---
title: "Commentary on Plato's Republic: Part 11"
title_greek: "Σχόλια εἰς τὴν Πλάτωνος Πολιτείαν, ΙΑʹ"
author: Proclus the Successor
eul_wid: uqy-bg
eul_aid: uqy
canonical: "https://eulogikon.org/works/proclus-republic-commentary-part-11-uqy-bg"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:0deda34a452f860d3617b740dc5b02e1785fa0bdaf12b33c5e710afed11a8eed"
content_modified_at: "2026-11-10"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Plato's Republic: Part 11

*Σχόλια εἰς τὴν Πλάτωνος Πολιτείαν, ΙΑʹ*

**Author:** Proclus the Successor

**eul_wid:** `uqy-bg` · [HTML page](https://eulogikon.org/works/proclus-republic-commentary-part-11-uqy-bg)

## Text

Part of [Commentary on Plato's Republic](/works/proclus-republic-commentary-uqy-ap)

`1–1.287`

ΠΕΡΙ ΤΟΥ ΕΝ ΤΩΙ ΕΒΔΟΜΩΙ ΤΗΣ ΠΟΛΙΤΕΙΑΣ ΣΠΗΛΑΙΟΥ.

`1.288–1.290`

Εἴ τι δεῖ καὶ ἡμᾶς φάναι περὶ τοῦ σπηλαίου καὶ τῶν ἔξω τοῦ σπηλαίου πάντων καὶ τῆς πρὸς τὰ πράγματα αὐτῶν ὁμοιότητος, λεγέσθω πρῶτον, ὅπως διεῖλεν αὐτὸς ἐν τῇ κατατομῇ τῆς γραμμῆς τὰ πάντα. καὶ γὰρ ἐν ἐκείνοις ἀπεικάζει τὰ μὲν εἴσω τοῦ σπηλαίου τοῖς δοξαστοῖς, τὰ δὲ ἔξω τοῖς γνωστοῖς. διὸ καὶ ἐπὶ τῇ διαιρέσει συμπληρώσας αὐτὴν ἐν τῷ ἕκτῳ τὴν εἰκόνα ταύτην ἔπλασεν εὐθὺς ἀρχόμενος τοῦ ἑβδόμου, καὶ ἐπὶ τῇ εἰκόνι πάλιν ἔλαβεν τὴν προρρηθεῖσαν διαίρεσιν, τὰς γνώσεις συνδιαιρούμενος καὶ ἐφʼ οἷς εἰσιν αἱ γνώσεις, ὡς αὐτὸς εἶπεν· καὶ μεταξύ που τούτων ἀπεικάζειν ἑπομένως ταῦτα παρακελεύεται τοῖς ἔμπροσθεν εἰρημένοις, ἅπερ ἦν τὰ τέτταρα τμήματα τῶν πάντων. ἀναλάβωμεν οὖν ἐκεῖνα διὰ βραχέων, οἷς ὁμολογουμένην ἀποδείξομεν τὴν εἰκόνα πᾶσαν. Τὴν μὲν οὖν ἀφʼ ἑνὸς πρόοδον τῶν ὄντων συνεχῆ καὶ ἡνωμένην οὖσαν ἐνδείξασθαι βουλόμενος γραμμῇ μιᾷ τὴν συνέχειαν ταύτην ἀπείκασεν, διʼ ὁμοιότητος καὶ ἀλληλουχίας τῶν δευτέρων ἀπὸ τῶν πρώτων ἀεὶ προϊόντων, κενοῦ δὲ οὐδενὸς τὰ ὄντα διείργοντος. οὐδὲ γὰρ ἦν τοῦτο θεμιτόν, τἀγαθοῦ πάντα παράγοντος καὶ εἰς ἑαυτὸ πάλιν ἐπιστρέφοντος. δεῖ γοῦν ὁμοιοῦσθαι τῷ γεννῶντι τὴν γένεσιν· ἑνὸς οὖν ἐκείνου ὄντος συνεχῆ τὴν γένεσιν ἀναγκαῖον εἶναι· συγγενὲς γὰρ τῷ ἑνὶ τὸ συνεχές. τούτου δὲ αἴτιον τοῦ συνεχοῦς ἡ ὁμοιότης τῶν ἑπομένων τμημάτων πρὸς τὰ ἡγούμενα· ταύτην δὲ εἶναι πρὸς τοῦ ἑνὸς ὁμολογοῦμεν ἅπαντες· ἡ γὰρ ὁμοιότης ἑνότης τίς ἐστιν. μίαν μὲν οὖν γραμμὴν διὰ ταῦτα λαμβάνει, τέμνει δὲ δίχα ταύτην, οὐκ εἰς ἴσα μέρη τέμνων, ἀλλʼ εἰς ἄνισα, δύο δὲ ὅμως. καὶ γὰρ ἐν Φιλήβῳ τοῖς τὰ ὄντα σκοποῦσιν παρεκελεύσατο μετὰ τὸ ἓν σκοπεῖν τὰ δύο, εἴ πως ἐστίν, εἰ δὲ μή, τὸν σύνεγγυς τῆς δυάδος ἀριθμόν. ἡ δʼ οὖν εἰς ἄνισα τομὴ τῶν πάντων αὐτῷ τὴν ἀξίαν ἐνδείκνυται τῶν τετμημένων, τὴν κατὰ τὸ συνεχὲς ἀνισότητα τῆς κατὰ τὴν ὕπαρξιν ἀνισότητος εἰκόνα τιθεμένῳ. τούτων δὲ τῶν ἀνίσων δύο τμημάτων ἑκάτερον ἀνάλογον τέμνει τῇ ἐξ ἀρχῆς γραμμῇ, τῆς ἀναλογίας πάλιν ταύτης ἐναργῶς δηλούσης τὴν διὰ ταυτότητος τῶν δευτέρων ἀπὸ τῶν πρότερον ὕφεσιν. λόγου γάρ ἐστιν ἡ ἀναλογία ταυτότης καὶ δεσμῶν ὁ κάλλιστος, ὡς ἐν Τιμαίῳ μεμαθήκαμεν, καὶ Διὸς κρίσις, ὡς ἐν Νόμοις ἠκούσαμεν. ὡς οὖν ὁ κόσμος οὗτος δεδημιούργηται κατὰ τὴν ἀναλογίαν, πάντων φιλίαν ἄλυτον πρὸς ἄλληλα λαβόντων, οὕτω καὶ τὰ πάντα προῆλθεν συνδεθέντα διὰ ταύτης καὶ ὁμολογήσαντα ἀλλήλοις. τεττάρων δὲ τῆς μιᾶς γραμμῆς ἀναφανέντων αὐτῷ τμημάτων τὰ μὲν δύο τὰ τὸ μεῖζον αὐτῆς τμῆμα συμπληροῦντα τοῦ νοουμένου γένους εἶναι τίθεται, τὰ δὲ δύο τὰ τὸ ἔλασσον τοῦ ὁρωμένου γένους. δεῖ γὰρ τῷ νοουμένῳ τὸ μεῖζον ἀποδιδόναι, κρείττονί τε ὄντι καὶ περιέχοντι θάτερον, τῷ δὲ ὁρωμένῳ τὸ ἔλασσον· περιέχεται γὰρ ἐν ἐκείνῳ κατʼ αἰτίαν. ἔλασσον δὲ τοῦ περιέχοντος πανταχοῦ τὸ περιεχόμενον, εἴτε κατʼ οὐσίαν εἴτε κατὰ δύναμιν εἴτε κατʼ ἐνέργειαν λαμβάνοις τὴν περιοχήν, ὥσπερ καὶ ἐπὶ τῶν συνεχῶν καὶ ἐπὶ τῶν διῃρημένων ὁρᾶται πάντων. τὰ μὲν οὖν ἐξ ἀρχῆς ἄνισα δύο τμήματα τῆς γραμμῆς νοούμενόν ἐστι γένος τὸ μεῖζον, ὁρώμενον δὲ θάτερον τὸ ἔλασσον. τούτου δὲ ἑξῆς φησιν ἀπὸ τῶν πρὸς ἡμᾶς πρώτων ὡς γνωριμωτέρων ἀρξάμενος τοῦ ὁρωμένου γένους· τὸ μὲν γὰρ ἕτερον τοῖν τμημάτοιν εἰκόνες, τὸ δὲ λοιπὸν πᾶν ἀφʼ ὧν αἱ εἰκόνες. τῶν δὲ αὖ εἰκόνων δηλοῦν δυναμένων καὶ ἀγάλματα καὶ ζῳγραφήματα καὶ πᾶν ὅτι τοιοῦτον, αὐτὸς διοριζόμενος, τίνας εἶναι βούλεται τὰς εἰκόνας, καὶ ὡς τὰς ἀπὸ τῶν φωτιζόντων ἀποτελουμένας ἐν φωτιζομένοις, τάς τε σκιάς φησιν εἰκόνας καλεῖν καὶ τὰς ἐμφάσεις τάς τε ἐν ὕδασιν καὶ τὰς ἐν τοῖς ἄλλοις ἐνόπτροις. καὶ δὴ καὶ διορίζων, τίνα ποτὲ δεῖ τούτοις ὑπάρχειν τοῖς ἐνόπτροις, πυκνότητά φησι καὶ λειότητα καὶ φανότητα· τῆς μὲν γὰρ πυκνότητος δεῖν, ἵνα μὴ τοῖς πόροις ἐμπίπτουσα ἡ ἔμφασις ἀπολέσῃ τὸ ἓν ἐκ πολλῶν γενέσθαι τῶν ἀπορροιῶν εἴδωλον· τῆς δὲ λειότητος, ἵνα μὴ ταῖς ἐξοχαῖς καὶ εἰσοχαῖς ἡ τραχύτης ἀνωμαλίας αἰτία γίνηται τῷ συστησομένῳ· τῆς δὲ φανότητος, ἵνα τὸ εἴδωλον ἀμυδρὰν ἔχον τὴν ἰδέαν ὅμως ὀφθῇ· καὶ γὰρ τὰ ἐν τῷ ἀέρι φαινόμενα διὰ τῶν θυρίδων καταλαμπόμενα ξύσματα χωρὶς φωτὸς ἀόρατά ἐστιν, ἀμαυρὰν ἔχοντα τὴν ἑαυτῶν σύστασιν. ἐκ δὴ τούτων συλλογιστέον ἡμῖν, καὶ ὅτι κατὰ Πλάτωνα αἱ ἐμφάσεις ὑποστάσεις εἰσὶν εἰδώλων τινῶν δαιμονίᾳ μηχανῇ δημιουργούμεναι, καθάπερ αὐτὸς ἐν τῷ Σοφιστῇ διδάσκει. καὶ γὰρ αἱ σκιαί, αἷς τὰ εἴδωλα συζυγεῖν φησιν, τοιαύτην ἔχουσι φύσιν· καὶ γὰρ αὗται σωμάτων εἰσὶ καὶ σχημάτων εἰκόνες, καὶ παμπόλλην ἔχουσιν πρὸς τὰ ἀφʼ ὧν ἐκπίπτουσιν συμπάθειαν, ὡς δηλοῖ καὶ ὅσα μάγων τέχναι πρός τε τὰ εἴδωλα δρᾶν ἐπαγγέλλονται καὶ τὰς σκιάς. καὶ τί λέγω τὰς ἐκείνων δυνάμεις; ἃ καὶ τοῖς ἀλόγοις ἤδη ζῴοις ὑπάρχει πρὸ λόγου παντὸς ἐνεργεῖν. ἡ γὰρ ὕαινα, φασί, τὴν τοῦ κυνὸς ἐν ὕψει καθημένου πατήσασα σκιὰν καταβάλλει καὶ θοίνην ποιεῖται τὸν κύνα· καὶ γυναικὸς καθαιρομένης, φησὶν Ἀριστοτέλης εἰς ἔνοπτρον ἰδούσης αἱματοῦται τό τε ἔνοπτρον καὶ τὸ ἐμφαινόμενον εἴδωλον. ὅτι δὲ ὑποστάσεις εἰσὶ καὶ τὰ εἴδωλα κατὰ Πλάτωνα, καὶ ἐκ τῆς ἀναλογίας οἶμαι δῆλον· οὕτω γὰρ ἔχειν τὰ εἰκαστὰ πρὸς τὰ ὁρατά φησιν, ὡς τὰ διανοητὰ πρὸς τὰ νοητά· ταῦτα δὲ εἰκότως καὶ εἴδη τινὰ καὶ ὄντα· καὶ τὰ εἰκαστὰ ἄρα τῶν ὁρατῶν εἴδωλα ὄντα φύσιν ἔχει τινὰ καὶ οὐσίαν ἁμωσγέπως ἐν οἷς ἐστιν.

`1.291–1.292`

Ἀλλὰ τοῦτο μὲν καὶ διὰ πλειόνων γνῶναι τοῖς Πλάτωνος φίλοις δυνατόν. τοιούτων δὲ ἄρα τῶν εἰκαστῶν ὄντων τὸ ἕτερον γένος οἷον ὁρίζεται τῶν ὁρωμένων ἄκουσον. ἐκεῖνο γὰρ εἶναι πᾶν, ᾧ τοῦτο ἔοικεν, τά τε περὶ ἡμᾶς ζῷα καὶ τὸ φυτευτὸν καὶ τὸ σκευαστὸν ὅλον γένος. ὥστε δῆλον ἐκ τούτων εἶναι τοῖς ἐπιβλέπειν δυναμένοις, ὅτι καὶ ἐν τῷ σπηλαίῳ τοῖς ὁρατοῖς ἀνάλογον ἔσται πᾶν, ὅσον τε περὶ τοὺς δεσμώτας ζῷον καὶ τὰ σκεύη πάντα ὅσα φέρουσιν πάντες οἱ παριόντες, καὶ ὅσον περὶ αὐτοὺς ἐκείνους φυτευτόν, σῶμα ὂν καὶ διὰ τοῦτο τοῦ ὁρατοῦ γένους. διεῖλεν γὰρ οἶμαι πᾶν εἴς τε τὸ σκευαστὸν καὶ τὸ φυσικόν, ὃ δὴ φυτευτὸν εἶπεν. τὰς δὲ ἀπὸ τούτων σκιὰς καὶ τὰ εἴδωλα τὰ ἐν τοῖς ἐνόπτροις φανταζόμενα κοινῶς εἰκόνας προσαγορεύσας εἰς τὴν τοῦ τετάρτου τμήματος ἔταξεν μοῖραν. μεταβὰς δὲ ἐπὶ τὸ μεῖζον τμῆμα τῆς γραμμῆς, ὃ δὴ τοῦ νοουμένου γένους ἔθετο, τὸ μὲν ὁρίζεται κἀν τούτῳ δεύτερον, τὸ δὲ φύσει πρότερον, διανοητὸν μὲν τὸ δεύτερον — ὃ δὴ τοῖς τότε μιμηθεῖσιν, τοῖς ὁρατοῖς δήπουθεν, ὧν ἦν τὰ εἰκαστὰ μιμητὰ καὶ εἰκόνες, αὐτὰ δὲ ὑπʼ ἐκείνων μιμηθέντα—τούτοις οὖν τοῖς ἐν τῇ τοῦ ἐλάσσονος τμήματος διαιρέσει μιμηθεῖσιν εἰκόσιν χρώμενον ἐξ ὑποθέσεών τινων ὡρμημένον, καὶ ταύταις ὡς ἀρχαῖς ὁμολογουμέναις τὰ ἑπόμενα ζητοῦσα ἀναγκάζεται σκοπεῖν ἡ ψυχή. τῶν γὰρ διανοημάτων τὰ ὁρατὰ μιμητά, κύκλος μὲν ὁ γραφόμενος δηλαδὴ τοῦ ἐν γεωμετρίᾳ καὶ τρίγωνον, ἀριθμοὶ δὲ οἱ ἐν τοῖς ὁρατοῖς τῶν ὑπὸ τοῦ ἀριθμητικοῦ θεωρουμένων, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὁ αὐτὸς τρόπος. ταῦτα δὴ τὰ ὁρατὰ μιμηθέντα πρότερον ὑπὸ τῶν μετὰ ταῦτα, τῶν εἰκαστῶν λέγω, μιμητὰ δὲ αὐτὰ τῶν διανοητῶν ὄντα. διανοητὸν μὲν οὖν τοῦτό ἐστιν ὡς ἔφην —, νοητὸν δὲ εἰλικρινῶς τὸ πρότερον, ὃ δὴ τῶν διανοητῶν ὑπέρτερον ὂν νοῦς ἐπισκοπεῖ καὶ οὗτος οὐκ ἐπὶ τελευτὴν πορευόμενος, οἷον ἐξ ὑποθέσεών τινων ἐπὶ συμπεράσματα, τῶν ὑποθέσεων ἀναποδείκτων κειμένων, ἀλλʼ ἀπὸ τῶν ἀρχῶν ἐπʼ ἄλλας ἀνωτέρω κειμένας ἀρχάς, ἕως ἂν ἐπὶ τὴν ἀναπόδεικτον ἀναδράμῃ καὶ ἀνυπόθετον ἀρχήν, οὐ καθʼ ὑπόθεσιν ταύτην οὖσαν, ἀλλὰ κατʼ ἀλήθειαν τῶν πάντων ἀρχήν, ἧς οὐδὲν ἐπέκεινα νοεῖν θέμις, μηδενὶ μὲν ὑποκειμένης, αὐτῇ δὲ τῶν ἄλλων ὑποκειμένων. τὸ μὲν γὰρ σημεῖον, εἰ καὶ ἀρχὴ τῶν ἐν γεωμετρίᾳ πάντων ἐστίν, ἀλλὰ καὶ ἐκ τῆς κοινῆς ἀνῆπται πάντων ἀρχῆς καὶ ὑπόκειται ἐκείνῃ. τινῶν οὖν ἀρχὴ καὶ μονὰς καὶ οὐ πάντων ὡσαύτως, ἀριθμῶν μὲν ἀρχὴ καὶ τῶν ἐν ἀριθμητικῇ πάντων, ὑπόκειται δὲ τῇ πάντων ἀρχῇ. καὶ ἐπαναβασμοῖς τούτοις χρῆσθαι δυνατὸν τοῖς ἐπʼ ἐκείνην ἀνιοῦσιν τὴν τοῦ παντὸς ἀρχήν. ποίου δὴ λέγων τοῦ παντὸς ἢ τοῦ νοουμένου παντός; τοῦτο γὰρ ἦν θάτερον τμῆμα τοῦ ὁπωσοῦν ὄντος, ὥσπερ θάτερον τὸ ὁρώμενον γένος. καὶ τούτου μὲν ἐπὶ τὸν ἥλιον ἡ ἄνοδος τὸν βασιλέα τῶν ὁρωμένων, ἐκείνου δὲ ἐπὶ τἀγαθὸν τῶν νοουμένων πάντων βασιλεῦον, οἷς τὴν οὐσίαν εἴρηται πρότερον αὐτῷ παρέχειν, αὐτὸ καὶ οὐσίας ὂν ἐπέκεινα καὶ ὄντος.

`1.293–1.296`

Ταῦτα μὲν τοίνυν ὑπεμνήσθω τῶν ζητουμένων ἕνεκα τῆς ὁμοιότητος, ἣν ἡ κατὰ τὸ σπήλαιον εἰκὼν ἐνδείξασθαι πειράσεται. ταύτης δὲ ἀρχόμενος ἐν προοιμίοις τοῦ ἑβδόμου σκόπει τί φησιν· ἀπείκασον τὴν ἡμετέραν φύσιν, αὐτὴν δήπου τὴν ἀνθρωπίνην ζωήν, οὐ καθʼ ὅσον ἐστὶν οὐσία καὶ δύναμιν ἔλαχεν τοιὰν ἢ τοιάν, ἀλλὰ παιδείας τε πέρι καὶ ἀπαιδευσίας. τὴν μὲν γὰρ οὐσίαν ἡμῶν ἐν τῷ ἐνάτῳ Πλάτων ἀπεικάζει ζῴῳ συμμιγῆ λαχόντι φύσιν ἔκ τε ἀνθρώπου καὶ λέοντος καὶ θηρίου πολυκεφάλου τινός, καὶ τοῦ ἔξωθεν οἷον ἐλύτρου περικειμένου πᾶσιν. τὴν δὲ παροῦσαν εἰκόνα πλάττει τρόπον ἕτερον, δεικνὺς ἀπαίδευτον ζωήν, ὁποία δή τις ἂν εἴη, καὶ πεπαιδευμένην τοῖς εἰρημένοις τμήμασιν καὶ ταῖς γνώσεσιν αὐτῶν ἑπομένην. καὶ τὸ μὲν σπήλαιον ἀπεικάζει παντὶ τῷ ὁρωμένῳ γένει, τὰ πάντα δίχα τέμνων, ὥσπερ τὴν γραμμήν, κἀνταῦθα μεῖζον τιθείς, ὅσον ἀφομοιοῖ τῷ νοουμένῳ, πάντα τὸν ἔξω τόπον, ἔλασσον δέ, ὅσον τῷ ὁρωμένῳ, πάντα τὸν ἔνδον τοῦ σπηλαίου τόπον· αὐτοῦ δὲ τοῦ σπηλαίου τὸ μὲν κατάγειον ὑπογράφων — οὕτω γάρ που καὶ εἶπεν· ἰδὲ γὰρ ἀνθρώπους ἐν καταγείῳ σπηλαιώδει οἰκήσει —, τὸ δὲ ἀνωτέρω τεταγμένον, καὶ ἐπʼ αὐτό τινα μεμηχανημένην ἄνοδον· μεταξὺ γοῦν φησιν τῶν τε δεσμωτῶν δεῖν νοεῖν ἡμᾶς καὶ τοῦ πυρὸς ἐπάνω ὁδόν, καὶ αὐτὸ τὸ πῦρ ἄνωθεν φωτίζειν τούς τε σκευοφόρους καὶ τοὺς δεσμώτας, ὅπως καὶ τῶν δεσμωτῶν ἐκπίπτοιεν αἱ σκιαὶ κάτω καὶ ὧν φέρουσιν οἱ παριόντες σκευῶν. ὥστʼ εἶναι καὶ ἐν τῷ σπηλαίῳ τινὰ ἄνοδον ἀπὸ τῆς χαμαιζηλοτέρας ζωῆς ἐπὶ τὴν ὑψηλοτέραν, καὶ τὰς σκιὰς ἢ τῶν δεσμωτῶν ἢ τῶν σκευῶν, ἃ δὴ καὶ τὴν ἀρχὴν ὄντα νομίζουσιν οἱ δεσμῶται διʼ ἀπαιδευσίαν, τὴν πρώτην εἶναι μοῖραν τῆς γραμμῆς  <span class="gap">…</span> πρὸς τὰ ὁρατά, καὶ τὰ διανοητὰ πρὸς τὰ νοητά. τούτων δὲ πρώτων ἁπάντων ἡμῖν ἀνιοῦσιν φανεισῶν, προσέθηκεν μεταξὺ τούτων τε καὶ τῶν ὄντως νοητῶν παρεμβαλὼν ἄλλο τι λεληθότως, καὶ ὕστερον αὐτά, τί δὴ διὰ τούτου τοῖς μὴ παρέργως ἀκούουσιν ἐνδεικνύμενος ἢ τοῦτο ἐκεῖνο, τὸ τῶν διανοητῶν, ὧν ἡ γεωμετρία σκοπεῖται καὶ ὧν ἡ ἀριθμητική, τοὺς λόγους ἔχειν τὴν ψυχήν, ὡς εἰκόνας εἶναι τὰ ὑπὸ τούτων θεωρούμενα καὶ χρῆναι τὴν διάνοιαν ἐν τούτοις γυμναζομένην καὶ ἑαυτὴν καθαίρουσαν αὐτοὺς προβάλλειν τοὺς ἐν αὐτῇ τούτων λόγους, καὶ οὐκ ἐν ταῖς εἰκόσιν, ἀλλʼ ἐν ἑαυτῇ ταῦτα θεάσασθαι συνεπτυγμένως ὄντα καὶ ἀμερῶς· ἃ δὴ καὶ ἀνελίσσουσα τοσοῦτον ἐγεννήσατο πλῆθος θεωρημάτων. μετὰ δὲ ταῦτά φησιν αὐτὸν ἰδεῖν ἤδη τὸν ὅλον οὐρανὸν ἐν νυκτὶ καὶ τὰ ἄστρα τῶν νοητῶν ὄντα ὁμοιώματα καὶ τὰ ἐν αὐτοῖς φῶτα, καθʼ ὃ ἡλιοειδῆ πάντα ἐστίν, ὅπως ἂν καὶ τὴν οἰκείαν οὐσίαν αὐτῶν νοήσωμεν καὶ τὰς θεότητας αὐτῶν. ὡς γὰρ ταῦτα ἡλιοειδῆ διὰ τὸ ἀφʼ ἡλίου φῶς, οὕτως ἐκεῖνα θεῖα πάντα διὰ τὸ ἐκ τἀγαθοῦ φῶς. εἰ δὲ ὡς τὸν ὅλον οὐρανὸν δεῖ πρὸ τῆς τοῦ ἡλίου θέας καὶ τὰ ἐν τῷ οὐρανῷ πάντα ἰδεῖν προσήκει καὶ τὰ ἄστρα, τὸν αὐτὸν τρόπον καὶ πρὸ τοῦ ἀγαθοῦ τὸν νοητὸν σύμπαντα διάκοσμον καὶ τὰ ἐν αὐτῷ πάντα, συλλογιστέον ἐστὶν ἐκ τούτων ἡμῖν, ὡς ἄρα δεῖ καὶ ἐν τοῖς νοητοῖς τὰ μὲν εἶναι ταῖς ὅλαις σφαίραις ἀνάλογον, τὰ δὲ τοῖς ἄστροις, οἷς αἱ σφαῖραι περιέχουσιν, τὰ δὲ τοῖς ἐν αὐτοῖς κύκλοις· καὶ ταῦτα κατιδόντας τὰς τῶν νοητῶν τάξεις τῶν ὑπὲρ ψυχὴν καταδήσασθαι, τὰς μὲν ὁλότητας τῶν σφαιρῶν εἰκόνας ὑπολαβόντας εἶναι τῶν ὡς ἀληθῶς ὑμνουμένων ὁλικῶν θεῶν, τοὺς δὲ κύκλους τῶν ὁλικῶν ἅμα καλουμένων καὶ μερικῶν, τὰ δὲ ἄστρα τῶν μερικῶν ἰδίως προσαγορευομένων, καὶ ταῦτα πάλιν ὑποδιαιρεῖν ἀπὸ τῶν εἰκόνων ἀναγομένους. καὶ γὰρ καὶ Πλάτων οἶδεν ταύτας τὰς τάξεις, ὡς ἐν ἄλλοις ἐδείξαμεν, καὶ πλήρεις τούτων αἱ τῶν θεολόγων εἰσὶν ὑφηγήσεις. Μετὰ δὴ τὴν τούτων θεωρίαν καὶ τὸν πρὸς τὸ φῶς διὰ τούτων συνεθισμὸν τελευταῖόν φησι δεῖν ἐν τῷ ὁρατῷ τὸν ἥλιον ὁρᾶν οὕτως ὡς ἐν τῷ γνωστῷ τὴν τἀγαθοῦ ἰδέαν. καὶ ὅτι μὲν γνωστὸν καλεῖν εἴωθεν τὸ νοητόν, καὶ διὰ ταύτης ἐστὶ τῆς ῥήσεως γνώριμον, ὥστε καὶ ἡνίκα τοῖς γιγνωσκομένοις ἔλεγεν τὴν οὐσίαν παρέχειν τἀγαθόν, οὐ τοῖς μετὰ τὴν πρωτίστην οὐσίαν ἔλεγεν, ἀλλʼ αὐτοῖς τοῖς ἀκροτάτοις τῶν ὄντων. εἰ δὲ τοῦτο, καὶ οὐσίας ὑμνούμενον ἐπέκεινα καὶ τοῦ ὄντος αὐτῶν ἐστιν ἐκβεβηκὸς τῶν θειοτάτων οὐσιῶν καὶ οὕτως ὑπερούσιον, ὡς πρὸ τῆς νοητῆς ὂν οὐσίας. ὅτι δὲ καὶ πάνυ δαιμονίως εἴρηται τελευταίαν ἐν τῷ γνωστῷ τὴν τἀγαθοῦ ἰδέαν ὁρᾶσθαι καὶ μόγις — καὶ γὰρ τοῦτο προσέθηκεν —, δῆλον ἂν γένοιτο νοήσασιν, διότι τοῖς εἰς τὸ νοητὸν ἀναβᾶσιν ἀπʼ ἐκείνου μόνου καὶ διʼ ἐκείνου συναφθῆναι πρὸς αὐτὴν δυνατόν. ἐν τῷ γνωστῷ οὖν ὁρᾶται τἀγαθὸν ἐν προθύροις αὐτοῦ κειμένῳ· τὸ γὰρ πρώτως αὐτοῦ μετέχον ἐστὶ τὸ νοητόν, ὃ δὴ τοῖς ἰδεῖν αὐτὸ δυνηθεῖσιν ἀφʼ ἑαυτοῦ δείκνυσιν, εἰ θέμις εἰπεῖν, οἷον ἄρα ἐστὶν τὸ ὑπὲρ τὸ νοητὸν τοῦ ἐν αὐτῷ φωτὸς αἴτιον. καὶ γὰρ θειότερόν ἐστιν τὸ ἐν αὐτῷ φῶς ἢ τὸ ἐν τοῖς νοοῦσιν, τὸ νοητόν, ὥσπερ καὶ τὸ ἐν ἄστροις ἢ τὸ ἐν τοῖς ὄμμασιν τοῖς τὰ ἄστρα θεωμένοις. οὕτω δὲ καὶ ὁ ἐν Φιλήβῳ Σωκράτης δύσληπτον ὂν τὸ ἀγαθὸν καὶ μόγις, ὡς κἀν τούτοις εἶπεν, ὁρατὸν ἔφατο σὺν τρισὶν χρῆναι μονάσιν εὑρεῖν ταῖς ἐν προθύροις αὐτοῦ τεταγμέναις καὶ οὔσαις νοηταῖς, τῇ ἀληθείᾳ, τῇ καλλονῇ, τῇ συμμετρίᾳ· διαβιβάζουσιν γὰρ ἡμᾶς ἐπʼ αὐτὸ διὰ τὴν πρὸς αὐτὸ συγγένειαν. καὶ εἴπομεν ἡμεῖς ἐν τῷ περὶ τῶν τριῶν τούτων μονάδων βιβλίῳ, πῶς ἑκάστη τἀγαθὸν ἐκφαίνει καὶ τίνα παρέχεται χρείαν τοῖς νοητοῖς καὶ πῶς· τὸ γὰρ ὂν ταύτας τε παρήγαγεν καὶ διὰ τούτων ἅπαν τὸ νοητὸν πλάτος κατέλαμψεν. ὧν διὰ πλειόνων εἰρημένων ἐν ἄλλοις οὐ σχολὴ διαμνημονεύειν ἐν τοῖς προκειμένοις λόγοις, ἀλλὰ τοῖς φιλοθεάμοσι τῶν ὄντων ἀπʼ ἐκείνου ληπτέον τὰς περὶ τούτων ἡμῶν ὑπονοίας. τὸν αὐτὸν δʼ οὖν τρόπον καὶ διὰ τούτων ἀξιοῖ τῶν ῥημάτων τελευταῖον ὁρᾶν τὴν τἀγαθοῦ ἰδέαν ἐν τῷ γνωστῷ, διότι τὸ γνωστόν, ὃ δὴ τὸ νοητόν ἐστιν, ὑποβάθρα τῆς ἐκείνου θέας ἐστίν. ἐν τούτῳ οὖν ὁρᾶται, καίτοι γε ἐπέκεινα τοῦ νοητοῦ παντὸς ὄν, ὡς ἐν πρώτως μετέχοντι καὶ δεικνύντι τῶν πάντων ἐναργέστατα, τί ποτέ ἐστιν, οὗ μετασχόν ἐστιν μόνως γνωστόν. ἐφʼ ἅπασιν δὴ τὸν ἰδόντα τἀγαθὸν χρῆναι συλλογίζεσθαι παρακελεύεται, πάντων αὐτὸ καλῶν τε καὶ ὀρθῶν αἴτιον ὑπάρχειν, ἐν μὲν τῷ ὁρατῷ γεννῆσαν τὸ φῶς καὶ τὸ τούτου κύριον, ἐν δὲ τῷ νοητῷ μόνως ἂν κύριον πάντων ἀλήθειαν παρασχὸν καὶ νοῦν. καὶ γὰρ εἰ τὸν ἥλιον ἐγέννησεν, καὶ οἷς ὁ ἥλιος τῆς γενέσεώς ἐστιν αἴτιος, κἀκεῖνο πολλῷ πρότερον αἴτιον, καὶ εἰ τῆς οὐσίας ἐστὶν τοῖς νοητοῖς αἴτιον, καὶ ὧν ταῦτα αἴτια, μειζόνως αἴτιον ἂν ὑμνοῖτο.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqy-bg`.
