---
title: "On Plato's Parmenides: Book 6"
title_greek: "Περὶ τοῦ Πλάτωνος Παρμενίδου, Ϛʹ"
author: Proclus the Successor
eul_wid: uqy-bw
eul_aid: uqy
canonical: "https://eulogikon.org/works/proclus-plato-parmenides-book-6-uqy-bw"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:4df65cf236e00a3586091a20ebd4b79843ab58cc253c2691ad79a8ff1516930d"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Plato's Parmenides: Book 6

*Περὶ τοῦ Πλάτωνος Παρμενίδου, Ϛʹ*

**Author:** Proclus the Successor

**eul_wid:** `uqy-bw` · [HTML page](https://eulogikon.org/works/proclus-plato-parmenides-book-6-uqy-bw)

## Text

Part of [On Plato's Parmenides](/works/proclus-plato-parmenides-uqy-an)

`6`

ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.

`1039`

Εἶεν δὴ, φάναι· εἰ ἓν ἔστιν, ἄλλο τι οὐκ ἂν εἴη πολλὰ τὸ ἕν. **—**

Πῶς γὰρ ἄν; **—**

Οὔτε ἄρα μέρος αὐτοῦ, οὔτε ὅλον αὐτὸ δεῖ εἶναι. **—**

Τί δή;

`1040–1049`

Πρῶτον περὶ τοῦ πῶς τὸ πλῆθος τῶν ὑποθέσεων ὁ Παρμενίδης τοσοῦτον ἀναπέφηνεν, ὅσον δὴ καὶ ἔστιν, ἐπισκεπτέον ὥσπερ ἐξ ἀρχῆς ἡμῖν μετιοῦσι τὴν ζήτησιν. Εἴτε γὰρ τέτταρες, εἴτε ἕξ εἰσιν αἱ ὑποθέσεις, εἴτε ὀκτὼ, εἴτε ἐννέα, εἴτε δέκα, πόθεν τὸ πλῆθος τοῦτο παρεισέδυ, κατιδεῖν ἄξιον. Καὶ γὰρ ἄν τις ἀπορήσειε λογικῶς τὴν πρώτην μήποτε παρέλκουσιν αἱ πλείους, καὶ οὐδὲν πρὸς τὴν εἰρημένην μέθοδον. Ἀπὸ γὰρ ταύτης, εἴπερ ἄρα, δύο μόνας ὑποθέσεις ἔχομεν· τὴν μὲν εἰ ἔστι τὸ ἓν, τὴν δὲ εἰ μὴ ἔστι, τί χρὴ συμβαίνειν; Πλείους δὲ τούτων οὔκ εἰσιν, εἴγε μεμνήμεθα τῶν προειρημένων κανόνων. Πῶς οὖν τοσαῦται γεγόνασιν ἀντὶ δυοῖν; Βούλομαι δὴ, πρὸς ταύτην πρῶτον ἀπαντήσας τὴν ζήτησιν, οὕτω τῆς πραγματειώδους ἀντιλαβέσθαι τῶν προκειμένων ἐξετάσεως. Καὶ δὴ καὶ λέγω τὸ πλῆθος τῶν ὑποθέσεων ἀκολούθως ἀναπεφάνθαι τοῖς ὅροις, ἐξ ὧν ἡ ὑπόθεσις. Εἴτε γάρ ἐστι τὸ ἓν, πέντε γένοιντο ἂν ὑποθέσεις διὰ τὴν τοῦ ἑνὸς διάφορον ὕπαρξιν, ὃ καὶ πρότερον ἐνεδειξάμεθα· εἴτε μὴ ἔστι, τέτταρες, διὰ τὴν τοῦ μὴ ὄντος διάφορον ἐπίνοιαν. Τό τε γὰρ ἓν λέγεται τριχῶς, τὸ μὲν ὡς κρεῖττον τοῦ ὄντος, τὸ δὲ ὡς τῷ ὄντι σύστοιχον, τὸ δὲ ὡς ὑφειμένον τοῦ ὄντος· καὶ τὸ μὴ ὂν διχῶς, τὸ μὲν ὡς μηδαμῶς ὂν, τὸ δὲ ὡς πῆ μὲν ὂν, πῆ δὲ οὐκ ὄν. Ἀναγκαίως τοίνυν κατὰ πάντα τὰ σημαινόμενα προϊὼν ὁ λόγος τῶν δύο τούτων ὅρων ποικίλλει τὰς ὑποθέσεις· ἐν μὲν τῇ πρώτῃ ζητῶν πῶς ἔχει τὸ ἓν τὸ κρεῖττον τοῦ ὄντος πρός τε ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα· ἐν δὲ τῇ δευτέρᾳ, πῶς τὸ τῷ ὄντι συνόν· ἐν δὲ τῇ τρίτῃ, πῶς ἔχει τὸ ἓν τὸ καταδεέστερον τοῦ ὄντος πρός τε αὑτὸ καὶ πρὸς τὰ ἄλλα· ἐν δὲ τῇ τετάρτῃ, πῶς τὰ ἄλλα μετασχόντα τοῦ ἑνὸς ἕξει πρός τε αὑτὰ καὶ πρὸς τὸ ἕν· ἐν δὲ τῇ πέμπτῃ, πῶς τὰ ἄλλα μὴ μετασχόντα τοῦ ἑνὸς ἕξει πρός τε αὑτὰ καὶ πρὸς τὸ ἕν· ἐν δὲ τῇ ἕκτῃ, πῶς τὸ ἓν, εἰ μὴ ἔστιν οὕτως, ὡς πῆ μὲν ὂν, πῆ δὲ μὴ ὂν, ἕξει πρός τε αὑτὸ καὶ τὰ ἄλλα· ἐν δὲ τῇ ἑβδόμῃ, πῶς τὸ ἓν, εἰ μὴ ἔστιν οὕτως, ὡς μηδαμῆ ὂν, ἕξει πρός τε αὑτὸ καὶ πρὸς τὰ ἄλλα· ἐν δὲ τῇ ὀγδόῃ, πῶς τὰ ἄλλα πρὸς αὑτὰ καὶ πρὸς τὸ ἓν μὴ ὂν ἕξει, συνταττόμενα τῷ πῆ μὲν ὄντι, πῆ δὲ οὐκ ὄντι· ἐν δὲ τῇ ἐννάτῃ, πῶς τὰ ἄλλα πρός τε αὑτὰ καὶ τὸ ἓν μὴ ὂν ἕξει, συνταττόμενα τῷ ἑνὶ μηδαμῶς ὄντι· καὶ οὕτως ἐν ταύτῃ λαμβάνει τέλος ἡ μέθοδος, ἐπεξελθοῦσα πᾶσι τοῖς σημαινομένοις τοῦ τε ἑνὸς καὶ τοῦ μὴ ὄντος, καὶ διὰ πάντων τελεωσαμένη τὴν θεωρίαν εἰς ἐννέα συνῃρημένην ὑποθέσεις. Ἐπὶ μὲν γὰρ ἑνὸς σημαινομένου τοῦ ἑνὸς ἀληθεύειν καὶ τὰ καταφατικὰ καὶ τὰ ἀποφατικὰ καὶ τὰ συναμφότερα, τῶν ἀδυνάτων ἦν· οἷον ὅτι τὸ ἓν οὔτε ταὐτόν ἐστιν οὔτε ἕτερον· καὶ τὸ αὐτὸ τοῦτο, ταὐτὸν καὶ ἕτερον· καὶ πάλιν τὸ αὐτὸ τοῦτο, καὶ ταὐτὸν καὶ οὐ ταὐτὸν, καὶ ἕτερον καὶ οὐχ ἕτερον. Ἀνάγκη οὖν δὴ τὸν θέλοντα πάντα ἐπὶ τοῦ αὐτοῦ συνάγειν ὄντως ἀθύρειν, καὶ παιδιὰν οὐ πρεσβυτικὴν, ἀλλὰ παιδαριώδη, μετιέναι κατʼ ἐκείνης φερόμενον. Εἰ δὲ δεῖ πάντα ἀληθεύειν, ὅσα συμπεραίνεται περὶ τὸ ἓν ὡς εἶναι λαβὼν τὸ ἓν, ἀναγκαίως ἑπόμενα τῷ εἶναι τὸ ἓν, ὥστε ψεύδεσθαι τὰ ἑπόμενα τῷ μὴ εἶναι τὸ ἓν — ἀδύνατον γὰρ ἢ ἀληθῆ τοῖς μαχομένοις ἀμφοτέροις ἀκολουθεῖν, ἢ τῷ αὐτῷ τὰ μαχόμενα ὑπάρχειν, εἰ μὴ κατʼ ἄλλο καὶ ἄλλο τῶν ἑπομένων ἀναγκαίων ὄντων —, δῆλον δήπουθεν ὅτι τὸ ἓν ληπτέον ἄλλως καὶ ἄλλως, ἵνʼ ἐπʼ ἄλλου μὲν αἱ ἀποφάσεις ἀληθεύωσιν, ἐπʼ ἄλλου δὲ αἱ καταφάσεις, ἀναγκαίως ἑπόμεναι τῇ θέσει τοῦ ἑνός. Καὶ οὕτω δὴ πλῆθος εἰς ἑνώσεις ἀκτέον τῶν ὑποθέσεων, κἂν ὦσι πᾶσαι περὶ τοῦ Παρμενιδείου ἑνὸς, τοῦ λόγου θεωροῦντος αὐτὸ καθὸ ἓν ἢ καθὸ ὂν ἢ ἅμα καθὸ ἓν καὶ καθὸ ὂν, καὶ διάφορα διὰ ταῦτα συνάγοντος· καὶ πάλιν ὅταν μὴ εἶναι τεθῇ τὸ ἓν, ἢ τὸ πῆ μὴ ὂν ἡμῶν λαμβανόντων ἢ τὸ ἁπλῶς μὴ ὂν, καὶ συνάγοντος ἐπʼ ἀμφοτέρων ἀδύνατα, διὰ δὲ τούτων πάντων ἐννέα τὰς ὑποθέσεις ἀποτελοῦντος, ὡς διείλομεν. Καὶ ὅτι μὲν τὸ ἓν τριχῶς, ἢ τὸ μόνως ἓν, ἢ τὸ μετεχόμενον μὲν ὑπὸ τοῦ ὄντος, αὐτοτελὲς δὲ ὑπάρχον, ἢ τὸ μετεχόμενον μὲν, οὕτω δὲ, ὡς ἕξις, δῆλον. Καὶ γὰρ νοῦς ὁ μὲν ἀμέθεκτος, ὁ δὲ μετεχόμενος, ἀλλʼ οὐσιώδης, ὁ δὲ μετεχόμενος, ἀλλʼ ὡς ἕξις· καὶ ψυχὴ ἡ μὲν ἀμέθεκτος, ἡ δὲ μετεχομένη μὲν, χωριστὴ δὲ τῶν μετεχόντων, ἡ δὲ καὶ μετεχομένη καὶ ἀχώριστος· καὶ ἔχομεν πάντα ταῦτα τὰ σημαινόμενα παρʼ αὐτῷ, καὶ τοῦ νοῦ καὶ τῆς ψυχῆς, ἐν Τιμαίῳ διακεκριμένως. Ὅτι δὲ καὶ τὸ μὴ ὂν διχῶς, ἢ τὸ πῆ μὲν ὂν, πῆ δὲ μὴ ὂν, ἢ τὸ μηδαμῶς ὂν, αὐτὸς ἐν Πολιτείᾳ διεῖλεν· ὥστε εἰ τὸ μὲν τριχῶς, τὸ δὲ διχῶς, εἰκότως τοσοῦτόν ἐστι τῶν ὑποθέσεων πλῆθος. Καὶ γὰρ τὰ ἄλλα, τοῦ ἑνὸς ὑποτεθέντος μὲν εἶναι διχῶς, ἐξ ἀνάγκης διὰ τοῦ μετέχειν τοῦ ἑνὸς ἢ μὴ μετέχειν· πάλιν δὲ ὑποτεθέντος μὴ εἶναι διχῶς, ἢ τοῦ πῆ ὄντος ἑνὸς, ἀλλὰ ὄντος, ἢ τοῦ μηδαμῶς ὄντος ἑνὸς, καὶ ἔχοντα ἢ τὸ πῆ ὂν καὶ ἓν, ἢ τὸ μηδαμῶς ἕν· ὥστε ἐννέα ἂν εἶεν ἐξ ἀνάγκης αἱ ὑποθέσεις. Ὅτι γὰρ τοσοῦτόν ἐστιν αὐτῶν τὸ πλῆθος, ἱκανῶς ἐπιστώσαντο καὶ οἱ τὸ λογικὸν ἐπισκεψάμενοι τοῦ διαλόγου μόνον καὶ οἷον τὰ ἴχνη τῶν τοῦ Πλάτωνος λόγων μεταδιώξαντες. Ἀπʼ αὐτῶν γὰρ τούτων, ὥσπερ ἰχνῶν, οἱ πρὸ ἡμῶν καὶ τῆς ἀληθοῦς τοῦ φιλοσόφου διαθέσεως καὶ τῆς πραγματειώδους οἰκονομίας οὐκ ἠστόχησαν. Καὶ τί δεῖ πολλὰ λέγειν; Αὐτὸς γὰρ ἡμῖν ὁ φιλόσοφος ποιήσει κατάδηλον τὴν διαίρεσιν, ὅταν εἴσω αὐτῶν γενώμεθα τῶν ῥημάτων· ὡς ὅσοι τὸ πλῆθος αὐτῶν ἢ συνέστειλαν ἢ ἐμήκυναν οὐ δέον, οἱ μὲν τὰς διαφερούσας συνέχεαν, οἱ δὲ τὰς ἡνωμένας καὶ ἐκ μιᾶς ἀρχῆς ἠρτημένας κατέτεμον. Ἡμῖν δὲ ἐπὶ τούτων μενετέον τῶν ὅρων, καὶ τοσαύτας εἶναι τὰς ὑποθέσεις ῥητέον, ὁπόσας καὶ αὐτὸν οἰόμεθα τὸν Πλάτωνα γνωρίμους ἡμῖν ποιήσειν τοῦ λόγου προϊόντος· οὐ γὰρ ἀλλαχόθεν ἢ ἐκ τῶν κειμένων δεῖ λαμβάνειν τὴν ὅλην διαίρεσιν. Εἰσὶ τοίνυν ἐννέα ὑποθέσεις, τοσαῦται γενόμεναι κατὰ τὸν εἰρημένον τρόπον, τοῦ τε ἑνὸς καὶ τοῦ μὴ ὄντος διαφόρως ἐπινοουμένων· ὥστε πρὸς ταύτην γε τὴν ζήτησιν οὐδὲν δεῖ πλείω λέγειν, ἀλλʼ ἱκανὰ τὰ εἰρημένα πρὸς τὴν λογικὴν τῶν προκειμένων ἐπίσκεψιν. Ἤδη δέ τινες πραγματειωδεστέρων ἁπτόμενοι λόγων οὐκ ἀξιοῦσι πολλὰς εἶναι τὰς ὑποθέσεις, οὐδὲ ὅλως εἶναι περὶ πολλῶν καὶ διαφερόντων τὰς πολυτρόπους καὶ ποικίλας ἐπιφορὰς, ἀλλʼ ἐρωτῶσι πότερον ἓν καὶ ταὐτὸν παραλαμβάνεται σημαινόμενον τοῦ ἑνὸς ἐν ταῖς ὑποθέσεσι πάσαις, ἢ οὐχ ἓν, ἀλλʼ ἄλλο κατʼ ἄλλην· εἰ μὲν γὰρ μοναχῶς παραλαμβάνοιτο τὸ ἓν, οὔτε πολλαὶ αἱ ὑποθέσεις, ἀλλὰ μία· καθʼ ἕκαστον γὰρ πρᾶγμα μία ὑπόθεσις, οὔτε περὶ ἀρχῶν ὁ διάλογός ἐστιν, ὥς φατε — φαῖεν ἂν —, ἀλλὰ ἄρα περὶ ἀρχῆς· τὸ γὰρ ἓν περὶ οὗ ὁ λόγος ἀρχὴ μέν ἐστιν, ἀρχαὶ δὲ οὐδαμῶς· εἰ δὲ πλεοναχῶς λέγεται τὸ ἓν, καὶ ἄλλοτε ἐπʼ ἄλλῳ σημαινομένῳ πλέκει τὰ συνημμένα καὶ ποικίλλει τὰς ὑποθέσεις, ἁμαρτάνει τοῦ σκοποῦ τῆς προειρημένης μεθόδου· δεῖ γὰρ ἓν καὶ τὸ αὐτὸ τιθέμενον καὶ ἀναιροῦντα σκοπεῖν τὰ συμβαίνοντα, καὶ μὴ μεταπηδᾷν ἐπʼ ἄλλο καὶ ἄλλο σημαινόμενον. Ἔστι μὲν οὖν, ὅπερ ἔφην, ἡ ζήτησις αὕτη πραγματειώδης μᾶλλον, λογικωτέρα δὲ ἡ πρὸ αὐτῆς. Δεῖ δέ με, πρὶν ἐπὶ τὴν διάλυσιν αὐτῆς τράπωμαι, καὶ περὶ ἀρχῆς ὀλίγα ἄττα διελθεῖν, ὁπόσα πρὸς τὴν τῶν προκειμένων ἡμῖν συντελέσει διάρθρωσιν. Τὴν τοίνυν ἀρχὴν τῶν ὄντων ἁπάντων καὶ μὴ ὄντων τὸ ἓν λέγοντες — ἐπειδὴ τὸ ἡνῶσθαι πᾶσίν ἐστιν ἀγαθὸν καὶ τὸ τῶν ἀγαθῶν μέγιστον, τὸ δὲ παντεπόπτου ἑνὸς διαιρεῖσθαι κακὸν καὶ κακῶν ἔσχατον· ἀνομοιότητος γὰρ καὶ ἀσυμπαθείας ἡ διαίρεσις αἰτία γίγνεται καὶ τῆς τοῦ κατὰ φύσιν ἐκστάσεως —, τὴν δʼ οὖν ἀρχὴν τῶν ὅλων, ὡς τοῦ μεγίστου τῶν ἀγαθῶν πᾶσι χορηγὸν, ἑνοποιὸν τῶν πάντων καὶ ἓν διὰ τοῦτο προσαγορεύσαντες, ἐντεῦθεν ἤδη καὶ πᾶσαν ἀρχὴν, καθὼς ταύτην ἔλαχε τὴν ἀξίαν ἐν τοῖς οὖσιν, ἑνάδα τινά φαμεν ὑπάρχειν, καὶ τὸ ἐν ἑκάστῃ τάξει τῶν πραγμάτων ἑνικώτατον· πρῶτον μὲν οὐκ ἐν τοῖς μέρεσιν, ἀλλʼ ἐν τοῖς ὅλοις τιθέμενοι τοῦτο τὸ ἀρχικὸν, οὐδὲ ἔν τινι τῶν πολλῶν, ἀλλʼ ἐν ταῖς μονάσι ταῖς συνεκτικαῖς τοῦ πλήθους, ἔπειτα καὶ τῶν μονάδων ἐν ταῖς ἀκρότησι καὶ τοῖς ἑνικωτάτοις αὐτὸ μάλιστα θεωροῦντες, καθὸ καὶ αὗται συνήνωνται πρὸς τὸ ἓν καὶ τεθέωνται καὶ ἀνεκφοίτητοι τῆς μιᾶς εἰσιν ἐκείνης ἀρχῆς. Οἷον ὃ λέγω — γιγνέσθω γὰρ ἐπʼ αὐτῶν τῶν πραγμάτων ἡμῖν ὁ λόγος —, τοῦ φωτὸς αἴτια πολλὰ καθορώμενα, τὰ μὲν οὐράνια, τὰ δὲ ὑπὸ σελήνην· καὶ γὰρ ἐκ τοῦ ἐνύλου πυρὸς καὶ ἀπὸ σελήνης καὶ ἀπὸ τῶν ἄλλων ἄστρων πρόεισιν ἄλλο ἄλλως εἰς τὸν τῇδε τόπον. Ἀλλʼ εἴ τις παντὸς τοῦ ἐγκοσμίου φωτὸς τὴν μονάδα τὴν μίαν ἐπιζητήσειεν, ἀφʼ ἧς καὶ τὰ ἄλλα φωτεινὰ καὶ χορηγὰ φωτός ἐστιν, οὐκ ἄλλην, οἶμαι, θήσεται ταύτην ἢ τὴν φαινομένην ταύτην τοῦ ἡλίου περιφοράν· αὕτη γὰρ ἄνωθέν ποθεν ἐκ τοῦ κρυφίου, φασὶ, προελθοῦσα καὶ ὑπερουρανίου διακόσμου πᾶσιν ἐνέσπειρε τοῖς ἐγκοσμίοις τὸ σύμμετρον ἑκάστου φῶς. Ἢ πόθεν ἄλλοθεν τά τε ἄστρα καὶ τὸ ἀφεγγὲς τῆς ὕλης τοῦ φωτὸς μεταλαγχάνει; Τί οὖν; ἆρα τὸ φαινόμενον τοῦτο σῶμα τοῦ φωτὸς ἀρχὴν προσεροῦμεν; ἀλλὰ διαστατόν ἐστι καὶ μεριστὸν, καὶ ἄλλο ἐξ ἄλλου μορίου τῶν ἐν αὐτῷ πρόεισι φῶς· ἡμεῖς δὲ ἐπιζητοῦμεν τὴν μίαν ἀρχὴν τοῦ φωτός. Μήποτε οὖν τὴν ψυχὴν τὴν ποδηγοῦσαν αὐτογεννητικὴν ὑποληπτέον τοῦ φωτός; ἀλλὰ γεννᾷ μὲν καὶ αὕτη τὸ φῶς, οὐ μέντοι πρώτως· πλῆθος γάρ ἐστι καὶ αὕτη· τὸ δὲ φῶς ἔμφασιν ἔχει τῆς ἁπλῆς καὶ ἑνοειδοῦς ὑποστάσεως. Μήποτε οὖν ὁ νοῦς ὁ τῆς ψυχῆς αἴτιος; ἀλλὰ καὶ οὗτος μᾶλλον μὲν ἥνωται τῆς ψυχῆς, οὔπω δὲ ἡ κυρίως ἀρχὴ καὶ πρώτως. Λείπεται δὴ τὸ ἓν, τοῦ νοῦ τούτου καὶ τὴν ὕπαρξιν καὶ τὸ οἷον ἄνθος, τοῦτο εἶναι τὴν πρώτην ἀρχὴν καὶ τούτου τοῦ φωτός· τοῦτο γάρ ἐστιν ὁ κυρίως ἥλιος ἐν τῷ ὁρατῷ βασιλεύων, ἔγγονος ὢν ἀγαθοῦ. Πᾶσα γὰρ ἑνὰς ἐκεῖθεν, καὶ πᾶσα θεότης ἐκ τῆς ἑνάδος τῶν ἑνάδων καὶ τῆς πηγῆς τῶν θεῶν. Καὶ ὥσπερ ἐκείνη τοῦ ἐκεῖ φωτός ἐστιν ἀρχὴ τοῖς νοητοῖς, οὕτω δὴ καὶ τῆς ἡλιακῆς τάξεως ἑνὰς τοῦ τῇδε φωτός ἐστιν ἀρχὴ τοῖς ὁρατοῖς· ὡς εἰ χρὴ μίαν αἰτίαν καὶ ἀρχὴν λαβεῖν παντὸς τοῦ ἐγκοσμίου φωτὸς, ταύτην τὴν ἑνάδα ληπτέον ἀνάλογον οὖσαν τῷ ἑνὶ καὶ ἐν αὐτῷ κρυφίως ἱδρυμένην καὶ ἀνεκφοίτητον οὖσαν ἐξ αὐτοῦ. Ταύτης δὲ τῆς ἑνάδος πρὸ τοῦ νοῦ τοῦ ἡλιακοῦ τεταγμένης, ἔστι καὶ ἐν τῷ νῷ, καθὸ νοῦς, τὸ ἓν ὑπʼ αὐτοῦ μετεχόμενον, οἷον σπέρμα καταβεβλημένον εἰς αὐτὸν, διʼ οὗ συνῆπται πρὸς ἐκείνην, καὶ οὐκ ἐν τούτῳ μόνῳ, ἀλλὰ καὶ ἐν τῇ ἡλιακῇ ψυχῇ· καὶ γὰρ αὕτη κατὰ τὸ ἑαυτῆς ἓν ἀνάγεται διὰ μέσου τοῦ ἐν τῷ νῷ ἑνὸς πρὸς αὐτήν. Ὡσαύτως καὶ ἐν τῷ σώματι τῷ ἡλιακῷ πάντως ἐστί τι καὶ ἐκείνης ἀπήχημα· καὶ γὰρ τοῦτο δεῖ μετέχειν τῶν ὑπὲρ αὐτὸ, τῆς μὲν ψυχῆς κατὰ τὴν ζωὴν τὴν εἰς αὐτὸ σπαρεῖσαν, τοῦ δὲ νοῦ κατὰ τὸ εἶδος, τῆς δὲ ἑνάδος κατὰ τὸ ἓν, ἐπεὶ καὶ ἡ ψυχὴ καὶ νοῦ μετέχει καὶ ἐκείνης, καὶ αἱ μεθέξεις ἄλλαι τῶν μετεχομένων· καὶ εἴποις ἂν τοῦ ἡλιοειδοῦς φωτὸς αἴτιον εἶναι προσεχῶς τοῦτο τὸ ἓν, ὅπερ ἔχει κατὰ τὴν τῆς ἑνάδος ἐκείνης μέθεξιν. Ὡσαύτως, εἰ ζητοίημεν τὴν πάντων σωμάτων οἷον ῥίζαν, ἀφʼ ἧς ἐβλάστησε τὰ ἐν οὐρανῷ καὶ τὰ ὑπὸ σελήνην, τά τε ὅλα καὶ τὰ μέρη, λέγοιμεν ἂν ταύτην εἶναι τὴν φύσιν οὐκ ἀπεικότως, ἀρχὴν κινήσεως οὖσαν καὶ ἠρεμίας πᾶσι τοῖς σώμασιν, ἐν αὐτοῖς ἡδρασμένην τοῖς κινουμένοις καὶ ἠρεμοῦσι — λέγω δὲ φύσιν τὴν μίαν ζωὴν τοῦ κόσμου παντὸς ὑπερέχουσαν, καὶ μετασχοῦσαν μετὰ νοῦν καὶ ψυχὴν, διὰ νοῦ καὶ ψυχῆς, γενέσεως —, καὶ ταύτην μᾶλλον ἢ τῶν πολλῶν τι καὶ μερικῶν· οὐ μὴν οὐδὲ ταύτην κυρίως ἀρχήν· καὶ γὰρ αὐτὴ πλῆθος ἔχει δυνάμεων, καὶ διʼ ἄλλων ἄλλα κατευθύνει μέρη τοῦ παντός. Ἡμεῖς δὲ τὴν μίαν καὶ κοινὴν πάντων ἀρχὴν ἐν τῷ παρόντι ζητοῦμεν, ἀλλʼ οὐ τὰς διῃρημένας καὶ πολλὰς ἀρχάς. Ἀλλʼ εἰ δεῖ τὴν μίαν ἐκείνην ἀρχὴν ἀνευρεῖν, ἐπὶ τὸ ἑνικώτατον τῆς φύσεως ἀναδραμεῖν χρὴ καὶ τὸ ἄνθος αὐτῆς, καθὸ καὶ ἡ φύσις θεὸς, καὶ ὃ τῆς οἰκείας ἐξήρτηται πηγῆς, καὶ ὃ συνέχει τὸ πᾶν καὶ ἑνοῖ καὶ ἑαυτῷ ποιεῖ συμπαθές· ἐκεῖνο οὖν ἐστι τὸ ἓν, ἡ ἀρχὴ πάσης γεννήσεως καὶ ταῖς πολλαῖς τῆς φύσεως δυνάμεσι καὶ ταῖς μερικαῖς φύσεσι καὶ ἁπλῶς πᾶσι τοῖς ὑπὸ φύσεως βασιλευομένοις. Τὸ δὴ τρίτον λέγομεν ἐπὶ τῆς γνώσεως· φαμὲν γὰρ εἶναι καὶ γνώσεως ἀρχὴν, οὐ δήπου φαντασίαν καὶ αἴσθησιν λέγοντες· οὐδὲν γὰρ ἐν ταύταις ἀμερές ἐστι καὶ ἄυλον καὶ ἀσχημάτιστον γνωστόν. Ἀλλʼ οὐδὲ τὴν δοξαστικὴν καὶ διανοητικὴν γνῶσιν ἀρχὴν γνώσεως ἐροῦμεν· ἡ μὲν γὰρ οὐκ οἶδε τὰς αἰτίας, ἀλλʼ ἔστιν ἄλογος, ὥς φησι καὶ ἡ Διοτίμα· τὸ γὰρ ὅτι μόνον διερευνᾶται τῶν πραγμάτων· ἡ δὲ εἰ καὶ τὴν αἰτίαν οἶδεν, ἀλλὰ μεριστῶς ἀντιλαμβάνεται τῶν πραγμάτων, καὶ οὐκ ἔχει τὸ ὅλον, οὐδὲ τὸ ἀεὶ καὶ ὡσαύτως καὶ τὸ ἄθρουν καὶ ἀσύνθετον καὶ τὸ ἁπλοῦν· οὐδʼ ἄρα ταῦτα ἀρχὰς τῆς γνώσεως θετέον. Μήποτε οὖν ὁ νοῦς ἀρχὴ τῆς γνώσεως; καὶ γὰρ ὁμοῦ πᾶσα ἡ ἐν αὐτῷ γνῶσις καὶ ἀμετάβατος καὶ ἀμέριστος. Ἀλλʼ εἰ μὲν ἀπλήθυντος ἦν ἡ τοῦ νοῦ γνῶσις, ὡς ἀπλήθυντος εἶναι πάντη καὶ μία, τάχα ἂν αὐτὴν ἀρχὴν ἐθέμεθα γνώσεως ἐπεὶ δὲ οὐ μία μόνον ἐστὶν, ἀλλὰ καὶ ποικίλη, καὶ νοήσεις ἐν αὐτῷ πολλαὶ, καὶ ὅλου νοήσεις οὐχὶ καὶ τῶν ἄλλων ἐστὶν ὁμοίως νοητῶν — ὡς γὰρ τὰ νοητὰ διακέκριται ἀλλήλων, οὕτω καὶ αἱ νοήσεις —, ἀνάγκη μηδεμίαν τούτων εἶναι γνώσεως ἀρχήν· ὁμοίως γάρ εἰσι πᾶσαι νοήσεις. Ἀλλʼ εἰ χρὴ τὴν μίαν ἀρχὴν τῆς γνώσεως εἰπεῖν, τὸ ἓν αἰτιατέον τοῦ νοῦ τὸ γεννητικὸν πάσης τε τῆς ἐν αὐτῷ γνώσεως καὶ τῆς ἐν ταῖς δευτέραις τάξεσι τῶν ὄντων θεωρουμένης. Τοῦτο γὰρ ἐξῃρημένον τῶν πολλῶν ἀρχὴ τῆς γνώσεώς ἐστιν αὐτοῖς, οὐ τοιοῦτον ὑπάρχον, οἷον ἡ τῶν νοητῶν ταυτότης· αὕτη γὰρ τῇ ἑτερότητι σύστοιχος καὶ καταδεεστέρα τῆς οὐσίας ἐστί· τὸ δὲ ἓν ἐπέκεινα τῆς νοερᾶς οὐσίας καὶ συνεκτικὸν αὐτῆς, καὶ διὰ τοῦτο τὸ ἓν θεός ἐστι καὶ νοῦς, ἀλλὰ οὐ διὰ τὸ ταὐτὸν οὐδὲ διὰ τὴν οὐσίαν· οὐδὲ γὰρ ὅλως, καθὸ νοῦς, θεός· νοῦς γὰρ δὴ καὶ ὁ μερικὸς νοῦς, ἀλλʼ οὐ θεός· καὶ νοῦ μὲν ἴδιον τὸ θεωρεῖν καὶ νοεῖν τὰ ὄντα καὶ κρίνειν· θεοῦ δὲ, τὸ ἑνίζειν, τὸ γεννᾷν, τὸ προνοεῖν, καὶ ἕκαστον τῶν τοιούτων. Τῷ οὖν ἑαυτοῦ μὴ νῶ θεός ἐστιν ὁ νοῦς· καὶ τῷ ἑαυτοῦ μὴ θεῷ νοῦς ἐστιν ὁ ἐν αὐτῷ θεός· καὶ ὁ θεῖος νοῦς, τὸ ὅλον, οὐσία νοερὰ μετὰ τῆς οἰκείας ἀκρότητος καὶ τῆς οἰκείας ἐστὶν ἑνότητος, ἑαυτὴν μὲν γινώσκουσα καθόσον νοερὰ, μεθύουσα δὲ, ὥς τίς φησι, τῷ νέκταρι, καὶ ὅλην γεννῶσα τὴν γνῶσιν, καθόσον ἐστὶν ἄνθος τοῦ νοῦ καὶ ὑπερούσιος ἑνάς. Πάλιν οὖν καὶ τὴν ἀρχὴν τῆς γνώσεως ζητοῦντες ἐπὶ τὸ ἓν ἀναβεβήκαμεν. Καὶ οὐκ ἐπὶ τούτων μόνων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πάντων ὁμοίως ἂν εὕροιμεν τὰς μὲν μονάδας ἡγουμένας τῶν οἰκείων ἀριθμῶν, τὰς δὲ τῶν μονάδων ἑνάδας ἀρχὰς κυριωτάτας τῶν πραγμάτων ὑπαρχούσας· πανταχοῦ γὰρ ἀρχὴ τὸ ἕν ἐστι. Καὶ περὶ ταύτης ἂν φήσειε τῆς ἀρχῆς καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης τὸ, ἀρχὴ δὲ ἀγένητον. Εἰ γὰρ καὶ μηδὲν τῶν εἰδῶν ὅλον ἐκλείπειν δυνατὸν, πολλῷ δήπου μᾶλλον καὶ τὴν μίαν ἀρχὴν ἑκάστου σώζεσθαι καὶ μένειν ἀϊδίως ἀναγκαῖον, ἵνα περὶ ταύτην καὶ πᾶν ὑφίστηται τὸ πλῆθος οἰκείως ἀφʼ ἑκάστης ὁρμωμένων. Ταὐτόν ἐστιν εἰπεῖν ἑνάδα καὶ ἀρχὴν, εἴπερ ἡ ἀρχὴ πανταχοῦ τὸ ἑνικώτατον· ὥστε ὁ περὶ τοῦ ἑνὸς παντὸς διαλεγόμενος περὶ ἀρχῶν ἂν ποιοῖτο τὸν λόγον, καὶ οὐδὲν ταύτῃ διενήνοχε περὶ ἀρχῶν λέγειν εἶναι τὴν πρόθεσιν ἢ περὶ τοῦ ἑνός. Πᾶσαν οὖν τὴν ἀσώματον οὐσίαν ἓν ἠξίουν καὶ οἱ ἄνδρες ἐκεῖνοι προσαγορεύειν, ἄλλα δὲ τὴν σωματικὴν καὶ ὅλως μεριστήν· ὥστε ὅπως ἂν λαμβάνοις τὸ ἓν, οὐκ ἐκβαίνεις τὴν τῶν ἀσωμάτων ὑποστάσεων καὶ τῶν ἀρχικῶν ἑνάδων θεωρίαν· πᾶσαι γὰρ αἱ ἑνάδες ἐν ἀλλήλαις εἰσὶ καὶ ἥνωνται πρὸς ἀλλήλας, καὶ πολλῷ μείζων ἡ ἕνωσις ἐκείνων τῆς ἐν τοῖς οὖσι κοινωνίας καὶ ταυτότητος. Ἔστι μὲν γὰρ καὶ ἐν τούτοις σύγκρισις τῶν εἰδῶν, καὶ ὁμοιότης καὶ φιλία καὶ μέθεξις ἀλλήλων· ἡ δὲ ἐκείνων ἕνωσις, ἅτε ἑνάδων οὖσα, πολλῷ μᾶλλόν ἐστιν ἑνοειδὴς καὶ ἄρρητος καὶ ἀνυπέρβλητος· πᾶσαι γάρ εἰσιν ἐν πάσαις, ὃ μὴ ἔστιν ἐν τοῖς εἴδεσι· ταῦτα γὰρ μετέχει μὲν ἀλλήλων, πάντα δὲ ἐν πᾶσιν οὐκ ἔστιν. Ἀλλʼ ὅμως καὶ ταύτης οὔσης ἐκεῖ τῆς ἑνώσεως, οὕτω θαυμαστή τίς ἐστι καὶ ἀμιγὴς αὐτῶν ἡ καθαρότης, καὶ ἡ ἑκάστων ἰδιότης πολλῷ τελεώτερον τῆς τῶν εἰδῶν ἑτερότητος, ἀσύγχυτα τηροῦσα τὰ θεῖα καὶ διακεκριμένας τὰς οἰκείας δυνάμεις· ὥστε ἄλλα μὲν εἶναι τὰ ὁλικώτερα, ἄλλα δὲ τὰ μερικώτερα, καὶ ἄλλα μὲν τὰ κατὰ τὴν μονὴν, ἄλλα δὲ τὰ κατὰ τὴν πρόοδον, ἄλλα δὲ τὰ κατὰ τὴν ἐπιστροφὴν, καὶ ἄλλα μὲν τὰ γεννητικὰ, ἄλλα δὲ τὰ ἀναγωγικὰ, ἄλλα δὲ τὰ δημιουργικὰ, καὶ ἁπλῶς ἄλλην ἄλλων εἶναι θεῶν ἰδιότητα συνοχικὴν, τελεσιουργὸν, δημιουργικὴν, ἀφομοιωτικὴν, καὶ ὅσας μετὰ τούτων ὑμνουμένας παρειλήφαμεν. Οὔσης δὲ ἐκεῖ καὶ ἑνώσεως ἀφράστου καὶ τῆς ἑκάστων ἰδιότητος — καὶ γὰρ πᾶσαι ἐν πάσαις αἱ ἑνάδες, καὶ ἑκάστη χωρὶς —, ἡμεῖς ἀπὸ τῶν δευτέρων καὶ τῶν ἐξηρτημένων τήν τε ἕνωσιν αὐτῶν καὶ τὴν ἰδιότητα γινώσκομεν. Καὶ γὰρ ἐπὶ τῶν ἐμφανῶν θεῶν ἄλλην μὲν εἶναι τὴν ἡλιακὴν ψυχὴν, ἄλλην δὲ τὴν χθονίαν λέγομεν, ὁρῶντες καὶ τὰ φαινόμενα σώματα πολλὴν ἔχοντα τὴν ἐξαλλαγὴν κατά τε τὴν οὐσίαν καὶ τὰς δυνάμεις καὶ τὴν ἐν τοῖς ὅλοις ἀξίαν. Ὥσπερ οὖν ἐκ τῆς αἰσθήσεως ὁρμώμενοι τὴν τῶν ἀσωμάτων οὐσιῶν διαφορὰν λαμβάνομεν, οὕτω δὴ καὶ ἐκ τῆς τῶν ἀσωμάτων οὐσιῶν ἐξαλλαγῆς τὴν τῶν πρώτων ἑνάδων καὶ ὑπερουσίων ἀμιγῆ διάκρισιν γινώσκομεν καὶ τὰς ἑκάστων ἰδιότητας· ἑκάστη γὰρ ἑνὰς ἔχει πλῆθος ἐξηρτημένον, ἡ μὲν νοητὸν, ἡ δὲ νοερὸν, ἐχούσης τῆς μὲν καὶ νοητὸν ἅμα καὶ νοερὸν ἁπλῶς, καὶ ταύτης ᾗ μὲν ἀμέθεκτον, ᾗ δὲ μεθεκτὸν, καὶ ταύτης ᾗ μὲν ὑπερκόσμιον, ᾗ δὲ ἐγκόσμιον· καὶ μέχρι τούτων ἡ τῶν ἑνάδων πρόοδος. Θεωροῦντες οὖν τὸ πλάτος τῆς ἀσωμάτου πάσης ὑποστάσεως τῆς ὑπεστρωμένης αὐτοῖς καὶ τὴν κατὰ μέτρα προϊοῦσαν ἐξαλλαγὴν ἀπὸ τοῦ κρυφίου πρὸς τὸ διακεκριμένον, εἶναι δήπου καὶ ἐν αὐταῖς ταῖς ἑνάσιν ἰδιότητα καὶ τάξιν μετὰ τῆς ἑνώσεως πιστεύομεν. Ἐκ γὰρ τῆς τῶν μετεχόντων διαφορᾶς τὴν τῶν μετεχομένων διάκρισιν γνωρίζομεν· οὐ γὰρ ἂν τοῦ αὐτοῦ μετέχοντα ἀπαραλλάκτως τοσαύτην ἔσχε τὴν πρὸς ἄλληλα διαφοράν.

`1050–1051`

Ἀλλὰ ταῦτα μὲν εἰρήσθω περί τε τῆς ὑποστάσεως τῶν πρώτων ἑνάδων καὶ τῆς ἐν ἀλλήλαις αὐτῶν κοινωνίας τε καὶ διακρίσεως, ὧν τὴν μὲν ἰδιότητα, τὴν δὲ ἕνωσιν καλεῖν εἰώθαμεν, ἀντιδιαστέλλοντες αὐτὰς καὶ τοῖς ὀνόμασιν ἀπὸ τῆς ἐν ταῖς οὐσίαις ταὐτότητος καὶ ἑτερότητος· ὑπερούσιοι γὰρ αἱ ἑνάδες αὗται, καὶ, ὥς φησί τις, ἄνθη καὶ ἀκρότητες. Οὔσης δὲ ἐν αὐταῖς, ὥσπερ εἴπομεν, καὶ τῆς ἑνώσεως καὶ τῆς διακρίσεως, τοῦτο πραγματευόμενος ὁ Παρμενίδης, ὅπως ἂν ἐκφαίνῃ πᾶσαν αὐτῶν τὴν πρόοδον ἄνωθεν ἀπὸ τῆς ἐξῃρημένης ἑνάδος, παραλαμβάνει μὲν εἰς ὑπόθεσιν τὸ ἓν τὸ ἑαυτοῦ, τοῦτο δέ ἐστι τὸ ἐν τοῖς οὖσι θεωρούμενον, καὶ τοῦτο τεθέαται ποτὲ μὲν ᾗ ἓν, ποτὲ δὲ ᾗ μετεχόμενον· τὸ μὲν ἡγούμενον φυλάττεται ταὐτὸν ἀεὶ θεωρῶν αὐτὸ πλεοναχῶς, ἐξαλλάττει δὲ τὸ ἑπόμενον, ἵνα διὰ μὲν τῆς τοῦ ἡγουμένου ταυτότητος τὴν ἕνωσιν ἐνδείξηται τῶν θείων ἑνάδων — ἣν γὰρ ἂν τούτων λάβοις, τὴν αὐτὴν ταῖς ἄλλαις λαμβάνεις, διότι δὴ πᾶσαι καὶ ἐν ἀλλήλαις εἰσὶ καὶ ἐνερρίζωνται τῷ ἑνί· καθάπερ γὰρ τὰ δένδρα ταῖς ἑαυτῶν κορυφαῖς ἐνίδρυνται τῇ γῇ καὶ ἔστι γήινα κατʼ ἐκείνας, τὸν αὐτὸν τρόπον καὶ τὰ θεῖα ταῖς ἑαυτῶν ἀκρότησιν ἐνερρίζωνται τῷ ἑνὶ, καὶ ἕκαστον αὐτῶν ἑνάς ἐστι καὶ ἓν διὰ τὴν πρὸς τὸ ἓν ἀσύγχυτον ἕνωσιν· διὰ δὲ τῆς ἐξαλλαγῆς τοῦ ἑπομένου, ποτὲ μὲν τὸ ὅλον, ποτὲ δὲ τὸ σχῆμα, ποτὲ δὲ ἄλλο τι προσλαμβάνων, καὶ ταῦτα καταφατικῶς ἢ ἀποφατικῶς, τὴν διάκρισιν αὐτῶν καὶ τὴν ἰδιότητα τῶν θείων τάξεων ἑκάστης· διὰ δὲ τοῦ συνημμένου παντὸς, ὁμοῦ τήν τε κοινωνίαν τῶν θείων καὶ τὴν ἄμικτον ἑκάστων καθαρότητα. Καὶ διὰ τοῦτο, ἓν μὲν τὸ ἡγούμενον, πολλὰ δὲ τὰ ἑπόμενα καὶ πολλὰ τὰ συνημμένα καὶ ὑποθέσεις πλείους δυοῖν, τοῦ Παρμενίδου διὰ τῆς τοῦ ἑνὸς ὄντος ὑποθέσεως ποτὲ μὲν ἐπὶ τὸ ἓν τὸ πρὸ τῶν μεθεκτικῶν ἑνάδων ἀνατρέχοντος, ποτὲ δὲ τὸ ἐν τοῖς οὖσι πλάτος αὐτῶν διεξιόντος, ποτὲ δὲ τὴν ὑφειμένην τοῦ ὄντος αὐτῶν ὑπόστασιν ἀνευρίσκοντος. Ὅλως δὲ, ἐπειδὴ προείρηται περὶ τῆς μεθόδου ταύτης ὅτι σκοπὸς αὐτῇ θεμένῃ τόδε τι κατιδεῖν τί ἕπεται αὐτῷ πρὸς αὑτὸ καὶ τὰ ἄλλα καὶ τί οὐχ ἕπεται, καὶ αὖ τοῖς ἄλλοις πρός τε ἄλληλα καὶ πρὸς τὸ ὑποτεθὲν, ὀψόμεθα ὅπως καὶ αὐτὸς κατὰ μὲν τὴν πρώτην ὑπόθεσιν λαμβάνει τίνα οὐχ ἕπεται τῷ ἑνὶ καὶ πρὸς αὑτὸ καὶ πρὸς τὰ ἄλλα, κατὰ δὲ τὴν δευτέραν τίνα τὰ ἑπόμενα, κατὰ δὲ τὴν τρίτην τίνα τὰ ἑπόμενα καὶ οὐχ ἑπόμενα· καὶ ὅπως ἐν ταῖς δύο πάλιν ὑποθέσεσι θεωρεῖ τίνα τὰ ἑπόμενα τοῖς ἄλλοις πρὸς αὑτὰ καὶ τὸ ὑποτεθὲν καὶ οὐχ ἑπόμενα, καὶ αὐτὸς πῶς ἐν ταῖς λοιπαῖς τέτρασι διαποικίλλει τὰς ὑποθέσεις ὁμοίως· ὥστε οὐ χρὴ ταράττεσθαι πρὸς τὸ πλῆθος βλέποντα τῶν ὑποθέσεων, οὐδὲ οἴεσθαι αὐτῶν ἐκβαίνειν τὴν προκειμένην μέθοδον, οὐδὲ ἀφίστασθαι τῆς περὶ τῶν ἀρχῶν ἑνάδος θεωρίας, ἀλλʼ ὁμοῦ τήν τε ἕνωσιν αὐτῶν ἐπιδεικνύναι καὶ τὴν διάκρισιν· πᾶσαι γάρ εἰσιν ἐν τῷ μένειν ἐν ἑνὶ συνηνωμέναι, καὶ διακέκρινται τῷ διάφορον τὴν πρόοδον ἀπὸ τοῦ ἑνὸς πεποιῆσθαι. Καὶ μὴ θαυμάσῃς εἰ ἐπὶ τῶν θείων ἑνάδων ταῦτα λέγομεν· ἀλλὰ γὰρ καὶ ἐπὶ τῶν νοερῶν οὐσιῶν οὕτως εἰώθαμεν καλεῖν ἀμέριστον οὐσίαν καὶ μίαν πᾶσαν τὴν νοερὰν, καὶ τοὺς νοῦς πάντας ἕνα, καὶ τὸν ἕνα τοὺς πάντας, διὰ τὴν ταυτότητα τὴν συναγωγὸν καὶ συνεκτικὴν πάσης τῆς νοερᾶς ὑποστάσεως. Εἰ δὲ ἐπὶ τούτων οὕτως, τί χρὴ περὶ αὐτῶν οἴεσθαι τῶν ἐν τοῖς οὖσιν ἑνάδων; οὐχ ὡς ἥνωνται διαφερόντως; οὐχ ὡς ἐν ἀλλήλαις εἰσίν; οὐχ ὡς ἡ σύγκρασις αὐτῶν ἐστιν ἀνυπέρβλητος; οὐχ ὡς ἀνεκφοίτητοι τοῦ ἑνός εἰσιν; οὐχ ὡς μορφὴν ἔχουσι πᾶσαι τοῦ ἑνός; Πανταχοῦ γοῦν τὰ πρῶτα μορφὴν ἔχει τῆς ἑαυτῶν αἰτίας. Καὶ γὰρ τῶν σωμάτων τὸ πρώτιστον ζωτικώτατον ψυχῇ παραπλησίως, καὶ ψυχῶν ἡ πρώτη νοειδὴς, καὶ ὁ νοῦς ὁ πρώτιστος θεός· ὥστε καὶ τῶν ἀριθμῶν ὁ πρώτιστος ἑνοειδὴς καὶ ἑναδικός ἐστι καὶ ὑπερούσιος, ὡς τὸ ἕν. Εἰ οὖν καὶ αἱ ἑνάδες καὶ ἀριθμός ἐστι, καὶ τὸ πλῆθος ἐκεῖ καὶ ἡ ἕνωσις.

`1052–1064`

Ταῦτα μὲν οὖν προειρήσθω περὶ τούτων ἡμῖν. Ἐπεὶ δὲ ἄλλα κατʼ ἄλλας ὑποθέσεις καὶ ἀναιρεῖ καὶ τίθησιν ὁ Παρμενίδης, καὶ τὰ αὐτὰ πολλάκις ὡδὶ μὲν ἀποφάσκει, καταφάσκει δὲ ἐπʼ ἄλλων, καὶ ὅλως δῆλός ἐστιν ὄντως πραγματειώδη παιδιὰν παίζων καὶ διʼ αὐτῆς ὁδεύων τῆς φύσεως, ἀλλʼ οὐχ, ὥς τινες ὕθλησαν, ἄψυχόν τινα καὶ κενὴν τῶν πραγμάτων μετιὼν τὴν λογικὴν γυμνασίαν οὐδὲ ἐπὶ τοῖς ἐνδόξοις ἐπιχειρήμασι μεγαλοπρεπῶς καλλωπιζόμενος, ἔδοξε τοῖς πρὸ ἡμῶν, ὅσοι δὴ καὶ γνησίως ἐφήψαντο τῆς τοῦ Πλάτωνος ἀκροάσεως, καὶ πράγματα ἄττα ταῖς ὑποθέσεσιν ἐφαρμόσαι ταύταις οἰκείως, ἵνα καθʼ ἑκάστην ὑπόθεσιν ἀναφαίνηταί τις τάξις τῶν ὄντων ἀνευρισκομένη ταῖς τοῦ Παρμενίδου μεθόδοις καὶ θεωρουμένη τὸ διάφορον τῶν ἄλλων ὑφεστηκότων, καὶ τῆς αὐτῆς, καὶ ἣν ἔχει πρὸς τὰ ἄλλα συντέλειαν. Καὶ τοῦτο δόξαν αὐτοῖς, ἄλλοι κατʼ ἄλλας ἀτραποὺς τῶν πραγμάτων πεποίηνται διανομήν. Τοσοῦτον μὴν προδιοριστέον τῶν ῥηθησομένων τί καλοῦσιν ὑπόθεσιν, οἷς ἐμέλησε τοῦ πράγματός τισιν ἐφαρμόσαι τὰς ἀποδείξεις· καὶ ὅτι οὐ πρὸς τὴν μέθοδον ἁπλῶς ὁρῶσι — δύο γάρ εἰσι κατʼ ἐκείνην ὑποθέσεις, ἡ μὲν εἶναι τιθεῖσα τὸ προκείμενον, ἡ δὲ μὴ εἶναι μόνον —, ἀλλὰ ταύτην ὀνομάζουσιν ὑπόθεσιν, ἥτις ἀναλαβοῦσα τῆς μεθόδου τὸ μέρος συνάγει τὰ ὅμοια συμπεράσματα ἢ πάντα καταφατικὸν ἢ ἀποφατικὸν ἢ ἀμφότερα. Διαφέρει δὲ αὐτοῖς οὐδὲν, εἴτε πρὸς ἑαυτὸ εἴτε πρὸς ἄλλο τι ταῦτα συνάγομεν, ἀλλʼ εἰ τὸ ποιὸν εἴη μόνον ταὐτόν· καὶ οὑτωσὶ ποιοῦσιν ἄλλας μὲν ὑποθέσεις ἐπὶ τοῦ ἑνὸς, ἄλλας δὲ καὶ ἐπὶ τῶν ἄλλων τοῦ ἑνός· ἐφʼ ἑκάστων δὲ ἁπλῶς, τῶν αὐτῶν ἡγουμένων, ἐὰν τὰ ἑπόμενα τῷ ποιῷ διαφέρῃ, τοῦτο καλοῦσιν ὑπόθεσιν. Τούτου δὲ διορισθέντος, ἐπὶ τὰ ἑπόμενα χωροῦμεν. Οἱ μὲν οὖν εἰς ὀκτὼ τὰς ὑποθέσεις πάσας διελόντες, ἐν μὲν τῇ πρώτῃ φασὶ περὶ τοῦ ἑνὸς αὐτῷ γεγονέναι τὸν λόγον ἐν δὲ τῇ δευτέρᾳ περὶ τοῦ νοῦ καὶ τῆς νοερᾶς ὑποστάσεως, ἐν δὲ τῇ τρίτῃ περὶ ψυχῶν τῶν λογικῶν, ἐν δὲ τῇ τετάρτῃ περὶ τῶν ἀλόγων ψυχῶν, ἐν δὲ τῇ πέμπτῃ περὶ ὕλης ᾗ πρόσεστιν ἤδη τις ἐπιτηδειότης πρὸς τὴν μετουσίαν τῶν εἰδῶν, ἐν δὲ τῇ ἕκτῃ περὶ ὕλης, ἀλλὰ τῆς κεκοσμημένης λοιπὸν καὶ κατʼ ἐνέργειαν τὰ εἴδη καταδεδεγμένης, ἐν δὲ τῇ ἑβδόμῃ περὶ ὕλης μὲν, ἀλλὰ τῆς ἐστερημένης πάντη τῶν τε εἰδῶν αὐτῶν καὶ τῆς πρὸς τὴν μετουσίαν αὐτὴν ἐπιτηδειότητος, αὐτῆς καθʼ ἑαυτὴν ψιλῶς λαμβανομένης, ἐν δὲ τῇ ὀγδόῃ περὶ τοῦ ἐνύλου εἴδους· τοῦτο γάρ ἐστιν ὑπόλοιπον μὲν ταῖς ἀρχαῖς μετὰ τὸ ἓν, μετὰ τὸν νοῦν, μετὰ τὰ διττὰ γένη τῶν ψυχῶν, μετὰ τὴν πολυθρύλλητον ὕλην. Ἀλλʼ αὕτη μὲν ἡ διάταξις κατορθοῦσα περὶ τὸ φυλάττειν ἑκάστην ἀρχῶν — καὶ γὰρ τὸ ἔνυλον εἶδος ἀρχή τίς ἐστιν, εἰ καὶ στοιχειώδης καὶ ὕλη· καὶ ἡ ψυχὴ δὲ ἀρχὴ πάντως, εἰ καὶ ἄλλως μὲν ἡ ἄλογος, ἄλλως δὲ ἡ λογική· καὶ αὐτὸς πρὸς τούτοις ὁ πολυτίμητος νοῦς, καὶ πολλῷ πλέον ὁ θεός· ταῦτα δʼ οὖν φυλάττουσα, πλημμελεῖ περὶ τὸν ἀριθμὸν καὶ τὴν τάξιν αὐτῶν· σαφῶς γὰρ ἐννέα τῶν ὑποθέσεων οὐσῶν, ὡς ἐπʼ αὐτῶν δειχθήσεται τῶν τοῦ Πλάτωνος λέξεων, συστέλλει τὸν ἀριθμὸν αὐτῶν οὐ δεόντως· καὶ δὴ καὶ τὴν τάξιν ἀναιρεῖ τῶν πραγμάτων, ἔσχατον εἰσάγουσα τὸ εἶδος, ὃ κρεῖττόν ἐστι τῆς ὕλης τῆς ἐστερημένης οὐχὶ τῶν εἰδῶν μόνων, ἀλλὰ καὶ τῆς ἐπιτηδειότητος αὐτῆς· καὶ ἄλλως πρὸ τῆς κεκοσμημένης ὕλης τάττουσα τὴν ἀκόσμητον καὶ ἐμφάσεις ἔχουσαν ψιλὰς τῶν εἰδῶν. Τοῦτο μὲν οὖν καὶ λόγου τινὸς παρʼ αὐτοῖς τοῖς ἐπιστήσασιν ἔτυχε· πρώτη γὰρ, φασὶν, ἡ κατʼ ἐπιτηδειότητα μόνον τῆς ὕλης ὑπόθεσις ἄγεται, διότι τρανεστέρα μέν ἐστι τῆς μηδὲ τὴν ἐπιτηδειότητα ταύτην καταδεδεγμένης, ἀμυδροτέρα δὲ τῆς ἤδη κεκοσμημένης, καὶ μᾶλλον δεικνύναι δύναται τὴν τῆς ὕλης φύσιν τῆς ἤδη τοῖς εἴδεσι κατεχομένης, ἧττον δέ ἐστιν ἄμεμπτος λογισμῷ τῆς πάντη μετὰ τῆς στερήσεως θεωρουμένης. Ἀλλὰ τούτοις μὲν καὶ ἄλλοι πλείους καὶ ἐπέστησαν καὶ ἀντέγραψαν· τῶν δὲ εἰς ἐννέα πεποιημένων τὰς τῶν ὑποθέσεων διαιρέσεις, οἱ μὲν οὕτως τὰ πράγματα διανέμουσιν· ἡ πρώτη περὶ θεοῦ τοῦ πρωτίστου — πάντες γὰρ τοῦτο κοινὸν ἔχουσιν —, ἡ δευτέρα περὶ τοῦ νοητοῦ πλάτους, ἡ τρίτη περὶ ψυχῆς — ἀλλʼ οὐχὶ τῆς λογικῆς μόνον, ὡς οἱ πρὸ αὐτῶν ἔλεγον —, ἡ τετάρτη περὶ σώματος κεκοσμημένου τινὸς, ἡ πέμπτη περὶ ἀκοσμήτου σώματος, ἡ ἕκτη περὶ ὕλης κεκοσμημένης, ἡ ἑβδόμη περὶ ὕλης, ἀκοσμήτου δὲ ταύτης, ἡ ὀγδόη περὶ τῶν ἐνύλων εἰδῶν ἐν τῷ ὑποκειμένῳ μέντοι θεωρουμένων, ἡ ἐννάτη περὶ τῶν ἐνύλων εἰδῶν ἐφʼ ἑαυτῶν χωρὶς τῆς ὕλης ἐξεταζομένων. Τούτοις δὲ ὑπάρχει μὲν ἡ τάξις ἐστὶν ὅπη καὶ τὸ εὐδιαίρετον· δὶς δὲ τὰ αὐτὰ παραλαμβάνουσιν· ἡ γὰρ κεκοσμημένη ὕλη τίνι διαφέρει τοῦ ἀκοσμήτου σώματος ἢ κεκοσμημένου, λέγειν οὐχ ἕξομεν· εἴτε γὰρ τὸ ἄποιον γενομένη σῶμα κεκόσμηται, ταὐτόν ἐστι τῷ ἀκοσμήτῳ σώματι καὶ δὴ ἔσται ταὐτόν. Καὶ ἔτι οὐκ ἀρχὰς τῶν ὄντων εἰσάγουσι· πῶς γὰρ ἡ ἀρχὴ τῷ σώματι κεκοσμημένον; πῶς δὲ οὐχὶ τοῦτό ἐστι τὸ ἐκ τῶν ἀρχῶν ὑφιστάμενον; πῶς δὲ καὶ ἡ πέμπτη περὶ ἀκοσμήτου σώματος; αὕτη μὲν συνάγει διαρρήδην ὡς οὔτε ἕστηκεν οὔτε κινεῖται τὰ ἄλλα μὴ μετέχοντα τοῦ ἑνός· τὸ δὲ ἀκόσμητον σῶμα, πλημμελῶς μὲν καὶ ἀτάκτως, κινούμενον δὲ ὁ Τίμαιος προσηγόρευκε. Πῶς δὲ καὶ τὸ ἄνευ ὕλης κατʼ ἐπίνοιαν λαμβανόμενον εἶδος ἀρχὴ ἂν εἴη τινός; αἱ γὰρ ἀρχαὶ κατʼ ἐπίνοιαν τὴν ὑπόστασιν οὐκ ἔχουσιν, ἀλλὰ καθʼ ὕπαρξιν· ἐφʼ ὧν γοῦν ἡ ἐπίνοια τὸ κῦρος ἔλαχεν, ἀρθείσης τῆς ἐπινοίας οἴχεται καὶ ἡ τῶν ὑπονοουμένων ὑπόστασις· αἱ δὲ ἀρχαὶ διʼ ἑαυτάς εἰσιν ἀρχαὶ καὶ οὐ διὰ τὰς ἡμετέρας ἐπινοίας. Καὶ ὅλως πολλὰ καὶ πρὸς ταύτην ἀντείρηται τὴν δόξαν σαφῶς, καὶ τῆς ἐννάτης ὑποθέσεως πάντα ἀνατρεπούσης, καὶ οὐδὲν οὔτε κατʼ ἐπίνοιαν ἐώσης τῶν ὄντων τινὸς, καὶ ἀντιφθεγγομένης πρὸς τοῦτο τὸ κατʼ ἐπίνοιαν λεγόμενον εἶδος. Οἱ δὲ μετὰ τούτους κατʼ ἄλλον τρόπον εἰσάγοντες τὰ ὄντα, τὴν μὲν πρώτην λέγοντες εἶναι περὶ θεοῦ καὶ θεῶν· οὐ γὰρ μόνον περὶ τοῦ ἑνὸς, ἀλλὰ καὶ περὶ πασῶν τῶν θείων ἑνάδων αὐτὴν ποιεῖσθαι τὸν λόγον νοητῶν· τὴν δὲ τρίτην, οὐκ ἔτι περὶ ψυχῆς, ὡς οἱ πρὸ αὐτῶν, ἀλλὰ περὶ τῶν κρειττόνων ἡμῶν γενῶν, ἀγγέλων, δαιμόνων, ἡρώων — ταῦτα γὰρ τὰ γένη προσεχῶς ἐξηρτῆσθαι τῶν θεῶν καὶ εἶναι καὶ αὐτῶν κρείττονα τῶν ὅλων ψυχῶν· τοῦτο δὴ τὸ παραδοξότατόν φασι, καὶ διὰ τοῦτο τὴν πρὸ τῶν ψυχῶν ἐν ταῖς ὑποθέσεσι τάξιν λαβεῖν· τὴν δὲ τετάρτην περὶ ψυχῶν τῶν λογικῶν, τὴν δὲ πέμπτην περὶ τῶν προσυφαινομένων ταῖς λογικαῖς ψυχαῖς δευτέρων ψυχῶν, τὴν δὲ ἕκτην περὶ τῶν ἐνύλων εἰδῶν καὶ πάντων τῶν σπερματικῶν λόγων, τὴν δὲ ἑβδόμην περὶ αὐτῆς λοιπὸν τῆς ὕλης, τὴν δὲ ὀγδόην περὶ τοῦ οὐρανίου σώματος, τὴν δὲ ἐννάτην περὶ τοῦ γεννητοῦ καὶ ὑπὸ σελήνην σώματος· οὗτοι δὲ κατορθοῦσι μὲν ὅτι δὶς ταὐτὸν οὐ παραλαμβάνουσι, τὰ δὲ κρείττονα γένη παρεισκυκλοῦσιν οὐ δεόντως· εἴτε γὰρ νοερά ἐστιν, ἔχομεν ἐν τῇ δευτέρᾳ ὑποθέσει περὶ παντὸς τοῦ νοεροῦ πλάτους λόγον· εἴτε ψυχικὰ, δῆλον ὡς εἰς τὴν περὶ ψυχῆς ὑπόθεσιν περιλήψεται καὶ τὴν τούτων θεωρίαν. Πρόσεστι δὲ καὶ τούτοις ἀποτελέσματα παραλαμβάνειν, ἀλλʼ οὐκ ἀρχὰς ἐν ταῖς τελευταίαις ὑποθέσεσι. Κοινὸν δὲ πάντων ἐστὶ παρόραμα ἐν τούτοις, τὸ μὴ κατιδεῖν ὡς αἱ μὲν πέντε τῶν ὑποθέσεων ἀληθῆ συνάγουσιν, αἱ δὲ λοιπαὶ τέσσαρες ἄτοπά τινα δεικνύουσι· καὶ γὰρ τοῦτο ἦν τὸ τῷ Παρμενίδῃ προκείμενον δεῖξαι πῶς, τοῦ ἑνὸς ὄντος, πάντα ἀπογεννᾶται τὰ ὄντα, καὶ πῶς, μὴ ὄντος, ἀναιρεῖται τὰ πάντα καὶ οὐδὲν ἔτι οὐδαμοῦ ἔσται· καὶ ἡ πᾶσα μέθοδος τοῦτο παρακελεύεται δεικνύναι καὶ διὰ τῆς θέσεως τῶν ἀληθῶν καὶ διὰ τῆς ἀναιρέσεως τῶν ψευδῶν. Οἷόν ἐστι τὸ ὑποτεθέν· εἰ μέν ἐστι πρόνοια, πάντα ὀρθῶς ἕξει τὰ ὄντα· εἰ δὲ μὴ ἔστι πρόνοια, οὐδὲν ἕξει καλῶς, ἀλλὰ καὶ τὰ ὅλα καὶ τὰ μέρη πολιτεύσεται κακῶς· ἔστιν ἄρα πρόνοια· καὶ γὰρ τὸ εἶναι αὐτὴν ἀγαθῶν αἴτιον, καὶ τὸ μὴ εἶναι κακῶν. Ἔδει τοίνυν ἐπιστῆσαι καὶ τούτους ὅτι τῷ Παρμενίδῃ σκοπὸς δεῖξαι τῷ μὲν εἶναι τὸ ἓν πάντα τὰ ὄντα λαγχάνοντα τὴν ὑπόστασιν, τῷ δὲ μὴ εἶναι πᾶσαν ἄρδην ἀφανιζομένην τῶν πραγμάτων τὴν φύσιν — ὃ δὴ καὶ ἐν τῷ συμπεράσματι πασῶν τῶν ὑποθέσεων λέγει διαρρήδην αὐτός· καὶ τοῦτο συνιδόντας μὴ πάντως καὶ ἐν ταῖς λοιπαῖς τέτρασι τῶν ὑποθέσεων πράγματα εἰσάγειν ἕτερα μηδὲ οἷον εὐθεῖαν ὁδεύειν, ἀλλὰ διὰ μὲν τῶν πέντε ὑποθέσεων θεωρεῖν τὰς τῶν ὄντων ἀρχὰς, διὰ δὲ τῶν τεσσάρων ἰδίας μὲν φύσεις μὴ ζητεῖν, ἀπελέγχειν δὲ ὅπως ἀναιρουμένου τοῦ ἑνὸς πολλὰ καὶ ἀδύνατα συμβαίνει τῶν δοκούντων ἡμῖν εἶναι δυνατῶν. Τοῦτο δὴ τὸ παρόραμα πρῶτος, ὧν ἡμεῖς ἴσμεν, ὁ ἐκ Ῥόδου φιλόσοφος φυλαξάμενος ἄλλον τρόπον καὶ αὐτὸς διατίθησι τὰς ὑποθέσεις. Δέκα μὲν γὰρ ποιεῖ τὰς πάσας, ἀντιπαρατείνει δὲ ταῖς πέντε τὰς λοιπὰς πέντε, τὴν μὲν πρώτην δεικνύναι τιθέμενος ὡς, εἰ ἔστι τὸ ἓν, ἀκολουθεῖ τὰ ἐνθουσιαστικώτατα δόγματα φιλοσοφίας, ὅσα περὶ τοῦ ἑνὸς ὁ Πλάτων καὶ ἐν ἄλλοις ἡμᾶς ἀνεδίδαξε· τὴν δὲ ἕκτην ὡς, εἰ μὴ ἔστι τὸ ἓν, οὐδὲν συμφωνήσει τῇ ὑποθέσει ταύτῃ τῶν περὶ τοῦ ἑνὸς φιλοσοφεῖσθαι δυναμένων· ἐν δὲ τῇ δευτέρᾳ καὶ ἑβδόμῃ τὰ περὶ νοῦ καὶ νοητοῦ ἐξετάζεσθαι, ὅπου μὲν, ὡς εἰ ἔστι, πάντα ἕπεται τὰ κάλλιστα δόγματα περὶ αὐτῶν, ὅπου δὲ, ὡς εἰ μὴ ἔστι, πᾶσαν ἀνατρέπομεν τὴν περὶ αὐτῶν ἀλήθειαν· ἐν δὲ τῇ τρίτῃ καὶ ὀγδόῃ, περὶ τῶν διανοητῶν· ταῦτα γὰρ ἐφεξῆς εἶναι τοῖς νοητοῖς, ποὺ μὲν, ὡς εἰ ἔστι, δεικνυμένων ταῖς ἐννοίαις ἡμῶν συμφώνων, ποὺ δὲ διαφώνων ἀποφαινομένων, εἰ μὴ ἔστιν· ἐν δὲ τῇ τετάρτῃ καὶ ἐννάτῃ, περὶ τῶν σωματικῶν εἰδῶν· ταῦτα γάρ ἐστι μὲν τὰ διανοητὰ, κατὰ τὴν ἐν Πολιτείᾳ διαίρεσιν τῆς γραμμῆς· ὡς ὄντος μὲν τοῦ ἑνὸς, ἔστι ταῦτα, μὴ ὄντος δὲ, οὐδὲ ταῦτα εἶναι δυνατόν· ἐν δὲ ταῖς λοιπαῖς δύο, τῇ πέμπτῃ καὶ τῇ δεκάτῃ, περὶ τῆς ὑποδοχῆς τῶν σωμάτων, ὅπου μὲν συμφωνούσης τῇ πέμπτῃ ὑποθέσει τοῦ εἶναι τὸ ἕν. Ταῦτα καὶ τῆς τάξεως μὲν ἕνεκα θαυμάζειν χρὴ καὶ τῆς συνέσεως, τοῦ ποτὲ μὲν ὡς ἄτοπα τὰ συναγόμενα ληπτέον, ποτὲ δὲ ὡς ἀληθῆ καὶ ἑπόμενα τῇ φύσει τῶν πραγμάτων· ἄλλως δὲ, καὶ ὅτι καινοτομεῖ περὶ τὸν ἀριθμὸν τῆς ὑποθέσεως καὶ οὐδὲν συνεισφέρουσαν ὑπόθεσιν ἀναπλάττει μίαν τινὰ, παραιτητέον· καὶ ὅτι πάντως σπουδάζει ταῖς πέντε τοσαύτας ἄλλας ἀντιπαρατείνειν, ἑκάστην πρὸς ἑκάστην. Ὅλως γὰρ οὐδὲ ἄτοπόν ἐστι τὸ λέγειν μὴ εἶναι τὸ ἓν, οὐδʼ ἂν συναγάγοι τις περὶ αὐτοῦ οὐδὲν τῶν ἀδυνάτων, τοιαύτην ὑπόθεσιν παραλαβών· ἐκεῖνο γὰρ τὸ ἓν τὸ πρώτιστον τῶν ὅλων οὐκ ἔστιν, ἀλλὰ καὶ τοῦ εἶναι κρεῖττόν ἐστιν. Ἀλλὰ τὰ ἄτοπα περὶ τὰ μετʼ αὐτὴν ἀκολουθεῖν ἀναγκαῖον, ὥστε οὐκ ἂν τὴν ἕκτην ὑπόθεσιν πρὸς τὴν πρώτην ἀποδιδοῖμεν· οὔτʼ ἄρα τὰς ἄλλας πρὸς τὰς ἄλλας· αὕτη γὰρ αὐτὸν ἡ τάξις ἀνέπεισε καὶ κατατεμεῖν τὴν μίαν ὑπόθεσιν καὶ πλείω ποιῆσαι τὸν ἀριθμόν. Ἐπὶ τούτοις Πλούταρχος ὁ ἡμέτερος προπάτωρ — ἐκ μὲν τῆς τῶν παλαιῶν διδασκαλίας λαβὼν ὡς ἐννέα τὸν ἀριθμὸν αἱ ὑποθέσεις, ἐκ δὲ τῆς νεωτέρας ταύτης ὅτι κατὰ μὲν τὰς πέντε τῷ εἶναι τὸ ἓν συνάγει τὰ ἀληθῆ τῶν δογμάτων, ἐν δὲ ταῖς λοιπαῖς ἄτοπα δείκνυσιν ἑπόμενα τῷ μὴ εἶναι τὸ ἕν· καὶ ὅτι περὶ ἀρχῶν ἡ πραγματεία — παραλαμβάνει τὰς πρωτίστας καὶ ἀρχικὰς τῶν ὄντων ὑποστάσεις τῷ εἶναι τὸ ἓν, τάς τε ἐξῃρημένας καὶ τὰς ἐν αὐτοῖς τοῖς πράγμασιν ἀναφαινομένας, καὶ τῷ μὴ εἶναι τὸ ἓν ἄρδην ἀφανιζομένην εὑρίσκει τὴν τάξιν τῶν πραγμάτων. Καὶ ταῦτα λαβὼν, τὴν μὲν πρώτην ὑπόθεσιν εἶναι περὶ θεοῦ διατάττεται, τὴν δὲ δευτέραν περὶ νοῦ, τὴν δὲ τρίτην περὶ ψυχῆς, τὴν δὲ τετάρτην περὶ τοῦ ἐνύλου εἴδους, τὴν δὲ πέμπτην περὶ τῆς ὕλης, ἐν αἷς τὰ ἄλλα ὑπόκειται τοῦ ἑνός — ἔθος γὰρ ἦν, ὡς εἴπομεν, καὶ τοῖς Πυθαγορείοις ἓν μὲν προσαγορεύειν πᾶσαν τὴν ἀσώματον καὶ χωριστὴν οὐσίαν, ἄλλα δὲ τὴν σωματικὴν καὶ ἐν σώμασιν ὑφεστηκυῖαν· ὥστε εἰκότως αἱ μὲν τρεῖς αἱ ζητοῦσαι πῶς ἔχει πρός τε αὑτὸ καὶ πρὸς ἄλλα τὸ ἓν περὶ τῶν τριῶν εἰσιν ἀρχικῶν αἰτιῶν τῶν χωριστῶν, αἱ δὲ λοιπαὶ δύο, ζητοῦσαι πῶς ἔχει τὰ ἄλλα πρός τε ἄλληλα καὶ τὸ ἓν, εἰσάγουσι τό τε εἶδος καὶ τὴν ὕλην· ταῦτα γὰρ ἄλλα ἐστὶν ὄντως καὶ ἄλλων, ἀλλʼ οὐχ ἑαυτῶν, καὶ συναίτια μᾶλλον ἢ αἴτια, ὡς ἐν Φαίδωνι διώρισται. Ταῖς πέντε ταύταις ὑποθέσεσι τὰς ἀρχὰς ταύτας, τάς τε ἔξω τῶν πραγμάτων καὶ τὰς ἐν αὐτοῖς οὔσας, καταθεασάμενος τῷ εἶναι τὸ ἓν τῷ Παρμενίδῃ εἰσενηνεγμένας, ἐν ταῖς λοιπαῖς τέτρασι δείκνυσθαί φησιν ὡς εἰ μὴ ἔστιν ἐκεῖνο τὸ ἐν τοῖς οὖσιν ἓν, εἰ μὲν οὕτω λάβοις τὸ μὴ ὂν ὡς πῆ μὲν ὂν, πῆ δὲ οὐκ ὂν, μόνον ἔσται τὸ αἰσθητὸν — νοητὸν γὰρ οὐκ ὂν, αἰσθητὸν μόνον ἔσται τὸ ἓν —, καὶ τῶν γνώσεων αἴσθησις, ὅπερ ἐν τῇ ἕκτῃ δείκνυται ὡς ἄτοπον, τὸ μόνην εἶναι τὴν αἴσθησιν ἐν ταῖς γνώσεσιν καὶ μόνα τὰ αἰσθητὰ ἐν τοῖς γνωστοῖς. Εἰ δὲ μὴ ἔστιν ὄντως τὸ ἓν ὡς μηδαμῆ μηδαμῶς ὂν, οἰχήσεται καὶ πᾶσα γνῶσις καὶ ἅπαν τὸ γνωστὸν, ὅπερ ὡς ἄτοπον ἐν τῇ ἑβδόμῃ δείκνυται τῶν ὑποθέσεων· τά τε ἄλλα, οὕτω μὲν τοῦ ἑνὸς μὴ ὄντος, ὡς εἶχεν ἡ ἕκτη ὑπόθεσις, ὀνείρασιν ἐοικότα ἔσται καὶ σκιαῖς, ὃ δείκνυσιν ὡς ἄτοπον ἡ ὀγδόη τῶν ὑποθέσεων· οὕτω δὲ μὴ ὄντος ὡς τοῦ μηδαμῶς ὄντος, οὐ μέχρι τῆς ὀνειρωτικῆς φαντασίας ἕξει τὴν ὑπόστασιν, ὃ δείκνυσι περιφανῶς ἡ ἐννάτη τῶν ὑποθέσεων· ὥστε εἰ φαίης τὴν μὲν πρώτην ὑπόθεσιν τοῦτον ἔχειν πρὸς τὰς ἄλλας λόγον ὃν ἡ μία τῶν ὅλων ἀρχὴ πρὸς τὰ ὄντα, τὰς δὲ λοιπὰς τέσσαρας τῶν πρώτων περὶ τῶν μετὰ ἓν ἀρχῶν πραγματεύεσθαι, τὰς δὲ μετὰ ταύτας τέσσαρας συνάγειν ὅτι τοῦ ἑνὸς ἀνῃρημένου πάντα ἄρδην ἀναιρεῖται τὰ ἐν τοῖς τέτρασι δεδειγμένα, τάχα ἂν ὀρθῶς εἰσηγήσαιο. Τῆς γὰρ τρίτης δεικνύσης ὡς, εἰ ἔστι τὸ ἓν ὂν, ἔσται πᾶσα ἡ τῆς ψυχῆς τάξις, ἡ ἑβδόμη δείκνυσιν ὡς, εἰ μὴ ἔστιν, ἀνῄρηται πᾶσα γνωστικὴ δύναμις, αἰσθητικὴ, φανταστικὴ, λογική· τῆς δὲ τετάρτης δεικνύσης ὡς, εἰ ἔστιν ἐκεῖνο τὸ ἓν, ἔστι πως καὶ τὰ ἔνυλα εἴδη — καὶ γὰρ ταῦτα μετέχει πως τοῦ ἑνὸς ὄντος —, ἡ ὀγδόη δείκνυσιν ὡς, εἰ μὴ ἔστιν ἐκεῖνο αὐτὸ μόνον, ἔσονται τὰ αἰσθητὰ πολλὰ καὶ ὀνείρατα, καὶ οὐδαμῶς οὐσίας μετέχοντα καὶ διακρίσεως εἰδητικῆς· τῆς δὲ πέμπτης ἀποφαινούσης ὡς, εἰ ἔστι τὸ ἓν, ἔσται καὶ ἡ ὕλη — μὴ μετέχουσα μέντοι τοῦ ἑνὸς ὄντος, καθόσον ἐστὶν ὂν, ἀλλὰ καθόσον μόνον ἓν —, ἡ ἐννάτη δείκνυσιν ὡς οὐδὲν ὅλως ἔσται οὔτε μετέχει σκιᾶς, εἰ μὴ ἔστι τὸ ἕν· ποῦ γὰρ, ἀνῃρημένης ἐκείνης τῆς αἰτίας, εἶναί τι τῶν πάντων δυνατόν; Ἔχομεν οὖν κατὰ ταύτην τὴν διάταξιν, τὴν μὲν πρώτην περὶ τοῦ ἑνὸς, ὃ καὶ ἐν Πολιτείᾳ διαρρήδην ὁ Πλάτων ἐπέκεινα οὐσίας ἔθετο καὶ τοῦ ὄντος· τὰς δὲ λοιπὰς τέσσαρας περὶ τῶν ὄντων, ὧν αἱ μὲν δύο περὶ τῶν ἀεὶ ὄντων, αἱ δὲ δύο περὶ τῶν γεννητῶν, κατὰ τὴν ἐν Τιμαίῳ διαίρεσιν, τῶν νοήσει μετὰ λόγου περιληπτῶν, ἀπὸ τῶν δόξῃ μετʼ αἰσθήσεως γνωστῶν· ἢ, εἰ βούλει, κατὰ τὴν ἐν Πολιτείᾳ γραμμὴν αἱ τέσσαρες, ἧς τὸ μὲν ἀπένειμε τοῖς νοητοῖς, τὸ δὲ τοῖς αἰσθητοῖς, τὸ μὲν ταῖς ἑνάσι, τὸ δὲ τοῖς ἄλλοις ἐνταῦθα κεκλημένοις· καὶ τοῦ μείζονος τὸ μὲν ἐν τοῖς νοητοῖς, τὸ δὲ ἐν τοῖς διανοητοῖς, ὥσπερ τῶν δύο ὑποθέσεων ἡ μὲν περὶ νοῦ, ἡ δὲ περὶ ψυχῆς· καὶ τοῦ ἐλάσσονος τὸ μὲν τοῖς αἰσθητοῖς, τὸ δὲ τοῖς εἰκαστοῖς, ὥσπερ καὶ ἐνταῦθα τὴν μὲν τετάρτην περὶ τῶν ἐνύλων εἰδῶν εἰρήκαμεν εἶναι, ἅ ἐστι κυρίως αἰσθητὰ, τὴν δὲ πέμπτην περὶ ὕλης, ἥτις ἐστὶν ἀνάλογον τοῖς εἰκαστοῖς διὰ τὴν ἀοριστίαν τῆς περὶ αὐτὴν ἡμῖν ἐπιγινομένης γνώσεως. Τέσσαρες οὖν αἱ ἀρχαὶ μετὰ τὴν μίαν, δύο μὲν ἐξῃρημέναι, δύο δὲ συμπληρωτικαί· τέσσαρες δὲ καὶ ὑποθέσεις μετὰ τὴν πρώτην, τεθέντος εἶναι τοῦ ἑνὸς, καὶ ἄλλαι τέσσαρες αἱ δεικνῦσαι τὰ ἑπόμενα ἄτοπα τοῖς ἀναιροῦσι τὸ ἕν. Ταῦτα καὶ παρὰ τούτου ληπτέον τοῦ ἀνδρὸς ἐπιστημόνως διακρίνοντος ἀπʼ ἀλλήλων τοὺς τῶν ὑποθέσεων σκοποὺς, καὶ τὰς κυριωτάτας εἰσαγαγόντος ἀρχὰς πάσας ἀπαραλείπτως, καὶ συνειδότος τὴν ὅλην τοῦ Παρμενίδου μεταχείρησιν, καὶ διαρθρώσαντος τὰ παρὰ τοῖς πρεσβυτέροις συγκεχυμένως ἀναγεγραμμένα. Τί οὖν ἡμεῖς ἐροῦμεν ἐπὶ τοσούτοις καὶ τοιούτοις ἐξηγηταῖς τοῦ Πλάτωνος, καὶ τί προσθήσομεν ἐκ τῆς ἡμετέρας ἑστίας; Τάχα γὰρ δὴ καὶ ἡμῖν ἁρμόσει τοῦτο δὴ ἐκεῖνο τὸ Ὁμηρικὸν ἀνακραγεῖν, Λοῖσθος ἀνὴρ ὥριστος ὁ τούτων ἡμῖν τῶν λόγων καθηγεμὼν γενόμενος Ἀθήνησι, καὶ φῶς ἀνάψας νοερὸν τῆς περὶ ταῦτα πραγματείας, τὰ μὲν ἐπὶ θεολογικώτερον εἶδος τῆς ἐξηγήσεως ἀνενεγκὼν, τὰ δὲ καὶ ὀλίγον μεταθεὶς αὐτῷ τῷ Πλάτωνι καὶ τοῖς τοῦ Πλάτωνος ῥήμασιν ἑπομένως. Δοκεῖ μὲν γὰρ δὴ καὶ αὐτῷ τήν τε πρώτην ὑπόθεσιν εἶναι περὶ θεοῦ τοῦ πρωτίστου, καὶ τὴν δευτέραν περὶ τῶν νοητῶν· ἀλλʼ ἐπειδὴ πλάτος ἐστὶν ἐν τοῖς νοητοῖς καὶ πολλαὶ αἱ τάξεις εἰσὶ τῶν θεῶν, ἑκάστην τούτων τῶν θείων τάξεων συμβολικῶς ὑπὸ τοῦ Πλάτωνος ὀνομάζεσθαι, καὶ πάσας διʼ ὀνομάτων φιλοσόφων ἐκφέρεσθαι, καὶ οὔτε εἰωθότων ὑπὸ τῶν τὰς θεογονίας γραψάντων ὑμνεῖσθαι οὔτε τῶν τὰς ὑπάρξεις αὐτῶν δηλούντων, οἷαι δή εἰσιν αἱ παρὰ τῶν θεῶν ἐκδεδομέναι τῶν θείων ἐπωνυμίαι γενῶν· ἀλλʼ, ὡς ἔφην, διὰ τῶν γνωρίμων τοῖς φιλοσόφοις, οἷον ὁλότητος, πλήθους, ἀπειρίας, πέρατος, οἰκείως ἐχόντων πρὸς αὐτὰς παραδίδοσθαι, τάξιν ἐχόντων πρέπουσαν, καὶ πάσας ἀπαραλείπτως ἀφερμηνεύεσθαι τὰς θείας προόδους, νοητὰς, νοερὰς, ὑπερκοσμίους, καὶ διὰ τοῦτο παραλαμβάνεσθαι ἑπόμενα πάντα, σύμβολα τῶν θείων ὄντα διακόσμων, καὶ ἐπὶ τούτοις πάντα ὅσα καταφατικῶς ἐν τῇ δευτέρᾳ λέγεται τῶν ὑποθέσεων, ταῦτʼ ἀποφάσκεσθαι κατὰ τὴν πρώτην, εἰς ἔνδειξιν τοῦ τὴν μὲν πρώτην αἰτίαν πασῶν ἐξῃρεῖσθαι τῶν θείων διακοσμήσεων, ἐκείνας δὲ ἄλλως κατʼ ἄλλας ἀφωρισμένας ἰδιότητας προεληλυθέναι· τὸ γὰρ ἐν ταύτῃ ἓν οὔτε τὸ πρῶτόν ἐστι — συμπέπλεκται γὰρ πάντα τῷ ὄντι —, οὔτε τὸ ἀχώριστον τοῦ ὄντος καὶ οὕτως, ὡς ἕξις τις, ἐν αὐτῷ ὄν. Σαφῶς οὖν αὐτὸ διακρίνει, καὶ χωρὶς εἶναί φησι τοιοῦτον τὸ ἓν τοῦτο· δῆλον δὲ ὅτι θείας ἑνάδος ἐστὶν αὐτοτελοῦς σημαντικόν· πᾶν γὰρ τὸ χωριστὸν αἴτιον πλήθους ἡγούμενον διττὸν ἀπογεννᾷ πλῆθος, τὸ μὲν χωριστὸν ἑαυτῷ ὅμοιον, τὸ δὲ ἀχώριστον τῶν μετεχόντων. Ὡς γοῦν ἡ μία ψυχὴ τὰς μὲν ἐγεννήσατο ψυχὰς σωμάτων χωριστὰς, τὰς δὲ ἀχωρίστους· ὡς ὁ εἷς καὶ ὅλος νοῦς ὑπέστησε τοὺς μὲν νόας χωριστοὺς τῶν ψυχῶν, τοὺς δὲ ἐν αὐταῖς ὄντας καθʼ ἕξιν, οὕτω καὶ τὸ ἓν παρήγαγε τὰς μὲν αὐτοτελεῖς ἑνάδας ἐξῃρημένας τῶν μετεχόντων, τὰς δὲ ὡς ἑνώσεις ἄλλων οὔσας τῶν κατʼ αὐτὰς ἡνωμένων καὶ ἐν οἷς εἰσι. Πᾶσαν οὖν τὴν δευτέραν ὑπόθεσιν ἐκφαίνειν ἡμῖν ἑνάδων πλῆθος αὐτοτελῶν, ὧν ἐξήρτηται ταῦτα περὶ ὧν διδάσκει ἡμᾶς ἡ δευτέρα ὑπόθεσις, τὰς ἰδιότητας αὐτῶν διὰ τούτων, ὁποῖαι δή τινές εἰσιν, ἡμῖν ἐμφανίζουσα πάσας ἐφεξῆς. Εἰ δὲ τοῦτο ἀληθὲς, δεῖ σκοπεῖν ἕκαστα τῶν συμπερασμάτων ποίαις προσήκει τάξεσι θείαις, καὶ οὕτω δὴ κατʼ ἄρθρα ποιεῖσθαι τὴν τῆς δευτέρας ὑποθέσεως διαίρεσιν. Τήν γε μὴν τρίτην οὐχ ἁπλῶς εἶναι καὶ περὶ πάσης ψυχῆς, ἀλλʼ ὅση μετὰ τὴν θείαν προελήλυθε· πᾶσαν γὰρ τὴν θείαν ἐν τῇ δευτέρᾳ περιέχεσθαι. Σαφῶς γὰρ ἐν ἐκείνῃ καὶ αὐτὸς ὁ Πλάτων εἴρηκεν ὅτι ἄρα τὸ ἓν καὶ χρόνου μετέχει· τὸ δὲ χρόνου μετέχειν ψυχαῖς προσήκει πρώταις, καὶ οὐ ταῖς νοεραῖς οὐσίαις, παρʼ αἷς οὔτε τὸ ἦν οὔτε τὸ ἔσται, ἀλλὰ μόνον τὸ ἔστι τὸ αἰώνιον. Διῃρημένης οὖν τῆς ὅλης οὐσίας εἴς τε τὴν ἐκθεουμένην καὶ τὴν καθʼ αὑτὴν ὁρωμένην, πᾶσαν ἁπλῶς τὴν ἐκθεουμένην ἐν τῇ δευτέρᾳ παραδίδοσθαι τῶν ὑποθέσεων, εἴτε νοητὴν, εἴτε νοερὰν, εἴτε ψυχικὴν ὑπάρχουσαν· ὥστε, εἴπερ ἐθέλεις καὶ κατʼ αὐτὴν τὴν θεωρίαν ἀκοῦσαι τὰς ὑποθέσεις ἑξῆς ὅπως διετάχθησαν, τὴν μὲν πρώτην ὑπόθεσιν τίθει περὶ τοῦ ἑνὸς εἶναι θεοῦ, πῶς γεννᾷ καὶ διακοσμεῖ πάσας τὰς τάξεις τῶν θεῶν· τὴν δὲ δευτέραν περὶ τῶν θείων τάξεων πασῶν, πῶς προεληλύθασιν ἀπὸ τοῦ ἑνὸς καὶ τῆς συνεζευγμένης ἑκάσταις οὐσίαις· τὴν δὲ τρίτην περὶ τῶν ψυχῶν τῶν ὁμοιουμένων μὲν θεοῖς, οὐσίαν δὲ ἐκθεουμένην οὐ κληρωσαμένων· τὴν δὲ τετάρτην περὶ τῶν ἐνύλων, πῶς παράγεται κατὰ ποίας τάξεις ἀπὸ τῶν θεῶν· τὴν δὲ πέμπτην περὶ ὕλης, ὅπως ἀμέτοχός ἐστι τῶν εἰδητικῶν ἑνάδων, ἄνωθεν ἀπὸ τῆς ὑπερουσίου καὶ μιᾶς μονάδος λαχοῦσα τὴν ὑπόστασιν· μέχρι γὰρ τῆς ὕλης τὸ ἓν καὶ ἡ τοῦ ἑνὸς ἥκει ἔλλαμψις φωτίζουσα καὶ τὸ ταύτης ἀόριστον. Ταῦτα μὲν οὖν κοινῇ προειρήσθω μοι περὶ τῶν ὑποθέσεων· δεῖ δὲ καὶ περὶ ἑκάστης χωρὶς ἀποδοῦναι τοὺς οἰκείους λόγους. Ἀρκτέον οὖν ἡμῖν πάλιν ἀπὸ τῆς ἀρχῆς τῶν λέξεων τῆς πρώτης ὑποθέσεως, καὶ θεωρητέον τὸν ἴδιον περὶ αὐτῆς λόγον·

Εἶεν δὴ, φάναι· εἰ ἓν ἔστιν, ἄλλο τι οὐκ ἂν εἴη πολλὰ τὸ ἕν; **—**

Πῶς γὰρ ἄν;

`1065–1071`

Πρῶτον εἰπεῖν χρὴ τίς ὁ τῆς πρώτης ὑποθέσεως σκοπός· ἆρα περὶ θεοῦ μόνον, ἢ περὶ θεοῦ καὶ περὶ θεῶν, καθάπερ λέγουσί τινες; Ὅτι μὲν γὰρ περὶ πράγματος ὕπαρξιν ἔχοντος ὁ λόγος, καὶ οὐχ, ὥσπερ ὑπέλαβόν τινες, ἀνυπόστατόν ἐστι τοῦτο μόνως ἓν, καὶ ἀδύνατον συνάγει ἡ ὑπόθεσις· εἰ καὶ μαρτύρονται τὸ πρὸς τῷ τέλει τῆς ὑποθέσεως εἰρημένον, Ἢ οὐ δυνατὰ ταῦτα περὶ τὸ ἕν — ἐκεῖνο μὲν γὰρ ἀφʼ ἧς εἴρηται διανοίας ἐκεῖ, ῥηθήσεται παρʼ ἡμῶν· ὅτι δὲ, ὥσπερ ἔφην, οὐκ ἀνυπόστατον τοῦτο οὗ πάντα ἀποφάσκει νῦν ὁ λόγος, δῆλον. Πᾶν γὰρ ὅσον ἀδύνατόν τι συμπέρασμα λίαν συνημμένον δείκνυται ὂν, διὰ τὴν ὑπόθεσιν δείκνυσι τὸ ἀδύνατον ἢ διὰ τὴν ἀκολουθίαν· ἀμφοῖν δὲ ὄντοιν τούτοιν δυνατοῖν, καὶ τὸ δεικνύμενον δυνατόν· ἀλλὰ μὴν καὶ ἡ ὑπόθεσις ἀληθὴς εἶναι τὸ ἕν. Δηλοῖ δὲ καὶ ὁ Ἐλεάτης ξένος, ὡς εἰς ἄτοπον ἁπάντων τὸ μὴ εἶναι τὸ ἓν, τοῦτο τὸ ἓν πεπονθότος μόνου ὑφεστῶτος πανταχοῦ τοῦ ὡς ἀληθῶς προϋπάρχοντος· καὶ γὰρ αὖ καὶ ὡρίσατο ἐκεῖ τὸ ὡς ἀληθῶς εἶναι ἓν πάντως ἀμερές· τοῦτο δέ ἐστι τὸ ἐν τῇ ὑποθέσει ταύτῃ πρῶτον δεικνύμενον, τὸ ἓν μὴ ἔχειν μέρη, καὶ τούτῳ πάντα ἑξῆς ἕπεται τὰ λοιπὰ συμπεράσματα ἐξ ἀναγκαίων δεικνύμενα λημμάτων. Εἰ οὖν ἀνάγκη εἶναι τὸ ὡς ἀληθῶς ἓν — καὶ γὰρ πάντα τἄλλα ἐστὶν ἀληθῶς —, πρὸ τῶν ἀληθῶς· γελοῖον γοῦν ἀνύπαρκτον φάναι τὸ ἀληθῶς· τὸ δὲ ἀληθῶς ἕν ἐστι τὸ ἀμερές· τοῦτο δὲ τὸ ἓν ἐν τῇ πρώτῃ ὑποθέσει δεικνύμενον ἐπέκεινα πάντων, εἴπερ τῷ μέρη μὴ ἔχειν ἕπεται πάντα διʼ ὧν δείκνυται πρὸ πάντων τὸ ἕν. Ἀνάγκη δήπου πάντως εἶναι τοῦτο τὸ ἓν, οὗ πάντα ἀποφάσκεται· καὶ γὰρ αὐτό ἐστιν ἀναγκαίως, εἴπερ ἀληθῶς ἐστιν ἓν τὸ ἀμερές· τοιοῦτον γὰρ, ὡς ἐν Σοφιστῇ λέλεκται, τὸ ἀληθῶς ἓν, οἷον καὶ ἐνταῦθα δέδεικται τὸ ἕν. Δῆλοι οὖν καὶ ἡ ἀκολουθία τῶν συνημμένων ἀναγκαία οὖσα· πάντα ἄρα δείκνυται διʼ αὐτῆς περί τι τῶν ὕπαρξιν ἐχόντων. Εἰ οὖν ὑφεστώς τί ἐστι περὶ οὗ ὁ λόγος, πάλιν ὅτι μὲν οὐχὶ οὐσιῶδές ἐστι, δῆλον· καὶ γὰρ αὐτὴν ἀποφήσει τοῦ ἑνὸς τὴν οὐσίαν. Λείπεται οὖν ἢ τῶν μετὰ τὴν οὐσίαν εἶναι τοῦτο πάντως, οἷον γένεσιν ἢ ὕλην, ἢ τῶν ὑπὲρ τὴν οὐσίαν, ἀλλὰ μὴν οὐχὶ τῶν μετὰ τὴν οὐσίαν — πᾶν γὰρ τὸ τοιοῦτον μετέχει χρόνου ὡς γένεσις· τοῦ δὲ ἑνὸς ἀποφάσκει αὐτὸ καὶ τοῦτο τὸ χρόνου μετέχειν· καὶ ἔστι πως ὡς ἡ ὕλη· τοῦτο δὲ οὐδὲ εἶναι δείκνυσιν· ὑπὲρ τὴν οὐσίαν ἄρα ἐστὶ τοῦτο, περὶ οὗ αἱ ἀποδείξεις εἰσὶ κατὰ τὴν πρώτην ὑπόθεσιν. Ἀνάγκη τοίνυν, εἴπερ μόνον καὶ ἅπαν τὸ θεῖον ὑπὲρ οὐσίαν ἐστὶν, ἢ περὶ τοῦ πρώτου θεοῦ μόνον εἶναι τὸν παρόντα λόγον, ὃς δὴ μόνος ἐστὶν ὑπὲρ οὐσίαν, ἢ περὶ πάντων θεῶν καὶ τῶν μετʼ ἐκεῖνον, ὥσπερ ἀξιοῦσί τινες τῶν ἡμῖν αἰδοίων. Ἐπειδὴ γὰρ πᾶς θεὸς, καθὸ θεὸς, ἑνάς ἐστι — τοῦτο γάρ ἐστι τὸ πάσης οὐσίας ἐκθεωτικὸν, τὸ ἕν· διὰ δὴ τοῦτο συνάπτειν ἀξιοῦσι τῇ περὶ θεοῦ τοῦ πρώτου θεωρίᾳ τὴν περὶ θεῶν ἁπάντων ὑφήγησιν· πάντες γάρ εἰσιν ἑνάδες ὑπερούσιοι, καὶ τοῦ πλήθους τῶν ὄντων ὑπερανέχουσαι, καὶ ἀκρότητες τῶν οὐσιῶν. Ἀλλʼ εἰ μὲν ὡσαύτως τήν τε πρωτίστην αἰτίαν ἓν λέγομεν καὶ τοὺς ἄλλους θεοὺς, ἔδει μίαν αὐτοῖς ὑπόθεσιν ἀποκληροῦν· οὐδὲν γὰρ ἂν ἄλλο μᾶλλον περὶ τοῦ πρώτως ἑνὸς ἢ τῶν λοιπῶν ἑνάδων φαμὲν αὐτὸν ποιεῖσθαι τὸν λόγον. Εἰ δὲ τὸ μὲν πρώτιστον ἓν, ὡς δοκεῖ που καὶ αὐτοῖς μάλιστα, πάντων μόνως ἐστι, καὶ ἀσύντακτον πρὸς τὰ ἄλλα πάντα, καὶ ἀμέθεκτον, φασὶν, αὑτὸ ἁρπᾶσαν πρὸς τῶν ὅλων, καὶ ἄγνωστον τοῖς πᾶσιν ἐξῃρημένον, ἑκάστη δὲ τῶν ἄλλων ἑνάδων μεθεκτή πώς ἐστι, καὶ οὐ μόνον ἑνὰς, ἀλλὰ καὶ πλήθους οἰκείου μετέχουσα, καὶ οὐσίας ἢ νοητῆς ἢ νοερᾶς ἢ ψυχικῆς ἢ καὶ σωματικῆς· μέχρι γὰρ ταύτης πρόεισιν ἡ μέθεξις· τί χρὴ τὸ μὴ συναριθμούμενον τοῖς οὖσιν ἓν, μηδὲ συνταττόμενον ὅλως τοῖς πολλοῖς, εἰς μίαν ὑπόθεσιν ἀναφέρειν ταῖς μετεχομέναις μὲν ἀπὸ τῶν ὄντων, συνεκτικαῖς δὲ τῶν πολλῶν ἑνάσιν; Οὐδὲ γὰρ περὶ ψυχῆς τῆς τε ἀμεθέκτου καὶ τῆς μεθεκτῆς ὁ αὐτὸς λόγος· οὐδὲ τῆς μεθεκτῆς ἰδιότητες ἐφαρμόσειαν ἄν ποτε τῇ ἀμεθέκτῳ, οὐδὲ αἱ τῆς κρείττονος ταῖς τῆς καταδεεστέρας· οὐδὲ γὰρ ἂν ἡ μὲν ἐξῄρητο τῶν πολλῶν αὐτὴ καθʼ αὑτὴν, ἡ δὲ συνετάττετο τῷ πλήθει τῶν ψυχῶν. Ἀλλʼ οὐδὲ νοῦν τὸν ἀμέθεκτον συναριθμεῖν χρὴ τοῖς πολλοῖς, οὐδὲ αἱ αὐταὶ πάντων ἰδιότητες· οὐδὲ γὰρ ἂν ὁ μὲν μονάδος ἐπεῖχε λόγον, οἱ δὲ ἀριθμοῦ περὶ τὴν μονάδα ταύτην ὑφεστηκότος. Εἰ δὲ καὶ τοὺς τρεῖς βασιλέας τοὺς ἐν Ἐπιστολαῖς διὰ τοῦ δευτέρου εἶναι τοῦ ἑνὸς ἀξιοῦσιν οἱ τούτων πατέρες τῶν περὶ τῆς πρώτης ὑποθέσεως λόγων — ὥσπερ οὖν ἀξιοῦσιν ἐν τοῖς περὶ αὐτῶν λόγοις οἱ τὴν πρώτην ὑπόθεσιν οὐ μόνον εἶναι περὶ θεοῦ λέγοντες, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς θεῶν, ἵνα μὴ οὖν συναριθμῆται τὸ ἓν τοῖς δευτέροις, κρεῖττον ὑπάρχον ἁπάσης πρὸς τὰ μετʼ αὐτοῦ συναριθμήσεως καὶ οὐδενὶ συντάττεσθαι δυνάμενον· ταῦτα γοῦν γράφουσι περὶ τῆς τοῦ Πλάτωνος θεολογίας —, πῶς ἔτι κατὰ μίαν ὑπόθεσιν θεὸν καὶ θεοὺς τάξομεν, καὶ τὰς αὐτὰς ἀποφάσεις ὁμοίως τοῖς πᾶσιν ἐφαρμόσομεν; Ἔστω μὲν γὰρ καὶ πᾶς θεὸς ἕν· ἀλλʼ οὐχ οὕτως χωριστὸν ἐν αὐτῷ τὸ ἓν, οὐδὲ οὕτως ἄγνωστον, οὐδʼ οὕτως ἀπερίγραφον, ὡς αὐτὸ τὸ πρώτιστον ἕν. Εἰ δὲ καὶ αὐτὸς ὁ Πλάτων ἐπὶ τέλει τῆς πρώτης ὑποθέσεως οὐδὲ οὐσίας καὶ τοῦ εἶναί φησι μετέχειν τὸ ἓν, οὐδὲ εἶναι ἓν τὸ ὑπὸ οὐσίας τινὸς μετεχόμενον, πῶς ἐστι τοῦτο ταῖς ἄλλαις ἑνάσιν ἐφαρμόσαι δυνατόν; πᾶσαι γὰρ ὑπὸ οὐσιῶν μετέχονται. Καθάπερ οὖν εἴ τις μηδενὶ σώματι χρῆσθαι τὴν ψυχὴν ἔλεγεν, οὐ περὶ πάσης ἂν ἐποιεῖτο ψυχῆς τὸν λόγον, ἀλλὰ περὶ τῆς ἀμεθέκτου μόνης· καὶ εἰ μηδὲ ὅλως μετέχεσθαι τὸν νοῦν ὑπὸ ψυχῆς, μόνον ἂν ἔλεγεν νοῦν τὸν ἀμέθεκτον· κατὰ τὰ αὐτὰ δὴ καὶ ὁ τὸ ἓν ὑπερούσιον παντελῶς τιθέμενος πάσης οὐσίας καὶ τοῦ εἶναι παντὸς ἐξῃρημένον, μόνον τὸ πρώτιστον ἓν λέγει καὶ ἀμέθεκτον, ἀλλʼ οὐ πᾶν τὸ ὁπωσοῦν ἕν. Εἰ δὲ δὴ καὶ τοῦ ἑνὸς ἐπέκεινα καὶ τῆς οὐσίας αὐτός φησιν εἶναι τὸ ἓν — οὐδὲ γὰρ τοῦτο κυρίως ἐπονομάζεσθαι —, πῶς ἂν ἐπὶ τῶν μετὰ τὸ πρῶτον ἑνάδων ἐπαληθεύσειε; τὸ γὰρ ὑπὸ πλήθους μετεχόμενον ἓν καὶ τὸ τοῖς οὖσι συνὸν οὐκ ἔστι κρεῖττον καὶ τοῦ ἓν ὀνομάζεσθαι παντελῶς, ὃ μηδὲ ἁπλῶς ἐξήρτηται τοῦ ὄντος· ὅμοιον ὡς εἴ τις καὶ τὴν ψυχὴν τοῖς σώμασι κοινωνήσασαν κρείττονα ἔλεγεν εἶναι ψυχῆς. Εἰ δὲ καὶ πᾶν τὸ πλῆθος τῶν θεῶν καὶ πᾶν τὸ ἓν τὸ μετεχόμενον ὑπὸ τοῦ ὄντος ἔχομεν ἐν τῇ δευτέρᾳ παραδεδομένον ὑποθέσει, τοῦτο ἐκεῖνο, ὅπερ ζητοῦντες συνωθοῦσι τὸν περὶ θεῶν λόγον εἰς τὴν πρώτην ὑπόθεσιν, τί χρὴ ταράττειν ἐνταῦθα τὸν λόγον, τοῖς περὶ τοῦ πρώτου σκέμμασι προστιθέντα τὴν περὶ τοῦ πλήθους τῶν θεῶν ἐξήγησιν; Τί γὰρ ἄλλο ἐστὶ τὸ ἓν ἐκεῖνο τὸ τῷ ὄντι συντεταγμένον καὶ μετὰ τοῦ ὄντος προϊὸν, ἢ τὸ πλῆθος τῶν θεῶν, τὸ πάσης ἐκθεωτικὸν τῆς τοῦ ὄντος ὑποστάσεως καὶ παντὸς τοῦ οὐσιώδους πλήθους συνεκτικόν; Πᾶσα γὰρ θεία οὐσία ταῖς ἑνάσιν ὑπέστρωται τῶν θεῶν, καὶ πᾶν τὸ μεθεκτὸν ἓν οὐσίας ἐστὶν ἑνωτικὸν νοητῆς ἢ νοερᾶς ἢ πρὸς ταύτῃ καὶ ψυχικῆς ἢ σωματοειδοῦς, καὶ οὐδὲν ἄλλο ἐστὶν ἕκαστος τῶν θεῶν ἢ τὸ μετεχόμενον ἕν. Ὡς γὰρ ὁ κυρίως ἄνθρωπος κατὰ ψυχὴν, οὕτως ὁ κυρίως θεὸς κατὰ τὸ ἕν· ἑκάτερον γὰρ κυριώτατον τῶν συμπληρούντων ἑκάτερον· κατὰ δὲ τὸ κυριώτατον ἕκαστον ὑφέστηκε τῶν πάντων. Ἀναγκαῖον ἄρα τὴν πρώτην ὑπόθεσιν περὶ θεοῦ μόνον εἶναι, καθόσον ἐστὶ γεννητικὸς οὗτος τῶν πολλῶν θεῶν, αὐτὸς ἐξῃρημένος τοῦ πλήθους καὶ ἀσύντακτος ὢν πρὸς τοὺς ἀπʼ αὐτοῦ προεληλυθότας. Διὸ καὶ πάντα ἀποφάσκεται τούτου τοῦ ἑνὸς, ὡς πάντων ὑπεριδρυμένου καὶ ἀπὸ πάντων ἐξῃρημένου, καὶ πάσας μὲν παράγοντος τὰς τῶν θεῶν ἰδιότητας, αὐτοῦ δὲ ἀπεριορίστου καὶ ἀπεριγράφου τοῖς πᾶσιν ὑπάρχοντος· οὐ γάρ τι ἕν ἐστιν, ἀλλʼ ἁπλῶς ἕν· καὶ οὐδὲ νοητὸν ἢ νοερὸν, ἀλλʼ ὑποστατικὸν καὶ τῶν νοητῶν καὶ τῶν νοερῶν ἑνάδων. Πάσης γὰρ ἀρχικῆς τάξεως προηγεῖσθαι χρὴ πρὸ τοῦ μετεχομένου πλήθους τὸ ἀμέθεκτον αὐτῶν καὶ πρωτουργὸν εἶδος, εἰ καὶ εἴδους κρεῖττον αἴτιον· οὕτω πω καὶ πρὸ τῶν ἐνύλων εἰδῶν ἔστι τὰ ἄυλα, καὶ πρὸ τῆς ἐν ἄλλῳ γενομένης ζωῆς ἡ χωριστὴ καὶ ἑαυτῆς οὖσα καὶ ἀμιγὴς, καὶ πανταχοῦ τῶν ἄλλου γεγονότων προηγεῖται τὰ ἐν αὑτοῖς ὑφεστηκότα· καὶ τῶν πολλῶν ἄρα ψυχῶν καὶ τὰ σώματα κατανειμαμένων ἡγεῖται κατʼ οὐσίαν ἡ ἀμέθεκτος ψυχὴ, τὸν ὑπερουράνιον τόπον ἐπιστρεφομένη· καὶ τῶν πολλῶν νόων ὁ εἷς ἀμέθεκτος νοῦς, ὁ χωριστὸς καὶ ἐν ἑαυτῷ διαιωνίως ἱδρυμένος καὶ συνέχων ἄνωθεν πᾶσαν τὴν νοερὰν οὐσίαν· καὶ τῶν πολλῶν ὄντων τὸ πρώτιστον ὑπερήπλωται νοητὸν, τὸ ἄμικτον καὶ καθʼ ἑαυτὸ μονοειδῶς ὑφεστηκός· ἄλλο γὰρ τὸ ἐν ἑκάστῳ νῷ νοητὸν, καὶ ἄλλο τὸ ἐφʼ ἑαυτοῦ προϊδρυμένον, καὶ τοῦτο μὲν μόνως νοητὸν, ἐκεῖνο δὲ ὡς ἐν νοεροῖς νοητόν. Καὶ τῶν πολλῶν ἄρα καὶ μετεχομένων ἑνάδων ἐπέκεινα τὸ ἀμέθεκτόν ἐστιν ἓν, πάντων, ὥσπερ εἴρηται, τῶν θείων διακόσμων ἐξῃρημένον. Πολλοῦ ἄρα δεήσομεν ἡμεῖς τοῦ νοητοῦ τὴν ἀκρότητα λέγειν τὸν θεὸν τὸν πρῶτον, ὥσπερ ἀκούω τινῶν ἐν θεολογίᾳ πρωτευσάντων, καὶ τὸν ἐκεῖ πατέρα ποιεῖν τῷ πάντων αἰτίῳ τὸν αὐτόν· οὗτος μὲν γὰρ ἑνάς ἐστι μεθεκτή· νοητὸς γοῦν λέγεται πατὴρ καὶ ἡ τῶν νοητῶν ἀκρότης, καὶ εἰ παντὸς τοῦ νοητοῦ συνεκτικὸς, ἀλλὰ πατήρ· ὁ δὲ πρῶτος θεὸς διὰ τῆς πρώτης ὑποθέσεως ὑμνούμενος οὔτε πατὴρ, ἀλλὰ κρείττων καὶ πάσης τῆς πατρικῆς θεότητος. Ἐκεῖνος μὲν γὰρ ἀντιδιῄρηται πρὸς τὴν δύναμιν καὶ τὸν νοῦν, ὧν λέγεται πατὴρ, καὶ συμπληροῖ τριάδα μίαν μετʼ ἐκείνων· οὗτος δὲ ὁ πρῶτος ὄντως θεὸς ἐξῄρηται πάσης πρὸς πάντα καὶ ἀντιδιαιρέσεως καὶ συντάξεως, οὔτε πολλῷ πλέον νοητὸς πατήρ. Οὐδενὸς γάρ ἐστι τῶν δευτέρων, οὐδὲ μεθεκτὸς ὅλος ἐστὶν, οὔτʼ ὢν ὑπὸ νοερὰν οὔτε ὑπὸ νοητὴν οὐσίαν, ἀλλʼ ὑπερήνωται μὲν πασῶν τῶν μετεχομένων ἑνάδων, ὑπερήρπασται δὲ πασῶν τῶν τοῦ ὄντος προόδων. Σκοπὸς μὲν οὗτος ἡμῖν νοείσθω τῆς πρώτης ὑποθέσεως, ἀναδραμεῖν ἀπὸ τοῦ ἑνὸς ὄντος ἐπʼ αὐτὸ τὸ ἓν ὡς ἀληθῶς, καὶ θεωρῆσαι πῶς ἐξῄρηται τῶν ὅλων ἐκεῖνος, καὶ πῶς οὐδενὶ συναριθμεῖται τῶν θείων διακόσμων.

`1072`

Δεύτερον δὲ ἐπὶ τούτων κατίδωμεν, ποῖος τρόπος ἁρμόσει τῶν λόγων πρὸς τὴν τοιαύτην θεωρίαν, καὶ πῶς ἂν πρεπόντως ἀντιλαβοίμεθα τῆς τῶν προκειμένων ἐξηγήσεως, καὶ λογικῶς, φαίην ἂν ἐγὼ, καὶ νοερῶς ὁμοῦ καὶ θείως ἐνεργῆσαι δυνηθείημεν, ἵνα καὶ τὴν ἀποδεικτικὴν τοῦ Παρμενίδου δύναμιν ἑλεῖν δυνηθῶμεν, καὶ ταῖς ἐπιβολαῖς αὐτοῦ ταῖς τοῦ ὄντος ὄντως ἐχομέναις παρακολουθήσωμεν, καὶ πρὸς τὴν ἄρρητον καὶ ἀπερίληπτον τοῦ ἑνὸς συναίσθησιν ἐνθεαστικῶς ἀναδράμωμεν. Ἔχομεν γὰρ δὴ καὶ ἡμεῖς, ἅτε κατὰ ψυχὰς τεταγμένοι, τῶν πρωτίστων αἰτιῶν εἰκόνας, καὶ μετέχομεν τῆς τε ὅλης ψυχῆς καὶ τοῦ νοεροῦ πλάτους καὶ τῆς θείας ἑνάδος· καὶ δεῖ τὰς ἐν ἡμῖν ἐκείνων δυνάμεις ἀνεγείρειν πρὸς τὴν ἀντίληψιν τῶν προκειμένων. Ἢ πῶς ἐγγυτέρω τοῦ ἑνὸς ἐσόμεθα, μὴ τὸ ἓν τῆς ψυχῆς ἀνεγείραντες, ὅ ἐστιν ἐν ἡμῖν οἷον εἰκὼν τοῦ ἑνὸς, καθὸ καὶ μάλιστα τὸν ἐνθουσιασμὸν γίνεσθαί φασιν οἱ ἀκριβέστεροι τῶν λόγων; Πῶς δʼ ἂν τὸ ἓν αὐτὸ τοῦτο καὶ τὸ ἄνθος τῆς ψυχῆς ἀναλάμψαι ποιήσαιμεν, εἰ μὴ κατὰ νοῦν πρότερον ἐνεργήσαιμεν; Ἡ γὰρ κατὰ νοῦν ἐνέργεια πρὸς τὴν ἤρεμον κατάστασιν καὶ ἐνέργειαν ἄγει τὴν ψυχήν. Πῶς δʼ ἂν τῆς νοερᾶς ἐνεργείας τελείως τύχοιμεν, μὴ διὰ τῶν λογικῶν ἐπιβολῶν πορευθέντες καὶ πρὸ τῶν ἁπλουστέρων νοήσεων συνθετωτέραις χρησάμενοι; Δεῖ τοίνυν ἀποδεικτικῆς μὲν δυνάμεως ἐν ταῖς προσλήψεσι, νοερᾶς δὲ ἐνεργείας ἐν ταῖς τοῦ ὄντος διερευνήσεσιν — αἱ γὰρ τοῦ ὄντος τάξεις ἀποφάσκονται τοῦ ἑνὸς —, ἐνθεαστικῆς δὲ ὁρμῆς ἐν τῇ συναισθήσει τοῦ πάντων ἐξῃρημένου τῶν ὄντων, ἵνα μὴ λάθωμεν ἐκ τῶν ἀποφάσεων εἰς τὸ μὴ ὂν καὶ τὴν ἀφάνειαν αὐτοῦ διὰ τῆς ἀορίστου φαντασίας ἀπωσθέντες, ἀλλὰ τὸ ἐν ἡμῖν ἓν ἀνεγείραντες καὶ ἀναθάλψαντες διὰ τούτου τὴν ψυχὴν συνάψωμεν πρὸς αὐτὸ τὸ ἓν, καὶ οἷον ὁρμίσωμεν ὑπὲρ πᾶν τὸ ἐν ἑαυτοῖς νοητὸν στάντες καὶ πᾶσαν ἄλλην ἡμῶν ἐνέργειαν ἀφελόντες, ἵνα ἐκείνῳ μόνῳ συγγενώμεθα καὶ ἐκεῖνο περιχορεύσωμεν, ἀπολιπόντες τὰς περὶ τὰς δευτέρας στρεφομένας τῆς ψυχῆς νοήσεις. Ὁ μὲν οὖν τρόπος τῶν λόγων τοιοῦτος ἡμῖν ἔστω, λογικὸς, νοερὸς, ἐνθεαστικός· οὕτω γὰρ ἄν τις τῆς προκειμένης ὑποθέσεως ἀντιλάβοιτο δεόντως.

`1073–1074`

Σκεπτέον τρίτον ἄλλο τίνες αἱ ἀποφάσεις αὗται, καὶ πότερον κρείττους εἰσὶ τῶν καταφάσεων ἢ χείρους. Δοκεῖ γὰρ πᾶσιν ἡ κατάφασις σεμνοτέρα τῆς ἀποφάσεως εἶναι· στέρησις γὰρ ἡ ἀπόφασις· ἡ δὲ κατάφασις, φασὶν, εἴδους παρουσία καὶ ἕξις τίς ἐστιν. Ἀλλὰ τοῖς μὲν εἴδεσι καὶ τοῖς εἰδοπεποιημένοις προτιμοτέρα τῆς ἀποφάσεως ἡ κατάφασις· αὐτὸ γὰρ τοῦτο δεῖ τοῖς εἴδεσιν ὑπάρχειν, τὴν ἑαυτῶν ἕξιν καὶ τὴν τῆς στερήσεως φυγήν. Καὶ ὅλως τοῖς οὖσι καὶ τὸ εἶναι τοῦ μὴ εἶναι, καὶ ἡ κατάφασις οἰκειοτέρα τῆς ἀποφάσεώς ἐστι· τὸ μὲν γὰρ ὂν τῆς καταφάσεώς ἐστι παράδειγμα, τὸ δὲ μὴ ὂν τῆς ἀποφάσεως. Ὅπως δὲ αὐτὸς ἐν Σοφιστῇ τὸ μὴ ὂν ἔφατο πρὸς τὸ ὂν ἔχειν, οὐκ ἄδηλον, καὶ ὅτι κρεῖττον τὸ ὄν· οὗπερ, ἔλαττον μὲν γὰρ οὐδὲ τὸ μὴ ὂν εἶναί φησιν ἢ τὸ ὂν, ἀλλὰ προσθεὶς τὸ, εἰ θέμις εἰπεῖν, ἐδήλωσε τὴν τοῦ ὄντος ὑπεροχήν. Ἐν πᾶσιν ἄρα τοῖς οὖσι κρείττων ἡ κατάφασις ἁπλῶς τῆς ἀποφάσεως. Ἐπειδὴ δὲ πολλαχῶς τὸ μὴ ὂν, τὸ μὲν ὡς κρεῖττον τοῦ ὄντος, τὸ δὲ ὡς τῷ ὄντι συνταττόμενον, τὸ δὲ ὡς στέρησις τοῦ ὄντος· δῆλον δήπουθεν ὅτι τριττὰ καὶ ἀποφάσεων εἴδη θεωρήσομεν, τὸ μὲν ὑπὲρ τὴν κατάφασιν, τὸ δὲ καταφάσεως λειπόμενον, τὸ δὲ παρισούμενόν πως πρὸς τὴν κατάφασιν. Οὐκ ἄρα μονοειδῶς ἡ κατάφασις ἀεὶ τῆς ἀποφάσεως κρείττων, ἀλλʼ ἔστιν ὅπου καὶ τὴν δευτέραν ἔλαχε τάξιν, ὅταν ἡ ἀπόφασις ἐκεῖνο λέγῃ τὸ μὴ ὂν ὅ ἐστιν ἐπέκεινα τοῦ ὄντος. Ἀλλʼ ἐπειδὴ διττὸν καὶ τοῦτο τὸ μὴ ὂν, τὸ μὲν ὑπὸ τοῦ ὄντος κατεχόμενον, τὸ δὲ οὐδενὶ τῶν ὄντων συναριθμούμενον· δῆλον ὡς ἐπὶ τούτου κυρίως οὔτε κατάφασις ἁρμόσειεν ἂν οὔτε ἀπόφασις, ἐπʼ ἐκείνου δὲ μᾶλλον ἡ ἀπόφασις, ἔτι καὶ ἡ κατάφασις καθόσον τῷ ὄντι κεκοινώνηκεν. Ἀλλʼ εἰ καὶ μηδεὶς ἐπὶ ἐκείνου κυρίως λόγος ἀληθὴς — λέγω δὴ τοῦ ἀσυντάκτου πρὸς τὸ ὂν —, κυριώτερον ἂν ἡ ἀπόφασις ἐπʼ αὐτοῦ ῥηθείη τῆς καταφάσεως. Ὡς γὰρ ἐπὶ τῶν ὄντων αἱ καταφάσεις, αἱ ἀποφάσεις ἐπὶ τοῦ μὴ ὄντος· ὅλως γὰρ ἡ κατάφασις εἴδους θέλει δράττεσθαί τινος, καὶ ὅταν ἡ ψυχὴ ἄλλῳ ἄλλο λέγῃ παρεῖναι καὶ ποιῇ κατάφασιν, τίθησι τῶν ἑαυτῇ συγγενῶν. Τὸ δὲ πρῶτον ὑπὲρ εἶδός ἐστι, καὶ οὐδὲν αὐτῷ προσήκει τῶν ἐν τοῖς δευτέροις προσάγειν, οὐδὲ τὰ ἐν ἡμῖν οἰκεῖα μεταφέρειν ἐπʼ αὐτό· λήσομεν γὰρ ἑαυτοὺς καὶ οὐκ ἐκεῖνο λέγοντες. Οὐκ ἄρα καταφάσεσιν ἐπʼ αὐτοῦ χρησόμεθα δεόντως, ἀλλὰ μᾶλλον ταῖς τῶν δευτέρων ἀποφάσεσι. Καὶ γὰρ αἱ μὲν καταφάσεις γινώσκειν τι σπεύδουσιν ἄλλο ἄλλῳ ὑπάρχον· τὸ δὲ πρῶτον καὶ ἄγνωστόν ἐστι ταῖς συμφύλοις πρὸς τὰ ὄντα γνώσεσι, καὶ οὐκ ἔστιν αὐτῷ τι λαβεῖν ὡς ὑπάρχον, ἀλλὰ μᾶλλον ὡς μὴ ὑπάρχον· συνθέσεως γὰρ πάσης ἐξῄρηται καὶ μεθέξεως. Καίτοι πρὸς τούτοις, αἱ μὲν καταφάσεις ὡρισμένον τι δηλοῦσιν, αἱ δὲ ἀποφάσεις ἀόριστον ἔχουσι δύναμιν· τὸ γὰρ οὐκ ἄνθρωπος ἀπειρότερόν ἐστι τοῦ ἄνθρωπος. Τὴν οὖν ἀπερίληπτον καὶ ἀπεριόριστον τοῦ ἑνὸς αἰτίαν οἰκειότερόν ἐστιν ἐνδείκνυσθαι διὰ τῶν ἀποφάσεων· ἀποτεμαχίζουσι γὰρ αἱ καταφάσεις τὰ ὄντα, ἀναπλωτικαὶ δέ εἰσιν αἱ ἀποφάσεις ἀπὸ τῶν περιγεγραμμένων ἐπὶ τὸ ἀπερίγραφον καὶ ἀπὸ τῶν διῃρημένων ὅροις οἰκείοις ἐπὶ τὸ ἀόριστον. Πῶς οὖν οὐχ αὗται μᾶλλον πρέπουσι τῇ θεωρίᾳ τοῦ ἑνός; τὴν γὰρ ἀπερίληπτον αὐτοῦ καὶ ἄληπτον καὶ ἄγνωστον ταῖς μερικαῖς ἐπιβολαῖς δύναμιν, εἰ θέμις εἰπεῖν, διὰ τούτων ἐνδείκνυσθαι μόνον δυνατόν. Κρείττους ἄρα τῶν καταφάσεων αἱ ἀποφάσεις, καὶ πρέπουσαι τοῖς ἀναγομένοις ἀπὸ τοῦ μερικοῦ πρὸς τὸ ὅλον καὶ ἀπὸ τοῦ κατατεταγμένου πρὸς τὸ ἀκατάτακτον καὶ ἀπὸ τοῦ τετεμαχισμένου τῆς γνώσεως εἴδους ἐπὶ τὸ ἀπεριόριστον καὶ ἑνιαῖον καὶ ἁπλοῦν τῆς ἐνεργείας εἶδος.

`1075–1077`

Πῶς οὖν αὗται καὶ τίνα τρόπον ἐπὶ τῆς πρώτης αἰτίας ἁρμόσουσι, τέταρτον νοήσωμεν. Οὐχ οὕτω φαίην ἂν ὡς ἐπὶ τῶν δεκτικῶν μὲν τῆς καταφάσεως, οὐ μέντοι δεδεγμένων, οἷον εἰ τὸν Σωκράτη φαῖμεν μὴ εἶναι λευκόν· ὅλως γὰρ οὐδενὸς τὸ ἕν ἐστι δεκτικὸν, ἀλλʼ ἐξῄρηται παντὸς τοῦ ὄντος καὶ πάσης μετοχῆς· οὐδὲ αὖ οὕτως, ὡς τὸ ἄδεκτον πάντη τῆς καταφάσεως, καὶ στέρησιν ἔχον αὐτῆς καὶ ἀμιξίαν πρὸς τὸ εἶδος, οἷον εἴ τις λέγοι τὴν γραμμὴν οὐ λευκὸν, διότι δὴ λευκότητός ἐστιν ἀμέτοχος. Τὸ γὰρ πρῶτον οὐχ ἁπλῶς ἀπέσπασται τῶν ἀποφασκομένων, οὐδὲ ἀκοινώνητά ἐστι πάντα ταῦτα πρὸς τὸ ἓν, ἀλλὰ παράγεται ἐκεῖθεν· καὶ οὐχ ὡς ἡ λευκότης οὔτε γεννᾷ τὴν γραμμὴν οὔτε γεννᾶται ἀπʼ αὐτῆς, οὕτω καὶ τὰ μετὰ τὸ ἓν οὔτε γεννᾶται ἀπὸ τοῦ ἑνός· ὑφέστηκε γὰρ ἐκεῖθεν. Ἀλλʼ οὐδὲ οὕτως, ὡς ἂν φαῖμεν κατὰ τὸν μέσον τρόπον τοῦτον λέγεσθαι τὴν ἀπόφασιν, κατὰ τὸν τῶν μὴ δεκτικῶν μὲν, ἄλλοις δὲ, ἐν οἷς ἐστι, τοῦ δέχεσθαι τὴν κατάφασιν αἰτιῶν· οἷον ἡ κίνησις οὐ κινεῖται, ἀλλὰ τὸ κινούμενον· κατηγορεῖται γοῦν αὐτῆς ἡ ἀπόφασις· οὐ γὰρ κινεῖται, καὶ εἰ ἄλλα κινεῖται διʼ αὐτήν· καὶ ὅλως ἕκαστον τῶν παθῶν ἀπαθές ἐστιν· ἁπλοῦν γὰρ ὂν ἢ ἔστιν ἢ οὐκ ἔστι, τὸ δὲ πάσχον διʼ αὐτὸ τὸ σύνθετόν ἐστιν. Οὐδὲ οὕτως οὖν ἀποφάσκεται τὰ ἀποφασκόμενα τοῦ ἑνός· οὐδὲ γὰρ ἐγγίνεται ἑνὶ τὸ ἓν, ἀλλʼ αἴτιον μέν ἐστι τῶν καταφάσεων ὧν αὐτῷ προσάγομεν τὰς ἀποφάσεις, οὐδαμῶς δὲ ἐγγίνεται τούτοις ὧν ἐστιν αἴτιον· ἀλλʼ εἴ με χρὴ συντόμως εἰπεῖν τὸ δοκοῦν, ὥσπερ τὸ ἓν αἴτιόν ἐστι τῶν ὅλων, οὕτω καὶ ἀποφάσεις αἴτιαι τῶν καταφάσεών εἰσιν. Ὅθεν καὶ ὅσα κατέφησεν ἡ δευτέρα, καθὰ προείπομεν, ὑπόθεσις, τοσαῦτα ἀπέφησεν ἡ πρώτη· πάντα γὰρ τὰ καταφατικὰ ἐκεῖνα πρόεισιν ἐκ τούτων τῶν ἀποφατικῶν, καὶ τούτων αἴτιον τὸ ἓν ὡς πρὸ τῶν πάντων ὄν. Ὡς γὰρ ἀσώματος οὖσα ἡ ψυχὴ τὸ σῶμα παρήγαγεν, ὡς ὁ νοῦς οἷον ἄψυχος ὢν — ὅτι καὶ μὴ ἔστι ψυχὴ — τὴν ψυχὴν ὑπέστησεν, οὕτω τὸ ἓν ἀπλήθυντον ὂν πᾶν τὸ πλῆθος ὑπέστησε, καὶ ἀνάριθμον ὂν τὸν ἀριθμὸν, καὶ ἀσχημάτιστον ὂν τὸ σχῆμα, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· οὐδὲν γάρ ἐστιν ὧν ὑφίστησιν. Οὐδὲ γὰρ ἄλλο αἴτιον οὐδὲν ταὐτόν ἐστιν τοῖς ἑαυτοῦ γεννήμασιν. Εἰ δὲ μηδέν ἐστιν ὧν ὑφίστησιν, πάντα δὲ ὑφίστησιν, οὐδέν ἐστι πάντων. Εἰ οὖν τὰ πάντα καταφατικῶς γιγνώσκομεν, ἐκεῖνο ἀποφατικῶς ἀφʼ ἑκάστου τῶν πάντων ἐνδεικνύμεθα, καὶ οὕτω τοῦτο τὸ εἶδος τῆς ἀποφάσεως γεννητικόν ἐστι τοῦ πλήθους τῶν καταφάσεων· οἷον τὸ ἀσχημάτιστον ἐπὶ τοῦ ἑνὸς οὐκ ἔστι τοιοῦτον οἷον τὸ τῆς ὕλης, ὃ κατὰ τὴν στέρησιν θεωρεῖται τοῦ σχήματος, ἀλλʼ ὃ γεννᾷ καὶ παράγει τὴν κατὰ τὸ σχῆμα τάξιν. Ἐπὶ μὲν οὖν τῆς ὕλης αἱ ἀποφάσεις χείρους τῶν καταφάσεων, ἐπειδήπερ στερήσεις εἰσὶν, αἱ δὲ καταφάσεις μεθέξεις ὧν ἐστέρηται καθʼ αὑτήν· ἐπὶ δὲ τῶν ὄντων σύζυγοι πρὸς τὰς καταφάσεις· οὐ γὰρ παρʼ ἔλαττον τὸ μὴ ὂν οὐσίας μετέχει τοῦ ὄντος, ὡς εἴρηται ἐν Σοφιστῇ. Ἐπὶ δὲ τοῦ ἑνὸς, αἰτίας δηλοῦσιν ὑπεροχὴν, καὶ τούτῳ κρείττους εἰσὶ τῶν καταφάσεων. Διὸ καὶ τῶν μετὰ τὸ ἓν τὰ αἴτια τὰς ἀποφάσεις τῶν δευτέρων οὕτως ἔχει κατʼ αὐτῶν ἐπαληθευούσας. Οὕτω γὰρ καὶ τὴν ψυχὴν ὅταν λέγωμεν μήτε φθέγγεσθαι μήτε σιγᾷν, οὐχ οὕτω λέγομεν ταῦτα περὶ αὐτῆς ὡς περὶ λίθων καὶ ξύλων ἢ ἄλλου τινὸς ἀναισθήτου πράγματος, ἀλλʼ ὡς γεννητικῆς οὔσης ἀμφοτέρων ἐν τῷ ζώῳ φωνῆς τε καὶ σιγῆς. Καὶ πάλιν τὴν φύσιν οὔτε λευκὸν οὔτε μέλαν λέγομεν, ἀλλʼ ἀχρώματον καὶ αὖ ἀδιάστατον· ἆρʼ οὖν οὕτως ὡς τὴν ὕλην; οὐδαμῶς — κρείττων γάρ ἐστι τῶν ἀποφασκομένων —, ἀλλʼ ὡς γεννητικὴν καὶ χρωμάτων καὶ παντοίων διαστάσεων. Ὁμοίως τοίνυν ἀνάριθμον τὴν μονάδα λέγομεν, οὐχ ὡς ὑφειμένην τῶν ἀριθμῶν καὶ ἀόριστον, ἀλλʼ ὡς γεννῶσαν τοὺς ἀριθμοὺς καὶ ὁρίζουσαν, λέγω δὲ τὴν πρωτίστην μονάδα καὶ ἣν πάντα ἔχειν φαμὲν τὰ εἴδη τῶν ἀριθμῶν. Πάντα οὖν, ὅσα ἀποφάσκει τοῦ ἑνὸς, ἐξ αὐτοῦ πρόεισι· δεῖ γὰρ αὐτὸ μηδὲν εἶναι τῶν πάντων, ἵνα ᾖ πάντα ἀπʼ αὐτοῦ. Διό μοι δοκεῖ πολλάκις καὶ τὰ ἀντικείμενα ἀποφάσκειν, οἷον ὅτι οὔτε ὅλον οὔτε μέρος, οὔτε ταὐτὸν οὔτε ἕτερον, οὔτε ἑστὼς οὔτε κινούμενον· πάσης γὰρ ἐξῄρηται τὸ ἓν ἀντιθέσεως, πάσης ὑπερήπλωται σχέσεως, πάσης δυάδος καθαρεύει, παντὸς πλήθους αὐτῶν καὶ τῶν συστοίχων τῶν διττῶν αἴτιον ὂν καὶ τῆς πρώτης δυάδος καὶ πάσης σχέσεως καὶ πάσης ἀντιθέσεως. Καὶ γὰρ ἡ φύσις αἰτία πασῶν τῶν σωματικῶν ἀντιθέσεων, καὶ ἡ ψυχὴ πασῶν τῶν ζωτικῶν αἰτιῶν, καὶ ὁ νοῦς τῶν ψυχικῶν γενῶν, τὸ δὲ ἓν ἁπασῶν τῶν διαιρέσεων ἁπλῶς — οὐ γὰρ ὧν μέν ἐστιν αἴτιον, ὧν δὲ ἀναίτιον· τὸ δὲ πάσης ἀντιθέσεως αἴτιον αὐτὸ πρὸς οὐδὲν ἀντίκειται· δέοι γὰρ ἂν καὶ ταύτης εἶναί τι τῆς ἀντιθέσεως αἴτιον ἄλλο, καὶ οὐκέτι πασῶν αἴτιον τὸ ἕν. Τὰς μὲν οὖν ἀποφάσεις διὰ ταῦτα γεννητικὰς εἶναι τῶν καταφάσεων λέγομεν, τὰς ἐν τῇ πρώτῃ παρειλημμένας ὑποθέσει τῶν ἐπὶ τῆς δευτέρας ἐξετασθησομένων· ὅσα γὰρ γεννᾷ τὸ πρῶτον ἐν τῇ πρώτῃ, τοσαῦτα ἐν τῇ δευτέρᾳ γεννᾶται καὶ πρόεισιν ἐν τάξει τῇ οἰκείᾳ, καὶ οὕτως ὁ διακόσμος ἀναφαίνεται τῶν θεῶν ἀπὸ τῆς ἑνάδος τῆς ἐξῃρημένης ὑποστάς.

`1078`

Ἐκεῖνο δʼ ἄν τις πέμπτον εἰκότως ἐπὶ τούτοις ζητήσειε πῶς, εἰ ἀπὸ τοῦ οἰκείου ἑνὸς εἶπε ποιήσεσθαι τὴν ἀρχὴν ὁ Παρμενίδης, ἀπὸ τῶν ἀποφάσεων ἄρχεται τοῦ ἑνὸς, ἀλλʼ οὐχὶ τῶν καταφάσεων, αὐτὸς πάντα καταφάσκων ἐκείνου καὶ οὐδὲν ἀποφάσκων ἐν τῇ ποιήσει· καὶ γὰρ οὐλομελές φησιν αὐτὸ εἶναι καὶ ἀτρεμὲς, εἶναί τέ φησιν αὐτὸ ἀναγκαῖον, μὴ εἶναι δὲ ἀδόκητον, σφάλλεσθαί τε τὸν λέγοντα αὐτὸ μὴ εἶναι. Καὶ γὰρ ἡ μὲν εἶναι φάσκουσα αὐτὸ κέλευθος, πειθοῦς ἐστι κατʼ αὐτόν· ἡ δὲ μὴ εἶναι λέγουσα,

  
καὶ ὡς χρέων ἐστὶ μὴ εἶναι,  
  
Τὴν δή τοι φράζω παναπειθέα ἔμμεν ἀταρπόν.  

`1079`

Καὶ ὅλως πολλὰ κατατείνει περὶ αὐτοῦ, καὶ ὡς ῥητόν ἐστι γράφων, καὶ ὡς νοητόν. Πῶς οὖν τοῦ Παρμενιδείου ἑνὸς τοιάνδε φύσιν ἔχοντος, ἐν τούτοις εἰπὼν αὐτὸς ἀπʼ ἐκείνου ποιήσεσθαι τὴν ἀρχὴν τῆς προκειμένης αὐτῷ γυμνασίας διὰ τῶν ἀποφάσεων ὁδεύει πρώτων, ὧν αὐτὸς ἐν ἐκείνοις τοῦ οἰκείου κατέφησεν ἑνός; Λεκτέον δὴ καὶ πρὸς ταύτην τὴν ζήτησιν ὅτι καὶ ὁ ἐν Σοφιστῇ ξένος, ἐκ τοῦ διδασκάλου πρώτου ὡρμημένος δεῖξαι τὸ ἓν ὂν ἐπέκεινα τῶν πολλῶν ὄντων καὶ ταύτῃ τὸν Παρμενίδην κατορθοῦντα προτάξαντα τῶν πολλῶν τὸ ἓν ὂν, ἐζήτησεν εἰ ὄντως ἕν ἐστι τὸ Παρμενίδειον ἓν, καὶ ταὐτόν ἐστιν ἑνί γε αὐτῷ εἶναι καὶ ὄντι, ἢ ἄλλο μὲν τὸ ἓν τῇ αὐτοῦ φύσει, ἄλλο δὲ τὸ ὄν· καὶ ζητήσας ἔδειξεν, εἴπερ ὅλον τί ἐστι τὸ ἓν ὂν, ὡς ὁ Παρμενίδης εἶπε, καὶ ἀρχὴν ἔχον καὶ τέλος, μεμερισμένον εἰς ταῦτα καὶ οὐλομελὲς ὂν, πεπονθέναι μὲν αὐτὸ ἀναγκαῖον τὸ ἓν καὶ μετέχειν διὰ τὸ ὅλον τοῦ ἑνὸς, οὐ μέντοιγε αὐτὸ εἶναι τὸ ἀληθῶς ἕν· δεῖν δὲ τὴν ἀρχὴν μηδενὸς ἑτέρου μετέχειν, διότι τοῦ μετεχομένου δεύτερον ἀναγκαῖον εἶναι τὸ μετέχον, ὡς δεόμενον ἄλλου του καὶ οὗ ἐφίεται μετέχειν· ὥστε εἴ τις ἐφέποιτο τῇ θέσει, τοῦ ἑνὸς ἀποφήσει πάντα ὅσα κατέφησεν ὁ πεπονθὸς αὐτὸ θέμενος τὸ ἕν. Ἤρξατο μὲν οὖν, ὡς πολλάκις εἴπομεν, ἀπὸ τοῦ οἰκείου ἑνὸς καὶ ἐν τούτοις ὁ Παρμενίδης, ὅπερ ἦν πεπονθὸς τὸ ἓν — ἀπιδὼν δὲ εἰς τὸ ἓν ᾗ ἓν αὐτὸ μόνον καὶ οὐχ ὡς πεπονθὸς τὸ ἓν —, ἀλλʼ ὡς ἓν θεασάμενος τὴν μέθεξιν, ἀνήγαγε τὸν λόγον εἰς τὴν ἀκραιφνῆ τοῦ ἑνὸς ἔννοιαν, καὶ διὰ τοῦτο πάντα οἶδεν ἐξ ἀνάγκης ἀποφατικῶς, ὅσα τῷ πεπονθότι τὸ ἓν, ἀλλʼ οὐχὶ τῷ αὐτῷ ἑνὶ ὄντι, προσήγαγε καταφατικῶς. Καὶ δὴ καὶ ἤρξατο τῶν ἀποφάσεων ἀπὸ τοῦ ὅλου, διʼ οὗ καὶ ὁ Ἐλεάτης ξένος ἐδείκνυ πεπονθὸς ὂν τὸ ἓν — τὸ Παρμενίδειον ἓν, ἀλλʼ οὐκ ἀληθῶς ἓν —, καὶ τοῦτο συμπεραίνεται πρῶτον ὅτι οὐχ ὅλον τὸ ἕν· καὶ ἔδει τοὺς Πλατωνικοὺς ὁρᾷν ὅπως ταῦτα δείκνυσιν ἐν τούτοις τῇ ἐννοίᾳ τοῦ ἑνὸς ὁ Παρμενίδης, ἅπερ ἐν ἄλλοις αὐτοῦ τὴν δόξαν ἐπανάγων εἰς τὸ ἀληθὲς ἓν ὁ Παρμενίδειος σοφὸς ἀπέδειξε, καὶ μὴ καταψηφίζεσθαι τῆς πρώτης ὑποθέσεως ὡς κενολογούσης, ἀλλὰ ζητεῖν ἐπὶ ποίου πράγματός ἐστιν ἡ ὑπόθεσις ἀληθὴς, καὶ τοῦτο λαμβάνειν ἀπὸ τοῦ Πλάτωνος.

`1080–1082`

Ἀλλὰ τοῦτο μὲν ὑπεμνήσθη διὰ τούτων· ἴσως δὲ ἄν τις τοῦτο αὐτὸ λοιπὸν ἡμᾶς ἐπανέροιτο, πότερον τοῖς ἀποφατικοῖς χρώμεθα διὰ τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως οὐ δυναμένης τὴν ἁπλότητα τοῦ ἑνὸς παραλαβεῖν διʼ ἐπιβολῆς τινος ἐπερειστικῆς καὶ θέας καὶ γνώσεως ἐπηρεισμένης, ἢ καὶ τὰ κρείττονα τῆς ἡμετέρας ψυχῆς κατὰ τὸ ἀνάλογον ἀποφατικῶς γινώσκει τὸ ἕν. Φαμὲν δὴ ὅτι καὶ ὁ νοῦς ταῖς μὲν συζύγοις πρὸς τὰ εἴδη νοήσεσιν αὐτὰ γινώσκει καὶ περιλαμβάνει τὰ νοητὰ, καὶ ἔστιν αὐτὴ καταφατική τις ἡ γνῶσις, ἐὸν γὰρ ἐόντι πελάζει· καὶ ὃ νοεῖ τοῦτό ἐστιν, ὃ δὲ λέγει, τοῦτο νοεῖ· ὃ ἄρα ἐστὶ, τοῦτο λέγει πως ὁ νοῦς διὰ τῆς ἑαυτοῦ νοήσεως. Τῇ δὲ ὑπὲρ νοῦν ἑνάδι συνῆπται πρὸς τὸ ἓν, καὶ διὰ τῆς ἑνώσεως ταύτης γινώσκει τὸ ἓν, τῷ μὴ ὄντι τὸ μὴ ὄν· ἀποφατικῶς ἄρα γινώσκει τὸ ἕν. Διττὰς γὰρ ἔχει τὰς γνώσεις, τὴν μὲν ὡς νοῦς, τὴν δὲ ὡς μὴ νοῦς· καὶ τὴν μὲν ὡς ἑαυτὸν γινώσκων, τὴν δὲ μεθύων, φησί τις, καὶ αὑτὸν ἐνθεάζων τῷ νέκταρι, καὶ τὴν μὲν ὡς ἔστι, τὴν δὲ ὡς οὐκ ἔστι. Τὴν μὲν ἄρα ἀποφατικὴν ἔχει τῶν γνώσεων, τὴν δὲ καταφατικὴν καὶ αὐτὸς ὁ πολυύμνητος νοῦς. Ἀλλὰ μὴν εἰ νοῦς καὶ αἱ θεῖαι ψυχαὶ, κατὰ μὲν τὰς ἑαυτῶν ἀκρότητας καὶ τὰς ἑνότητας ἐνθουσιῶσι περὶ τὸ ἓν καὶ εἰσὶ θεῖαι ψυχαὶ τὸ μάλιστα ταύτης ἕνεκα τῆς ἐνεργείας, κατὰ δὲ τὰς νοερὰς δυνάμεις ἐξήρτηνται τοῦ νοῦ καὶ περιχορεύουσιν αὐτὸν, κατὰ δὲ τὰς νοητικὰς ἑαυτὰς γιγνώσκουσι καὶ τὴν ἑαυτῶν οὐσίαν ἀχράντως οὖσαν καὶ τοὺς ἑαυτῶν λόγους ἀνελίττουσι, κατὰ δὲ τὰς δοξαστικὰς τὰ αἰσθητὰ πάντα προειλήφασί τε καὶ κατευθύνουσι δεόντως. Καὶ πᾶσαι μὲν αἱ ἄλλαι γνώσεις αὐτῶν εἰσι καταφατικαὶ — τὰ γὰρ ὄντα ὡς ἔστι γινώσκουσι, τοῦτο δέ ἐστι καταφάσεως ἴδιον —, τῇ δὲ ἐνθεαστικῇ περὶ τὸ ἓν ἐνεργείᾳ τὸ ἀποφατικόν ἐστι καὶ ἐν ταύταις τῆς γνώσεως· οὐ γὰρ ὅ τι ἐστὶ τὸ ἓν γινώσκουσιν, ἀλλʼ ὅ τι οὐκ ἔστι κατὰ τὸ κρεῖττον τοῦ ἔστιν· ἡ δὲ τοῦ ὅ τι οὐκ ἔστι νόησις ἀπόφασίς ἐστιν. Εἰ τοίνυν καὶ αἱ θεῖαι ψυχαὶ καὶ αὐτὸς ὁ πολυύμνητος νοῦς διʼ ἀποφάσεως γινώσκει τὸ ἓν, τί χρὴ καταγινώσκειν ἀδυναμίαν τῆς ἡμετέρας ψυχῆς ἀποφατικῶς αὐτοῦ τὸ ἀπερίληπτον ἐνδείκνυσθαι σπουδαζούσης; Τοῦ γὰρ πρώτου, φησὶν, οὐδέν ἐστι τοιοῦτον οἷον γινώσκειν εἰώθαμεν. Οὕτως, ὡς αὐτὸς ἐν Ἐπιστολαῖς εἴρηκε, τοῦτό ἐστι τὸ πάντων αἴτιον τῇ ψυχῇ κακῶν, τὸ τὴν ἰδιότητα τοῦ πρώτου ζητεῖν καὶ λογισμῷ τὴν ἐκείνου γνῶσιν ἐπιτρέπειν, δέον ἀνεγείρειν τὸ ἐν ἡμῖν ἓν, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον, εἰ θέμις εἰπεῖν, γνῶναί πως κατὰ τὴν ἡμετέραν τάξιν δυνατοὶ γενώμεθα· ὡς γὰρ δόξῃ τὰ δοξαστὰ γινώσκομεν, καὶ ὡς διανοίᾳ τὰ διανοητὰ, καὶ ὡς τῷ νοερῷ τῷ ἐν ἡμῖν τὸ νοητὸν, οὕτω καὶ τῷ ἑνὶ τὸ ἕν. Τοῦτο δὲ ταὐτὸν τῷ μὴ ὄντι τὸ ἓν, τοῦτο δὲ ταὐτὸν τῷ τῇ ἀποφάσει τὸ ἕν· ἀπόφασις γὰρ τὸ μὴ ὂν, ἀλλʼ οὐχ οὕτως ὡς τὸ μηδαμῶς ὄν. Ἐκεῖνο γὰρ μὴ ὂν καὶ οὐδέν ἐστι πρὸς τῷ μὴ ὄντι· διὸ πάσης ἀποπέπτωκεν ὑποστάσεως καὶ αὐτοῦ τοῦ ἑνὸς ἀφῃρημένον· λέγεται γοῦν οὐδὲ ἓν ὡς πρὸς τοῖς ἄλλοις πᾶσι, καὶ τοῦτο παντελῶς ἀμέτοχον ὂν τὸ μὴ ἑνὸς μετέχον ἀνυπόστατόν ἐστιν· ἔσχατον γὰρ ἀπολείπει τὰ πράγματα· πρὸ γὰρ αὐτοῦ τὸ ὂν, καὶ πρὸ τοῦ ὄντος τὸ ζῇν, καὶ πρὸ τούτου τὸ νοεῖν· ὅθεν μὴ νοοῦν ζῇν τι καὶ εἶναι δυνατὸν, καὶ μὴ ζῶν εἶναι, καὶ μὴ ὂν ἕν πως ὑπάρχειν· τὸ δὲ μηδὲ ἓν ὑπάρχον πρὸς τοῖς ἄλλοις πάντων ἀναγκαῖον ἐκπεπτωκέναι, καὶ τοῦτό ἐστι τὸ μηδαμῶς ὄν. Τὸ δὲ αὖ πρὸ τοῦ ὄντος ἓν μὴ ὂν μὲν ἔστιν, οὐ μέντοι καὶ οὐδέν· ἓν γὰρ ὂν, ἀδύνατον αὐτὸ λέγειν οὐδέν. Μὴ ὂν οὖν αὐτὸ φῶμεν καὶ νοῶμεν τῷ ἐν ἡμῖν ὁμοίῳ — καὶ γὰρ ἐν ἡμῖν ἔνι τι σπέρμα ἐκείνου τοῦ μὴ ὄντος —, καὶ οὕτως ἐξῃρημένον αὐτὸ τῶν ὄντων λέγωμεν μόνον ὂν, μὴ πρὸς ἀόριστον ὑπενεχθέντες λάθωμεν, καὶ φανταστικῶς τὸ μὴ ὂν, ἀλλʼ οὐκ ἐνθεαστικῶς προβάλλωμεν· τοῦτο γὰρ ἡμᾶς οὐ τοῦ ἑνὸς ἀποστήσει μόνον, ἀλλὰ καὶ τῆς ὄντως γνώσεως. Ὅπως μὲν οὖν οἰκεῖαι πρὸς τὸ ἓν αἱ ἀποφάσεις, καὶ τίνα τρόπον ἀποφάσκεται πάντα ἀπʼ αὐτοῦ, καὶ ὅτι πᾶσα γνῶσις τοῦ ἑνὸς διʼ ἀποφάσεώς ἐστι, ἐκ τούτου δῆλον.

`1083–1088`

Πάλιν δὲ ἡμῖν ἕβδομον ἐπὶ τούτοις σκεπτέον, εἴτε πάντα τὰ ὄντα ἀποφάσκεται τοῦ ἑνὸς, εἴτε μὴ πάντα, καὶ εἰ μὴ πάντα, τίς ἡ ἀποκλήρωσις καὶ διὰ τί μέχρι τούτων ἐστὶ καὶ πρὸς τί βλέπων ὁ λόγος. Πρῶτον δὲ ἴσως ἀπολογήσασθαι χρὴ πάντα τὰ ἐπὶ τῆς πρώτης ὑποθέσεως ἀποφασκόμενα τοῦ ἑνός· ἔστι δὲ ταῦτα κατὰ τὸ ἑξῆς οὑτωσὶ κατατεταγμένα, ὅτι οὐ πολλὰ, ὅτι οὔτε ὅλον οὔτε μέρος, ὅτι οὔτε ἀρχὴν ἔχον οὔτε μέσον οὔτε τελευτὴν, ὅτι οὐδὲν ἔχει πέρας, ὅτι ἀσχημάτιστον, ὅτι οὔτε ἐν ἄλλῳ ἐστὶν οὔτε ἐν ἑαυτῷ, ὅτι οὔτε ἕστηκεν οὔτε κινεῖται, ὅτι οὔτε ταὐτόν ἐστιν οὔτε ἕτερον, ὅτι οὔτε ὅμοιον οὔτε ἀνόμοιον, ὅτι οὔτε ἴσον οὔτε μεῖζον οὔτε ἔλαττον, ὅτι οὔτε πρεσβύτερον οὔτε νεώτερον, ὅτι γενέσεως οὐδαμῆ μετέχει χρόνου μὴ μετέχον, ὅτι οὐδὲ τοῦ εἶναι μετέχει, ὅτι οὔτε ὀνομαστὸν οὔτε ῥητόν ἐστιν, ὅτι οὔτε δοξαστὸν οὔτε ἐπιστητόν ἐστι. Τὰ μὲν οὖν ἀποφασκόμενα ταῦτά ἐστιν, ὡς ἕκαστον συντόμως εἰπεῖν· διʼ ἣν δὲ αἰτίαν ταῦτα μόνα παρείληπται, ζητοῦμεν· καὶ εἰ μὴ πάντα τὰ ὁπωσοῦν ὄντα, πῶς οὐ πάντα καὶ διʼ ἣν αἰτίαν, ἐπιστῆσαι δήπου καὶ ἡμᾶς ἄξιον· ἤδη γὰρ καὶ τοῖς πρὸ ἡμῶν πολλὴν τοῦτο παρέσχεν ἀπορίαν. Καὶ τοῖς μὲν ἄλλοις παραλείπω πάντα, ὅσοι τὰ δύο εἴδη τοῦ ποσοῦ, τό τε διωρισμένον καὶ τὸ συνεχὲς, ἀποφάσκεσθαι τοῦ ἑνὸς εἰρήκασιν· οὔτε γὰρ δύο μόνα εἴδη τοῦ ποσοῦ κατά τε τοῦς Πυθαγορείους καὶ Πλάτωνα, πανταχοῦ καὶ αὐτὸν βοῶντα τρεῖς εἶναι τὰς περὶ τὸ ποσὸν ἐπιστήμας, ἀριθμητικὴν, μετρητικὴν, στατικὴν, οὔτε πάντα ὅσα παρείληπται τῆς τοῦ ποσοῦ φύσεώς ἐστιν, οἷον τὸ σχῆμα, τὸ κινεῖσθαι, τὸ ἑστάναι· ἢ ὅσοι τὰς δέκα κατηγορίας ἐν τούτοις ἀνελίττουσιν· οὐ γὰρ ταῦτα μόνον ὑπὸ τὰς δέκα κατηγορίας, ἀλλὰ καὶ ἄλλα πολλὰ ἂν εἴποι τις ὧν οὐδεμίαν ὁ Παρμενίδης πεποίηται μνήμην· ἢ εἴ τινες τὰ πέντε γένη θρυλλοῦσι τοῦ ὄντος· καὶ ταῦτα μὲν ἀπέφησε τοῦ ἑνὸς, τὴν οὐσίαν, τὸ ταὐτὸν, τὸ ἕτερον, τὴν κίνησιν, τὴν στάσιν, οὐ μέντοι ταῦτα μόνον, ἀλλὰ καὶ τὸ σχῆμα καὶ τὸ ὅλον καὶ τὸν χρόνον καὶ τὸν ἀριθμὸν καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον, ἃ μή ἐστι γένη τοῦ ὄντος. Ὅσοι δὲ ἐν τῇ μονάδι ταῦτα πάντα δεικνύειν ἐθέλουσι, πάντων εἰσὶ πιθανώτατοι· καὶ γὰρ πολλὰ ἡ μονάς ἐστι κρυφίως, καὶ ὅλον καὶ μέρη, καὶ σχημάτων περιεκτικὴ, καὶ ἐν ἑαυτῇ καὶ ἐν ἄλλῳ καθὸ πᾶσι πάρεστι τοῖς ἐξ αὐτῆς, καὶ ἕστηκε καὶ κινεῖται, μένουσα ἅμα καὶ προϊοῦσα καὶ ἐν τῷ πολλαπλασιάζεσθαι μηδέποτε αὑτῆς ἐξισταμένη, καὶ τὸ ὅμοιον ἐπʼ αὐτῆς ἐστι δῆλον, καὶ τὰ ἄλλα ὁμοίως· ἀλλʼ ὅτι μὲν ἐν τῇ μονάδι ταῦτα δεικνύειν ῥᾴδιον, προθετέον αὐτοῖς καὶ ὅτι νοῦ μίμημά ἐστιν ἡ μονὰς, ὥστε πολλῷ πρότερον ἐν τῷ νῷ ταῦτα πάντα προείληπται καὶ διὰ τοῦτο ἀποφάσκεται τοῦ ἑνὸς, ὅτι ὑπὲρ νοῦν ἐστι καὶ πᾶσαν τὴν νοερὰν οὐσίαν. Καὶ γὰρ ταῦτα καὶ ὁ Παρμενίδης θεώμενος ἐν τοῖς ἔπεσι περὶ τοῦ ὄντως ὄντος ἐκεῖ καὶ σφαῖραν ἐπιτίθεται καὶ ὅλον καὶ ταὐτὸν καὶ ἕτερον· ἅμα γὰρ αὐτὸ καὶ σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντη, καὶ οὐλομελὲς ἐπονομάζει καὶ ἀτρεμές· ὥστε πάντα ταῦτα πρώτως μέν ἐστιν ἐν τῷ νῷ, δευτέρως δὲ καὶ εἰκονικῶς ἔν τε τῇ μονάδι καὶ τῷ αἰσθητῷ παντὶ, φυσικῶς μὲν ἐν τούτῳ, μαθηματικῶς δὲ ἐν ἐκείνῃ· ἡ σφαῖρα γὰρ νοητὴ μὲν καὶ ὁ νοῦς, διανοητὴ δὲ ἡ μονὰς, αἰσθητὴ δὲ ὁ κόσμος οὗτος εἰκόνας φέρων ἐν ἑαυτῷ τῶν ἀϊδίων θεῶν. Οὕτω μὲν οὖν ἕξουσι τὸ τέλειον οἱ τὴν μονάδα παρεισάγοντες, εἰ μεταβαίνοιεν ἀπʼ αὐτῆς ἐπὶ τὸν νοῦν καὶ ἀποφάσκοιεν ταῦτα τοῦ ἑνὸς ὡς ὑπὲρ νοῦν ὄντος· οὐδὲν γὰρ μέγα καὶ σεμνὸν, εἰ τῆς μονάδος ὑπερέχοι τὸ ἓν, ἧς καὶ ὁ νοῦς ὑπέρτερος, ἀλλʼ εἰ αὐτοῦ κρεῖττον εἴη τοῦ νοῦ καὶ τῶν τοῦ νοῦ πληρωμάτων. Οὐ μὴν οὐδὲ οὗτοι τὴν αἰτίαν λέγουσι διʼ ἣν ταῦτα μόνον παρείληπται, πλείω δὲ τούτων ἢ ἐλάττω τῶν κειμένων οὐδαμῶς· οὐδὲ γὰρ τῇ μονάδι ταῦτα μόνον ἐστὶν, ἀλλὰ καὶ ἕτερα ἂν εὕροις πολλά· καὶ γὰρ περιττὴ καὶ ἀρτία, καὶ ἕκαστον ἔχει τῶν ὑπὸ ταῦτα εἰδῶν. Διὰ τί οὖν ταῦτα μόνα ἐκ πάντων, οὐδὲν λέγουσι σαφές. Μόνος οὖν ἐκ πάντων, ὧν ἡμεῖς ἴσμεν, ὁ ἡμέτερος καθηγεμὼν αὐτῷ τῷ Πλάτωνι συγχορεύσας ἐν τῇ τῶν θείων γνώσει, κατεῖδεν ὅτι πάντα μὲν ὅσα ἐν τάξει καταφάσκει διὰ τῆς δευτέρας ὑποθέσεως, ταῦτα ἀποφάσκει τοῦ ἑνὸς, ὡς εἴρηται πολλάκις, ἕκαστον δὲ τούτων τάξεώς ἐστιν ἐκεῖ τινος θείας σύμβολον, τὰ πολλὰ, τὸ ὅλον, τὸ σχῆμα, τὸ ἐν αὑτῷ καὶ ἐν ἄλλῳ, τῶν ἑξῆς ἕκαστον· οὐ γὰρ ἐν πάσῃ τάξει τοῦ ὄντος πάντα ὁμοίως ἀναφαίνεται, ἀλλὰ ἀλλαχοῦ μὲν τὸ πλῆθος, ἀλλαχοῦ δὲ ἄλλη τις τῶν θείων ἰδιότης. Ὡς γὰρ ἐν Σοφιστῇ μεμαθήκαμεν, πρώτιστον μὲν τὸ ἓν ὂν, δεύτερον δὲ τὸ ὅλον, τρίτον δὲ τὸ πᾶν, καὶ ὡς ἐν Φαίδρῳ μετὰ τοὺς νοητοὺς θεοὺς πρωτίστη μὲν ἡ ἀχρώματος καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία, δεύτερον δὲ τὸ χρῶμα, τρίτον δὲ τὸ σχῆμα, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, καὶ ἐν ἄλλῃ τάξει τοῦ ὄντος ἄλλων ἔκφανσις γίνεται πραγμάτων. Εἰ τοίνυν πάντα μὲν ταῦτα δηλοῖ τὸ πλάτος τοῦ ἑνὸς ὄντος, ἑξῆς καὶ ἀπαραλήπτως· εἰ βούλεται δὲ τὸ ἓν ἐπέκεινα πάντων ὑπερεῖναι τῶν ὄντων, εἰκότως ἂν ταῦτα μόνον ἀποφάσκει τοῦ ἑνός· ὅπως δὲ ἕκαστα τούτων διῄρηται ταῖς θείαις τάξεσιν, ἐπὶ τῆς δευτέρας ὑποθέσεως ἀκριβέστερον γνωσόμεθα. Τίνα μὲν οὖν ἐστι τὰ ἀποφασκόμενα τοῦ ἑνὸς καὶ ὅτι τοσαῦτα μόνον ἀναγκαίως — τοσαῦται γάρ εἰσι τῶν ὄντων διηριθμημέναι τάξεις —, ἀπὸ τούτων δῆλον· τοσοῦτον δὲ καὶ νῦν δῆλον ὅτι πάντα ἀπὸ τῆς τοῦ ὄντος ἰδιότητος εἴληπται, καὶ οὐκ ἀπὸ τῆς γνώσεως· τὸ γὰρ βούλεσθαι καὶ ὀρέγεσθαι καὶ πᾶν ὅ τι τοιοῦτον τῶν ζώντων ἴδια, τὸ δὲ νοεῖν ἢ διανοεῖσθαι ἢ αἰσθάνεσθαι τῶν γνωστικῶν· ταῦτα γὰρ τῶν ὁπωσοῦν ὄντων κοινά. Πάντα οὖν τὰ εἰρημένα ὑπάρχει καὶ ἐμψύχοις πᾶσιν, ὡς ἂν τοῦ εἶναι παρακολουθήματα, καὶ εἰκότως· ἦν γὰρ ἡ ὑπόθεσις, εἰ ἓν ἔστιν, τί ἕπεται. Τοσαῦτα ἀποφάσκει τοῦ ἑνὸς, ἵνα τελευταῖον ἀποφήσῃ καὶ αὐτὸ τὸ ἕν ἐστιν, εἰπὼν, εἰ ἄρα ἓν ἔστι, τοῦτο τὸ ἓν οὐκ ἔστιν, ὡς κρεῖττον ὂν καὶ τοῦ ἔστιν· οὐδενὸς γάρ ἐστι δεκτικὸν τῶν τῷ ἔστι παρακολουθούντων, καὶ ἔοικε ταῦτα εἶναι μόνον τὰ τοῖς οὖσιν ὑπάρχοντα ᾗ ὄν ἐστιν, ὅσα καταφάσκει μὲν ἡ δευτέρα ὑπόθεσις, ἀποφάσκει δὲ πρώτη, καὶ οὐκ ἂν εὕροιμεν τῶν ὄντων κοινὰ ἁπάντων πλὴν τούτων, καὶ τούτων τὰ μὲν ἀνωτέρω ὁλικώτερα, τὰ δὲ κατωτέρω μερικώτερα· διὸ καὶ τὰ ἀνωτέρω ἀνελὼν ἀναιρεῖ τὰ ἑξῆς κατὰ τὴν ὑπόθεσιν. Θαυμαστῶς ἄρα ἐξεῦρε τίνα ἐστὶ τὰ ἑπόμενα τῷ ὄντι ᾗ ὂν, καὶ ταῦτα κατέφησε μὲν ἐν τῇ δευτέρᾳ, ἀπέφησε δὲ ἐν τῇ πρώτῃ δεῖξαι βουλόμενος τὸ ἓν τῶν ὄντων ἐπέκεινα, δείξας αὐτὸ τῶν κοινῶν πᾶσι τοῖς οὖσιν ἐπέκεινα ὑπάρχον· ταῦτα δέ ἐστι πάντα τὰ ἀποφασκόμενα τοῦ ἑνὸς κατὰ τὴν πρώτην ὑπόθεσιν, ὥστε, εἰ τούτων ἄδεκτόν ἐστι, καὶ αὐτοῦ τοῦ ἔστιν. Εἰ δέ τις ἀδύνατα συνάγειν οἴεται τὴν ὑπόθεσιν ταύτην, ἀναμεμνήσθω καὶ τῶν ἐν Σοφιστῇ γεγραμμένων ἐν οἷς ὁ Ἐλεάτης, βασανίζων τὸν περὶ τοῦ ὄντος λόγον τοῦ Παρμενίδου καὶ δεικνὺς ὡς οὐ δύναται εἶναι ἓν, καὶ μάλιστα κατʼ αὐτὸν ὅλον λέγοντα τὸ ὂν ἐπήγαγε σαφῶς, ἀμερὲς γάρ που δεῖ τὸ ὡς ἀληθῶς ἕν. Μηδὲ μάτην ἐνεκαλεῖτο Παρμενίδης διὰ τούτων· ἐκεῖνος γὰρ εἶπέ που τὸ ὡς ἀληθὲς ἓν, ὥστε καὶ ἀμερὲς, ὥστε οὐ μέρη ἔχον· ὥστε πάντα τὰ ἑξῆς τούτῳ δειχθέντα πάντα ἕπεται τὰ συμπεράσματα τῆς πρώτης ὑποθέσεως· ὥστε πᾶσα ἀληθὴς καὶ ἐφαρμόζουσα μόνῳ τῷ ὡς ἀληθῶς ἑνὶ, τοῦτο δέ ἐστι τὸ πάντων αἴτιον τῶν ὄντων. Καὶ αἱ ἀποφάσεις οὐκ εἰς τὸ μηδαμῶς ὂν ἡμᾶς ἄγουσιν, ἀλλʼ εἰς τὸ ἓν αὐτὸ τὸ ὡς ἀληθῶς ἕν· καὶ γὰρ ἄτοπον τὸ μὲν ὡς ἀληθῶς ὂν εἶναι — καὶ τί λέγω τὸ ὄν; ἀλλὰ καὶ τὸ ὡς ἀληθῶς ἴσον, ἢ καὶ καλὸν καὶ ἕκαστον τῶν εἰδῶν —, τὸ δὲ ὡς ἀληθῶς ἓν μηδαμοῦ εἶναι τῶν πάντων, ἀλλʼ ὄνομα μόνον, διʼ ὃ τὰ ὄντα πάντα σώζεται καὶ ἔστιν. Εἰ δὲ ἔστι, δῆλον ὡς οὐ πολλά ἐστι· οὐ γὰρ ἦν ὡς ἀληθῶς ἓν τοῦ μηδενὸς ἀναπεπλησμένον· τὰ γὰρ πολλὰ οὐχ ἕν· εἰ δὲ μή ἐστι πολλὰ, πάλιν ἕπεται πᾶσα ἡ πρώτη ὑπόθεσις, τούτου ληφθέντος, καὶ οὐ δεῖ κατηγορεῖν αὐτῆς ὡς ἀδύνατα λεγούσης. Τοῦτο μὲν οὖν δέδεικται διὰ τούτων.

`1089`

Πάλιν δὲ ὄγδοον ἐκεῖνο σκεπτέον περὶ τῆς τάξεως τῶν ἀποφάσεων, εἴτε ἄνωθεν ἄρχονται καὶ ἀπὸ τῶν πρώτων, πῶς τὰ πολλὰ πρῶτον ἀναιρεῖ, τελευταῖον δὲ τὸ εἶναι καὶ αὐτὸ τὸ ἕν — σεμνότερον δὲ δοκεῖ καὶ ἡμῖν τοῦ πλήθους εἶναι τὸ ἓν, καὶ τὸ ὂν δὴ ἐν τοῖς οὖσι σεμνότατον· εἴτε ἀπὸ τῶν τελευταίων, πῶς μετὰ τὰ γένη τοῦ ὄντος ὅμοιον καὶ ἀνόμοιον παραλαμβάνει, καὶ ἴσον καὶ ἄνισον, καὶ μεῖζον καὶ ἔλασσον· ταῦτα γὰρ καταδεέστερα τῶν γενῶν εἰσι τοῦ ὄντος. Ἄμεινον οὖν λέγειν ὡς ἄνωθέν τε ἄρχεται καὶ πρόεισι μέχρι τῶν τελευταίων διὰ τῶν ἀποφάσεων. Οὕτω γὰρ καὶ ἐν Φαίδρῳ τῆς ἀκροτάτης τῶν νοερῶν τάξεων ἀποφάσκων τὰς ἑξῆς αὐτῇ καὶ ἀπʼ αὐτῆς προελθούσας ἄνωθεν πεποίηται τὴν ἄρσιν, ἀχρώματον αὐτὴν πρῶτον εἰπὼν καὶ ἀσχημάτιστον ἑξῆς καὶ τρίτον ἀναφανῆ· καὶ γὰρ ἦν ἐκείνη τριῶν βασιλεύουσα νοερῶν τριάδων, τῆς συνοχικῆς ἣν κατὰ τὸ χρῶμα τάττει, τῆς τελεσιουργικῆς δευτέρας ἣν κατὰ τὸ σχῆμα παρελάμβανε, τῆς νοερᾶς ἣν διὰ τῆς ἁφῆς ἡμῖν συμβολικῶς ἀνεδείκνυτο, καθάπερ ὑπομέμνηται διὰ τῶν εἰς τὴν παλινῳδίαν ἡμῖν πεπραγματευμένων, καὶ ταὐτὴν ἔλαχον αἱ τριάδες αὗται τάξιν, ἣν καὶ αἱ ἀποφάσεις. Οὕτως οὖν καὶ ἐν τούτοις ἄνωθεν αἱ ἀποφάσεις ἄρχονται καὶ συμπροέρχονται τῇ τάξει τῶν θείων διακόσμων, ὧν ἁπάντων γεννητικὸν τὸ ἕν. Ὅπως δὲ ἐπὶ τέλει τὸ ἓν αὐτὸ καὶ τὸ εἶναι ἀφεῖλε, μὴ θαυμάσωμεν. Ἐὰν γὰρ τῇ ὅλῃ τάξει τοῦ λόγου παρακολουθήσωμεν, ἔσται ἡμῖν καὶ τοῦτο γνωριμώτατον· καὶ γὰρ δῆλον οἶμαι καὶ αὐτόθεν ὡς, ἐπὶ μὲν τῶν καταφατικῶν συμπερασμάτων, ἀπὸ τῶν μάλιστα συγγενῶν ἄρχεσθαι δεῖ καὶ διὰ τούτων δεικνύναι τὰ ἧττον συγγενῆ ἑπόμενα τῇ ὑποθέσει· ἐπὶ δὲ τῶν ἀποφάσεων, ἀπὸ τῶν μάλιστα ἀλλοτρίων, καὶ διὰ τούτων δεικνύναι τὰ ἧττον ἀλλότρια μὴ ἑπόμενα τῇ ὑποθέσει· δεῖ γὰρ, ἔφαμεν, τοὺς τῇ μεθόδῳ ταύτῃ χρωμένους ἀπὸ τῶν γνωριμωτάτων ἄρχεσθαι. Διὰ ταῦτα τοίνυν πρῶτον μὲν ἀποφάσκει τὰ πολλὰ τοῦ ἑνὸς, οἷς ἀποφανθεῖσι πρώτοις ἕπεται πάντα τὰ ἑξῆς ὅσα μεταξὺ τῶν πολλῶν ἀποφάσκεται καὶ τοῦ ἑνός· ἔσχατον δὲ αὐτὸ τὸ ἓν, ὅ ἐστι θέσει μὲν αὐτῷ συγγενέστατον, μεταδέχεται δὲ ὑπὸ οὐσίας καὶ διὰ τοῦτό τί ἐστιν, ἀλλʼ οὐχ ἁπλῶς ἕν. Ἔδει οὖν, ἀποφατικῶν ὄντων συμπερασμάτων, ἀρχὴν μὲν εἶναι τὸ οὐ πολλὰ τῆς ὑποθέσεως πάσης, τέλος δὲ τὸ οὐχ ἕν.

`1090–1091`

Τούτων δὲ διωρισμένων ἡμῖν, τί τὸ πρῶτον ἀποφασκόμενον, ἔννατον θεωρήσωμεν. Οὐκοῦν αὐτός φησιν ὅτι τὸ ἓν οὐ πολλά· τὰ ἄρα πολλὰ πρῶτον ἀποφάσκει τοῦ ἑνός. Ποῦ οὖν τὰ πολλὰ ταῦτα καὶ τί τὸ πλῆθος ὃ μὴ ἔστι τὸ ἕν; Εἰσὶ δή τινες, οἵ φασι τὰ πανταχοῦ πολλὰ τοῦ ἑνὸς αὐτὸν ἀφαιρεῖν, διότι παντὸς ὑπερέχει πλήθους τὸ ἓν νοητοῦ τε καὶ αἰσθητοῦ· οὐκ εἶναι οὖν τὸ ἓν οὐδὲν πλῆθος οὔτε νοητὸν οὔτε αἰσθητόν. Ἀλλʼ ἀξιώσομεν αὐτοὺς μεμνῆσθαι καὶ ὅτι ἐν τῇ δευτέρᾳ ὑποθέσει καταφάσκεται τὰ πολλά· ποῖον οὖν αἰσθητὸν πλῆθος ἐν ἐκείνῃ θεωροῦμεν; πάντα γὰρ ἐπὶ τῶν ὄντως ὄντων λέγεται, διότι τὸ ἓν ἐκεῖ παρισοῦται καὶ τὸ ὄν. Ἄλλοι δὲ ἔτι σεμνότεροι τούτων τὸ νοερὸν πλῆθος αὐτὸν ἀξιοῦσιν ἀποφάσκειν τοῦ ἑνός· εἶναι γὰρ δὴ τὸ μὲν πρῶτον ἓν ἀπλήθυντον, τὸν δὲ νοῦν ἓν πολλὰ, τὴν δὲ ψυχὴν ἓν καὶ πολλὰ, διὰ τὸν μερισμὸν τῶν συνδέσμων δεηθεῖσαν, τὸ δὲ σῶμα πολλὰ καὶ ἓν, ὡς μεριστὸν τῷ πλήθει χαρακτηριζόμενον, τὴν δὲ ὕλην πολλὰ μόνον· τοῦτο οὖν τὸ πολλὰ τὸ νοερὸν πλῆθος τῆς πρώτης αἰτίας ἀφαιρεῖ, ἵνʼ ἓν ᾖ μόνον καὶ ὑπὲρ νοῦν. Τί ποτε οὖν τὸν νοῦν οὗτοι λέγουσιν, ἐρωτήσομεν αὐτούς. Εἰ μὲν γὰρ τὸν κυρίως νοῦν ὃς τοῦ νοητοῦ δεύτερός ἐστιν, οὐ μόνον ἐστὶ τὸ ἓν ἐπέκεινα τοῦ νοεροῦ πλήθους, ἀλλὰ καὶ τὸ νοητὸν, ἅτε τοῦ νοῦ κρεῖττον ὑπάρχον· εἰ δὲ πᾶν τὸ νοητὸν νοῦν προσαγορεύουσιν, ἀγνοοῦσι τὴν διαφορὰν τὴν ἐν τοῖς θείοις καὶ τὴν κατὰ μέτρον προϊοῦσαν τῶν ὄντων ἀπογέννησιν. Ἄλλοι τοίνυν καὶ τούτων ἐνθεαστικώτεροι, χαίρειν εἰπόντες τῷ πλήθει τῷ αἰσθητῷ καὶ μηδὲ τῷ νοερῷ ἀνασχόμενοι, πολλῷ φασι πρὸ τῶν νοερῶν ἀριθμῶν εἶναι τὰς νοητὰς μονάδας, ἀφʼ ὧν ἀνεφάνη πᾶν τὸ νοερὸν πλῆθος κατὰ πολλὰς τάξεις διῃρημένας· ἐκεῖνο οὖν ἀφαιρεῖσθαι τὸ πλῆθος τοῦ ἑνὸς, ὅ ἐστι νοητὸν, ἅτε προσεχὲς ὂν μετὰ τὸ ἓν, ἀλλʼ οὐ τὸ νοερόν· ἀλλʼ οὐ τοῦτο θαυμαστὸν, εἰ τὸ ἓν ἐξῄρηται τοῦ νοεροῦ πλήθους, οὗ καὶ αἱ νοηταὶ μονάδες ὑπερήπλωνται. Θεῖος μὲν οὖν ὁ λόγος ἐπί τινας ἁπλουστέρας αἰτίας ἀναδραμών· δεῖ δὲ καὶ ἐννοεῖν ὅτι ἐν τοῖς νοητοῖς πολλαὶ τάξεις εἰσὶ, καὶ, ὡς ὕμνηται παρὰ τοῖς θεολόγοις, τρεῖς αἱ ἐν ἐκείνοις τριάδες, ἃς ἀποδείξομεν σαφῶς ἐπὶ τῆς δευτέρας ὑποθέσεως ἐξενηνεγμένας· εἰσὶ δὲ ἐν τοῖς νοητοῖς καὶ νοεροῖς ἀνάλογοι ἐκείναις τοσαῦται τριάδες. Εἰ δὲ ταῦθʼ οὕτως ἔχει, δῆλον ὅτι καὶ τὰ πολλὰ ταῦτα ἢ κατὰ τὸ νοητὸν πλῆθος ἢ κατὰ τὸ πρῶτον νοερὸν ὂν ἅμα καὶ νοητὸν πλῆθος ὑποθετέον· ταῦτα γὰρ τὰ πολλὰ, καθὸ πολλὰ, μόνον ἀπὸ τοῦ ἑνὸς ὑφέστηκεν, ἀφʼ ὧν καὶ τὸ τριαδικὸν ἄνωθεν πρόεισι μέχρι τῶν ἐσχάτων, ἐν νοεροῖς, ἐν ὑπερκοσμίοις, ἐν αἰσθητοῖς, καὶ πᾶν τὸ ὁπωσοῦν τοῦ εἶναι μεταλαγχάνον τῆς τριάδος ταύτης μετείληχεν·

  
Εἰς τρία γὰρ νοῦς εἶπε πατρὸς τέμνεσθαι ἅπαντα  
  
— φησί τις θεῶν —,  
  
Οὗ τὸ θέλειν κατένευσε, καὶ ἤδη πάντʼ ἐτέτμητο.  

`1092`

Τοῦτο οὖν ἐστι πρῶτον πλῆθος τὸ νοητὸν ἀπὸ τοῦ ἑνὸς ἐκφανθὲν, ὃ δόξειεν ἂν πρῶτον ἀποφάσκειν τοῦ ἑνός· καὶ μέχρι ταύτης ἤδη τινὲς τῆς τάξεως ἀναδραμόντες τὸ ἀκρότατον αὐτῆς εἰς ταὐτὸν ἤγαγον πρὸς τὸ ἕν. Ἢ οὖν κατὰ τὸ νοητὸν πλῆθος διὰ ταῦτα θετέον τὰ πολλὰ τοῦ ἑνὸς ἀποφασκόμενα νῦν, ἢ κατὰ τὸ πρώτιστον πλῆθος ἐν τοῖς νοεροῖς ὂν ἅμα καὶ νοητοῖς· τὰς γὰρ πολλὰς ἑνάδας οὐκ ἐν τοῖς νοητοῖς εἶναι θεοῖς, ἀλλʼ ἐν τοῖς μετʼ ἐκείνους εὐθύς. Μία γὰρ ἑνάς ἐστι καθʼ ἑκάστην τριάδα νοητήν· ἑνάδων δὴ πλῆθος κατώφθη πρῶτον κατὰ τὴν πρώτην τῶν νοητῶν καὶ νοερῶν τάξιν, ὡς ἔσται καὶ τοῦτο δῆλον ἐν τῇ δευτέρᾳ ἐκ τῶν δειχθησομένων ὑποθέσει. Νῦν οὖν ληπτέον ὡς ὁ Πλάτων παντὸς τοῦ τῶν ἑνάδων πλήθους ἐξαίρει τὸ ἓν ὡς γεννητικὸν αὐτοῦ καὶ ὑποστατικὸν, καὶ τοῦτο ποιεῖ κατὰ τὰς κοινὰς ἡμῶν ἐννοίας προλαβὼν ὡς οὐ πολλὰ τὸ ἕν. Ἀπὸ ταύτης οὖν τῆς τάξεως ἄρχεται τῶν ἀποφάσεων, ἐν ᾗ τὸ πρῶτον τῶν ἑνάδων πλῆθος ἀπὸ τῆς πρώτης ἑνάδος ἀνεφάνη· ποῦ δὲ τὸ πρῶτον πλῆθος τῶν ἑνάδων, ὡς εἴπομεν, ἡ δευτέρα ποιήσει δῆλον ὑπόθεσις. Δείξει γοῦν ὁ λόγος τῶν νοητῶν αὐτὸ θεῶν καὶ νοερῶν ὂν ἐν πρώτοις, ἀλλʼ οὐχὶ τῶν μόνως ὑμνουμένων νοητῶν, εἰ δὲ καὶ ἔστι πλῆθος καὶ ἐν ἐκείνοις ἄλλον τρόπον, καὶ οὐχ ὥστε τὸ ἓν καὶ εἶναι πολλὰ, ἀλλʼ ὥστε εἶναι τὰ πολλὰ ἕν· τῷ μὲν γὰρ τὸ ἓν οὐ πολλὰ δηλονότι ἀντίκειται τὸ ἓν πολλὰ εἶναι, τῷ δὲ τὸ ἓν ὂν πολλὰ τὸ ἓν ὂν οὐ πολλὰ, ὥστε, εἰ μὲν εἶπε τὸ ἓν ὂν οὐ πολλὰ, τὰ πολλὰ ταῦτα τῶν νοητῶν ἂν ἔθεμεν εἶναι πολλῶν· ἐπειδὴ δὲ τὸ ἓν εἶπεν οὐ πολλὰ ταῦτα, ἐκεῖ θήσομεν ὅπου ποτʼ ἂν δειχθῇ πρῶτον εἶναι τὸ ἓν πολλὰ, καὶ οὐχὶ τὸ ἓν ὄν. Δειχθήσεται δὲ τοῦτο μετὰ τὰς νοητὰς τάξεις, ὡς ἡμεῖς φαμεν, καὶ ἐν τοῖς νοητοῖς ὑμνουμένοις καὶ νοεροῖς διακόσμοις τῶν θεῶν, ὅταν χωρὶς μὲν τὸ ἓν πληθυνόμενον δείξῃ, χωρὶς δὲ τὸ ὂν ὁ λόγος, αὐτὸ δὲ τὸ νοητὸν πλῆθος τελευταῖον ἀφαιρήσει τοῦ ἑνὸς, τέλος ἀρχῇ συνάπτων, ἐν οἷς ἀποδεικνύσιν ὅτι τὸ ἓν οὔτε τὸ ἓν ὂν, ὡς γνωσόμεθα διʼ ἐκείνων.

`1093–1094`

Καὶ ταῦτα μὲν περὶ τούτων· αὐτὴν δὲ τὴν λέξιν λοιπὸν ἐπισκεπτέον, ἵνα καὶ ταύτην ἐπὶ τὴν τῶν πραγμάτων θεωρίαν ἐπαναγάγωμεν. Ἐκεῖνο οὖν πρῶτον ῥητέον ὅτι τὸ μὴ πολλὰ εἶναι τὸ ἓν οὐδὲ ἀποδείξεως οὐδὲ παραμυθίας ἠξίωσεν, ἀλλὰ κατὰ τὴν κοινὴν ἔλαβεν αὐτὴν καὶ ἀδιάστροφον ἔννοιαν· δεῖ γὰρ ἐν ταῖς περὶ τοῦ πρώτου μάλιστα θεωρίαις ἀνεγεῖραι τὰς κοινὰς αἰτίας, ἐπειδὴ πάντα αὐτοφυῶς εἰς ἐκεῖνο τέτακται καὶ ἀνεπιτηδεύτως καὶ ὅσα κατὰ νοῦν ἐνεργεῖ καὶ ὅσα κατὰ φύσιν μόνον· καὶ ὅλως ἁπάσης ἀποδείξεως ἀρχὴν εἶναι τὸ ἀναπόδεικτον καὶ τὰς κοινὰς ἐννοίας προηγεῖσθαι τῶν ἀποδείξεων, ὥσπερ καὶ γεωμέτραι φασί· τοῦ δὲ, ὅτι τὸ ἓν οὐ πολλὰ, γνωριμώτερον οὐδέν ἐστιν ἡμῖν καὶ σαφέστερον, ὅθεν τοῦτο οὐ δεηθεὶς κατασκευῆς οὐδὲ πλείονος λόγου παρέλαβεν. Εἴληπται μὲν οὖν ἀπὸ τῆς κοινῆς ἐννοίας ὅτι οὐ πολλὰ τὸ ἕν· εἰ δὲ χρή τινος αὐτὸ καὶ παραμυθίας ἀξιῶσαι, λέγομεν ὅτι πανταχοῦ τὸ πρώτως ἕκαστον ἓν ἐξῄρηται τῶν οἷον ἀντικειμένων καὶ καθαρῶς ἐστιν ὅπερ ἐστίν· ὥσπερ δὴ καὶ τὸ καλὸν τὸ πρώτως οὐδαμῶς ἐστι μὴ καλὸν, καὶ τὸ ὄντως ὂν οὐχὶ καὶ μὴ ὂν, ὥστε καὶ τὸ πρώτως ἓν οὐχὶ καὶ πολλά· μόνον ἄρα ἓν τοῦτό ἐστι τὸ ἓν, οὐχὶ δὲ καὶ πλῆθος. Εἰ γὰρ δή τι καὶ ἔστιν ἐν αὐτῷ πλῆθος, ἡνωμένον ἔσται καὶ οὐχ ἓν ἁπλῶς· πρὸ δὲ τοῦ ἡνωμένου τὸ ἑνοῦν ἐστιν, ὥσπερ δὴ καὶ πρὸ τοῦ εἰδοποιουμένου τὸ εἰδοποιοῦν· ἔστιν ἄρα τι καὶ τοῦ ἑνὸς ἐπέκεινα πρώτου ὄντος, ὅπερ ἀδύνατον. Καὶ ἐὰν ἐκεῖνο πάλιν ἔχῃ πλῆθος, πρὸ αὐτοῦ ζητήσομεν ἕτερον, καὶ ἢ ἐπʼ ἄπειρον χωρήσομεν, ἢ τὸ μόνως ἓν εὑρόντες ἐκεῖνο φήσομεν εἶναι πάντως μόνον αἴτιον. Τὸ δὲ ἡνωμένον πλῆθος τῇ ἀρχῇ συγγενές ἐστιν, ἀλλʼ οὐκ ἀρχή· οὐκ ἄρα πολλὰ τὸ ἓν, ἀλλʼ αἴτιον τῶν πολλῶν· οὕτω γὰρ οὐ πολλὰ, ὥστε μὴ πολλὰ τῶν πολλῶν εἶναι γεννητικόν. Ἀλλὰ ταῦτα μὲν περὶ τῆς ἀποφάσεως κατὰ τὴν κοινὴν ἔννοιαν ὡς εἴρηται ληφθείσης· αὐτὸ δὲ πάλιν τοῦτο ζητητέον ποῖον ἓν ὁ Παρμενίδης λαμβάνει λέγων, εἰ ἓν ἔστιν. Εἰ μὲν γὰρ τὸ ἑαυτοῦ ἓν, ψεῦδος τὸ, οὐκ ἂν εἴη πολλὰ τὸ ἕν· τὸ γὰρ ἓν ὂν πολλά ἐστιν. Εἰ δὲ τὸ πρώτως ἓν τὸ ἀμέθεκτον, ἀληθὲς μὲν τὸ ἑπόμενον, οὐ μέντοι τοῦτό ἐστι τὸ Παρμενίδειον ἕν· ἦν γὰρ ἐκεῖνο τὸ ἓν ὄν. Ἢ ὡς καὶ πρότερον εἴρηται, καὶ νῦν ὑπομνηστέον ὅτι τὸ ἑαυτοῦ ἓν ἐπαγγειλάμενος ὑποθέσθαι, καὶ τοῦτο μέντοι ὑποθέμενος τῷ λέγειν εἰ ἔστι — τὸ γὰρ ἔστιν ἐπὶ τούτου κυρίως —, τῇ ἐννοίᾳ μόνῃ τοῦ ἑνὸς ἀποχρώμενος ἀνατρέχει λοιπὸν ἀπὸ τούτου πρὸς αὐτὸ τὸ ἓν, ὃ μήτε πολλά ἐστι μήτε τῶν ἄλλων μηδέν· ὅλον γὰρ τὸ ἓν ὂν λαβὼν, ποτὲ μὲν τῷ ἑνὶ τὴν διάνοιαν ἐπερείδων, τῷ δὲ ἔστι κατὰ μόνην χρώμενος τὴν δεκτικὴν φαντασίαν ἵνα ποιήσῃ λόγον, εὑρίσκει τὴν πρὸ αὐτοῦ ἑνὸς ὄντος αἰτίαν, ποτὲ δὲ ἀμφοτέροις ὡσαύτως ἐπιβάλλων πᾶν τὸ πλῆθος ἐξελίττει τῆς θείας οὐσίας ἄνωθεν μέχρι τῆς τελευταίας, ποτὲ δὲ τῷ μὲν ἔστιν ὡς προηγουμένῳ προσκείμενος, τῷ δὲ ἑνὶ χρώμενος ἵνα μὴ στερήσας αὐτὸ τοῦ ἑνὸς μηδὲν ὂν ἀποφήνῃ, τὴν ἑπομένην πρὸς τὴν θείαν οὐσίαν ὑπόστασιν ἐκφαίνει. Τὸ μὲν γὰρ ἓν μὴ μετέχειν τοῦ εἶναι δυνατὸν, τὸ δὲ εἶναι μὴ μετέχειν τοῦ ἑνὸς ἀδύνατον· καὶ γὰρ τὸ μὲν μὴ ὂν δυνατὸν ὑπερέχειν· τοιοῦτον γὰρ τὸ ἕν· τὸ γὰρ μηδὲ ἓν ἀμήχανον εἶναί πως ἐστερημένον πάντη τοῦ ἑνός. Ἀπὸ τοῦ ἑνὸς οὖν ὄντος ἢ ἐπὶ τὸ ἄνω ἡ ὁδὸς ἢ ἐπʼ αὐτὸ ἢ ἐπὶ τὸ κατωτέρω· κατὰ δὲ τὴν ἐπὶ τὸ ἄνω ὁδὸν αὐτὸ ὡς ἀληθῶς ἓν ἀναφαίνεται παντὸς ἐκβεβηκὸς τοῦ ὄντος, ὅθεν καὶ τελευταῖον αὐτοῦ καὶ τὸ ἕν ἐστιν ἀφεῖλεν ὡς οὐδὲ τοῦτο τῷ ἑνὶ προσῆκον. Τοσαῦτα καὶ πρὸς ταύτην τὴν ζήτησιν· ἡ δὲ εἰσβολὴ τῆς πρώτης ὑποθέσεως ἐναργῆ τὴν ὁρμὴν ἐποίησε τοῦ λέγοντος σὺν πάσῃ τῇ πρὸς τὸ προσκείμενον τάσει καὶ τὸν ἀκροατὴν εἰς αὐτὸ ἐπιστρέφοντος. Τοῦτο γὰρ τὸ εἶεν ἐνεργητικόν ἐστι τῆς ψυχῆς καὶ ἀναγωγὸν, οὐκ ἐῶν ἡμᾶς οἷον καθεύδειν πρὸς τὴν ῥηθησομένην θεωρίαν οὐδὲ νωθρότητος ὄντας ἀνάπλεως αὐτῇ πελάζειν, μονονουχὶ τὸ περὶ τῶν θεῶν ῥηθὲν λέγον, ὡς ἄρα

  
Ἔκλυσίς ἐστι θεοῦ νωθρὸς βροτὸς ἐς τάδʼ ἔχων  

`1095–1097`

Δεῖ γὰρ, εἰ μέλλομεν ταῖς ἀποφατικαῖς ταύταις νοήσεσι προσχωρῆσαι τοῦ ἑνὸς καὶ αὐτοὺς ἐξαναστῆναι τῶν οἰκείων ἠθῶν, ἀφελεῖν τὴν ποικιλίαν τῆς ζωῆς καὶ ἀποδύσασθαι τὰς πολλὰς φροντίδας, μόνην αὐτὴν καθʼ αὑτὴν ποιήσασθαι τὴν ψυχὴν, οὕτω πρὸς τὸ θεῖον αὐτὴν ἀναπλῶσαι καὶ πρὸς τὴν ὑποδοχὴν τῆς ἐνθεαστικῆς δυνάμεως, ἵνα αὐτοὶ τὸ ἓν πρότερον ἀποφατικῶς τοῦ ἐν ἡμῖν πλήθους ζητήσαντες, οὕτως ἐπὶ τὴν ἀπλήθυντον τοῦ ἑνὸς ἔννοιαν ἀναδράμωμεν. Ἀλλὰ τοῦτο μὲν δῆλον· ἐκεῖνο δʼ ἄν τις ζητήσειε διὰ τί μὴ, καθάπερ ἐπὶ τῶν ἄλλων τὰ ἀντικείμενα ἀφαιρεῖ τοῦ ὡς ἀληθῶς ἑνὸς, οἷον ὅτι οὐ ταὐτὸν, ὅτι οὐχ ἕτερον δεικνὺς, ὅτι οὐχ ἑστὼς, ὅτι οὐ κινούμενον, οὑτωσὶ καὶ ὅτι οὐ πολλὰ καὶ ὅτι οὐχ ἓν ἐπιδείκνυσιν, ἀλλὰ τοσοῦτον μόνον προσέλαβεν ὅτι οὐ πολλὰ, καὶ οὐκ ἔτι μετὰ τούτου καὶ ὅτι οὐχ ἓν ἀπέδειξεν, ἵνα πανταχοῦ δεικνύηται τῶν ἀντικειμένων ἐκεῖνο καθαρεῦον, μήτʼ ἀμφότερα εἶναι δυνάμενον — οὐ γὰρ τὸ ἓν τὸ ἀμφότερον ὂν —, μήτε θατέρῳ μαχόμενον· δέηται προόντος ἑνὸς τοῦ καὶ αὐτὸ κἀκεῖνο ποιήσοντος ἕν. Λέγομεν οὖν λογικῶς μὲν ὅτι τὴν ὑπόθεσιν ἔδει φυλάττειν ἀφʼ ἧς ὁ λόγος πρόεισιν· ἔστι δὲ ἡ ὑπόθεσις εἰ ἓν ἔστι, ταύτῃ δὲ ἀκόλουθόν ἐστιν ἐπάγειν τὸ οὐ πολλά ἐστιν — ἀναίνεται γὰρ ἡ τοῦ ἑνὸς ἔννοια τὸ πλῆθος —, οὐκ ἀκόλουθον δὲ τὸ οὐχ ἕν ἐστι, καὶ εἰ ἄλλο ἐστὶ τὸ ἀντικείμενον ἓν τῷ πλήθει· καὶ εἰ τοῦτο, δυνατὸν ἀφαιρεῖν τὸ ἓν τοῦ ὡς ἀληθῶς ἑνὸς, ὃ καὶ ποιήσει τελευταῖον — ἀποφήσει γὰρ τὸ ἓν ἕν ἐστι μετὰ τοῦ ἔστι —, προσλαβεῖν δὲ αὐτῷ, καθάπερ τὸ μὴ εἶναι πολλὰ, τὸ ἓν οὕτω μὴ εἶναι τὸ ἓν οὐκ ἦν δυνατὸν, διότι τὸν λόγον ἀπὸ τῶν ἀναμφισβητήτων ἔδει προϊέναι πάντως ὁμολογημάτων, καὶ οὐκ ἀπὸ τοῦ λόγου δεομένων· ἓν γὰρ ἦν καὶ τοῦτο παράγγελμα τῶν εἰς τὴν γυμνασίαν ταύτην συντεινόντων. Λογικῶς μὲν οὖν, ὅπερ ἔφην, οὑτωσὶ ῥητέον· εἰς δὲ τὰ πράγματα βλέπουσιν, ὅτι τὸ ἓν ἐκεῖνο πάντως, ᾧ τὰ πολλὰ ἀντίκειται, τῷ πλήθει σύνεστι, καθάπερ τῷ ἑτέρῳ τὸ ταὐτὸν, καὶ οὐκ ἔστιν ἀπλήθυντον ἓν, καὶ οὐδὲ ἄνευ ἑνώσεως τὸ πλῆθος· ἔστι γὰρ τὸ ἓν τῷ πλήθει ἓν, διὸ πεπονθὸς ἦν τὸ πλῆθος τὸ ἕν. Ἅμα οὖν ὁ Παρμενίδης τὰ πολλὰ τοῦ ἑνὸς ἀπέφηνε κἀκεῖνο τὸ ἓν ὡς συναποπεφασμένον παρῆκεν· εἰ γὰρ εἴη ἐκεῖνο τὸ ἓν ὡς ἀληθῶς ἓν, οὐκ ἂν εἴη μόνον οὐ πολλὰ, ἀλλὰ καὶ πολλὰ ὡς συνυπάρχον τοῖς πολλοῖς, καὶ καθʼ αὑτὸ μὲν οὐ πολλὰ, κατὰ συμβεβηκὸς δὲ πολλὰ, καὶ οὐδαμοῦ ἂν εἴη τὸ ἁπλῶς οὐ πολλὰ, ἀλλὰ τό πη οὐ πολλὰ μόνον, καίτοι γε πανταχοῦ τῆς ἐννοίας ἡμῶν πρὸ τοῦ πη τὸ ἁπλῶς ἀπαιτούσης καὶ ἄρχεσθαι ἀπὸ τῶν πη μόνως ὄντων ἅ ἐστιν ἀναινομένης· διὰ γὰρ τοῦτο καὶ τὰ εἴδη πρὸ τῶν αἰσθητῶν ἔθετο, τὰ νοητὰ ζητοῦσα τὰ ἁπλῶς πρὸ τῶν πη ὄντων καὶ ὁμωνύμων ἐκείνοις. Λαβὼν οὖν ὅτι τὸ ἓν οὐ πολλὰ, καὶ τοῦτο τὸ οὐ πολλὰ ἁπλῶς οὐ πολλὰ λαβὼν, εἰκότως οὐκ ἐδεήθη καὶ τὸ ἓν συναφελεῖν τό πη οὐ πολλὰ ὂν καὶ οὐχ ἁπλῶς. Ἀπὸ δὴ τούτων ἐπὶ τὰ πράγματα μεταβάντες λέγομεν ὅτι τοῦτό ἐστι τὸ ἓν, ὅπερ ἐν Σοφιστῇ μὲν εἶπεν ὡς ἀληθῶς ἓν ἀμερὲς ὂν καὶ ἄλλο τοῦ πεπονθότος τὸ ἓν, ἐν δὲ Ἐπιστολαῖς τὸ πρῶτον τῶν πάντων ᾧ μὴ δεῖ προσάγειν τὸ ποῖόν τι μήν· πᾶν γὰρ τὸ ποιὸν οὐκ ἔστιν ἁπλῶς, οἷον τὸ ποιὸν καλὸν ἢ τὸ ποιὸν ἴσον· τὸ γοῦν ποιὸν διαφορὰ ὄν τι ποιεῖ καλὸν καί τι ἴσον, ὥστε καὶ τῷ αὐτῷ ἑνὶ καὶ ἁπλῶς οὐ προσακτέον τὸ ποιὸν, ἵνα μὴ τοιόνδε ἓν γένηται ἀντὶ τοῦ αὐτοενός. Εἰ οὖν τὸ αὐτὸ ἓν καὶ πρῶτον ταὐτὸν, τὸ δὲ πρῶτον θεὸς, δῆλον ὅτι ταὐτὸν τὸ αὐτοὲν καὶ θεὸς, καὶ οὔ τις ἐκεῖνο θεὸς, ἀλλʼ αὐτοθεός· καὶ ὅσοι ἄρα δημιουργὸν λέγουσι τὸν πρῶτον ἢ πατέρα, οὐκ ὀρθῶς λέγουσιν· ὁ γὰρ δημιουργὸς καὶ ὁ πατήρ τις θεός· δῆλον δὲ τοῦτο· οὐ γὰρ πᾶς θεὸς ἢ δημιουργὸς ἢ πατὴρ, τὸ δὲ πρῶτον ἁπλῶς θεὸς καὶ πάντες θεοὶ διʼ ἐκεῖνο θεοὶ, τινὲς δὲ ὅσοι δημιουργοὶ διὰ τὸν δημιουργὸν, καὶ πατέρες διὰ τὸν πρῶτον δημιουργὸν ἢ πατέρα. Λεγέσθω οὖν τὸ ἓν ἁπλῶς θεὸς, ὡς πᾶσιν αἴτιον τοῦ εἶναι θεοῖς τοῖς θεοῖς, ἀλλʼ οὐχί τισι θεοῖς, οἷον δημιουργικοῖς ἢ πατρικοῖς ἢ ἄλλο ἔχουσιν εἶδός τι θεότητος μερικὸν, ὃ δὴ ποιόν ἐστι θεῖον, ἀλλʼ οὐχὶ ἁπλῶς· διὰ ταῦτα γὰρ δὴ καὶ ἐν Ἐπιστολαῖς ποῖόν τι μὴν ἐπερωτᾷν τὸ πρῶτον οὐκ ἐδοκίμαζεν, ἵνα μὴ τὸ πρῶτόν τι ποιήσωμεν ἀντὶ τοῦ ἁπλῶς. Καὶ γὰρ τὸ ποιὸν ζῶον ἀληθὲς ἐπὶ τοῦ τινὸς ζώου καὶ οὐ τὸ ἁπλῶς· ἄποιον γὰρ τὸ ἁπλῶς πᾶν, ὡς πρὸ διαφορᾶς ὂν, ἥτις ποιεῖ τὸ ἔχον τι καὶ οὐχ ἁπλῶς· τί γὰρ ζῶον; τὸ ποιὸν ζῶον. Ἔχομεν οὖν διὰ τούτων ὅτι τὸ πρῶτον ταὐτὸν καὶ τὸ ἕν. Προσκείσθω δὲ ὅτι τοῦτʼ ἔστι καὶ τὸ ἐν Πολιτείᾳ τἀγαθὸν ἐπέκεινα τοῦ εἶναι καὶ τῆς οὐσίας ἐκεῖ ῥηθὲν καὶ ὂν ὑπερούσιον· καὶ γὰρ τὸ ἓν καὶ τὸ ἀγαθὸν ταὐτὸν, εἴπερ, ὡς ἐν Φαίδωνι λέγεται, τἀγαθόν ἐστι τὸ πάντα συνέχον, τὸ δὲ πάντα συνέχον τῷ ἑνὶ ταὐτόν. Ἢ ἔστιν ἐπέκεινα τοῦ ἑνὸς, ἢ οὐδέν ἐστιν, ἢ οὐχ ἓν, ἑκάτερον δὲ ἄτοπον. Τὸ ἄρα πρῶτόν ἐστι τὸ ὡς ἀληθῶς ἓν καὶ ὁ πάντων βασιλεὺς καὶ τἀγαθόν.

Οὔτε ἄρα μέρος αὐτοῦ, οὔτε ὅλον αὐτὸ δεῖ εἶναι. **—**

Τί δή; **—**

Τὸ μέρος τοῦ ὅλου μέρος ἐστί; **—**

Ναί. **—**

Τί τὸ ὅλον; οὐχὶ οὗ ἂν μέρος μηδὲν ἀπῇ, ὅλον ἂν εἴη; **—**

Πάνυ γε. **—**

Ἀμφοτέρως ἄρα τὸ ἓν ἐκ μερῶν ἂν εἴη, ὅλον τε ὂν καὶ μέρη ἔχον. **—**

Ἀνάγκη.

`1098–1104`

Πρώτη τοῦ ἑνὸς ἀπόφασίς ἐστιν, ὅτι οὐ πολλὰ τὸ ἕν· πρώτως γὰρ ἦν τῶν πολλῶν γεννητικόν· καὶ γὰρ αὐτὸ τὸ πρῶτον πλῆθος τῶν πάντων ἀκρότατον ἐκ τοῦ ἑνὸς προελήλυθε. Δευτέρα μετὰ ταύτην ἀπόφασις, ὅτι οὔτε ὅλον ἐστὶν, οὔτε μέρη ἔχει τὸ ἕν· δευτέραν γὰρ ὑφίστησι ταύτην τάξιν τὸ ἓν μετὰ τὸ πρῶτον πλῆθος ὃ πρῶτον ἀπέφησε τοῦ ἑνός· καὶ ἵνα τοῦτο καταμάθωμεν σαφέστατα, λογικῶς αὐτὸ τὴν πρώτην μετέλθωμεν· φανήσεται γὰρ ὃ λέγομεν ὀρθῶς τῷ ταύτῃ μετιόντι τοὺς λόγους. Οὐκοῦν τοῦτο πᾶσίν ἐστι καταφανὲς ὡς ὅταν ᾖ συνημμένον ἐκ τῆς ἀναιρέσεως τοῦ ἡγουμένου τὴν ἀναίρεσιν τοῦ ἑπομένου πιστούμενον, καθολικώτερόν ἐστι τὸ ἡγουμένον; οἷον ἐν τῷ, εἰ μὴ ζῶον, οὐχὶ ἄνθρωπος· ἀλλὰ μὴν οὐ ζῶον, οὐδὲ ἄνθρωπος· ἄρα τὸ ζῶον τοῦ ἀνθρώπου καθολικώτερον. Καὶ πῶς γὰρ ἄλλως ἀναιρεθὲν συναναιροίη θάτερον, εἰ μὴ δύναμιν ἔχει καθολικωτέραν; Καὶ γὰρ ἐπὶ τῶν λεγομένων ἐξισάζειν, ἔστι τις ὑπεροχὴ τῶν συναναιρούντων πρὸς τὰ συναναιρούμενα, κατʼ αὐτὸ τοῦτο τὸ ἡγεῖσθαι θατέρου τῆς ἀναιρέσεως καὶ διʼ ἑαυτὸ κἀκεῖνο ἀναιρεῖν, εἰ καὶ μὴ κατὰ τὸ ποσὸν, ἀλλὰ κατὰ δύναμιν. Τοῦτο δʼ οὖν κείσθω διωρισμένον ὅτι ἐν τοῖς ἀποφατικοῖς συμπεράσμασιν, ὅταν διὰ τῆς ἀναιρέσεως τοῦ ἡγουμένου τὸ ἑπόμενον συμπέρασμα συνάγωμεν ἀποφατικὸν, τὸ ἡγούμενον δυνατώτερόν ἐστιν· ὅταν δὲ διὰ τῆς ἀναιρέσεως τοῦ ἑπομένου τὸ ἡγούμενον ἀναιρῶμεν, τὸ ἑπόμενον· καὶ ἁπλῶς τὸ τῇ ἑαυτοῦ ἀναιρέσει τὸ λοιπὸν συναναιροῦν, εἴτε ἡγούμενον εἴτε ἑπόμενον, κρατητικώτερόν ἐστιν αὐτοῦ καὶ δυνατώτερον. Ἓν μὲν οὖν τοῦτο κείσθω διωμολογημένον· δεύτερον δὲ ἕτερον τοιοῦτον πᾶν τὸ περιληπτικώτερον κατὰ τὴν δύναμίν τινος ἐγγυτέρω τοῦ ἑνός ἐστιν εἰκότως· διότι γὰρ αὐτὸ τὸ ἓν πάντων ἐστὶν, εἰ θέμις εἰπεῖν, περιληπτικώτατον, καὶ οὐδὲν ἔξω τοῦ ἑνὸς, οὐδʼ ἂν αὐτὴν εἴποις τὴν στέρησιν καὶ τὰ ἀμενηνότατα τῶν πραγμάτων· ἀλλʼ εἰ οὐδʼ ὅλως ὑφέστηκεν ἕν πως, ἔστιν ἀνάγκη καὶ τὰ ἐγγυτέρω τοῦ ἑνὸς περιληπτικώτερα εἶναι τῶν πορρωτέρω, μιμούμενα τὴν ἀπεριόριστον αἰτίαν καὶ τὴν ἄπειρον ὑπερβολὴν τοῦ ἑνός. Οὕτω καὶ τὸ ὂν, περιληπτικώτερον ὂν ζωῆς καὶ νοῦ, τοῦ ἑνός ἐστιν ἔγγιον, καὶ ἡ ζωὴ μᾶλλον ἢ ὁ νοῦς. Δύο δὴ τούτων ἡμῖν ἀξιωμάτων ὑποκειμένων, κατίδωμεν ὅπως συλλογίζεται ὁ Παρμενίδης ὅτι τὸ ἓν οὔτε ὅλον ἐστὶν οὔτε μέρη ἔχει, καὶ παρακολουθήσωμεν αὐτοῦ τῇ ἀγωγῇ· εἰ ὅλον ἐστὶ, φησὶν, ἢ μέρη ἔχει, πολλά ἐστι τὸ ἕν· ἀλλὰ μὴν οὐ πολλά ἐστιν, ὡς εἴρηται πρότερον, οὔτε ἄρα ὅλον ἔσται, οὔτε μέρη ἕξει τὸ ἕν. Καὶ πάλιν εἰ μὴ πολλὰ τὸ ἓν, οὔτε ὅλον ἐστὶν οὔτε μέρη ἔχει τὸ ἕν. Ἐν δὴ ταύταις ἀμφοτέραις ταῖς ἀγωγαῖς τῇ ἀναιρέσει τῶν πολλῶν συναναιρεῖται τὰ μέρη καὶ τὸ ὅλον· ἔκειτο γὰρ ἡμῖν τὸ συναναιροῦν ἑαυτῷ τὸ λοιπὸν ἐν τοῖς συνημμένοις δυνατώτερον καὶ περιληπτικώτερον· τὸ δὲ περιληπτικώτερον ἐγγύτερον τοῦ ἑνός· τὸ ἄρα πολλὰ ταῦτα ἐγγυτέρω τοῦ ἑνός ἐστιν ἢ τὰ μέρη καὶ τὸ ὅλον· καὶ γὰρ τὰ μέρη πολλὰ, τὰ δὲ πολλὰ οὐ πάντως ἐστὶ μέρη, ὥστε τῶν μερῶν τὰ πολλὰ περιληπτικώτερα· ἐπέκεινα οὖν ἐστι τῶν μερῶν. Πρῶτα ἄρα τὰ πολλὰ ἐν τοῖς οὖσίν ἐστι, δεύτερα δὲ τὸ ὅλον καὶ τὰ μέρη, καὶ διὰ τοῦτο τὰ μὲν πρῶτα παράγει τὸ ἓν, τὰ δὲ δεύτερα διὰ τῶν πολλῶν· ἀεὶ γὰρ τὰ πρῶτα προϊόντα συμπαράγει τοῖς ἑαυτῶν αἰτίοις τὰ ἑξῆς. Εἴπερ οὖν αἱ ἀποφάσεις γεννῶσι τὰς καταφάσεις, δῆλον ὡς ἡ μὲν πρώτη τὰ πρῶτα γεννᾷ, ἡ δὲ δευτέρα τὰ δεύτερα· τὰ .... τοῦ ὅλου καὶ μέρη ἔχοντος κοινότερον· τί γὰρ εἰ ἄπειρα εἴη τὰ πολλὰ, τοῦ μέρη ἔχοντος πάντως ἐκ πεπερασμένων ὄντος; ὥστʼ εἴ τι μὲν ἔχει μέρη, δεῖται τῶν πολλῶν, εἴ τι δὲ πλῆθος, οὐκ ἐξ ἀνάγκης ἐστὶν ὅλον. Καὶ ὅρα τὴν γεωμετρικὴν τάξιν, ὅπως ὅτι μὲν οὐ πολλὰ τὸ ἓν εἴληπται ὡς ἀξίωμα καὶ ὡς κοινὴ ἔννοια, ὅτι δὲ οὔτε ὅλον ἐστὶν οὔτε μέρη ἔχει κατασκευάζεται διʼ ἐκείνης τῆς κοινῆς ἐννοίας· καὶ πάλιν ὅτι οὔτε ἀρχὴν ἔχει οὔτε τελευτὴν, διὰ τοῦ πρὸ αὐτοῦ καὶ ἑξῆς ἀεὶ κατὰ τὴν χρυσῆν ὄντως σειρὰν τῶν ὄντων ἐφʼ ὧν πάντα μὲν ἐκ τοῦ ἑνὸς, ἀλλὰ τὰ μὲν ἀμέσως, τὰ δὲ διὰ μιᾶς μεσότητος, τὰ δὲ διὰ δυοῖν, τὰ δὲ διὰ πλειόνων, πάντα δὲ ἁπλῶς ἐκ τοῦ ἑνός. Οὕτω μὲν οὖν λογικῶς ἀποδείκνυται τὰ πολλὰ ταῦτα πρὸ τοῦ ὅλου τεταγμένα καὶ τῶν μερῶν· εἰ δὲ θέλοις, καὶ πραγματειωδέστερον ὅρα· τὰ πολλὰ, καθὸ πολλὰ, μίαν αἰτίαν ἔχει τὸ ἕν· οὐ γὰρ ἀλλαχόθεν πᾶν πλῆθός ἐστιν ἢ ἐκ τοῦ ἑνὸς, ἐπεὶ καὶ τὸ τῶν ὄντων πλῆθος, καθόσον μὲν νοητόν ἐστιν, ἐκ τοῦ ὄντος ἐστὶ, καθόσον δὲ πλῆθος, ἐκ τοῦ ἑνὸς ὑφέστηκεν. Εἰ γὰρ ἦν τὸ πλῆθος ἔκ τινος ἄλλης αἰτίας παρὰ τὸ ἓν, ἐκείνην ἀναγκαῖον ἂν ἦν πάλιν ἢ ἓν εἶναι, ἢ οὐδὲν, ἢ οὐχ ἕν· ἀλλʼ εἰ μὲν οὐδὲν ἦν, οὐδʼ ἂν αἰτίαν εἶναι δυνατὸν ἦν αὐτήν· εἰ δὲ οὐχ ἓν πάλιν, οὐχ ἓν οὖσαν μηδὲν διαφέρειν τῶν πολλῶν, τῆς αἰτίας πανταχοῦ διαφερούσης τῶν ἀπʼ αὐτῆς. Λείπεται οὖν, ἢ ἀναίτια εἶναι τὰ πολλὰ καὶ ἀσύντακτα ἀλλήλοις καὶ ἀπειράκις ἄπειρα, μηδενὸς ἐν αὐτοῖς ὄντος ἑνὸς, ἢ τὸ ἓν αἴτιον εἶναι τοῦ εἶναι τοῖς πολλοῖς· ἢ γὰρ οὔτε ἕκαστον τῶν πολλῶν ἓν οὔτε τὸ ἐκ πάντων, καὶ οὕτως ἀπειράκις ἄπειρα ἔσται πάντα· ἢ ἕκαστον μὲν ἓν, τὸ δὲ ἐκ πάντων οὐχ ἓν, καὶ ἀσύντακτα ἔσται ἀλλήλοις — συνταχθέντα γὰρ ἑνὸς ἀνάγκη μετέχειν· ἢ ἔμπαλιν, καὶ ἕκαστον ἀπειράκις ἔσται ἄπειρον, μηδενὸς ἑνὸς μετέχον, ἢ ἄμφω ἑνὸς μετέχει, καὶ δεῖ πρὸ αὐτῶν εἶναι τὸ ἑνοποιὸν ἀμφοτέρων καὶ τῶν μερῶν καὶ τοῦ ὅλου, μήτε ὅλον μήτε μέρη ἔχον· ἢ πάλιν καὶ τοῦτο ἐπιδεὲς ἔσται ἑνὸς, καὶ εἰ ἐπʼ ἄπειρον ἦν, ἥξομεν εἰς τὸ πρὸ τοῦ ὅλου καὶ τῶν μερῶν ἕν. Πρὸς δὲ τούτοις καὶ εἰ ἄλλο τι αἴτιον ἦν παρὰ τὸ ἓν τῶν πολλῶν, οὐκ ἂν ᾖ πλῆθος ἑνάδων, ἃς παράγει ὡς τὸ ἕν· εἰ ἄρα εἰσὶ πολλαὶ ἑνάδες, αἴτιον τῶν πολλῶν καθὸ πολλὰ τὸ ἕν· τῶν γὰρ ἑνάδων πρώτως αἴτιον ἓν, διὸ καὶ ἑνάδες λέγονται, τὸ δὲ τῶν ὄντων πλῆθός ἐστιν ἐκ τοῦ τῶν ἑνάδων πλήθους, ὥστε πᾶν πλῆθός ἐστιν ἐκ τοῦ ἑνὸς, τὸ δέ γε ὅλον τῶν ὄντων ἐστὶ καὶ τὰ μέρη· κἄν τε γὰρ ὅλον ᾖ τὸ ἓν ὂν, δῆλον δήπουθεν ὅτι μετὰ τοῦ εἶναί ἐστιν ὅλον, κἄν τε τὸ ἓν μετεχόμενον, πάντως καὶ τοῦτο τῷ ὄντι σύνεστι, κἂν αὐτὸ μόνον τὸ ὂν αὐτόθεν, καὶ τοῦτό ἐστιν οὐσία. Εἰ οὖν τὸ ὅλον καὶ τὸ μέρος ὄντα πώς ἐστιν ἢ καθʼ ὕπαρξιν, ἢ κατὰ μέθεξιν, παράγεται μὲν καὶ ταῦτα ἐκ τοῦ ἑνὸς, ἀλλὰ καὶ ἀπὸ τῆς οὐσίας, εἴπερ εἴη τὸ ὅλον τῶν ὄντων καὶ τὸ μέρος. Οὕτως οὖν ὁ Παρμενίδης ἔλεγεν ἐν τῷ ἑνὶ ὄντι ταῦτα τιθέμενος, ὅλον αὐτὸ λέγων εἶναι τὸ ἓν ὂν καὶ μέρη ἔχειν, καὶ τὸ μὲν ὂν τοῦ ἑνὸς ἐξάψας, τὸ δὲ ὅλον ἐν τῷ ὄντι ἑνὶ θεωρῶν, καί τι ὂν τὸ ὅλον ποιῶν εἰκότως. Πάντα μὲν γὰρ ὅσα ὁλότητος οὐσιώδους μετέχει, ταῦτα καὶ οὐσίας· οὐ πάντα δὲ ὅσα οὐσίας, ταῦτα καὶ ὁλότητος· αὐτὰ γοῦν τὰ μέρη τῆς οὐσίας, καθὸ μέρη ἐστὶ, μετέχοντα τῆς οὐσίας, ὁλότητος δὲ οὐ μετέχει καθὸ τοιαῦτά ἐστιν· εἰ δὲ τοῦτο, ἐπέκεινα τῆς οὐσιώδους ὁλότητος ἡ οὐσία· μετέχει ἄρα τῆς οὐσίας τὸ οὐσιῶδες ὅλον καὶ οὐκ ἔστι τῇ οὐσίᾳ ταὐτόν. Οὕτω δὲ καὶ εἴ τις ἑνοειδής ἐστιν ὁλότης, μετέχει τοῦ ἑνὸς, τὸ δὲ ἑνιαῖον μέρος ἑνὸς μὲν ἀνάγκη μετέχειν, οὐκ ἔτι δὲ ὅλον ἀναγκαῖον ὑπάρχειν, ἀλλὰ καὶ ἀδύνατον καθόσον ἐστὶ μέρος· ἀλλὰ μὴν ἢ οὐσιῶδές ἐστι τὸ ὅλον καὶ μέρος, ἢ ἑνιαῖον — ἔστι γὰρ καὶ ἐν ταῖς οὐσίαις καὶ ἐν ταῖς ἑνάσιν ὅλον καὶ μέρος· τὸ ἄρα ἓν ἐπέκεινα τοῦ ὅλου καὶ μέρους καὶ τῶν οὐσιωδῶν καὶ τῶν ἑνιαίων. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ πολλὰ τοῦ τε ὅλου προϋπάρχει καὶ τῶν μερῶν· ἑκάτερον γὰρ πάντως πολλά πώς ἐστιν, ὡς ἐδείξαμεν· ἀλλὰ μὴν τὰ πολλὰ τὰ πρώτως ληφθέντα μόνου μετέχει τοῦ ἑνός· ἐπέκεινα ἄρα τὰ πολλὰ τοῦ τε ὅλου καὶ τῶν μερῶν. Ταύτῃ μὲν οὖν καὶ τοῦτο δεικτέον ἡμῖν· θεατέον δὲ τὴν τῶν ἀποδείξεων τούτων ἀλήθειαν· καὶ εἰ οὕτως ἀποδείξεις εἰσὶ, δείξουσιν ὅτι πᾶν ὅλον πάντως συνάγει τι πλῆθος. Πᾶσα οὖν ὁλότης πάντως ἔμφασιν ἔχει τῶν οἰκείων μερῶν· ἡ μὲν γὰρ ἐν τῷ μέρει καὶ πάντως συντέτακται πρὸς τὸ μέρος, καὶ οὐ μόνον ὅλον ἐστὶν, ἀλλὰ καὶ μέρος· ἡ δὲ ἐκ τῶν μερῶν συμπεπλήρωται τοῖς ἑαυτῆς μέρεσιν· ἡ δέ γε πρὸ τῶν μερῶν τὰς αἰτίας ἔχει τῶν μερῶν, ὥστε καὶ πλήθους· οὐδαμῶς ἄρα ὅλον ἐστὶ τὸ ἕν. Εἰ γὰρ πᾶν ὅλον μετὰ πλήθους, τὸ δὲ ἓν ἄνευ πλήθους, οὐκ ἄρα ὅλον τὸ ἕν· πάλιν τὸ μέρος ἄλλου μέρος ἐστὶν, ὥστε τὸ μέρη ἔχον πλῆθος ἔχει· πᾶν γὰρ μέρος ἕν τι μετʼ ἄλλων ἐθέλει συμπληροῦν· τὰ δὲ ἄλλα ταῦτα δῆλον ὡς πολλά ἐστιν· εἰ τοίνυν τὸ ἓν οὐδενός ἐστι πλήθους μετέχον, τὸ δὲ μέρη ἔχον πλῆθος ἔχει, φανερὸν ὅτι τὸ ἓν οὐκ ἂν ἔχοι μέρη αὐτό· δέδεικται δὲ ὅτι οὔτε ὅλον ἐστίν· οὔτε ἄρα ὅλον ἐστὶν οὔτε μέρη ἔχον τὸ ἕν· εἴτε γὰρ ὅλον ἐστὶν εἴτε μέρη ἔχει, πολλά ἐστιν· ἀλλὰ μὴν οὐ πολλά ἐστιν· οὔτε ἄρα ὅλον ἐστὶν οὔτε μέρη ἔχον. Καὶ ὁρᾷς ὅτι τοῦτο πρῶτόν ἐστιν ἀποδεδειγμένον διὰ τῶν οὐ πολλῶν, ὥσπερ δὴ καὶ ἐν τοῖς οὖσιν ἡ ὁλότης παράγεται διὰ τοῦ πρώτου πλήθους· τὸ δὲ διʼ αἰτίας δεικνύμενον τοῦτό ἐστι κυρίως ἀποδεικτικόν. Εἰ οὖν τὸ ὅλον ἐστὶ διὰ τὰ πολλὰ, τὸ μὴ εἶναι πολλὰ πάλιν αἴτιον τοῦ μὴ ὅλον εἶναι, ἀμφοτέρων δὲ τούτων ἡ τοῦ ἑνὸς μονότης. Τοῦτο δὲ ἦν ὃ καὶ ὁ Ἐλεάτης ξένος ἐδείκνυ μὴ δυνάμενον εἶναι ὡς ἀληθῶς ἓν, λέγω δὴ τὸ ὅλον· πάθος μὲν γὰρ αὐτό φησιν ἔχειν τοῦ ἑνὸς οὐδὲν κωλύειν, τὸ δὲ ἓν αὐτὸ εἶναι ἀδύνατον. Ὅπερ οὖν ἐκεῖ δέδεικται δεικνὺς ὅτι μὴ ἔστιν ἓν ὡς ἀληθῶς τὸ Παρμενίδειον ἓν, τοῦτο ἐν τούτοις ἀπέδειξε μὴ ὅλον τὸ ὡς ἀληθῶς ἓν, ἀντιστρέψας πρὸς ἐκείνην τὴν ἀπόδειξιν τὴν ἐνταῦθα πρώτην ἔφοδον· ἐκεῖ μὲν γὰρ ἔδειξεν, εἰ ὅλον ἐστὶν, οὐκ ὂν ἀληθῶς ἕν· ἐνταῦθα δὲ, εἰ ἔστιν ὡς ἀληθῶς ἓν, ὅτι οὐχ ὅλον ἐστίν· ὥστε ἢ ἐκείνοις ἀπιστείτω τις ὡς οὐ Πλάτωνος θεάμασιν, ἢ καὶ τούτοις συγχωρείτω, καὶ ταύτην ἡγείσθω κατὰ Πλάτωνα τὴν πρώτην ἀρχὴν, καὶ τὸ ὡς ἀληθῶς ἓν εἶναι τὸ πρῶτον, καὶ τοῦτο μὲν τοιοῦτον. Εἰ δὲ ταὐτόν πως εἶναι δοκεῖ τό τε ὅλον καὶ τὸ μέρη ἔχον, οὐ χρὴ θαυμάζειν· ὁρῶμεν γὰρ ὡς ἡνωμένον τὸ αὐτὸ καὶ ὡς διακεκριμένον· ὡς μὲν ἡνωμένον ὅλον αὐτὸ προσαγορεύομεν, ὡς δὲ διακεκριμένον μέρη ἔχον· τὸ δὲ ἓν οὔτε ἡνωμένον ἐστὶν, ὥστε οὐχ ὅλον, οὔτε διακεκριμένον, ὥστε οὐ μέρη ἔχον· εἴτε γὰρ ἡνωμένον, πολλά ἐστιν, εἴτε διακεκριμένον· καὶ γὰρ τὸ ἡνωμένον πλῆθός ἐστι τῷ ἑνὶ κρατούμενον, τὸ δὲ ἓν ἐπέκεινα παντὸς πλήθους, τοῦ δὴ ὡς ἡνωμένου καὶ πολλῷ μᾶλλον τοῦ διακεκριμένου. Ταῦτα καὶ περὶ τούτων· λοιπὸν δὲ ἄν τις ἐπιζητήσειεν πότερον ταῦτα ἀποφάσκει τοῦ ἑνὸς, αὐτὸ πρὸς αὐτὸ λαμβάνων τὸ οὐχ ἑπόμενον αὐτῷ ἢ πρὸς τὰ ἄλλα. Καὶ γὰρ τοῦτό τισιν ἔδοξεν, ὡς τῶν πολλῶν ἄλλων ὄντων παρὰ τὸ ἓν, καὶ τούτων ἀποφασκομένων τοῦ ἑνὸς, καὶ τοῦ ὅλου καὶ τοῦ σχήματος, καὶ τῶν ἄλλων ὁμοίως. Δῆλός ἐστιν ὁ φιλόσοφος ἐν ἀρχῇ μὲν τῆς ὑποθέσεως παραλαμβάνων ὅσα οὐχ ἕπεται τῷ ἑνὶ αὐτῷ πρὸς αὑτό· καὶ γὰρ ὅτι ἀπλήθυντον καὶ ὅτι οὐχ ὅλον αὐτὸ καθʼ αὑτὸ σκοπούμεθα, καὶ εἰ μηδὲν εἴη τῶν ἄλλων· ἐν μέσοις δὲ ὅσα οὐχ ἕπεται οὔτε αὐτῷ πρὸς ἑαυτὸ οὔτε πρὸς τὰ ἄλλα, οἷον ὅτι οὔτε ταὐτὸν ἑαυτῷ οὔτε ἕτερον ἑαυτῷ, οὔτε ταὐτὸν τοῖς ἄλλοις οὔτε ἕτερον τῶν ἄλλων, οὔτε ὅμοιον οὔτε ἀνόμοιον ὡσαύτως, οὔτε ἁπτόμενον οὔτε χωρὶς ὁμοίως· ἐπὶ τέλει δὲ ὅσα οὐχ ἕπεται τῷ ἑνὶ πρὸς τὰ ἄλλα μόνον, ὅπου καὶ δείκνυται ὡς οὔτε ῥητόν ἐστιν οὔτε δοξαστὸν οὔτε ἐπιστητὸν, οὔτε ὅλως γνωστόν ἐστί τινι τῶν ἄλλων, ἀλλʼ αὐτὸ τῶν ἄλλων ἐστὶν ἐξῃρημένον καὶ γνώσεων καὶ γνωστῶν, εἰ οἷόν τε εἰπεῖν, ἐφʼ ἑαυτοῦ μένον οὐδενὶ τῶν ἄλλων συνταττόμενον, ἀλλʼ ἀπεριόριστον τοῖς πᾶσι· καὶ ὅταν οὖν λέγῃ μὴ εἶναι πολλὰ τὸ ἓν, οὐχὶ τὰ ἄλλα λέγει τοῦ ἑνὸς μὴ εἶναι τὸ ἓν, ὡς ἐκεῖνα τοῦ ἑνὸς ἀποφάσκων, ἀλλʼ αὐτὸ πλῆθος ἐν ἑαυτῷ μὴ ἔχειν, μηδʼ εἶναι τὸ ἓν ἅμα τῷ ἑνὶ καὶ πολλὰ, μόνως δὲ ἓν εἶναι καὶ αὐτοὲν παντὸς πλήθους καθαρεῦον· καὶ γὰρ ὅταν ἐν τῇ δευτέρᾳ ὑποθέσει διίῃ καταφάσκων ὅτι πολλὰ τὸ ἓν, ἀπλήθυντον αὐτὸ εἶναι καὶ μόνως ἓν καὶ οὕτω μήτε ὅλον εἶναι μήτε μέρη ἔχειν, πρὸς ἑαυτὸ σκοποῦσα πῶς ἔχει τοῦτο τὸ ἕν.

Ἀμφοτέρως ἂν ἄρα οὕτω τὸ ἓν πολλὰ εἴη, ἀλλʼ οὐχ ἕν. **—**

Ἀληθῆ. **—**

Δεῖ δέ γε μὴ πολλὰ, ἀλλʼ ἓν αὐτὸ εἶναι. **—**

Δεῖ. **—**

Οὔτε ἄρα ὅλον ἔσται οὔτε μέρη ἕξει, εἰ ἓν ἔσται τὸ ἕν. **—**

Οὐ γάρ.

`1105`

Συμπεραίνεται μὲν ἐν τούτοις τὴν ὅλην ἀπόδειξιν, ἣν καὶ πρότερον εἴπομεν, καὶ νῦν δὲ ἴσως ὑπομνῆσαι πάλιν εὔκαιρον· τὸ ἓν οὐ πολλὰ, τὸ ὅλον πολλὰ, τὸ ἄρα ἓν οὐχ ὅλον· καὶ πάλιν τὸ ἓν οὐ πολλὰ, τὸ μέρη ἔχον πολλὰ, τὸ ἓν ἄρα οὐκ ἔχει μέρη· ὡς εἶναι τὸν συλλογισμὸν ἐν δευτέρῳ σχήματι, τὸ ἓν ἄρα οὐκ ἔχει μέρη· καὶ ὑποθετικῶς, εἰ ὅλον ἐστὶ, μέρη ἔχει τὸ ἕν· εἰ μέρη ἔχει τὸ ἓν, πολλά ἐστιν· ἀλλὰ μὴν οὐ πολλὰ τὸ ἓν, οὔτε ἄρα ὅλον ἐστὶν οὔτε μέρη ἔχει. Καὶ θέα μοι τὴν ἀσφάλειαν τοῦ Πλάτωνος, ὅτι οὐκ ἀμερὲς ἔφατο τὸ ἓν, ἀλλὰ μέρη μὴ ἔχον· οὐ γὰρ ταὐτόν ἐστι τὸ ἀμερὲς τῷ μέρη μὴ ἔχειν. Τοῦτο μὲν γὰρ κατὰ τοῦ ἑνὸς λέγειν δυνατὸν, τὸ δὲ ἀμερὲς οὐ πάντως· φύσιν γάρ τινα δηλοῖ τὸ ἀμερές ἐστιν ὅτε καὶ οἷον εἶδός τι, μᾶλλον δὲ καὶ οὐδὲν ἄλλο ἢ ἑνοειδὲς εἶδος, καὶ οὐδὲν ἄλλο ἢ ὅπερ ὁ Τίμαιος κέκληκεν ἀμέριστον· δῆλος γοῦν ἐστι καὶ αὐτὸς ἐν ἐκείνοις τὸ αὐτὸ καὶ ἀμέριστον ἀδιαφόρως καὶ ἀμερὲς ὡς ἓν ἀνθʼ ἑνὸς ἀποκαλῶν, ὡς ἐν τῇ ἀρχῇ τῆς ψυχογονίας γέγραπται. Ἐν δὲ Σοφιστῇ καὶ τὸ ὡς ἀληθῶς ἓν ἀμερὲς ἐκάλεσεν εἰπὼν, ἀμερὲς γάρ που δεῖ τό γε ὡς ἀληθῶς ἓν εἶναι, ταὐτὸν ἐν τούτῳ λέγων τὸ ἀμερὲς ὅπερ ἐνταῦθα μέρη μὴ ἔχον εἶπεν, ὥστε εἴ τι μέν ἐστι μέρη μὴ ἔχον, ἀμερές ἐστι κατʼ αὐτόν· οὐκ ἔτι δὲ ἀμερὲς τοῦτο μέρη μὴ ἔχον, εἴπερ ἐστὶν ἕκαστον τῶν γενῶν τοῦ ὄντος, τὸ μὲν ἀμερὲς, τὸ δὲ μεριστὸν, τὸ δὲ μέσον ἀμφοτέρων. Οὕτω δὲ καὶ τὸ σημεῖον ἀμερὲς, ὡς οὐκ ἔχον μέρη, οἷα τοῦ διαστατοῦ μέρη γένοιντʼ ἂν, ἀλλʼ οὐχ ἁπλῶς ἀμερὲς, ὡς μηδὲν ἔχον μέρος· συμπληροῦται γὰρ ὑπό τινων ὁ τοῦ σημείου λόγος, πάντα δὲ τὰ συμπληροῦντα μερῶν ἔχει τάξιν πρὸς τὸ ἀπʼ αὐτῶν συμπληρούμενον. Οὕτω καὶ ἡ μονὰς, διότι μὴ ἔστιν ἐκ διωρισμένων τινῶν μερῶν, ὡς ὁ ἀπʼ αὐτῆς ἀριθμὸς πᾶς· διότι δὲ ἔκ τινῶν ἐστι τῶν μονάδα ποιούντων αὐτὴν καὶ τοῦ σημείου διαφέρειν, μέρη ταῦτά τις εἰπὼν εἶναι τοῦ λόγου τῆς μονάδος οὐκ ἂν ἁμάρτοι· τὰ γὰρ εἰς τὸν ὅρον ἑκάστου εἴδους συντελοῦντα μέρη πάντως ἐστὶν ἐκείνου, καὶ ἐκεῖνο ἐκ τούτων ἐστὶν ὡς μερῶν καὶ ὅλον τι πεπονθὸς ὂν τὸ ἓν, αὐτὸ δὲ οὐκ ὂν τὸ ἓν, μόνον δὲ τὸ ἁπλῶς ἓν οὔτε ὡς ἐκ συνεχῶν ἐστι μερῶν οὔτε ὡς διῃρημένων οὔτε ὡς συμπληρούντων αὐτὸ, μόνως ὂν ἓν καὶ ἁπλῶς ἓν, ἀλλʼ οὐχ ἡνωμένον.

`1106–1110`

Τοῦτο μὲν οὖν οὐκ ἂν ἄλλως ἔχοι. Πολὺν δὲ ἐνταῦθα καθορῶ καὶ θόρυβον ἐγειρόμενον τῶν οἰηθέντων τὰς ἀποφάσεις ταύτας εἰς τὸ μηδαμῶς ὂν ἀπάγειν ἡμᾶς ἢ ἄλλο τι τοιοῦτο, διὰ τῆς ἀοριστίας τῆς ἡμετέρας φαντασίας οὐκ ἐχούσης ὡρισμένου τινὸς ἀντιλαβέσθαι πράγματος, ἅτε μηδενὸς τιθεμένου, πάντων δὲ ἁπλῶς ἀναιρουμένων ἀπὸ τοῦ ἑνὸς, καὶ διὰ ταῦτα ἀναπεπεισμένων ὅτι χρή τινα φύσιν εἰσηγεῖσθαι καὶ ἰδιότητα τοῦ ἑνός. Ταῦτα γὰρ δή τινες ὑπολαβόντες, οἱ μὲν ἀπὸ τοῦ νοῦ καὶ τῆς νοερᾶς οὐσίας ἐπὶ τὸ ἓν ἀναβαίνοντες ἀξιοῦσι τοῦ μὲν νοῦ τὴν νοότητα προτάττειν τῆς νοότητος, ὡς ἁπλουστέρας οὔσης τοῦ νοῦ καὶ οἷον ἕξεως τοῦ νοεῖν· αἱ γὰρ ἐνέργειαι, φασὶ, πρὸ τῶν οὐσιῶν εἰσιν ὡς ἑνικώτεραι αὐτῶν, καὶ πρὸ τούτου τὸ νοοῦν, οὐ τὸ ἐνεργοῦν τοῦτο λέγοντες, ἀλλὰ τὸ τῆς ἐνεργείας αἴτιον ὡς νόησιν ποιοῦν, ὡς εἴ τις λέγοι τὸ ψυχοῦν ἢ τὸ κινοῦν· καὶ πρὸ τούτου πάλιν τὸ νόημα, καὶ τοῦτο εἶναι τὸ πρῶτον ἀξιοῦντες ὡς ἀμερέστατον, καθάπερ τὸ κίνημα τῆς κινήσεως· καὶ οὐκ ἐπὶ ταύτης μόνης τῆς ὁδοῦ τοῦτο ποιοῦντες, ἀλλὰ καὶ ἐφʼ ἑκάστου τῶν εἰδῶν, ὥστε ἀεὶ τελευτᾷν εἰς τὰ ὅμοια, λέγω δὲ οἷον ἀγάθωμα, κάλλωμα, ἀρέτωμα, ταύτωμα, τὰ ὅμοια τούτοις, καὶ πᾶν εἶναι τοιοῦτον ἕν. Οὓς ἐρωτητέον πότερον τὰ πολλὰ ταῦτα τῇ φύσει διαφέροντα ἀλλήλων ἐστὶν, ἢ ὀνόματι μόνον. Οὐδὲ λέγουσι τί τὸ ἓν, ὡς προὔθεντο, ἀλλὰ διακενῆς ἀθύρουσι περὶ τὰ θειότατα τῶν πραγμάτων· εἰ δὲ οὐσίᾳ ταῦτα διενήνοχεν ἀλλήλων, πλῆθος ἐν τῷ ἑνὶ καταλήψουσι, καίτοι γε ὁ Πλάτων τοῦτο πρὸ πάντων ἀνενδοιάστως ἀπέφησε τοῦ ἑνός. Πόθεν δὲ καὶ τὰ ὀνόματα ταῦτα παρειλήφασιν, ἢ ποίων θεολόγων ἀκηκόασι τὰς οὐσίας δευτέρας τῶν ἐνεργειῶν ποιούντων; πανταχοῦ γὰρ καὶ ὁ Πλάτων καὶ οἱ ἄλλοι θεολόγοι τὰς μὲν ἐνεργείας ἀπὸ τῶν δυνάμεων, τὰς δὲ δυνάμεις ἀπὸ τῶν οὐσιῶν ἐξηρτῆσθαι λέγουσιν. Ἀλλὰ πρὸς μὲν τούτους οὐδὲν χρὴ λέγειν, καὶ ἄλλοις εὐθύνας δεδωκότας. Εἰσὶ δὲ οἳ διακρίνειν ἠξίωσαν θεὸν καὶ τὸ θεῷ εἶναι, καὶ ἀπονέμειν τῷ πρώτῳ τὸ θεῷ εἶναι, καὶ ὡς ταύτην ἰδιότητα παραδιδόναι τοῦ ἑνός· οὓς ἐρωτητέον πῶς τὸ εἶναι αὐτῷ τοῦτο ὑπολαμβάνομεν, τοῦ Πλάτωνος καὶ τὸ ἔστιν ἀφαιροῦντος, πῶς δὲ ἐν ἐκείνοις διακρίνομεν ἕκαστον καὶ τὸ εἶναι ἑκάστῳ καὶ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ καὶ θεῖα καὶ ἑνικώτατα τῶν πάντων μεταφέρομεν τοὺς τοσούτους κανόνας· οὐδὲ γὰρ ἐπὶ ψυχῆς ἠνεχόμεθα λέγειν ὡς ἕτερον ψυχὴ καὶ τὸ εἶναι ψυχῇ, οὐδὲ ἐπʼ ἄλλου τούτων ἀΰλων εἰδῶν· πολλῷ ἄρα μᾶλλον ἐπὶ τῶν θεῶν αὐτῶν παραιτησόμεθα τὰς τοιαύτας εἰσάγειν διαφοράς. Καὶ πῶς γὰρ ἄλλο ἔσται τὸ ἓν καὶ τὸ ἑνὶ εἶναι; λήσομεν οὖν οὕτω τὸ ἓν ποιοῦντες οὐχ ἓν, εἴπερ ἀφεῖται τοῦ ἑνὶ εἶναι, καὶ μετέχει κρείττονος ὄντος. Ἄλλοι τοίνυν εἰρήκασιν ὅτι πάντων αἴτιον ὂν τὸ πρῶτον ὑπὲρ ζωὴν, ὑπὲρ νοῦν, ὑπὲρ αὐτὸ τὸ ὂν ἱδρυμένον, ἔχει πως τὰς τούτων αἰτίας ἁπάντων ἀφράστως καὶ ἀνεπινοήτως καὶ τὸν ἑνικώτατον τρόπον καὶ ἡμῖν μὲν ἀγνώστως, καὶ ἔστι τὰ ἐν αὐτῷ κρύφια τῶν ὅλων αἴτια παραδείγματα πρὸ παραδειγμάτων, καὶ τὸ πρῶτον αὐτὸ ὅλον πρὸ ὅλων, οὐ δεηθὲν μερῶν· τὸ μὲν γὰρ πρὸ τῶν μερῶν ὅλον δεῖσθαί πως τῶν μερῶν, καὶ τοῦτο εἶναι, ὅπερ ἂν οἶδεν ὁ Πλάτων, τὸ δὲ ὅλον πρὸ τῶν ὅλων οὐδὲν δεῖσθαι μερῶν. Οἱ δὲ ταῦτα λέγοντες οὐδὲν ἐπαΐουσι τοῦ Πλάτωνος, μόνῃ τῇ ἀφαιρέσει χρῆσθαι δοκιμάζοντες ἐπὶ τοῦ ἑνός· οὐδὲ μνημονεύουσι τῶν ἐν τῇ πρὸς Διόνυσον ἐπιστολῇ γεγραμμένων, καὶ τῆς ἐκεῖ παραινέσεως μηδὲν τῷ ἑνὶ προσφέρειν, ἀλλὰ πάντα ἀφαιρεῖν ἐγκελευομένης, ἵνα μὴ λανθάνωμεν τὸ συγγενές τι καὶ ἡμῖν προσῆκον ἀνατιθέντες· τοῦτο γὰρ δὴ πάντων ἐν ἐκείνοις αἴτιον ἀπεφήνατο κακῶν, τὸ ζητεῖν ὁποῖόν τι τὸ ἕν. Χωρὶς δὲ τούτων, πῶς ἔτι τὸ ἓν φυλάττομεν; τὸ γὰρ τῶν ὅλων ὅλον περιληπτικώτερόν ἐστι τῶν ὅλων ἑνοειδῶς· ἀλλʼ αὐτὸ τὸ ἓν ἐξῄρηται καὶ ὑπερέχει πάσης ὁλότητος· καὶ τὸ μὲν τῶν ὅλων ὅλον — εἴπερ ἄρα τῇ μέσῃ προσήκει τάξει τῶν νοητῶν, ὡς δείξομεν· αὕτη γὰρ ὑπερέχει τῆς νοερᾶς ὁλότητος, καὶ περιείληφε πανταχόθεν αὐτήν· τὸ δὲ ἓν ἐπέκεινα τῶν νοητῶν ἐστιν. Εἰ δὲ καὶ μὴ μόνον ἀπὸ νοῦ καὶ ζωῆς καὶ ὄντος ἀνιόντες πάντων τὰς ἀγνώστους αἰτίας ἐν τῷ ἑνὶ θήσομεν, ἀλλὰ καὶ ἀφʼ ἑκάστου τῶν ὄντων, οἷον κάλλους, ἀρετῆς, δικαίου, τῶν ἄλλων ἑκάστου, τοσαῦτα ἔσται τῷ πλήθει τὸ ἓν ὁπόσα καὶ ὁ νοῦς, καὶ οὐκ ἂν ἔτι εἴη οὐδαμῶς ἓν, καὶ οὕτω λάθοιμεν ἂν διπλασιάσαντες τὰ ὄντα· αὐτὰ γὰρ ἔσται καὶ τὰ αἴτια αὐτῶν τὰ ἐν τῷ ἑνὶ ὑπάρχοντα, καὶ περὶ τούτων ζητήσομεν πῶς πολλὰ ὄντα ἥνωται, καὶ ἀναγκάσομεν εἶναι καὶ πρὸ τούτων ἓν, καὶ ἢ κυρίως ἓν αὐτὸ φυλάττοντες πάντα ἀφαιρήσομεν, ἢ πάλιν ἐν ἐκείνῳ πάντα θησόμεθα, καὶ τριπλασιάσομεν τὰ ὄντα καὶ οὕτως ἐπʼ ἄπειρον ἀνιόντες οὐκ ἔτι που στησόμεθα καὶ ἡμεῖς λέγειν πλῆθος ἔχειν καὶ τὸ ἕν· ὅπερ ἤδη τινὲς τῶν Πλάτωνος φίλων ἐτόλμησαν λέγειν, καίτοι παντὸς πλήθους ἀπαιτοῦντος ἄλλο τι τῷ πλήθει τὴν ἕνωσιν διδὸν, ἢ, μηδενὸς ὄντος τοιούτου, τὸ πλῆθος ἐπείσακτον ἔχον ἕνωσιν εἶναι πρῶτον οὐκ αὔταρκες διὰ τὴν ἑνώσεως ἔνδειαν. Κάλλιον οὖν, ὥσπερ ὁ Πλάτων πεποίηκεν, ἐπὶ τῶν ἀποφάσεων ἵστασθαι, καὶ διὰ τούτων ἐνδείκνυσθαι τὴν ἐξῃρημένην τοῦ ἑνὸς ὑπερβολὴν, ὡς οὔτε νοητόν ἐστιν, οὔτε νοερὸν, οὔτε ἄλλο τι τῶν ἡμῖν διʼ ἐπιβολῆς μεριστῆς γιγνωσκομένων οὐδέν· πάντων γὰρ ὂν αἴτιον οὐδέν ἐστι τῶν πάντων· καὶ οὐχ ἡμῖν μὲν ἄγνωστον, ἑαυτῷ δὲ γνωστόν ἐστιν· εἰ γάρ ἐστιν ὅλως ἡμῖν ἄγνωστον, οὐδὲ αὐτὸ τοῦτο γιγνώσκομεν ὅτι ἑαυτῷ γνωστόν ἐστιν, ἀλλὰ καὶ τοῦτο ἀγνοοῦμεν· ἐπεὶ καὶ τὸ λέγειν ὅτι πηγὴ θεότητός ἐστιν, ὥσπερ ἑνὰς τῶν καλῶν πάντων τὸ αὐτὸ καλὸν καὶ τὸ πρώτως καλὸν, καὶ ἑνὰς τῶν ἴσων πάντων τὸ αὐτὸ ἴσον καὶ ἡ πρώτως ἰσότης — οὐδὲ γὰρ ἐπὶ τούτων ζητοῦμεν τί τὸ αὐτὸ καλὸν, ἀλλʼ ἔγνωμεν ὅτι πηγὴ τῶν καλῶν, καὶ τοῦτο ἐξαρκεῖν νομίζομεν —, οὕτως ἄρα καὶ τὸ ἓν ἡ πηγὴ θεότητος πάσης, καὶ ὅ ἐστιν αὐτοθεός — πᾶς γὰρ θεὸς, καθὸ θεὸς, ἀπὸ τοῦ ἑνὸς ὑφέστηκεν· οὐδὲ τοῦτο οὖν ἁπλῶς ὀρθόν. Εἰ γὰρ, ὥς φησιν ὁ Πλάτων, μηδὲ ὄνομά ἐστιν ἐκείνῳ μηδὲν, πῶς ἂν αὐτοθεὸν ἢ ἄλλο τι προσαγορεύοιμεν; ἀλλὰ καὶ τοῦτο καὶ τὰ ἄλλα πάντα καταδεέστερα παντελῶς ἐστι τῆς ἀγνώστου τοῦ ἑνὸς ὑπεροχῆς. Εἰ δὲ ὅλως χρή τι καταφατικῶς περὶ αὐτοῦ λέγειν, ὡς ἔμοιγε δοκεῖ, κατὰ τὴν τοῦ Πλάτωνος ψῆφον, ἄμεινον αὐτὸ πηγὴν θεότητος πάσης καλεῖν, ἀλλʼ ὥσπερ, ἐπεὶ καὶ ἀρχὴν αὐτὸ καὶ αἴτιον τῶν πάντων λέγομεν καὶ τέλος πάντων καὶ ἐφετὸν τοῖς πᾶσιν· ἐκείνου γὰρ ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν, ὥς φησιν αὐτὸς ἐν Ἐπιστολαῖς· διʼ ὧν οὐκ αὐτὸ λέγομεν τί ἐστιν, ἀλλʼ ὅπως ἔχει τὰ μετʼ αὐτὸ πρὸς αὐτὸ καὶ ὧν ἐστιν αἴτιον. Συντόμως οὖν πᾶσα μὲν θεότης ἐναγής ἐστι, τὸ δὲ αὐτὸ ἓν οὐδὲν ἄλλο ἐστὶν ἢ αὐτοθεότης, διʼ ἣν πᾶσιν ὑπάρχει θεοῖς τὸ εἶναι θεοῖς, ὡς πᾶσι νοῖς τὸ εἶναι νοῦς ἐκ τοῦ πρώτου νοῦ, καὶ τὸ εἶναι ψυχὰς ἐκ τῆς πρώτης ψυχῆς· τὸ γὰρ πρώτως ὂν αἴτιον τοῖς ἄλλοις τοῦ εἶναι δευτέρως ὅπερ λέγεται πρώτως. Ταῦτα μὲν οὖν περὶ τούτων· προσακτέον δὲ καὶ τῇ λέξει, καὶ ὅπως ὁ Πλάτων ἐνδείκνυται περὶ τῶν ἀποφάσεων τούτων ὡς οὐχὶ στερητικῶν οὐσῶν, ἀλλὰ καθʼ ὑπεροχὴν τῶν καταφάσεων ἐξῃρημένην. Τὸ γὰρ ἓν, φησὶν, οὔ τε ὅλον, οὔτε μέρη ἔχον εἶναι δεῖ· τοῦτο δὲ τὸ δεῖ τὴν κατὰ τὸ ἀγαθὸν ὑπεροχὴν ἐνδείκνυται. Τεκμήριον δέ· τοῖς γὰρ ἐστερημένοις οὐ προστίθεμεν τὸ δεῖ· τίς γὰρ ἂν εἴποι, δεῖ τὴν ψυχὴν ἀγνοεῖν ἑαυτήν; ἡ γὰρ ἄγνοια τοῖς γνωστικοῖς στέρησίς ἐστιν· οὕτω καὶ αὐτὸς εἶπε περὶ τῶν κακῶν πάντων ὅτι ἀναγκαῖον αὐτὰ εἶναι ἐν τῷ Θεαιτήτῳ. Τὸ οὖν δεῖ μὴ εἶναι οὐ τοῖς ἐστερημένοις ἐστὶ προσοιστέον, ἀλλὰ τοῖς κρείττοσι τῶν ἕξεων· οἷον, δεῖ τὸ πρῶτον μὴ νοεῖν ἑαυτὸ, ὡς κρεῖττον τοῦ νοεῖν, καὶ δεῖ μὴ πολλὰ εἶναι, ὡς κρεῖττον τοῦ πολλὰ, καὶ δεῖ μὴ ὅλον εἶναι μήτε μέρη ἔχειν, ὡς κρεῖττον καὶ τούτων· τὸ γὰρ δέον οὐκ ἔστι στερήσεως, ἀλλʼ ὑπεροχῆς σημαντικόν. Τοῦτο δὴ οὖν καὶ ὁ Πλάτων ἐνδεικνύμενος, ὅπερ ἔφην, τὸ δεῖ προστίθησιν, εἰς ὑπόμνησιν ἀρκοῦν τῆς τῶν ἀποφάσεων τούτων δυνάμεως, καὶ ἅμα διὰ τούτου δεικνὺς ὅτι περὶ ὑφεστῶτός τινος ποιεῖται τὸν λόγον, ἀλλʼ οὐχὶ περὶ ἀνυπάρκτου πράγματος. Τίς γὰρ ἂν εἴποι περὶ τοῦ ἀνυποστάτου, ὅτι δεῖ αὐτὸ εἶναι ἀνυπόστατον ὄν; τὸ γὰρ δέον φέρεται κατὰ τῶν ὅλων ὕπαρξιν ἐχόντων.

Οὐκοῦν εἰ μηδὲν ἔχει μέρος, οὔτʼ ἀρχὴν, οὔτε τελευτὴν, οὔτε μέσον ἔχει· μέρη γὰρ ἂν ἤδη αὐτοῦ τὰ τοιαῦτα εἴη. **—**

Ὀρθῶς.

`1111–1113`

Πρότερον ἐχώρισε τὸ ἓν ἀπὸ τοῦ πρώτου πλήθους· δεύτερον ἀφεῖλε τοῦ ἑνὸς τὴν ὁλότητα, ἣ συνέχει τὸν σύνδεσμον τῶν νοερῶν θεῶν· καὶ ὅτι ταύτην ἀφεῖλεν, ἀλλʼ οὐ τὴν νοητὴν μόνον, ἔσται φανερώτατον ἡμῖν ἀπὸ τῆς δευτέρας ὑποθέσεως. Εἰσόμεθα δὲ προϊόντες ἔτι φανερώτερον κἀκεῖνο, διʼ ἣν αἰτίαν ἤρξατο τῶν ἀποφάσεων ἀπὸ τούτου τοῦ πλήθους, ὃ καὶ πρότερον εἴπομεν, ἀλλʼ οὐχὶ τῆς ἀκρότητος νοητῆς, ἥτις ἐστὶν αὐτὸ τὸ ἓν ὂν, ἀλλὰ τοῦτο τελευταῖον ἀφαιρήσει, παντὸς τοῦ νοητοῦ δεικνύων ἐπέκεινα τὸ ἕν. Τρίτον, ἀφαιρεῖ νῦν τὴν ἀρχὴν καὶ τὸ μέσον καὶ τὴν τελευτὴν, τάξεως τοῦτο σύμβολον ὑφειμένης ἢ κατὰ τὸ ὅλον καὶ τὸ μέρη ἔχον· καὶ ἐπιστήσομεν ὅπως καὶ τοῦτο πάλιν ἐκ τοῦ πρὸ αὐτοῦ δείκνυσιν ἑπόμενος τοῖς ἀποδεικτικοῖς κανόσιν. Εἰ γὰρ μὴ ἔχει μέρη τὸ ἓν, οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τέλος ἕξει· πᾶν γὰρ τὸ ἀρχὴν καὶ μέσον καὶ τέλος ἔχον μέρη ἔχει· ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα ἑπόμενον· ἀναιρεθὲν ἄρα τὸ ἡγούμενον συνανεῖλε τὸ ἑπόμενον. Μερικωτέρας οὖν τὸ ἀρχὴν καὶ μέσον καὶ τελευτὴν ἔχον τάξεώς ἐστι σύμβολον· τὸ γὰρ καθολικώτερον αἰτιώτερόν ἐστι, τὸ δὲ μερικώτερον πορρωτέρω τῆς ἀρχῆς, ἐπεὶ καὶ συμβαίνει τοῖς πράγμασι· τὸ γὰρ μέρη ἔχον, οὔπω δῆλον εἰ ἀρχὴν ἔχει καὶ μέσον καὶ τελευτήν· τί γὰρ ἐκ δυοῖν εἴη μερῶν ὅλον; καὶ γὰρ ἡ δυὰς ὅλον τί ἐστι τρόπον τινὰ, καὶ οὕτως ὡς ἀρχὴν πάντων τῶν μεριστῶν· τὸ δὲ ἀρχὴν ἔχον καὶ μέσον καὶ τελευτὴν ἐν τριάδι πρῶτον. Εἰ δὲ πᾶν ὅλον λέγει τις εἶναι τριαδικὸν, ἀλλʼ οὐδὲν κωλύει καὶ οὕτως τὸ μέρη ἔχον κατʼ αὐτὸ τοῦτο μήπως εἶναι τέλειον, προϋπάρχον τοῦ τελείου καὶ ὅλου· διὸ καὶ οὐκ ἀπὸ τοῦ ὅλου πεποίηται τὴν ἀπόδειξιν, ἀλλʼ ἀπὸ τοῦ μέρη ἔχειν. Ἀλλὰ τοῦτο μὲν δῆλον καὶ ἀπὸ τῶν προειρημένων· ἀποροῦσι δὲ εἰκότως τινὲς πῶς ἐπήνεγκεν ὁ Παρμενίδης ἀνενδοιάστως τὸ, μέρη γὰρ ἂν ἤδη αὐτοῦ τὰ τοιαῦτα εἴη. Τοῦτο μὲν γὰρ ἡμῖν ἐπιδείκνυσι σαφῶς, ὅτι πᾶν τὸ ἔχον ἀρχὴν καὶ μέσον καὶ τέλος μέρη ἔχει τὴν ἑαυτοῦ ἀρχὴν καὶ τὸ μέσον καὶ τὸ ἑαυτοῦ τέλος· τὸ δὲ οὐκ ἔστιν ἀληθές· ἡ γοῦν γραμμὴ καὶ ἀρχὴν ἔχει σημεῖον καὶ τέλος, ἀλλʼ οὐ μέρη τοσαῦτά φησι γραμμῆς· οὐδενὸς γὰρ ἄπειρα τὰ μέρη πέρας ἔχοντος, τὰ δὲ σημεῖα ἄπειρά ἐστι, γραμμὴ δὲ ἐκ σημείων οὐκ ἔστιν, οὐδὲ ὅλως ἐκ σημείων εἶναι τὸ μέγεθος δυνατόν. Πρὸς δὴ ταύτην τὴν ἀπειρίαν ῥητέον, πρῶτον μὲν ὅτι Πλάτων ἐπὶ τοῦ ἑνὸς ποιούμενος τὸν λόγον εἰκότως εἴρηκεν, εἰ ἔχει ἀρχὴν καὶ μέσον καὶ τέλος, μέρη ἂν αὐτοῦ τὰ τοιαῦτα εἴη· οὐ γὰρ ἐξ ἀνομοίων ἔσται τὸ ἓν συμπεφορημένον ὡς ἡ γραμμὴ, οὐδὲ ἕξει τοιαύτας ἀποπερατώσεις, ἀλλʼ εἴπερ ὅλως ἐν αὐτῷ τέλος τις ὑποθεῖτο καὶ μέσον καὶ ἀρχὴν, ἔσται ταῦτα συμπληρωτικὰ τοῦ ἑνὸς, ὥστε καὶ μορίων ἂν ἔχοι λόγον πρὸς αὐτό· καὶ γὰρ ταῦτα ἕξει μέρη, ὥσπερ ἡ τριὰς τὴν ἀρχὴν καὶ τὸ μέσον καὶ τὸ τέλος αὐτὰ ἔχει μέρη· ἔπειθʼ ὅτι καὶ εἴ τι πέρατα ἄττα ἔχει, ταῦτα καὶ ἄλλα ἂν ἔχοι μέρη πάντως τὰ ὑπὸ τούτων ὁριζόμενα· πέρατα γὰρ ὄντα τινῶν ἐστι πέρατα, καὶ τὸ ταῦτα ἔχον καὶ ἐξ ἐκείνων ἔσται πάντως ἐν οἷς ταῦτα, καὶ μέρη ἕξει ἐκεῖνα· ὥστε τὸ μέρη ἂν αὐτοῦ τὰ τοιαῦτα εἴη, οὐ τὰ ὡς πέρατα, ἀλλὰ τὰ ὡς πεπερασμένα ἀκουσόμεθα. Καὶ γὰρ εἴ τι μὲν ἔχει πέρατα, καὶ μέρη ἔχει· οὐκ εἴ τι δὲ μέρη, πάντως καὶ πέρατα ἔχει, ἀλλὰ ἄλλʼ ἄττα τῶν μερῶν, ὥσπερ καὶ ἕκαστος τῶν ἀριθμῶν. Ὀρθῶς οὖν εἶπεν, ὅτι πᾶν τὸ ἔχον ἀρχὴν καὶ μέσον καὶ τελευτὴν ἔχοι ἂν μέρη· ἢ γὰρ ταῦτα, ἢ ἐν οἷς ταῦτά ἐστι. Πρῶτον μὲν οὖν ταῦτα ῥητέον, δεύτερον δὲ καὶ ὃ πολλῷ φαίη ἄν τις ἀληθέστερον, ὅτι τὸ μέρος τῶν πολλαχῶς ἐστι λεγομένων· καὶ γὰρ τὸ ταὐτά πως τῷ ὅλῳ καὶ πάντα ἔχον μερικῶς, ὅσα τὸ ὅλον ὁλικῶς, μέρος καλοῦμεν, οἷον τοῦ ὅλου νοῦ μέρος εἶναι τῶν πολλῶν ἕκαστον, καίτοι πάντων ὄντων ἐν ἑκάστῳ τῶν εἰδῶν, καὶ τὴν ἀπλανῆ μέρος τοῦ παντὸς, καίτοι καὶ ταύτης τὰ πάντα περιεχούσης, ἀλλʼ ἕτερον τρόπον ἢ ὡς ὁ κόσμος. Καὶ ἔτι δεύτερον τὸ συμπληρωματικόν τινος, ὥσπερ λέγομεν μέρη τοῦ παντὸς τὰς ὅλας σφαίρας, καὶ μέρη τῆς ψυχῆς τὸ διανοητικὸν καὶ δοξαστικόν· τὰ μὲν γὰρ συμπληροῖ τὸ πᾶν, τὰ δὲ τὴν ψυχήν. Καὶ πρὸς τούτοις κατά τι κοινὸν σημαινόμενον μέρος λέγομεν πᾶν τὸ ὁπωσοῦν τισι συντεταγμένον εἰς ἑνὸς συντέλειαν. Οὕτω γὰρ καὶ τοῦ κόσμου μέρος ἂν εἴποις ἕκαστον ἡμῶν· οὐχʼ ὅτι συμπληροῦται τὸ πᾶν ὡς πᾶν διʼ ἡμῶν, οὐδὲ γὰρ ἀτελὲς γίνεται τὸ πᾶν, φθαρέντος τινὸς ἡμῶν· ἀλλʼ ὅτι συντετάγμεθα καὶ ἡμεῖς τοῖς ὅλοις μέρεσι τοῦ παντὸς, καὶ συνδιοικούμεθα τοῖς ἄλλοις πᾶσι, καὶ ἐσμὲν ὅλως ὡς ἐν ἑνὶ ζώῳ τῷ κόσμῳ, καὶ αὐτοὶ μέρη τοῦ παντὸς καὶ συμπληροῦμεν αὐτὸ, οὐχ ᾗ ἐστιν, ἀλλʼ ᾗ γόνιμόν ἐστι. Τριχῶς οὖν λεγομένου τοῦ μέρους, προειπὼν ὁ Πλάτων ὡς οὐδὲν ἔχει μέρος τὸ ἓν δηλονότι πάσας ἀφεῖλεν αὐτοῦ τὰς ἐννοίας τοῦ μέρους· καὶ γὰρ πᾶν τὸ ὁπωσοῦν μέρος ἔχον πλῆθος ἔχει, τὸ δὲ ἓν οὐκ ἔχει πλῆθος, οὐδὲ μέρη ἄρα ἕξει οὐδαμῶς· εἰ τοῦτο, οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τέλος ἂν ἔχοι. Καὶ γὰρ ταῦτα μέρη ἂν φαίης εἶναι τοῦ ἔχοντος αὐτὰ κατὰ τὸ τρίτον σημαινόμενον τοῦ μέρους, ὃ πᾶν τὸ ὁπωσοῦν τισι συντεταγμένον μέρος εἶναι τούτου φησὶ, καὶ διὰ τῆς συντάξεως ἐκείνων συμπεπλήρωται· καὶ γὰρ ἡ γραμμὴ, καθὸ ἂν γραμμὴ, πάντως ἄλλα ἂν ἔχοι μέρη· καθὸ δὲ πέρας, πεπερασμένη πάντως ἐκ τούτων ἐστὶν ὡς συμπληρωτικῶν αὐτῆς· διὰ γὰρ ταῦτα πεπερασμένη καλεῖται, καὶ ταῦτα οὖν πεπερασμένα λέγοιτο ἂν, εἰ καὶ μὴ ὡς γραμμή.

`1114–1116`

Πρὸς μὲν οὖν ταύτην τὴν ἀπορίαν οὕτως ἀπαντησόμεθα τὴν τοῦ μέρους διαφορότητα σημήναντες, καὶ ὅπως ἂν λέγοιτο μέρος καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος ἐκείνου ἐν ᾧ ἐστι. Καθʼ ἑτέραν δὲ αὖ ζήτησιν ἀποροῦσί τινες πῶς ὁ μὲν Ἀθηναῖος ξένος ἐν Νόμοις φησὶ τὸν θεὸν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ὄντων πάντων ἔχειν, ὁ δὲ Παρμενίδης ἐν τούτοις δείκνυσιν ὡς οὔτε ἀρχὴν οὔτε τελευτὴν οὔτε μέσον ἔχει· ταῦτα γὰρ ὑπεναντία, φασὶ, πῶς ἀλλήλοις ἐστί. Πάλιν δὴ πρὸς ταύτην τὴν ἀπορίαν φασί τινες, ὅτι καὶ ἔχει τὸ πρῶτον ἀρχὴν καὶ μέσον καὶ τελευτὴν καὶ οὐκ ἔχει· κρυφίως γὰρ ἔχει, διῃρημένως δὲ οὐκ ἔχει· πάντα γὰρ ἀφράστως ἐν αὐτῷ καὶ ἀνεπινοήτως ἡμῖν, αὐτῷ δὲ γνωστῶς. Οὓς οὐκ ἀποδεξόμεθα πάλιν πληθύοντας τὸ πρῶτον καὶ ὁπωσοῦν· τὸ γὰρ κρύφιον τοῦτο καὶ ἀδιαίρετον πλῆθος ἄλλῃ προσήκει τάξει τῶν δευτέρων τινὶ καὶ οὐκ αὐτῷ τῷ πρώτῳ τῷ παντὸς καθαρεύοντι πλήθους. Ὅλως γὰρ αἱ διαιρέσεις αἱ μὲν μονάδι καὶ μέχρι τῶν νοητῶν εἰσιν, αἱ δὲ εἰς ἀριθμοὺς ἐκτεινόμεναι περὶ τὰς ἐφεξῆς καὶ τούτων θεωροῦνται διακοσμήσεις· τὸ δὲ ἓν πρὸ πάσης ἐστὶ διαιρέσεως καὶ πρὸ παντὸς πλήθους, τοῦ τε ἡνωμένου καὶ διακεκριμένου μόνως ἓν ὑπάρχον. Ἀλλʼ ὁ μὲν τούτων λόγος διαβεβλήσθω σαθρὰ φθεγγόμενος· οὐδὲ γὰρ ἄλλοις ἀντιλέγειν προὐθέμεθα, οὐδὲ τὰ τῶν ἄλλων ἐξετάζειν, εἰ μὴ καθʼ ὅσον πάρεργόν ἐστιν. Οἱ δέ γε χαριέστερον ἀπαντῶντες πρὸς τὴν ἀπορίαν λέγουσιν, ὅτι περὶ θεοῦ μὲν καὶ ὁ Ἀθηναῖος ξένος ποιεῖται τὸν λόγον, περὶ θεοῦ δὲ καὶ ὁ Παρμενίδης, ἀλλʼ οὗτος μὲν περὶ τοῦ πρώτου θεοῦ καὶ παντὸς ἐξῃρημένου πλήθους, ἐκεῖνος δὲ περί τινος θεοῦ κατʼ ἄλλην τεταγμένου τάξιν· καὶ τί γὰρ οὐ δεῖ λέγειν, σαφῶς τοῦ δημιουργοῦ καὶ πατρὸς ὀρθότατα λέγοντος; καὶ γὰρ τὸ περιπορευόμενος οὐδὲν προσήκει τῷ ἑνὶ, καὶ τὸ ἕπεσθαι τὴν Δίκην αὐτῷ παντελῶς ἄλλην ἡμῖν ἐνδείκνυται τάξιν καὶ ἄλλον θεόν· καὶ ἔχει λόγον ἐπὶ τὸν δημιουργὸν ἀναπέμπειν ἐκεῖνα, τὸν τριχῆ μὲν διελόντα τὸ πᾶν κατὰ τὴν τριάδα τὴν δημιουργικὴν, τῇ δὲ νοερᾷ γνώσει τὰ πάντα συμπεριειληφότα, μετὰ δὲ τῆς δίκης τὰ ἄλλα κατευθύνοντα. Εἴρηται μὲν οὖν, ὥσπερ ἔφην, καὶ ταῦτα ὀρθῶς· ἔτι δὲ τελεώτερον ὁ ἡμέτερος καθηγεμὼν ἔλυε τὴν ἔνστασιν, λέγων ὅτι μὴ ταὐτόν ἐστιν ἐπισκοπεῖν ἡμᾶς ὅπως ἔχει πρὸς ἑαυτὸ καὶ πῶς πρὸς τὰ ἄλλα τὸ ἓν, καθάπερ ἐπεσημηνάμεθα πολλάκις. Τούτων δὲ διακεκριμένων τῶν προβλημάτων, εἰκότως ὁ Πλάτων νυνὶ θεωρῶν τίνα οὐχ ἕπεται τῷ ἑνὶ πρὸς ἑαυτὸ, καὶ ἀρχὴν καὶ μέσον αὐτοῦ καὶ τελευτὴν ἀπέφησε· ταῦτα γὰρ πλῆθος ἂν ἡμῖν τῷ ἑνὶ συνεισήνεγκεν. Ὁ δέ γε Ἀθηναῖος ξένος οὐ πῶς ἔχει πρὸς ἑαυτὸν ὁ θεὸς εἴρηκεν, ἀλλὰ πῶς ἔχει πρὸς ἄλλα, καὶ ὅτι τὴν ἀρχὴν ἔχει καὶ τὰ μέσα καὶ τὴν τελευτὴν, τούτων μὲν ἐν τοῖς πᾶσιν ὄντων, ἀλλʼ οὐκ ἐν τῷ θεῷ, τοῦ δὲ θεοῦ, διότι πρὸ πάντων ἐστὶ καὶ τοῦ ἔχειν ἀρχὴν καὶ μέσα καὶ τελευτὴν καθαρεύοντος, συνέχοντος δὲ τὰ ὄντα πάντα, ἐν οἷς τὰ τρία ταῦτά ἐστιν· ὥστε καὶ εἰ περὶ τοῦ πρώτου ποιεῖται τὸν λόγον καὶ ἐν ἐκείνοις, οὐ μάχεται τοῖς ἐνταῦθα λεγομένοις. Οὐ γὰρ ὅτι ἐν ἑαυτῷ καὶ πρὸς ἑαυτὸν τὴν τριάδα ταύτην ὁ θεὸς ἔχει, λέγει ὁ Ἀθηναῖος ξένος, ἀλλʼ ὅπως πᾶσιν ἐπιβέβηκε τοῖς οὖσιν ἐν οἷς τὰ τρία ἐστὶ ταῦτα. Εἰ δὲ ἐν Ἐπιστολαῖς περὶ τὸν πάντων βασιλέα τὰ πάντα εἶναί φησι, καὶ ἐκείνου ἕνεκα πάντα καὶ ἐκεῖνον αἴτιον πάντων τῶν καλῶν, δῆλον δὴ ὅτι καὶ ἀρχὴ πάντων ἐστὶν ἐκεῖνος καὶ τέλος καὶ μέσον, ἀλλʼ οὐδὲ διὰ τοῦτο αὐτὸς ἀρχὴν ἔχει καὶ μέσον καὶ τελευτήν· καὶ γὰρ ἐκεῖνα πῶς ἔχει πρὸς τὰ ἄλλα διδάσκει, καὶ οὐ πῶς ἔχει πρὸς ἑαυτόν. Τῶν οὖν ἄλλων ἐστὶν ἀρχὴ, μέσον, τέλος τὸ πρῶτον, ἀλλʼ οὐ καθʼ αὑτὸ διαιρεῖται εἰς ἀρχὴν καὶ μέσον καὶ τέλος· καὶ γάρ ἐστιν ἀρχὴ μὲν πάντων, ὅτι ἀπʼ αὐτοῦ πάντα· τέλος δὲ, ὅτι ἐπʼ αὐτὸ πάντα· πᾶσα γὰρ ὠδὶς καὶ πᾶσα κατὰ φύσιν ὄρεξις πρὸς τὸ ἓν, ὡς μόνως ἀγαθὸν, ἀνατείνεται· μέσον δὲ, ὅτι πάντα τὰ κέντρα τῶν ὄντων εἴτε νοητῶν, εἴτε νοερῶν, εἴτε ψυχικῶν, εἴτε αἰσθητῶν, εἰς ἓν αὐτὰ διαιρεῖται· ὥστε ἀρχὴ καὶ τέλος ἐστι καὶ μέσον πάντων τὸ ἓν, αὐτὸ δὲ πρὸς ἑαυτὸ τούτων οὐδὲν ἔχει, διότι μηδὲ ἄλλο τι πλῆθος, ἀλλὰ μὴν οὐδὲ πρὸς ἕτερον· οὔτε γὰρ ἀρχὴν ἔχει, διότι μηδὲν αὐτοῦ κρεῖττον μηδὲ ἀπʼ αἰτίας ἐστίν· οὔτε τέλος, οὐδενὸς γάρ ἐστιν ἕνεκά του, πᾶν δὲ τὸ ἔχον τέλος ἕνεκά του πάντως ἐστὶ, τὸ δὲ ἓν μόνον οὗ ἕνεκα, καθάπερ ἡ ὕλη, καὶ τὸ ἔσχατον τῶν ὅλων ἕνεκά του μόνον· οὔτε μέσον ἐστὶ τοῦ ἑνὸς, περὶ ὅ ἐστι ὡς μέσον τὸ ἓν, ἵνα μὴ πολλὰ εἴη τὸ ἓν ὧν ἐστι μέσον· πάντων ἄρα τούτων ἐξῄρηται τὸ ἓν, καὶ οὐδὲν δεῖ τούτων αὐτῷ προσφέρειν, ἀλλʼ, ὥσπερ ὁ Πλάτων ὑφηγεῖται, μένειν ἐπὶ τῶν ἀποφάσεων αὐτῶν. Καὶ γὰρ ὅταν αὐτὸ λέγωμεν ἐφετὸν ἢ τέλος, τὴν τῶν ἄλλων δηλοῦμεν ἀνάτασιν· φύσεως γὰρ ἀνάγκῃ πάντα τὰ μετὰ τὸ πρῶτον ἐφίεται τοῦ πρώτου· καὶ πῶς γὰρ ἂν κεκεντρισμένα τῷ πρώτῳ καὶ ἐνερριζωμένα δύναιτο μὴ ἐφίεσθαι τῆς ἑαυτῶν αἰτίας; Ταῦτα οὖν ἐστι τὰ πρὸς ἐκεῖνο τὴν σχέσιν ἀναδεδεγμένα, ἐκεῖνο δὲ ἁπάντων ὁμοίως ἐξῄρηται.

Καὶ μὴν τελευτή γε καὶ ἀρχὴ πέρας ἑκάστου. **—**

Πῶς δʼ οὔ; **—**

Ἄπειρον ἄρα τὸ ἓν, εἰ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχει. **—**

Ἄπειρον.

`1117–1121`

Ἐπὶ μὲν τῆς δευτέρας ὑποθέσεως πρὸς τὸ τὴν τριάδα ταύτην ὑποστήσασθαι, τὴν ἀρχὴν λέγω, τὸ μέσον, τὴν τελευτὴν, ὑφίστησι μετὰ τὸ ἓν καὶ πολλὰ καὶ τὸ ὅλον καὶ μέρη ἔχον, τὸ πεπερασμένον καὶ ἄπειρον, τὰς τρεῖς ταύτας ἀντιθέσεις συντάττων· μιᾶς γάρ ἐστι τάξεως θείας ταῦτα σημαντικὰ, μενούσης καὶ προϊούσης, καὶ πρὸς ἑαυτὴν συννευούσης καὶ ἑαυτὴν κατʼ ἄκραν ὑπερβολὴν συνεχούσης. Ἔπειθʼ οὑτωσὶ γεννᾷ πρῶτον μὲν τὸ τὰ ἔσχατα ἔχον, ἔπειτα τὰ ἔχοντα τὴν ἀρχὴν καὶ τὸ μέσον καὶ τὴν τελευτὴν, τρίτον δὲ τὸ εὐθὺ καὶ περιφερὲς καὶ μικτὸν ἄλλης τάξεως θείας δευτέρας ὄντα συνθήματα μετʼ ἐκείνην· ἐν δὲ αὐτοῖς νυνὶ προκειμένοις, μετὰ τὸ ὅλον καὶ τὸ μέρη ἔχον, ἀπέφησε τοῦ ἑνὸς τὴν ἐξῃρημένην τριάδα, τὴν ἀρχὴν, τὸ μέσον, τὴν τελευτὴν, καὶ ἀπὸ τούτου συνήγαγεν ὅτι καὶ ἄπειρόν ἐστι, τὸ τοιοῦτον δέ ἐστι τὸ ἔσχατον οὐκ ἔχον. Ἐν γὰρ τῷ ἀπείρῳ οὐδέν ἐστιν ἔσχατον, οὔτε ὡς ἀρχὴ ὂν, οὔτε ὡς τέλος. Ἠδύνατο μὲν οὖν καὶ ἀπὸ τοῦ μὴ ἔχειν ἔσχατα δεῖξαι τὸ ἓν ἄναρχον καὶ ἀτελεύτητον, τὸ δὲ μὴ ἔχον ἔσχατα ἀπὸ τοῦ μὴ μέρη ἔχειν μηδὲ πολλὰ εἶναι· τὸν δὲ λόγον διὰ τῶν γνωριμωτέρων προάγων ἀπὸ μὲν τοῦ μέρη μὴ ἔχειν εὐθὺς ἔδειξεν ὡς ἄρα ἄναρχόν ἐστι τὸ ἓν καὶ ἀτελεύτητον, ἵνα ᾖ μὴ τρία ἀνθʼ ἑνός. Ἀπὸ τούτου δὲ δειχθέντος ἔλαβεν ὡς πόρισμα λοιπὸν ὅτι καὶ ἄπειρον τὸ ἓν, εἰ ἄναρχόν ἐστι καὶ ἀτελεύτητον, μεταλαβὼν τὴν ἀρχὴν καὶ τὴν τελευτὴν καὶ τὸ πέρας, ὃ δὴ τῷ ἐσχάτῳ ταὐτόν. Δοκεῖ οὖν μοι τὸ μὲν ἄπειρον τοῦτο νῦν οὐχ ἁπλῶς δηλοῦν τὸ τοῦ πέρατος ἀποφατικὸν, ἀλλὰ τὸ τῶν ἐσχάτων ἀναιρετικόν. Ἐν τῇ δευτέρᾳ τοίνυν καταφάσκων τὸ ἔσχατον ἔχειν εἰκότως ἐνταῦθα τοῦτο ἀποφάσκων ἄπειρον ἀποδείκνυσι τὸ ἓν, ὡς μὴ ἔχον ἔσχατα, ἃ δὴ πέρατα καλεῖν εἰώθαμεν· ἐκεῖνο δὲ τὸ πεπερασμένον καὶ τὸ ἀντικείμενον αὐτῷ ἄπειρον, ἃ δὴ μετὰ τὸ ὅλον καὶ τὰ μέρη καταφήσει τοῦ ἑνὸς, κατὰ δὲ τὴν δευτέραν ὑπόθεσιν παραλείπει, ὡς ἔχων αὐτὸ μετὰ τοῦ ὅλου καὶ τῶν μερῶν ἀνῃρημένον ἐκ πολλοῦ τοῦ περιόντος, ἢ καὶ πρὸ τούτου διὰ τῶν πολλῶν. Πᾶν γὰρ πεπερασμένον καὶ πᾶν ἄπειρον πλῆθος ἢ πολλά ἐστι μόνον, ἢ καὶ ὅλον ἅμα καὶ μέρη ἔχον· εἰ μὲν δυνάμει τὸ ἄπειρον ἔχον, κατʼ ἐνέργειαν δὲ πεπερασμένον καὶ ὅλον τι ὂν, καὶ μέρη ἔχον, διὰ τούτου πολλὰ ὄν· εἰ δὲ χωρὶς μὲν πεπερασμένον ὂν, χωρὶς δὲ ἄπειρον, κατʼ ἐνέργειαν. Ἅμα δὲ ἀδύνατον τῇ μὲν ὅλον τι ὂν καὶ μέρη ἔχον, τῇ δὲ πολλὰ μόνον εἶναι μὴ κωλυόμενον· καὶ γὰρ τὸ ἄπειρον οὐχ ὅλον ὂν πολλὰ ὅμως ἐστίν· ᾗπερ οὖν ἀπέφησε τὸ ὅλον καὶ τὸ μέρη ἔχον, ταύτῃ τὸ πεπερασμένον καὶ τὸ ἄπειρον ἦν ἀποφάσκειν δυνατόν. Ἀλλὰ ταῦτα μὲν ὅτι ποτὲ νοεῖ καὶ ὅπη συντέτακται ἀλλήλοις τὸ ὅλον καὶ τὰ μέρη τῷ πεπερασμένῳ καὶ ἀπείρῳ, διʼ ἐκείνων ἡμῖν ἔσται κατάδηλον, ὅταν περὶ τοῦ πλήθους λέγωμεν τῶν θεῶν· νῦν δὲ ὅπως τὸ ἓν πάντων αἴτιον πρόκειται λέγειν, καὶ ὅπως ὑφίστησι πάντας τοὺς θείους ἀριθμούς. Ζητεῖν δὲ οὖν ἐν τούτοις πάλιν εἰώθασι πῶς ἄπειρον τὸ ἕν· καὶ οἱ μὲν οὕτω φασὶν ἄπειρον προσειρῆσθαι τὸ ἓν, ὡς ἀδιεξίτητον καὶ ὡς πέρας τῶν ὅλων — διχῶς γὰρ λέγεται τὸ ἄπειρον, τὸ μὲν οἷον τὸ ἄληπτον καὶ ἀδιεξίτητον, τὸ δὲ οἷον ὃ πέρας ἐστὶ τὸ μὴ ἔχον ἄλλο πέρας· καὶ τὸ ἓν οὖν ἀμφοτέρως εἶναι ἄπειρον, ὡς ἄληπτόν τε καὶ ἀπεριήγητον πᾶσι τοῖς δευτέροις, καὶ ὡς πέρας τῶν ὅλων καὶ μὴ δεόμενον αὐτὸ πέρατος ἄλλου μηδενός· οἱ δὲ ὡς ἀπειροδύναμον καὶ ὡς πάντων γεννητικὸν, καὶ ὡς πάσης τῆς ἐν τοῖς οὖσιν ἀπειρίας αἴτιον καὶ διʼ ὅλων τῶν ὄντων ἐκτεῖνον τὴν ἑαυτοῦ δόσιν· πάντα γὰρ ἐν τῷ ἑνὶ κατέχεται καὶ ἔστι διὰ τὸ ἓν, καὶ οὐδʼ ἂν ὑποστῆναι δύναιτο μὴ ἓν γενόμενα κατὰ τὴν ἑαυτῶν φύσιν· οἱ δὲ ὡς, ἐπειδὴ πέρας ὁ νοῦς, ὅτι ὑπὲρ νοῦν τὸ ἓν, διὰ τοῦτο καὶ ἄπειρον εἰρήκασιν αὐτό· δύο γὰρ, φασὶ, ταῦτα μόνον τίθησιν ἐπὶ τοῦ ἑνὸς ὁ Πλάτων, τό τε ἄπειρον καὶ τὸ ἀκίνητον, ἐπειδὴ νοῦς μὲν πέρας, ἡ δὲ ψυχὴ κίνησις, ἐνδεικνύμενος ὅτι κρεῖττον ἐκεῖνο καὶ νοῦ καὶ ψυχῆς· τρεῖς γὰρ εἶναι τὰς ἀρχικὰς ὑποστάσεις, ὧν τὴν πρώτην ἐξηγεῖσθαι ταῖν δυοῖν. Ἡμεῖς δὲ χαρίεντα καὶ τὰ τοιαῦτα πάντα νομίζομεν, εἰ καὶ τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον ἀποδεχόμεθα· πεισόμεθα δὲ τῷ ἡμετέρῳ καθηγεμόνι πάνυ γε σφόδρα, καὶ ἐν τούτοις εὐθυβόλως τὴν τοῦ Πλάτωνος τεθηρακότι διάνοιαν, καὶ ἀξιώσομεν τοὺς τῆς ἀληθείας φιλοθεάμονας ὁρᾷν πρῶτον μὲν πόσαι τάξεις εἰσὶν ἐν τοῖς οὖσι τῆς ἀπειρίας, ἔπειτα ποῖαι ταύταις οἷον ἀντικείμεναι τοῦ πέρατος πρόοδοι, καὶ μετὰ ταῦτα λοιπὸν ἐπισκέπτεσθαι τί τὸ ἐνταῦθα ἄπειρον· τοῖς γὰρ τὸν τρόπον τοῦτον μετιοῦσι τὴν τοῦ προκειμένου ζήτησιν ῥᾳδίως ἀναφανήσεται πᾶν τὸ Πλάτωνος βούλημα. Τὴν τοίνυν ἀπειρίαν, ἵνα κάτωθεν ποιησώμεθα τὴν ἀρχὴν, θεατέον μὲν καὶ ἐπὶ τῆς ὕλης, διότι ἀοριστὸς καθʼ αὑτὴν καὶ ἄμορφος καὶ ἀνείδεος, τὰ δὲ εἴδη καὶ αἱ μορφαὶ πέρατα τῆς ὕλης· θεατέον καὶ ἐπὶ τοῦ ἀποίου σώματος κατὰ τὴν διαίρεσιν· ἐπʼ ἄπειρον γὰρ τοῦτο πρῶτον διαίρετον, ἅτε πρῶτον διαστατόν· θεατέον δὲ κατὰ τὰς περὶ τὸ ἄπειρον πρώτας ὑφισταμένας ποιότητας, ἐν αἷς τὸ μᾶλλόν ἐστι καὶ ἧττον πρώταις· τούτοις γὰρ καὶ ὁ ἐν Φιλήβῳ Σωκράτης ἐχαρακτήρισε τὸ ἄπειρον· θεατέον μὴν καὶ ἐπὶ πάσης τῆς γενέσεως· καὶ γὰρ αὕτη τὸ ἄπειρον ἔχει κατά τε τὴν ἀειγεννησίαν καὶ τὸν ταύτης ἄπαυστον κύκλον, καὶ κατὰ τὰς ἀορίστους τῶν γεννητικῶν ἐξαλλαγὰς γινομένων ἀεὶ καὶ φθειρομένων, ἐν οἷς καὶ ἡ κατὰ πλῆθος ἀπειρία τὴν γένεσιν ἔχει ἐν τῷ γίνεσθαι μόνον οὖσα, περιδεομένου δὲ μηδέποτε οὖσα. Πρὸ δὲ τούτων τὸ ἄπειρον θεατέον ἐπὶ τῆς τοῦ οὐρανοῦ κυκλοφορίας· ἔχει γὰρ καὶ αὐτὴ τὸ ἄπειρον διὰ τὴν ἀπειροδυναμίαν τοῦ κινοῦντος· σῶμα μὲν γὰρ, καθὸ σῶμα, δύναμιν ἄπειρον οὐκ ἔχει, διὰ δὲ τὴν τοῦ νοῦ μετουσίαν καὶ τὸ σῶμα ἀεὶ ἔστι, καὶ ἡ κίνησις ἄπειρος· ἀκατάληκτος γοῦν ἐστι καὶ συνεχὴς τὸ αὐτὸ ποιουμένη τελευτήν τε καὶ ἀρχήν. Καὶ πρὸ τούτων ἐπὶ τῆς ψυχῆς τὸ ἄπειρον ληπτέον· μεταβατικῶς γὰρ νοοῦσα, δύναμιν ἀπαύστου κινήσεως ἔχει καὶ ἔστιν ἀεικίνητος, συνάπτουσα τὰς περιόδους ἀλλήλαις, καὶ ἄτρυτον ποιουμένη τὴν ἐνέργειαν καὶ μίαν ἀεὶ καὶ ἀνέκλειπτον. Ἔτι πρὸ τῆς ψυχῆς ἐπʼ αὐτοῦ τοῦ χρόνου θεατέον τοῦ μετροῦντος τῆς ψυχῆς πᾶσαν περίοδον· καὶ γὰρ οὗτός ἐστιν ἄπειρος ὅλος, διότι ἡ ἐνέργεια αὐτοῦ, διʼ ἧς ἀνελίσσει τὰς κινήσεις τῶν ψυχῶν καὶ διʼ ἧς μετρεῖ τὰς περιόδους αὐτῶν, κατʼ ἀριθμὸν ἰοῦσα ἄπειρός ἐστι κατὰ τὴν δύναμιν· οὐδέποτε γὰρ ἀπολήγει μένουσα καὶ προϊοῦσα, καὶ τοῦ ἑνὸς ἀντεχομένη, καὶ τὸν ἀριθμὸν ἀνελίττουσα τὸν τῶν κινήσεων τῶν ὅλων μετρητικόν. Ἀλλὰ δὴ καὶ πρὸ τοῦ χρόνου θεῶ μοι τὸ ἄπειρον ἐπʼ αὐτοῦ τοῦ νοῦ καὶ τῆς νοερᾶς ζωῆς· αὕτη γὰρ ἀμετάβατος καὶ ἀεὶ πᾶσα καὶ ἀθρόα πάρεστιν, αἰώνιος δὲ καὶ ἀπειροδύναμος· τὸ δʼ ἀεικίνητον αὐτῆς καὶ ἀνέκλειπτον οὐσίας ἐστὶ καὶ δυνάμεως οὐκ ἐπιλειπούσης, ἀλλʼ ἀεὶ τὸ ζῇν ἄγρυπνον ἐχούσης, διʼ ἣν καὶ πᾶν τὸ κινούμενον ἀεὶ δύναται ἀεὶ κινεῖσθαι, μετέχον ἐν τῇ κινήσει τῆς ἑστώσης ἀπειρίας. Καὶ οὐκ ἄχρι τούτων μόνων τὸ ἄπειρον, ἀλλὰ καὶ πρὸ τοῦ νοῦ πάντως αὐτὸς ὁ πολυύμνητος αἰὼν ἄπειρος, ὃς καὶ πᾶσαν περιέχει τὴν νοερὰν ἀπειρίαν· πόθεν γὰρ τῷ νῷ τὸ αἰωνίως ζῇν ἢ ἐκ τοῦ αἰῶνος; Οὗτος οὖν ἄπειρος πρὸ νοῦ κατὰ τὴν δύναμιν· μᾶλλον δὲ τὰ μὲν ἄλλα κατὰ τὴν δύναμιν ἄπειρα, ὁ δὲ αἰὼν δύναμις· καὶ γὰρ οὐκ ἄλλο τί ἐστιν ἢ δύναμις ὁ πρῶτος αἰών. Ἐπʼ αὐτὴν δὴ τὴν πρωτίστην πηγὴν τῆς ἀπειρίας ἀνάδραμε λοιπὸν καὶ τὴν κρύφιον αἰτίαν πάντων τῶν ὁποιοῦν ἀπείρων γεννήσας, καὶ ἀναδραμὼν ὄψει κατὰ τὴν δύναμιν πάντα ἐκεῖθεν ἄπειρα. Τοιοῦτον γὰρ, εἰ βούλει, τὸ αὐτοάπειρον· τοιοῦτον παρʼ Ὀρφεῖ τὸ χάος, περὶ οὗ καὶ ἐκεῖνος, εἴρηκε τὸ Οὐδέ τι πεῖρας ὑπῆν. Ὁ μὲν γὰρ αἰὼν, εἰ καὶ διὰ τὸ ἀεὶ ἄπειρος, ἀλλὰ ὡς μέτρον δήπου τῶν αἰωνίων καὶ πέρας ἐστί· τὸ δὲ χάος πρώτως ἄπειρον καὶ μόνως ἄπειρον, καὶ πηγὴ πάσης ἀπειρίας, νοητῆς, νοερᾶς, ψυχικῆς, σωματικῆς, ὑλικῆς. Ὁρᾷς οὖν ὅσαι τάξεις τῆς ἀπειρίας, καὶ ὡς ἀεὶ αἱ δεύτεραι τῶν πρὸ αὐτῶν ἐξήρτηνται· ἥ τε γὰρ ὑλικὴ ἀπειρία συνέχεται διὰ τῆς ἀειγενεσίας, ἥ τε ἀειγενεσία διὰ τὴν ἀεικινησίαν τοῦ αἰθέρος ἐστὶν ἀνέκλειπτος, καὶ ἡ ἀεικινησία τοῦ αἰθέρος διὰ τὴν τῆς θείας ψυχῆς ἄπαυστον περίοδον ἀποτελεῖται· μίμημα γάρ ἐστιν ἐκείνης, καὶ ἡ ταύτης περίοδος διὰ τὴν τοῦ χρόνου συνεχῆ καὶ ἀνέκλειπτον δύναμιν ἀνελίττεται, τὴν αὐτὴν ἀρχὴν ποιουμένη καὶ τελευτὴν διὰ τὸ νῦν τὸ χρονικὸν, καὶ ὁ χρόνος ἀπείρως ἐνεργεῖ διὰ τὴν νοερὰν ἀπειρίαν τὴν ἀεὶ ἑστῶσαν· τὸ γὰρ κατʼ ἀριθμὸν ἰὸν, ὅταν ἄπειρον ᾖ, διὰ τὴν μένουσαν ἀεὶ αἰτίαν ἄπειρον, περὶ ἣν ἀνελίττεται τοῦτο καὶ ἣν ἀεὶ ὡσαύτως περιχορεύει. Καὶ ὁ νοῦς ἐπʼ ἄπειρον ζῇ διὰ τὸν αἰῶνα· τὸ γὰρ αἰώνιον πᾶσιν ἐκ τοῦ αἰῶνος, καὶ οὗτός ἐστιν ὅθεν ἐξήρτηται πᾶσι, τοῖς μὲν ἐναργέστερον, τοῖς δὲ ἀμυδρότερον, τὸ εἶναί τε καὶ ζῇν· καὶ ὁ αἰὼν ἄπειρος διὰ τὴν πηγὴν τῆς ἀπειρίας, ἣ καὶ οὐσίαις πάσαις καὶ δυνάμεσι καὶ ἐνεργείαις καὶ περιόδοις καὶ γεννέσεσιν ἄνωθεν χορηγεῖ τὸ ἀνέκλειπτον. Καὶ μέχρι ταύτης ἀνιοῦσι καὶ ἀπὸ ταύτης κατιοῦσιν ἡ τῶν ἀπείρων τάξις· καὶ γὰρ ἡ τῶν καλῶν ἀπὸ τοῦ αὐτοκάλλους, καὶ ἡ τῶν ἰσοτήτων ἀπὸ τῆς πρώτης ἰσότητος, καὶ ἡ τῶν ἀπειριῶν ἀπὸ τῆς αὐτοαπειρίας.

`1122–1123`

Ἀλλὰ περὶ μὲν τῶν τοῦ ἀπείρου τάξεων εἰρήσθω τοσαῦτα· τὴν δὲ τοῦ πέρατος σειρὰν ταύτῃ συμπροϊοῦσαν ἄνωθεν ἐπισκεπτέον. Δύο γὰρ ταύτας αἰτίας ἅμα παρήγαγεν ὁ θεὸς, πέρας καὶ ἄπειρον, ἢ εἰ βούλει λέγειν ἡμᾶς Ὀρφικῶς, αἰθέρα καὶ χάος. Τὸ μὲν γὰρ ἄπειρον χάος ἐστὶν, ὡς χωρητικὸν πάσης δυνάμεως καὶ πάσης ἀπειρίας, καὶ ὡς περιληπτικὸν τῶν ἄλλων, καὶ οἷον τῶν ἀπείρων τὸ ἀπειρότατον· τὸ δὲ πέρας ὁ αἰθὴρ, ὅτι καὶ οὗτος ὁ αἰθὴρ τὰ πάντα περατοῖ καὶ μετρεῖ. Πρῶτον μὲν οὖν πέρας τὸ αὐτόπερας πηγὴ καὶ στίγμα πάντων ἐστὶ τῶν περάτων, νοητῶν, νοερῶν, ὑπερκοσμίων, ἐγκοσμίων, μέτρον αὐτὸ τῶν πάντων καὶ ὅρος προϋπάρχον. Δεύτερον δὲ τὸ κατὰ τὸν αἰῶνα· αἰὼν γὰρ ὁμοῦ καὶ ἄπειρός ἐστιν, ὡς εἴρηται, καὶ πέρας· καθὸ μὲν γὰρ ἀνεκλείπτου ζωῆς ἐστιν αἴτιος καὶ ὡς δύναμις τοῦ ἀεὶ χορηγὸς, ἄπειρός ἐστι· καθὸ δὲ μέτρον ἐστὶ πάσης νοερᾶς ἐνεργείας καὶ ὅρος τῆς τοῦ νοῦ ζωῆς ἄνωθεν αὐτὴν ὁρίζων, πέρας ἐστί· καὶ ὅλως καὶ αὐτὸς τῶν μικτῶν ἐστι τῶν ἐκ πέρατος καὶ ἀπειρίας ὑφισταμένων, ὅθεν αὐτὸν οὔτε τὸ πρώτως ἄπειρον λέγειν ἀξιοῦμεν· τὸ γὰρ πρώτως ἑκατέρου ἐξῄρηται τῶν μικτῶν πάντων, ὥς φησιν ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης. Τρίτον τοίνυν τὸ πέρας ἐν τῷ νῷ θεατέον· καθὸ γὰρ ἐν αὑτῷ μένει κατὰ τὴν νόησιν, καὶ μίαν καὶ ἀεὶ καὶ τὴν αὐτὴν ἔχει ζωὴν, ὥρισται καὶ πεπέρασται· τὸ γὰρ ἀμετάβατον καὶ τὸ ἑστὼς πεπερασμένης ἐστὶ φύσεως, καὶ ὅλως ἀριθμὸς ὢν δηλονότι ταύτῃ μετέχει τοῦ πέρατος. Τέταρτον τοίνυν ὁ χρόνος πέρας, καὶ ὡς κατʼ ἀριθμὸν προϊὼν, καὶ ὡς μέτρον τῶν ψυχικῶν περιόδων· πανταχοῦ γὰρ τὸ μετροῦν, καθὸ μετρεῖ, καὶ τὸ ἀφορίζον τὰ ἄλλα, τῆς τοῦ πέρατος αἰτίας μετέχον, μετρητικόν ἐστιν αὐτῶν καὶ ἀφοριστικόν. Πέμπτον ἐπὶ τούτοις ἡ τῆς ψυχῆς περίοδος, καὶ ὁ κύκλος ὡσαύτως ἀποτελούμενος, μέτρον ἐστὶν ἀφανὲς πασῶν τῶν φαινομένων κινήσεων· ἀπὸ γὰρ τῆς ζωτικῆς περιφορᾶς ὁρίζεται πᾶσα τῶν ἑτεροκινήτων ἡ ἀνέλιξις. Ἕκτον ἡ κατὰ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ τοῦ αἰθέρος κίνησις περατοῖ πανταχόθεν τὸ ἄτακτον τῶν ἐνύλων καὶ εἰς ἕνα συνελίττει κύκλον καὶ αὐτὴ καθʼ αὑτὴν ὥρισται· τὸ γὰρ ἄπειρον αὐτῆς ἐν τῷ πάλιν καὶ πάλιν ἐστὶν, ἀλλʼ οὐ τῷ μὴ ἀνακάμπτειν, οὐδὲ οἷα κατʼ εὐθεῖαν ἄπειρον, οὐδʼ ὡς ἐστερημένον πέρατος κἀνταῦθα τὸ ἄπειρον· ἡ δὲ μία περίοδος τῷ πολλάκις ἐστὶν ἄπειρος. Ἕβδομον ἡ ἀνέκλειπτος τῶν εἰδῶν ὑπόστασις, τῶν ἐνύλων λέγω, καὶ τὸ μηδὲν τῶν ὅλων ἀπολλύσθαι, καὶ τὸ πάντα ὡρίσθαι, τὰ μὲν καθʼ ἕκαστα τοῖς κοινοῖς, τὰ δὲ μέρη τοῖς ὅλοις, δείκνυσι τὴν ἐνταῦθα τοῦ πέρατος πρὸς τὸ ἄπειρον ἀντίθεσιν· ἀπειραχῶς γὰρ ἐξαλλαττομένων τῶν γεννητῶν, ὅμως ὥρισται τὰ εἴδη καὶ τὰ αὐτὰ διαμένει, μήτε πλείω μήτε ἐλάττω γιγνόμενα. Ὄγδοον καλείσθω πέρας τὸ ποσὸν πᾶν ἰδίως ἐν τοῖς ὑλικοῖς, καθάπερ τὸ ποιὸν ἐλέγετο πρότερον ἄπειρον· οὐ γὰρ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, ὡς ἐν Φιλήβῳ λέγει Σωκράτης. Ἔννατον ἄποιον σῶμα ὡς ὅλον πέρας ἐστίν· οὐ γάρ ἐστι κατὰ μέγεθος ἄπειρον, ἀλλὰ τοσοῦτον ὅσον τὸ πᾶν· δεῖ γὰρ ὅλον ὑποκείμενον αὐτὸ λέγεσθαι τοῦ παντός. Δέκατον αὐτὸ τὸ ἔνυλον εἶδος, ὃ κατέχει τὴν ὕλην καὶ περιορίζει τὸ ἀόριστον αὐτῆς καὶ ἄμορφον, εἰς ὃ καὶ ἀπιδόντες τινὲς μόνον, εἰς ὕλην καὶ εἶδος ἀνάγουσι τό τε πέρας καὶ ἄπειρον. Τοσαῦται μὲν οὖν καὶ αἱ τοῦ πέρατος τάξεις· ὡς συλλήβδην γὰρ εἰπεῖν, τούτων πολλὰς θεωρήσομεν διαφορότητας.

`1124`

Λοιπὸν δὲ ἐπισκεπτέον πότερον οὕτως ἄπειρον εἴρηται τὸ ἓν, ὡς τὴν ἐν τοῖς οὖσιν ἀπειρίαν λαμβάνομεν καταφατικῶς, ἢ ἄλλως πως. Ἀλλʼ εἰ πρὸς τοῦτο λέγοιτο τὸ ἄπειρον, ἔδει μᾶλλον αὐτὸ λέγειν οὐκ ἄπειρον· ἐπὶ πάσης γὰρ ἀντιθέσεως ἀναγκαῖον ἢ ἐξαιρεῖσθαι τὸ ἓν ἀμφοτέρων τῶν ἀντικειμένων καὶ μὴ εἶναι μηδέτερον αὐτῶν, ἢ τῷ τοῦ κρείττονος αὐτὸ μᾶλλον ὀνόματι προσαγορεύεσθαι· καὶ γὰρ τῷ πάντων ἀρίστῳ χρὴ προσφέρειν τὸ ἀόριστον, ἀλλʼ οὐ τὸ ὁπωσοῦν καταδεέστερον. Οὕτως ἀντιθέσεως οὔσης τοῦ ἑνὸς πρὸς τὸ πλῆθος, ἓν ἐκεῖνο προσείπομεν, καὶ αἰτίου πρὸς αἰτιατὸν, αἴτιον ἐκεῖνο προσονομάσομεν· κρεῖττον γὰρ τοῦ μὲν αἰτιατοῦ τὸ αἴτιον, τοῦ δὲ πλήθους τὸ ἕν. Δέον δὲ ἦν ἢ καὶ ὑπὲρ αἴτιον, αὐτὸ καὶ ὑπὲρ ἓν ἀποκαλεῖν ἢ ἓν καὶ αἴτιον, ἀλλὰ μὴ πλῆθος καὶ αἰτιατόν τίνι γὰρ ἀπονέμοιμεν τὰ σεμνότερα, τὰ χείρονα αὐτῶν εἰς τὸ ἓν ἀναπέμποντες; Εἰ τοίνυν καὶ τὸ πέρας τοῦ ἀπείρου κρεῖττον, οὐκ ἀπὸ τοῦ ἀπείρου τὸ ὄνομα ἐκείνῳ προσοίσομεν· οὐδὲ γὰρ ἦν θέμις ἀπὸ τοῦ χείρονος εἰς ἐκεῖνο τὰς ἐπωνυμίας ἀναπέμπειν, ἀλλʼ ὅπερ ἐνεδειξάμεθα καὶ πρότερον, κατὰ τὴν ἀπόφασιν ἀπὸ τοῦ κρείττονος· τὸ γὰρ ἄπειρον τοῦτο ταὐτὸν τῷ οὐ πέρας ἔχοντι, ὡς τῷ ἀμερίστῳ τὸ οὐ μέρη ἔχον, ὅταν τάττηται τὸ ἀμερὲς ἐπὶ τοῦ ἑνός. Εἰ δὲ καὶ μήποτε ἀπʼ αἰτίας ἄλλης ἐστὶ μήτε ἔστιν αὐτοῦ ἄλλο τι τελικὸν αἴτιον, εἰκότως ἄπειρον· περατοῦται γὰρ ἕκαστον ἀπὸ τοῦ αἰτίου, καὶ ἔστι τοῦ οἰκείου τέλους τυγχάνον. Εἴτε οὖν νοητόν τί ἐστι πέρας, εἴτε νοερὸν, τὸ ἓν ἐπέκεινά ἐστι πάσης τῆς τοῦ πέρατος σειρᾶς. Εἰ δὲ ἐν Νόμοις μέτρον λέγεται τῶν ὅλων ὁ θεὸς, οὐ χρὴ θαυμάζειν· ἐκεῖ μὲν γὰρ ὡς πάντων ἐφετὸν καὶ ὡς ἀφορίζον πᾶσι τό τε εἶναι καὶ τὴν δύναμιν καὶ τὴν τελειότητα, μέτρον προσηγόρευται πάντων· ἐνταῦθα δὲ ὡς αὐτὸ πέρατος οὐδενὸς οὐδὲ ἄλλου μέτρου δεόμενον, ἄπειρον εἶναι δέδεικται· πάντα γὰρ ὡς αὐτοῦ πρὸς αὐτὸ διὰ τούτων ἀποφασκόμενα. Ἄπειρον οὖν ὡς ὑπὲρ πᾶν πέρας· οὐδὲν γάρ ἐστιν ἐν αὐτῷ πρὸς αὐτὸ πέρας· οὐδὲ γὰρ ἀρχὴ, καθάπερ εἴπομεν, οὐδὲ μέσον, οὐδὲ τέλος. Ὅθεν ἡμεῖς εἰς ταὐτὸν ἤγομεν τὸ ἄπειρον τοῦτο τῷ ἔσχατα μὴ ἔχειν, ὡς τὸ ἀμερὲς τῷ μέρη μὴ ἔχειν, καὶ ἐκεῖνο λέγομεν ἀποφάσκεσθαι τὰ ἔσχατα ἔχον διὰ τοῦ ἀπείρου, μήτε δύναμιν εἰς τὸ ἓν ἀναπέμποντες, μήτε πλῆθος ἀοριστὸν, μήτʼ ἄλλο τι τῶν ὑπὸ τοῦ ἀπείρου σημαινομένων, ἀλλὰ τὸ παρʼ οὐδενὸς ὁριζόμενον οὐδὲ ἔχον ἢ οἰκείαν ἀρχὴν ἢ τελευτὴν, ἅπερ ἔσχατα λέγεται τῶν ἐχόντων αὐτά· μόνον εἰς τὸ ἓν ἀναπέμποντες, ἑπομένως τοῖς ἐν τῇ δευτέρᾳ ὑποθέσει καταφατικῶς δεικνυμένοις.

Καὶ ἄνευ σχήματος ἄρα· οὔτε γὰρ ἂν στρογγύλου οὔτε εὐθέος μετέχοι. —Πῶς;

`1125–1129`

Πρῶτον ἀφεῖλε τοῦ ἑνὸς τὰ πολλὰ, τοῦτο μὲν οὖν ὡς ἀπὸ κοινῆς ἐννοίας· δεύτερον δὲ τὸ μέρη καὶ τὸ ὅλον ἔχον, τοῦτο διὰ τοῦ μὴ εἶναι πολλὰ τὸ ἕν· τρίτον ἀρχὴν καὶ μέσον καὶ τέλος μὴ ἔχειν, τοῦτο διὰ τοῦ μέρη μὴ ἔχειν — τούτῳ δὲ ὡς πόρισμα ἑπόμενον ἔλαβον ὅτι ἐπέκεινα καὶ τοῦ πέρατός ἐστι τοῦ συντεταγμένου τοῖς μέρεσι καὶ ποιοῦντος τὸ ἔσχατον ἔχον· τὸ δὲ πέρας διττὸν, ὡς ἀρχὴ καὶ ὡς τέλος· τέταρτον νῦν ἀναιρεῖ τὸ εὐθὺ καὶ περιφερὲς, ὅπερ καὶ ἐν τῇ δευτέρᾳ ὑποθέσει τάξει μετὰ τὸ ἔσχατον ἔχον καὶ τὸ ἀρχὴν καὶ μέσον ἔχον καὶ τελευτήν. Πρὶν δὲ συλλογιστικῶς ἀποδείξῃ τὸ τέταρτον, προαγορεύει τὸ συμπέρασμα λέγων, καὶ ἄνευ σχήματος ἄρα· δεῖ γὰρ τὰς ἐπιβολὰς νοερὰς ἡγεῖσθαι τῶν ἐπιστημονικῶν συλλογισμῶν, ἐπειδὴ καὶ ὁ νοῦς τὰς ἀρχὰς περιέχει τῆς ἐπιστήμης. Μιμεῖται οὖν ἡ μὲν τοῦ συμπεράσματος πρόληψις τὴν ἀθρόαν ἐπιβολὴν τοῦ νοῦ· ἡ δὲ διὰ τῶν συλλογισμῶν ἀγωγὴ, τὴν τῆς ἐπιστήμης ἀνέλιξιν τὴν ἀπὸ τοῦ νοῦ προερχομένην. Καὶ ὅρα ὅπως τὸ συμπέρασμα κοινότερόν ἐστι τῶν συλλογισμῶν· οἱ μὲν γὰρ χωρὶς ἀπολαβόντες τὸ εὐθὺ καὶ χωρὶς τὸ στρογγύλον οὕτω ποιοῦνται τὴν ἀπόδειξιν, τὸ δὲ ἁπλῶς ἄνευ σχήματος εἶναι τίθεται τὸ ἕν. Τοῦτο μὲν οὖν δῆλον· ἤδη δὲ περὶ αὐτῶν λέγωμεν. Ἔστι δὴ οὖν κοινὰ ταῦτα εἴδη πάντων τῶν διαστημάτων· καὶ γὰρ τὰς γραμμὰς τῷ εὐθεῖ καὶ περιφερεῖ διαιροῦμεν καὶ μικτῷ, καὶ τὰς ἐπιφανείας ὡσαύτως καὶ τὰ στερεὰ, πλὴν ὅτι τὸ μὲν ἐν γραμμαῖς εὐθὺ καὶ περιφερὲς ἀσχημάτιστόν ἐστι, τὸ δὲ ἐν ἐπιφανείαις ἢ στερεοῖς σχήματός ἐστι δεκτικόν· καλεῖται δὲ τὰ μὲν εὐθέα γραμμικὰ, τὰ δὲ περιφερῆ γραμμικὰ, τὰ δὲ μικτὰ ἐκ τούτων. Ἔοικεν οὖν ταῦτα παραλαβεῖν ὁ Πλάτων, ὅσα δηλωτικὰ σχημάτων ἐστὶν, ἀλλʼ οὐκ εἴ τι εὐθὺ μόνον ἢ περιφερὲς ἀσχημάτιστον· εἴρηται γὰρ ἤδη τὸ ἓν καὶ δέδεικται μὴ ἔχον πέρατα, ὥστε τοῦτο δεῖ αὐτοῦ ἀποφάσκεσθαι τὸ εὐθὺ τὸ πέρατα ἔχον· τοιοῦτον δὲ τὸ ἐσχηματισμένον· πέρατα γὰρ τὰ περιληπτικὰ λαμβάνει τῶν πεπερασμένων, ἃ δὴ μόνοις ὑπάρχει τοῖς ἐσχηματισμένοις. Καὶ μὴν καὶ τὴν ἄλλην ἀκρίβειαν τῆς λέξεως θαυμάζειν ἄξιον· οὐ γὰρ εἶπε τὸ μήτε εὐθὺ μήτε στρογγύλον εἶναι — τοῦτο γὰρ οὔπω συνήγαγεν, ὅτι ἄνευ σχήματός ἐστι· τί γὰρ ἐκώλυε τῶν μέσων τι σχημάτων ἔχειν, οἷον κύλινδρον ἢ κῶνον ἢ ἄλλο τι τῶν μικτῶν; —, ἀλλὰ μήτε εὐθέος αὐτὸ μήτε στρογγύλου μετέχειν. Καὶ γὰρ εἴ τι τῶν μικτῶν αὐτῷ σχῆμα δοίημεν, μεθέξει τούτων ἀμφοτέρων· λέγω δὲ εἰ ζητοῖμεν πότερον λευκόν ἐστιν ἡ φύσις ἢ μέλαν, εἰ μὲν δείξαιμι μήτε λευκὸν οὖσαν αὐτὴν μήτε μέλαν, οὔπω δέδεικται πάντως ὅτι ἀχρώματός ἐστιν· εἰ δὲ ὅτι μήτε λευκοῦ μετέχει μήτε μέλανος, δέδεικται πάντως ὅτι ἀχρώματος· καὶ γὰρ τὰ μέσα χρῶνται τῇ χρωμάτων μεθέξει τούτων ἀμφοτέρων, ἐπειδὴ τὰ μέσα ἐκ τῶν ἄκρων. Αὐτὸς οὖν καὶ τὸ ἓν ἔφατο μὴ μετέχειν στρογγύλου καὶ εὐθέος, ἵνα μήτε τούτων ἔχῃ μηδέτερον μήτε τῶν μέσων μηδὲν, ἃ τὸ ἔχον τούτων ἀναγκαῖον μετειληχέναι. Καὶ γὰρ ὁ κῶνος καὶ ὁ κύλινδρος ἔχει τινὰ πάντως ἔσχατα καὶ ἀρχὴν καὶ τελευτὴν, διότι μετέχει πως ταῦτα τοῦ στρογγύλου καὶ τοῦ εὐθέος, ὥστε ὁ ταῦτα καὶ τὴν τούτων μέθεξιν ἀναιρῶν λόγος συναναιρεῖ καὶ τὴν τῶν μέσων καὶ ἐσχάτων μέθεξιν. Καὶ μὲν δὴ καὶ τοῦτο δῆλον ὅτι τοῦτο τὸ συμπέρασμα τοῦ πρὸ αὐτοῦ μερικώτερόν ἐστιν· εἴ τι γὰρ μετέχει σχήματος, ἔχει καὶ ἄκρα καὶ μέσον· οὐ μέντοι πᾶν τὸ ἔχον ἄκρα καὶ μέσον ἤδη μετέχει σχήματος· καὶ γὰρ γραμμὴν ἔχειν ἄκρα καὶ μέσον δυνατὸν, καὶ ἀριθμὸν καὶ χρόνον καὶ κίνησιν ὁμοίως, ἃ δὴ πάντα ἐστὶν ἀσχημάτιστα. Καθολικώτερον ἄρα τοῦτό ἐστι μᾶλλον ἢ τὸ σχήματος μετέχειν· διὸ καὶ ἑαυτῷ τοῦτο συναναιρεῖ τὸ σχήματος μετέχειν· ἀλλʼ οὐχὶ τοῦτο αἴτιον τῆς ἐκείνου ἀποφάσεως. Ἀλλὰ μὴν καὶ ἡ ἀπὸ τοῦ σχήματος ἐπὶ τὸ στρογγύλον καὶ εὐθὺ μετάβασις πάνυ γέγονεν εἰκότως· δυνατὸν μὲν γὰρ ἦν καὶ καθόλου τὸ σχῆμα ἀποφῆσαι τοῦ ἑνὸς, ἐνδειξάμενον ὅτι τὸ μὲν σχῆμα πέρας ἔχει καὶ ὅρον, τὸ δὲ ἓν οὐδενὸς πέρατος οὐδὲ ὅρου δεκτικόν ἐστιν· ἀλλὰ βούλεται κατὰ τὰς δύο συστοιχίας ἄνωθεν προσάγειν τὸν λόγον, καὶ οὕτως ἐξ ἀρχῆς ἔλαβε μετὰ τὰ πολλὰ τὸ ὅλον καὶ τὰ μέρη, καὶ πάλιν ἄκρα καὶ μέσον, καὶ πάλιν εὐθὺ καὶ στρογγύλον, καὶ αὖθις τὸ ἐν αὐτῷ καὶ ἐν ἄλλῳ, καὶ ἐφεξῆς τὸ ἑστάναι καὶ κεῖσθαι, καὶ διὰ τῆς λήψεως ταύτης ἐνδεικνύμενος ὅτι τὸ ἓν οὐδέν ἐστι τούτων· οὔτε γὰρ ἄμφω τὰ ἀντικείμενα δυνατὸν αὐτὸ εἶναι — οὐ γὰρ ἂν ἓν ἔτι μένοι κατὰ τὴν ὑπόθεσιν —, οὔτε τὸ ἕτερον τούτων· ἔχει γὰρ ἄν τι ἑαυτῷ μαχόμενόν πως καὶ ἀντικείμενον· δεῖ δὲ πρὸ πάσης ἀντιθέσεως εἶναι τὸ ἓν, ἢ οὐ πάντων ἂν εἴη αἴτιον· οὐ γὰρ ὧν καὶ τὸ ἀντικείμενον. Κατὰ τὰς δύο οὖν σειρὰς τῶν ὄντων προϊὼν εἰκότως καὶ νῦν ἀπὸ τοῦ σχήματος ἐπὶ τὸ στρογγύλον καὶ εὐθὺ μετῆλθε, καὶ μετελθὼν οὕτω πεποίηται τὸν λόγον, ὡς ἂν μετὰ τούτων καὶ ἅπαν, ἄλλο σχῆμα τοῦ ἑνὸς ἀποφήσειε, τῷ μετέχειν χρησάμενος, ὃ καὶ τοῖς μικτοῖς ὑπάρχει τῶν σχημάτων. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ τῶν λέξεων ἡμῖν· Ταῦτα δὲ καὶ ἐν Φαίδρῳ τὴν νοητὴν ἀκρότητα τῶν νοερῶν, ἣν ἐκάλεσεν ὑπερουράνιον τόπον, ἐν ἐκείνοις ἀχρώματον καὶ ἀσχημάτιστον καὶ ἀναφῆ προσείρηκεν, ἆρα ὡσαύτως ἐκείνην τε τὴν τάξιν ἀσχημάτιστον καὶ τὸ ἓν εἶναι φατέον ἡμῖν, ἢ ἄλλον τρόπον, καὶ τίνα τοῦτον; Οὐδὲ γὰρ ὁ αὐτὸς τῆς ἀποφάσεως τρόπος ἐπί τε ἐκείνης καὶ τοῦ ἑνός. Ἐκείνης μὲν γὰρ τὰ μὲν ἀπέφησε, τὰ δὲ κατέφησε· καὶ γὰρ οὐσίαν αὐτὴν εἶπε, καὶ ὄντως οὖσαν καὶ ψυχῆς κυβερνήτῃ μόνῳ θεατὴν νῷ, καὶ περὶ αὐτὴν εἶναι τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος, διότι καὶ πρὸ αὐτῆς ἄλλην· καὶ τῶν μὲν ἐξῄρητο, τῶν δὲ αὕτη μετελάγχανε. Τοῦ δὲ ἑνὸς πάντα ἀποφάσκει, καταφάσκει δὲ οὐδέν· οὐδὲν γὰρ ἦν πρὸ τοῦ ἑνὸς, ἀλλὰ πάντων ὁμοίως ἐξῄρητο τῶν ὄντων. Ἕτερος οὖν ὅ γε τρόπος τῆς ἀφαιρέσεως, καὶ εἰ βούλει μὴ παρέργως προσέχειν καὶ αὐτοῖς τοῖς ὀνόμασιν, εὑρήσεις εἰκότως ἐκείνην μὲν ἀσχημάτιστον οὑτωσὶ κεκλημένην, τὸ δὲ ἓν οὐδενὸς σχήματος μετέχον· ἔστι δὲ οὐ ταὐτὸν τούτων ἑκάτερον τῷ λοιπῷ, καθάπερ οὐδὲ τὸ ἀμερὲς τῷ μηδὲν μέρος ἔχειν· κατὰ τὸν αὐτὸν οὖν τρόπον κἀκείνην μὲν τὴν οὐσίαν ἀσχημάτιστον προσείρηκε, τὸ δὲ ἓν μηδενὸς σχήματος μετέχον. Εἰ οὖν δεῖ τὰ δοκοῦντα διαρρήδην εἰπεῖν, ἐκείνη μὲν, ἅτε τὸ νοερὸν σχῆμα παράγουσα, ἀσχημάτιστος εἴρηται, ὡς κρείττων αὐτοῦ παντελῶς ὑπάρχουσα καὶ ὡς γεννητικὴ τοῦ τοιούτου σχήματος. Ἀλλʼ οὐδὲ ἄρα σχήματος ἦν ὑφειμένη τοῦ νοητοῦ· καὶ γὰρ τοῦ σχήματος καὶ τοῦ ὅλου καὶ τοῦ πλήθους καὶ πάντων ὁ νοητὸς νοῦς περιέχει τὰς νοητὰς αἰτίας· καὶ ἔστι σχήματα μὲν πάντη ἄγνωστα καὶ ἄρρητα, ὧν ἀπὸ τῶν νοητῶν ἡ ἔκφανσις ἄρχεται, γνώριμα μόνῳ τῷ νοητῷ νῷ, καὶ ἐν ἄλλοις, ᾗ τι τοιοῦτον, ὥσπερ οὖν ἐστι, τῶν μετʼ ἐκεῖνον τῶν θεῶν ἀπʼ ἐκείνου πᾶσιν ἔγκειται· τὰ δὲ γνωστὰ καὶ ῥητὰ ταῖς δυνάμεσι προσήκοντα τῶν θεῶν, ἀλλʼ οὐχὶ ταῖς ὑπάρξεσιν αὐταῖς, καθʼ ἃς ἔχουσι τὸ εἶναι θεοὶ, καὶ ταῖς νοεραῖς οὐσίαις, διʼ ὧν ἐκφαίνονται τοῖς νοεροῖς ὄμμασι τῶν ψυχῶν. Τούτων δὲ πάντων ὁ νοητὸς νοῦς περιείληφε τὴν ἑνοειδῆ καὶ μίαν αἰτίαν, ὁ δὲ ὑπερουράνιος τόπος, ἐν τοῖς νοεροῖς ὢν ἀκρότατος, τῶν νοερῶν σχημάτων ἐστὶν ἀρχὴ πάντων, ὡς ἐνδείκνυμεν ἐξηγούμενοι τὸν Φαῖδρον. Διόπερ ἀσχημάτιστος μὲν, οὐχ ἁπλῶς δὲ παντὸς ἐξῃρημένη σχήματός ἐστι· προῆλθε μὲν κατὰ τὴν ἀκρότητα τὴν τοῦ πατρὸς, καὶ τὸ ἄρρητον αὐτοῦ σύνθημα· καταδεέστερος δέ ἐστι τῶν ἐν αὐτῷ σχημάτων. Τὸ δὲ ἓν παντὸς τοῦ τῶν σχημάτων διακόσμου τοῦ τε κρυφίου καὶ τοῦ νοεροῦ τελέως ὑπερίδρυται, τῶν τε ἀγνώστων πάντων καὶ τῶν γνωστῶν ἐξῄρηται σχημάτων. Τίνα δὲ ἔχει ταῦτα διαφορὰν, αὐτοῖς ἐστι γνώριμον τοῖς τῶν θεῶν ὑπηκόοις γενομένοις, καὶ ὅτι καὶ Πλάτων οἶδε καὶ ἐκεῖνα τὰ σχήματα, διʼ ἄλλων δεδείχαμεν λόγων. Διόπερ οὐδενὸς εἰκότως μετέχειν σχήματος λέγει τὸ ἕν· καὶ γὰρ ἡ νοητὴ τῶν σχημάτων αἰτία καὶ τὸ νοερὸν σχῆμα ὑφεῖται τοῦ ἑνός· οὐκ ἄρα ταὐτόν ἐστι τὸ ἀσχημάτιστον τῷ μηδὲν σχῆμα ἔχειν, ὡς οὐδὲ τὸ ἀμέριστον τῷ μηδὲν μέρος ἔχειν, καθάπερ προείρηται.

Στρογγύλου γέ πού ἐστι τοῦτο, οὗ ἂν τὰ ἔσχατα πανταχῆ ἀπὸ τοῦ μέσου ἴσον ἀπέχῃ; **—**

Ναί. **—**

Καὶ μὴν εὐθύ γε, οὗ ἂν τὸ μέσον ἀμφοῖν τοῖν ἐσχάτοιν ἐπίπροσθεν εἴη. **—**

Οὕτως.

`1130–1132`

Τὸ εὐθὺ τοῦτο καὶ τὸ στρογγύλον, καὶ ὅπως ἐπὶ τῶν θείων πραγμάτων ἐπαληθεύουσιν οἱ ῥηθέντες λόγοι, δῆλον ὡς οὐ μαθηματικῶς ταῦτα καὶ δεδημευμένως ἀκουστέον, ἀλλὰ τῇ προκειμένῃ θεωρίᾳ πρεπόντως. Ἤδη μὲν οὖν τινες τοῦτο τὸ εὐθὺ τὸ ἀκλινὲς εἰρήκασιν εἶναι τοῦ νοῦ καὶ τὸ ἄτρεπτον, τὸ δὲ στρογγύλον, τὸ εἰς ἑαυτὸ συννεῦον καὶ τὸ περὶ ἑαυτὸ ἐνεργοῦν. Τοῦτο δὲ ὁ Παρμενίδης μνημονεύει,

  
σφαίρης ἐναλίγκιον ὄγκῳ,  
  
Μεσσόθεν ἰσοπαλὲς πάντη,  
τὸ ὂν ἀποφηνάμενος. Ὅθεν καί φασί τινες τὸν Πλάτωνα διὰ τῆς ἀποδείξεως ταύτης ὑπομιμνήσκειν τὸν ἐν τοῖς ποιήμασι Παρμενίδην, ὡς τὸ ἓν ἐξῄρηται παντὸς σχήματος περιφεροῦς καὶ εὐθέος. Ἡμεῖς δὲ ταῦτα μὲν οὐκ ἀποδεχόμεθα διιστάντα τῆς τῶν παλαιῶν φιλοσοφίας καὶ αὐτὸν ἑαυτοῦ ποιοῦντα τὸν Παρμενίδην κατήγορον, καὶ ταῦτα ἐν Πλατωνικῇ σκηνῇ, παρʼ ᾗ πολλαὶ καὶ τοῦ Παρμενίδου γεγόνασιν ἀναρρήσεις τὸ τοῦ Πλάτωνος περὶ τὸν ἄνδρα ἐκεῖνον σέβας ἀνακηρύττουσαι. Καὶ γὰρ ὁ μὲν εἰς ἄλλο ἓν, ὁ δὲ εἰς ἄλλο βλέπων ἀποφάσκει τὸ σφαιρικὸν εἶδος ἢ καταφάσκει τοῦ ἑνός· τὸ δὲ εὐθὺ τοῦτο καὶ τὸ στρογγύλον ἐξηγούμεθα κατά τε τὴν πρόοδον καὶ τὴν ἐπιστροφήν· ἡ μὲν γὰρ πρόοδος κατὰ τὸ εὐθὺ θεωρεῖται καὶ τοῦτο ποιουμένη τέλος ἑαυτῆς. Ἕκαστον οὖν τῶν νοερῶν καὶ πρόεισιν ἐπὶ πάντα κατὰ τὸ εὐθὺ, καὶ ἔστραπται πρὸς τὸ ἑαυτοῦ ἀγαθὸν, ὃ δὴ μέσον ἐστὶν ἐν ἑκάστῳ, διότι πανταχόθεν ἕκαστον ὁμοίως αὐτὸ περιπτύσσεται, καὶ ὡς εἰς κέντρον ἐκεῖνο συνερείδει πᾶν τὸ ἑαυτοῦ πλῆθος καὶ πάσας ἑαυτοῦ τὰς δυνάμεις. Εἰ τοίνυν λέγοις στρογγύλον μὲν εἶναι τῶν νοερῶν ἕκαστον, ὡς πάντα ἀπὸ τοῦ μέσου ἴσον ἀπέχειν· πάντα γὰρ ἑαυτοῦ κατὰ τὸ ἴσον ἥνωται πρὸς τὸ οἰκεῖον ἀγαθὸν, καὶ οὐ τῇ μὲν μᾶλλον ἀφέστηκεν αὐτοῦ, τῇ δὲ ἧττον, καθάπερ τῆς ἡμετέρας ψυχῆς τῶν ἵππων ὁ μὲν ἄγει πρὸς τὸ ἀγαθὸν, ὁ δὲ βρίθει πρὸς τὴν γῆν, ἀλλὰ πανταχόθεν ὁμοίως αὐτοῦ περιδράττεται κέντρου τάξιν ἔχοντος· εὐθὺ δὲ, οὗ τὸ μέσον ἐπιπροσθοῦν τοῖς ἄκροις. Ὅτι δὴ κατὰ τὴν πρόοδον τὰ πράγματα χωρίζεται ἀλλήλων, ἀπὸ τοῦ μείναντος τὸ προϊὸν, καὶ ἀπὸ τοῦ ἡνωμένου τὸ πληθυνόμενον, ὀρθῶς ἂν λέγοις καὶ τῶν πραγμάτων ἐστοχασμένως· εἰ γὰρ ἐθέλοις κατιδεῖν, εὕροις ἂν ὡς ἡ πρόοδός ἐστιν ἡ διακρίνουσα τὰ πράγματα ἀλλήλων, καὶ ποιοῦσα τὰ μὲν πρῶτα, τὰ δὲ μέσα, τὰ δὲ τελευταῖα, καὶ τὰ μέσα τῶν τελευταίων ὄντα καὶ πρώτων διοριστικὰ, καὶ οἷον ἔμπροσθεν· ἡ δὲ ἐπιστροφὴ πάντα συνάπτει πάλιν, καὶ εἰς ἓν συνελίσσει, καὶ πρὸς ἓν συνάγει τὸ κοινὸν τῶν ὄντων ἐφετόν. Ἔστιν ἄρα ἐν ἐκείνοις καὶ τῶν ὁρισμῶν τούτων ἑκάτερος, ὧν πρώτως μετέχει τὰ νοερὰ γένη τῶν θεῶν προϊόντα ἅμα καὶ ἐπιστρέφοντα πρὸς ἑαυτά· ταῦτα γάρ ἐστι τὰ κατὰ τὴν ἐπιστροφὴν μάλιστα χαρακτηριζόμενα· δευτέρως δὲ ἀπὸ τούτων αἱ ψυχαὶ μετέχουσι τοῦ τε εὐθέος καὶ τοῦ περιφεροῦς, προϊοῦσαι μὲν γραμμικῶς, εἰς κύκλον δὲ αὖθις κατακαμπτόμεναι καὶ ἐπιστρέφουσαι πρὸς τὰς ἑαυτῶν ἀρχάς· ἐσχάτως δὲ τὰ αἰσθητά· καὶ γὰρ τὰ εὐθύγραμμα σχήματα ἐν τούτοις ἤδη διαστατῶς καὶ μεριστῶς, καὶ τὸ σφαιρικὸν εἶδος τὸ πάντων τῶν ἐγκοσμίων σχημάτων περιληπτικόν· διὸ καὶ ὁ Τίμαιος ὅλον μὲν ἐσφαίρωσε τὸν κόσμον, διὰ δὲ τῶν πέντε σχημάτων, ἰσοπλεύρων ὄντων μόνον καὶ ἰσογωνίων, τὰς πέντε μερίδας αὐτοῦ κατεκόσμησεν, ἐγγράψας αὐτὰ πάντα τῇ σφαίρᾳ καὶ ἀλλήλοις· ᾧ καὶ δῆλον ὅτι τὰ σχήματα ταῦτα ἄνωθεν ἀπό τινος ἥκει θείας τάξεως ὑψηλῆς, πάντων ὄντα κοσμητικὰ τῶν ἀμερίστων ὡς τοῦ νοῦ, τῶν μεριστῶν ὡς τοῦ ὁρατοῦ κόσμου, τῶν μέσων ὡς τῆς ψυχῆς. Ἔξεστι δὲ καὶ ἐν τῇ γενέσει τὰ δύο ταῦτα θεωρεῖν· κατὰ μὲν τὸν κύκλον τὸν ἐνταῦθα — καὶ γὰρ ἡ γένεσις ἀνταποδίδοται κυκλικῶς πρὸς ἑαυτὴν, ὡς ἐν Φαίδρῳ γέγραπται —, τὸ περιφερές· κατὰ δὲ τὴν ἑκάστου μίαν πρόοδον ἀπὸ τῆς γενέσεως ἐπὶ τὴν παρακμὴν, τὸ εὐθὺ, καὶ τὸ ἐνταῦθα τῶν ἄκρων ἐπίπροσθεν τὸ μέσον ἡ ἀκμή· τίς γὰρ ἂν ἀφίκοιτο ἐπὶ τὸ ἕτερον, καθάπερ δὴ καὶ ἐπὶ τῆς εὐθείας διὰ τοῦ μέσου πάντως ἡ ἀπὸ θατέρου τῶν ἄκρων ὁδὸς ἐπὶ τὸ λοιπόν; Ἄνωθεν ἄρα ἀπὸ τῶν νοερῶν διήκει ταῦτα μέχρι τῶν γεννητῶν, προόδου μὲν αἴτιον τὸ εὐθὺ γιγνόμενον, ἐπιστροφῆς δὲ τὸ περιφερές. Εἰ τοίνυν τὸ ἓν μήτε πρόεισιν ἀφʼ ἑαυτοῦ μήτε ἐπιστρέφει πρὸς ἑαυτὸ, ὅτι τό τε προϊὸν δεύτερόν ἐστι τοῦ παράγοντος καὶ τὸ ἐπιστρέφον ἐνδεὲς τοῦ ἐφετοῦ, δῆλον ὡς οὔτε εὐθέος μετέχει σχήματος, οὔτε στρογγύλου· καὶ πῶς γὰρ προΐοι μηδὲ μίαν ἔχον ποιητικὴν ἀρχὴν ἑαυτοῦ μήτε ἐν ἑαυτῷ μήτε πρὸ αὐτοῦ, ἵνα μὴ τοῦ ἑνὸς στερῆται δεύτερον ὂν ἢ δυοειδές; πῶς δʼ ἂν ἐπιστρέφοι μηδὲν ἔχον τέλος καὶ ἐφετόν; οὐδὲ ἄρα σχῆμα τῷ ἑνὶ προσήκει μήτε τέλος μήτε ἀρχὴν ἔχοντι, ὡς δέδεικται διὰ τούτων. Οὐ δεῖ δὲ ζητεῖν διʼ ἣν αἰτίαν ἀπὸ τῶν εἰδῶν τοῦ σχήματος, τοῦ περιφεροῦς καὶ τοῦ εὐθέος, ἔδειξε τὸ ἓν ἐπέκεινα παντὸς σχήματος, ἀλλʼ οὐχὶ τὸ γένος αὐτὸ ὁρισάμενος, οἷον ὅτι σχῆμά ἐστι πέρας συγκλεῖον ἢ τὸ ὑπό τινος ἤ τινων ὅρων περιεχόμενον· δέδοκται γὰρ αὐτῷ διὰ τῶν ἀντικειμένων προϊέναι, καὶ τούτων ἐξῃρημένον δεικνύναι τὸ ἓν, καὶ κατʼ ἐκεῖνον τὸν ἐπὶ πάντων ὄντα λόγον κοινὸν, ὡς οὔτε τὸ χεῖρον εἶναι δυνατὸν τῶν ἀντικειμένων τὸ ἓν, ἵνα μὴ ἔχῃ τι κρεῖττον, οὔτε τὸ κρεῖττον, ἵνα μὴ ἔχῃ τι μαχόμενον. Οὕτως οὖν καὶ τοῦ εὐθέος αὐτὸ δείκνυσι καὶ τοῦ περιφεροῦς καθαρὸν, καὶ ὁρᾷς πάλιν ὅπως καὶ ταῦτα διὰ τῶν προειρημένων συνήγαγεν, ὡς οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχοντος τοῦ ἑνὸς, γεωμετρικαῖς ἀνάγκαις ἀεὶ τὰ δεύτερα διὰ τῶν πρὸ αὐτῶν ἀποδεικνὺς, καὶ πρὸ τούτων μιμούμενος τὴν τῶν ὄντων ἐν τάξει πρόοδον ἀπὸ τῶν πρώτων ἀεὶ πρὸς τὰ δεύτερα καὶ τὰ μερικώτερα τὴν ἀπόβασιν ποιουμένων.

Οὐκοῦν μέρη ἂν ἔχοι τὸ ἓν καὶ πολλὰ ἂν εἴη, εἴτε εὐθέος σχήματος εἴτε περιφεροῦς μετέχοι; **—**

Πάνυ μὲν οὖν. **—**

Οὔτε ἄρα εὐθὺ οὔτε περιφερές ἐστιν, ἐπείπερ οὐδὲ μέρη ἔχει. **—**

Ὀρθῶς οὖν.

`1133–1134`

Πεπλήρωται πᾶσα ἡ μέση τάξις ἐν τούτοις τῶν τε νοητῶν καλουμένων καὶ νοερῶν, δεδειγμένων πασῶν τῶν ἐν αὐτῇ προόδων ἐπὶ τάδε τοῦ ἑνὸς τεταγμένων, καὶ, ὡς πολλάκις εἴπομεν, ἀπὸ τοῦ ἑνὸς ἐξηρτημένων, ἐπείπερ αἱ ἀποφάσεις, ὡς δέδεικται, μητέρες εἰσὶ τῶν καταφάσεων. Εἰκότως ἄρα καὶ ἐν τῷ συμπεράσματι πᾶσαν ἐπιστρέφων τὴν τάξιν εἰς ἓν ἄνεισι καὶ μέχρι τῶν πρώτων ἀποπεφασμένων· εἰ γὰρ σχῆμα ἔχοι τὸ ἓν καὶ πολλὰ ἂν εἴη· συνάπτει ἄρα τὸ σχῆμα τοῖς πολλοῖς διὰ τῶν μερῶν, πάντα δὲ ταῦτα τὰ γένη δεύτερα τοῦ ἑνὸς ἀποδείκνυσι. Τοσαύτη παρʼ αὐτῷ διάκρισίς ἐστι τῶν θείων διακόσμων, ὥστε οὐκ ἀνέσχετο συνάψαι τὰς ἑξῆς ἀποφάσεις μὴ ταύτην πρότερον τὴν τάξιν εἰς ἑαυτὴν ἐπιστρέψας, καὶ τὸ σχῆμα τοῖς πολλοῖς συνάψας, καὶ τὴν συγγένειαν τῶν προειρημένων ἁπάντων γενῶν ἐνδειξάμενος. Ἐν ποίᾳ μὲν οὖν τάξει τῶν ὄντων τὸ εὐθὺ καὶ τὸ περιφερές ἐστιν, ἐν τοῖς ἑξῆς γνωσόμεθα σαφέστερον, καὶ ὅτι μέχρι ταύτης τὰ νοητὰ καὶ νοερὰ γένη τῶν ὅλων. Νῦν δὲ τοσοῦτον μόνον δῆλον ὅτι μηδὲ ταύτης ἡμῖν τῆς τάξεως θετέον τὸ ἓν, ἀλλὰ καὶ ταύτην ἀπʼ ἐκείνου παρακτέον, καθάπερ δὴ καὶ τὰς ἄλλας τὰς πρὸ αὐτῆς εἰρημένας.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqy-bw`.
