---
title: "Commentary on Plato's Republic: Part 10"
title_greek: "Σχόλια εἰς τὴν Πλάτωνος Πολιτείαν, Ιʹ"
author: Proclus the Successor
eul_wid: uqy-bf
eul_aid: uqy
canonical: "https://eulogikon.org/works/proclus-republic-commentary-part-10-uqy-bf"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:c539c0f04353af8613a31bf914cd65f17c7ccc043821131c2a8909500d3d542e"
content_modified_at: "2026-11-10"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Plato's Republic: Part 10

*Σχόλια εἰς τὴν Πλάτωνος Πολιτείαν, Ιʹ*

**Author:** Proclus the Successor

**eul_wid:** `uqy-bf` · [HTML page](https://eulogikon.org/works/proclus-republic-commentary-part-10-uqy-bf)

## Text

Part of [Commentary on Plato's Republic](/works/proclus-republic-commentary-uqy-ap)

`1.269`

ΠΕΡΙ ΤΟΥ ΕΝ ΠΟΛΙΤΕΙΑΙ ΛΟΓΟΥ ΤΟΥ ΔΕΙΚΝΥΝΤΟΣ ΤΙ ΠΟΤΕ ΕΣΤΙΝ ΤΑΓΑΘΟΝ.

`1.270–1.272`

Τοὺς γνησίως φιλομαθεῖς καὶ φιλοσόφους οὐ πλαστῶς ὁ Σωκράτης ἄρχοντας τῆς ἀρίστης πολιτείας καθιστὰς καὶ ἀξιῶν θεωροὺς εἶναι τῶν ὅλων, οἷς καὶ τὰ διοικούμενα ὑπʼ αὐτῶν ἀφομοιοῖ, καὶ τὸ πάντων ἔσχατον αὐτοὺς μάθημα γιγνώσκειν μάλιστα πάντων τιθέμενος, ὅτι ποτέ ἐστιν τοῦτο, τῶν κοινωνούντων αὐτῷ τοῦ λόγου ζητησάντων, τί ποτε λέγει τοῦτο καὶ αἰνίσσεται τῶν μαθημάτων ἁπάντων τὸ ἔσχατον, πολλάκις μὲν αὐτοὺς ἤδη καὶ πρότερον ἀκηκοέναι φησίν, ὡς ἄρα τοῦτό ἐστιν τὸ ἀγαθόν, οὗ πάντα ἐφίεται. καὶ γὰρ οὐδὲ ὅποι τις τρέψῃ τὴν ἑαυτοῦ διάνοιαν τούτου τοῦ ἀξιώματος ἀμελήσας, ἔστιν φάναι. τί δὲ ἄρα ἐστὶν τἀγαθόν, ἐπαγγέλλεται δηλώσειν, καὶ ἐπαγγειλάμενος τότε μὲν ὡς περὶ τοῦ ἐν ἡμῖν ἀγαθοῦ ποιεῖσθαι φαίνεται τὸν λόγον, ὁπόταν ζητῇ, πότερον αὐτὸ δεῖ λέγειν ἡδονὴν ἢ φρόνησιν ἢ μηδέτερον τούτων — ὃ δὴ καὶ ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης ἐζήτησέν τε καὶ διήρθρωσεν, ἀποδείξας ὡς οὔτε ἡδονὴ τὸ ἀγαθὸν ἡμῶν ἐστιν οὔτε νοῦς, ἣ μὲν ἄνους οὖσα καὶ ληφθεῖσα παντελῶς, ὃ δὲ ἀνήδονος καὶ οὗτος παντελῶς —, τότε δὲ ὡς περὶ τοῦ εἴδους τῶν ἀγαθῶν πάντων, ὅπερ εἴωθεν ἐπονομάζειν αὐτοαγαθὸν καὶ σύστοιχον λέγειν τῷ αὐτοδικαίῳ καὶ τῷ αὐτοκαλῷ — καθάπερ καὶ ἐν τῷ Φαίδωνι τὰ τρία συνάπτων ἠρώτησεν, εἴ φησιν ὁ Σιμμίας εἶναί τι δικαίου εἶδος καὶ καλοῦ καὶ ἀγαθοῦ· καὶ ἐν Παρμενίδῃ τὸν αὐτὸν τρόπον, εἰ οἴεται τούτων ἕκαστον ὁ Σωκράτης εἶδος εἶναι καθʼ αὑτὸ τῶν πολλῶν ἕτερον, ἠρώτηται παρὰ τοῦ καθηγεμόνος καὶ ὡμολόγησεν —, τότε δὲ ὡς περὶ ἄλλου τινός, οὔτε ἐν ἡμῖν ὄντος οὔτε εἰδητικὴν ἔχοντος οὐσίαν οὐδʼ ὅλως οὐσίαν, ἀλλʼ ἐπέκεινα, καθάπερ φησίν, τοῦ εἶναι καὶ οὐσίας ὑπάρχοντος· τοῦτο γὰρ οὔτε τῷ ἐν ἡμῖν ἐστιν ταὐτόν, ἐν τῷ νοητῷ τόπῳ βασιλεύειν λεγόμενον, οὐ τοῦ ἐν ἡμῖν ἀγαθοῦ μόνον, ἀλλὰ καὶ ἡμῶν ὑπὸ τὸ νοητὸν τεταγμένων, οὔτε τῷ εἴδει τῶν ἀγαθῶν, ὅ ἐστι τῷ δικαίῳ καὶ τῷ καλῷ σύστοιχον. διττῶν γὰρ ὄντων τῶν εἰδῶν, καὶ μόνως τῶν μὲν τὰς ὑπάρξεις τῶν εἰδοποιουμένων ἀφοριζόντων, τῶν δὲ τὰς τελειώσεις, τὸ μὲν τῆς οὐσίας γένος καὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ζῴου δὲ καὶ ἵππου καὶ ἀνθρώπου καὶ πᾶν ὅτι τοιοῦτον εἶδος ὑπάρξεών ἐστιν ἀφοριστικὰ καὶ ὑποκειμένων, τὸ δὲ τοῦ ἀγαθοῦ καὶ τοῦ καλοῦ καὶ τοῦ δικαίου καὶ εἴ τι ἀρετῆς εἶδος, ὁμοίως δὲ καὶ τὸ τῆς ὑγείας καὶ ἰσχύος καὶ πᾶν ὅτι τοιοῦτον, τελειωτικὰ τῶν ὑποστάσεών ἐστιν. καὶ τῶν μὲν ἡ οὐσία πάντων ἡγεῖται, τῶν δὲ τὸ ἀγαθόν· πᾶν γὰρ τὸ ὂν οὐσίας ἀνάγκη μετέχειν, ὡς αὐτός φησιν, καὶ πᾶν τὸ σωστικόν τινος καὶ τέλειον ποιοῦν ἢ φυλάσσον ἀγαθὸν ὑπάρχει, ὡς καὶ τοῦτο δοκεῖ τῷ Σωκράτει. δύο δὲ τούτων ἡγουμένων, τῆς μὲν τῶν ὑπαρκτικῶν εἰδῶν, τοῦ δὲ τῶν τελειωτικῶν, ἀνάγκη θάτερον ὑπὸ θάτερον εἶναι, λέγω δὴ τὸ ἀγαθὸν τὸ τῶν τελειοτήτων τὴν συστοιχίαν εἰληχὸς ὑπὸ τὴν οὐσίαν τὴν τῶν ὑπαρκτικῶν αἰτίαν, εἴπερ ὄν ἐστιν τὸ ἀγαθὸν καὶ τὶ ὄν. ἢ γὰρ τῇ οὐσίᾳ ταὐτόν ἐστιν ἢ ἕτερον παρὰ τὴν οὐσίαν, ἣν γένος ἐδείκνυ τοῦ ὄντος ὁ Ἐλεάτης ξένος. καὶ εἰ μὲν τῇ οὐσίᾳ ταὐτόν, ἄτοπον· οὐ γὰρ ταὐτὸν τὸ εἶναι καὶ τὸ εὖ εἶναι· εἰ δὲ ἕτερόν τι τῆς οὐσίας, ἀνάγκη μετέχειν αὐτὸ τῆς οὐσίας· ἐκείνη γὰρ πάντων γένος τῶν εἰδῶν. εἰ δὲ τὰ γένη πρεσβύτερα τῶν εἰδῶν, οὐκ ἂν εἴη τοῦτο τὸ ἀγαθὸν βασιλεῦον τῶν νοητῶν, ἀλλὰ ἐκεῖνο, ὑφʼ ὃ καὶ τοῦτο τέτακται καὶ εἶδος ἅπαν, τὸ ὄν, ὅπερ ἐστίν, καὶ τῶν ἄλλων γενῶν τοῦ ὄντος ἡγεμονοῦν. ὅταν ἄρα τὸ ἀγαθὸν βασιλεύειν λέγῃ τῶν νοητῶν ἐκ τῆς περὶ τὸν ἥλιον ἀναλογίας ὁρμώμενος, οὔτε τὸ ἐν ἡμῖν ἔοικεν ἀγαθὸν λέγειν, ὅ γέ ἐστιν ἐν ἡμῖν, ἀλλʼ οὐκ ἐν ἐκείνοις, οὔτε τὸ τῷ καλῷ καὶ τῷ δικαίῳ σύστοιχον, ὅ γέ ἐστιν ἄλλου μετειληχὸς καὶ τὶ ὄν, ἀλλʼ οὐχ ἁπλῶς ὄν. καίτοι γε, ὥσπερ ἔφαμεν, ἤρξατο μὲν ὡς τὸ ἐν ἡμῖν ἀγαθὸν ζητῶν — καὶ γὰρ τοῦτο ἦν τὸ πράγματα παρέχον τοῖς ζητοῦσιν, εἴτε ἡδονὴν αὐτὸ λεκτέον ἐστὶν εἴτε νοῦν ἢ φρόνησιν —, προϊὼν δὲ ἐκεῖνο τὸ ὡς εἶδος ἀγαθὸν χωρὶς ὂν ὡς τὸ δίκαιον μνήμης ἠξίωσεν, καὶ μέχρι γέ τινος ὡς πέρα τῶν εἰωθότων οὐδὲν ἀπομαντευόμενος ἐχρῆτο τῷ λόγῳ· τέλος δὲ εἰπὼν αὐτὸ τῆς οὐσίας εἶναι τοῖς γιγνωσκομένοις αἴτιον, ἐπέκεινα ὂν οὐσίας αὐτὸ καὶ τοῦ εἶναι παντελῶς, ὑπερθέων ἐγένετο δῆλος καὶ τὸ ὡς εἶδος ἀγαθόν. δοκεῖ τοίνυν μοι τρόπον τινὰ τοῖς ἐπαναβασμοῖς χρήσασθαι τῶν περὶ τοῦ ἀγαθοῦ λόγων δαιμόνιον, τριττὰ λαβὼν ἀγαθά, ὧν οὐδʼ ἂν γένοιτο πλείω, τὸ μὲν ἀμέθεκτον καὶ ὑπερούσιον, τὸ δὲ οὐσιῶδες ἀμέθεκτον, τὸ δὲ μεθεκτόν — τοιοῦτο γὰρ τὸ ἐν ἡμῖν, οὐσιῶδες δὲ τὸ εἰδητικόν, ὑπερούσιον δὲ τὸ οὐσίας ἐπέκεινα ῥηθέν· εἰ δὲ βούλει, τὸ μὲν ὡς ἕξιν λαβὼν ἐν ὑποκειμένῳ οὖσαν, τὸ δὲ ὡς οὐσίαν καὶ ὡς μέρος οὐσίας, οἷον εἶδος, τὸ δὲ μήθʼ ὡς ἕξιν μήθʼ ὡς μέρος. καίτοι γε δόξειεν ἂν ἑκάτερον ἐπάγειν τῷ πρωτίστῳ τῶν ἀγαθῶν, τὴν μέν, ὅταν λέγῃ τὴν τἀγαθοῦ ἕξιν, τὸ δέ, ὅταν ἕν τι ποιῇ καὶ αὐτὸ τῶν νοητῶν, ἰδέαν τοῦ ἀγαθοῦ λέγων καὶ ἔτι νοητὸν λέγων καὶ γνωστὸν καὶ ἐκεῖνο, καθάπερ καὶ τὸν ἥλιον ἕν τι τῶν ὁρατῶν καὶ τοῦδε τοῦ κόσμου μέρος. ἀλλὰ ταῦτα μὲν ὅπως λέγεται μικρὸν ὕστερον ἔσται καταφανές, ἡνίκα ἂν ἐξεργαζώμεθα τὴν περὶ τὸ ἀγαθὸν ἐκεῖνο καὶ τὸν ἥλιον ἀναλογίαν.

`1.273–1.276`

Νυνὶ δὲ ἀναλάβωμεν τὰς ῥήσεις πρῶτον, ἐν αἷς τό τε ἐν ἡμῖν ἀγαθὸν ἤρξατο σκοπεῖσθαι καὶ ἐπὶ τούτῳ τὸ ἐν τοῖς εἴδεσιν, ἔπειτα προσέθηκεν ἐκ τρίτων, ὅσα ἐπʼ ἄλλο τι πρὸ τούτου μετέστησεν τὴν θεωρίαν. εἰπὼν γὰρ ὅτι ἡ τοῦ ἀγαθοῦ ἰδέα μάθημα τὸ μέγιστόν ἐστιν, ᾗ καὶ τὰ δίκαια καὶ τἆλλα προσχρησάμενα χρήσιμα καὶ ὠφέλιμα ἀποτελεῖται, καὶ ὅτι αὐτὴν οὐχ ἱκανῶς ἴσμεν, καὶ τούτων ῥηθέντων κοινῶν καὶ τῷ ἐν ἡμῖν ἀγαθῷ καὶ τῷ ἐν τοῖς εἴδεσιν καὶ τῷ ὑπονοουμένῳ πρὸ πάντων εἶναι τῶν νοητῶν — ἰδέα γὰρ τοῦ ἀγαθοῦ καὶ τὸ μετεχόμενόν ἐστιν εἶδος καὶ τὸ νοητόν, ὅ ἐστι χωριστόν, καὶ τὸ πρὸ τῶν νοητῶν, εἴπερ τὸ τῆς ἰδέας ὄνομα δηλοῖ τὸ πρὸ πάντων ἱδρυμένον ἐφετόν—τούτων δʼ οὖν ῥηθέντων ἐπήγαγεν, ὅτι τὸ ἀγαθὸν οἳ μὲν φρόνησιν οἱ κομψότεροι λέγουσιν, οἳ δὲ ἡδονήν. οἷς καὶ ὁ ἀκροατὴς ὡς γνωρίμοις συνεχώρησεν καὶ ἠξίωσεν γνῶναι τὴν τοῦ Σωκράτους περὶ τούτων κρίσιν· ὁ δὲ ὅτι μὲν οὐκ ἔστιν τὸ ἀγαθὸν φρόνησις οὐδʼ αὖ ἡδονή, συντεμὼν ἔδειξεν. ἐρωτώμενοι γάρ, φησίν, οἱ ταῦτα διορίζοντες, εἰ πᾶσα φρόνησις τὸ ἀγαθόν, οἷον καὶ ἡ τῶν ξυλίνων σκευαστῶν καὶ ἡ τῶν ἄλλων, οὐκ ἀξιοῦσιν, ἀλλὰ προστιθέασιν τὴν τοῦ ἀγαθοῦ φρόνησιν ἀγαθὸν εἶναι, γελοῖόν τι πάσχοντες, ἐν τῷ ὅρῳ τοῦ ζητουμένου τὸ ζητούμενον αὐτὸ παραλαμβάνοντες. καὶ αὖθις τὴν ἡδονὴν ἀγαθὸν τιθέντες ἀναγκαζόμενοι ὁμολογεῖν ἡδονὰς εἶναί τινας κακὰς περιάγονται εἰς τὸ λέγειν εἶναί τινα κακὰ τῶν ἀγαθῶν· τοῦτο δὲ ἀδύνατον, τί ποτε δέ ἐστιν, οὐκέτʼ εἶπεν αὐτός· ἔδει γὰρ πάντας ἀνακινῆσαι τοὺς ἐν τῷ Φιλήβῳ λόγους, ἐξ ὧν ἔδειξεν ἐν τῷ μικτῷ τὸ ἀγαθὸν ἐν ἐκείνοις. ταῦτα δʼ οὖν ὅτι περὶ τοῦ ἐν ἡμῖν ἀγαθοῦ τὴν ζήτησιν ποιεῖται, παντὶ γνώριμον· καὶ δὴ καὶ αὐτὸς ἐδίδαξεν ἐπαγαγών, ὅτι δίκαια μὲν καὶ καλὰ πολλοὶ ἂν ἕλοιντο καὶ τὰ δοκοῦντα κεκτῆσθαι, ἀγαθὰ δὲ οὐδενὶ ἀρκεῖ τὰ δοκοῦντα κτᾶσθαι, ἀλλὰ τὰ ὄντα ζητοῦσιν. ἐκ γὰρ τούτων δῆλον, ὅτι τὸ ἀγαθὸν τὸ κτητὸν ζητεῖ, καὶ οὐ τὸ χωριστὸν ὂν ἡμῶν· οὐ γὰρ ἐκεῖνο ἐκτώμεθα, ἀλλὰ τὸ ἐν ἡμῖν, ὃ καὶ ἀπομαντευομένην πᾶσαν ψυχήν φησιν πράττειν ἅπαντα τῆς κτήσεως αὐτοῦ χάριν. καὶ μέχρι τούτου προῆλθεν ὁ περὶ τοῦ ἐν ἡμῖν ἀγαθοῦ λόγος, κτητὸν αὐτὸ καὶ ἑκτὸν καλέσας. μετὰ δὲ τοῦτο τὸ ἀγαθόν, διορισάμενος τὸν περὶ αὐτοῦ λόγον ὡς μείζονα ὄντα τῶν προκειμένων, τοῦ Γλαύκωνος κινήσαντος ὅπως ἂν ἐνδείξηται τί τὸ τῷ ὄντι ἀγαθόν, ὥρμησεν μέν, ὡς καὶ αὐτός φησιν, οὐχ ὅτι ἐστὶν εἰπεῖν τὸ ἁπλῶς ἀγαθόν, ἀφʼ οὗ καὶ τὸ ἐν ἡμῖν, ἀλλὰ τί τὸ ἐοικὸς αὐτῷ. καὶ γὰρ οὐ τὸ ἐν ἡμῖν διὰ τῆς εἰκόνος ὁρμήσας ποιῆσαι σαφές, ἀλλὰ τὸ ἁπλῶς, δεδήλωκεν εἰπών· ἀλλʼ, ὦ μακάριε, αὐτὸ μὲν τί ποτέ ἐστι τὸ ἀγαθὸν ἐάσωμεν τὸ νῦν εἶναι· πλέον γάρ μοι φαίνεται ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν ἐφικέσθαι τοῦ γε δοκοῦντος ἐμοὶ νῦν. ἀφʼ οὗ κἀκεῖνο συλλογίσαιτʼ ἄν τις, ὅτι κἂν ἐξ εἰκόνος τι δοκῇ λέγειν περὶ τοῦ ἀγαθοῦ κἂν παραγυμνοῦν τι τῶν ἀπορρήτων, ἀλλʼ οὐ παντάπασιν ὅλην ἐκφαίνει τὴν περὶ αὐτοῦ ἀλήθειαν. καὶ ἴσως τοῦτό γε διὰ τοὺς Θρασυμάχους καὶ τοὺς Κλειτοφῶντας, οὐκ ἀξιῶν ἐν σοφισταῖς τὰ μυστικώτατα ἐκφαίνειν. διὸ καὶ ἑξῆς εἰπὼν ὑπερούσιον εἶναι τὸ ἀγαθόν, τοῦ Γλαύκωνος δαιμονίαν εἶναι φάντος τὴν ὑπερβολὴν ἐπέπληξε, γελοίως αὐτὸν εἰπεῖν ἀποφηνάμενος. εἶθʼ ὡς κενεμβατοῦντος πρὸς τὴν θέαν τοῦ πάντων ἐπέκεινα πάλιν πολλά φησιν παραλείψειν ἑκὼν εἶναι τῶν ἑαυτῷ δοκούντων καὶ μόνην τὴν περὶ τὸν ἥλιον ἀναλογίαν γυμνώσειν· εἰ δʼ ἦσαν οἱ ἀκροαταὶ τοῖς τοιοῖσδε λόγοις προσφερεῖς, πολλῶν ἂν καὶ ὄντως θεολογικῶν ἡμᾶς ἐπλήρωσεν περὶ αὐτοῦ λόγων. ἀλλʼ οὖν, ὅπερ ἐλέγομεν, ἀπὸ τοῦ ἐν ἡμῖν ἀγαθοῦ, περὶ οὗ καὶ ἐζήτουν οἱ φρόνησιν αὐτὸ λέγοντες ἢ ἡδονήν, εἰς αὐτὸ τὸ ἀγαθὸν μεθιστὰς τὴν ζήτησιν — οὐδὲ γὰρ τὸ τὶ ἀγαθὸν ἄνευ τοῦ ἁπλῶς ἀγαθοῦ γνῶναι δυνατόν — καὶ τῆς εἰκόνος ἀρχόμενος τῆς κατὰ τὸν ἥλιον πρῶτον μὲν παρακελεύεται τοῖς ἀκροαταῖς παραφυλάττειν, μὴ κίβδηλον ἀποδῷ τὸν λόγον τοῦ τόκου, τὸν μὲν ἥλιον τόκον ἀποκαλῶν, τὴν δὲ κιβδηλίαν ἀπὸ τῶν ἐν νομίσμασι τόκων μεταγαγών, ἐνδεικνύμενος δὲ τοῖς οὐδὲ τούτων παρέργως ἀκούουσι τῶν ἐν παιδιᾶς μοίρᾳ λεγομένων, ὡς ἄρα ἐπισφαλής ἐστι τρόπος διδασκαλίας ὁ διὰ τῆς ἀναλογίας. δέος γὰρ μὴ κατʼ ἄλλο τι τὰ πράγματα μεταθέοντες καὶ οὐ καθʼ ὅσον ἡ ἀναλογία παρείληπται, σοφισώμεθα τὴν ἀπόδειξιν. οἷον καὶ ἐν τούτοις, εἰ λέγοντος αὐτοῦ τῷ ἀγαθῷ τὸν ἥλιον ἀναλογεῖν, ᾗ φωτός ἐστιν αἴτιος, ὡς ἐκεῖνο τῆς ἀληθείας, λαμβάνοι τις τὸν ἥλιον οὐκέτι μόνον αἴτιον φωτός, ἀλλὰ ᾗ κινούμενόν ἐστιν, καὶ ζητοῖ καὶ ἐπὶ τοῦ ἀγαθοῦ τὸ ὅμοιον. οὐ γὰρ ἔτι φυλάττει τὸν τοῦ ἡλίου λόγον ὁ τοῦτο δρῶν· οὐ γὰρ ᾗ αἰτιατὸν ὁ ἥλιος, εἴληπται κατὰ τὴν ἀναλογίαν, ἀλλʼ ᾗ αἴτιον μόνον. ἐπεὶ καὶ ἀδύνατον ἦν τῷ ἀγαθῷ τι λαβεῖν κατὰ πάντα ὅμοιον· πᾶν γὰρ τὸ μετʼ ἐκεῖνο προσλαβόν τι χεῖρον ἐκείνου γέγονεν, τὸ μὲν νόησιν, ὡς νοῦς, τὸ δὲ κίνησιν, ὡς ψυχή, τὸ δὲ γένεσιν, ὡς σῶμα. κἂν ἐν νοῖς οὖν λαμβάνῃς τὸν πρῶτον νοῦν, ὡς τῷ ἀγαθῷ ἀνάλογον, ἰδὲ μόνον ἐκεῖνο καθʼ ὃ τῷ ἀγαθῷ ἔοικεν, μὴ καθʼ ὃ ἐκείνου κεχώρισται, κἂν ἐν ψυχαῖς κἂν ἐν σώμασι. δεῖ γὰρ εἶναι τὸ ἀναλογοῦν τῷ ἀγαθῷ, μετὰ τῆς ὁμοιότητος μέντοι καὶ τὴν ἀνομοιότητα ἔχον· αἱ δὲ ἀναλογίαι καὶ οἱ λόγοι οὐχὶ κατὰ τὸ ἀνόμοιον λαμβάνονται πάντων, ἀλλʼ αὐτὸ τοὐναντίον κατὰ τὸ ὅμοιον. ταύτην δʼ οὖν τὴν εὐλάβειαν ἀξιώσας εὐλαβηθῆναι τοὺς κοινωνοὺς τῶν περὶ τοῦ ἀγαθοῦ λόγων, καὶ ἤδη μέντοι τῶν λόγων ἀρχόμενος καὶ διορίσασθαι ἐθέλων, ὡς ἄλλα μὲν τὰ νοητά ἐστιν εἴδη, ἄλλα δὲ τὰ αἰσθητά, διαμνημονεύει τοῦ τε αὐτοκαλοῦ καὶ τοῦ αὐτοαγαθοῦ, ταῦτα μὲν ὡς εἴδη τῶν πολλῶν καλῶν θέμενος καὶ ἀγαθῶν, διορίζων δὲ οὑτωσί· καὶ τὰ μὲν ὁρᾶσθαί φαμεν, νοεῖσθαι δὲ οὔ, τὰς δὲ ἰδέας νοεῖσθαι μέν, ὁρᾶσθαι δὲ οὔ. καὶ μέχρι τούτων δῆλός ἐστιν εἰς τὰς ἰδέας ἡμᾶς ἀναπέμπων καὶ τὰ καθόλου τὰ πρὸ τῶν πολλῶν, ἐν οἷς εἰώθει τὴν πραγματείαν ἔχειν ὁ Σωκράτης, αὐτὸ τὸ καλὸν καὶ αὐτὸ τὸ ἀγαθὸν ὁριζόμενος καὶ τῶν πολλῶν ἀγαθῶν ἢ καλῶν ἀναχωρῶν. καὶ εἰ μηδὲν ἄλλο προσέθηκεν, οὐκ ἂν ἔγωγε συνεβούλευσα τοῖς Πλάτωνος φίλοις ἄλλο τι νοεῖν τὸ ἀγαθὸν ἢ τοῦτο δὴ τὸ τῶν εἰδῶν αἴτιον καὶ πρώτιστον ἐν τοῖς τελειωτικοῖς τῶν ὄντων εἴδεσιν, ὑφʼ ὃ καὶ τὸ καλὸν καὶ πᾶν εἶδος ἀρετῆς, ὥς που καὶ μικρῷ πρότερον εἴπομεν. ἐπειδὴ δὲ τῆς ἀναλογίας ἁψάμενος τῆς περὶ τὸν ἥλιον καὶ τὴν ὄψιν καὶ τὸ φῶς θαυμαστῶς ὅπως τὰς μὲν ἰδέας πάσας νοητὰς οὔσας, τὸ αὐτοκαλὸν τὸ αὐτοαγαθὸν τὸ αὐτοδίκαιον, καὶ οὐ ταύτας μόνας, ἀλλὰ καὶ τὰς τῶν πράξεων καταλάμπεσθαί φησιν ὑπὸ τοῦ ἀγαθοῦ, τοῦτο δὲ τὴν τελειότητα καὶ τὴν ὕπαρξιν ἐνδοῦναι τοῖς νοητοῖς πᾶσιν, ὡς καὶ τῶν οὐσιῶν καὶ τῶν τελειοτήτων αἴτιον καὶ αὐτὸ τούτων ἐπέκεινα ὄν, σκοπεῖν ἀξιῶ, μήποτε τὸ μὲν εἰδητικὸν ἀγαθὸν ὁμοῦ τῷ καλῷ μνήμης ἠξίωσεν, ὡς εἶδος ἕν τι τελεσιουργόν, ἵνα λάβῃ τὰ εἴδη πάντα πρὸ τῶν πολλῶν εἶναι τὰ νοητὰ πρὸ τῶν ὁρατῶν, ἀναβαίνει δὲ ἐπʼ αὐτὸ τὸ πρώτιστον τῶν ὅλων αἴτιον ἐντεῦθεν, ὃ δὴ κρείττονι μὲν ὀνόματι τοῦ ἀγαθοῦ προσειπεῖν οὐκ εἶχεν — πάντων γὰρ τἀγαθὸν σεμνότατον καὶ πάντα τοῦ ἀγαθοῦ ἐφίεσθαι πεπίστευται· οὗ δὲ πάντα ἐφίεται, τοῦτο πάντων αἴτιον —, εὐλαβηθεὶς δὲ μή πῃ ἄρα τοιόνδε τι τὸ πρῶτον ὑπολάβωμεν, οἷον τὸ ἐν ταῖς ἰδέαις ἀγαθὸν τῆς τελειότητος μόνης αἴτιον ἑκάστοις, τὴν μὲν ἀρχὴν ἔδειξεν αὐτὸ καὶ ἐπιστήμης καὶ ἀληθείας ἐπέκεινα, καθάπερ ὄψεως καὶ φωτὸς τὸν ἥλιον, εἰς δὲ τὸ πρόσω προϊὼν καὶ τῶν νοουμένων πρωτουργὸν αἴτιον καὶ ὑπερούσιον, ὡς τὸν ἥλιον ὑπὲρ γένεσιν· καὶ οὕτω δὴ τοῦ ἐν τοῖς εἴδεσιν ἀγαθοῦ καὶ τοῦ καλοῦ μέντοι καὶ τῶν νοητῶν ὅλων οὐσιῶν τἀγαθὸν αἰτίαν τὴν πρώτην ἀπέφηνεν.

`1.277–1.278`

Ἵνα δὲ μὴ παραδράμωμεν τὴν διὰ τῆς ἀναλογίας διδασκαλίαν, σκόπει πῶς φησιν τῷ μὲν ἀγαθῷ τὸν ἥλιον ἀναλογεῖν· κατʼ ἄλλο μὲν οὐδέν — λέγω δὲ οὐ καθόσον σῶμα ἔχει καὶ τόπον σωματικόν, οὐ καθόσον κινητόν —, καθʼ ἓν δὲ μόνον τὸ αἴτιον εἶναι φωτός, διʼ οὗ τὰ ὁρώμενα πάντα ὁρατά· καὶ αὖ τῇ ἀληθείᾳ τὸ τοιοῦτον φῶς, οὐχὶ καθόσον διαστατὸν ἢ ἀνακλάσεις ἔχει παντοίας, ἀλλὰ μόνον καθόσον αἰτίαν παρέχεται τοῖς ὁρατοῖς τοῦ ὁρᾶσθαι καὶ τοῦ ὁρᾶν τοῖς ὁρῶσιν, ὡς ἡ ἀλήθεια τοῖς μὲν νοητοῖς τοῦ νοεῖσθαι, τοῖς δὲ νοοῦσι τοῦ νοεῖν· τὰ δὲ ὁρώμενα τοῖς νοουμένοις, οὐχὶ ὡς ἐν τόπῳ ὄντα καὶ κινούμενα, ἀλλʼ ὡς ὁρώμενα μόνον. δεῖ γὰρ ὡς εἴπομεν ἐν ταῖς ἀναλογίαις ᾗ ὅμοια βλέπειν ἕκαστα τῶν λαμβανομένων ἐν τοῖς αὐτοῖς λόγοις, ἀλλʼ οὐχ ᾗ ἀνόμοια καὶ τῶν αὐτῶν ἐστι λόγων τῶν εἰλημμένων ἐκτός. Τούτων δὲ οὕτως ληφθέντων δείκνυται δηλονότι τἀγαθὸν ἐπέκεινα νοῦ καὶ ἐπιστήμης, ὡς ὁ ἥλιος τῶν αἰσθητῶν καὶ τούτων μάλιστα τῆς ὄψεως. καὶ διὰ ταύτης ἄρα τῆς λήψεως φαίνεται οὐδʼ ἐν ἡμῖν τὸ ἀγαθὸν τῇ ἐπιστήμῃ καὶ τῇ φρονήσει ταὐτόν, εἴπερ μηδὲ ἐν τοῖς ἄλλοις τὸ ἁπλῶς ἀγαθὸν τῇ ἐπιστήμῃ. δείκνυται δὲ καὶ τῆς ἀληθείας ἐπέκεινα ὄν, ὡς ὁ ἥλιος τοῦ φωτός· τούτῳ δὲ ἕπεται τἀγαθὸν ἄδεκτον ἀληθείας εἶναι. τὸ γὰρ ὑπὲρ ἀλήθειαν οὔτʼ εἶναι ἀληθῶς οὔτʼ ἄλλο τι τῶν πάντων ὑπάρχειν ἀληθῶς δυνατόν, ὥστʼ εἴπερ ἔστιν, μὴ ἔστιν δὲ ἀληθῶς, εἴη ἂν οὐκ ἀληθῶς ὄν. τοῦτο δὲ ἀδύνατον· τὸ γὰρ οὐκ ὄντως ὂν μετὰ τὸ ὄντως ὂν εἶναί φησιν Πλάτων. οὐκ ἔστιν δὲ ἀληθῶς ὂν τὸ ἀγαθόν, ἐπειδὴ γεννᾷ τὴν ἀλήθειαν, οὗ δὲ γεννᾷ, τούτου παντελῶς ἄδεκτόν ἐστιν· πᾶν δὲ ἀληθῶς ὂν μετέχειν ἀληθείας ἀναγκαῖον. δείκνυται δὲ καὶ τοῦ ὄντος ἐπέκεινα ὄν. εἰ γὰρ τὸ μὲν ὂν ἀληθῶς ὄν ἐστιν, τὸ δὲ ἀγαθὸν τὴν ἀλήθειαν ὑπέστησεν τοῦ ὄντος οὖσαν κρείσσονα, καθάπερ τοῦ ὁρατοῦ διὰ τὸ φῶς αὐτὸ σεμνότερον τὸ φῶς, κρεῖσσον τὸ ἀγαθὸν τοῦ ὄντος. ὅτι δὲ τῷ ὁρωμένῳ διὰ τὸ φῶς ἀνάλογον ἔλαβεν τὸ ὄν, δηλοῖ σαφῶς· εἰπὼν γάρ· ὀφθαλμοί, ἦν δὲ ἐγώ, ὅταν τις αὐτοὺς μὴ ἐπʼ ἐκεῖνα τρέπῃ, ὧν τὰς χρόας ἡμερινὸν φῶς ἐπέχει, ἀμβλυώττουσιν, ὅταν δὲ ὧν ὁ ἥλιος καταλάμπει, σαφῶς ὁρῶσιν—ταῦτʼ οὖν ἐπὶ τῶν ὁρατῶν διελόμενος, χρόας φῶς ὀφθαλμοὺς ἥλιον, ἐπήνεγκεν τὰ ἀνάλογον καὶ ἐπὶ νοουμένων λέγων· οὕτω καὶ τὸ ὄμμα τῆς ψυχῆς, ᾧ δὴ νοεῖ, ὅταν μὲν τρέπῃ τις οὗ τὸ ὂν καὶ ἡ ἀλήθεια λάμπει, νοεῖ καὶ γιγνώσκει, ὅταν δὲ εἰς τὸ τῷ σκότῳ κεκραμένον, τὸ γιγνόμενον καὶ ἀπολλύμενον, δοξάζει τε καὶ ἀμβλυώττει. τῇ οὖν χρόᾳ τὸ ὂν ἀνάλογον ἔλαβεν, τῷ δὲ φωτὶ τὴν ἀλήθειαν, τῷ δὲ ἡλίῳ τὸ ἀγαθόν, ὡς τῷ ὄμματι τὸν νοῦν· ἐξ ὧν δῆλον, ὅτι τὸ ὂν μετὰ τὸ ἀγαθὸν καὶ τὴν ἀλήθειαν, ὡς ἡ χρόα μετὰ τὸ φῶς καὶ τὸν ἥλιον· ἐπέκεινα ἄρα τοῦ ὄντος τὸ ἀγαθόν. οὐ γὰρ τὶ τῶν ὄντων, ἀλλὰ τὸ ὂν αὐτὸ λάμπειν εἶπεν τῇ ἀληθείᾳ, καθάπερ τῷ φωτὶ τὴν χρόαν. εἰ οὖν ὑπὲρ τὸ ὂν τἀγαθὸν ἐξ ἀνάγκης, καὶ ὑπὲρ οὐσίαν ἂν εἴη.

`1.279–1.281`

Τούτων δὲ αὐτῷ διὰ τῆς ἀναλογίας ἠνυσμένων ἔτι μεῖζον προστίθησιν, ὅτι τῶν νοητῶν αἴτιον τὸ ἀγαθόν, οὐ τοῦ νοεῖσθαι μόνον αἴτιον αὐτοῖς ὄν, ἀλλὰ καὶ τῆς οὐσίας, ὡς ὁ ἥλιος τοῖς ὁρωμένοις οὐ τοῦ ὁρᾶσθαι μόνον, ἀλλὰ καὶ τῆς γενέσεως καὶ τροφῆς καὶ αὔξης· καὶ ὡς αὐτὸς οὐ γένεσις, οὕτως τὸ ἀγαθὸν οὐκ οὐσία. ταῦτα γὰρ ἐναργῶς ἔδειξεν ἑπόμενος τῇ ἀναλογίᾳ, καὶ ὡς ὑπερούσιον τὸ ἀγαθόν· ἀφʼ ὧν ἐκεῖνο λοιπὸν δῆλον, ὡς οὐκ ἔστιν τοῦτο τὸ ἀγαθὸν τῷ ἐν τοῖς εἴδεσι ταὐτόν. τοῦτο μὲν γὰρ ὑπερούσιον, ἐκεῖνο δὲ ἕν τι τῶν εἰδῶν ὂν πάντως ὑπὸ οὐσίαν ἀνάγεται· γένος γὰρ ἡ οὐσία πάντων τῶν εἰδῶν· καὶ τοῦτο μὲν οὐσιοποιόν ἐστι τῶν ὄντων, ἐκεῖνο δὲ τελειωτικὸν μόνον τῶν αὐτῶν. καὶ γὰρ ἐπίστησον, τίνα καλεῖται γιγνωσκόμενα, οἷς φησιν οὐ τοῦ γιγνώσκεσθαι μόνον, ἀλλὰ καὶ τῆς οὐσίας αἴτιον εἶναι τἀγαθόν. εἰ μὲν δὴ τὰ μετὰ τὸ νοητὸν αὐτὸν λέγοιμεν λαμβάνειν, οἷον τὰ διανοητά, γελοῖον. τούτων γὰρ οὐ τὸ ἀγαθὸν μόνον ἐπέκεινά ἐστιν, ἀλλὰ καὶ πάντα τὰ νοητά, καθάπερ τὰ αἰσθητὰ τῶν εἰκαστῶν· ὁ γὰρ αὐτὸς τῶν νοητῶν πρὸς τὰ διανοητὰ λόγος καὶ πρὸς τὰ εἰκαστὰ τῶν αἰσθητῶν. τίνα οὖν ἔτι φήσεις τῷ ἀγαθῷ προτίμησιν ἀπονέμειν, εἰ καὶ πᾶσιν ὑπάρχει τοῖς νοητοῖς αἰτίοις εἶναι τῆς τῶν διανοητῶν οὐσίας; εἰ δὴ μὴ τὰ διανοητὰ λέγοιμεν εἶναι τὰ γιγνωσκόμενα καὶ παρὰ τοῦ ἀγαθοῦ δεξάμενα τὴν οὐσίαν, ὑπόλοιπον αὐτὰ τὰ νοητὰ τὰ ὄντως ὄντα λέγειν. οὐ γάρ που τὰ αἰσθητά· ταῦτα γὰρ οὔτε γνωστὰ φίλον αὐτῷ καλεῖν, ἀλλὰ δοξαστά· καὶ οὐδὲν διαφέρει τῶν ὁρωμένων, οἷς ὁ ἥλιος τῆς γενέσεως αἴτιος· καὶ ὅλως ἀναίνεται τὸ εἶναι ταῦτα καὶ τὴν οὐσίαν. εἰ οὖν τῶν γιγνωσκομένων προυπάρχει τἀγαθόν, καὶ οὐ τινῶν γε τούτων, ἀλλὰ πάντων — τοῦτο γὰρ δηλοῖ λέγων καθόλου· καὶ τοῖς γιγνωσκομένοις τοίνυν τὸ ἀγαθὸν μὴ μόνον τὸ γιγνώσκεσθαι παρέχειν, ἀλλὰ καὶ τὴν οὐσίαν —, πρόδηλον ὡς ἄρα καὶ τῆς νοητῆς οὐσίας αἴτιον ὂν τἀγαθὸν ὑπερούσιον ἂν εἴη διαφερόντως. καὶ οὐκ ἐκεῖνο μόνον, ἀλλὰ καὶ ἡ ἀλήθεια· καὶ γὰρ ταύτην καταλάμπειν εἶπεν τὰ γιγνωσκόμενα πάντα, καθάπερ τὰ ὁρώμενα τὸ τοῦ ἡλίου φῶς· καὶ ἔοικεν ἔλλαμψις εἶναι τῆς ὑπερουσίου τῶν ὅλων ἀρχῆς, διʼ ἣν καὶ τοῖς νοητοῖς ὑπάρχει μετουσία τις ἐκείνης καὶ τοῖς νοοῦσιν, ἑνοποιὸς οὖσα τούτων αὐτῶν τε καθʼ ἑαυτὰ καὶ πρὸς ἄλληλα. διὸ καὶ λέγεται προξενεῖν τοῖς μὲν τὸ νοεῖσθαι, τοῖς δὲ τὸ νοεῖν· ἄνευ γὰρ δόσεως καὶ κοινοῦ τινος δεσμοῦ συναφθῆναι ταῦτα ἀδύνατον, ὡς τὸ μὲν νοητὸν ὅλως γενέσθαι, τὸ δὲ νοητικόν. ᾗπερ οὖν τὸ φῶς καὶ τὰ ὁρατὰ ποιεῖ λάμπειν καὶ τὰ ὁρατικά, συνάπτει δὲ ἄμφω διʼ ὁμοιότητος, ἑκατέροις προσθὲν τοῦ ἐνόντος μεῖζον φῶς, κατὰ ταὐτὰ δὴ καὶ τὸ νοοῦν ὑπὸ τῆς ἀληθείας ἑνιζόμενον καὶ τὸ νοούμενον ἀλλήλοις συμφύεται· καὶ τὸ μὲν νοεῖται, τὸ δὲ νοεῖ, γενόμενον ἑκάτερον ἀγαθοειδές, καὶ ἐφαρμόζει θατέρῳ θάτερον. ἵνʼ οὖν μὴ μακρολογῶμεν, φανερὸν ἐκ τούτων, ὅτι κατὰ Πλάτωνα τἀγαθόν ἐστιν ὑπὲρ τὴν τῶν νοητῶν οὐσίαν καὶ ὄντως ὑπερούσιον. σαφῶς γὰρ εἶπεν· οὐκ οὐσίας ὄντος ἐκείνου, ἀλλʼ ἐπέκεινα οὐσίας καὶ τοῦ εἶναι καὶ τιμιωτέρου τούτων ὄντος, καίτοι καὶ γνωστὸν εἶναί φησιν αὐτό, πᾶσι τοῖς γιγνωσκομένοις τοῦ γιγνώσκεσθαι αἴτιον ὂν καὶ μάθημα ἔσχατον. καὶ γὰρ τοῦτο λέγει σαφῶς καὶ ἐπʼ αὐτὸ τὴν διαλεκτικὴν ἀνάγειν· καὶ ὥσπερ τὸν ἥλιον ὁρᾶσθαί φησιν, τοῖς ὁρωμένοις αἴτιον ὄντα τοῦ ὁρᾶσθαι καὶ τοῖς ὁρῶσι τοῦ ὁρᾶν, οὕτω καὶ περὶ τῆς τἀγαθοῦ ἰδέας ἀξιοῖ τὸν ἀκροατὴν ὡς γιγνωσκομένης διανοεῖσθαι, κρείσσονος δὲ ἀληθείας καὶ ἐπιστήμης. καὶ γὰρ ὅτι μὲν δοξαστὸν οὐκ ἔστιν, συνιδεῖν ῥᾴδιον· δοξαστὸν γὰρ αὐτὸς ἔθετο πᾶν τὸ πῇ μὲν ὄν, πῇ δὲ μὴ ὄν. ὅτι δὲ οὐδὲ ἐπιστητόν, καὶ τοῦτο δῆλον· εἰ γὰρ ἀπʼ αἰτίας γνωστὸν τὸ ἐπιστητόν, οὗ μὴ ἔστιν αἰτία, τοῦτο οὐκ ἐπιστητόν. εἰ δὲ καὶ ὑπὲρ ἀλήθειάν ἐστιν, οὐκ ἂν εἴη γνωστὸν οὕτως ὡς τὰ νοητὰ τὰ διὰ τῆς ἀληθείας γνωστὰ τοῖς νοοῦσι. μόνῃ ἄρα γνωστὸν τῇ ἐνθέῳ προσβολῇ τῇ τοῦ νοῦ κρείττονι, ἣν αὐτὸς αὐγὴν καλεῖ τῆς ψυχῆς, ἣν ἀνακλίναντα, φησίν, ἐκείνῳ δεῖ προσβάλλειν διὰ τῆς ἀφαιρέσεως τῶν μετʼ αὐτὸ πάντων. καὶ γὰρ τοῦτο σαφῶς εἶπεν αὐτός, ὅτι ἀφελεῖν δεῖ τὴν τἀγαθοῦ ἰδέαν ἀπὸ πάντων, καὶ οὕτως ἐπʼ αὐτὸ ἀνακλῖναι τὴν τῆς ψυχῆς αὐγήν, εἴπερ μέλλοι τις ὄψεσθαι αὐτὴν καθʼ αὑτήν. ὥστε δῆλον ἐκ τούτων, καὶ ποίαις γνώσεσιν γνωστὸν οὐκ ἔστιν τἀγαθόν, καὶ πῶς γνωστὸν καὶ μάθημα ἔσχατον, καὶ τίς ἡ ἐσχάτη μάθησις, καὶ τί συντελεῖ πρὸς τὴν ἐκείνου θέαν ἡ τῆς διαλεκτικῆς ὁδὸς ἐπʼ αὐτὸ διὰ τῶν ἀφαιρέσεων ἀνάγουσα τὸν ψυχικὸν νοῦν.

`1.282–1.287`

Ἀλλʼ ἐπειδὴ τοῦ ἡλίου πεποιήμεθα μνήμην ὡς ὁρατοῦ, καλῶς ἂν ἔχοι περὶ τούτου πρῶτον εἰπεῖν, πῶς οὐκ ἔστι γένεσις, εἴπερ πᾶν τὸ ὁρατὸν γενητόν. εἰ γὰρ οὗτος ὀφθήσεται καὶ γένεσις ὢν καὶ ὑπὲρ γένεσιν, τί κωλύει, φασίν, καὶ τἀγαθὸν οὐσίαν τʼ εἶναι καὶ ὑπερούσιον; μήποτε οὖν ἐνταῦθα τῶν περὶ τῆς ἀναλογίας ἡμῖν προδιῃρημένων μνημονεύειν καιρός, ἐν οἷς ἐλέγομεν δεῖν μὴ μεταβαίνειν ἐπʼ ἄλλας ἰδιότητας τῶν τοὺς λόγους ἐχόντων, ἀλλʼ ἐμμένειν χρῆναι ταῖς ἐξ ἀρχῆς, καθʼ ἃς ἡ ἀναλογία θεωρεῖται. καὶ γὰρ ἐν τούτοις, ὅταν τὸν ἥλιον ὑπὲρ γένεσιν θέμενοι τὴν τῶν φωτιζομένων αὐτὸν γένεσιν λέγωμεν, οὐκέθʼ ἡγούμενον αὐτὸν οὐδὲ αἴτιον, ἀλλʼ ἑπόμενον ποιοῦμεν. ἐπισκοποῦντες δὲ τὴν γένεσιν τὴν τῶν ὑπʼ αὐτοῦ φωτιζομένων ἀγένητον αὐτὸν παντελῶς εὑρήσομεν. μόνος γὰρ οὗτος τῶν ἐν τῷ κόσμῳ πάντων ὄντως ἐστὶν ἀγένητον σῶμα, προσλαμβάνων οὐδὲν οὐδὲ γιγνόμενος οὐδʼ ἀποβάλλων τι ἀφʼ αὑτοῦ. πάντα δὲ τὰ ἄλλα, ὅσα φωτίζει, δεχόμενα παρὰ μέρος φῶς ἄλλοτε ἄλλο παρʼ αὐτοῦ διὰ τὴν περὶ τὸ κέντρον τὸ οἰκεῖον κίνησιν τῆς ἡλιακῆς σφαίρας, ἄλλοτε ἄλλας ἀκτῖνας κατὰ κύκλον εἴς τε τὰ ἐν οὐρανῷ διαπεμπούσης καὶ εἰς τὰ ὑπὸ σελήνην, γένεσίν τε ἴσχει, καθόσον φωτίζεται, καὶ φθοράν· καθάπερ καὶ ἡ σελήνη φθίσεις τε δέχεται καὶ αὐξήσεις τοῦ φωτός. κατʼ αὐτὸ ἄρα τὸ φωτίζειν ἀγένητός ἐστιν παντελῶς ὁ ἥλιος· κατὰ δὲ τοῦτο ἀπείκασται πρὸς τἀγαθόν, οὐ καθʼ ὅσον σῶμά ἐστιν· κατὰ γὰρ τοῦτο ἀνόμοιος πρὸς ἐκεῖνο τῆς ἀναλογίας διʼ ὁμοιότητα λόγων συνισταμένης. λάβωμεν οὖν ἀπὸ τούτων, ὅτι θείως συνεῖδεν ὁ Πλάτων, ὡς ἄρα ἔνεστι καὶ ἐν τοῖς γενητοῖς ἀγένητον εἶναι καθάπερ τοῖς μεριστοῖς ἀμερές, καὶ κατὰ τοῦτο δὴ τὸ ἀγένητον ὁ ἥλιος βασιλεύει τῶν ὁρατῶν. ἐπεὶ καθόσον σῶμα καὶ καθόσον κινητόν, τῶν βασιλευομένων ἐστίν, οὐ τῶν βασιλευόντων· ἄγεται γὰρ ὑπὸ τῆς ταὐτοῦ περιόδου, καὶ ἡ περίοδος αὐτοῦ δευτέραν ἔχει τάξιν τῆς φρονιμωτάτης κυκλήσεως. εἶτα κἂν τοῦτο συγχωρήσωμεν, κατʼ ἄλλην τινὰ γένεσιν τὸν ἥλιον γενητόν, οὐκέτʼ ἀληθὲς τὸ καὶ τἀγαθὸν κατʼ ἄλλο σημαινόμενον οὐσίας ὑπάρχειν οὐσίαν. τῆς μὲν γὰρ γενέσεως ὑπελείπετό τι καὶ ἕτερον σημαινόμενον, σώματι παντὶ προσῆκον, τῆς δὲ καὶ τοῦ ὄντος οὐδέν· ἓν γὰρ ἦν μόνον τὸ τοῖς νοητοῖς πᾶσιν ὑπάρχον, ὃ καὶ εἶναι καὶ ὄντως εἶναί φαμεν. τούτων δὲ ὑπεριδρυμένον τἀγαθὸν ποίαν ἂν ἔχοι λοιπὸν οὐσίαν, καθʼ ἣν οὐσία ἐστὶν καὶ οὐχ ὑπερούσιον μόνον; πᾶσα γὰρ οὐσία ὄν ἐστιν ἐξ ἀνάγκης, τἀγαθὸν δὲ οὐχὶ μόνης τῆς οὐσίας εἶπεν ὁ Σωκράτης ἐπέκεινα, ἀλλὰ καὶ τοῦ εἶναι. οὐκ ἄρα δεῖ φάναι τὸ ἀγαθὸν εἶναι, ὅπερ ἐπέκεινα τοῦ εἶναί ἐστιν, καὶ διὰ τοῦτο οὐδὲ μὴ εἶναι χρὴ λέγειν αὐτό· πάλιν γὰρ τὸ μὴ εἶναι κοινόν ἐστιν πρὸς ἄλλα, οἷς τὸ μὴ ὂν οἰκεῖον. ἄμφω τοίνυν λεκτέον, ὡς οὔτε ὄν ἐστιν οὔτε μὴ ὄν. ὃ καὶ ἄλλους ἀνέπεισεν ἄγνωστον αὐτὸ λέγειν καὶ ἄρρητον παντὸς ἢ ὄντος ἢ μὴ ὄντος, οὐδὲ τοῦ Πλάτωνος, ὁπόταν αὐτὸ γνωστὸν προσαγορεύῃ καὶ μάθημα τελευταῖον καὶ πᾶν ὅτι τοιοῦτον, ἀφέντος ἡμᾶς ἀορισταίνειν καὶ οὕτω γνωστὸν ὑπολαμβάνειν, ὡς τὰ ὄντα καὶ ὧν ἐστι τῆς οὐσίας αἴτιον. ταῦτα μὲν γὰρ γνωστὰ καὶ ἐπιστητὰ κατὰ τὸν τῆς ἐπιστήμης τρόπον ὃν αὐτὸς διώρισεν τὸν ἀκριβέστατον, καθʼ ὃν τὰς ἐξ ὑποθέσεως ἐπιστήμας ἠτίμασεν καὶ μίαν ἔφατο τὴν ὄντως οὖσαν ἐπιστήμην ὑπάρχειν. λέγει δὲ οὑτωσὶ περὶ τούτων, ἣν ἔχει διάνοιαν ἐκδιδάσκων, ὡς αἱ μὲν ἄλλαι ἐπιστῆμαι δοκοῦσαι εἶναι ποιοῦνται τὰς ἀρχὰς ὑποθέσεις, μόνη δὲ διαλεκτικὴ ἐπʼ αὐτὴν ὁρμωμένη τὴν ἀρχὴν ἀναιρεῖ τὰς ὑποθέσεις, ἕως ἂν εὕρῃ τὴν μὴ οὕτως οὖσαν ἀρχὴν ὡς ὑπόθεσιν, ἀλλʼ ὄντως ἀνυπόθετον. τοιαύτη δὲ ἀρχὴ τὸ ἕν, εἰς ὃ πᾶσαν τὴν τῶν γνωστῶν ὑπόστασιν τελευτᾶν. οὐκοῦν ἀπὸ τούτων δῆλον, ὡς ἄρα τὴν διαλεκτικὴν θριγκὸν τῶν ἐπιστημῶν εἶναι δοκουσῶν ἀποκαλῶν καὶ ὄντως ἐπιστήμην ὁριζόμενος ἐξ ἀνυποθέτου φησὶν ἀρχῆς ὁρμωμένην πάντα σκοπεῖν, ὡς ἔχει φύσεως, ὅτι ποτέ ἐστιν ἕκαστον. εἰ μὲν οὖν καὶ τὸ ἀγαθὸν θεωμένη, τίνα ἰδιότητα ἔχει καὶ πῇ διέστηκεν τῶν ἄλλων, ἐξ ἀρχῆς ἀνυποθέτου σκοπεῖ, καὶ τοῦτο τάχʼ ἂν εἴη τις ἐπιστήμη καὶ τοῦ ἀγαθοῦ, τί ποτέ ἐστιν ὄντως ἢ οὐκ ἔστιν. εἰ δὲ ἀρχὴ τοῦτο πάντων, ἀρχῆς δὲ οὐκ ἔστι λαβεῖν ἀρχήν, τίς μηχανὴ καὶ τούτου λέγειν εἶναί τινα ἐπιστήμην; παντὸς μὲν ἐπιστητοῦ ἀπὸ ἀρχῆς ἀνυποθέτου καταληπτοῦ ὄντος, ὅπερ ἐστὶ κυρίως ἐπιστητόν, τοῦ δὲ ἀγαθοῦ μὴ ὄντος ἐξ ἀρχῆς ἀνυποθέτου καταληπτοῦ, τῷ μήδʼ ἥντινʼ οὖν ἔχειν ὅλως ἀρχήν· ὥστʼ εἰ οὗτός ἐστι τῆς ἐπιστήμης ὅρος, οὐδαμῶς ἐπιστητὸν τὸ ἀγαθόν. ἕπεται δὲ τούτῳ μηδὲ ὂν αὐτὸ παντελῶς πάλιν εἶναι, σαφέστατα τοῦ Πλάτωνος ἐπιστήμην μὲν ἐπὶ τῷ ὄντι τάττοντος, πίστιν δὲ ἐπὶ τῷ δοκοῦντί πως εἶναι καὶ αἰσθητῷ, διάνοιαν δὲ ἐπὶ τοῖς διανοητοῖς, καὶ εἰκασίαν ἐπὶ τοῖς εἰκαστοῖς· καὶ νόησιν μὲν ἐπὶ τοῖς νοητοῖς καὶ διανοητοῖς, δόξαν δὲ ἐπὶ τοῖς αἰσθητοῖς καὶ εἰκαστοῖς. καὶ οὐκ ἐν τούτοις μόνον, ἀλλὰ καὶ ἐν Τιμαίῳ λέγοντος, ὅτι ὅπερ οὐσία πρὸς γένεσιν, τοῦτο πρὸς πίστιν ἀλήθεια, καὶ λόγους μὲν τοὺς ἀνελέγκτους τοῖς οὖσιν, λόγους δὲ εἰκοτολογικοὺς τοῖς γενητοῖς ἀποδιδόντος, ὡς ἂν τῆς ἐπιστήμης τὰ ὄντως ὄντα καταθεωμένης. εἰ οὖν τὸ ὂν ἐπιστητόν, τὸ δὲ ἀγαθὸν οὐκ ἐπιστητόν, τὸ ἄρα ἀγαθὸν οὐκ ἔστιν ὄν· ὅπερ καὶ αὐτὸς ἔλεγεν, οὐσίας αὐτὸ λέγων ἐπέκεινα καὶ τοῦ εἶναι. μή σοι δοκεῖ καὶ διὰ τούτων ἀφανῶς ὑπερούσιον αὐτὸ λέγειν, ἀλλʼ οὐχὶ καὶ οἷς διορίζεται περὶ τῆς ἀληθοῦς ἐπιστήμης τὸ αὐτὸ συμβαίνειν, οἷς ἐκ τῆς πρὸς τὸν ἥλιον ἀναλογίας συνήγαγεν, ὡς ὑπὲρ γένεσιν ἐκεῖνον, ὑπὲρ οὐσίαν τὸ ἀγαθὸν ἀποφαίνων; τῶν δύο τοίνυν θάτερον, τὴν ἐπιστήμην ἐροῦμεν εἶναι τὴν ἐκ τῆς ἀνυποθέτου δεικνῦσαν ἀρχῆς — καὶ οὐκ ἔσται τοῦ ἀγαθοῦ ἐπιστήμη — ἢ καὶ αὐτῆς τῆς ἀρχῆς οὖσαν μηκέτʼ ἀπʼ ἀρχῆς εἶναι γνῶσιν, καὶ οὕτως εἶναι καὶ πρὸ τῆς διαλεκτικῆς ἄλλην ἐπιστήμην ζητήσομεν. εἰ δὲ αὐτὴν τὴν διαλεκτικὴν οὐ μόνον εἰδέναι τἆλλα φήσομεν ἀπὸ τῆς ἀνυποθέτου μόνην ἀρχῆς, ἀλλὰ καὶ αὐτὴν τὴν ἀρχήν, δῆλον μέν, ὡς οὐκ ἂν ἀπὸ ἀρχῆς γιγνώσκοι καὶ ταύτην, ὥσπερ τὰ ἀπʼ αὐτῆς. λείπεται δὲ ἀπὸ τῶν μετʼ αὐτὴν ἂν ὑπάρχειν αὐτῇ τὴν γνῶσιν, καὶ δῆλον ὡς δεικνῦσαν ἐκείνην μηδὲν οὖσαν τῶν μετὰ ταύτην, ἢ ὡς ἐκ τεκμηρίων τούτων συλλογιζομένην περὶ ἐκείνης. ἀλλʼ εἰ μὲν οὕτως, χειρόνως γνώσεται τὴν ἀρχὴν τῶν ὄντων ἢ τὰ ὄντα· ταῦτα μὲν γὰρ ἀπʼ αἰτίας, ἐκείνην δὲ ἐκ τῶν ἀπʼ αὐτῆς. τοῦτο δὲ οὐκ ἐπιστημονικόν· καὶ γὰρ αὐτῷ δοκεῖ τὴν ἐπιστήμην εἶναι γνῶσιν τῷ τῆς αἰτίας λογισμῷ δεθεῖσαν, ὡς ἐν Μένωνι διώρισεν. ὥστε καὶ κατὰ τοῦτον τὸν ὅρον οὐκ ἐπιστητὸν τἀγαθόν, ὃ μὴ δυνατὸν ἀπʼ αἰτίας γνῶναι. κἂν ὡς ἐκ τεκμηρίων δὲ γιγνώσκηται, πάλιν οὐκ ἐπιστητόν· οὐ γὰρ αἰτία ταὐτὸν καὶ τεκμήριον. εἰ δὲ κατὰ ἀφαίρεσιν ἡ γνῶσις τοῦ ἀγαθοῦ, μόνως ἂν οὕτως τῷ Σωκράτει συμφωνοῖμεν, ἀξιοῦντι καθάπερ ἐν μάχῃ διεξιόντα περὶ τοῦ ἀγαθοῦ διελέγχειν ὡς ἄρα οὐκ ἔστιν ἕν τι τῶν ἄλλων· οὐ γὰρ ἄλλο τι δηλοῖ ταῦτα πλὴν τῶν ἀφαιρέσεων. τοῦτο δὲ αὖ πάλιν δείκνυσιν αὐτὸ μὴ ὂν ἐπιστητόν. τὸ γὰρ ἐπιστητὸν οὐ τί οὐκ ἔστιν, ἀλλὰ τί ἔστι, γνωστὸν ὑπάρχει διὰ τῆς ἐπιστήμης. οὐ μόνον ἄρα ἐστὶν τῆς ἐπιστήμης καὶ τῆς ἀληθείας τὸ ἀγαθὸν ἐπέκεινα, ἀλλὰ καὶ τῶν ἐπιστητῶν, καὶ οὔτε ἐπιστήμη οὔτε ἐπιστητὸν οὔτε ἡ ταῦτα ἀλλήλοις συνάπτουσα ἀλήθεια. γνωστὸν δὲ ὅμως τρόπον ἕτερον διὰ τῆς ἀφαιρέσεως τῶν ἄλλων ἀπʼ αὐτοῦ καὶ τῶν ἐλέγχων, οἳ δεικνύουσιν αὐτὸ μηδὲν ὑπάρχον ἐκείνων, ὥσπερ αὐτὸς ὑπέμνησεν διὰ τῆς ἀναλογίας, ὡς οὐκ ἔστιν ἐπιστήμη οὐκ ἔστιν ἀλήθεια οὐκ ἔστιν οὐσία καὶ ὄν. Καὶ εἰ βούλει τούτοις ὡς ἀρχαῖς χρησάμενος τὰ ἑπόμενα σκοπεῖν, εὕροις ἂν μήτε ταὐτὸν ἐκεῖνο μήτε ἕτερον, εἰ μὴ ἔστιν ὄν, μὴ κινούμενον μὴ ἑστός, μὴ σχῆμα ἔχον μὴ ἀριθμόν, μὴ ὅμοιον μὴ ἀνόμοιον, μὴ ἴσον μὴ ἄνισον, μὴ χρόνου μετέχον. ἃ δὴ πάντα καὶ ὁ Παρμενίδης ἐν τῇ πρώτῃ συνήγαγεν τῶν ὑποθέσεων, καὶ συναγαγὼν ἐπήνεγκεν, ὡς ἄρα οὐκ ἔστιν ἐπιστήμη τοῦ ἑνὸς οὐδὲ δόξα· καὶ γὰρ γενέσεως ἐπέκεινα καὶ οὐσίας· ὅλως δὲ ταύτης σεσαλευμένης ἕπεται τὰ λοιπὰ τοῖς μὴ κενολογεῖν ἐθέλουσιν. οὐκ ἄρα τοῦτο μόνον ἔχομεν ἀπὸ τῶν Σωκρατικῶν λόγων, ὅτι οὐκ ἐπιστητὸν τὸ ἀγαθόν, ἀλλὰ καὶ ὅπως ἄλλως γνωστὸν ἀπτῶτι λόγῳ διὰ τῶν ἐλέγχων καὶ τῶν ἀφαιρέσεων. καὶ εἴπερ μὴ κατέγνω τοῦ Γλαύκωνος ὡς γελοίως ἀποκριναμένου πρὸς τὴν τοῦ ὑπερουσίου διὰ τῆς ἀναλογίας ὑπόμνησιν, ἤκουσας ἂν αὐτοῦ περὶ ἐκείνου κατατείνοντος τοιαῦτα, οἷα ὁ Παρμενίδης εἰς τὸ ἓν ἀνέπεμψεν. ἀλλὰ γὰρ ἰδὼν τὸν ἀκροατὴν ἐκτείνειν οὔπω πρὸς ταῦτα τὸν νοῦν ἱκανόν, πολλὰ τῶν αὐτῷ δοκούντων ἔφατο παρήσειν καὶ παρῆκεν· ἦν δὲ ταῦτα μετὰ τὴν ἀφαίρεσιν τῆς οὐσίας καὶ τὰ λοιπὰ συναφελεῖν. ὥστε καὶ εἴ τι προστίθησιν ἕλκων ἀπὸ τῶν μετὰ τὸ ἀγαθὸν ἐκεῖνο, τὰ ὀνόματα μὴ θαυμάσῃς· τὰ γὰρ συνήθη τοῖς ἀκροαταῖς ἠνάγκασται φέρειν ἐπʼ αὐτὸ τῶν ἀήθων ἀδέκτοις οὖσιν. Οὔτʼ οὖν μέρος οὐσίας ἐκεῖνο δεῖ λέγειν πρὸ οὐσίας ὄν, οὔτʼ εἶδος ἕν τι τῶν εἰδῶν· τὸ μὲν γὰρ ὡς εἶδος ἀγαθὸν οὕτως ἔχει πρὸς τὴν νοητὴν οὐσίαν, ὡς τὸ ἐν ἡμῖν πρὸς τὴν ἡμετέραν· ὑφίστησιν γὰρ ἡ μὲν οὐσία τὴν οὐσίαν, ἡ νοητὴ τὴν ἡμετέραν, τὸ δὲ ἀγαθὸν ἐκεῖνο τὸ ἐν ἡμῖν. ὥστε τῆς νοητῆς οὐσίας ἐκεῖνο καταδεέστερον, ὡς τὸ ἐν ἡμῖν τῆς ἡμετέρας, καὶ οὐσιῶδες ἀγαθὸν τὸ ὡς εἶδος καὶ οὐσία μέν τις, ἀγαθὸν δὲ ἁπλῶς τὸ πάντων αἴτιον τῶν οὐσιωδῶν ἀγαθῶν τῶν τελειωτικῶν τῆς οὐσίας. ὥστʼ εἴπερ τἀγαθόν, ὅπερ ὁ Σωκράτης ἐξύμνησεν νῦν, οὐσίας ἐστὶν καὶ τοῦ εἶναι κρεῖσσον, ἕτερόν ἐστι παντός τε εἴδους ἄλλου καὶ τοῦ τῆς οὐσίας ἀγαθοῦ. τὸ δὲ δὴ μέρος τῆς οὐσίας πᾶν ἀτελέστερον ὂν τῆς οὐσίας, ἧς ἐστι μέρος, οὐκ ἂν εἴη τὸ ὡς ἀληθῶς ἀγαθόν· τοῦτο γάρ ἐστιν, οὗ ἕνεκα πάντα· πᾶν δὲ μέρος οὐχὶ οὗ ἕνεκά ἐστιν, ἀλλʼ ἕνεκά του. τοῦ γὰρ ὅλου ἕνεκα τὸ μέρος, ὡς καὶ αὐτός πού φησιν Πλάτων· μέρος μὴν ὅλου ἕνεκα καὶ οὐχὶ ὅλον μέρους. εἰ οὖν τἀγαθὸν οὐκ ἔστιν ἕνεκά του, πᾶν δὲ μέρος ἕνεκά του, τἀγαθὸν οὐδενὸς ἂν εἴη μέρος, ὥστʼ οὔτε τοῦ νοητοῦ κόσμου μέρος οὔτʼ ἄλλου τινός. καὶ πάλιν ἐκ τούτου δῆλον, ὅπως αἱ κοιναὶ ἔννοιαι τὸ οὗ ἕνεκα λέγουσαι πάντα τὸ ἀγαθὸν εἶναι καὶ τὸ οὗ πάντα ἐφίεται τὸ ὑπὲρ οὐσίαν ἀπομαντεύονται. τὸ γὰρ οὐσιῶδες ἀγαθὸν ἕνεκα τῆς οὐσίας ἐστίν, ἐκείνης ἕνεκα καὶ ὑποστὰν καὶ ζητούμενον, ὡς εἰς τὴν ἐκείνης τελείωσιν συντελοῦν, ἵνα ἔχῃ κατὰ φύσιν καὶ τὸ εἶναι αὐτῆς μὴ εἴη ἀτελές. μόνον οὖν ἐκεῖνο τἀγαθόν, εἰς ὃ καὶ ὑπόστασις ἀνήρτηται πᾶσα καὶ τελειότης, οὗ ἕνεκα πάντα ἐστίν, ἕνεκα δὲ οὐδενὸς αὐτό, οὔτε τινὸς ὂν ὡς τὸ εἰδητικὸν ἀγαθόν, οὔτε ἄλλου ἐφιέμενον, ὡς ἡ οὐσία παντὸς ὄντος ἐφίεται τοῦ ἀγαθοῦ, καὶ ἵνα ᾖ καὶ ἵνα τελέως ᾖ. καὶ τοῦτό ἐστιν ἄρα τὸ πάντων βασιλεῦον καὶ νοητῶν καὶ αἰσθητῶν, εἰς ὃ καὶ ὁ Πλάτων ἡμᾶς ἐν ἐπιστολαῖς ἀνήγαγεν εἰπών· περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶν καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον πάντων τῶν καλῶν. ἃ γὰρ ἐκεῖ συντόμως, ταῦτα ἐν τούτοις διὰ πλειόνων ἐδίδαξεν· ἀλλὰ μὴν ἐκεῖ περὶ τοῦ πρώτου θεοῦ ταῦτα ἔφθεγκται· τὸ ἄρα ἀγαθόν ἐστιν ὁ πρῶτος κατὰ Πλάτωνα θεός.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqy-bf`.
