὅτι τὴν παρʼ Ὁμήρῳ νέκυιαν ἑαυτῷ προθεὶς καὶ ἐκείνην παράδειγμα ποιησάμενος μέλλει καὶ περὶ τούτων διαλέγεσθαι τῶν ἐν ἐκείνῳ τῷ μύθῳ προκειμένων εἰς ἀφήγησιν.

`1.170`

Ἀλλὰ μὴν καὶ εἰ τῶν ἐν Κρατύλῳ γεγραμμένων ἀναμνησθείημεν, μάθοιμεν ἂν καὶ ἐξ ἐκείνων, ὅτι διὰ πάντων ὡς εἰπεῖν τῶν ἐν φιλοσοφίᾳ σκεμμάτων εἰς τὴν Ὁμήρου ποίησιν ἀποβλέπων ὁ Πλάτων ἐκεῖθεν παραδέχεται τὰς πρώτας ὑποθέσεις τῶν λόγων. πρόκειται μὲν γὰρ αὐτῷ περὶ ὀνομάτων ἐν ἐκείνῳ τῷ διαλόγῳ τὴν ἀληθεστάτην ἐκφῆναι θεωρίαν· διττῶν δὲ αὖ ὄντων ὀνομάτων καὶ διττοὺς ἐχόντων τῆς αἰτίας ἀπολογισμούς, τοὺς μὲν ἀγνώστους ἡμῖν, τοὺς δὲ γνωρίμους, ἑκατέρων τὸν Ὅμηρον ποιεῖται μάρτυρα. σαφέστατα γὰρ ἐκεῖνον διαστείλασθαι τά τε ἀνθρώπινα καὶ τὰ θεῖα τῶν ὀνομάτων, τὴν Βατίειαν καὶ τὴν Μυρίνην, καὶ Ξάνθον λέγοντα τὸν ποταμὸν καὶ Σκάμανδρον, καὶ τὴν χαλκίδα τὸ ὄρνεον καὶ τὴν κύμινδιν· καὶ τούτων τὰ μὲν νοερώτερα καὶ τῆς φύσεως τῶν ὑποκειμένων τελέως ἀντεχόμενα πραγμάτων καὶ κατὰ τὸν αἰσθητὸν τύπον εὐπρεπέστερά τε καὶ εὐφωνότερα τῶν θεῶν ἔγγονα τιθέμενον, τὰ δὲ τοῖς εἰρημένοις ἅπασι τούτων λειπόμενα τῶν ἀνθρώπων· καὶ τῶν ἀνθρωπείων αὖ τὰ μὲν εἰς ἐμφρονεστέρους ἀνάγοντα νομοθέτας, τῶν δὲ τοὺς ἀφρονεστέρους ποιοῦντα κυρίους τῆς θέσεως, ὡς ἐν τοῖς περὶ τοῦ Ἀστυάνακτος καὶ τοῦ Σκαμανδρίου δεδήλωκε. ταύτας δὴ καὶ τοιαύτας ἀρχὰς ὁ Σωκράτης παρʼ Ὁμήρου λαβὼν τῆς περὶ τῶν ὀνομάτων θεωρίας διορίζει, τί μέν ἐστιν αὐτῶν τὸ φύσει, τί δὲ τὸ θέσει, καὶ τίς μὲν ἡ πρὸς τὰ πράγματα αὐτῶν ὁμοιότης, τίς δὲ ἡ ἀπολισθάνουσα τῶν δηλουμένων ἀνομοιότης, καὶ ὅπως τὰ μὲν πρώτιστα τῶν ὀνομάτων καὶ ὅσα θεῖα συνυφέστηκεν τοῖς οὖσιν, τὰ δὲ δεύτερα ἀπεικασίαν τινὰ φέρεται τῶν ὄντων, τὰ δὲ πολλοστὰ ἀπὸ τῆς ἀληθείας καὶ τῆς τοιαύτης ὁμοιότητος ἀποπέπτωκεν· καὶ ὅλως ἅπασαν ἐκείνην τὴν πραγματείαν Ὁμήρῳ καὶ τοῖς ἐνθέοις ποιηταῖς ἑπόμενος διεπραγματεύσατο.

`1.171–1.172`

Μὴ τοίνυν μηδὲ ἐκεῖνο παρῶμεν εἰς ἔνδειξιν ἐναργεστέραν τῆς τοῦ Πλάτωνος πρὸς Ὅμηρον φιλίας, ὅτι καὶ τὴν οἰκονομίαν πολλαχοῦ ζηλοῖ τῶν Ὁμηρικῶν ὑποθέσεων. ὃ μὲν γὰρ τὴν Ὀδυσσέως πλάνην τριπλῆν ἡμῖν ἀφηγήσατο· καὶ γὰρ γινομένην αὐτὴν παραδίδωσι, καὶ ἐν διηγήσεσι τοῦ Ὀδυσσέως πρὸς τὸν Ἀλκίνουν, καὶ αὖ πάλιν ἐν τοῖς πρὸς τὴν Πηνελόπην λόγοις συνεσπειραμένως ἅπασαν περιλαμβάνοντος. ὃ δὲ τὴν πολιτείαν τριπλασιάσας φαίνεται· καὶ γὰρ ἐν Πειραιεῖ τὴν πρώτην αὐτῆς ἔκφανσιν γενέσθαι φησίν, καὶ ἐν ἄστει διηγουμένου τοῦ Σωκράτους, καὶ ἐκ τρίτων συνοπτικῶς αὐτὴν πρὸ τῆς φυσιολογίας τοῖς ἀμφὶ Τίμαιον καὶ Κριτίαν ἀπαγγέλλοντος. πάνυ γε οὐχ ὁρᾶτε τῆς Ὁμηρικῆς ποιήσεως ὑπερερῶντα τὸν Πλάτωνα καὶ τῶν ἐν αὐτῇ μυστικῶν διανοημάτων, ὃς καὶ τὴν φαινομένην αὐτοῦ ζηλοῖ μεταχείρησιν καὶ ἔστιν οὐκ ἐνθεάζων μόνον καὶ μύθους συντιθείς, ἀλλὰ καὶ φιλοσοφῶν καὶ ῥητορεύων Ὁμηρικός. καὶ γὰρ ἡ τῆς μιμήσεως ἐνάργεια καὶ ἡ ποικιλία τῶν ἠθῶν καὶ ἡ τῶν ὀνομάτων ὥρα καὶ ἡ τῆς οἰκονομίας τέχνη καὶ ἡ τῶν σχημάτων ἐξαλλαγὴ τῆς Ὁμηρικῆς ἐστιν ἰδέας μεστή· καὶ οὐχ οἱ τραγῳδιοποιοὶ μόνον πολλὰ τῶν παρʼ Ὁμήρῳ βραχείας μνήμης ἠξιωμένων σκηνὰς καὶ ὑποθέσεις ἐποιήσαντο τελείας, ἀλλὰ καὶ αὐτὸς ὁ Πλάτων ἐκ μικρᾶς αὐτῷ δεδομένης ἐκεῖθεν ἀρχῆς πραγματείας ὅλας καὶ διαλόγους πολυστίχους συνεγράψατο. φέρε γὰρ ἑνὸς ἐπιμνησθῶμεν, εἰ βούλεσθε, καὶ τοὺς ἐν Ἀλκιβιάδῃ τοῦ Σωκράτους θεωρήσωμεν λόγους, ἐν οἷς ἄλλο μὲν τὸ χρώμενον εἶναί φησιν ἐκεῖνος, ἄλλο δὲ τὸ ὄργανον· καὶ τὸ μὲν ἐν ὑπηρέτου μέρει τετάχθαι, τὸ δὲ ἐξῃρῆσθαι τῆς ἐκείνου φύσεως· καὶ τὸν ἕκαστον ἡμῶν οὔτε ἐν τῇ χείρονι μοίρᾳ τὴν ὑπόστασιν ἔχειν οὔτε ἐξ ἀμφοτέρων συμπεπληρῶσθαι, τοῦ τε ὀργάνου λέγω καὶ τοῦ χρωμένου, ἀλλὰ κατʼ αὐτὸ μόνον τελέως ἀφωρίσθαι τὸ χρώμενον. ὅθεν δὴ κατὰ τὴν ψυχὴν αὐτὸν ὑφεστάναι τὴν τῶν σωματικῶν ὀργάνων ἐξῃρημένην ἐπιδείκνυσιν, καὶ ταύτην οὐ πᾶσαν, ἀλλὰ τὴν νοεράν, ἣν καὶ οὑτωσί πως αὐτὸ τὸ αὐτὸ προσείρηκεν ἐν ἐκείνοις. αὐτὸ μὲν γὰρ καὶ ἡ ψυχὴ πᾶσα πρὸς τὸ ὀστρεῶδες ὄργανον, τὸ δὲ ὄντως αὐτὸ τοῦτο ἄρα ἦν ἐκεῖνο τὸ νοερὸν εἶδος τῆς ψυχῆς. ταύτην δὴ οὖν σύμπασαν τῶν δογμάτων τὴν θεωρίαν περὶ τῆς φύσεως ἡμῶν ἐκ τῶν Ὁμηρικῶν ποιημάτων μοι δοκεῖ παραλαβὼν τοῖς ἀποδεικτικοῖς λόγοις ἱκανῶς καταδήσασθαι. καὶ γὰρ ἐκεῖνος πρῶτος διέκρινεν τὸν ἕκαστον ἡμῶν ἀπὸ τῶν ἐξηρτημένων ὀργάνων καὶ διεστήσατο καλῶς τὰ εἴδωλα τῶν πρωτουργῶν ὑποστάσεων· δηλοῖ δὲ ὁ σοφώτατος Ὀδυσσεὺς ἐν Νεκυίᾳ τὸν Ἡρακλέα λέγων ἰδεῖν γυμνὸν τόξον ἔχοντα καὶ προστιθεὶς εἴδωλον,

  
αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσιν  
  
τέρπεται ἐν θαλίῃ καὶ ἔχει καλλίσφυρον Ἥβην,  
καὶ οὐδὲν ἄλλο ἐνδεικνύμενος, ἢ ὅτι τὴν μὲν ἀληθινὴν τοῦ Ἡρακλέους οὐσίαν ἐν τῇ ψυχῇ τίθεσθαι προσήκει, τὸ δὲ ἐξημμένον τῆς ψυχῆς εἴδωλον ὄργανον ἐκείνου καὶ ἀπεικασίαν πρὸς ἐκεῖνον φερόμενον, ἀλλʼ οὐκ ἐκεῖνον ὑπολαμβάνειν. ἄνωθεν ἄρα ἀπὸ τῆς Ὁμηρικῆς ὑφηγήσεως ἤρτηται τὰ περὶ τοῦ ἀνθρώπου τῷ Πλάτωνι δοκοῦντα, μηδὲ τῶν ὀνομάτων ἀποσχομένῳ τῶν Ὁμηρικῶν. τὸ γὰρ αὐτὸ τὸ αὐτὸ πόθεν ἀλλαχόθεν ἂν φήσαιμεν ἢ ἐκ τοῦ αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσιν ἔχειν τὴν ἀφορμήν, καὶ τὸ τὴν σωματικὴν φύσιν εἴδωλον τῆς ἀληθινῆς οὐσίας ἀποκαλεῖν πῶς οὐχὶ παντὶ δῆλον ἐκεῖθεν μετενηνεγμένον; ἐπεὶ καὶ τὸ

  
ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο  
  
χρύσεον σκῆπτρον ἔχων λ,  
σαφῶς τὸν ἕκαστον ἡμῶν ἐν ψυχῇ διορίζεται τὴν ὕπαρξιν ἔχειν.

`1.173`

Πῶς ἄν τις ἀπολογήσαιτο πρὸς τὰ ἐν Φαίδρῳ ῥηθέντα περὶ Ὁμήρου, ἐν οἷς δοκεῖ τὸν Στησίχορον ὡς μουσικώτερον προκρίνειν.

Ἀλλὰ τούτων μὲν πολλὰ ἂν εὕροι τις παραδείγματα πρὸς τὴν ἑκατέρου πραγματείαν ἀποβλέπων. ἐπεὶ δὲ ταῦτα ὑπέμνησται, μικρὰ περὶ τῶν ἐν Φαίδρῳ γεγραμμένων προσθέντες τοὺς περὶ τῆς ποιητικῆς ἀνακινήσωμεν λόγους, οὓς ὁ ἐν Πολιτείᾳ Σωκράτης ἐν τῷ δεκάτῳ διέξεισιν. ἴσως γὰρ ἄν τινες καὶ σφόδρα τὸν Πλάτωνα φαῖεν τὴν Ὁμήρου δόξαν ἀφανίζειν καὶ ἐκ τῶν ἐν τῷ Φαίδρῳ περὶ τῆς παλινῳδίας εἰρημένων. ἔστι γάρ, φησίν, τοῖς ἁμαρτάνουσιν περὶ μυθολογίαν καθαρμὸς ἀρχαῖος, ὃν Ὅμηρος μὲν οὐκ ᾔσθητο, Στησίχορος δέ. τῶν γὰρ ὀμμάτων στερηθεὶς διὰ τὴν Ἑλένης κακηγορίαν οὐκ ἠγνόησεν ὥσπερ Ὅμηρος, ἀλλʼ ἅτε μουσικὸς ὢν ἔγνω τὴν αἰτίαν, καὶ ποιεῖ εὐθύς· οὐκ ἔστʼ ἔτυμος λόγος οὗτος· καὶ τὰ τούτοις ἐφεξῆς, ἐν οἷς τά τε ἄλλα δῆλός ἐστιν, ὡς ἂν φαῖεν οἱ τῶν τοιούτων ἀντιλαμβανόμενοι ῥημάτων, τὸν Ὅμηρον λοιδορῶν, καὶ ὅτι Στησιχόρου καταδεέστερος εἰς τὸ γνῶναί τε τὴν αἰτίαν τῶν δαιμονίων μηνιμάτων καὶ γνόντα διὰ τῆς παλινῳδίας ἱλάσασθαι, ἐπεὶ καὶ τὸ κακηγορῆσαι τὴν Ἑλένην παῖδα τοῦ μεγίστου Διὸς λεγομένην καὶ τὸ διʼ ἔνδειαν μουσικῆς ἀγνοῆσαι τὸ πάθος δόξειεν ἂν μεγάλην μοῖραν ἔχειν τῆς περὶ αὐτὸν βλασφημίας.

`1.174–1.177`

Ἀλλʼ οὖν καὶ πρὸς ταῦτα λεκτέον, ὅτι Στησίχορος μὲν ὁ Ἱμεραῖος πάντα τὸν περὶ τῆς Ἑλένης μῦθον ὡς λόγον ὄντα καὶ γεγονότων μόνον πραγμάτων ἀφήγησιν παραδεξάμενος καὶ κατὰ τοῦτον δὴ τὸν τρόπον τὴν περὶ αὐτοῦ ποίησιν διαθεὶς εἰκότως καὶ δίκης τυχεῖν καὶ διὰ τὴν ἐκ τῆς μουσικῆς ὠφέλειαν ἐπιγνῶναι τὴν ἑαυτοῦ πλημμέλειαν λέγεται, Ὅμηρος δὲ κατʼ ἄλλην οἶμαι καὶ τελεωτέραν τῆς ψυχῆς ἕξιν ἀποστὰς μὲν τῶν ἐν αἰσθήσει φερομένων καλῶν καὶ τῆς φαινομένης ἁπάσης ἁρμονίας τὴν ἑαυτοῦ νόησιν ὑπεριδρύσας, εἰς δὲ τὴν ἀφανῆ καὶ ὄντως οὖσαν ἁρμονίαν ἀνατείνας τὸν τῆς ψυχῆς νοῦν καὶ περιαχθεὶς εἰς τὸ ἀληθινὸν κάλλος ὑπὸ τῶν τὰ τοιαῦτα διαμυθολογεῖν εἰωθότων ἀφαιρεθῆναι τῶν ὀμμάτων εἴρηται καὶ τοιοῦτόν τι παθεῖν, οἷον δὴ καὶ αὐτὸς τὸν Δημόδοκον τὸν παρὰ τοῖς Φαίαξιν ᾠδὸν πεπονθέναι φησίν, ὃν ὁ θεὸς ὁ τῆς μουσικῆς χορηγὸς

  
ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν  
καὶ γὰρ τοῦτον ἄντικρυς τῆς ἐνθεαστικῆς αὑτοῦ ζωῆς παράδειγμα προεστήσατο, καὶ διὰ τοῦτο τῆς μὲν ἐμφανοῦς ἁπάσης αὐτὸν ἁρμονίας καὶ τοῦ κάλλους διὰ τὴν ἐκ τῆς Μούσης κατακωχὴν ἐξῃρῆσθαι λέγει, τοῖς δὲ νοεροῖς περὶ θεῶν καὶ μυστικοῖς διανοήμασιν τὰς ἑαυτοῦ διαποικίλλειν ἐνεργείας. καὶ οὐχ Ὅμηρος μόνον καὶ Δημόδοκος ἐκεῖνος, ἀλλὰ καὶ Ὀρφεὺς μυθολογεῖται τοιαῦτα ἄττα τραγικῶς παθεῖν διὰ τὴν ἐν μουσικῇ τελέαν ζωήν· σπαραχθεὶς γὰρ καὶ μερισθεὶς παντοίως τὸν τῇδε βίον ἀπολιπεῖν, ἐπειδὴ μεριστῶς οἶμαι καὶ διῃρημένως αὐτοῦ μετέσχον οἱ τότε τῆς μουσικῆς καὶ ὅλην ἅμα καὶ παντελῆ τὴν ἐπιστήμην οὐ δεδύνηνται δέξασθαι. τὸ δʼ οὖν ἀκρότατον αὐτῆς μέρος καὶ πρώτιστον οἱ τὴν Λέσβον οἰκοῦντες παρεδέξαντο· καί που διὰ τοῦτο καὶ τὴν κεφαλὴν ὁ μῦθος τὴν ἐκείνου σπαραχθέντος εἰς Λέσβον ἐξενεχθῆναί φησιν. ἀλλʼ Ὀρφεὺς μὲν ἅτε τῶν Διονύσου τελετῶν ἡγεμὼν γενόμενος τὰ ὅμοια παθεῖν ὑπὸ τῶν μύθων εἴρηται τῷ σφετέρῳ θεῷ — καὶ γὰρ ὁ σπαραγμὸς τῶν Διονυσιακῶν ἕν ἐστιν συνθημάτων —, Ὅμηρος δὲ ἀφαιρεθῆναι τῶν ὀμμάτων λέγεται, διότι δὴ πᾶν τὸ φαινόμενον κάλλος ὑπερδραμὼν καὶ τὸν ἐνταῦθα τῶν ψυχῶν ἱστορήσας πόλεμον ἐπὶ τὴν νοερὰν ἑαυτὸν ἀνήγαγεν τοῦ κάλλους θεωρίαν. τοῦτο γάρ φησιν καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης· τὸ τῇδε κάλλος διὰ τῆς ἐναργεστάτης τῶν αἰσθήσεων κατειλήφαμεν, στίλβον ἐναργέστατα. ὄψις γὰρ ἡμῖν ὀξυτάτη τῶν διὰ τοῦ σώματος αἰσθήσεων ἔρχεται, ᾗ φρόνησις οὐχ ὁρᾶται. Τὸν τοίνυν ὑπεριδόντα μὲν τοῦ ὁρατοῦ κάλλους, φρονήσει δὲ καὶ νοερᾷ ζωῇ τὴν οἰκείαν ἐνέργειαν ἐπιτρέψαντά φασιν οἱ τραγικώτεροι τῶν μύθων καὶ αὐτῶν ἀφαιρεθῆναι τῶν ὀμμάτων διὰ τὴν τῆς Ἑλένης κακηγορίαν· ἅπαν γὰρ οἶμαι τὸ περὶ τὴν γένεσιν κάλλος ἐκ τῆς δημιουργίας ὑποστὰν διὰ τῆς Ἑλένης οἱ μῦθοι σημαίνειν ἐθέλουσιν, περὶ ὃ καὶ τῶν ψυχῶν πόλεμος τὸν ἀεὶ χρόνον συγκεκρότηται, μέχρις ἂν αἱ νοερώτεραι τῶν ἀλογωτέρων εἰδῶν τῆς ζωῆς κρατήσασαι περιαχθῶσιν ἐντεῦθεν εἰς ἐκεῖνον τὸν τόπον, ἀφʼ οὗ τὴν ἀρχὴν ὡρμήθησαν. τὴν δὲ περίοδον ἄρα ταύτην ὁ μέν τις δεκέτη προσείρηκεν, ὁ δὲ μυριέτη· διαφέρει δὲ οὐδὲν οὕτως ἢ ἐκείνως λέγειν. καὶ γὰρ ἡ χιλιὰς μία περίοδός ἐστιν ἀπὸ γενέσεως αὖθις εἰς γένεσιν ἄγουσα τὰς ψυχάς· εἴτε τοίνυν ἐννέα χιλιάδας ἐτῶν περὶ γῆν αἱ ψυχαὶ καλινδούμεναι κατὰ τὴν δεκάτην ἀποκαθίστανται, εἴτε ἐνναέτει χρόνῳ τῷ περὶ τὴν γένεσιν προσκαρτερήσασαι πολέμῳ κρατεῖν μὲν τοῦ βαρβαρικοῦ κλύδωνος ἐν τῷ δεκάτῳ, περιάγεσθαι δὲ εἰς τὰς συννόμους ἑαυτῶν οἰκήσεις λέγονται, πάντως που δῆλον, ὅτι τὸν τῶν τοιούτων ἐν τῷ κόσμῳ πραγμάτων φιλοθεάμονα καὶ ἀπὸ τῶν ἐμφανῶν ἀνηγμένον καὶ τῶν εἰκόνων εἰς τὴν ἀφανῆ ταῖς αἰσθήσεσιν ἡμῶν θεωρίαν εἰκότως τυφλὸν οἱ μυθοπλάσται γεγονέναι λέγουσιν. ἔπρεπεν δὲ ἄρα τοῖς διὰ συμβόλων ἀεὶ τὴν περὶ τῶν ὄντων ἀλήθειαν κατακρύπτουσιν καὶ τὴν περὶ αὐτῶν φήμην συμβολικώτερον παραδοθῆναι τοῖς ὕστερον. Οὐκ ἄρα Ὁμήρου Στησίχορος μουσικώτερος — οὐδὲ γὰρ τὰ αὐτὰ παθήματα περὶ ἑκάτερον συμβέβηκεν, εἰ μὴ κατὰ τὸ φαινόμενον μόνον τοῦ μύθου πρόσχημα — οὐδὲ Ὁμήρῳ παλινῳδίας ἔδει πρὸς τὸ θεῖον ἐπιστρέψαντι κάλλος, ἀλλὰ Στησιχόρῳ πέρα τοῦ μέτρου τὸν περὶ τῆς Ἑλένης μῦθον φιλοφρονησαμένῳ. εἰ δὲ ὁ Σωκράτης ἐν ἐκείνοις τῷ φαινομένῳ χρώμενος ἡμαρτηκέναι φησὶν τὸν Ὅμηρον καὶ ἁμαρτόντα τὰ αὐτὰ τῷ Στησιχόρῳ παθεῖν, οὐ θαυμαστόν, ἐπεὶ καὶ ἑαυτὸν ὡσαύτως ἁμαρτεῖν περὶ τὸν πρότερον λόγον φησὶν οὐχ ἁμαρτὼν σαφῶς· νῦν δʼ ᾔσθημαι τὸ ἁμάρτημα. —λέγεις δὲ δὴ τί; —δεινόν, ὦ Φαῖδρε, δεινὸν λόγον αὐτός τε ἐκόμισας ἐμέ τε ἠνάγκασας εἰπεῖν. —πῶς δή; —εὐήθη καὶ ὑπό τι ἀσεβῆ, οὗ τί ἂν εἴη δεινότερον. ὥσπερ οὖν αὐτὸς ὡς λοιδορήσας τὸν ὑβριστὴν ἔρωτα καὶ ὃν οἱ θεοὶ πνιγμὸν ἔρωτος ἀληθοῦς προσειρήκασιν ἡμαρτηκέναι λέγει, καθʼ ὅσον ἀντὶ τῆς τοῦ θείου καὶ ἀναγωγοῦ τῶν ψυχῶν ἔρωτος θεωρίας περὶ τὸ ἔσχατον αὐτοῦ καὶ ἔνυλον εἴδωλον ἐστράφη, τὸν αὐτὸν τρόπον καὶ Ὅμηρον περὶ τὴν Ἑλένην ἁμαρτεῖν ἂν λέγοι, καθʼ ὅσον τὸν τῆς ψυχῆς νοῦν εἰς τὴν θέαν τοῦ ἐμφανοῦς κάλλους κατήγαγεν· ἁμάρτημα γάρ ἐστιν ψυχῆς ἡ τῶν ἐσχάτων κατανόησις ὡς πρὸς τὴν ἄχραντον καὶ τελείαν τῶν ὄντως ὄντων περιωπήν. τοσαῦτα καὶ περὶ τῶν ἐν Φαίδρῳ γεγραμμένων εἰς Ὅμηρον εἴχομεν λέγειν.

Τίνες εἰσὶν αἱ τρεῖς ἕξεις τῶν ψυχῶν, καὶ πῶς τὴν ποιητικὴν τριττὴν ἀποδείξομεν κατὰ ταύτας συνδιαιρουμένην τὰς τρεῖς ἕξεις ἐν ἡμῖν.

`1.178`

Εἶεν· ἀλλʼ ἐπὶ τοὺς περὶ τῆς ποιητικῆς λόγους ἐντεῦθεν τραπώμεθα καὶ θεωρήσωμεν, τίνα μὲν γένη τῆς κατὰ Πλάτωνα ποιητικῆς ἐστιν, εἰς ποίαν δὲ ἀποβλέπων ἐν τῷ δεκάτῳ τῆς Πολιτείας τοὺς κατʼ αὐτῆς ἐλέγχους διεξελήλυθεν, ὅπως δὲ ἄρα κἀν τούτοις Ὅμηρος ἐξῃρημένος ἀποδείκνυται τῶν τοῖς πολλοῖς ποιηταῖς προσηκόντων ἐλέγχων. Ἵνʼ οὖν καὶ ταῦτα γένηται σαφῆ, τὴν ἀρχὴν τῆς περὶ τούτων διδασκαλίας ἐντεῦθεν λάβωμεν. τριττὰς ἐν ψυχῇ εἶναί φαμεν ὡς τὸ ὅλον εἰπεῖν ζωάς· τὴν μὲν ἀρίστην καὶ τελεωτάτην, καθʼ ἣν συνάπτεται τοῖς θεοῖς καὶ ζῇ τὴν ἐκείνοις συγγενεστάτην καὶ διʼ ὁμοιότητος ἄκρας ἡνωμένην ζωήν, οὐχ ἑαυτῆς οὖσαν, ἀλλʼ ἐκείνων, ὑπερδραμοῦσα μὲν τὸν ἑαυτῆς νοῦν, ἀνεγείρασα δὲ τὸ ἄρρητον σύνθημα τῆς τῶν θεῶν ἑνιαίας ὑποστάσεως καὶ συνάψασα τῷ ὁμοίῳ τὸ ὅμοιον, τῷ ἐκεῖ φωτὶ τὸ ἑαυτῆς φῶς, τῷ ὑπὲρ οὐσίαν πᾶσαν καὶ ζωὴν ἑνὶ τὸ ἑνοειδέστατον τῆς οἰκείας οὐσίας τε καὶ ζωῆς. τὴν δὲ ταύτης μὲν δευτέραν πρεσβείᾳ τε καὶ δυνάμει, μέσην δὲ ἐν μέσῃ τῇ ψυχῇ τεταγμένην, καθʼ ἣν ἐπιστρέφει μὲν εἰς ἑαυτὴν ἀπὸ τῆς ἐνθέου καταβᾶσα ζωῆς, νοῦν δὲ καὶ ἐπιστήμην προστησαμένη τῆς ἐνεργείας ἀρχὴν ἀνελίττει μὲν τὰ πλήθη τῶν λόγων, θεᾶται δὲ τὰς παντοίας τῶν εἰδῶν ἐξαλλαγάς, εἰς ταὐτὸν δὲ συνάγει τό τε νοοῦν καὶ τὸ νοούμενον, ἀπεικονίζεται δὲ τὴν νοερὰν οὐσίαν ἐν ἑνὶ τὴν τῶν νοητῶν φύσιν περιλαβοῦσα. τρίτην δὲ ἄλλην ἐπὶ ταύταις τὴν συμφερομένην ταῖς καταδεεστέραις δυνάμεσιν καὶ μετʼ ἐκείνων ἐνεργοῦσαν, φαντασίαις τε καὶ αἰσθήσεσιν ἀλόγοις προσχρωμένην καὶ πάντῃ τῶν χειρόνων ἀναπιμπλαμένην.

`1.179`

Τούτων δὴ οὖν τῶν τριττῶν τῆς ζωῆς εἰδῶν ἐν ταῖς ψυχαῖς θεωρουμένων κατὰ τὴν ὁμοίαν τάξιν καὶ τὴν τῆς ποιητικῆς νοήσωμεν διάκρισιν ἄνωθεν συμπροϊούσης ταῖς πολυειδέσι τῆς ψυχῆς ζωαῖς καὶ εἰς πρῶτά τε καὶ μέσα καὶ ἔσχατα γένη τῆς ἐνεργείας ποικιλλομένης. καὶ γὰρ ταύτης ἣ μέν ἐστιν ἀκροτάτη καὶ πλήρης τῶν θείων. ἀγαθῶν, καὶ αὐτοῖς ἐνιδρύουσα τὴν ψυχὴν τοῖς αἰτίοις τῶν ὄντων, κατὰ τινά τε ἕνωσιν ἄρρητον εἰς ταὐτὸν ἄγουσα τῷ πληροῦντι τὸ πληρούμενον, καὶ τὸ μὲν ἀΰλως καὶ ἀναφῶς ὑποστρωννύουσα πρὸς τὴν ἔλλαμψιν, τὸ δὲ προκαλουμένη πρὸς τὴν μετάδοσιν τοῦ φωτός,

  
μιγνυμένων δʼ ὀχετῶν πυρὸς ἀφθίτου ἔργα τελοῦσα  
κατὰ τὸ λόγιον, ἕνα δὲ σύνδεσμον θεῖον ἀπεργαζομένη τοῦ μετεχομένου καὶ μετέχοντος καὶ σύγκρασιν ἑνοποιόν, ὅλον μὲν τὸ καταδεέστερον ἑδράζουσα ἐν τῷ κρείττονι, τὸ δὲ θειότερον μόνον ἐνεργεῖν ὑπεσταλμένου τοῦ καταδεεστέρου καὶ ἀποκρύπτοντος ἐν τῷ κρείττονι τὴν σφετέραν ἰδιότητα παρασκευάζουσα. αὕτη δὴ οὖν μανία μέν ἐστιν σωφροσύνης κρείττων ὡς συνελόντι φάναι, κατʼ αὐτὸ δὲ τὸ θεῖον μέτρον ἀφορίζεται· καὶ ὥσπερ ἄλλη πρὸς ἄλλην ὕπαρξιν τῶν θεῶν ἀνάγει, οὕτω δὴ καὶ αὕτη τῆς συμμετρίας ἀποπληροῖ τὴν ἐνθεάζουσαν ψυχήν· διὸ δὴ καὶ τὰς ἐσχάτας αὐτῆς ἐνεργείας μέτροις τε καὶ ῥυθμοῖς κατεκόσμησεν. ὥσπερ οὖν κατὰ μὲν τὴν ἀλήθειαν τὴν μαντικήν, κατὰ δὲ τὸ κάλλος τὴν ἐρωτικὴν μανίαν ὑφίστασθαι λέγομεν, οὕτως ἄρα καὶ κατὰ τὴν συμμετρίαν τὴν θείαν τὴν ποιητικὴν ἀφωρίσθαι φαμέν. Ἡ δὲ ταύτης μὲν τῆς ἐνθεαστικῆς καὶ πρωτίστης ὑποδεεστέρα, μέση δὲ ἐν τῇ ψυχῇ θεωρουμένη κατʼ αὐτὴν δήπου τὴν ἐπιστήμονα καὶ νοερὰν ἕξιν ἔλαχεν τὴν ὑπόστασιν, γιγνώσκουσα μὲν τὴν οὐσίαν τῶν ὄντων καὶ τῶν καλῶν καὶ ἀγαθῶν ἔργων τε καὶ λόγων ὑπάρχουσα φιλοθεάμων, εἰς δὲ τὴν ἔμμετρον προάγουσα καὶ ἔνρυθμον ἕκαστα τῶν πραγμάτων ἑρμηνείαν. οἷα δὴ πολλὰ τῶν ἀγαθῶν ποιητῶν εὕροις ἂν γεννήματα, ζηλωτὰ τοῖς εὖ φρονοῦσιν, νουθεσίας καὶ συμβουλῶν ἀρίστων πλήρη καὶ νοερᾶς εὐμετρίας ἀνάμεστα φρονήσεώς τε καὶ τῆς ἄλλης ἀρετῆς προτείνοντα τὴν μετουσίαν τοῖς εὖ πεφυκόσιν, ἀνάμνησίν τε παρεχόμενα τῶν τῆς ψυχῆς περιόδων καὶ τῶν ἀϊδίων ἐν αὐταῖς λόγων καὶ τῶν ποικίλων δυνάμεων. Τρίτη δὲ ἐπὶ ταύταις ἐστὶν ἡ δόξαις καὶ φαντασίαις συμμιγνυμένη καὶ διὰ μιμήσεως συμπληρουμένη καὶ οὐδὲν ἀλλʼ ἢ μιμητικὴ καὶ οὖσα καὶ λεγομένη καὶ τότε μὲν εἰκασίᾳ προσχρωμένη μόνον, τότε δὲ καὶ φαινομένην προϊσταμένη τὴν ἀφομοίωσιν, ἀλλʼ οὐκ οὖσαν, εἰς ὄγκον μὲν ἐπαίρουσα τὰ σμικρὰ τῶν παθημάτων, ἐκπλήττουσα δὲ τοὺς ἀκούοντας τοῖς τοιοῖσδε ὀνόμασι καὶ ῥήμασιν, καὶ ταῖς ἐξαλλαγαῖς τῶν ἁρμονιῶν καὶ ταῖς τῶν ῥυθμῶν ποικιλίαις συμμεταβάλλουσα τὰς τῶν ψυχῶν διαθέσεις, καὶ τὰς τῶν πραγμάτων φύσεις οὐχ οἷαίπερ εἰσίν, ἀλλʼ οἷαι φαντασθεῖεν ἂν τοῖς πολλοῖς ἐπιδεικνύουσα· σκιαγραφία τις οὖσα τῶν ὄντων, ἀλλʼ οὐ γνῶσις ἀκριβής, τέλος τε προϊσταμένη τὴν τῶν ἀκουόντων ψυχαγωγίαν, καὶ πρὸς ἐκεῖνο διαφερόντως βλέπουσα τὸ παθητικὸν καὶ χαίρειν καὶ λυπεῖσθαι πεφυκὸς τῆς ψυχῆς. ἔστιν δὲ ὅπερ ἔφαμεν καὶ ταύτης τὸ μὲν εἰκαστικόν, ὃ καὶ πρὸς τὴν ὀρθότητα τοῦ μιμήματος ἀνατείνεται, τὸ δὲ τοιοῦτον οἷον εἴπομεν, φανταστικὸν καὶ φαινομένην μόνον τὴν μίμησιν παρεχόμενον.

`1.180`

Ὅτι κατὰ Πλάτωνα τὰς τρεῖς ἰδέας τῆς ποιητικῆς ἀποδείξομεν τοιαύτας οὔσας καὶ τοσαύτας.

`1.181–1.182`

Τὰ μὲν τοίνυν γένη τῆς ποιητικῆς τοσαῦτά ἐστιν, ὡς συντόμως διελέσθαι. δεῖ δὲ καὶ τὸν Πλάτωνα τούτων ἐπιδεῖξαι τὴν μνήμην ποιησάμενον καὶ καθʼ ἕκαστον ἐπελθεῖν τὰ ἐκείνῳ περὶ αὐτῶν ἀρέσκοντα. καὶ πρῶτον περὶ τῆς ἐνθέου ποιητικῆς, ὅσα θαυμαστὰ διανοήματα λάβοι τις ἂν μὴ παρέργως ἀναλεγόμενος τὰ γεγραμμένα, διαπερανώμεθα· τούτων γὰρ οἶμαι προδιορισθέντων ῥᾴδιον καὶ περὶ τῶν ἐχομένων ἔσται τοὺς προσήκοντας ἀποδοῦναι λόγους. ταύτην τοίνυν τὴν ἔνθεον ποιητικὴν ἐν Φαίδρῳ κατοκωχὴν μὲν ἀπὸ Μουσῶν καὶ μανίαν προσείρηκεν, εἰς ἁπαλὴν δὲ καὶ ἄβατον ἄνωθεν δίδοσθαι ψυχήν, ἔργον δὲ αὐτῆς εἶναί φησιν ἀνεγείρειν τε καὶ ἐκβακχεύειν κατά τε τὰς ᾠδὰς καὶ τὴν ἄλλην ποίησιν, τέλος δὲ τὸ μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσαν τοὺς ἐπιγιγνομένους παιδεύειν. Ἐν οἷς δὴ παντὶ καταφανές, ὅτι πρῶτον μὲν τὴν ἀρχηγικὴν καὶ πρωτουργικὴν αἰτίαν τῆς ποιητικῆς τὴν τῶν Μουσῶν εἶναί φησιν δόσιν. ὡς γὰρ τὰ ἄλλα πάντα τά τε ἀφανῆ καὶ τὰ ἐμφανῆ δημιουργήματα τοῦ πατρὸς τῆς ἁρμονίας πληροῦσιν καὶ τῆς ἐνρύθμου κινήσεως, οὕτως δὴ καὶ ταῖς κατόχοις ἐξ αὐτῶν ψυχαῖς τὸ τῆς θείας συμμετρίας ἴχνος ἐλλάμπουσαι τὴν ποιητικὴν ἀποτελοῦσιν τὴν ἔνθεον. ἐπεὶ δὲ ὅλη μὲν ἡ ἐνέργεια τοῦ ἐλλάμποντός ἐστιν ἐν ταῖς θείαις παρουσίαις, τὸ δʼ ἐλλαμπόμενον ἑαυτὸ ταῖς ἐκεῖθεν κινήσεσιν ἐπιδίδωσιν καὶ τῶν σφετέρων ἠθῶν ἐξιστάμενον ὑπέστρωται ταῖς τοῦ θείου καὶ μονοειδοῦς ἐνεργείαις, διὰ ταῦτα οἶμαι κατοκωχήν τε καὶ μανίαν ὁμοῦ τὴν τοιαύτην προσείρηκεν ἔλλαμψιν· ὡς μὲν κρατοῦσαν τῶν ὑφʼ ἑαυτῆς κινουμένων ὅλων κατοκωχὴν αὐτὴν ὀνομάσας, ὡς δὲ ἐξιστᾶσαν τῶν οἰκείων ἐνεργημάτων εἰς τὴν ἑαυτῆς ἰδιότητα τὰ ἐλλαμπόμενα μανίαν προσειπών. δεύτερον δὲ ὅτι καὶ αὐτὴν τὴν κάτοχον ἐσομένην ταῖς Μούσαις ψυχὴν ὁποίαν εἶναι δεῖ προσδιώρισεν, ἁπαλήν γε φησὶν λαβοῦσα καὶ ἄβατον ψυχήν. ἡ μὲν γὰρ σκληρὰ καὶ ἀντίτυπος καὶ δυσπαθὴς πρὸς τὴν θείαν ἔλλαμψιν ἐναντίως ἔχει πρὸς τὴν τῆς κατοκωχῆς ἐνέργειαν· ἑαυτῆς γάρ ἐστιν μᾶλλον ἢ τοῦ ἐλλάμποντος καὶ οὐκ εὐτύπωτος πρὸς τὴν ἐκεῖθεν δόσιν. ἡ δὲ ὑπʼ ἄλλων παντοδαπῶν κατεχομένη δοξασμάτων καὶ ποικίλων καὶ ἀλλοτρίων τοῦ θείου πεπληρωμένη διαλογισμῶν ἐπισκιάζει τὴν θείαν ἐπίπνοιαν, συμμιγνῦσα ταῖς ἐκ ταύτης κινήσεσιν τὰς ἰδίας ἑαυτῆς ζωάς τε καὶ ἐνεργείας. δεῖ δὴ οὖν ἀμφότερα ἅμα τὴν ψυχὴν προειληφέναι ταύτην, ἥτις ἂν μέλλῃ ταῖς Μούσαις ἔσεσθαι κάτοχος, ἁπαλήν τε αὐτὴν ὑπάρχειν καὶ ἄβατον, ἵνα πρὸς μὲν τὰ θεῖα παντελῶς εὐπαθὴς ᾖ καὶ συμπαθής, πρὸς δὲ τὰ ἄλλα πάντα ἀπαθὴς καὶ ἄδεκτος αὐτῶν καὶ ἀμιγὴς πρὸς αὐτά. τρίτον τοίνυν τὸ κοινὸν ἔργον τῆς τε τοιαύτης ἐπιτηδειότητος καὶ τῆς τῶν Μουσῶν κατοκωχῆς καὶ μανίας προστίθησιν. τὸ γὰρ ἀνεγείρειν τε καὶ ἐκβακχεύειν τοῦτο δή ἐστιν τὸ ἐκ τῆς ἀμφοτέρων εἰς ταὐτὸν συμπληρούμενον ἔργον, λέγω δὴ τοῦ τε ἐλλαμπομένου καὶ ἐλλάμποντος· τοῦ μὲν ἄνωθεν κινοῦντος, τοῦ δὲ ὑπεστρωμένου τῇ ἐκείνου δόσει. ἔστι δὲ ἡ μὲν ἔγερσις ἀνάτασις ὑπὸ τῆς ψυχῆς καὶ ἀδιάστροφος· ἐνέργεια καὶ ἀπὸ τῆς ἐν τῇ γενέσει πτώσεως ἐπιστροφὴ πρὸς τὸ θεῖον, ἡ δὲ βακχεία κίνησις ἔνθεος καὶ χορεία περὶ τὸ θεῖον ἄτρυτος, τελεσιουργὸς τῶν κατεχομένων. δεῖ δὲ αὖ πάλιν καὶ τούτων ἀμφοτέρων, ἵνα ἄπτωτοι μὲν ὦσιν οἱ κάτοχοι πρὸς τὸ χεῖρον, εὐκίνητοι δὲ πρὸς τὸ κρεῖττον. τέταρτον δὴ οὖν τὸ μυρία τῶν παλαιῶν ἔργα κοσμεῖν καὶ διὰ τούτων τοὺς ἐπιγινομένους παιδεύειν πρόδηλον, ὅτι τά τε ἀνθρώπινα διὰ τῶν θείων αὐτὴν τελειότερα δεικνύναι καὶ λαμπρότερά φησιν, καὶ παιδείαν ἀπʼ αὐτῆς ἀληθινὴν παραγίνεσθαι τοῖς κατηκόοις αὐτῆς γινομένοις. πολλοῦ ἄρα δεῖ τὴν ποιητικὴν ταύτην τὴν ἔνθεον τῆς παιδευτικῆς δυνάμεως ἀποστερεῖν· ἀλλʼ οἶμαι τὸ τῆς παιδείας οὐ ταὐτὸν εἶναι πρός τε τὰς τῶν νέων ἕξεις καὶ τὰς τῶν ἤδη τελεωθέντων ἐκ τῆς πολιτικῆς καὶ δεομένων τῆς μυστικωτέρας ἤδη περὶ τῶν θείων ἀκροάσεως. ἔστιν ἄρα ἡ τοιαύτη ποίησις παντὸς μᾶλλον παιδευτικὴ τῶν ἀκουόντων, ὅταν ἔνθεος ᾖ καὶ ὅταν τὸ θεῖον αὐτῆς τοῦτο κατάδηλον γίνηται τοῖς ἀκούουσιν· ἡ γὰρ ἐπιπολῆς αὐτῆς ἐπαφὴ τῆς ἔνδον ἀποκρυπτομένης μυστικῆς ἀληθείας οὐκ ἀντιλαμβάνεται. ταύτην δὴ τὴν ἐκ τῶν Μουσῶν ὑφισταμένην ἐν ταῖς ἁπαλαῖς καὶ ἀβάτοις ψυχαῖς ποιητικὴν ἁπάσης ἄλλης τέχνης ἀνθρωπίνης εἰκότως προτίθησιν· τὸν γὰρ ἄνευ τῆς τοιαύτης μανίας ποιητὴν ἀτελῆ καὶ αὐτὸν καὶ τὴν ποίησιν αὐτοῦ ὑπὸ τῆς τῶν μαινομένων ἀφανίζεσθαι τὴν τοῦ σωφρονοῦντος διϊσχυρίζεται· τῆς γὰρ θείας δόσεως τῷ παντὶ τὴν ἀνθρωπίνην ἐπιβολὴν ἀπολείπεσθαι.

`1.183–1.185`

Τοιάδε μὲν οὖν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης ὑπὲρ τῆς ἐνθέου ποιητικῆς ἡμᾶς ἀνεδίδαξεν, τῇ τε θείᾳ μαντικῇ καὶ τῇ τελεστικῇ συντάττων αὐτὴν διαφερόντως καὶ τὴν πρώτην ἔκφανσιν αὐτῆς εἰς θεοὺς ἀναπέμπων. σύμφωνα δὲ τούτοις καὶ ἐν τῷ Ἴωνι πρὸς τὸν ῥαψῳδὸν διαλέγεται περὶ αὐτῆς, οὗ δὴ καὶ ἐμφανέστατα τὴν Ὁμήρου ποιητικὴν ἔνθεον ἀποφαίνει καὶ ἄλλοις ἐνθουσιασμῶν αἰτίαν τοῖς περὶ αὐτὴν διατρίβουσιν. εἰπόντος γὰρ οἶμαι τοῦ ῥαψῳδοῦ περὶ μὲν τῶν Ὁμήρου ποιημάτων εὐπορεῖν τι λέγειν, περὶ δὲ τῶν τοῖς ἄλλοις ποιηταῖς γεγραμμένων οὐδαμῶς, ὁ Σωκράτης τὴν αἰτίαν ἀποδιδοὺς τοῦ τοιούτου παθήματος· ἔστι γὰρ τοῦτο, φησίν, τέχνη μὲν οὐκ ὂν παρὰ σοὶ περὶ Ὁμήρου εὖ λέγειν, θεία δὲ δύναμις ἥ σε κινεῖ. καὶ ὡς τοῦτο ἀληθές, παντί που καταφανές. οἱ μὲν γὰρ τέχνῃ τι ποιοῦντες ἐπὶ πάντων ὡς εἰπεῖν τῶν ὁμοίων τὸ αὐτὸ δύνανται ἀπεργάζεσθαι, οἱ δὲ θείᾳ τινὶ δυνάμει περί τι συμμέτρως ἔχοντες οὐκέτι καὶ πρὸς τὰ ἄλλα τὴν αὐτὴν ἐξ ἀνάγκης ἔχουσι δύναμιν. πόθεν οὖν ἡ τοιαύτη τῷ ῥαψῳδῷ δύναμις ἐφήκει, πρὸς μὲν Ὅμηρον αὐτὸν διαφερόντως συνάπτουσα, πρὸς δὲ τοὺς ἄλλους οὐκέτι ποιητάς, ἐφεξῆς ὁ Σωκράτης ἀναδιδάσκει, τῇ λίθῳ χρώμενος ἐναργεστάτῳ παραδείγματι τῆς τελεωτάτης ἐκ τῶν Μουσῶν κατοκωχῆς, ἣν Ἡρακλείαν οἱ πολλοὶ καλοῦσιν. τί οὖν αὕτη ἡ λίθος ἀπεργάζεται; οὐ μόνον δή φησιν αὐτοὺς ἄγει πρὸς ἑαυτὴν τοὺς σιδηροῦς δακτυλίους, ἀλλὰ καὶ δύναμιν αὐτοῖς ὁλκὸν τῶν ὁμοίων ἐντίθησιν, ὥστε ἄλλους ἄγειν δακτυλίους· καὶ πολλάκις φησὶν ὁρμαθὸς δακτυλίων ἢ σιδηρίων ἐξ ἀλλήλων ἤρτηται· πᾶσι δὲ ἄρα τούτοις ἀπʼ ἐκείνης τῆς λίθου ἡ δύναμις ἐξήρτηται. τίνα μὲν οὖν τρόπον τὰ τοσαῦτα πάθη περὶ τοὺς δακτυλίους συμβαίνει καὶ τίς ἡ τῆς λίθου δύναμις, οὐ πρόκειται λέγειν ἐν τούτοις· τὰ δὲ τούτοις παραπλήσια καὶ ἐπὶ τῆς ἐνθέου ποιητικῆς τοῦ Σωκράτους προστιθέντος ἀκούσωμεν. οὕτω δὲ καὶ ἡ Μοῦσα ἐνθέους μὲν ποιεῖ αὐτοὺς, διὰ δὲ τῶν ἐνθέων τούτων ἄλλων ἐνθουσιαζόντων ὁρμαθὸς ἐξαρτᾶται. ἐν οἷς πρῶτον μὲν τὴν θείαν αἰτίαν ἑνικῶς προηνέγκατο, Μοῦσαν αὐτὴν προσειπών, ἀλλʼ οὐχ ὥσπερ ἐν τῷ Φαίδρῳ τὴν ἐκ Μουσῶν κατοκωχήν τε καὶ μανίαν εἰς ἅπαν αὐτῶν τὸ πλῆθος ἐπέτρεψεν, ἵνα πάντα τὸν τῶν ἐνθεαστικῶς κινουμένων ἀριθμὸν οἷον εἰς μονάδα μίαν ἀνάγῃ τὴν πρωτουργὸν τῆς ποιητικῆς ἀρχήν. ἔστι γὰρ ἡ ποιητικὴ μονοειδῶς μὲν ἐν τῷ πρώτῳ κινοῦντι καὶ κρυφίως, δευτέρως δὲ καὶ ἀνειλιγμένως ἐν τοῖς ποιηταῖς ὑπὸ τῆς μονάδος ἐκείνης κινουμένοις, ἐσχάτως δὲ καὶ ὑπουργικῶς ἐν τοῖς ῥαψῳδοῖς, διὰ μέσων τῶν ποιητῶν ἐπὶ τὴν μίαν αἰτίαν ἀναγομένοις. ἔπειτα τὴν θείαν ἐπίπνοιαν ἄνωθεν ἄχρι τῶν τελευταίων μεθέξεων διατείνων δῆλός ἐστιν ὁμοῦ μὲν τὴν περιουσίαν τῆς πρωτίστης ἀρχῆς τῆς κινούσης ἀνυμνῶν, ὁμοῦ δὲ τὴν τῶν πρώτων μετεχόντων μέθεξιν δεικνὺς ἐνεργεστάτην. τὸ γὰρ διὰ τῶν σφετέρων ποιημάτων ἀνεγείρειν καὶ ἄλλους εἰς ἐνθεασμὸν τρανεστάτην ἐν αὐτοῖς τὴν τοῦ θείου παρουσίαν ἐπιδείκνυσιν. τούτοις δὴ οὖν ἑπομένως καὶ τὰ ἐφεξῆς προστίθησιν περὶ τῆς τῶν ποιητῶν κατοκωχῆς. πάντες γὰρ οἵ τε τῶν ἐπῶν ποιηταὶ οἱ ἀγαθοὶ οὐκ ἐκ τέχνης, ἀλλʼ ἔνθεοι ὄντες καὶ κατεχόμενοι πάντα ταῦτα τὰ καλὰ λέγουσιν ποιήματα, καὶ οἱ μελοποιοὶ οἱ ἀγαθοὶ ὡσαύτως καὶ πάλιν ἑξῆς· κοῦφον γὰρ χρῆμα ποιητής ἐστι καὶ πτηνὸν καὶ ἱερόν, καὶ οὐ πρότερον οἷός τε ποιεῖν, πρὶν ἂν ἔνθεός τε γένηται καὶ ἔκφρων. καὶ τέλος, ὅτι διὰ ταῦτα ἅτε οὐ τέχνῃ ποιοῦντες καὶ πολλὰ λέγοντες καὶ καλὰ περὶ τῶν πραγμάτων, ὥσπερ σὺ περὶ Ὁμήρου, ἀλλὰ θείᾳ μοίρᾳ, τοῦτο μόνον ἕκαστος οἷός τέ ἐστι ποιεῖν καλῶς, ἐφʼ ὃ ἡ Μοῦσα αὐτὸν ὥρμησεν. ἐν δὴ τούτοις ἅπασιν τὴν ἔνθεον ποιητικὴν μέσην ἀτεχνῶς ἱδρῦσθαί φησιν τῆς τε θείας αἰτίας—ἣν Μοῦσαν προσείρηκεν, καὶ ταύτῃ τὸν Ὅμηρον ζηλῶν, καὶ ποτὲ μὲν εἰς τὸ πλῆθος, ποτὲ δὲ εἰς τὴν ἕνωσιν ἀποβλέπων τῆς τῶν Μουσῶν σειρᾶς — ἕσπετε νῦν μοι, Μοῦσαι, καὶ ἄνδρα μοι ἔννεπε Μοῦσα φησὶν ἐκεῖνος—ταύτης δʼ οὖν τῆς πρωτίστης ἀρχῆς τῶν ἐνθεαστικῶν κινήσεων καὶ τῶν τελευταίων ἀπηχημάτων τῆς ἐπιπνοίας τῶν ἐν τοῖς ῥαψῳδοῖς κατὰ συμπάθειαν ὁρωμένων ἐν μέσῳ τὴν τῶν ποιητῶν μανίαν ἔταξεν, κινουμένην τε καὶ κινοῦσαν καὶ πληρουμένην ἄνωθεν καὶ εἰς ἄλλα διαπορθμεύουσαν τὴν ἐκεῖθεν ἔλλαμψιν, ἕνα τε σύνδεσμον παρεχομένην τοῖς ἐσχάτως μετέχουσι πρὸς τὴν μετεχομένην μονάδα.

`1.186`

Τούτοις δὴ οὖν καὶ ὅσα ὁ Ἀθηναῖος ξένος ἐν τῷ τρίτῳ τῶν Νόμων λέγει περὶ τῆς ποιητικῆς καὶ ὅσα ὁ Τίμαιος περὶ τῶν ποιητῶν που συναρμόσωμεν. ὃ μὲν γὰρ θεῖον, φησίν, καὶ τὸ ποιητικὸν ἐνθεαστικὸν ὂν γένος ὑμνῳδοῦν σύντισι Χάρισιν καὶ Μούσαις πολλῶν τῶν κατʼ ἀλήθειαν γεγονότων ἐφάπτεται ἑκάστοτε. ὃ δὲ ἕπεσθαι παρακελεύεται τοῖς φοιβολήπτοις ποιηταῖς τῶν θεῶν οὖσι παισὶν καὶ εἰδόσιν τὰ τῶν σφετέρων προγόνων, καίπερ ἄνευ τε εἰκότων καὶ ἀποδείξεων λέγουσιν. ἐξ ὧν καὶ παντὶ ῥᾴδιον ἐννοῆσαι, τίνα μὲν οἴεται εἶναι τὴν ἔνθεον ποιητικήν, ὁποίους δὲ τοὺς κατʼ αὐτὴν ἱσταμένους ποιητάς, καὶ ὡς οὗτοι μάλιστα τῶν θείων εἰσὶ καὶ μυστικῶν νοημάτων ἄγγελοι τὰ τῶν πατέρων διαφερόντως εἰδότες. ὅταν ἄρα τῶν μυθικῶν πλασμάτων ἐπιλαμβάνηται καὶ εὐθύνῃ τὰ τραγικώτερα τῶν ἀναγεγραμμένων, δεσμοὺς καὶ τομὰς καὶ ἔρωτας καὶ μίξεις καὶ δάκρυα καὶ γέλωτας, αὐτὸν ἂν μάλιστα τῶν τοιούτων ἔχοιμεν λόγων ὡς εὖ ἐχόντων κατὰ τὴν ἐν τοῖς συμβόλοις τούτοις ἀποκρυπτομένην ὥσπερ προκαλύμμασι θεωρίαν μάρτυρα. ὁ γὰρ διαφερόντως αὐτοῖς πιστεύειν ἐν ταῖς περὶ θεῶν πραγματείαις ἀξιῶν, κἂν ἄνευ ἀποδείξεως λέγωσιν, διὰ τὴν ἐκ τῶν θεῶν ἐπίπνοιαν, οὗτος δή που θαυμάσεται τὴν ἐν τοῖς μύθοις διʼ ὧν ἐκεῖνοι τὰ θεῖα παραδιδόασιν ἀλήθειαν· καὶ ὁ θεῖον τὸ ποιητικὸν γένος ἀποκαλῶν οὐκ ἂν τὴν ἄθεον ἐπʼ αὐτὸ καὶ γιγαντικὴν ἀναπέμποι περὶ τῶν θείων πραγμάτων ὑπόνοιαν· καὶ ὁ σύν τισι Χάρισιν καὶ Μούσαις τοὺς ποιητὰς λέγειν ἃ λέγουσιν ἀποφαινόμενος τὴν ἐκμελῆ καὶ ἀνάρμοστον καὶ ἄχαριν φαντασίαν πόρρω τῆς θεωρίας αὐτῶν διῳκίσθαι πάντως προείληφεν. ὅταν οὖν τὴν ποιητικὴν καὶ τὴν διὰ τῶν μύθων ἔνδειξιν μὴ προσάγειν ταῖς τῶν νέων ἀκοαῖς νομοθετῇ, πολλοῦ δεῖ τὴν ποιητικὴν αὐτὴν ἀτιμάζειν, ἀλλὰ τὴν τῶν νέων ἕξιν ὡς ἀγύμναστον πρὸς τὴν τούτων ἀκρόασιν ἀπάγει τῆς τοιᾶσδε μυθοποιΐας. ὡς γάρ που καὶ ἐν Ἀλκιβιάδῃ δευτέρῳ φησίν, τοιοῦτόν ἐστιν τὸ τῆς ποιητικῆς γένος· φύσει γάρ ἐστιν σύμπασα αἰνιγματώδης καὶ οὐ τοῦ προστυχόντος ἀνδρὸς γνωρίσαι. τοιαῦτα δὲ καὶ ἐν Πολιτείᾳ σαφῶς ἔλεγεν, ὡς ὁ νέος οὐκ ἔστι δυνατὸς κρίνειν ὅ τι τʼ ἔστιν ὑπόνοια καὶ ὃ μή. πάντῃ ἄρα φήσομεν αὐτὸν τὴν ἔνθεον ἀποδέχεσθαι ποιητικήν, ἣν θείαν ἐπονομάζει καὶ τοὺς ἔχοντας αὐτὴν σιγῇ σέβειν ἀξιοῖ. τοσαῦτα μὲν οὖν περὶ ταύτης εἰρήσθω τῆς πρώτης καὶ θεόθεν ὑφισταμένης ἐν ταῖς ἁπαλαῖς καὶ ἀβάτοις ψυχαῖς.

`1.187–1.188`

Μετὰ δὲ ταύτην τὴν ἐπιστήμονα τῶν ὄντων καὶ κατὰ νοῦν καὶ φρόνησιν ἐνεργοῦσαν θεωρήσωμεν, ἣ πολλὰ μὲν περὶ τῆς ἀσωμάτου φύσεως νοήματα τοῖς ἀνθρώποις ἐξέφηνεν, πολλὰ δὲ περὶ τῆς σωματικῆς ὑποστάσεως εἰκότα προήγαγεν εἰς φῶς δόγματα, διηρευνήσατο δὲ καὶ τὴν καλλίστην καὶ τοῖς ἤθεσιν πρέπουσαν συμμετρίαν καὶ τὴν ἐναντίαν πρὸς ταύτην διάθεσιν, πάντα δὲ ταῦτα μέτροις τε καὶ ῥυθμοῖς κατεκόσμησεν οἰκείοις. τοιαύτην γάρ που καὶ τὴν Θεόγνιδος ποιητικὴν εἶναί φησιν ὁ Ἀθηναῖος ξένος, ἣν ἐγκωμιάζει τῆς Τυρταίου μειζόνως, διότι τῆς ὅλης ἀρετῆς ἐστιν ὁ Θέογνις διδάσκαλος καὶ τῆς εἰς ἅπασαν διατεινούσης τὴν πολιτικὴν ζωήν. ὃ μὲν γὰρ τὴν πιστότητα τὴν ἐκ τῶν ἀρετῶν ἁπασῶν συμπληρουμένην ἀποδέχεται καὶ τὴν ἀληθεστέραν κακίαν ἐκβάλλει τῶν πόλεων τὴν στάσιν καὶ εἰς μίαν ὁμόνοιαν περιάγει τὰς τῶν πειθομένων ζωάς, ὃ δὲ αὐτὴν καθʼ ἑαυτὴν τὴν ἀνδρείαν ἕξιν ἐγκωμιάζει καὶ εἰς ταύτην προτρέπει τῶν ἄλλων ἀμελήσας ἀρετῶν. κάλλιον δὲ ἀκούειν αὐτῶν τῶν τοῦ Πλάτωνος ῥημάτων. ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρα ἔχομεν Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησιν·

  
πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι  
  
ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ.  
τοῦτον δή φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνου πάμπολυ γενέσθαι, σχεδὸν ὅσον ἀμείνω δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν ἐλθοῦσαι μετὰ ἀνδρείας αὐτῆς μόνον ἀνδρείας. πιστὸς γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν ποτε γένοιτο ἄνευ ξυμπάσης ἀρετῆς. ἐνταῦθα τοίνυν ἀποδέχεται τὸν Θέογνιν ὡς πολιτικῆς ἐπιστήμης μετέχοντα καὶ τῆς ὅλης ἀρετῆς, ἣν δὴ πιστότητα κέκληκεν, ἡγεμόνα καὶ σύμβουλον· ἐν δὲ Ἀλκιβιάδῃ δευτέρῳ τὸν ὀρθότατον τῆς εὐχῆς τρόπον ἀφοριζόμενος καὶ ἀσφαλέστατον εἰς τὴν ποιητικὴν αὐτὸν ἀναπέμπει τὴν ἔμφρονα. κινδυνεύει γοῦν, ὦ Ἀλκιβιάδη, φησίν, φρόνιμός τις εἶναι ἐκεῖνος ὁ ποιητής, ὃς δοκεῖ φίλοις ἀνοήτοις τισὶ χρησάμενος, ὁρῶν αὐτοὺς καὶ πράττοντας καὶ εὐχομένους ἅπερ οὐ βέλτιον ἦν, ἐκείνοις δὲ ἐδόκει κοινῇ ὑπὲρ ἁπάντων εὐχὴν ποιήσασθαι. λέγει δέ πως ὡδί·

  
Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ  
  
ἀνεύκτοις  
ἄμμι δίδου, τὰ δὲ λυγρὰ καὶ εὐχομένων ἀπέρυκε. τὴν γὰρ διάκρισιν τῶν ἀγαθῶν καὶ τῶν κακῶν καὶ τὴν πρέπουσαν ταῖς μέσαις ἕξεσιν τῶν ἀνθρώπων πρὸς τὸ θεῖον ὁμιλίαν μόνος ὁ ἐπιστήμων ἀφορίζειν κύριος· καὶ διὰ τοῦτο καὶ τὸν τῶν στίχων τούτων ποιητὴν φρόνιμον ὁ Σωκράτης ἀπεκάλεσεν, ὡς οὔτε διʼ ἐνθουσιασμὸν οὔτε διʼ ὀρθὴν δόξαν, ἀλλὰ διʼ ἐπιστήμην κρίνοντα μὲν τὰς τῶν αἰτουμένων φύσεις, στοχαζόμενον δὲ καὶ τῆς τῶν αἰτούντων ἕξεως, σώζοντα δὲ τὸ πρέπον ταῖς ἀγαθουργοῖς τῶν θεῶν δυνάμεσιν. καὶ γὰρ τὸ πάντας ἐπιστρέψαι διὰ τῆς εὐχῆς εἰς τὴν μίαν τοῦ Διὸς βασιλικὴν πρόνοιαν, καὶ τὸ τῶν ἀγαθῶν τὴν ὑπόστασιν ἐξάψαι τῆς τοῦ θεοῦ δυνάμεως, καὶ τὸ τῶν ἀληθινῶν κακῶν τὴν γένεσιν ἀφανίσαι διὰ τῆς τοῦ κρείττονος εὐμενείας, καὶ ὅλως τὸ ταῦτα τοῖς μὲν εὐχομένοις ἄγνωστα φάναι, τῷ δὲ θεῷ κατὰ τοὺς προσήκοντας ὅρους διακεκριμένα, φρονήσεώς ἐστι καὶ ἐπιστήμης οὐ τῆς τυχούσης ἔργον. εἰκότως δὴ οὖν τὴν τοιαύτην ποιητικὴν ἔμφρονα καὶ ἐπιστήμονά φαμεν ὑπάρχειν· ἡ γὰρ ταῖς μέσαις ἕξεσιν τὰς ὀρθὰς ἀφορίζειν δυναμένη δόξας αὕτη δή που κατὰ τὴν τελέαν ἐπιστήμην ὑφέστηκεν.

`1.189–1.192`

Τὸ τρίτον δὴ οὖν περὶ τῆς μιμητικῆς λέγωμεν, ἣν ποτὲ μὲν εἰκάζειν τὰ πράγματα, ποτὲ δὲ φαινομένως ἀποτυποῦσθαι προείπομεν. ταύτης γὰρ δὴ τὸ μὲν ὅσον εἰκαστικόν ἐστιν ὁ Ἀθηναῖος ξένος ἐναργῶς ἡμῖν παραδίδωσιν, τὸ δὲ ὅσον φανταστικόν, ὁ ἐν τῇ Πολιτείᾳ Σωκράτης παρίστησιν. ὅπως δὲ ταῦτα διενήνοχεν ἀλλήλων, τό τε εἰκαστικὸν λέγω τῆς μιμητικῆς εἶδος καὶ τὸ φανταστικόν, ὁ Ἐλεάτης ξένος ἡμᾶς ἱκανῶς ἀναδιδάσκει. δύο γάρ, φησί, φαίνομαι καθορᾶν εἴδη τῆς μιμητικῆς, μίαν μὲν τὴν εἰκαστικὴν ὁρῶν ἐν αὐτῇ τέχνην. ἔστιν δὲ αὕτη μάλιστα, ὁπόταν κατὰ τὰς τοῦ παραδείγματος συμμετρίας τις ἐν μήκει καὶ πλάτει καὶ βάθει καὶ πρὸς τούτοις ἔτι χρώματα ἀποδιδοὺς τὰ προσήκοντα ἑκάστοις τὴν τοῦ μιμήματος γένεσιν ἀπεργάζηται. —τί δέ; οὐ πάντες οἱ μιμούμενοί τι τοῦτʼ ἐπιχειροῦσι δρᾶν; —οὔκουν ὅσοι γε τῶν μεγάλων πού τι πλάττουσιν ἔργων ἢ γράφουσιν. εἰ γὰρ ἀποδιδοῖεν τὴν τῶν καλῶν ἀληθινὴν συμμετρίαν οἶσθʼ ὅτι σμικρότερα μὲν τοῦ δέοντος τὰ ἄνω, μείζω δὲ τὰ κάτω φαίνοιτʼ ἂν διὰ τὸ τὰ μὲν πόρρωθεν, τὰ δὲ ἐγγύθεν ὑφʼ ἡμῶν ὁρᾶσθαι. —πάνυ μὲν οὖν. —ἀρʼ οὖν οὐ χαίρειν τὸ ἀληθὲς ἐάσαντες οἱ δημιουργοὶ νῦν οὐ τὰς οὔσας συμμετρίας, ἀλλὰ δοξούσας εἶναι καλὰς τοῖς εἰδώλοις ἐναπεργάζονται; ταῦτα δὴ διελόμενος ὁ Ἐλεάτης ξένος εἰκότως οἶμαι καὶ ἐπὶ τέλει τοῦ διαλόγου τὸν σοφιστὴν ἐνδῆσαι τῇ ὁριστικῇ μεθόδῳ βουλόμενος τῆς εἰδωλουργικῆς τὸ μὲν εἰκαστικὸν ἔθετο, τὸ δὲ φανταστικόν· τὸ μὲν οἷόν ἐστι τὸ παράδειγμα, τοιοῦτον ἀπεργαζόμενον τὸ μίμημα, τὸ δὲ φαίνεσθαι τοιοῦτον τὸ γενόμενον οἷον τὸ μιμηθὲν παρασκευάζον. καὶ τῆς μιμητικῆς τοίνυν τῆς ποιητικῆς τὸ μὲν εἰκαστικόν ἐστιν, αὐτὰ τὰ πράγματα περὶ ὧν ποιεῖται τοὺς λόγους ἀποτυπούμενον, τὸ δὲ μείζω καὶ ἐλάττω τὰ αὐτὰ φαίνεσθαι καὶ τὴν ὁμοίωσιν ἐν φαντασίᾳ κειμένην ἔχειν, ἀλλʼ οὐκ ἀληθείᾳ παρεχόμενον. Τὸ μὲν δὴ μιμητικὸν ἅμα καὶ εἰκαστικὸν ὁ Ἀθηναῖος ξένος μνήμης ἠξίωσεν. τὴν γὰρ μουσικὴν οὐ τὴν ἡδονὴν τέλος ποιουμένην, ἀλλὰ τὴν πρὸς τὸ παράδειγμα ἀφομοίωσιν, καὶ τὴν ὀρθότητα τοῦ μιμήματος ἐπιδεῖξαι προθέμενος οὑτωσί πως φησίν· τί δέ; τῇ τῶν ὁμοίων ἐργασίᾳ, ὅσαι τέχναι εἰκαστικαί, ἆρʼ οὐκ, ἂν τοῦτο ἐξεργάζωνται, τὸ μὲν ἡδονὴν ἐν αὐτοῖς γίνεσθαι, παρεπόμενον ἐὰν γίνηται, χάριν αὐτὸ δικαιότατον ἂν ἡμῖν προσαγορεύειν; τὴν δὲ ὀρθότητά που τῶν τοιούτων ἡ ἰσότης ἄν, ὡς ἐπὶ τὸ πᾶν εἰπεῖν, ἐξεργάζοιτο. — — οὐκοῦν καὶ μουσικήν γε πᾶσάν φαμεν εἰκαστικήν τε εἶναι καὶ μιμητικήν; ἥκιστα ἄρα ὅταν τις μουσικὴν ἡδονῇ φῇ κρίνεσθαι, τοῦτον ἀποδεκτέον τὸν λόγον. καὶ ἐφεξῆς· καὶ μὴν τοῦτό γε πᾶς ἂν ὁμολογοῖ περὶ μουσικῆς, ὅτι πάντα τὰ περὶ αὐτήν ἐστι ποιήματα μίμησίς τε καὶ ἀπεικασία. καὶ τοῦτό γε μῶν οὐκ ἂν ξύμπαντες ὁμολογοῖεν ποιηταί τε καὶ ἀκροαταί; —καὶ μάλα. τὴν ἄρα ποιητικὴν ταύτην, ὅση τῇ μουσικῇ συντέτακται τῇ παιδευτικῇ τῶν ἠθῶν καὶ τάς τε ἁρμονίας δύναται κρίνειν καὶ τοὺς ῥυθμούς, εἰκαστικὴν ἄν τις ἐν δίκῃ προσείποι καὶ οὕτω μιμητικήν· διὸ καὶ οὐ τὴν ἡδονὴν τέλος ἔχει, ἀλλὰ τὴν ὀρθότητα τῶν εἰκασθέντων. Τὸ μὲν οὖν εἰκαστικὸν αὐτῆς τοιοῦτον· τὸ δὲ φανταστικὸν ἐκ τῶν ἐν Πολιτείᾳ γεγραμμένων κατανοήσωμεν. ἀποδείξας γὰρ ὁ Σωκράτης, ὅτι τρίτος ἀπὸ τῆς ἀληθείας καὶ μιμητικός ἐστιν ὁ τοιοῦτος ποιητής, οἷον ἐπισκοπεῖν προύθετο, καὶ τοῦτο ἑξῆς προστίθησιν, ὅτι μιμεῖται φανταστικῶς τῷ τῆς ζωγραφίας παραδείγματι προσχρώμενος. τὸν μὲν δὴ μιμητὴν ὡμολογήκαμεν. εἰπὲ δέ μοι περὶ τοῦ ζωγράφου τόδε, πότερα ἐκεῖνο αὐτὸ τὸ ἐν τῇ φύσει ἕκαστον δοκεῖ σοι ἐπιχειρεῖν μιμεῖσθαι ἢ τὰ τῶν δημιουργῶν ἔργα; —τὰ τῶν δημιουργῶν, ἔφη. —ἆρα οἷα ἔστιν ἢ οἷα φαίνεται; τοῦτο γὰρ ἔτι διόρισον. —πῶς λέγεις; ἔφη. —ὧδε. κλίνη ἐάν τε ἐκ πλαγίου αὐτὴν θεᾷ ἐάν τε καταντικρὺς ἄν τε ὅπῃ οὖν, μή τι διαφέρει αὐτὴ αὐτῆς, ἢ διαφέρει μὲν οὐδέν, φαίνεται δὲ ἀλλοία; καὶ τὰ ἄλλα ὡσαύτως; —οὕτως, ἔφη, φαίνεται, διαφέρει δὲ οὐδέν. —τοῦτο δὴ αὐτὸ σκόπει· πρὸς πότερον γραφικὴ πεποίηται περὶ ἕκαστον, πότερα πρὸς τὸ ὂν ὡς ἔχει μιμήσασθαι, ἢ πρὸς τὸ φαινόμενον ὡς φαίνεται, φαντάσματος ἢ ἀληθείας οὖσα μίμησις; — φαντάσματος ἔφη. διὰ δὴ τούτων ἐναργέστατα παρίστησιν ὁ Σωκράτης, ὅτι τὸ φανταστικὸν τοῦ μιμητικοῦ γένους τῆς ποιητικῆς ἀποτεμόμενος ἡδονῆς τε στοχάζεσθαι μόνης καὶ τῆς τῶν ἀκουόντων αὐτὸ ψυχαγωγίας φησίν. καὶ γὰρ ταύτης τῆς μιμήσεως τὸ φανταστικὸν ἀπολείπεται τοῦ εἰκαστικοῦ, καθʼ ὅσον ἐκεῖνο μὲν πρὸς τὴν ὀρθότητα βλέπει τοῦ μιμήματος, τοῦτο δὲ ἄρα πρὸς τὴν ἐκ τῆς φαντασίας τοῖς πολλοῖς γινομένην ἡδονήν. Τὰ μὲν οὖν γένη τῆς ποιητικῆς τοιᾶσδε καὶ παρὰ τῷ Πλάτωνι διακρίσεως ἠξίωται, τὸ μὲν ὡς κρεῖττον ἐπιστήμης, τὸ δὲ ὡς ἐπιστημονικόν, τὸ δὲ ὡς ὀρθοδοξαστικόν, τὸ δὲ ὡς καὶ τῆς ὀρθῆς δόξης ἀπολειπόμενον. λέγει γοῦν περὶ τοῦ ἐσχάτου σαφῶς, ὡς οὔτε ἄρα εἴσεται οὔτε ὀρθοδοξάσει ὁ τοιόσδε μιμητής, οἷον τὸν ποιητὴν τοῦτον ἐλέγομεν, περὶ ὧν ἂν μιμῆται πρὸς κάλλος ἢ πονηρίαν.

Ὅτι καὶ ἡ Ὁμήρου ποίησις ἐπιδείκνυσι τὰς τρεῖς ἰδέας ἐν ἑαυτῇ τῆς ποιητικῆς.

`1.193–1.194`

Τούτων δὲ αὖ διωρισμένων ἐπὶ τὴν Ὁμήρου ποίησιν ἀναδράμωμεν καὶ θεωρήσωμεν πᾶσαν ἐν αὐτῇ ποιητικῆς ἕξιν διαλάμπουσαν, διαφερόντως δὲ τὰς τοῦ ὀρθοῦ καὶ τοῦ καλοῦ στοχαζομένας. ὅταν μὲν γὰρ ἐνθουσιάζων ἐνεργῇ καὶ ταῖς Μούσαις κάτοχος ὢν καὶ τὰ μυστικὰ περὶ αὐτῶν τῶν θεῶν ἀφηγῆται νοήματα, τηνικαῦτα κατὰ τὴν πρωτίστην ἐνεργεῖ καὶ ἔνθεον ποιητικήν· ὅταν δὲ αὖ τὴν τῆς ψυχῆς ζωὴν καὶ τὰς ἐν τῇ φύσει διαφορὰς καὶ τὰ πολιτικὰ καθήκοντα διεξίῃ, τότε δὴ μάλιστα κατὰ τὴν ἐπιστήμην διατίθησιν τοὺς λόγους· ὅταν δὲ ἄρα τοὺς προσήκοντας ἀποδιδῷ τῆς μιμήσεως τύπους τοῖς τε πράγμασι καὶ τοῖς προσώποις, τηνικαῦτα κατὰ τὴν εἰκαστικὴν προΐσταται τὴν μίμησιν· ὅταν δὲ οἶμαι πρὸς τὸ φαινόμενον τοῖς πολλοῖς, ἀλλʼ οὐ πρὸς τὴν ἀλήθειαν τοῦ ὄντος ἀποτείνηται καὶ οὕτω δὴ τὰς τῶν ἀκουόντων ἐπάγηται ψυχάς, τότε που κατὰ τὸ φανταστικόν ἐστιν ποιητής. λέγω δὲ οἷον, ἵνʼ ἀπὸ τῆς ἐσχάτης ἀρξώμεθα τοῦ ποιητοῦ μιμήσεως, τὸν ἥλιον ἔστιν ὅπου λέγει τὰς ἀνατολὰς ἀπό τινος ποιεῖσθαι λίμνης καὶ τὰς δύσεις ὡσαύτως οὐχ ὡς ἔστιν ἑκάτερον τούτων οὐδʼ ὡς γίνεται λέγων οὐδὲ ταύτῃ μιμούμενος διὰ λόγων, ἀλλʼ ὡς φαίνεται ταῖς αἰσθήσεσιν ἡμῶν διὰ τὴν ἀπόστασιν· τοῦτο τοίνυν καὶ πᾶν τὸ τοιόνδε φανταστικὸν τῆς ποιήσεως φαθί με λέγειν. πάλιν ὅταν τοὺς ἥρωας μιμῆται πολεμοῦντας ἢ βουλευομένους ἢ λέγοντας κατὰ τὰ εἴδη τῆς ζωῆς, τοὺς μὲν ὡς ἔμφρονας, τοὺς δὲ ὡς ἀνδρείους, τοὺς δὲ ὡς φιλοτίμους, τῆς εἰκαστικῆς ἂν εἴποιμι τὸ τοιοῦτον ἔργον ὑπάρχειν. καὶ μὴν καὶ ὅταν ἢ τὰς διαφόρους ὑποστάσεις τῶν μορίων τῆς ψυχῆς εἰδὼς ἀναφαίνηται καὶ διδάσκων, ἢ τὴν ἐξαλλαγὴν τοῦ εἰδώλου πρὸς τὴν χρωμένην ψυχὴν ἢ τὴν τάξιν τῶν ἐν τῷ παντὶ στοιχείων, γῆς ὕδατος ἀέρος αἰθέρος οὐρανοῦ, ἢ ἄλλο τι τοιοῦτον, τὴν ἐπιστήμονα τῆς ποιητικῆς δύναμιν ταύτην ἂν ἐγὼ θαρρῶν ἀποφηναίμην. ἐφʼ ἅπασι δὲ τούτοις ὅταν περί τε τῆς δημιουργικῆς ἡμᾶς ἀναδιδάσκῃ καὶ τῆς εἰς τρία διανομῆς τῶν ὅλων, ἢ ὅταν περὶ τῶν Ἡφαίστου δεσμῶν, ἢ ὅταν περὶ τῆς πατρικῆς τοῦ Διὸς ἑνώσεως πρὸς τὴν γόνιμον θεότητα τῆς Ἥρας διʼ ἀλύτου συμπλοκῆς, τότε δὴ φαίην ἂν αὐτὸν ἐνθουσιάζειν σαφῶς καὶ διὰ τὴν ἐκ τῶν Μουσῶν κατοκωχὴν τὰ τοιαῦτα διατιθέναι μυθολογήματα. δηλοῖ δέ που καὶ αὐτὸς ἐπὶ τοῦ Δημοδόκου τὴν ἐκ θεῶν ὡρμημένην ἐνέργειαν, λέγων πρὸ τῆς ᾠδῆς ὅτι ὁρμηθεὶς θεοῦ ἤρχετο καὶ ὅτι ἔνθεος ἦν καὶ ὅτι ἡ Μοῦσα αὐτὸν ἐφίλησεν ἢ ὁ μουσηγέτης θεός·

  
ἢ σέ γε Μοῦσʼ ἐδίδαξε Διὸς παῖς ἢ σέ γʼ Ἀπόλλων·  
  
λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,  
  
ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί  
Καίτοι γε ὅτι τὸν Δημόδοκον ὡς ἑαυτὸν τρόπον τινὰ προΐσταται καὶ τῶν περὶ ἑαυτὸν παθημάτων παράδειγμα ποιεῖται, τῶν διατεθρυλημένων ἐστὶν ἱκανῶς, καὶ τὸ

  
ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδὴν  
ἄντικρυς τὸν κατʼ αὐτὸν μῦθον εἰς ἐκεῖνον ἀναπέμπειν ἔοικεν. τοῦτον δʼ οὖν ἐνθεάζοντα λέγειν ἃ λέγει σαφῶς διϊσχυρίζεται.

`1.195`

Ἀλλʼ εὖ γε ὅτι Δημοδόκου καὶ τῆς ἐνθεαστικῆς ᾠδῆς ἐπεμνήσθημεν· δοκεῖ γάρ μοι κατὰ τὰ πρόσθεν εἰρημένα τῆς ποιήσεως γένη διελεῖν τοὺς παρʼ αὐτῷ μνήμης ἠξιωμένους μουσικούς. ὁ μὲν γὰρ Δημόδοκος ἔνθους ἦν, ὥσπερ εἴρηται, καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα ἀφηγούμενος, καὶ θεόθεν ἐξάψασθαι λέλεκται τὴν ἑαυτοῦ μουσικήν· ὁ δὲ Φήμιος ὁ ἐν Ἰθάκῃ κατὰ τὴν γνῶσιν μάλιστα τῶν τε θείων καὶ τῶν ἀνθρωπίνων ἐχαρακτηρίζετο·

  
Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,  

  
ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί  
λέγει που πρὸς αὐτὸν ἡ Πηνελόπη· τρίτος δὲ ἄλλος ὁ τῆς Κλυταιμνήστρας ᾠδός, μιμητικός τις ὡς ἔοικεν καὶ ὀρθῇ δόξῃ χρώμενος καὶ τὰ τῆς σωφροσύνης μέλη προτείνων τῇ γυναικί·

  
πὰρ γὰρ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν  
  
Ἀτρείδης Τροίηνδε κιών γ.  
καὶ μέχρι τῆς τούτου συνουσίας οὐδὲν ἀνόσιον ἔργον τῇ Κλυταιμνήστρᾳ πέπρακτο, ταῖς παιδευτικαῖς ᾠδαῖς σωφρονίζοντος αὐτῆς τὴν ἄλογον ζωήν. τέταρτος δὲ εἰ βούλει μουσικὸς ἀνάλογον τῇ φανταστικῇ τῆς ποιήσεως ἰδέᾳ τεταγμένος Θάμυρις ἐκεῖνος, ὃν αἱ Μοῦσαι λέγονται παῦσαι τῆς ᾠδῆς·

  
αἱ δὲ χολωσάμεναι πηρὸν θέσαν Β·  
πολυτροπωτέραν γὰρ καὶ αἰσθητικωτέραν καὶ τοὺς πολλοὺς ἀρέσκουσαν οὗτος μουσικὴν μετεχειρίζετο. διὸ καὶ φιλονικῆσαι λέγεται ταῖς Μούσαις, ὡς ἂν τῆς ἁπλουστέρας μουσικῆς, καὶ ταῖς Μούσαις οἰκειοτάτης τὴν ποικιλωτέραν ἐπίπροσθεν ποιησάμενος, καὶ ἀποπεσεῖν τῆς τῶν θεαινῶν εὐμενείας. ὁ γὰρ τῶν Μουσῶν χόλος οὐκ εἰς ἐκείνας ἀναπέμπει τι πάθος, ἀλλὰ τὴν τούτου δείκνυσιν ἀνεπιτηδειότητα τῆς ἐκείνων μεθέξεως. οὗτος οὖν ἐστιν ὁ πολλοστὸς ἀπὸ τῆς ἀληθείας ᾠδὸς καὶ τὰ πάθη τῶν ψυχῶν προκαλούμενος καὶ φανταστικὸς καὶ οὔτε δόξαν ὀρθὴν οὔτε ἐπιστήμην ἔχων περὶ τῶν μιμημάτων.

`1.196`

Πάντα ἄρα τὰ γένη τῆς ποιήσεως παρʼ Ὁμήρῳ τεθεάμεθα, διαφερόντως δὲ τὸ ἐνθουσιαστικόν, καθʼ ὃ δὴ καὶ μάλιστα χαρακτηρίζεσθαί φαμεν αὐτόν — καὶ οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ Πλάτων θεῖον ποιητὴν καὶ θειότατον τῶν ποιητῶν καὶ παντὸς μᾶλλον ἄξιον ζηλοῦν πολλαχοῦ προσαγορεύων αὐτόν, ὡς ἐν τοῖς ἔμπροσθεν ἐδείκνυμεν· ἀμυδρότατον δὲ τὸ μιμητικὸν ἅμα καὶ φανταστικόν, ἵνα καὶ τοῖς πολλοῖς ᾖ πιθανός, καὶ ὅτι μὴ πᾶσα ἀνάγκη πᾶν τὸ τοιοῦτον τῆς ποιήσεως ἐξῃρῆσθαι. ἀλλὰ Ὅμηρος μὲν τοῦτον τὸν τρόπον· οἱ δὲ τῆς τραγῳδίας ποιηταὶ φανταστικοὶ μόνον ὄντες καὶ τῆς τῶν πολλῶν στοχαζόμενοι ψυχαγωγίας εἰκότως κατὰ τοῦτο πλεονάζουσιν τῆς ποιήσεως τὸ εἶδος. ὥσπερ οὖν εἴ τις εἰς πόλιν εὐνομουμένην εἰσελθὼν καὶ θεασάμενος ἐκεῖ, καθάπερ φησὶν ὁ Ἀθηναῖος ξένος, καὶ τὴν μέθην ἕνεκά τινος χρησίμου παραλαμβανομένην μὴ τὴν φρόνησιν τὴν ἐν τῇ πόλει μηδὲ τὴν ὅλην τάξιν ζηλώσειεν, ἀλλʼ αὐτὴν καθʼ αὑτὴν μόνην τὴν μέθην, οὐκ ἐκείνην ἂν αἰτίαν ἔχοι τῆς ἑαυτοῦ παρανοίας, ἀλλὰ τὴν οἰκείαν ἀσθένειαν τῆς κρίσεως, οὕτως οἶμαι καὶ οἱ τραγῳδιοποιοὶ τὸ ἔσχατον τῆς Ὁμηρικῆς ποιήσεως ζηλώσαντες οὐκ εἰς ἐκεῖνον τὴν ἀρχὴν τῆς σφετέρας πλημμελείας, ἀλλʼ εἰς τὴν ἑαυτῶν ἀναπέμπουσιν ἀδυναμίαν. λεγέσθω τοίνυν ἡγεμὼν τῆς τραγῳδίας Ὅμηρος, καθόσον αὐτὸν ἐζήλωσαν οἱ τῆς τραγῳδίας ποιηταὶ τά τε ἄλλα, καὶ ὅτι μέρη τῆς ἐκείνου κατενείμαντο ποιήσεως, τὰ μὲν εἰκαστικῶς εἰρημένα φανταστικῶς μιμησάμενοι, τὰ δὲ ἐπιστημόνως συντεθέντα ταῖς τῶν πολλῶν ἀκοαῖς προσαρμόσαντες. ἀλλʼ οὐ τραγῳδίας μόνον ἐστὶν διδάσκαλος — ταύτης μὲν γὰρ κατὰ τὸ ἔσχατον τῆς ἑαυτοῦ ποιήσεως —, ἀλλὰ καὶ τῆς Πλάτωνος ἁπάσης πραγματείας τῆς μιμητικῆς καὶ τῆς φιλοσόφου θεωρίας ὅλης.

Τί ἐστιν, ὅπερ ὁ Σωκράτης ἐν τῷ δεκάτῳ τῆς πολιτείας ἐκβάλλει τῆς Ὁμήρου ποιητικῆς, καὶ διὰ τίνας αἰτίας, καὶ ὅτι οὐχ ὅλην αὐτήν, ἀλλʼ ὅτι τὸ ἔσχατον αὐτῆς ἀποδοκιμάζει μόνον.

`1.197–1.198`

Περὶ μὲν δὴ ποιητικῆς αὐτῆς καὶ τῆς Ὁμήρου τελεωτάτης ποιήσεως ἱκανὰ τὰ εἰρημένα. τούτοις δὲ τοὺς τοῦ Σωκράτους ἀντιπαρατείνωμεν λόγους καὶ θεασώμεθα, τίνα μὲν ἐλέγχει ποιητικὴν ἰδέαν, ὅπως δὲ αὐτὸν Ὅμηρον ἐξαιρήσωμεν τῶν πολλῶν ἐκείνων καὶ παντοδαπῶν ἐλέγχων· καὶ πρῶτον ὅτι μὴ πᾶσαν εὐθύνει τὴν ποιητικὴν ἐκ τῶν γεγραμμένων ἐπιδείξωμεν. ἐν ἀρχῇ μὲν οὖν εὐθὺς τοῦ δεκάτου βιβλίου· καὶ μήν, ἦν δὲ ἐγώ, φησίν, πολλὰ μὲν καὶ ἄλλα περὶ αὐτῆς ἐννοῶ — τῆς εἰρημένης πολιτείας λέγων —, ὡς παντὸς ἄρα μᾶλλον ὀρθῶς ᾠκίζομεν τὴν πόλιν, οὐχ ἥκιστα δὲ ἐνθυμηθεὶς περὶ ποιήσεως, τὸ μηδαμῇ παραδέχεσθαι αὐτῆς ὅση μιμητική. παντὸς γὰρ μᾶλλον οὐ παραδεκτέον νῦν καὶ ἐναργέστερον, ὡς ἐμοὶ δοκεῖ, φαίνεται. καὶ πάλιν ἑξῆς· ὡς μὲν πρὸς ὑμᾶς εἰρῆσθαι — οὐ γάρ μου κατερεῖτε πρὸς τοὺς τραγῳδίας ποιητὰς καὶ τοὺς ἄλλους πάντας τοὺς μιμητικούς —, λώβη ἔοικεν εἶναι πάντα τὰ τοιαῦτα τῆς τῶν ἀκουόντων διανοίας. τὸ μὲν οὖν προκείμενον αὐτῷ τοῦτό ἐστιν, τὴν μιμητικὴν μόνον ποίησιν καὶ ταύτης ὡς δειχθήσεται διαφερόντως τὴν φανταστικὴν ἐκβάλλειν. ἡμεῖς δέ, εἰ μὲν πᾶσαν ποιητικὴν τοιαύτην ἐνόμιζεν εἶναι, τάχʼ ἂν ὑπελαμβάνομεν αὐτὸν ὁμοίως ἅπασαν ἐλέγχειν· εἰ δὲ τὴν ἔνθεον ποίησιν καὶ τὴν μετʼ ἐπιστήμης τοὺς λόγους ποιουμένην ἑτέραν ἀπολείπει τῆς ἀτελοῦς καὶ μιμήσει χρωμένης, πρὸς μὲν ταύτην τείνειν οἰησόμεθα τοὺς ἐλέγχους, ἐκείνην δὲ ἐξαιρήσομεν τῶν προκειμένων λόγων. δηλοῖ δέ που καὶ αὐτὸς εἰπὼν ἐν ἀρχῇ καὶ διορισάμενος, ὡς οὐ χρὴ τῆς ποιητικῆς ἀποδέχεσθαι ταύτην ὅση μιμητική. τό τε γὰρ πᾶσαν οἰόμενον εἶναι μιμητικὴν τοῦτο προστιθέναι περιττόν, καὶ τὸ κατὰ πάσης τοὺς αὐτοὺς ἐφαρμόττειν λόγους ὑπολαμβάνοντα πρὸς τὴν μιμητικὴν ἀποτείνεσθαι μόνην ἄλογον. λείπεται ἄρα τοσοῦτον φάναι τῆς ποιητικῆς εὐθύνεσθαι μόνον, ὅσον περὶ τὴν μίμησιν τὴν πᾶσαν ἔχει σπουδήν. ἐπεὶ κἀν τοῖς ἐφεξῆς οὑτωσί πως προάγει τὸν ἔλεγχον· ὁ ποιητὴς μιμητής· πᾶς μιμητὴς τρίτος ἀπὸ τῆς ἀληθείας· ὁ ἄρα ποιητὴς τρίτος ἀπὸ τῆς ἀληθείας. διὸ καὶ ἐξ ἀρχῆς ὡρίσατο, τί ποτέ ἐστι μίμησις, λέγων· τὸν τοῦ τρίτου ἄρα γεννήματος ἀπὸ τῆς φύσεως μιμητὴν καλεῖς, καὶ συνάγων ἀμφοτέρας τὰς προτάσεις οὑτωσί πως φησίν· τοῦτʼ ἄρα ἔσται καὶ ὁ τραγῳδιοποιός, εἴπερ μιμητής ἐστιν, τρίτος ἀπὸ βασιλέως καὶ τῆς ἀληθείας πεφυκὼς καὶ οἱ ἄλλοι πάντες μιμηταί. εἶτʼ ἐπὶ τούτοις δείκνυσιν, ὡς οὐδὲ πάσης μιμήσεως ἐπιλαμβάνεται, ἀλλὰ τῆς φανταστικῆς, καὶ συνάγει· πόρρω ἄρα τοῦ ἀληθοῦς ἡ μιμητική ἐστιν, καὶ ὅτι ὁ κατὰ ταύτην μιμητὴς οὐδὲ ὀρθοδοξάσει περὶ ὧν ἂν μιμῆται πρὸς κάλλος ἢ πονηρίαν συλλογίζεται. Τί οὖν ταῦτα πρὸς τὴν καθʼ Ὅμηρον ποιητικήν; πρὸς μὲν γὰρ τὴν τραγικὴν ποίησιν καὶ κωμικὴν ἱκανά· τούτων γὰρ τὸ ὅλον μίμησίς ἐστιν πρὸς τὴν τῶν ἀκουόντων ἐξειργασμένη ψυχαγωγίαν· πρὸς δὲ τὴν Ὁμήρου ποιητικὴν τὴν ἀπὸ θεῶν ὡρμημένην καὶ τῶν ὄντων ἐκφαίνουσαν τὴν φύσιν οὐδὲν ἂν προσήκοι. καὶ πῶς γὰρ ἂν ἡ διὰ συμβόλων τὰ θεῖα ἀφερμηνεύουσα μιμητικὴ προσαγορεύοιτο; τὰ γὰρ σύμβολα τούτων, ὧν ἐστι σύμβολα, μιμήματα οὐκ ἔστιν· τὰ μὲν γὰρ ἐναντία τῶν ἐναντίων οὐκ ἄν ποτε μιμήματα γένοιτο, τοῦ καλοῦ τὸ αἰσχρόν, καὶ τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν· ἡ δὲ συμβολικὴ θεωρία καὶ διὰ τῶν ἐναντιωτάτων τὴν τῶν πραγμάτων ἐνδείκνυται φύσιν. εἴ τις ἄρα ποιητὴς ἔνθους ἐστὶν καὶ διὰ συνθημάτων δηλοῖ τὴν περὶ τῶν ὄντων ἀλήθειαν, ἢ εἴ τις ἐπιστήμῃ χρώμενος αὐτὴν ἡμῖν ἐκφαίνει τὴν τάξιν τῶν πραγμάτων, οὗτος οὔτε μιμητής ἐστιν οὔτε ἐλέγχεσθαι δύναται διὰ τῶν προκειμένων ἀποδείξεων.

`1.199`

Σκοπεῖτε δέ, εἰ βούλεσθε, καὶ τῶν λόγων ἕκαστον ἐφʼ ἑαυτοῦ θεωροῦντες· ὁ ποιητὴς μιμητής· ὁ μιμητὴς τρίτος ἀπὸ τῆς ἀληθείας· ὁ ποιητὴς ἄρα τρίτος ἀπὸ τῆς ἀληθείας. ἀλλʼ οὐχ ὁ πρώτιστος ποιητὴς φαῖμεν ἂν τοιοῦτος, οὐδὲ ὁ τῶν ποιητῶν ὡς φὴς θειότατος, ἀλλʼ ᾗ μὲν κάτοχος ταῖς Μούσαις, αὐτοῖς σύνεστι τοῖς οὖσιν καὶ θεᾶται τὴν περὶ τῶν ὄντων ἀλήθειαν, ᾗ δὲ μιμητής, τρίτος ἐστὶν ἀπὸ τῆς ἀληθείας. δεῖ δὲ ἕκαστον ἐκ τοῦ κρατίστου χαρακτηρίζειν, ὧν ἐνεργεῖ, καὶ οὐκ ἐκ τοῦ τελευταίου· ἐπεὶ καὶ Πλάτωνα μιμητὴν ἂν οὕτως τις ἀποφήνειε καὶ τρίτον ἀπὸ τῆς ἀληθείας. ἔστι γὰρ ἐν τοῖς διαλόγοις μίμησις τῶν διαλεγομένων συμπινόντων, ἔστι δὲ καὶ πολεμούντων καὶ εἰρηνευόντων μίμησις, ὡς ἐν Τιμαίῳ καὶ ἐν Κριτίᾳ τεθεάμεθα· ἀλλὰ τοῦτο μὲν πάρεργον, τὸ δὲ ἐξαίρετον ἀγαθὸν τοῦ Πλάτωνος ἡ φιλόσοφός ἐστι θεωρία. καὶ Ὁμήρου τοίνυν ὁ μὲν ἐνθεασμὸς τὸ πρώτιστόν ἐστιν ἀγαθὸν ἐν τῇ ποιήσει, τὸ δὲ μιμητικὸν ἔσχατον· τοῖς δὲ τραγῳδιοποιοῖς τοῦτο προηγουμένως ἐσπούδασται καὶ τὸ ὅλον αὐτοῖς ἡ μίμησις δύναται. ἀλλʼ εἰ καὶ μιμεῖσθαι, φησίν, Ὅμηρος ἱκανὸς καὶ πρὸς τῷ παραδείγματι τὸν νοῦν ἔχειν καὶ ποιεῖν ταῦτα ἃ μιμεῖται, πῶς οὐκ ἄτοπον αὐτὸν ἐπὶ τῇ δημιουργίᾳ τῶν εἰδώλων ἑαυτὸν τάξαι καὶ τοῦτο προστήσασθαι τοῦ βίου τέλος; ἀλλʼ οὐδὲ ἡμεῖς συγχωρήσομεν τέλος εἶναι τοῦ βίου τῷ θείῳ ποιητῇ τὴν μίμησιν, ἀλλὰ πάρεργον, καὶ δεύτερον, ἀλλʼ οὐ πρῶτον, καὶ μιμεῖσθαι μὲν αὐτὸν πολλὰ ὧν οὐ δύναται ποιεῖν διὰ τὸ ψιλὴν αὐτὸν πεῖραν λαβεῖν τῶν μιμημάτων, μιμεῖσθαι δὲ αὖ καὶ ὅσα οἷός τε ποιεῖν ἦν. καὶ γὰρ ναυπηγοῦντα τὸν Ὀδυσσέα καὶ ἡνιοχοῦντα ἄλλον μιμεῖται, εἰ καὶ οὐ πάντως ἡνιοχεῖν ἠδύνατο καὶ ναυπηγεῖν· γνωστικῶς γὰρ εἶχεν ταῦτα καὶ οὐ χειρουργικῶς· ἀλλὰ καὶ συμβουλεύοντα καὶ περὶ τῶν δικαίων εἰσηγούμενον· ταῦτα δὲ οὐ μιμεῖσθαι μόνον, ἀλλὰ καὶ ποιεῖν ἱκανὸς ἦν.

`1.200`

Τίνα ἄν τις ἀπολογήσαιτο πρὸς τοὺς ἐλέγχοντας λόγους ὡς οὐκ ὄντα τὸν Ὅμηρον ἀνθρώπων παιδευτικὸν οὐδὲ ὅλως πολιτικόν.

`1.201–1.202`

Ἐνταῦθα δὴ λοιπὸν ἐπιρρεῖ παντοίων ἐρωτήσεων πλῆθος, τίνας ἐπαίδευσεν Ὅμηρος, εἴπερ μὴ μιμητὴς μόνον, ἀλλὰ καὶ δημιουργὸς παιδείας ἀληθοῦς, τίσι τῶν πόλεων ἔθετο νόμους, τίς πόλεμος διʼ ἐκεῖνον ἐπράχθη καλῶς, τίνες ἰδίᾳ τῆς Ὁμήρου παιδείας ἀπολελαύκασιν. πρὸς δὴ ταῦτα πάντα καὶ τὰ τοιαῦτα φήσομεν, ὅτι καὶ τὸ μῆκος τοῦ χρόνου τὴν ἐν ταῖς διαδοχαῖς τῶν ἀνθρώπων μνήμην ἀφῄρηται, καὶ τὸ μὴ εἶναι κατʼ ἐκείνους τοὺς καιροὺς ἄνδρας ἱστορεῖν τὰ τοιαῦτα δεινοὺς τῆς διὰ τούτων ἡμᾶς διδασκαλίας ἀπεστέρησεν, ὧν Ὅμηρος ἰδίᾳ τε καὶ κοινῇ ταῖς πόλεσιν εἰς παιδείαν καὶ εὐνομίαν συνετέλεσεν. ἐπεὶ ὅτι γε τῶν πόλεών τινες ἐν τοῖς ὕστερον χρόνοις διαμφισβητήσασαι πρὸς ἀλλήλας Ὁμήρῳ δικαστῇ καὶ τοῖς Ὁμήρου γράμμασιν ἐχρήσαντο τῶν δικαίων, ἐκ τῆς ἱστορίας παρειλήφαμεν. τί οὖν θαυμαστόν, εἰ καὶ ζῶντα νομοθέτην τινὲς προεστήσαντο καὶ ἰδίᾳ διδάσκαλον ἐποιήσαντο καὶ ταῖς ἐκείνου συμβουλαῖς ὥσπερ ἐπῳδαῖς ἐχρήσαντο; ταῦτα δὴ ἠγνόηται τοῖς ὕστερον. καὶ γὰρ ὅτι Πυθαγόρας πολλοὺς ἐπαίδευσεν καὶ ὅτι Λυκοῦργος Λακεδαιμονίοις ἐνομοθέτησεν ἢ Σόλων Ἀθηναίοις, ἐκ τῶν πολυστίχων ἡμεῖς ἔγνωμεν συγγραμμάτων, ὅσοι τῶν χρόνων ἐκείνων ἀπελείφθημεν. ἀλλʼ ὅ γε μιμητής, φησίν, οὔτε δόξαν ὀρθὴν ἔχει περὶ ἐκείνων ἃ μιμεῖται, ὥσπερ ὁ δημιουργός — οὐ γὰρ σύνεστιν τῷ χρησομένῳ —, οὔτε ἐπιστήμην· οὐ γάρ ἐστιν ὁ χρησόμενος. τρεῖς γὰρ αὗται τέχναι νοείσθωσαν περὶ τὸν χαλινόν, εἰ τύχοι, ἡ χρησομένη, ἡ ποιήσουσα, ἡ μιμησομένη· δῆλον οὖν ὡς ἣ μὲν ἐπιστήμην ἔχει τῆς τοῦ χαλινοῦ χρείας, ἣ δὲ δόξαν ὀρθήν, ὑπʼ ἐκείνης διδασκομένη ποῖον εἶναι δεῖ τὸν χαλινόν, ἣ δὲ οὐδέτερα τούτων· γράφει γὰρ ὁ ζωγράφος χαλινὸν οὔτε ἱππέως οὔτε χαλινοποιοῦ παρόντος. ταῦτα καὶ ἡμεῖς ἀληθῆ φήσομεν ἐπὶ τῶν μιμητῶν μόνον· εἰ δέ τις τοῦτο μὲν προστήσαιτο ὡς πάρεργον, ἄλλην δὲ ἐπιστήμην ἔχοι καὶ γνῶσιν τῶν πραγμάτων, πῶς οὐκ ἀνάγκη τοῦτον καὶ ὧν μιμεῖται τὸ κάλλος εἰδέναι καὶ τὴν πονηρίαν; δηλοῖ δέ που τοῦτο καὶ αὐτὸς ὁ θεῖος ποιητής, πανταχοῦ τοῖς πραττομένοις τὴν ἑαυτοῦ κρίσιν ἐπιφέρων, ὅτι καλὰ καὶ ὅτι αἰσχρά, τῷ δὲ φρένας ἄφρονι πεῖθεν, καὶ νήπιος λέγων, καὶ φρεσὶ γὰρ κέχρητο ἀγαθῇσιν καὶ ὅσα τοιαῦτα, ταῖς πράξεσιν τὸ κάλλος καὶ τὴν μοχθηρίαν ἀφορίζων. ἀλλʼ ὁ μιμητής, φησίν, καὶ εἰδωλοποιὸς οὗτος ποιητὴς πρὸς τὸ παθητικὸν τῆς ψυχῆς ἀποτείνεται καὶ τούτου προκαλεῖται τὰς κινήσεις· καὶ ἡμεῖς συμφήσομεν, εἰ τὴν τραγῳδίαν λέγοι καὶ τὴν κωμῳδίαν καὶ τὴν ἐν ταύταις μίμησιν. εἰ δὲ τὴν Ὁμήρου ποίησιν, τὸ μέγιστον αὐτῆς ἔργον εἰς τὴν τοῦ νοῦ καὶ τῆς διανοίας ἡμῶν τελείωσιν ἀποκεῖσθαι διατεινόμεθα, καὶ οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ Πλάτων, ὅταν λέγῃ τῷ ποιητῇ τῷ κατόχῳ ταῖς Μούσαις καὶ τοὺς ἀκούοντας συνενθουσιᾶν καὶ συνεπαίρεσθαι πρὸς τὴν θείαν μανίαν. εἰ μὲν οὖν τὸ παθητικόν ἐστι τὸ ἐνθουσιάζον, πρὸς τοῦτο καὶ Ὅμηρος προσεχέτω τὴν ἐνέργειαν· εἰ δὲ νοῦς ἢ τοῦ νοῦ θειότερον, πολλοῦ ἂν δέοιμεν ταὐτὸν ἐκ τῆς Ὁμήρου ποιήσεως πάσχειν, ὅπερ ἐκ τῆς τραγικῆς μιμήσεως. ὅταν οὖν ὁ Σωκράτης λέγῃ σαφῶς· ὁ δὴ μιμητικὸς ποιητὴς οὐ πρὸς τὸ λογιστικὸν τῆς ψυχῆς πέφυκεν, εἰ μέλλει εὐδοκιμήσειν ἐν τοῖς πολλοῖς, ἀλλὰ πρὸς τὸ ἀγανακτητικὸν καὶ ποικίλον ἦθος, ἀπαντησόμεθα λέγοντες· ἀλλʼ ὁ ἐνθουσιαστικὸς πρὸς τὸ θεῖον τῆς ψυχῆς ποιεῖται τοὺς λόγους, ὅταν δὲ καὶ κολάζῃ τὰ πάθη διὰ τῶν ἐπιπλήξεων, πῶς ἂν φήσειέν τις αὐτὸν προκαλεῖσθαι καὶ τρέφειν τὸ παθητικόν; τοσαῦτα μὲν πρὸς τὰς Σωκρατικὰς ἐφόδους ὑπὲρ Ὁμήρου δικαιολογούμεθα καὶ τῆς ἐνθέου ποιήσεως.

Διὰ ποίας αἰτίας ὁ Πλάτων ἐλέγχειν εἵλετο τὸν Ὅμηρον ὡς μὴ ὄντα παιδευτικὸν ἀνθρώπων ἱκανόν.

`1.203–1.205`

Πάλιν δὲ ἐπὶ θάτερα μεταβάντες αὐτὸ τοῦτο ζητήσωμεν, διὰ ποίαν οὖν αἰτίαν ὁ Πλάτων τοιαῦτα περὶ Ὁμήρου καὶ ποιητικῆς εἵλετο λέγειν· οὔτε γὰρ ἐλάνθανεν αὐτὸν τὰ παρʼ ἡμῶν ῥηθέντα καὶ ὅσα αὐτὸς ἐν ἄλλοις ἀνέγραψεν, οὔτε διὰ πάθος πεποίηται τὴν σύστασιν τῶν εἰρημένων λόγων· οὐ γὰρ θέμις αὐτῷ. τί οὖν τὸ αἴτιον, προσθῶμεν τοῖς ἔμπροσθεν. δοκεῖ δή μοι τὴν τῶν καθʼ ἑαυτὸν ἀνθρώπων περὶ φιλοσοφίαν καὶ τοὺς τῆς ἐπιστήμης λόγους ὀλιγωρίαν πολλὴν καὶ ἀμήχανον οὖσαν ὁρῶν, τῶν μὲν ἀχρηστίαν πάντων τῶν περὶ αὐτὴν ἐσχολακότων καταψηφιζομένων, τῶν δὲ καὶ φευκτὸν εἶναι τὸν ἐν φιλοσοφίᾳ βίον ἡγουμένων, ποιητικὴν δὲ πέρα τοῦ μέτρου θαυμαζόντων καὶ τὴν μίμησιν αὐτῆς ζηλούντων καὶ μόνην πρὸς τὴν παιδείαν ἐξαρκεῖν οἰομένων, τοὺς ἀγῶνας ἐνστήσασθαι τούτους, ἐν οἷς ἐπιδείκνυσιν τὸ μὲν ποιητικὸν καὶ μιμητικὸν γένος πόρρω πῃ τῆς ἀληθείας πλανώμενον, τὴν δὲ ἀληθῆ σωτηρίαν τῶν ψυχῶν φιλοσοφίαν παρεχομένην. κατὰ γὰρ τὴν ἀγαθοειδῆ ταύτην βούλησιν καὶ τοὺς σοφιστὰς ἐλέγχει καὶ τοὺς δημαγωγούς, ὡς οὐδὲν πρὸς ἀρετὴν συντελεῖν δυναμένους. οὕτως οὖν οἶμαι καὶ τοὺς ποιητὰς εὐθύνει, διαφερόντως μὲν τοὺς τῆς τραγῳδίας δημιουργούς, καὶ ὅσοι μιμηταὶ ψυχαγωγίαν τινὰ μεμηχανημένοι τῶν ἀκουόντων, ἀλλʼ οὐκ ὠφέλειαν πρὸς ἀρετήν, καὶ γοητεύοντες τοὺς πολλούς, ἀλλʼ οὐ παιδεύοντες· Ὅμηρον δὲ ὡς ἀρχηγὸν τῆς τοιαύτης Μούσης καὶ τοῖς τραγῳδιοποιοῖς τὰ σπέρματα τῆς μιμήσεως παρασχόμενον ἀξιοῖ τῶν ὁμοίων ἐλέγχων, ἀπάγων τοὺς πολλοὺς τῆς περὶ τὴν ποίησιν πτοίας, οἳ τῆς ἀληθινῆς παιδείας ἀμελήσαντες περὶ τοὺς ποιητὰς ὡς πάντων ἐπιγνώμονας διέτριβον. ὅτι δὲ ἀπὸ ταύτης ὁ Πλάτων τῆς προαιρέσεως πάντας καταβέβληται τοὺς περὶ ποιητῶν λόγους, ἐκ τῶν γεγραμμένων δῆλον· οὐκοῦν, ἦν δὲ ἐγώ, μετὰ ταῦτα σκεπτέον τήν τε τραγῳδίαν καὶ τὸν ἡγεμόνα αὐτῆς Ὅμηρον, ἐπειδή τινων ἀκούομεν, ὅτι οὗτοι πάσας μὲν τέχνας ἐπίστανται, πάντα δὲ τὰ ἀνθρώπεια τὰ πρὸς ἀρετὴν καὶ κακίαν, καὶ τά γε θεῖα. ἀνάγκη γὰρ τὸν ἀγαθὸν ποιητήν, εἰ μέλλοι περὶ ὧν ἂν ποιῇ καλῶς ποιήσειν, εἰδότα ἄρα ποιεῖν, ἢ μὴ οἷόν τε εἶναι εὖ ποιεῖν. δεῖ δὴ ἐπισκέψασθαι, πότερον μιμηταῖς τούτοις οὗτοι ἐντυχόντες ἐξηπάτηνται καὶ τὰ ἔργα αὐτῶν ὁρῶντες οὐκ αἰσθάνονται τριττὰ ἀπέχοντα τοῦ ὄντος καὶ ῥᾴδια ποιεῖν μὴ εἰδότι τὴν ἀλήθειαν. φαντάσματα γάρ, ἀλλʼ οὐκ ὄντα ποιοῦσιν· ἤ τι καὶ λέγουσιν καὶ τῷ ὄντι οἱ ἀγαθοὶ ποιηταὶ ἴσασιν περὶ ὧν δοκοῦσι τοῖς πολλοῖς εὖ λέγειν. αὐτὸς γὰρ ἐν τοῖσδε τοῖς ῥήμασιν λέγει τὴν αἰτίαν σαφῶς, διʼ ἣν τὸν κατὰ τῆς ποιητικῆς ταύτης ἐνεστήσατο λόγον, διότι δὴ τοὺς πολλοὺς ἑαλωκότας ὑπὸ τῆς μιμήσεως ἑώρα καὶ πάντων ἐπιστήμονας οἰομένους εἶναι τοὺς πάντα χρήματα μιμουμένους καὶ εἰδωλοποιούς. παιδευτικῶς ἄρα τῶν πολλῶν καὶ διορθωτικῶς τῆς ἀτόπου φαντασίας καὶ προτρεπτικῶς εἰς τὴν φιλόσοφον ζωὴν τούς τε τραγῳδιοποιοὺς κοινοὺς παιδευτὰς ὑπὸ τῶν τότε καλουμένους ὡς οὐδὲν ὑγιὲς ἐπεσκεμμένους διήλεγξεν, καὶ τῆς πρὸς Ὅμηρον ὑφῆκεν αἰδοῦς καὶ συντάξας αὐτὸν τοῖς τραγικοῖς ὡς μιμητὴν ἐν τοῖς λόγοις ηὔθυνεν. οὐ δὴ θαυμαστόν ἐστιν ἔτι, πῶς ὁ αὐτὸς καὶ θεῖος ποιητής ἐστι καὶ τρίτος ἀπὸ τῆς ἀληθείας. ὡς μὲν γὰρ κάτοχος ταῖς Μούσαις θεῖός ἐστιν, ὡς δὲ μιμήσεως ἐφαψάμενος τρίτος ἀπὸ τῆς ἀληθείας. ὧδέ πως καὶ πρὸς τὰ μέγιστα τῶν δογμάτων αὐτῷ χρῆται μάρτυρι καὶ τῆς πολιτείας αὐτὸν ἐκβάλλει. ὡς μὲν γὰρ ἐπιστήμων τὴν αὐτὴν ἔχει τῷ Πλάτωνι περὶ τῶν ὄντων γνῶσιν, ὡς δὲ τοῖς τραγῳδιοποιοῖς ἔχων τι κοινὸν τῆς εὐνομουμένης ἐκβάλλεται πόλεως· εἰ γὰρ τὴν ἡδυσμένην, φησὶν ὁ Σωκράτης, παραδέξει Μοῦσαν ἐν μέλεσιν ἢ ἔπεσιν, ἡδονή σοι καὶ λύπη ἐν τῇ πόλει βασιλεύσετον. ὅτι δὲ καὶ Ὅμηρον, καθόσον ἐστὶν ἐν τῇ ποιήσει τῆς τραγῳδίας τις ἀρχή, συμπεριλαμβάνει τοῖς ἐλέγχοις καὶ ὁ προηγούμενος λόγος εἰς τὴν τοιαύτην τείνει μίμησιν, διὰ πάντων ὡς εἰπεῖν τῶν τοῦ Σωκράτους ῥημάτων ἐστὶν καταφανές. ἔοικεν γάρ, φησίν, Ὅμηρος τῶν καλῶν πάντων τούτων τῶν τραγικῶν διδάσκαλος καὶ ἡγεμὼν γενέσθαι. ἀλλʼ οὐ γὰρ πρό γε τῆς ἀληθείας τιμητέος ἀνήρ. καὶ ἑξῆς· τοῦτο ἄρα ἐστὶ καὶ ὁ τραγῳδιοποιός, εἴπερ μιμητής ἐστι, τρίτος ἀπὸ τοῦ βασιλέως καὶ τῆς ἀληθείας πεφυκώς. οὗ μὲν γὰρ τὴν αἰτίαν εἶπεν, διʼ ἣν καὶ πρὸς Ὅμηρον ἂν αἱρεῖται παρρησιάζεσθαι διὰ λόγων· οὗ δὲ ὡς προηγουμένως περὶ τραγῳδίας ἀγωνιζόμενος αὐτὸν διαφερόντως τὸν τραγῳδιοποιὸν μνήμης ἠξίωσεν ὡς τρίτον ἀπὸ τῆς ἀληθείας. καὶ ἔοικεν οὐδὲν ἄλλο κατασκευάζειν ἐν τούτοις ὁ Πλάτων ἢ τοῦτο, ὃ καὶ Σωκράτης αὐτῷ πρῶτον ἐντυχὼν περὶ τραγῳδίαν σπουδάζοντι καὶ ἀποδείξας, ὡς οὐδὲν ἀγαθὸν ὑπάρχει τοῖς ἀνθρώποις, ἀπέτρεψεν τῆς τοιαύτης μιμήσεως, καὶ τρόπον τινὰ τοὺς Σωκρατικοὺς ἐκείνους ἀναγράφειν λόγους, ἐν οἷς ἀπέφαινεν οὔτε παιδευτικὴν οὖσαν οὔτε ὠφέλιμον τὴν τραγῳδίαν, ἀλλὰ τρίτην ἀπὸ τῆς ἀληθείας, καὶ οὔτε ἐπιστήμης οὔτε ὀρθῆς δόξης μετέχουσαν περὶ ὧν μιμεῖται πραγμάτων οὐδὲ τῆς διανοίας ἡμῶν, ἀλλὰ τῆς ἀλογίας στοχαζομένην. ταῦτα δέ, εἰ καὶ ἔστι πως παρʼ Ὁμήρῳ συνῃρημένως καὶ ἀρχοειδῶς, ἀλλὰ μὴ διὰ ταῦτα τὴν Ὁμήρου ποίησιν αἰτιώμεθα. οὐδὲ γὰρ Πλάτωνα διὰ τὴν ἐν τῇ λογογραφίᾳ καλλιέπειαν αἰτιατέον καὶ τὴν περὶ τὴν λέξιν ἐπιμέλειαν, εἰ καὶ ἄλλοι περὶ ταύτην διαφερόντως ἐσπούδασαν, τὰς τελευταίας ἐνεργείας μιμούμενοι τοῦ Πλάτωνος, οὐδὲ αὐτὸν τὸν δημιουργὸν τῶν θνητῶν ἕνεκα πραγμάτων καὶ τῆς περὶ τὴν γένεσιν κακίας, ἐπειδήπερ αἱ μερισταὶ ψυχαὶ καλινδοῦνται περὶ αὐτήν. ταῦτα, ὦ φίλοι ἑταῖροι, μνήμῃ κεχαρίσθω τῆς τοῦ καθηγεμόνος ἡμῶν συνουσίας, ἐμοὶ μὲν ὄντα ῥητὰ πρὸς ὑμᾶς, ὑμῖν δὲ ἄρρητα πρὸς τοὺς πολλούς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqy-ba`.
