title: "Commentary on Plato's Republic: Part 16"
title_greek: "Σχόλια εἰς τὴν Πλάτωνος Πολιτείαν, ΙϚʹ"
author: Proclus the Successor
eul_wid: uqy-bl
eul_aid: uqy
canonical: "https://eulogikon.org/works/proclus-republic-commentary-part-16-uqy-bl"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:da764cca8767b9b90910956a77ca405499eff760780f2db2b50a57a75f37d2ab"
content_modified_at: "2026-11-10"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"

# Commentary on Plato's Republic: Part 16

*Σχόλια εἰς τὴν Πλάτωνος Πολιτείαν, ΙϚʹ*

**Author:** Proclus the Successor

**eul_wid:** `uqy-bl` · [HTML page](https://eulogikon.org/works/proclus-republic-commentary-part-16-uqy-bl)

## Text

Part of [Commentary on Plato's Republic](/works/proclus-republic-commentary-uqy-ap)

`2.360`

ΕΠΙΣΚΕΨΙΣ ΤΩΝ ΥΠʼ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΕΝ ΔΕΥΤΕΡΩΙ ΤΩΝ ΠΟΛΙΤΙΚΩΝ ΠΡΟΣ ΤΗΝ ΠΛΑΤΩΝΟΣ ΠΟΛΙΤΕΙΑΝ ΑΝΤΕΙΡΗΜΕΝΩΝ.

`2.361`

Τῆς Πλάτωνος πολιτείας ὁ δαιμόνιος Ἀριστοτέλης ἐν τῷ δευτέρῳ τῶν Πολιτικῶν ἐξέτασιν ποιούμενος, ὥσπερ εἴωθεν πρὸ τῶν αὐτὸν ἀρεσκόντων βασανίζειν τὰ τῶν παλαιοτέρων, πρῶτον ἐκεῖνο παρείληφεν ἀξίωμα κάλλιστον περὶ πάσης πολιτείας ἐκ διαιρέσεως, ὡς ἄρα ἀναγκαῖον ἢ πάντων εἶναι κοινωνίαν τοῖς μιᾶς πολιτείας μετειληχόσιν, ἢ μηδενός, ἢ τῶν μὲν τῶν δʼ οὐ κοινωνεῖν ἀλλήλοις. καὶ τὸ μὲν μηδενὸς εἶναι κοινωνίαν τοῖς τὴν αὐτὴν οἰκοῦσιν ἀδύνατον εἶναι· πᾶσα γὰρ πόλις κοινωνούντων ἐστὶν ἀλλήλοις ἀνθρώπων καὶ συμβαλλόντων· τὸ δὲ πάντων ὁμοίως ἀμήχανον· τοῖς γοῦν σώμασιν ἰδίοις ἀνάγκη χρῆσθαι καὶ ταῖς αἰσθήσεσιν διαφερούσαις καὶ τοῖς φυσικοῖς ἔργοις ἅπασιν· ὧν ὑφαιρεθέντων λείπεται τῶν μὲν εἶναι κοινωνίαν ἐν ταῖς πόλεσιν, τῶν δὲ μὴ εἶναι τοῖς ἀνθρώποις. τοῦτο μὲν οὖν τὸ ἀξίωμα προὔλαβεν αὐτός· εἴρηται δὲ καὶ ὑπὸ Πλάτωνος, ὅτι πάντων μὲν εἶναι κοινωνίαν οὐκ ἐνδέχεται, τὸ δὲ ὡς πλείστων εἶναι τὴν κοινωνίαν αἱρετὸν ἐν ταῖς εὐνομουμέναις πόλεσιν. καὶ δεδήλωκεν τὸ μὲν πρότερον, ἐν οἷς διορίζεται καὶ προστάττει χρῆναι ἕκαστον ἕν τι ἐπιτηδεύειν, πρὸς ὃ πέφυκεν, καὶ μὴ ὑφαρπάζειν τινὰ τὸ μηδὲν αὐτῷ προσῆκον ἐπιτήδευμα καὶ ἔργον· εἰ γὰρ τοῦτο ἀληθές, οὐ πάντες πάντων κοινωνήσουσιν ἐπιτηδευμάτων, ἀλλʼ οἱ ὁμοφυεῖς τὰ αὐτὰ ἐπιτηδεύσουσιν μόνον· τὸ δὲ δεύτερον, ἐν οἷς φησιν χρῆναι συντετάχθαι πρὸς ἑαυτὴν οὕτω τὴν πόλιν ὡς ἑνὸς μέρη σώματος· καὶ γὰρ ταῦτα διαφέρει μὲν ἀλλήλων καὶ ἄλλο ἄλλου ἔργον, ὡς τὸ μὲν ὁρᾶν τὸ δὲ ἀκούειν τὸ δὲ κινεῖν τὸ δὲ τρέφειν, πάντα δὲ ἀλλήλοις συμπαθεῖ καὶ μίαν ζωὴν ζῇ καὶ εἰς μίαν ἀνήρτηται ψυχήν, καὶ διδόντα ἕκαστον εἰς πάντα τὸ οἰκεῖον ἔργον λαμβάνει παρὰ τῶν ἄλλων τὸ πρὸς τὴν αὑτοῦ χρείαν, καὶ διὰ τοῦτο ἑνὸς ἀλγοῦντος ἢ ὑγιαζομένου λέγεται ἀλγεῖν ὁ ἄνθρωπος ἢ ὑγιάζεσθαι, διότι καὶ τὸ τοῦ μέρους ἀγαθὸν ἢ κακὸν τοῦ ὅλου ἐστὶν ἀγαθὸν ἢ κακόν.

`2.362`

Δεύτερον δὲ μετὰ τοῦτο τὸ ἀξίωμα λοιπὸν εἰς τὴν ἐξέτασιν καθεὶς ἀπορεῖ, πῶς τοῦτο δυνατὸν τὸ μίαν εἶναι τὴν πόλιν, ὡς τοῦτο ἄριστον ὄν. λαμβάνειν μὲν γὰρ ταύτην τὸν Σωκράτη τὴν ὑπόθεσιν· εἶναι δὲ τοῦτο παντελῶς ἄτοπον. μίαν γὰρ γιγνομένην τὴν πόλιν ἐπὶ μᾶλλον ἀπολλύναι καὶ τοῦτʼ αὐτὸ τὸ εἶναι πόλιν· μᾶλλον γὰρ μίαν οἰκίαν πόλεώς φαμεν εἶναι, καὶ ἕνα μᾶλλον τῆς οἰκίας ἕκαστον· εἰ οὖν καὶ δυνατὸν ἦν ἐπιτείνειν τὴν ἕνωσιν τῆς πόλεως, ὡς ἔοικεν, οὐκ ἦν ὀρθόν· ἀνῃρεῖτο γὰρ ἡ πόλις, καὶ τὸ λεχθὲν ὡς μέγιστον ἀγαθὸν ἐν ταῖς πολιτείαις, τὸ ἓν ὅτι μάλιστα γίνεσθαι τὴν πόλιν, φθαρτικὸν αὐτῆς ὑπῆρχεν ὅλως εἰ οὖν τὸ ἑνίζειν τὴν πόλιν ἀναιρετικόν ἐστι τῆς πόλεως, τὸ δὲ ἑκάστου ἀγαθὸν οὗ ἐστιν ἀγαθὸν σωστικόν ἐστιν καὶ οὐκ ἀναιρετικόν, λείπεται ἄλλο τι ἢ τὸ ἑνίζειν τὴν πόλιν μὴ εἶναι τῆς πόλεως ἀγαθόν, ὡς ἕνα ἄνθρωπον αὐτὴν ἀντὶ πόλεως ποιοῦν; Πρὸς δὲ ταύτην τὴν ἐπιβολὴν τοῦ λόγου δεῖ λέγειν, ὅτι τὸ ἓν οὐκ ἔστι τοιοῦτον οἷον αὐτὸς ὑπέλαβεν, τὸ ἄτομον καὶ τὸ τῷ ἀριθμῷ, εἰς ὃ κατήγαγεν τὴν πόλιν, ὃ δὴ λόγον ὕλης ἐπέχει πρὸς τὴν σύμπασαν πόλιν — ἐκ γὰρ τῶν πολλῶν ἀνθρώπων ἡ πόλις —, ἀλλὰ τὸ κρεῖττον τῶν μερῶν καὶ ὃ συναγωγόν ἐστιν οὕτως τῶν πολλῶν, ὡς ὑπερέχειν αὐτῶν καὶ εἶναι τελικὸν αἴτιον, ἀλλʼ οὐ συναίτιόν τι καὶ ὑλικόν. ἐπεὶ καὶ τοῦ σώματος ἡμῶν ἐκ πολλῶν ὄντος ἕκαστον τῶν ἐν αὐτῷ μερῶν ἕν τί ἐστιν, ἀλλʼ ὡς ὕλη τοῦ ὅλου τοῦτο τὸ ἕν· τὸ δὲ μάλιστα ἓν τοῦτό ἐστιν τὸ συνέχον τὸ σῶμα, εἴτε λόγος εἷς φυσικὸς εἴτε καὶ ψυχή τις, διʼ ἣν ἓν τὸ σῶμά ἐστιν, καὶ ταῦτα ἐκ πολλῶν ὄν. διττὸν οὖν τὸ ἕν, ἢ τὸ ὑλικὸν ἢ τὸ τελικόν. καὶ ἐπεὶ ἑνίζειν θέλει τὴν πόλιν, οὐχ ὡς εἰς τὸ ὑλικὸν αὐτὴν ἓν κατάγων μηχανᾶται τὴν ἕνωσιν, ἀλλʼ εἰς τὸ τελικὸν καὶ αὐτὸ τὸ ἀγαθόν, διʼ ὃ καὶ ἀφʼ οὗ πᾶσιν ἡ ἕνωσις. ὅθεν καὶ ὁ Σωκράτης τοῦτο ζητῶν τὸ ἕν, οὐ τὸ ἄτομον, ὡς εἴπομεν, ἀλλὰ τὸ συνέχον τὴν πόλιν, μηχανᾶται τὴν κοινωνίαν τὴν ἐν τοῖς πλείστοις ὡς ὁμονοίας αἰτίαν καὶ ἀστασίαστον αὐτὴν φυλάττουσαν. ὅταν οὖν λέγῃ τὸ ἓν ἀναιρεῖν τὴν πόλιν, τὸ δὲ ἑκάστου ἀγαθὸν σώζειν ἕκαστον, αἰτιασόμεθα τὴν ἑτέραν πρότασιν τὸ ἓν ἐκεῖνο λαμβάνουσαν οὐχὶ τὸ συναγωγὸν τοῦ πλήθους καὶ συνεκτικόν, ἀλλὰ τὸ ὑλικόν· τοῦτο γὰρ ἀναιρετικὸν ὄντως τοῦ πλήθους καὶ τῆς ὁλότητος, μέρος ὂν ἀλλʼ οὐχ ὅλον, ἐκεῖνο δὲ σώζει μειζόνως τὸ ὅλον, συμπαθείας ὂν αἴτιον καὶ ὁμονοίας.

`2.363–2.365`

Τρίτον τοίνυν τὴν αὐτάρκειαν, φησίν, ἀφανίζει τῆς πόλεως τὸ λίαν αὐτὴν ἑνίζειν· αὐταρκέστερον γὰρ ἑνὸς ἀνδρὸς οἰκία καὶ πόλις οἰκίας· εἰ οὖν τὸ ἧττον ἓν αὐταρκέστερον, ὡς πόλις οἰκίας καὶ οἶκος ἑνὸς ἀνδρός, τὸ μᾶλλον ἓν ἧττόν ἐστιν αὔταρκες. Πάλιν δὴ καὶ οὗτος ὁ λόγος λανθάνει παρὰ τὴν ὁμωνυμίαν τοῦ ἑνὸς τὸν ἔλεγχον ποιῶν, ὥσπερ καὶ ὁ πρότερος. πόλις γὰρ οἰκίας καὶ ἑνὸς ἀνδρὸς οἰκία καὶ αὐταρκέστερον καὶ μᾶλλον ἕν, καὶ ἧττον αὔταρκες καὶ ἧττον ἕν. εἰ μὲν γὰρ τὸ ἄτομον λαμβάνοις καὶ ὃ εἴπομεν ὕλης ἔχειν τάξιν, καὶ ἧττόν ἐστιν ἓν ἡ πόλις — πολλῶν γὰρ δεῖται τοιούτων οἷόν ἐστιν τὸ ἄτομον — καὶ ἧττον αὔταρκες· πλειόνων γὰρ δεῖ τῇ πόλει πρὸς τὸ εἶναι καὶ σώζεσθαι ἢ ὧν δεῖται ὁ εἷς, ὥσπερ καὶ πᾶν ὅπερ ἂν ᾖ ὅλον τοῦ οἰκείου μέρους· εἰ δὲ τὸ ὡς ἀληθῶς ἕν, ὃ δὴ τῷ τελείῳ ταὐτόν, καὶ μᾶλλον ἓν ἡ πόλις τοῦ ἑνὸς καὶ μᾶλλον αὔταρκες, ὥσπερ καὶ τὸ ὅλον μᾶλλον ἑκάτερον ἢ τὸ μέρος· τοῦτο γὰρ συνέχει, συνέχεται δὲ τὸ μέρος, τὸ δὲ συνέχον μᾶλλον ἓν ἢ τὸ ὑπʼ αὐτοῦ συνεχόμενον καὶ μᾶλλον αὔταρκες ἢ τὸ ἐν αὐτῷ περιεχόμενον — δεῖται γὰρ τῶν ἄλλων μερῶν. Πάλιν οὖν καὶ οὗτος ὁ λόγος διελὼν τοῦ ὅλου καὶ τελείου τὸ ἓν καὶ εἰς τὸ ὡς μέρος καὶ ἀτελὲς φερόμενος οὕτως ἠρώτηται. καὶ δοκεῖ τὸ ἓν καὶ τὸ αὔταρκες ἀπʼ ἀλλήλων διοικίζειν, ὥσπερ καὶ ὁ πρὸ αὐτοῦ· καίτοι γʼ ἐχρῆν καὶ τοῦ ἐν Φαίδωνι Σωκράτους ἀκούειν βοῶντος, ὡς ἄρα οὐδὲν οὕτως οἶδεν συνδεῖν τὰ ὄντα καὶ συνέχειν ὡς τὸ ἀγαθόν, παντὸς Ἄτλαντος ἰσχυρότερον ὂν εἰς ταύτην τὴν δύναμιν καὶ αὐτὸ τὸ δέον ὄντως ὑπάρχον· ἐπείσθη γὰρ ἂν τούτοις ἑπόμενος, ὅτι τὸ αὐταρκέστερον πᾶν ὁτουοῦν ἥνωται μᾶλλον καὶ ἓν μειζόνως ἐστίν, ὥσπερ καὶ αὔταρκες μειζόνως. τὸ γὰρ μᾶλλον τοῦ συνδέοντος μετέχον μᾶλλόν ἐστιν ἕν· τὸ δὲ τοῦ ἀγαθοῦ μᾶλλον μετειληχὸς τοῦ συνδεῖν δυναμένου διὰ τὸν ἐν Φαίδωνι λόγον μετέχει μᾶλλον· τὸ δὲ αὐταρκέστερον μᾶλλον τοῦ ἀγαθοῦ μετέχει — στοιχεῖον γὰρ τοῦ ἀγαθοῦ τὸ αὔταρκες· ὥσθʼ ἡ πόλις αὐταρκέστερον ἑνὸς μᾶλλον ἂν εἴη μετέχουσα τοῦ ὡς ἀληθῶς ἑνός. ἐπεὶ καὶ τόνδε τὸν κόσμον ἐκ πάντων ὄντα τῶν αἰσθητῶν, εἰ καὶ παράδοξον εἰπεῖν, κατὰ ταύτην τὴν ἕνωσιν μᾶλλον ἡνῶσθαί φαμεν ἑκάστου τῶν μερῶν ἐξ ὧν ἐστιν· εἰ γὰρ τὸν μέγιστον ἔχει τῶν δεσμῶν καὶ κάλλιστον, τὴν ἀναλογίαν λέγω, διʼ ἣν φιλίαν ἄλυτον ἔχει τὰ ἐν αὐτῷ πάντα καὶ δέδεται τρόπον ἄλυτον παντὶ πλὴν τοῦ συνδήσαντος, ὡς ὁ τοῦ Τιμαίου λόγος, παντὶ δὴ φανερόν, ὅτι παντὸς ἥνωται τῶν ἐν αὐτῷ μᾶλλον. διὸ καὶ συμπάθεια πάντων ἐστὶ τῶν ἐν αὐτῷ, μιᾶς ζωῆς πάντα συνεχούσης καὶ εἴδους ἑνός. καίτοι γε εἶπεν ἄν τις ἓν τὸ πῦρ μᾶλλον ἢ τὸ πᾶν, καὶ τὸ ὕδωρ μᾶλλον ἢ τὸ πᾶν ἐκ πυρὸς καὶ ὕδατος ἐκεῖνο γεγονὸς ἕν. ἀλλὰ τὸ μὲν ἑκατέρου τούτων ἓν ὕλη τοῦ ἐν τῷ παντί ἐστιν ἑνός, τὸ δὲ τοῦ παντὸς ἓν εἶδός ἐστιν τούτων καὶ συνέχον ἄμφω, καὶ τέλος μᾶλλον καὶ ἀγαθὸν μᾶλλον, καὶ αὐταρκέστερον τὸ πᾶν ἑκάστου τῶν ἐν αὐτῷ, τῶν μὲν δεομένων ἄλλων, τοῦ δὲ οὐδενός. καὶ γὰρ ὅλον καὶ οὐχ ὅλον ἕκαστον, ὥς φησιν αὐτὸς Ἀριστοτέλης, μόνον δὲ ὅλον καὶ τέλειον πᾶν· εἰ οὖν ἡ ὁλότης ἑνότης ἐστὶν καὶ ἡ τελειότης, μόνως ἓν κυρίως τὸ πᾶν, αὐταρκέστατον μὲν ὂν ὡς μάλιστα τέλειον, ἡνωμένον δὲ μάλιστα ὡς ὅλον μάλιστα. συντρέχει ἄρα τό τε ἓν καὶ τὸ αὔταρκες· καὶ γὰρ τἀγαθὸν ἓν καὶ τὸ ἓν τἀγαθόν. οὐκ ἄρα δεῖ φάναι τὴν πόλιν αὐταρκέστερον μὲν ἑκάστου τῶν πολλῶν, ἧσσον δὲ ἕν, ἀλλʼ ὡς ἑκάτερον καὶ τὸ λοιπόν· οὐδὲ τὸ ἑνίζειν ἀφανίζειν εἶναι τὸ αὔταρκες· οὐ γάρ ἐστι τὸ ἑνίζειν ἕνα ἄνδρα ποιεῖν αὐτήν, ἀλλὰ μένουσαν πόλιν εἰς μίαν ἄγειν κοινωνίαν πᾶσαν διὰ τὴν εἰς ἓν ἀγαθὸν πάσης καὶ τῶν ἐν αὐτῇ πάντων ἐπιστροφήν. τοῦτο γὰρ μὴ διῃρημένον ἐν τοῖς μέρεσιν, ἀλλʼ ἓν καὶ κοινὸν πάντων ἀποφανθὲν ἑνίζει τὴν πόλιν ἐκ πολλῶν οὖσαν. δηλοῖ δὲ ταῦτα καὶ ὁ Σωκράτης αὐτὸς ὑφηγούμενος, τί ποτέ ἐστιν, ὃ μάλιστα ποιήσει τὴν πόλιν κοινωνεῖν αὐτὴν πρὸς ἑαυτὴν ὀρθῶς, οἰκισθεῖσαν διαφερόντως τῶν ἄλλων πόλεων· τὸ γὰρ ἐπὶ τοῖς αὐτοῖς, φησίν, ἥδεσθαι καὶ λυπεῖσθαι· τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τὰ αὐτὰ νομίζειν ἀγαθὰ καὶ κακὰ πάντας τοὺς ἐν αὐτῇ· τοῦτο δὲ ἐκεῖνό ἐστιν τὸ μηδὲν πρὸς ἕτερον, ἀλλὰ πρὸς ἓν πάντας ἀγαθὸν τὸ τῆς ὅλης πόλεως ἀποβλέποντας ζῆν.

`2.366–2.367`

Τέταρτον δὴ οὖν ἐπὶ τούτοις παραλογίζεσθαί φησι τὸν Σωκράτην λέγοντα ποιεῖν τὴν ἐν τῇ πόλει κοινωνίαν μάλιστα τὸ πάντας ταὐτὸν λέγειν τὸ ἐμὸν καὶ τὸ οὐκ ἐμὸν καὶ μὴ τὸ μὲν ἄλλον τὸ δὲ ἄλλον τῶν πολιτῶν. τὸ γὰρ πάντας εἶναι διττόν, ἢ τὸ ἕκαστον ἢ τὸ κοινῇ μὲν οὐχ ἕκαστον δέ· καθάπερ καὶ τὸ λέγειν ἄμφω ἄρτια ἢ ἄμφω περισσὰ διττόν· ἢ γὰρ τὸ ἐκ τῶν δύο λέγει περισσὸν ἢ ἄρτιον ἢ ἰδίᾳ ἑκάτερον ὁ τοῦτο λέγων, καὶ ποιεῖ παραλογισμὸν τοῦ ἄμφω τὸ διττόν. οὕτω δὲ καὶ τὸ πάντας διττόν· καὶ εἰ μὲν ἕκαστον σημαίνει τῷ Σωκράτει τὸ πάντας λέγειν ταὐτὸν τὸ ἐμὸν καὶ οὐκ ἐμόν, εἴη μὲν ἂν οὕτως ὃ βούλεται λέγειν ὁ Σωκράτης· ἕκαστος γὰρ ἐρεῖ τὸν αὐτὸν υἱὸν καὶ γυναῖκα τὴν αὐτήν. ἀλλʼ οὐκ ἐροῦσιν οὕτως, ὡς ἕκαστον υἱὸν αὑτοῦ τοῦτον λέγειν καὶ ἕκαστον ἑαυτοῦ γυναῖκα ἑκάστην. εἰ δʼ ὡς ἐκ πάντων ἕνα ἕκαστον, τοῦτο παντελῶς ἀδύνατον. πῶς οὖν ἐροῦσι πάντες ταὐτὸν τὸ ἐμὸν καὶ οὐκ ἐμὸν ταὐτόν, ὃ ποιεῖν μόνον ὁ Σωκράτης λέγει μίαν τὴν πόλιν; Πρὸς δὴ τοῦτο φήσομεν ἡμεῖς πάντας μὲν οὕτως ἐρεῖν ὡς ἕκαστον, ταύτην δὲ τὴν ὑπόληψιν ἕκαστον ἕξειν πάντων εἶναι πατέρα, καὶ κοινοὺς εἶναι τοὺς παῖδας, καὶ πάντων εἶναι γυναῖκας τὰς αὐτὰς ὁμοίως, διὰ τὸ μηδένα τῶν ἄλλων ἀποσπάσαντα χωρὶς ἔχειν τὴν συνοικοῦσαν καὶ αὑτῷ παιδοποιοῦσαν κατὰ τὴν αὑτοῦ βούλησιν, ἀλλὰ κατὰ τὴν τῶν ἀρχόντων κρίσιν καὶ ὃν ἂν ἀφορίζωσιν καιρὸν γίνεσθαι τὴν σύνερξιν. ὥσπερ οὖν καὶ τὰ χρήματα διὰ τοῦτο κοινὰ πᾶσιν, ὅτι τῆς πόλεως ὄντων πάντων ἕκαστος τυγχάνει τῶν ἀναγκαίων, ἐφʼ ὅσον αὐτῷ δεῖ, καὶ κύριος τῶν πάντων οὐχ οὗτος, ἀλλʼ ὁ νόμος, οὕτως καὶ γυναῖκες κοιναὶ πάντων, ὅτι κύριος αὐτῶν τῆς συναπογεννήσεως οὐκ αὐτός, ἀλλʼ ὁ ἄρχων. οὕτως οὖν καὶ τοὺς παῖδας ὑπολήψονται κοινούς, ἀγνοοῦντες οὓς ἐγεννήσαντο — τραφήσονται γὰρ ἀγνοούμενοι τοῖς πατράσιν —, καὶ οὐκ ἐροῦσι τὸ ἐμὸν ἐπὶ τούτων καὶ οὐκ ἐμόν. οὐ γὰρ οἶδεν ἕκαστος, ὅτου δὴ καὶ τυγχάνει πατὴρ ὤν, εἰ καὶ τίνι συγκεκοίμηται γιγνώσκει· μόνως δὲ τῷ χρόνῳ διορίζει τὸν υἱὸν καὶ μὴ υἱόν. πάντα γὰρ τὸν διαφέροντα τοῖς ἓξ καὶ εἴκοσι ἔτεσιν υἱὸν ἢ ἔγγονον προσερεῖ, διότι κατὰ τοῦτον γεννᾶν αὐτῷ δέδοται τῇ πόλει τὸν χρόνον, λέγω δὴ τὸν τῶν πέντε καὶ εἴκοσι ἐτῶν ἐλάχιστον, καὶ μετὰ τοῦτον τὸν τῆς πρώτης γεννήσεως, ὅς ἐστιν ὁ πλεῖστος δεκάμηνος. ἄλλως οὖν ἐρεῖ τὸ ἐμὸν ταὐτὸν ἕκαστος καὶ οὐκ ἐμὸν ἐπὶ τῶν γυναικῶν, καὶ ἄλλως ἐπὶ τῶν παίδων. ἐπὶ τούτων μὲν γὰρ καὶ ἡ ἄγνοια ποιεῖ πάντας τοὺς ὁμοχρόνους ἀλλήλοις παῖδας ἢ ἐγγόνους νομίζειν, ἐπὶ δὲ τῶν γυναικῶν ἡ τῆς ἐξουσίας ἀφαίρεσις, ἧς ἀφῃρημένοι κοινὰς αὐτὰς οὕτως ἐροῦσιν ὡς τῆς πόλεως οὔσας ἀλλʼ οὐχ ἑαυτῶν. ὥστε ἕκαστος μὲν ἐρεῖ ταὐτὸν τὸ ἐμὸν εἰς τὴν πόλιν ἀναφέρων· καὶ γὰρ ἑαυτὸν ἓν ἀγαθὸν ἔχειν ἡγεῖται τοῦτο, ὃ καὶ τῆς πόλεώς ἐστιν. συμβαίνει δὲ τοῦτο τὸ πάντας ταὐτὸν λέγειν τῷ τὸ ἐκ πάντων ταὐτὸν λέγειν τὸ ἐμόν· ὃ γὰρ τῆς πόλεως ἐκ πάντων οὔσης ἐστὶν κτῆμα, τοῦτο καὶ ἕκαστος ἑαυτοῦ κτῆμα νομίζων φθέγγεται τὸ ἐμόν. Διττοῦ δὴ ὄντος τοῦ πάντας λέγειν ἄμφω ἀληθῆ καὶ ἰδίᾳ θάτερον καὶ θάτερον· τὸ γὰρ κοινῇ πάσης ὡς ἑνὸς τῆς πόλεως ὂν καὶ ἕκαστος ἑαυτοῦ καὶ ἡγεῖται καὶ ὀνομάζει κτῆμα· καὶ τοῦτό φησιν ἕκαστος ἐμόν, ὃ ἂν ἡ πόλις λέγῃ ἐμόν, ἵνʼ ὡς δυνατὸν ἅπαντες μίαν ἔχωσιν ζωὴν καὶ ἕνα τὸν τῆς πόλεως βίον. καὶ εἴρηται, ὅπως ἐπί τε γυναικῶν αὐτοῖς τοῦτο πρόχειρον ἔσται καὶ παίδων καὶ ἐπὶ τῶν χρημάτων.

`2.368`

Πέμπτον δὴ οὖν ἐκεῖνο προστίθησιν, ὅτι βλάβην ἔχει τοῦτο ἑτέραν τὸ μηδὲν ἴδιον ἡγεῖσθαι, πάντα δὲ κοινά, τὰς γυναῖκας, τοὺς παῖδας, τὴν κτῆσιν. ἀμελεῖν γὰρ τῶν κοινῶν τοὺς ἀνθρώπους, πλέον δὲ τῶν ἰδίων φροντίζειν· συμβαίνειν οὖν πάντας πάντων ὡς κοινῶν ὄντων ὀλιγωρεῖν. Ταῦτα δὲ ἀπορεῖν περὶ τῶν οὕτω τραφέντων ὁ Σωκράτης εἴρηκεν ἄτοπον. πῶς γὰρ ἀξιοῖ διὰ μουσικῆς αὐτοὺς τρέφων  … ἄγειν, δῆλον ἐκ τῶν γεγραμμένων. χρῆναι γὰρ βασανίζειν τοὺς ἀγομένους κατὰ πᾶσαν ἡλικίαν ἢ φυλάτ … τοῦτο ἐκεῖνο τὸ μηδὲν ἡγεῖσθαι ἴδιον διαφέρον τοῦ τῆς πόλεως ἀγαθοῦ  … ης ἄγοντας βασαν … κατα … η … ν … καὶ φ … , εἰ μὴ  … ενιαιτ … την τὴν τὸ ἀγαθὸν τῆς πόλεως  … καὶ ἑκάστῳ τι … ε … νης … τραφέντας καὶ φύσιν φυ … δ … ε … ὀλιγ … τερον· τῶν α … τῶν σπουδαίων καὶ τῶν ἀπαιδεύτων ... παιδευθέντων ........ τὰ δὲ κοινὰ  … μη … ο … α … λαττ … ετειν ἡ ἀρετὴ καὶ  … κ … ει τη … φύ … ν … ὥσπερ οὖν αὐτὸς εἶπεν ἐν ἠθικοῖς, ὅτι τῶν πολλῶν παραινούντων θνητὰ φρονεῖν οὐκ ἐκείνοις ἕπεσθαι δέον ἐστίν, ἀλλʼ ἀπαθανατίζειν ὡς δυνατὸν ἑαυτόν, οὕτω καὶ Σωκράτης ........ ὅτι τῶν πολλῶν τὰ ἴδια πρὸ τῶν κοινῶν πραττόντων ἀνάπαλιν χρὴ τοὺς εὖ τραφέντας τὰ κοινὰ πρὸ τῶν ἰδίων τιθεμένους ζῆν, ἐπεὶ καὶ τὰς ψυχὰς μηδὲν ἄλλο κατήγαγεν εἰς τὸν ἔσχατον μερισμὸν ἢ τοῦτο τὸ πάθος, ὃ καλοῦμεν ἰδίωσιν, καὶ ἐκ τοῦ τὰ ὅλα διοικεῖν μέρος τῶν διοικουμένων ἀπέφηνεν. ἐπιστρέψει τοίνυν εἰς τὸ ὅλον ἡ τοῦ ἰδίου καταφρόνησις, εἰς δὲ τὸ ἓν αὖθις  … ν ἀνάτασις. οὐδʼ ἄρα τοῦτον τὸν  … σθαι τῶν ὑπὸ τῷ Σωκράτει παιδευθέντων φήσομεν ἀπὸ τῆς τῶν κοινῶν ἀ …

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqy-bl`.