---
title: "On Plato's Parmenides: Book 4"
title_greek: "Περὶ τοῦ Πλάτωνος Παρμενίδου, Δʹ"
author: Proclus the Successor
eul_wid: uqy-bu
eul_aid: uqy
canonical: "https://eulogikon.org/works/proclus-plato-parmenides-book-4-uqy-bu"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:d0657cf107908afd043604191e42edcafee79da594b550740bbbf9c3754df15a"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Plato's Parmenides: Book 4

*Περὶ τοῦ Πλάτωνος Παρμενίδου, Δʹ*

**Author:** Proclus the Successor

**eul_wid:** `uqy-bu` · [HTML page](https://eulogikon.org/works/proclus-plato-parmenides-book-4-uqy-bu)

## Text

Part of [On Plato's Parmenides](/works/proclus-plato-parmenides-uqy-an)

`4`

ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.

`837`

Τόδε δʼ οὖν μοι εἰπέ· δοκεῖ σοι, ὡς φῂς, εἶναι εἴδη ἄττα, ὧν τάδε τὰ ἄλλα μεταλαμβάνοντα τὰς ἐπωνυμίας αὐτῶν ἴσχειν;

`838`

Τοῦ Σωκράτους ἐν τοῖς πρὸς τὸν Ζήνωνα λόγοις τὰ εἴδη καὶ εἶναι καὶ μετέχεσθαι ὑπὸ τῶν τῇδε φαμένου, καὶ διὰ τούτων τῶν ἐνταῦθα μετεχομένων ἀναδραμόντος ἐπὶ τὴν ἐκείνων κοινωνίαν, ἤδη τινὲς ᾠήθησαν τὸν Παρμενίδην ὥσπερ ἀμυνόμενον τὸν Σωκράτη καὶ τὴν κατὰ τοῦ Ζήνωνος ἐπίπληξιν πρὸς ἀμφοτέρας ἵστασθαι τὰς τοῦ Σωκράτους ἐννοίας καὶ πρὸς τὴν ὕπαρξιν τῶν εἰδῶν καὶ πρὸς τὸν τρόπον τῆς μετοχῆς, καὶ διὰ μὲν τῶν προειρημένων ἀπαντᾷν ὡς οὐκ ἔστι τὰ εἴδη, διὰ δὲ τῶν ῥηθησομένων ὡς οὐ μετέχεται ὑπὸ τῶν αἰσθητῶν, μονονουχὶ λέγοντα σαφῶς ὅτι, καὶ εἴ τις αὐτοῖς ὕπαρξιν δοίη καὶ οὐσίαν, ἀδύνατός ἐστιν ὁ τῆς μετοχῆς αὐτῶν τρόπος· οὔτʼ ἄρα ἔστιν, οὔτε, εἰ ἔστι, μετέχεται ὑπὸ τῶν αἰσθητῶν. Ἐκεῖνοι μὲν ταῦτα ᾠήθησαν, καὶ διά γε τῶν προειρημένων τοσοῦτον ἐπιδεδεῖχθαι πρὸς τοῦ Παρμενίδου ὡς οὐκ ἔστιν εἴδη· ἀλλὰ μὴν οὐ πάντων, ὡς καὶ αὐτῷ δοκεῖ τῷ Σωκράτει· οὐκ ἄρα ἔστιν εἴδη· καὶ τοῦτο πᾶσι δύνασθαι καὶ τὴν ἐπίπληξιν τὴν τοῦ Παρμενίδου τὴν πρὸς αὐτὸν, ἐπιδεικνύντος ὡς οὐ δεῖ τὰ μὲν ἐκεῖθεν παράγειν, τὰ δὲ ηὐτοματισμένως, ἀλλὰ πάντα ἐξ ἐκείνων, εἴπερ ἔστιν. Ἡμεῖς δὲ ὑπὲρ μὲν τῆς ἐπιπλήξεως διὰ τῶν πρόσθεν εἰρημένων ἐνεδειξάμεθα τὸ δοκοῦν, ὑπὲρ δὲ τῆς πάσης μεταχειρίσεως τῶν λόγων τοσούτων φαμὲν ὅτι τελεσιουργός ἐστιν ὁ τοῦ Παρμενίδου λόγος τῶν τοῦ Σωκράτους ἐννοιῶν καὶ διαρθρωτικὸς καὶ ἐναγωγὸς, ἐπαινῶν μὲν τὰ ἀδιάστροφα αὐτοῦ νοήματα, τελειῶν δὲ τὰ ἀτελέστερα καὶ διαρθρῶν τὰ συγκεχυμένα. Τεττάρων δὲ ὄντων προβλημάτων περὶ τὰς ἰδέας, ὡς διείλομεν, περὶ μὲν τοῦ εἰ εἰσὶν, οὐδὲν διεξελήλυθεν ἅτε ἀποδεχόμενος τὴν ὑπόθεσιν, περὶ δὲ τοῦ τίνων εἰσὶν, ἀνακρίνει αὐτὸν, καταμανθάνων εἴτε πάντα ἐξάπτει τῆς εἰδητικῆς ἀρχῆς ἢ καὶ ταύτης οἶδεν ἄλλην αἰτίαν πρεσβυτέραν· καὶ ἡ ἐπίπληξις, ὡς προείπομεν, εἰς ταύτην ἑώρα τὴν πρώτην αἰτίαν. Διέξεισι γοῦν ἄνωθεν ἀπὸ τῶν ὁλικωτάτων εἰδῶν διὰ τῶν μερικωτέρων καὶ τῶν ἀτομωτάτων ἐπὶ ταῦτα λοιπὸν, ἃ μὴ κατʼ εἶδος μὲν ὑπέστη νοερὸν, προῆλθε δὲ ἐκ τῆς μονάδος τῶν ὄντων ἁπάντων· καὶ οὕτως ἄνωθεν ἄχρι τῶν ἐσχάτων προχωρήσας, καὶ πάντα ἐξάψας τῆς πατρικῆς αἰτίας, καὶ τελεωσάμενος τὴν τοῦ Σωκράτους περὶ τούτων ἔννοιαν, μέτεισιν ἐπὶ τὸ τρίτον πρόβλημα τὸ περὶ τῆς μετοχῆς, ἀνάπαλιν ἐνταῦθα μεταχειριζόμενος τὴν μαιείαν· πανταχοῦ μὲν γάρ ἐστι μαιευτικὸς ὁ τρόπος τῶν λόγων, ἀλλʼ οὐκ ἐλεγκτικὸς, καὶ πατρικὸς, ἀλλʼ οὐκ ἀμυντικός· διαφέρει δὲ ὡς ὅπου μὲν ἄνωθεν ἄχρι τῶν τελευταίων προϊὼν, ὅπου δὲ κάτωθεν ἀνατρέχων ἐπὶ τοὺς προσήκοντας λόγους ταῖς θείαις αἰτίαις, καθʼ ἑκάτερα τῶν εἰδῶν τούτων τὸν Σωκράτη τελειῶν καὶ ἀνάγων καὶ διαρθρῶν τὰς ἐν αὐτῷ περὶ τούτων ἐννοίας.

`839–842`

Ὁ μὲν οὖν τρόπος, ὥσπερ εἴρηται, τῶν λόγων τοιοῦτος προκλητικὸς τῶν αὐτοφυῶν ἐννοιῶν, διαρθρωτικὸς τῶν ἀτελῶν, ἀναγωγὸς τῶν συνέπεσθαι δυναμένων ὄντως, τὴν πατρικὴν μιμούμενος αἰτίαν τὴν ἀπʼ ἄκρας τῆς τῶν ὄντων ὑποστάσεως τὰ πάντα σώζουσαν καὶ τελειοῦσαν καὶ ἀνασπῶσαν ταῖς ἑαυτῆς ἀγνώστοις δυνάμεσι. Πάλιν δὲ ἡμῖν ἐπὶ τὴν τῶν πραγμάτων θεωρίαν ἐπιτρεπτέον, καὶ ῥητέον τὴν μετοχὴν ταύτην τίνα καὶ ὅπως συμβαίνειν νομίζομεν, ἔπειτα οὕτω τὰ τοῦ Πλάτωνος ἐπισκεψόμεθα ῥήματα, τοσοῦτον προειπόντες ὅτι καὶ ἐνταῦθα ζητοῦμεν ὡς ἐπὶ τῆς ἑνώσεως τῶν εἰδῶν καὶ διακρίσεως τὸ πῶς· μετέχεσθαι γὰρ, εἰ ἔστι τὰ εἴδη, πάντες ἂν φαῖεν· πῶς δὲ μετέχοιτο ἂν ἀποροῦμεν, καὶ τοῦτο ζητεῖν τὸν Παρμενίδην ἐν τούτοις, ὡς ἐν ἐκείνοις τὸν Σωκράτη, πῶς διακέκριται τὰ εἴδη καὶ ἅμα συγκέκριται, εἴπερ ἁπλᾶ ἐστι καὶ οὐχ οἷα τὰ ὁρώμενα, ἐφʼ ὧν εὐπαράδεκτα ταῦτα πᾶσι. Τοῦτο δʼ οὖν προειπόντες ἐπὶ τὸ προκείμενον ἴωμεν. Λεγέσθω μὲν οὖν καὶ ὅτι ταῖς εἰς τὸ κάτοπτρον ἐμφάσεσιν ἐοίκασιν αἱ τῶν νοερῶν εἰδῶν μεθέξεις· ὥσπερ γὰρ ἐν ταύταις ἡ σχέσις καὶ ἡ θέσις εἴδωλον ποιεῖ τοῦ προσώπου θεωρεῖσθαι πρὸς τὸ κάτοπτρον, οὕτω δὴ καὶ ἡ τῆς ὕλης ἐπιτηδειότης, οἷον ἀνατεινομένη πρὸς τὸν δημιουργικὸν καὶ τὸν ἐν αὐτῷ πόρον, ἀναπληροῦται παρʼ αὐτοῦ τῶν εἰδῶν. Λεγέσθω δὲ καὶ ὅτι προσέοικεν ἡ μέθεξις τοῖς τῶν σφραγίδων τύποις πρὸς τοὺς κηρούς· καὶ γὰρ ἐκεῖνα, τὰ εἴδη λέγω, δίδωσιν ἴχνος τι ἑαυτῶν καὶ τύπον, καὶ οὐχ ὁ αὐτός ἐστιν οὗτος ὁ τύπος πρὸς τὴν σφραγῖδα τὴν τὸν τύπον ἀπεργασαμένην, ὥσπερ οὐδὲ ἐκεῖ τὸ ἔνυλον εἶδος πρὸς τὸ ἀΰλον καὶ θεῖον, διαφέρει δὲ οὗτος ὁ τρόπος τοῦ πρὸ αὐτοῦ, καθόσον τι ἐπιδείκνυσι πάθος περὶ τὴν ὑποδοχήν· οὐδὲν γὰρ ἐκεῖ πάσχει τὸ ἔνοπτρον αἰσθητῶς, ὡς ἐνταῦθα ὁ κηρός. Ὅθεν καὶ οἱ μὲν τὴν ὕλην ἀπαθῆ τηροῦντες ἐν τῇ μεθέξει τῶν εἰδῶν, κατόπτρῳ μὲν ἐκείνην ἀπεικάζουσιν, εἴδωλα δὲ τὰ εἴδη καλοῦσι καὶ ἐμφάσεις· οἱ δὲ τὴν ὕλην πάσχειν νομίζοντες τυποῦσθαί φασιν αὐτὴν ὡς τὸν κηρὸν ὑπὸ τῆς σφραγῖδος, καὶ τὰ εἴδη πάθη τῆς ὕλης καλοῦσι· καὶ οἱ μὲν εἰς τὴν πρώτην ὕλην βλέπουσιν, ἀπαθῆ τηροῦντες αὐτήν· παθοῦσα γὰρ ἀποίχοιτʼ ἂν ἁπλῆ οὖσα· οὐ γὰρ ἔχει τὸ ἁπλοῦν ᾧ μὲν πάθοι, ᾧ δὲ μένοι· οἱ δὲ, εἰς τὴν σωματότητα· ταύτην γὰρ τυποῦσθαι διὰ τῶν ποιοτήτων σωματικῶν οὐσῶν. Λεγέσθω δὲ αὖ καὶ ὅτι παραπλήσιά πώς ἐστι ταῖς τῶν εἰκόνων ἀφομοιώσεσιν, εἴτε διὰ ζωγραφίας, εἴτε διὰ πλαστικῆς, εἴτε διʼ ἄλλης τινὸς τέχνης· ὅμοια γὰρ ὑπὸ τῆς θείας δημιουργίας τὰ τῇδε γίγνεται τοῖς θεοῖς μορφούμενα τοῖς εἴδεσι, καὶ διὰ τοῦτο καὶ ὁ αἰσθητὸς ὅλος διάκοσμος εἰκὼν προσαγορεύεται τοῦ νοητοῦ· διαφέρει δὲ τοῦτο λέγειν ἢ τὰ πρότερα, καθόσον τοῦτο μὲν διακρίνει τὸ ποιοῦν ἀπὸ τοῦ παραδείγματος, ἐκεῖνα δὲ ὡς ἑνὸς ὄντος ἀμφοῖν προῆγε τὴν ἀναλογίαν. Δεῖ δὲ αὖ εἰδέναι τοὺς τῶν πραγμάτων φιλοθεάμονας, ὅτι τούτων ἕκαστον τῶν εἰρημένων ἀτελές ἐστι καθʼ αὑτὸ, καὶ ἀδυνατεῖ μόνον παραστῆσαι ταῖς διανοίαις ἡμῶν τὴν ὅλην περὶ τῆς μετοχῆς ταύτης ἀλήθειαν. Πρῶτον μὲν γὰρ τὸ κάτοπτρον ὁρᾷς ὅτι διαστηματικὴν ἔχει τὴν ἐνέργειαν, διʼ ἧς ὑφίσταται τὸ εἴδωλον· ἐν γοῦν ἀδιαστάτῳ γενέσθαι τοιαύτην ἔμφασιν ἀδύνατον· ἔπειτα αὐτὸ τὸ πρόσωπον εἰς τὸ κάτοπτρον ἐπιστρέφει, τῆς νοερᾶς αἰτίας εἰς ἑαυτὴν καὶ οὐκ εἰς τὰ ἔξω βλεπούσης, εἰ δὲ καὶ δοκοῦσαν μὲν ἔχει μετάδοσίν τινος, οὐκ ἀληθῶς δὲ οὖσαν· πάλιν γὰρ ἐπʼ αὐτὸ τὸ πρόσωπον γίγνονται τῶν ἀκτίνων αἱ ἀνακλάσεις, ὡς ἂν φαῖεν οἱ μηδὲν ἀπὸ τῶν ἐνορώντων εἴδωλον ἐκπίπτειν νομίζοντες. Δῆλον δήπουθεν ὅτι καὶ τοῦτο τῆς τῶν εἰδῶν ἐστι μεθέξεως ἀλλότριον, ἐπεὶ καὶ εἰ ἔστιν, εἴδωλόν ἐστιν· ἐν τῷ ἐνόπτρῳ ἀπόρροιαι γίγνονται τοῦ προσώπου τινὲς εἰς τὸ ἔνοπτρον, ὃ δὴ τοῖς εἴδεσιν οὐ προσήκει· οὐδὲν γὰρ ἀπομερίζεται ἀπʼ ἐκείνων εἰς τὰ τῇδε, οὐδὲ ἀπορρεῖ, ἀσωμάτων ὄντων καὶ ἀμερίστων. Τὸ δεύτερον τοίνυν ὁ τῆς σφραγῖδος τύπος Στωικῶν ὑποθέσεσι προσήκει ταῖς σωματικῶς λεγούσαις τὰ ποιοῦντα ποιεῖν καὶ τὰ πάσχοντα πάσχειν· ὠθισμοῦ γὰρ δεδέηται καὶ ἀντιτυπίας καὶ ἐπερείσεως καὶ οὐκ ἄλλως γέγονεν· ἔδει γὰρ καὶ τὸ ποιοῦν ὦσαι καὶ τὸ πάσχον ἀντιτυπῆσαι, καὶ οὕτως ἐναποτεθῆναι τὸν τῆς σφραγῖδος τύπον. Ἔπειτα ἔξωθεν καὶ ποιεῖ τὸ ποιοῦν καὶ πάσχει τὸ πάσχον, τὸ δὲ εἶδος διʼ ὅλου χωρεῖ τοῦ ὑποκειμένου, καὶ ἔνδοθεν εἰς αὐτὸ δρᾷ· καὶ γὰρ ἡ φύσις ἔνδοθεν μορφοῖ τὸ σῶμα καὶ οὐκ ἔξωθεν ὥσπερ ἡ τέχνη, καὶ ἐπὶ πᾶσιν αὐτὸ τὸ μετεχόμενον πελάζει τῷ μετέχοντι. Δεῖ δὲ τὰ εἴδη πάντων ἐξῃρῆσθαι καὶ μηδενὶ συμμίγνυσθαι τῶν ἄλλων· εἰ δὲ καὶ εἰσδέχοιτό τι ἀπὸ τοῦ κηροῦ ἡ σφραγὶς, πολλοῦ ἂν δέοι προσεοικέναι τοῖς εἴδεσιν, ὧν ἄχραντος ἡ οὐσία καὶ ἄδεκτος τοῦ ἀλλοτρίου παντός. Τὸ τρίτον τοίνυν τὴν ἀπὸ τῶν εἰκόνων ἀναλογίαν ἐπιπολῆς μὲν δήπου καὶ ταύτην ὁρῶμεν ποιοῦσαν τῶν εἰδῶν ὅλα τὰ ὑποκείμενα μορφούντων καὶ ἔνδοθεν, πρὸ δὲ αὖ τούτων διῃρημένον ἔχουσαν τό τε παράδειγμα καὶ τὸ ποιοῦν· οὔτε γὰρ τὸ παραδειγματικὸν γεννᾷ τὸ ἑαυτῷ ὅμοιον, οὔτε τὸ ποιητικὸν ἑαυτῷ ἀπεικάζει τὸ γιγνόμενον, τὰ δὲ θεῖα εἴδη παραδείγματά ἐστιν ὁμοῦ καὶ δημιουργικὰ τῶν ὁμοιωμάτων· οὐ γὰρ τοῖς κηροπλαστικοῖς ἔοικε τύποις, ἀλλʼ ἔχει δραστήριον τὴν οὐσίαν καὶ ἀφομοιωτικὴν πρὸς αὐτὰ τῶν δευτέρων δύναμιν. Ταῦτʼ οὖν, ὅπερ εἴπομεν, ἅπαντα, τὰς ἐμφάσεις, τὰς σφραγῖδας, τὰς εἰκόνας, λεκτέον μὲν τὴν πρώτην εἰς τὴν τῶν ἀτελεστέρων βοήθειαν, ἵνα σημήνωμεν διὰ πάντων ὅπως διʼ ὁμοιότητος ὑφέστηκε τὰ εἰδοποιούμενα τῆς πρὸς τὰς ἰδέας — εἷς γάρ ἐστι τρόπος διὰ πάντων, ὁ διʼ ὁμοιώσεως ἀναφαινόμενος· ἰστέον γὰρ ὡς οὐδὲν ἐχούσας ἐπιστημονικὸν, οὐδὲ ἱκανῶς πάσας καταδραττομένας τῆς ἀληθινῆς μετουσίας τῶν θείων εἰδῶν. Ἔοικε δὲ καὶ ὁ Πλάτων διὰ ταῦτα ποτὲ μὲν εἰκόνας τὰ εἴδη λέγειν καὶ ζωγραφήμασιν εἰκάζειν, ποτὲ δὲ ἐκτυπώμασι, ποτὲ δὲ εἰδώλοις, ἐν Τιμαίῳ λέγων ὅτι τῷ δωδεκαέδρῳ διεζωγράφει τὸ πᾶν ὁ θεὸς, καὶ ὅτι ἐκτυποῦται ὑπὸ τῶν εἰδῶν τὸ πανδεχὲς, ἐν Σοφιστῇ δὲ ὅτι τὸ οὐκ ὄντως οὐκ ὂν εἴδωλόν ἐστιν, ὡς μηδενὸς τῶν τρόπων τούτων δυναμένου καθʼ ἑαυτὸν περιλαβεῖν τὸν τῆς μεθέξεως τρόπον, ἀλλʼ οὐδὲ ἄλλο τι παριστάντος αὐτοῖς. Ἴσως δὲ εἰ τὸν κυριώτατον τρόπον εὕροιμεν τῆς μετοχῆς, κατίδοιμεν ἂν καὶ ὅπη τῆς ἀληθείας ἕκαστον τούτων ἐφάπτεται, τῆς ὅλης ἀποτυγχάνον ἰδιότητος.

`843–846`

Δεῖ τοίνυν πρὸς τὴν μετοχὴν ταύτην αἰτιᾶσθαι μὲν τὴν αὐτῶν τῶν πρωτουργῶν καὶ θείων εἰδῶν δραστήριον δύναμιν, αἰτιᾶσθαι δὲ καὶ τὴν τῶν μορφουμένων κατʼ ἐκεῖνα καὶ μετεχόντων ἐκεῖθεν εἰδοποιίας ὄρεξιν· οὔτε γὰρ τὸ ποιητικὸν καὶ δραστήριον τῶν εἰδῶν ἱκανὸν μόνον ἀπεργάσασθαι τὴν μέθεξιν· πανταχοῦ γοῦν αὐτῶν ὄντων ὁμοίως οὐ πάντα μετείληφεν ὁμοίως· οὔτε τὸ ὀρεκτικὸν τῶν μεθεξόντων χωρὶς τῆς ἐκείνων ποιήσεως· ἀτελὴς γὰρ ἡ ὄρεξίς ἐστι καθʼ ἑαυτὴν, τὰ δὲ τέλεια καὶ γόνιμα τῆς εἰδοποιίας ἡγεῖται. Τοῖς μὲν οὖν τὸν νοῦν τελικὸν αἴτιον ποιοῦσιν, ἀλλʼ οὐχὶ καὶ δημιουργικὸν, ἐξ ἡμισείας ὑπάρχει τὸ ἀληθές· τὴν γὰρ ὄρεξιν ἀποδόντες τοῖς αἰσθητοῖς, ἀνεῖλον ἀπὸ τοῦ θείου τὴν τῆς ποιήσεως δύναμιν ηὐτοματισμένην ποιοῦντες τὴν τούτων ὑπόστασιν· πόθεν γὰρ τούτοις ἡ ὄρεξις, ἢ ὅθεν καὶ ἡ ὕπαρξις καὶ τὸ εἶναι αὐτῶν; πῶς δʼ ἂν καὶ ὀρέγοιντο τοῦ ἀγόνου, καὶ μηδὲν εἰς αὐτὰ μήτε δυναμένου διδόναι μήτε διδόντος; Τοῖς δὲ ἐκεῖνο μὲν γόνιμον ποιοῦσι, ταῦτα δὲ μὴ ὀρεγόμενα ἐκείνου, πάλιν ἄλλως ἀτελὴς καὶ ἄτοπος ὁ λόγος· πρῶτον μὲν γὰρ πᾶν τὸ ποιοῦν εἰς τὸ παθεῖν πεφυκὸς ὑπʼ αὐτοῦ ποιεῖ καὶ εἰς τὸ δυνάμενον αὐτοῦ καταδέξασθαι τὴν ἐνέργειαν, ὥστε καὶ ὁ δημιουργός τι τοιοῦτον ποιήσει, τὸ δὲ ἐπιτήδειον εἰς ὅ τί ποτε διὰ τῆς ἐπιτηδειότητος αὐτῆς ἑαυτὸ προσάγει τῷ ποιῆσαι δυναμένῳ, τοῦτο δὲ διʼ ἐφέσεως· ἡ γὰρ προσέλευσις ὄρεξιν ἔχει τοῦ ᾧ πρόεισιν αἰτίαν· ἔπειτα καὶ πάντα ἂν ὡσαύτως εἶχεν, εἰ κατὰ μόνην ἕκαστον ἐγίγνετο τὴν θείαν ποίησιν· ἐκείνης γὰρ ὡσαύτως ἑστώσης καὶ πᾶσι παρούσης, εἰ μὴ παρὰ τὴν τούτων ἐπιτηδειότητα γίγνοιτο τὸ διάφορον, πόθεν αὐτοῖς ἡ ἐξαλλαγὴ καὶ τὸ τὰ μὲν ὡσαύτως ἀεὶ μετέχειν, τὰ δὲ ἄλλοτε ἄλλως; Ἀνάγκη γὰρ τοῖς μὲν τὸ ὑποκείμενον ἀεὶ τοιοῦτον ὑπάρχειν, οἷον κατέχειν τὸ εἶδος καὶ ἀεὶ δέχεσθαι τὴν ἐκεῖθεν δημιουργίαν, τοῖς δὲ ἄλλοις ποτὲ μὲν ἐπιτήδειον πρὸς τὴν τῶν εἰδῶν μέθεξιν, ποτὲ δὲ πρὸς τὴν τῶν ἀντικειμένων· δυνάμει γὰρ πᾶν τὸ ὂν, ἐνεργείᾳ δὲ οὐδὲν, καὶ τῆς τοῦ μᾶλλον καὶ ἧττον ἀναπεπλησμένον ἀοριστίας, ἄλλοτε ἀλλοίους ὑποδέχεται λόγους, πάντων μὲν ἀπολαύειν ἐφιέμενον, οὐ πάντων δὲ ἅμα μετέχειν δυνάμενον. Τῆς δʼ οὖν εἰδοποιίας οὐ μόνον τὸ γόνιμον ἡμῖν τῆς τοῦ νοῦ δημιουργίας αἰτιατέον, ἀλλὰ καὶ αὐτὴν τὴν τούτων ὄρεξιν καὶ τὴν ἐπιτηδειότητα τὴν διάφορον, δρᾷν δὲ ἐκείνην καὶ δέχεσθαι τὴν ὑποκειμένην φύσιν, οὐκ ὤσεσι χρωμένην, ἀσώματος γάρ ἐστιν, οὐδὲ ἀορίστοις ὁρμαῖς ὡς ἡμεῖς, ἀπαθὴς γάρ ἐστιν, οὐδὲ βολαῖς τισι, τελεία γάρ ἐστιν, ἀλλʼ αὐτῷ τῷ εἶναι. Διὸ καὶ τὸ γιγνόμενον εἰκών ἐστι τοῦ ποιοῦντος συνδρόμου, τῆς νοήσεως ἐκεῖ πρὸς τὴν οὐσίαν ὑπαρχούσης· διὸ καὶ ὡς νοεῖ, ποιεῖ, καὶ ὡς ποιεῖ, νοεῖ, καὶ ἀεὶ ἑκάτερον· διὸ καὶ τὸ γιγνόμενον ἀεὶ γίγνεται παρʼ αὐτῆς· ὁμοῦ γὰρ τῷ ποιοῦντι πανταχοῦ τὸ γιγνόμενον· ὅθεν καὶ ἐν τοῖς κατὰ χρόνον ὑφισταμένοις ἐν τῷ ἐξαίφνης παραγίγνεται τὸ εἶδος τῶν πρὸ τῆς παρουσίας αὐτοῦ ποιήσεων τὰ ἐμπόδια μόνον τῆς παρουσίας ἐξαιρουσῶν· καὶ γὰρ ἡ μὲν ἐξαίρεσις κατὰ τὸ νῦν, μιμουμένη τὴν ἀθρόαν καὶ αἰώνιον τῶν πάντων γένεσιν διὰ τὴν ἐπιτηδειότητα τῆς ὑποδοχῆς. Πόθεν δὴ οὖν αὕτη καὶ πῶς ἐγγενομένη; τοῦτο γὰρ ἑξῆς ἐπισκεπτέον. Ἢ ἀπὸ τῆς πατρικῆς αἰτίας καὶ ποιητικῆς φήσομεν· πᾶσαν γὰρ τὴν ὑποκειμένην τῷ δημιουργῷ φύσιν, ἵνα τοῖς τὰ θεῖα σοφοῖς ἐπαναπαύσωμεν τὸν λόγον, παρήγαγε μὲν ὁ πατὴρ ὁ νοητὸς, ὅστις ποτὲ οὗτός ἐστιν, ἐμφάσεις δὲ εἰς αὐτὴν κατέπεμψεν ἄλλος πατὴρ ἅμα καὶ ποιητὴς, ὁλικῶς δὲ ἐκόσμησεν ὁ ποιητὴς ἔμπαλιν καὶ πατὴρ, συνεπλήρωσε δὲ διὰ τῆς μεριστῆς δημιουργίας ὁ ποιητὴς μόνον. Καὶ διὰ ταύτας τὰς τέτταρας αἰτίας, ἄλλη μὲν ἡ πρὸ πάσης εἰδοποιίας ὕλη πανδεχές τι οὖσα καὶ ἄμορφον εἶδος, κατὰ τὸν Τίμαιον, ἄλλο δὲ τὸ δεξάμενον τὰ ἴχνη τῶν εἰδῶν καὶ πλημμελὲς καὶ ἄτακτον, ἄλλος δὲ ὁ ὅλος κόσμος καὶ ἐξ ὅλων ὑποστὰς πρὸς τὸ παντελὲς παράδειγμα καὶ μονογενὲς, ἄλλος δὲ ὁ ἐκ πάντων συμπεπληρωμένος τῶν ἐν αὐτῷ ζώων καὶ πάντα τε καὶ θνητὰ τῶν διαφόρων ὑποστησάντων ταῦτα πρὸ τοῦ κόσμου παντὸς αἰτίων. Ἀλλὰ τίνα μὲν τὰ αἴτια ταῦτα, θεολόγων διδάσκουσι παῖδες, καὶ διὰ ταῦτα ἄρα οὐ δεῖ σε θαυμάζειν πόθεν αἱ διάφοροι ἐπιτηδειότητες· τὰ γὰρ ἐνταῦθα δοκοῦντα εἶναι διατελέστερα τῶν ἀρχικωτέρων ἐστὶ δυνάμεων ἐν ἐκείνοις ἀποτελέσματα διὰ τὴν ἐκείνων ἀπερίγραφον περιουσίαν ἄχρι καὶ τῶν τελευταίων προϊέναι δυναμένων, καὶ τῷ ἀορίστῳ τῆς ἑαυτῶν φύσεως μιμεῖται τὴν ἐκείνων ἄρρητον ὕπαρξιν. Ἐκείνων δʼ οὖν ἔχει τὰς ἐμφάσεις τὸ ὑποκείμενον, τό τε ἓν λέγω καὶ τὰς πολλὰς καὶ διαφόρους ἐπιτηδειότητας, ἀφʼ ὧν εἰς ἔφεσιν καθιστάμενα τῶν εἰδῶν καὶ τὸ τῆς ὑποπληρώσεως τῶν δημιουργικῶν λόγων καὶ τῆς τοιαύτης συμπλοκῆς τὸν ἐμφανῆ κόσμον ὑπεδέξατο καὶ τῆς ὅλης μετέσχε ποιήσεως. Εἰ δέ γε πάλιν ἐπιποθοῖμεν ἰδεῖν τὸ συναγωγὸν τῆς τε δημιουργικῆς δυνάμεως καὶ τῆς τῶν δεχομένων ἐπιτηδειότητος, τὸ ἀγαθὸν εὑρήσομεν αὐτὸ πάσης τῆς ἑνώσεως αἴτιον ὄν· καὶ γὰρ τὰ δεχόμενα διʼ ὄρεξιν τοῦ ἀγαθοῦ πρόεισι τοῖς κοσμικοῖς αἰτίοις, καὶ τὰ δημιουργικὰ εἴδη διὰ τὸ ἀγαθὸν ποιεῖται τὴν εἰς τὰ δεύτερα πρόοδον, μιμούμενα τὴν τῶν ἀγαθῶν πάντων πηγὴν, ἣ πάσας ὑπέστησε τὰς θείας διατάξεις διὰ τὴν ἑαυτῆς ἀγαθότητα, εἰ θέμις εἰπεῖν. Ἔχομεν οὖν τριπλῶς ταύτας τὰς αἰτίας τῆς μετοχῆς, τῶν εἰδῶν τὴν ἀγαθότητα τὴν μίαν, τὴν δημιουργικὴν τῶν εἰδῶν δύναμιν, τὴν τῶν δεχομένων τὰς ἐκεῖθεν ἐλλάμψεις ἐπιτηδειότητα. Κατὰ δὴ ταύτας τὰς αἰτίας τῆς μετοχῆς γιγνομένης, ὁρᾷς ὅπως καὶ τῇ ἐμφάσει καὶ τῇ ἀνακλάσει προσεικάζειν αὐτὴν δυνατόν· καὶ γὰρ ἡ ἐπιτηδειότης καὶ ἡ ὄρεξις τούτοις ἄνωθεν αἰτία γιγνομένη τῆς πρὸς ἐκεῖνα πάλιν αὐτοῖς ἐπιστροφῆς· καὶ τῇ σφραγῖδι μέντοι τρόπον ἕτερον· ἡ γὰρ δραστήριος τῶν αἰτιῶν δύναμις ἴχνη τῶν εἰδῶν ἐνδίδωσι τούτοις καὶ τύπους φαινομένους ἀπὸ τῶν ἀφανῶν· καὶ τρίτον αὐταῖς εἰκόσιν· ἔφαμεν γὰρ καὶ τὴν δημιουργικὴν αἰτίαν ἀμφοτέρων εἶναι συμπλεκτικήν· τοιοῦτον δέ τι καὶ ὁ τὴν εἰκόνα ποιῶν δρᾷ, συνάγει πως τό τε ὑποκείμενον καὶ τὸ παράδειγμα· τοῦτο γὰρ ἐνεργὸν ποιήσας ἀποτίθεται τὸν ἐκείνῳ προσόμοιον τύπον, ὥστε καὶ ταῦτα ἐφάπτεταί πη τῆς ἀληθείας. Εἰ δὲ ἀδυνατεῖ τὸ ὅλον πρᾶγμα περιλαβεῖν ἕκαστον, οὐ θαυμαστόν· ταῦτα γὰρ πάντα μεριστὰ καὶ αἰσθητὰ, τούτοις δὲ ἀπερίληπτος ἡ τῶν ἀφανῶν καὶ θείων αἰτιῶν ἰδιότης, ἀλλʼ ἀγαπητὸν εἰ καὶ λόγῳ δυναίμεθα δηλοῦν αὐτήν. Ἐπειδὴ δὲ, ὡς ὑπομέμνησται πολλάκις, ἀεὶ τὰ δεύτερα τῶν πρὸ αὑτῶν ἐξήρτηται, δῆλον ὡς τὰ μὲν οὐράνια τῶν θείων εἰδῶν ἐξάψομεν κἀκεῖθεν ὑποδέχεσθαι τὴν σύμπασαν εἰδοποιίαν φήσομεν, τὰ δὲ θνητὰ καὶ ἐκ τῶν οὐρανίων πολλὴν καταδέχεσθαι ποικιλίαν ἐν ταῖς γενέσεσι, καὶ οὕτω τὸν ὅλον κόσμον ἀπὸ τῶν ὅλων εἰδῶν τὴν φαινομένην πᾶσαν τάξιν εἰληχέναι καὶ τὸ ἓν εἶδος τὸ τῶν ἐν αὐτῷ πάντων συνεκτικόν.

`847–848`

Ταῦτα μὲν οὖν περὶ τούτων. Εἰωθότων δὲ θρυλλεῖν τρόπους τινὰς μετοχῶν τρεῖς, τύπωσιν, ἔμφασιν, ὁμοίωσιν — μετέχει μὲν γὰρ ὁ κηρὸς τῆς τυπουμένης μορφῆς ὑπὸ τῆς σφραγῖδος, δέχεται δὲ τὸ ὕδωρ τὰς τῶν ὁρωμένων ἐμφάσεις εἴδωλα, τάδε δοκοῦντα μὲν εἶναι, ὄντα δὲ οὐδαμῶς· καὶ τρίτον ὁμοιοῦται τῷ Σωκράτει πλαττόμενος ὁ κηρὸς ἢ γραφόμενος ὁ πίναξ —, καὶ τούτων ὅπως διενηνόχασιν ἀλλήλων προδήλων ὄντων, ἤδη μέν τις τῶν πάνυ γενναίων κατὰ πάντας τοὺς τρόπους ἔφατο γίγνεσθαι τὴν μετοχήν· καὶ γὰρ τυπωτικῶς μετέχειν τὰ αἰσθητὰ τῶν εἰδῶν, ἀλλὰ τῶν φυσικῶν· οὗτοι γὰρ οἱ λόγοι δύνουσί πως ὡς σφραγῖδες κατʼ αὐτῶν· καὶ ἐμφάσεις δέχονται εἰδητικῶς, ἀλλʼ ἀπὸ τῶν ψυχικῶν εἰδῶν· ὅθεν καὶ οἷον εἴδωλα γίγνεται ψυχῶν ζωοποιούμενα παρʼ αὐτῶν τρανεστέραις ζωαῖς, καὶ ὡς εἰκόνες ὁμοιοῦνται τοῖς εἴδεσι τοῖς νοεροῖς, ὡς καὶ ὁ Τίμαιός φησιν εἰκόνα τοῦ νοητοῦ ζώου τὸ αἰσθητόν· διʼ ἃ δὴ, φησὶν, εἰκόνες μὲν ταῦτα τῶν νοερῶν εἰδῶν, ἔνοπτρα δὲ τῶν ψυχικῶν, τυπώματα δὲ τῶν φυσικῶν. Ἐμοὶ δὲ ἀστεῖα μὲν εἶναι καὶ ταῦτα δοκεῖ, καὶ μάλιστα ὅτι πολλαχοῦ τὰ τρία ταῦτα συμπλεκόμενα θεωρεῖν ἔξεστιν· αὐτίκα τοῦ σπουδαίου καὶ σώφρονος ἀνδρὸς τὸ σῶμα φαίνεται δήπου καὶ αὐτὸ καλὸν καὶ ἐράσμιον, μεταλαμβάνον μὲν τοῦ φυσικοῦ κάλλους προσεχῶς καὶ ὑπʼ αὐτοῦ τυπούμενον εἰς τὸν ὄγκον τὸν σωματικὸν, ἐμφάσεις δὲ ἀπὸ τοῦ ψυχικοῦ κάλλους δεχόμενον, ὡς ἴχνος ἐκείνου φέρον ἔσχατον διὰ μέσης τῆς ψυχῆς πρὸς αὐτὸ τὸ καλόν· διὸ καὶ ἀπὸ τῆς ἐμφάσεως ταύτης τὸ εἶδος τῆς ζωῆς δηλοῦται σωφρονικὸν ἢ ἀνδρικὸν ὂν καὶ σεμνὸν ἤ τι τοιοῦτον ὁμοιούμενον. Καὶ τὸ ἄγαλμα μὲν τὸ ἔμψυχον μετέλαβε μὲν τυπικῶς, εἰ τύχοι, καὶ τῆς τέχνης τοιῶσδε μεμορφωμένον τορνευούσης αὐτὸ καὶ ξεούσης καὶ ἐκτυπούσης, ἐμφάσεις δὲ ἔσχε ζωτικὰς ἀπὸ τοῦ παντὸς διʼ ἃς καὶ ψυχοῦσθαι λέγεται, ὡμοίωται δὲ ὅλον πρὸς τὸν θεὸν οὗ ἐστιν ἄγαλμα· τὰ γὰρ σύμβολα, διʼ ὧν ὁ τελεστὴς ᾤκισεν αὐτὸ πρὸς τήνδε τὴν τάξιν ὅμοιον, πρὸς ἐκείνην ἀπεργάζεται τεταγμένος ἀνάλογον τῷ δημιουργοῦντι τὴν εἰκόνα πρὸς τὸ παράδειγμα τὸ οἰκεῖον. Κάλλιον δὲ ἴσως καὶ θεολογικώτερον μὴ διῃρημένως οὕτω λέγειν, ἀλλὰ τῶν νοερῶν εἰδῶν καὶ μετέχειν ὡς παρόντων φάναι τὰ αἰσθητὰ, καὶ ἐμφάσεις δέχεσθαι, καὶ ὡς εἰκόνας ὁμοιοῦσθαι πρὸς αὐτά. Καὶ γὰρ ὁ Πλάτων ἐν αὐτοῖς τούτοις τὰ τῇδε μεταλαμβάνειν ἁπλῶς ἔφατο τῶν εἰδῶν ὡς ἂν τῶν πρώτων εἰδῶν κατὰ πάντας τοὺς τρόπους μετεχομένων ὑπὸ τῶν αἰσθητῶν. Τρεῖς εἰσι μεταξὺ τάξεις θεῶν, ἡ τῶν ἐγκοσμίων, ἡ τῶν ἀπολύτων, ἡ τῶν ἡγεμονικῶν· διὰ μὲν τὴν τῶν ἐγκοσμίων θεῶν τάξιν τυπικῶς μεταλαμβάνειν τὰ τῇδε τῶν εἰδῶν· οὗτοι γάρ εἰσιν οἱ προσεχῶς αὐτοῖς ἐπιστατοῦντες· διὰ δὲ τὴν τῶν ἀπολύτων ἐμφάσεις δέχεσθαι· καὶ γὰρ οὗτοι πῶς μὲν ἐφάπτονται αὐτῶν, πῶς δὲ οὒ, καὶ ταῖς ἐξῃρημέναις ἑαυτῶν δυνάμεσιν εἴδωλα τῶν πρώτων παρέχονται ταῖς αἰσθητοῖς· διὰ δὲ τὴν τῶν ἀφομοιωτικῶν — οὗτοι γάρ εἰσιν οὓς ἡγεμονικοὺς κεκλήκαμεν — ὁμοιοῦσθαι τὰ αἰσθητὰ τοῖς νοεροῖς. Διὰ δὲ τὴν μίαν ἄρα δημιουργικὴν πηγὴν καὶ αἰτίαν καὶ ἡ τύπωσις καὶ ἡ ἔμφασις καὶ ἡ ὁμοίωσις γίγνεται καὶ διὰ τὴν ἀγαθότητα αὐτῆς τὴν τελεσιουργὸν τῶν ὅλων.

`849`

Τοσαῦτα καὶ περὶ τούτων εἰρήσθω μοι συντόμως· ἐπὶ δὲ τὴν λέξιν μετὰ ταῦτα χωρητέον καὶ πειρατέον ἕκαστα προβιβάζειν εἰρημένοις. Ἐξ ἀρχῆς οὖν οὕτω λεκτέον· τὸ μὲν δοκεῖ σοι προκαλεῖται τὸ δόγμα τὸ Σωκρατικὸν καὶ ἀνεγείρει πρὸς τὴν ἐπίβλεψιν αὐτὸν τὴν ἑαυτοῦ· συνεχέστερον γὰρ ἀτενίζων εἰς ταύτην τὴν περὶ τῶν ἰδεῶν ὑπόθεσιν τελεωτέραν αὐτῆς ἐποιήσατο τὴν ἀντίληψιν. Τὸ δὲ ὡς φῂς κατὰ κοινὴν ὁμολογίαν προάγοντός ἐστι τὸν λόγον· οὐ γὰρ τοῦτο πρόκειται νῦν ἐκεῖνον ἐκ τῶν αὑτοῦ θεωρημάτων καταβάλλειν, ἀλλὰ ταῖς κοιναῖς ἀρχαῖς τὰς ἀκολούθους ἀποδείξεις ἀνευρεῖν· μαιεία γάρ ἐστι καὶ οὐκ ἔλεγχος, ὡς ἤδη πολλάκις ὑπεμνήσαμεν. Τὸ δὲ εἴδη εἶναι ἄττα αὐτοῖς προείρηται, ὥς τινων τὰ εἴδη καὶ οὐ πάντων, οὐδὲ ὅσων αἴτιον τὸ ἕν· οὐδὲ γὰρ τοσούτων τὸ ὂν ὅσων τὸ ἕν. Τὸ δὲ ὧν τάδε τὰ ἄλλα, καὶ διὰ τοῦ τάδε τό τε αἰσθητὸν καὶ μερικὸν αὐτῶν ἐδήλωσε, καὶ διὰ τοῦ τὰ ἄλλα τὸ διῃρημένον. Πόρρω γὰρ ὄντα τῶν οἰκείων ἀρχῶν ἀπὸ μὲν τῆς ἐκείνων ὁλότητος εἰς μερικὸν κατέληξεν, ἀπὸ δὲ τῆς ἑνώσεως αὐτῶν εἰς πᾶν προελήλυθε σκεδασμοῦ καὶ ἑτερότητος· ἐνταῦθα γὰρ τὸ Ἐμπεδόκλειον νεῖκος καὶ ὁ γιγαντικὸς πόλεμος, ἐκεῖ δὲ ἡ φιλία καὶ ἡ ἕνωσις καὶ ἡ ἑνοποιὸς τῶν ὅλων θεός.

`850–853`

Καὶ μὴν καὶ τὸ τὰς ἐπωνυμίας τῶν εἰδῶν ἐκείνων ὥσπερ καὶ τὴν οὐσίαν μεταδίδοσθαι τοῖς τῇδε πάνυ δαιμονίως εἴρηται καὶ τῶν Πλατωνικῶν ἀρχῶν ἐπαξίως. Ὅσοις μὲν γὰρ ἔδοξε θέσει τὰ ὀνόματα μόνον εἶναι, οὗτοι καὶ τῆς θέσεως τοὺς πολλοὺς κυρίους ἐποίησαν, καὶ ἀπὸ τῶν αἰσθητῶν ἔχειν τὴν ἀρχὴν τὰ ὀνόματά φασι· ταῦτα γὰρ ὑπόπτωτα τοῖς πολλοῖς ὄντα πρῶτα τετευχέναι τῶν οἰκείων ὀνομάτων, ἀπὸ δὲ τούτων κατά τινας ἀναλογίας τοὺς ἐμφρονεστέρους ὀνόματα καὶ αὐτοὺς θέσθαι ταῖς ἐμφανέσιν οὐσίαις· εἰ οὖν καὶ ὁ θεὸς λέγοιτο ζῶον ἀΐδιον παρʼ αὐτοῖς, καὶ τοῦτό ἐστι τὸ αἰσθητὸν, τοῦτο μὲν πρώτως ἕξει τὴν τοιαύτην προσηγορίαν, ἐκεῖνο δὲ δευτέρως, καὶ κατὰ ἀναλογίαν ἡμῶν τὴν ἐπωνυμίαν μεταφερόντων, οὐδὲν διαφέρον εἴτε ζῶον τοῦτο καλοίη τις, εἴτε καὶ ἄλλο ὁτιοῦν αὐτῷ θείη τὸ ὄνομα· προσαρμόττειν ἄλλα ἄλλοις λέγουσι πράγμασι, καὶ ἕκαστον εἰκόνα τινὰ φέρειν τοῦ πράγματος ἐφʼ ᾧ κεῖται, καὶ τάς τε τῶν στοιχείων δυνάμεις καὶ τὴν σύνθεσιν αὐτῶν τὴν τοιάνδε καὶ τὸν ἀριθμὸν ἄγαλμα ἐδέδοκτο ποιεῖν ἕκαστον τοῦ τυγχάνοντος· εἶναι γὰρ τὸ πρᾶγμα τυγχάνον. Οὗτοι δήπου καὶ τοῖς ἔμφροσιν ἀναθήσουσι τὴν τῶν ὀνομάτων εὕρεσιν, ὥς φησιν ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης ὑπὸ τῷ διαλεκτικῷ τὰ ὀνόματα τιθέμενος, καὶ ἕκαστον πρώτως μὲν ἐπὶ τῶν ἀΰλων εἰδῶν κεῖσθαι, δευτέρως δὲ ἐπὶ τῶν αἰσθητῶν· ἐπειδὴ γὰρ ἔμφρονες ὑπόκεινται καὶ διαλεκτικῆς ἀπολαύσαντες, δῆλον ὅτι γιγνώσκουσι τὰ ἄυλα εἴδη καὶ ἀκριβῶς ὄντα ἅ ἐστι πρὸ τῶν ἐνύλων καὶ φαινομένων, καὶ ὅτι μᾶλλον ἐκεῖνα καὶ ὀνομάζειν καὶ γιγνώσκειν ἢ ταῦτα δυνατόν. Τὸ γοῦν ἐνταῦθα λεγόμενον ἴσον ἀναπέπλησται τοῦ ἐναντίου· καθαρῶς οὖν ἴσον οὐκ ὂν πῶς ἂν ἔχοι κυρίως τὴν τοῦ ἴσου προσηγορίαν, ὅμοιον ὡς εἴ τις τὸ πυροειδὲς ἐκάλει πῦρ μὴ σῶζον τὴν ἰδιότητα τοῦ πυρός; Ἀλλὰ καὶ ἄνθρωπος ἂν λέγῃς, οὐδὲ τοῦτο περὶ τοῦ αἰσθητοῦ κυρίως· ἐρεῖς γὰρ, φαινόμενος ἄνθρωπος πολλαχῆ καὶ οὐκ ἄνθρωπός ἐστι. Τὰ γοῦν μόρια τὰ ἐν αὐτῷ ἐξ ὧν ἐστιν οὐκ εἰσὶν ἄνθρωποι· μοναχῶς οὖν ἄνθρωπος ὢν πολλαχῶς οὐκ ἄνθρωπός ἐστιν· ὁ δὲ αὐτοάνθρωπος οὐ πῆ μὴν ἄνθρωπός ἐστι, πῆ δὲ οὒ, ἀλλʼ ὅλος διʼ ὅλου τοιοῦτος, καὶ ὅ τι ἂν αὐτοῦ λάβοις ἄνθρωπός ἐστιν, ὥσπερ δὴ καὶ τὸ τοῦ καλοῦ πᾶν μέρος καλὸν, καὶ τὸ τῆς κινήσεως κίνησις. Ὅλως γὰρ οὐδὲν τῶν εἰδῶν ἐκ τῶν ἀντικειμένων αὐτοῖς ὑφέστηκεν· οὔτε γὰρ ἐξ ἀνοήτων ὁ νοῦς, οὔτε ἐκ μὴ ζώντων ἡ ζωὴ, οὔτε ἐκ μὴ κινήσεων ἡ κίνησις, οὔτε καλὸν ἐκ μὴ καλῶν, ὥστε οὐδὲ ἄνθρωπος ἐκ μὴ ἀνθρώπων, οὐδὲ ἄλλο οὐδὲν ἐκ μὴ τοιούτων οἷον αὐτό ἐστιν· ἦν γὰρ ἂν σύνθετον καὶ ἐπεισοδιῶδες ἔχον τὸ ἰδίωμα γεγονὸς ἐκ μὴ τοιούτων, οἷον αὐτὸ λέγεταί τε καί ἐστιν. Ὁρᾷς οὖν ὅτι καὶ τὸ ἄνθρωπος ἐπὶ μὲν τοῦ νοεροῦ εἴδους λέγεται κυρίως, ἐπὶ δὲ τοῦ αἰσθητοῦ οὐ κυρίως οὐδὲ πάντη ἀληθῶς. Τὰ ἄρα ὀνόματα, εἴπερ ἐστὶν ἀγάλματα τῶν πραγμάτων λογικὰ, τῶν ἀΰλων ἐστὶν εἰδῶν πρώτως, δευτέρως δὲ τῶν αἰσθητῶν· ἐκεῖθεν ἄρα καὶ τὴν οὐσίαν ἔχει καὶ τὴν ἐπωνυμίαν τὰ τῇδε, καθάπερ ἐν ἄλλοις τέ φησι καὶ ἐν τούτοις ὁ Πλάτων, ἅμα καὶ διὰ τὰς ἐπωνυμίας ἐνδειξάμενος ὅτι ἄρα καὶ τὸ ὄνομα τούτοις ἐπίθετόν ἐστιν ὥσπερ καὶ τὸ εἶναι ἐπισκεύαστον, οἷον εἴ τις πρᾶγμα οὐ σεμνὸν ἐπιχειρεῖ σεμνῶς ὀνομάζειν, οὐ τὸ αὐτὸ δηλούσης αὐτῷ τῆς ἐπωνυμίας ἐπὶ τοῦ μὴ σεμνοῦ· καὶ γὰρ ἐνταῦθα τὸ ἄνθρωπος, τὸ ὄνομα λέγω, ἄλλως μὲν ἄγαλμα τοῦ θείου λέγοις ἂν εἴδους, ἄλλως δὲ τοῦ αἰσθητοῦ. Καίτοι πολλοῖς τισιν ἔδοξεν ὁ Πλάτων τοῖς μὲν συνωνύμως, τοῖς δὲ ὁμωνύμως τὰ αὐτὰ κατηγορεῖν τῶν τε νοητῶν καὶ αἰσθητῶν· ἐμοὶ δὲ δοκεῖ τρόπον ἕτερον ὁμωνύμως λέγειν καὶ οὐχ ὃν ἐκεῖνοι προειλήφασιν· οὐ γὰρ οὕτως ὁμώνυμον τὸ ἄνθρωπος, ὡς ὄνομα ψιλὸν κατὰ δυοῖν πραγμάτοιν κείμενον, ἀλλʼ ὡς ἀφομοιούμενον πρώτως μὲν ἐκείνῳ, δευτέρως δὲ τούτῳ, διὸ καὶ οὐ ταὐτόν ἐστιν ὁ ἄνθρωπος ὅταν ἐπὶ τοῦ νοητοῦ λέγωμεν καὶ ὅταν ἐπὶ τοῦ ἐνύλου· τὸ μὲν γὰρ θείου πράγματός ἐστιν εἰκὼν, τὸ δὲ αἰσθητοῦ. Ἀλλʼ οἷον εἴ τις αὐτὴν τὴν Ἀθηνᾶν ἰδὼν τοιαύτην, οἵαν Ὅμηρός φησι,

  
Πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει,  
  
Ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·  

  
Ἡ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο  
  
Τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα·  
εἰ δʼ οὖν τις ταύτης τυχὼν τῆς θέας ἐθέλοι γράψαι τῆς Ἀθηνᾶς ἧς εἶδεν εἰκόνα καὶ γράψειεν, ἕτερος δὲ τὴν Φειδίου θεασάμενος, ἐχέτω δὲ σχῆμα ταὐτὸν, ἐθέλοι καὶ αὐτὸς εἰς πίνακα τὸ εἶδος μεταγαγεῖν καὶ μεταγάγοι, δοκοῦσι μὲν αὐτῶν αἱ εἰκόνες τοῖς ἐπιπολῆς οὐδὲν διαφέρειν, ἔχει δὲ ἄλλην μὲν ἔμφασιν ἡ τοῦ τὴν θεὸν ἰδόντος, ἀπεψυγμένην δὲ ἀφομοίωσιν, ἅτε ἀψύχου πράγματος οὖσαν, ἡ τοῦ τὴν χαλκῆν μιμησαμένου. Τὸν αὐτὸν δὴ τρόπον, καὶ τὸ ἄνθρωπος ἐπʼ ἀμφοῖν λεγόμενον οὐχ ὡσαύτως ἐστὶν ἀμφοτέρων εἰκών· οὗ μὲν γάρ ἐστι παραδείγματος εἰκὼν, οὗ δὲ εἰκόνος καὶ εἰδώλου εἴδωλον. Οὕτω καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης τὸν ἔρωτα τὸ ὄνομα τότε μὲν ἄλλως ἐξηγήσατο, βλέπων εἰς τὸν θεῖον Ἔρωτα, καὶ πτερωτὸν αὐτὸν εἰπὼν, τοτὲ δὲ ἄλλως, βλέπων εἰς τὸ εἴδωλον ἐκείνου καὶ περὶ τὴν ῥώμην τῆς ἐπιθυμίας αὐτὸν ἔρωτα καλεῖσθαι λέγων. Ὥσπερ οὖν τὸ εἶναι οὐ ταὐτὸν, οὕτως οὐδὲ τὸ ὄνομα ταὐτόν· καὶ ὡς τὸ εἶναι τοῖς ἀκυρωτέροις ἀπὸ τῶν κυριωτέρων, οὕτω καὶ τὸ ὄνομα τοῖς δευτέροις ἀπὸ τῶν προτέρων. Ὅλως γὰρ, ἐπεὶ διὰ τῶν ὀνομάτων τὰς διακεκριμένας περὶ τῶν πραγμάτων ἐννοίας βουλόμεθα σημαίνειν, ἡ δὲ διάκρισις καὶ ἄμικτος καθαρότης ἐκείνοις ἂν ἐφαρμόζοι τὰ ὀνόματα πρώτως, ἀλλʼ οὐ τούτοις ἐν οἷς πολλὴ πρὸς τὰ ἐναντία σύμμιξίς ἐστι, τῷ λευκῷ πρὸς τὸ μέλαν, τῷ ἴσῳ πρὸς τὸ ἄνισον, τοῖς τοιούτοις. Ἐπεὶ καὶ εἴ τις θεῖτο τοὺς πολλοὺς ὀνοματοθέτας γεγονέναι, καὶ οὐ τοὺς σοφοὺς, φαίη ἂν καὶ τούτους ὁ Πλάτων κατὰ τοὺς ἐν Γοργίᾳ ποιοῦντας ἃ βούλονται, ὀνομάζειν μὲν ἃ δοκεῖ αὐτοῖς, μὴ ὀνομάζειν δὲ ἃ βούλονται· ὅταν γὰρ τουτὶ τὸ ἴσον καλῶσι πρώτως, ἔννοιαν ἔχοντες ἁπλῶς ἰσότητος, ἐπιφέρουσι τούτῳ τὴν τοῦ ἴσου προσηγορίαν, καὶ οἴονται μὲν τοῦτο ὀνομάζειν, ἀποφέρονται δὲ ἐπὶ τὸ πρώτως ἴσον, ἐκεῖνο γὰρ μόνως ἴσον καὶ ἄνισον. Ἀλλʼ ὅτι μὲν τὰ ὀνόματα πρώτως ἐπὶ τῶν νοητῶν ἐστιν εἰδῶν καὶ ἐκεῖθεν ἥκει μετὰ τῆς οὐσίας τοῖς αἰσθητοῖς, ἐκ τούτων δῆλον· δεῖ δὲ γιγνώσκειν ὅτι ταῦτα εἴρηται περὶ τῶν ὀνομάτων, ὧν ἡ ἡμετέρα ψυχὴ δύναται θεωρεῖν, ἐπεὶ πολλαὶ τάξεις εἰσὶ καὶ τῶν ὀνομάτων, ὥσπερ δὴ καὶ τῶν γνώσεων· καὶ τὰ μὲν αὐτῶν θεῖα λέγεται, διʼ ὧν οἱ καταδεέστεροι θεοὶ τοὺς πρὸ αὑτῶν ὀνομάζουσι, τὰ δὲ ἀγγελικὰ, διʼ ὧν οἱ ἄγγελοι ἑαυτούς τε καὶ τοὺς θεοὺς, τὰ δὲ δαιμόνια, τὰ δὲ ἀνθρώπινα. Καὶ τὰ μέν ἐστι ῥητὰ καὶ ἡμῖν, τὰ δὲ ἄρρητα, καὶ ὅλως, ὥσπερ ἡμᾶς ὁ Κρατύλος ἀναδιδάσκει, καὶ πρὸ τούτου ἡ ἔνθεος παράδοσις καὶ γνῶσις καὶ ὀνομασία διάφορός ἐστι καὶ ἐξῃρημένη τῆς ἡμετέρας παρʼ αὐτοῖς τοῖς θεοῖς.

Οἷον ὁμοιότητος μὲν μεταλαβόντα ὅμοια, μεγέθους δὲ μεγάλα, κάλλους δὲ καὶ δικαιοσύνης δίκαιά τε καὶ καλὰ γίγνεσθαι; **—**

Πάνυ γε, φάναι τὸν Σωκράτη.

`854–855`

Περὶ μὲν τῆς ὁμοιότητος εἴρηται καὶ πρότερον ὅτι τοῦτο ἴδιον αὐτῆς ἀφομοιοῦν τὰ δεύτερα τοῖς πρώτοις, καὶ τὸν ἕνα σύνδεσμον τῶν ὅλων συνέχειν· ὅθεν καὶ οὐχ ἁπλῶς συμβεβηκὸς τῶν τῇδε πραγμάτων, ἀλλὰ τελειωτικὸν τῆς ἑκάστων οὐσίας· τὸ γὰρ τέλειον ἑκάστοις παραγίγνεται κατὰ τὴν πρὸς τὸ νοερὸν εἶδος ὁμοίωσιν. Ὡς γὰρ τέλος τῆς ψυχῆς ἐστιν ἡ πρὸς τὸν νοῦν ὁμοίωσις, οὕτω καὶ τῶν αἰσθητῶν ἐστι πάντων ἀγαθὸν ἡ πρὸς τὰ νοερὰ καὶ θεῖα εἴδη ὁμοιότης. Τό τε οὖν κοινὸν αὐτοῖς καὶ τὸ τελεσιουργὸν πόθεν ἢ ἐκ τῆς νοερᾶς ὁμοιότητος, εἰ δὲ βούλει, καὶ τὸ συμπληρωτικὸν τῆς οὐσίας; ἑκάστου γὰρ τὸ εἶναι κατὰ τοῦτο ἀφώρισται, τὸ ὁμοιοῦσθαι λέγω τοῖς νοητοῖς· καὶ διότι ἐκείνοις ὡμοίωται, διὰ τοῦτο δὴ καὶ ἔστιν ὅ ἐστιν ἕκαστον. Ὑπὲρ δὲ τοῦ μεγέθους εἰδέναι χρὴ τοὺς τῆς ἀληθείας φιλοθεάμονας, ὅτι οὐχ ἁπλῶς τοῦτʼ ἔστι τὸ τῆς διαστάσεως αἴτιον· οὐδὲ γὰρ τοιοῦτόν ἐστι τοῦτο τὸ μέγεθος, ὁποῖον γεωμετρῶν παῖδες λέγουσιν· ἐκεῖνοι μὲν γὰρ τὸ ὁπωσοῦν διαστατὸν μέγεθος προσαγορεύουσιν, εἴτε γραμμὴν, εἴτε ἐπίπεδον, εἴτε στερεὸν λαμβάνομεν· ὁ δὲ Πλάτων οὐ τὸ παντὸς διαστήματος αἴτιον εἶδος μέγεθος προσαγορεύειν εἴωθεν, ἀλλʼ ὃ τὴν καθʼ ἕκαστον γένος ὑπεροχὴν παρέχει τοῖς πράγμασιν. Οὕτως ἄρα καὶ ἐν Φαίδωνι διὰ μὲν τὸ μέγεθος μέγα προσαγορεύειν εἴωθε, καὶ ἄλλο ἄλλου γίγνεσθαι μεῖζόν φησι, διὰ δὲ τὴν σμικρότητα ἄλλο ἄλλου ἔλαττον· καίτοι καὶ ἐν τῷ ἐλάττονι διάστημά τί ἐστι, καὶ ἦν ἂν καὶ ἐν τούτῳ τὸ γεωμετρικὸν μέγεθος, ἀλλʼ οὐ τοιοῦτο τὸ αὐτομέγεθος, ἀλλʼ οἷον τὸ αἴτιον τῆς ὑπεροχῆς καὶ τῆς ἐξῃρημένης δυνάμεως, ἀπὸ θεῶν ἀρχόμενον καὶ προϊὸν μέχρι τῶν ἐσχάτων. Οὕτω γὰρ καὶ αὐτὸς ἐν Φαίδρῳ μέγαν ἡγεμόνα τὸν Δία προσείρηκεν, ὡς ὑπερέχοντα τῶν ἄλλων ἡγεμόνων καὶ ὄντα πάντων ἡγεμονικώτερον· ἐν δὲ τῷ Συμποσίῳ τὸν Ἔρωτα δαίμονα μέγαν, ὡς τὴν ἀκρότητα κατειληφότα τοῦ δαιμονίου. Εἰ δὲ καὶ ψυχὰς εἰώθαμεν λέγειν ὡς μεγαλοψύχους τινὰς καὶ μεγαλόφρονας, εἴη ἂν τὸ μέγα καὶ ἐν ταύταις οἰκείως· καὶ ἄλλως, κατὰ τὸ μεγαλουργὸν καὶ μεγαλοπρεπές· διὸ καὶ ἐν Πολιτείᾳ ταῖς φιλοσόφοις φύσεσιν ἀπονέμει τὸ μεγαλοπρεπὲς, ὡς ὕψους καὶ μεγέθους ἀντεχομένας. Εἰ δὲ καὶ ἐν σώμασιν ἄλλο ἄλλου μεῖζόν ἐστι καὶ ὑπερανέχον διὰ τὸ αὐτὸ μέγεθος, ὥς φησιν ὁ ἐν Φαίδωνι Σωκράτης, εἴη ἂν καὶ ἐν τούτοις τὸ μέγα κατὰ τὴν αὐτῶν τάξιν. Ἄνωθεν ἄρα διήκει καὶ μέχρι τῶν ἐσχάτων· ἐν μὲν θεοῖς ἑνιαίως, τοῦτο δέ ἐστι κατὰ τὴν τῆς ἑνώσεως ὑπερβολὴν θεωρούμενον· ἐν δὲ δαίμοσι δυνατῶς, τοῦτο δέ ἐστι κατὰ τὴν δύναμιν· δαίμοσι γὰρ ἡ δύναμις οἰκεία, καὶ τὸ ἐν τούτοις μέγα τὸ δυνατώτερόν ἐστιν· ἐν δὲ ψυχαῖς ζωτικῶς, κατὰ γὰρ τὸ ὑψηλότερον τῆς ζωῆς εἶδος ἐν ταύταις ἐστὶ τὸ μεῖζον· ἐν δὲ σώμασι διαστηματικῶς· ὅπου μὲν γὰρ ἡ ὑπεροχὴ κατὰ τὴν ἕνωσιν, ὅπου δὲ κατὰ τὴν δύναμιν, ὅπου δὲ κατὰ τὸ εἶδος τῆς ζωῆς, ὅπου δὲ κατὰ τὸ πηλίκον μόνον καὶ τὴν διάστασιν, πανταχοῦ δὲ τὴν αὐτὴν ἰδιότητα παρεχόμενον. Εἰ οὖν κοινόν ἐστι καὶ πανταχοῦ διῆκον, ἔχει προηγουμένην αὑτοῦ νοερὰν αἰτίαν.

`856`

Καὶ μὲν καὶ τὸ αὐτόκαλλος εὐμετρίας ἐστὶ χορηγὸν καὶ ἑνώσεως τοῖς εἴδεσι καὶ τῆς ἐρασμίου τελειότητος, ὃ καὶ ψυχαῖς δίδωσι τὸ ἐν αὐταῖς καλὸν, καὶ σώμασι προσλάμπει φέγγος ἀφʼ ἑαυτοῦ καλλοποιὸν, οἷον ἄνθος ἐν αὐτοῖς ὂν, καὶ ἐποχούμενον τοῖς πολλοῖς εἴδεσι, καὶ τὸν λόγον τῶν ὑλικῶν αἰτιῶν ἐπικρατέστερον ποιοῦν. Δεῖ γὰρ τὴν ἐπικράτειαν τοῦ λόγου καὶ τοῦ εἴδους προηγεῖσθαι τῆς τοῦ κάλλους παρουσίας, ὅθεν δὴ καὶ τὰ οὐράνια τῶν τῇδε μᾶλλον καλά· τὸ γὰρ εἶδος ἐκεῖ κρατεῖ τελέως τῆς ὑποκειμένης φύσεως· τὰ δὲ νοητὰ τῶν οὐρανίων μᾶλλον, εἴδη γάρ ἐστι μόνον. Ἐκεῖνο οὖν τὸ πρώτως καλὸν στίλβον ἐναργέστατα καὶ τὸ κυρίως καλόν· τὸ γὰρ ἐνταῦθα συμμιγές ἐστι πρὸς τὸ αἶσχος. Ὡς γὰρ ἡ ὕλη καλοῦ μετέσχε διὰ τὸ εἶδος, οὕτω τὸ εἶδος αἴσχους ἀνεπλήσθη διὰ τὴν ὕλην· αὕτη γὰρ αἰσχρὰ καὶ ἀκαλλής. Λοιπὸν δὴ τὴν δικαιοσύνην εἴπωμεν ὡς αὐτοπραγίας τοῖς εἴδεσιν αἰτία· διὰ γὰρ ταύτην ἕκαστον ἐν ἑαυτῷ ἐστι καὶ ποιεῖ τὸ ἐπιβάλλον ἑαυτῷ· καὶ οὐ τὸ μὲν μέγεθος μικρὰ ποιεῖ, ἡ δὲ σμικρότης ὑπεροχὰς δίδωσιν, οὐδὲ ἡ μὲν ὁμοιότης διαιρεῖ τὰ δεύτερα τῶν πρώτων, ἡ δὲ ἀνομοιότης συνάγει καὶ ἑνοῖ, ἀλλʼ ἑκάστη τῶν ἰδεῶν τὸ οἰκεῖον ἔργον ἀποπληροῖ, καὶ τὴν ἑαυτῆς ἐνέργειαν ἐνεργεῖ, καὶ πρὸς ἑαυτὴν ἔστραπται, καὶ ἑαυτῆς ἐστι. Καὶ οὐ μόνον ἐπὶ τῶν νοητῶν οὕτως, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ πᾶσαι αἱ δυνάμεις τὸ αὑτῶν ἑκάστη πράττουσι, καθάπερ φησὶν ὁ ἐν Φαίδρῳ Σωκράτης. Καὶ ἐν ἡμῖν τότε δικαιοσύνη ἐστὶν, ὅταν τὰ μόρια τὴν ἑαυτῶν ἐνέργειαν διασώζῃ καὶ τὸ σχῆμα τὸ ἑαυτοῖς πρέπον· καὶ ἐν πόλει παραπλησίως. Ἔστιν οὖν καὶ τὸ δίκαιον τελεσιουργὸν τῶν εἰδῶν καὶ ζωῆς, καὶ κοινὸν καὶ διὰ πάντων διῆκον. Προηγεῖται δὲ ἄρα καὶ τοῦδε μία τις εἰκὼν νοερὰ, καθʼ ἣν πάντα τὰ δίκαια λέγεταί τε δίκαια καὶ ἔστιν.

Οὐκοῦν ἤτοι ὅλου τοῦ εἴδους ἢ μέρους ἕκαστον τὸ μεταλαμβάνον μεταλαμβάνει; ἢ ἄλλη τις ἂν μετάληψις χωρὶς τούτων γένοιτο; Καὶ πῶς ἄν; εἶπε.

`857–858`

Καὶ περὶ τὸν πρότερον λόγον καὶ περὶ τοῦτον τὸν νυνὶ προκείμενον ὁρῶ τὴν αὐτὴν ἀμφισβήτησιν οὖσαν τῶν ἐξηγήσεων· αἵ τε γὰρ ἀποδεχόμεναι τὰ συνημμένα τὰς προσλήψεις ἐπιρραπίζουσι, καὶ αἱ τὰς προσλήψεις προσιέμεναι τῶν συνημμένων ἀπογινώσκουσι. Τοῦ οὖν προτέρου λόγου τοιῶσδέ πως ὑπʼ αὐτῶν συντεθέντος, εἰ ἔστι τὰ εἴδη, πάντων ἔστι τὰ εἴδη, ἀλλὰ μὴν οὐ πάντων, ὡς σὺ φῂς, οὐκ ἄρα ἔστιν· αἱ μὲν ἀσπάζονται τὸ συνημμένον, ὅσαι πάντων ἰδέας ὑποτίθενται· τὴν δὲ πρόσληψιν οὐ προσίενται, καὶ διὰ τοῦτο τὸν Σωκράτη φασὶν ἐπιπεπλῆχθαι δικαίως ὡς οὐ πάντων ἰδέας ὑποτιθέμενον, αὗται τὸν Παρμενίδην ἀποδεχόμεναι, τὴν δὲ Σωκράτους εὐλάβειαν ἄκυρον τιθέμεναι· αἱ δὲ ἔμπαλιν ἀσπάζονται μὲν τὴν πρόσληψιν, τὸ δὲ συνημμένον ὡς οὐκ ὀρθὸν ἀτιμάζουσι· τὸ γὰρ εἰ ἔστιν εἴδη, πάντων ἔστιν εἴδη, ψεῦδός φασι, τὸ δὲ ἀλλὰ μὴν οὐ πάντων ἀληθὲς, αὗται τὸν μὲν Σωκράτη λίαν ἀποδεχόμεναι τῆς ἀρνήσεως, τὴν δὲ Παρμενίδειον ἐπίπληξιν ἀποβάλλουσαι. Προείρηται δὲ ὑφʼ ἡμῶν ὅπως καὶ ἡ Σωκράτους ἄρνησις εὔστοχος, καὶ ἡ Παρμενίδειος ἐπίπληξις ἔνθεος, καὶ ὅπως οὐ πρὸς ἀναίρεσιν τῶν εἰδῶν ἔβλεπεν ὁ λόγος, ἀλλʼ ἐξέτασιν μόνην τοῦ δευτέρου προβλήματος. Πάλιν δὴ κατὰ τὸν δεύτερον τοῦτον λόγον τοῦ τρίτου προβλήματος ὄντα τοιοῦτον, εἰ μετέχεται τὰ εἴδη ὑπὸ τῶν αἰσθητῶν, ἢ ὅλων αὐτῶν μετείληχε ταῦτα ἢ μερῶν, ἀλλʼ οὔτε ὅλων οὔτε μερῶν, οὐκ ἄρα μετέχεται· κατὰ καὶ τοῦτον δὴ οὖν τὸν λόγον, αἱ μὲν τὸ συνημμένον ἐγκρινοῦσαι ἀναιροῦσι τὴν πρόσληψιν, αἱ δὲ ἀνάπαλιν. Αἱ μέν γέ φασιν ἀληθὲς τὸ, εἰ μετέχει τὰ τῇδε τῶν εἰδῶν, ἢ ὅλων αὐτῶν ἢ μερῶν μετέχειν· τοῦ γὰρ ὅλου καὶ μέρους οὐδὲν εἶναι μεταξὺ, διότι μέρος αὐτοῖς τὸ οὐχ ὅλον· τὸ δὲ, ἀλλὰ μὴν οὔτε ὅλων οὔτε μερῶν, ψεῦδος· ὅλων γὰρ μετέχει· πῶς γὰρ οὐχ ὅλος ὁ ἄνθρωπος ἐν ἑκάστῳ τῶν μερικῶν, καὶ ὅλον τὸ κύκνειον εἶδος ἐν κύκνοις, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως; Αἱ δὲ ἀποσκορακίσασαι τὸ συνημμένον ἀποδέχονται τὴν πρόσληψιν, οὐχ ὑγιὲς μὲν λέγουσαι τὸ, εἰ μετέχει τὰ τῇδε τῶν εἰδῶν, ἢ ὅλων ἢ μερῶν μετέχειν· καὶ γὰρ ἄλλος τρόπος ἐστὶ μετοχῆς, φασίν· ὑγιὲς δὲ αὖ ἐκεῖνο τὸ, ἀλλὰ μὴν οὔτε ὅλων οὔτε μερῶν μετέχει· τρόπον γὰρ ἄλλον μετέχει καὶ οὐ κατʼ οὐδέτερον τούτων. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἀμφοτέρων ἀμφότεραι καταψηφίζονται καὶ τοῦ Σωκράτους καὶ αὐτοῦ τοῦ Παρμενίδου, τοῦ μὲν ὡς σοφιζομένου, τοῦ δὲ ὡς ἀπατωμένου. Καίτοι γε ὁ Παρμενίδης ἀπαγορεύει καὶ τῷ Σωκράτει μὴ πρὸς ἀνθρώπων ἀποβλέπειν δόξας, ἀλλὰ πρὸς αὐτὴν τὴν τῶν πραγμάτων φύσιν· καὶ οὐ δήπου παρὰ πόδας αὐτὸς τῷ πιθανῷ παρακρούεται τὸν Σωκράτη τῆς τῶν πραγμάτων ἀληθείας ἀφιστάμενον. Μήποτε οὖν ἄμεινον λέγειν ὅτι διὰ τῆς εἰς τὸ δευτέρον πρόβλημα γυμνασίας ἄνωθεν ἀπὸ τῶν ὁλικωτάτων εἰδῶν διὰ τῶν μεσῶν καὶ τῶν θείων ἀτόμων εἰς ταῦτα κατέληξε προϊὼν, ἃ τοιαύτην ἔχει τὴν φύσιν, οἵαν διʼ ἀσθένειαν καὶ ὕφεσιν μηδὲ εἰδητικὴν ἔχειν αἰτίαν, ἀλλὰ ἄλλως συντάττεσθαι τοῖς ἐκ τῶν εἰδῶν γενομένοις. Πάλιν οὖν κάτωθεν ἂν εἴη ἐπὶ τοῦ τρίτου προβλήματος, δεικνὺς κατὰ τίνα τρόπον ἡ μετοχὴ γίγνεται τῶν εἰδῶν, καὶ ὅτι οὔτε σωματικὴν οὔτε ἔνυλον οἰητέον τὴν μέθεξιν, οὔτε ἄλλην τινὰ τῶν προσηκουσῶν δευτέραις καὶ τρίταις καὶ μερισταῖς ὑποστάσεσιν, ἀλλά τινα τούτων ἐξῃρημένην, καὶ αὐτοῖς μόνοις προσήκουσαν τοῖς δημιουργικοῖς καὶ πρωτουργοῖς καὶ ἄλλοις εἴδεσι. Τρόποι γὰρ, οἶμαι, πολλοὶ τῶν μετοχῶν εἰσιν· ἄλλως γοῦν θεοὶ μετέχειν λέγονται θεῶν, ἄλλως ἄγγελοι θεῶν, ἄλλως δαίμονες ἀγγέλων ἢ θεῶν, ἄλλως αἱ ψυχαὶ τῶν δαιμόνων ἢ τῶν ἀγγέλων ἢ τῶν θεῶν, ἄλλως τὰ αἰσθητὰ τῶν ψυχῶν ἢ κρειττόνων γενῶν ἢ αὐτῶν τῶν θεῶν, ἄλλως σώματα σωμάτων. Δεῖ δὴ οὖν ἡμᾶς ἐξετάσαι ποῖόν τινα τρόπον μετοχῆς ἐπὶ τῶν εἰδῶν ῥητέον, ἵνα τελέως καταδησώμεθα τὸ τρίτον πρόβλημα· καὶ πρὸ πάντων εἰ σωματικὴ τῶν εἰδῶν ἡ μετάληψις, καὶ εἰ μετέχει τὰ τῇδε τῶν εἰδῶν, ὡς ἂν τὸ σῶμα μετασχῇ σώματος. Τοῦτο δὲ πέφυκε διττῶς μετέχειν· ἢ γὰρ ὅλον εἰς ἑαυτὸ σπᾷ τὸ μετεχόμενον, ἢ μέρος· καὶ γὰρ ὅταν πεινῶμεν, ὅλου μετέχομεν τοῦ βρώματος· ἔλαττον γὰρ ὂν τὸ μετεχόμενον εἰς τὸ μεῖζον δύναται χωρεῖν· καὶ ἐπειδὴ συνέστημεν ἀπὸ τῶν ὅλων στοιχείων, μέρους ἀπʼ αὐτῶν ἑκάστου μετέχομεν· τὸ γὰρ ἐν ἡμῖν πῦρ ἐκ τοῦ ὅλου, καὶ τὸ ὕδωρ ὁμοίως, καὶ τῶν λοιπῶν ἑκάτερον· καὶ ἡμεῖς ἐσμὲν οἱ τῶν ὅλων μετέχοντες, οὐ τὰ ὅλα ἡμῶν, ὥς φησιν ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης. Οὐκοῦν ἐν ταῖς σωματικαῖς μεταλήψεσιν, ἢ ὅλου γίγνεται ἡ μέθεξις, ἢ μέρους· εἰ δὲ μήτε ὅλου μήτε μέρους, οὐκ ἂν εἴη σωματικὴ τῶν εἰδῶν ἡ μετάληψις, καὶ οὕτως ἐπʼ ἄλλον μεταβήσεται τρόπον καὶ αὖθις ἄλλον, ἕως ἂν διελέγξῃ πάντας τοὺς μὴ προσήκοντας τῇ προκειμένῃ μεταλήψει τῶν εἰδῶν. Καὶ διὰ ταῦτα ἄρα καὶ ἐν τούτοις ἀνακινῶν τὸν Σωκράτη πρὸς τὴν τελεωτέραν ἐπιβολὴν ἐπήνεγκεν, ἢ ἄλλη τις ἂν μετάληψις χωρὶς τούτων γένοιτο, μαιευόμενος αὐτὸν καὶ ἐρεθίζων πρὸς τὴν θεωρίαν τῆς ἀσωμάτου μεθέξεως· ὁ δὲ τοῦτο ἐπὶ τῶν ἀσωμάτων ὁρῶν ἐνδίδωσι τῇ ἐρωτήσει, καὶ συμπρόεισι τοῖς ἐλέγχοις τῶν ὑποθέσεων· δείκνυται γὰρ ὡς οὔτε ὅλων δυνατὸν οὔτε μερῶν μετέχειν οὕτω τὰ τῇδε τῶν εἰδῶν, ὡς τὰ σωματικὰ τῶν ὁμοίων, ἐπεὶ κατʼ ἄλλον γε τρόπον δυνατὸν, ὡς δῆλον προϊόντες ποιήσομεν.

`859`

Πότερον οὖν δοκεῖ σοι ὅλον τὸ εἶδος ἐν ἑκάστῳ εἶναι τῶν πολλῶν ἓν ὂν, ἢ πῶς; **—**

Τί γὰρ κωλύει, φάναι τὸν Σωκράτη, ὦ Παρμενίδη, ἐνεῖναι; **—**

Ἓν ἄρα ὂν καὶ ταὐτὸν ἐν πολλοῖς χωρὶς οὖσιν, ὅλον ἅμα ἐνέσται, καὶ οὕτως αὐτὸ ἑαυτοῦ χωρὶς ἂν εἴη.

`860–861`

Εἴ τις μὴ σωματικῶς ἓν ἐξετάζει τὸ ὅλον καὶ τὸ μέρος, ἀλλʼ ὡς προσήκει τοῖς νοητοῖς καὶ ἀΰλοις εἴδεσιν, ὄψεται καὶ ὅλου καὶ μέρους ἑκάστου τὰ τῇδε μεταλαμβάνοντα τοῦ σφετέρου παραδείγματος. Διότι μὲν γὰρ ἐκεῖνο τὸν αἰτίας ἔχει λόγον, ταῦτα δὲ ἐξ αἰτίας ἐστὶν, οὐδαμοῦ δὲ τὰ αἰτιατὰ τὴν ὅλην ὑποδέχεται τῶν αἰτιῶν δύναμιν, οὐχ ὅλου τὰ τῇδε μετέχει τοῦ εἴδους· ποῦ γὰρ τὰς νοερὰς ἐκείνου ζωὰς καὶ δυνάμεις ὑποδέξασθαι δύναται τὸ αἰσθητόν; ποῦ δὲ τὸ ἑνοειδὲς αὐτοῦ καὶ τὸ ἀμερὲς ἐν ὕλῃ γενέσθαι δυνατόν; Διότι δὲ τὴν ἰδιότητα σώζει τὰ τῇδε, καθʼ ἣν λέγεται τὸ ἐκεῖ δίκαιον δίκαιον ἢ τὸ καλὸν καλὸν, κατὰ τὴν αὑτῶν δύναμιν, διὰ δὴ τοῦτο πάλιν τῶν ὅλων λέγοιτο ἂν μετέχειν, οὐ τῶν μερῶν· ἔστι γὰρ ἡ τοῦ καλοῦ ἰδιότης πανταχοῦ καὶ ἐν πᾶσιν, ἀλλʼ ὅπου μὲν νοερῶς, ὅπου δὲ ἐνύλως. Καὶ δῆλον ὡς αἱ τῶν τελεωτέρων μεθέξεις μᾶλλον μετέχουσι τῶν πορρώτερον, καὶ αἱ μὲν κατὰ πλείους δυνάμεις, αἱ δὲ κατὰ ἐλάττους· ἔστι γὰρ τὸ αὐτόκαλον εἶδος νοερὸν, ζωτικὸν συμμετρίας αἴτιον. Οὐκοῦν τὸ μὲν εἶδος καὶ τὸ συμμετρίας ποιητικὸν ὑπάρχει παντὶ καλῷ· τοῦτο γὰρ ἦν ἴδιον τοῦ αὐτοκάλλους, ὥστε τῆς ἰδιότητος αὐτοῦ μετείληχεν ὅλης ἕκαστον· τὸ δὲ νοερὸν οὐκέτι παντὶ καλῷ πάρεστιν, ἀλλὰ τῷ ψυχικῷ· τὸ γὰρ ἐν ταύτῃ καλὸν ἑνοειδές ἐστιν· ἀλλʼ οὐδέ γε τὸ ζωτικὸν ὑπάρχει παντὶ, ἀλλὰ τῷ οὐρανίῳ καὶ εἴ τί που τοιοῦτον ἐν τοῖς γεννητοῖς, ἔστι δὲ καὶ ἐν χρυσῷ καὶ ἐν λίθοις τισὶ τοῦ καλοῦ φέγγος. Οὐκοῦν τὰ μὲν καὶ τοῦ νοεροῦ καὶ τοῦ ζωτικοῦ μετέχει, τὰ δὲ τοῦ ζωτικοῦ χωρὶς τοῦ νοεροῦ, τὰ δὲ τῆς ἰδιότητος αὐτῆς τοῦ καλοῦ μόνης, καὶ τὰ ἀϋλότερα πλείους ὑποδέχεται δυνάμεις τῶν ἐνύλων, καὶ ὅλων ἄρα καὶ μερῶν μετέχει τὰ δεύτερα τῶν οἰκείων. Οὕτω μὲν οὖν λέγειν ἄξιον τοῖς πρὸς τὴν ἀσώματον οὐσίαν τῶν εἰδῶν ἀποβλέπειν δυναμένοις· τοῖς δὲ σωματικὴν τὴν μετουσίαν οἰομένοις, ὡς οὔτε ὅλων οὔτε μερῶν μετέχειν ἐκείνων τὰ τῇδε δυνατόν· ἃ καὶ δείκνυσιν ὁ Παρμενίδης ποδηγῶν τὸν Σωκράτη πρὸς τὴν εὕρεσιν τοῦ τρόπου τοῦ κυριωτάτου τῆς τῶν εἰδῶν μετοχῆς. Καὶ πρῶτον ὅτι οὐχ ὅλων· τοῦτο γὰρ πρῶτον καὶ ὁ Σωκράτης οὐδὲν κωλύειν ἔφατο τοὺς τιθεμένους· ἀλλʼ ὅ γε Παρμενίδης ἤλεγξε τὴν θέσιν, ἐπαγαγών τε ὅτι ἓν καὶ ταὐτὸν ἐν πολλοῖς χωρὶς οὖσιν ὅλον ἅμα ἐνέσται· τοῦτο δὲ πάντων ἀτοπώτατον· ἔσται γοῦν ἑαυτοῦ τι χωρίς. Εἰ γὰρ ὁ δάκτυλος οὗτος ἢ ἄλλο τι τῶν ἔν τινι ὄντων, εἴτε μέρος σωματικὸν, εἴτε δύναμις, ἐν πολλοῖς ἅμα εἴη χωρὶς οὖσιν, ἔσται καὶ ἑαυτοῦ χωρίς· ἡ μὲν γὰρ δύναμις, ἡ ἐν ὑποκειμένῳ οὖσα, τῶν ὑποκειμένων ἔσται καὶ ἑαυτῆς χωρίς· ἐν ἀμφοτέροις γάρ ἐστι μηδετέρου χωρίζεσθαι δυναμένη· τὸ δὲ αὖ σῶμα τὸ ὅλον ὂν ἐν τῷδε τῷ τόπῳ καὶ ἐν ἄλλῳ εἶναι ἀμήχανον· ἐν μὲν γὰρ ἑνὶ τόπῳ πλείω σώματα εἶναι οὐκ ἀπέγνωσται, τὸ δὲ αὐτὸ ἐν πλείοσιν εἶναι τόποις ἀδύνατον· ἀδύνατον ἄρα σωματικῶς ὅλον ἐν πλείοσιν ὑποκειμένοις εἶναι. Σκεπτέον δέ μοι καὶ τὴν τῶν ὀνομάτων ἀκρίβειαν· οὐ γὰρ ἠρκέσθη τῷ εἰπεῖν ὅτι πανταχοῦ τὸ ἓν, ἀλλʼ ὅτι καὶ ταὐτὸν, ἀλλʼ ὅτι καὶ ἐν πολλοῖς, ἀλλʼ ὅτι καὶ χωρὶς, ἀλλʼ ὅτι καὶ ὅλον καὶ ὅτι ἅμα ἐνέσται· δυνατὸν γὰρ κατʼ ἄλλο καὶ ἄλλο ἐν πολλοῖς εἶναι, ἀλλʼ οὐ κατὰ ταὐτόν· καὶ πάλιν ἐν συνημμένοις ἀλλήλοις ταὐτὸν, οἷον ἐν τῷ τόπῳ τοῦ ἀέρος, καὶ ἐν αὐτῷ τῷ ἀέρι τὸ ἄυλον καὶ θεῖον φῶς· καὶ πάλιν οὐχ ὅλον, ἀλλὰ μέρος μὲν ἐν ἑτέρῳ, μέρος δὲ ἐν τῷ λοιπῷ, κεχωρισμένων ἀμφοτέρων· καὶ πάλιν οὐχ ἅμα, κατʼ ἄλλον γὰρ καὶ ἄλλον χρόνον ἐν διαφόροις τὸ αὐτὸ γίγνεσθαι δυνατόν· καὶ ὅτι ἓν, ἔσται γὰρ μὴ οὕτως ἔν τινι ὂν, ἀλλʼ ἐν ἑαυτῷ δυνατὸν εἶναι πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως. Εἰ δὲ θέλεις καὶ ἀπορρητότερον ἰδεῖν τὸ ἀκριβὲς, δίελε τὰ ῥήματα τοῦ Πλάτωνος, καὶ λέγε τὸν τρόπον τοῦτον. Ἐπειδὴ τὰ εἴδη πρώτως ἐν τῷ παραδείγματι τῶν νοητῶν ὑφέστηκεν, ὡς ἐν Τιμαίῳ μεμαθήκαμεν, ἕκαστον δήπου τῶν πρώτων εἰδῶν καὶ ἕν ἐστι καὶ ὂν καὶ ὅλον· τοιοῦτον δὲ ὂν ἐν πολλοῖς μὲν εἶναι ταὐτὸν χωρὶς οὖσι δυνατὸν καὶ ἅμα, ἀλλὰ ἐξῃρημένως, ὥστε πανταχοῦ τε εἶναι καὶ οὐδαμοῦ, καὶ πᾶσι παρὸν ἀχρόνως ἄμικτον εἶναι πρὸς αὐτά. Τὸ τοίνυν ἐνέσται, προσκείμενον ἐπʼ ἀλλοτρίας ἕδρας τὸ εἶδος ποιοῦν, ἄτοπον ἀποφαίνει πάντη τὸν λόγον· διὸ καὶ ἐπήγαγε, καὶ οὕτως αὐτὸ ἑαυτοῦ χωρὶς ἂν εἴη· τοῦτο γὰρ οὐχ ὑπάρχει ταῖς πρώταις ὑποθέσεσιν, ὅτι ἕκαστον τῶν θείων ἐν αὑτῷ ὂν καὶ τοῖς ἄλλοις πάρεστι· καὶ τοῦτο αἴτιον τοῦ μὴ εἶναι ἐν πολλοῖς τὸ μὴ ἐν ἑαυτοῖς εἶναι· τὸ γὰρ ἄλλου γεγονὸς οὐχὶ καὶ ἄλλου δυνατὸν εἶναι. Τοιαῦτα μὲν ὁ Παρμενίδης· ἃ δὲ ὁ Σωκράτης ἐπιφέρει, λύειν πειρᾶται ταύτας τὰς ἐνστάσεις· εἰ δʼ ὀρθῶς ἢ μὴ, δηλώσει προϊὼν ὁ λόγος. Οὐ γὰρ πρὸς τὸν τρόπον στήσεται τῆς μεταλήψεως, ἀλλὰ φυλάξει τὴν αὐτὴν ὑπόθεσιν, καίτοι τοῦ Παρμενίδου διὰ πολλῶν αὐτὸν ἀνακινήσαντος· καὶ γὰρ πρότερον διὰ τοῦ, ἢ ἄλλη τις μετάληψις χωρὶς τούτων γένοιτο, καὶ ὕστερον διὰ τοῦ ἐπαγαγεῖν τὸ πῶς· οὐ γὰρ μάτην τὰ τοιαῦτα καὶ διαλεκτικῆς ἕνεκα πρόσκειται συνηθείας, ἀλλὰ κινεῖ τὴν τοῦ μαιευομένου διάνοιαν πρὸς τὴν ἐπὶ τὰ τελειότερα μετάβασιν.

`862`

Οὐκ ἂν, εἴ γε, φάναι, οἷον εἰ ἡμέρα εἴη μία καὶ ἡ αὐτὴ οὖσα πολλαχοῦ ἅμα ἐστὶ, καὶ οὐδέν τι μᾶλλον αὐτὴ ἑαυτῆς χωρίς ἐστιν, εἰ οὕτω καὶ ἕκαστον τῶν εἰδῶν ἐν πᾶσιν ἅμα ταὐτὸν εἴη.

`863–864`

Οἴεταί τι διὰ τούτων ὁ Σωκράτης ἐξευρηκέναι πᾶσιν ἅμα χωρὶς οὖσιν ὑπάρχειν δυνάμενον· τὴν γὰρ ἡμέραν πᾶσι τοῖς ὑπὸ τὸν αὐτὸν οὖσι μεσημβρινὸν ὑπάρχειν τὴν αὐτὴν ἅμα πολλοῖς καὶ χωρὶς οὖσιν. Οὐκοῦν εἰ τῷ μὲν ἡλίῳ πάλιν ἀνάλογον εἶναι τὸ ἀγαθὸν, ἡμέρᾳ δὲ τὰ εἴδη τῷ τε φωτὶ — καὶ γὰρ ταῦτα καταλάμπει τὸ τῆς ὕλης σκοτοειδὲς, καὶ ἔστι φῶς ἕκαστον, ὡς ἐκείνη σκότος, καὶ τῷ τῆς οἰκείας ἀρχῆς ἐξημμένῳ καὶ ταῦτα ἐξήρτηται τοῦ ἑνὸς —, πάνυ μετρίαν ἂν φαίης τὴν εἰκόνα. Διότι δὲ οὐκ ἐπέστησεν ὡς οὐκέτι διασώζει τὸ ὅλον πολλοῖς ταὐτὸν καὶ ἓν ὂν παρεῖναι, ταύτῃ δὴ ὁ Παρμενίδης αὐτὸν διορθώσεται. Κἄν τε γὰρ ἡμέραν λέγῃς τὸ τοῦ χρόνου μόριον, οὐ πᾶσιν ὅλη πάρεστιν· ἄλλο γὰρ ἄλλῳ τὸ κατὰ κορυφήν ἐστι σημεῖον ἀκριβῶς, τούτου δὲ διαφέροντος καὶ τὰ κέντρα πάντα διαφέρει· πρὸς γὰρ τοῦτο κἀκεῖνα πάντα ἀφώρισται· ἄν τε τὸν πεφωτισμένον ἀέρα, πολλῷ πλέον οὗτος οὐ πᾶσιν ὅλος ἐστὶν, ἀλλὰ τοῖς ἑαυτοῦ μέρεσιν ἄλλοις πλησιάζει καὶ ἄλλοις. Ἀλλʼ ὁ μὲν Σωκράτης οὕτως ἐνέστη πρὸς τὸν Παρμενίδειον λόγον· καὶ ὅτι μὲν ἐκ τοῦ Ζήνωνος λόγου τὸ παράδειγμα εἴληφε, δῆλον· ἐκεῖνος γὰρ δηλῶσαι βουλόμενος ὅπως τὰ πολλὰ μετέχει τινὸς ἑνὸς, καὶ οὐκ ἔστιν ἔρημα ἑνὸς, κἂν εἰ διειστήκει πορρωτάτω ἀπʼ ἀλλήλων, εἶπεν ἐν τῷ ἑαυτοῦ λόγῳ μίαν οὖσαν τὴν λευκότητα παρεῖναι καὶ ἡμῖν καὶ τοῖς ἀντίποσιν οὕτως, ὡς τὴν εὐφρόνην καὶ τὴν ἡμέραν. Οὐ διὰ τοῦτο μέντοι Σωκράτης πεποίηται τῷ παραδείγματι χρώμενος, ἵνα μὴ ὁ Ζήνων ἐλέγχηται ὑπὸ τοῦ καθηγεμόνος ὡς τὸ παράδειγμα μὴ προσῆκον λαβὼν τῇ τῶν εἰδῶν ὑποθέσει, ἀλλὰ ὁ Σωκράτης ἀντὶ Ζήνωνος, ὥς τινες ᾠήθησαν. Τί γὰρ ἐκώλυεν, εἰ μὴ ἠρέσκετο τῷ παραδείγματι, τὸν Παρμενίδην καὶ πρότερον ἐνδείξασθαι τῷ Ζήνωνι, καὶ ἐπανορθώσασθαι τὸ παρόραμα πρὸ τῆς ἀναγνώσεως; Ἀλλʼ, οἶμαι, Ζήνων ἐπὶ τοῦ ἐνύλου εἴδους τὸ παράδειγμα θεὶς, ὅπερ ἐστὶ κατʼ ἀλήθειαν ἓν καὶ οὐχ ἓν μεριστῶς μετεχόμενον, ἅτε κατατεταγμένον καὶ οὐχὶ ἐφʼ ἑαυτοῦ ὂν, τῷ τῆς ἡμέρας καὶ εὐφρόνης παραδείγματι τοῦ τοιούτου εἴδους ὀρθῶς ἐχρῆτο καὶ ἀνελέγκτως· ὁ δὲ Σωκράτης ἐπʼ αὐτοῦ τοῦ εἴδους τοῦ ἀμερίστου ὄντος καὶ ἑνὸς ἅμα παρόντος τοῖς πολλοῖς, οὐκ ὀρθῶς· διόπερ ὁ Παρμενίδης τοῦτον ἐπανορθοῦται μηκέτι φυλάττοντα τὸ ἓν καὶ ταὐτὸν τοῦ εἴδους διὰ τοῦ τῆς ἡμέρας τούτου παραδείγματος, ἀλλʼ ἀντὶ τοῦ ἀμερίστου τὸ μεριστὸν καὶ ἀντὶ τοῦ ἑνὸς εἰσάγοντα τὸ ἓν ἅμα καὶ οὐχ ἕν· οἷον ἦν καὶ ἡ λευκότης ἡ παρʼ ἡμῖν οὖσα καὶ τοῖς ἀντίποσι. Καὶ γὰρ εἴρηται καὶ πρότερον ἡμῖν ὅτι σκοπὸς ἦν τῷ λόγῳ τοῦ Ζήνωνος, οὐκ ἐπὶ τὸ τῶν χωριστῶν ἓν εἶδος ἀνάγειν διὰ τῆς πρὸς τὸ πλῆθος μάχης, ἀλλʼ ἐπὶ τὸ συνὸν τοῖς πολλοῖς καὶ ἀχώριστον ὂν ἀπʼ αὐτῶν. Σωκράτης δὲ ὑπετίθετο τὸ εἶδος ἕτερον τοῦ ἐν ἡμῖν ὄντος, ὅπερ οὐκ ἂν οὕτως ὑφεστήκοι, ὡς τὸ λευκὸν παρά τε ἡμῖν καὶ τοῖς ἀντίποσιν, ὃ δὴ πρὸς τὴν ἡμέραν ὁ Ζήνων ἀπείκαζε καὶ τὴν εὐφρόνην. Ἀλλὰ τοῦτο μὲν τοιοῦτον· πάλιν δὲ τὴν λέξιν θεωρητέον ἔχουσάν τι δυσδιάθετον. Καὶ πρῶτον διʼ ὑπερβατοῦ τὸ ὅλον συναπτέον· φησὶ γὰρ ὁ Σωκράτης μὴ ἂν συμβῆναι τοῦτο τὸ ἄτοπον ὅ φησιν ὁ Παρμενίδης, εἴ γε οἷον ἡμέρα εἴη, οὕτω καὶ ἕκαστον τῶν εἰδῶν ἐν πᾶσιν ἅμα ταὐτὸν εἴη. Δεύτερον δὲ τὸ εἰ οὕτω, διὰ τὴν ἐπανάληψιν οἰητέον ἔχειν τὸ, εἰ τοῦτο προκείμενον· ἐν γὰρ ταῖς διὰ πλείονος ἀποδόσεσιν αἱ ἐπαναλήψεις χρήσιμοι. Τρίτον δὲ τὸ, μία καὶ ἡ αὐτὴ οὖσα πολλαχοῦ ἅμα ἐστὶ, μεταξὺ ῥηθὲν κατὰ ἀπόστασιν ἀκουστέον, τὸν τρόπον ἐφερμηνευτέον καθʼ ὃν ἡ μία μὲν πολλοῖς ἅμα πάρεστι. Καὶ εἴ τις οὕτως ἀκούει τῆς λέξεως, ὄψεται τὸ ἐν αὐτῇ κάλλος οἷον γέγονεν ἔκ τε τῆς διὰ μέσου ῥήσεως κατʼ ἀπόστασιν καὶ τῆς τοῦ ἀκολούθου πάλιν ἀποδόσεως κατʼ ἐπανάληψιν.

Ἡδέως γε, φάναι, ὦ Σώκρατες, ἓν ταὐτὸν ἅμα πολλαχοῦ ποιεῖς· οἷον εἰ ἱστίῳ καταπετάσας πολλοὺς ἀνθρώπους φαίης ἓν ἐπὶ πολλοῖς εἶναι ὅλον· ἢ οὐ τοιοῦτον ἡγεῖ λέγειν; **—**

Ἴσως, φάναι. **—**

Ἦ οὖν ὅλον ἐφʼ ἑκάστῳ τὸ ἱστίον εἴη ἂν, ἢ μέρος αὐτοῦ ἄλλο ἐπʼ ἄλλῳ; **—**

Μέρος.

`865`

Κατεῖδεν ὁ Παρμενίδης καὶ τὸ αὐτοφυὲς τῶν ἐννοιῶν τοῦ Σωκράτους, καὶ τὸ ἀτελὲς ἔτι καὶ ἀδιόρθωτον· καὶ τὸ μὲν ἀποδέχεται καὶ αὔξει, τὸ δὲ ἐπιδιορθοῦται καὶ τελειοῖ. Διότι μὲν γὰρ τὴν τοῦ ἑνὸς εἴδους ἐπὶ πάντα πρόοδον καὶ μίαν πανταχοῦ παρουσίαν ἐφαντάζετο, διὰ τοῦτό φησιν ἡδέως αὐτὸν ἓν ἐν πολλοῖς ὅλον ποιεῖν, τὸ ἡδέως ἐν ἴσῳ λέγων τῷ κατὰ φύσιν· οὐ γὰρ τὸ εὐήθως, οὐδὲ τὸ γελοίως· ψυχῆς γάρ ἐστι τοῦτο τὴν ἐξῃρημένην ὁμοῦ καὶ πανταχοῦ παροῦσαν αἰτίαν φανταζομένης, καὶ εἰς λόγον ἤδη καὶ νοῦν ἐπιστρεφομένης. Καθʼ ὁποίαν γὰρ ἂν ἐνεργῇ τις δύναμιν, τοιαύτην ὑπολαμβάνει καὶ τὴν φύσιν τῶν ὄντων· εἰ μὲν κατʼ αἴσθησιν, μεριστὴν καὶ ἔνυλον δὴ ὁμοίως· εἰ δὲ κατὰ λόγον μόνον, ἀμέριστον ἅμα καὶ μεριστήν· εἰ δὲ κατὰ νοῦν, ἀμέριστον μόνως. Διότι μὲν οὖν τὰς αὐτοφυεῖς ἐννοίας προὔβαλλε τῆς ψυχῆς ὁ Σωκράτης, τὴν μίαν καὶ παντελῆ πανταχοῦ παρουσίαν ὑπενόει τῶν νοερῶν εἰδῶν· διότι δὲ οὐ διήρθρου τὴν ἔννοιαν, ἀλλὰ διαστηματικὴν ὑπελάμβανε τὴν παρουσίαν, τὸ ἱστίον ὁ Παρμενίδης αὐτῷ παραφέρει, καὶ δείκνυσιν οὐκέτι ὅλον ἐν πολλοῖς ἓν, ἀλλὰ μέρεσιν ἑαυτοῦ τοῖς πολλοῖς ὁμιλοῦν. Καὶ οὐκ εἶπεν ὅτι τοιοῦτόν τι ἡγεῖ νοεῖν, οἶδε γὰρ τὴν ὠδῖνα τὴν ἐν αὐτῷ καὶ τὴν αὐτοφυῆ περὶ τούτων ἔννοιαν, ἀλλά τι τοιοῦτον ἡγεῖ λέγειν, οἷον ὑπὸ τῆς φαντασίας ἀπατώμενος, καὶ ἄλλα μὲν νοῶν, ἄλλο δέ τι λέγων, ἅτε τὴν νόησιν τὴν ἔνδον μήπω διαρθρῶσαι δυνάμενος. Ὁ δὲ οὕτως ἀμφοτέροις κατεχόμενος, ταῖς τε αὐτοφυέσιν ἐννοίαις καὶ ταῖς φανταστικαῖς κινήσεσιν, ἀφῆκεν ἀποροῦντος φωνήν. Τὸ γὰρ ἴσως φάναι τοιοῦτόν τί ἐστιν· οὔτε γὰρ ἁπλῶς οὕτως ἡγεῖται λέγειν, ἀνακινούμενος ὑπὸ τῆς ἑαυτοῦ διαστρόφου περὶ τοῦ πράγματος ἐννοίας, οὔτε ἔχει τὴν διαστηματικὴν ἀποθέσθαι φαντασίαν· ὅθεν ἐνδοιάσας πεποίηται τὴν ἀπόκρισιν. Συνελαύνεται δʼ οὖν λέγειν, ὅτι μερῶν ἐστιν ἡ μετουσία καὶ οὐχ ὅλων, τοῦ Παρμενίδου τὴν μετάβασιν ἀψόφῳ κελεύθῳ διὰ τοῦ κατὰ τὸ ἱστίον παραδείγματος μηχανησαμένου πρὸς θάτερον μέρος τῆς διαιρέσεως. Ὅθεν καὶ ἐπάγει ταυτί.

Μεριστὰ ἄρα, φάναι, ὦ Σώκρατες, ἔστιν αὐτὰ τὰ εἴδη, καὶ τὰ μετέχοντα αὐτῶν μέρους ἂν μετέχοι· καὶ οὐκέτι ἐν ἑκάστῳ ὅλον, ἀλλὰ μέρος ἑκάστου ἂν εἴη. **—**

Φαίνεται οὕτω γε. **—**

Ἦ οὖν ἐθελήσεις, ὦ Σώκρατες, φάναι, τὸ ἓν εἶδος ἡμῖν τῇ ἀληθείᾳ μερίζεσθαι; καὶ ἔτι ἓν ἔσται; **—**

Οὐδαμῶς, εἰπεῖν.

`866`

Τὸ δεύτερον τμῆμα τῆς διαιρέσεως τοῦτό ἐστι δεικνύον ὡς οὐδὲ μερῶν τὰ τῇδε τῶν εἰδῶν μετέχειν δυνατὸν, τὸ ἀμέριστον τῶν εἰδῶν εἰς μέσον παράγον, καὶ διὰ τούτου τὴν προκειμένην παρακροῦον ὑπόθεσιν. Εἰ γὰρ ἀμέριστα τὰ εἴδη καὶ μονάδες, πῶς ἔτι μέρεσιν ἑαυτῶν ὑπʼ ἄλλων καὶ ἄλλων μετέχεται πραγμάτων, οἷον ὁ ἄνθρωπος, εἰ ἕν ἐστι, πῶς μερίζεται εἰς πολλά; πῶς δὲ καὶ ἕκαστος ἡμῶν ἄνθρωπος λέγεται, ἀλλʼ οὐ μόριον ἀνθρώπου, εἴπερ ἕκαστος ἡμῶν μόριον ἔχει καὶ οὐχ ὅλον; Εἰ δὲ καὶ ἡμεῖς ἀλλήλων κεχωρίσμεθα, καὶ ἐκείνου τὸ μὲν ἐν ἐμοὶ, τὸ δὲ ἐν σοὶ, τὸ δὲ ἐν ἄλλῳ ἔσται, διαστηματικῶς πάλιν τῆς μεταλήψεως νοουμένης, πῶς ἓν μένει τὸ εἶδος, ὅ γε συνδιῄρηται ἡμῖν μεμερισμένοις ἀπʼ ἀλλήλων; Οὕτω καὶ τὸ πῦρ οὐχ ἓν, οὗ μέρος μὲν ὡδὶ, μέρος δὲ ἐν ἄλλῳ· καὶ τὸ ὕδωρ ὁμοίως, καὶ ὁ ἀήρ. Ἀλλὰ τοῦτο μὲν τῇ ἑαυτοῦ φύσει μεριστὸν, τὸ δὲ εἶδος ἀμέριστον· καὶ τοῦτο μὲν πλῆθός ἐστιν ἐπίθετον ἔχον τὸ ἓν, ἐκεῖνο δὲ ἕν τι περιέχον τὸ πλῆθος ἑνοειδῶς. Ἐπὶ γὰρ τῶν θείων ἀπὸ τοῦ ἑνὸς ἄρχεται ἡ πρόοδος καὶ ἀπὸ τῆς ὑπάρξεως· ἐὰν γὰρ τὸ πλῆθος προϋποστῇ τοῦ ἑνὸς, ἐπεισοδιῶδες ἔσται τὸ ἕν. Τῷ τε οὖν εἰπεῖν μεριστὰ ἄρα αὐτὰ τὰ εἴδη, καὶ τῷ ἐπενεγκεῖν, ἦ ἐθελήσεις τὸ ἓν εἶδος τῇ ἀληθείᾳ μερίζεσθαι, πάνυ ἐντρεπτικῶς εἰς ἔννοιαν ἡμᾶς καθίστησι τῆς ἀτόπου ταύτης ὑποθέσεως. Καὶ γὰρ εἰ τὸν τῇδε ἄνθρωπον καὶ τῶν εἰδῶν ἕκαστον τῶν ὑλικῶν μεριστὸν εἶναί φαμεν, ἀλλὰ αὐτὰ τὰ εἴδη τὰ ἄυλα μεριστὰ φάναι ἄτοπον· καὶ εἰ αὐτὸ τὸ εἶδος μερίζεσθαί φαμεν μεριστῶς ὑπὸ τῶν τῇδε μετεχόμενον, ἀλλʼ οὐ τῇ ἀληθείᾳ μερίζεσθαι. Καὶ λάβοις ἂν ἀπὸ τούτων πῶς καὶ οἱ μῦθοι λέγουσι μερισμούς τινας καὶ σπαραγμοὺς θεῶν, ὅταν μεριστῶς αὐτῶν μετέχῃ τὰ δεύτερα κατανειμάμενα τὰς ἐν αὐτοῖς προϋπαρχούσας ἀμερίστους αἰτίας τῶν μεριστῶν· ὁ γὰρ μερισμὸς οὐκ ἐκείνων ἐστὶ κατʼ ἀλήθειαν, ἀλλὰ τούτων περὶ ἐκείνους.

Ὅρα γὰρ, φάναι, εἰ αὐτὸ τὸ μέγεθος μεριεῖς καὶ ἕκαστον τῶν πολλῶν μεγάλων μεγέθους μέρει σμικροτέρῳ αὐτοῦ τοῦ μεγέθους μέγα ἔσται, ἆρα οὐκ ἄλογον φαίνεται; **—**

Πάνυ γε, ἔφη.

`867–868`

Τὸ μεριστὴν ὑποτίθεσθαι τὴν εἰδητικὴν οὐσίαν ἄτοπον ἐπιδεῖξαι βουλόμενος, ἐπὶ μεγέθους καὶ ἰσότητος καὶ σμικρότητος ποιεῖται τὸν λόγον, διότι τούτων ἕκαστον περὶ τὸ πηλίκον ὁρᾶται. Τὸ δέ γε πηλίκον οὐκ ἔχει τὸ μέρος οὐδαμῶς τῷ ὅλῳ ταὐτὸν, ὥσπερ τῆς ποιότητος τὸ μέρος δοκεῖ τὴν αὐτὴν ἀποσώζειν τῷ ὅλῳ δύναμιν· ὅθεν δὴ καὶ τὸ τοῦ πυρὸς μέρος κατὰ μὲν τὸ ποσὸν ἠλάττωται, σώζει δὲ κατὰ τὸ ποιὸν τὸν τοῦ πυρὸς λόγον. Ἐπὶ μεγέθους δʼ οὖν καὶ ἰσότητος εἰκότως καὶ σμικρότητος ἐλέγχει τοὺς μεριστὰ τὰ εἴδη λέγοντας, ἵνα ἐκ τοῦ μᾶλλον αὐτῷ προΐῃ ὁ λόγος. Εἰ γὰρ καὶ τὰ μάλιστα δόξαντα μεριστὰ εἶναι διὰ τὸ συνεισάγειν τὴν ἔννοιαν τοῦ πηλίκου, ταῦτα μὴ δύναιτο ἐν ἐκείνοις εἶναι μεριστὰ, πολλῷ δήπου τὰ ἄλλα εἴη ἂν ἀμέριστα παντάπασιν, οἷς μὴ ὑπάρχει συνεισάγειν ἑαυτοῖς τὴν τῆς πηλικότητος ἔννοιαν, ὁποῖον τὸ αὐτοδίκαιον, τὸ αὐτόκαλον, τὸ αὐτοόμοιον καὶ ἀνόμοιον· ἃ δὴ τῷ αὐτομεγέθει συντάξας, ἠρώτα πῶς ὑπὸ τῶν τῇδε μετέχεται. Περὶ τούτων δʼ οὖν εἰκότως ποιεῖται τὴν ἀπόδειξιν τῶν δοκούντων εἶναι πηλίκων, ἀλλʼ οὐκ ἄλλων τινῶν· καὶ πρῶτον ἐπὶ τοῦ μεγέθους· ἔστω γὰρ σωματικῶς μεριστὸν τὸ μέγεθος· οὐκοῦν τὸ μέρος ἔλαττον τοῦ ὅλου· εἰ τοῦτο, καὶ τὸ ὅλον μεῖζον τοῦ μέρους, ὥστε εἰ τὸ ἐνταῦθα μέγα μέρος τοῦ ἐκεῖ μεγάλου μεταλαβὸν μέγα γέγονε, σμικροτέρου μεταλαβὸν αὐτὸ τοῦτο λέγεται μέγα· τὸ γὰρ μέρος τοῦ αὐτομεγέθους ἔλαττόν τε καὶ σμικρότερόν ἐστιν· ἀλλὰ κεῖται τὰ μὲν τοῦ μεγάλου μεταλαγχάνοντα εἶναι μεγάλα, τὰ δὲ τοῦ σμικροῦ σμικρά· τοῖς γὰρ μετέχουσιν ἔφαμεν ἀπʼ ἐκείνων ἥκειν τὰς ἐπωνυμίας. Καὶ ὁ μὲν λόγος τοιοῦτος· ἡμεῖς δὲ χωρὶς τῆς σωματικῆς διαιρέσεως αὐτὸ καθʼ αὑτὸ νοοῦντες τὸ αὐτομέγεθος, ἆρʼ οὐκ ἄν φαμεν πλῆθος ἔχειν αὐτὸ καὶ μὴ ἓν εἶναι μόνον; Εἰ δὲ πλῆθος ἔχει, ἆρα τῶν αὐτοῦ μερῶν ἕκαστον αὐτομέγεθος ἐροῦμεν, ἢ τοῦ μὲν ὅλου ἔλαττον, οὐδαμῶς δὲ σμικρόν; Εἰ μὲν γὰρ καὶ τὸ μέρος αὐτομέγεθος, οὐδὲν τοῦ ὅλου ἠλαττωμένον, ἐπʼ ἄπειρον ἡ πρόοδος· ἕξει γὰρ καὶ τοῦτο τὰ αὐτὰ, καὶ τὰ τούτων μέρη τὰ αὐτὰ, καὶ πάλιν τὰ τούτων μέρη τὰ αὐτὰ, ἀεὶ τῶν μερῶν τῶν αὐτῶν ὄντων τοῖς ὅλοις. Εἰ δὲ τὸ μέγεθος ἕξει μέρη μεγέθη, τὸ ἓν ἐπίθετον ἔσται, καὶ τὸ ὅλον ἐκ μὴ προσηκόντων αὑτῷ μερῶν. Ἀναγκαῖον ἄρα τὰ οἷον μέρη τοῦ αὐτομεγέθους μεγέθη μὲν εἶναι καὶ ὁμόχροα τῷ ὅλῳ, μὴ ὅπερ δὲ τὸ ὅλον· καὶ γὰρ τὸ τοῦ πυρὸς μέρος πῦρ, ἀλλὰ μείζων ἡ τοῦ ὅλου δύναμις, καὶ οὔτε ἐκ ψυχρῶν μορίων τὸ ὅλον, οὔτε ἕκαστον μόριον ἰσοσθενὲς τῷ ὅλῳ. Φέρε γὰρ, εἰ τὸ αὐτομέγεθος ἔχοι δυνάμεις, τὴν μὲν ὑπεροχὴν ἐντιθεῖσαν ἀσωμάτοις πρὸς ἀσώματα — καὶ γὰρ ἐν τούτοις ἔστι τι μέγεθος —, τὴν δὲ πρὸς σώματα σώμασι, καὶ μέτρον ἄλλο τῆς ἐν τούτοις ὑπεροχῆς· οὐκ ἀνάγκη, τοῦ ἑνὸς εἴδους τοῦ ἄμφω δυναμένου, καθʼ ἕνα λόγον ἑκατέραν εἶναι τούτων ἐλάττονα τῶν δυνάμεων· ἀλλὰ ἡ ἐλάττωσις οὐ σμικρὰν ποιεῖ τὴν δύναμιν, ἀλλὰ καὶ ταύτην αὐτομέγεθος ἐν ἄλλοις καὶ ἐλάττοσι ταὐτὸν δυναμένην ἐπιδείκνυσι· καὶ οὕτως κἂν ᾖ πολυδύναμον τὸ εἶδος, οὐκ ἐξίσταται τῆς οἰκείας ἰδιότητος ἐν τῷ πλήθει τῶν ἐν αὑτῷ δυνάμεων. Ταῦτα μὲν, εἴ τις νοερῶς ἐπιβάλοι τοῖς μέρεσιν ἐκεῖ καὶ τοῖς ὅλοις· εἰ δὲ σωματικὴν ὑπολαμβάνοι τὴν τοῦ μέρους ἀποδιάληψιν, περιπεσεῖται τοῖς ἀτόποις οἷς ὁ Παρμενίδης ἐπήνεγκε.

Τί δέ; τοῦ ἴσου μέρος ἕκαστον σμικρὸν ἀπολαβόν τι ἕξει, ᾧ ἐλάττονι ὄντι αὐτοῦ τοῦ ἴσου, τὸ ἔχον ἴσον τῳ ἔσται; **—**

Ἀδύνατον.

`869–870`

Τὸ μὲν μέγεθος ἣν ἔχει δύναμιν ἐν ταῖς ἀσωμάτοις καὶ ταῖς σωματικαῖς ὑποστάσεσιν ὑπομέμνηται διὰ τῶν προειρημένων, καὶ ὅτι τῆς ὑπεροχῆς πᾶσι καὶ τῆς ἐξῃρημένης τελειότητος εἴτε νοερᾶς εἴτε ζωτικῆς εἴτε διαστηματικῆς τοῦτό ἐστι χορηγόν. Τὸ δὲ ἴσον, νῦν γὰρ πρῶτον κατωνόμασται, λεγέσθω τὸ τῆς ἁρμονίας καὶ τῆς ἀναλογίας ἅπασιν αἴτιον· ἀπὸ τῆς ἰσότητος γὰρ αἱ μεσότητες πᾶσαι πεφήνασιν, αἵ τε ψυχικαὶ καὶ αἱ φυσικαὶ, καὶ τέλος ἐστὶν αὐτῆς φιλία καὶ ἕνωσις. Ἐπειδὴ τοίνυν ὁ δημιουργὸς πάσαις χρῆται ταῖς μεσότησι διακοσμῶν τὸ πᾶν καὶ τοῖς δεσμοῖς τοῖς ἀπὸ τούτων, τοῖς ἀριθμητικοῖς, τοῖς γεωμετρικοῖς, τοῖς ἁρμονικοῖς, εἰ φαίης τὴν μίαν τούτων νοερὰν αἰτίαν τὴν γεννητικὴν αὐτῶν καὶ κοσμητικὴν ταύτην εἶναι τὴν ἰσότητα τὴν δημιουργικὴν, οὐκ ἂν ἁμάρτοις, οἶμαι, τῆς περὶ ταύτην ἀληθείας. Ὡς γὰρ ἡ ἐκεῖ μονὰς ὑπέστησε πάντα φυσικὸν ἀριθμὸν, οὕτως ἡ ἐκεῖ ἰσότης ἀπεγέννησε τὰς ἐνταῦθα πάσας μεσότητας· ὅπου γε καὶ ἡ ἐν ἡμῖν ἰσότης ἐστὶν ἡ γεννῶσα τὰς μεσότητας. Εἰ δὲ ἐν ταῖς εἰκόσιν οὕτω, πολλῷ πλέον ἐν τοῖς νοεροῖς εἴδεσιν ἡ ἰσότης γόνιμός ἐστι τῆς περὶ τὸν κόσμον προϊούσης ἁπάσης τῶν μεσοτήτων ποικιλίας· ἔστι μὲν οὖν ἡ ἰσότης καὶ τούτων αἰτία τοῖς ἐγκοσμίοις ἅπασιν· ἔστι δὲ αὖ καὶ τῆς συστοίχου καὶ ὁμοταγοῦς τοῖς οὖσι τάξεως χορηγὸς, ὥσπερ δὴ τὸ μεῖζον τῆς ἐξῃρημένης τελειότητος, τὸ δὲ σμικρότερον τῆς ὑφέσεως τῆς οὐσιώδους αἴτιον. Καὶ ἔοικεν ἐκ τῆς τριάδος τῶν εἰδῶν τούτων κεκοσμῆσθαι πάντα τὰ ὄντα, τοῖς μὲν ὑπερτέροις αὐτὴν τὴν ὑπεροχὴν, τοῖς δὲ δευτέροις τὴν ὕφεσιν, τοῖς δὲ συστοίχοις τὴν ὁμοταγῆ κοινωνίαν παρεχομένης. Καὶ δῆλον ὅτι καὶ αἱ σειραὶ τῶν ὅλων ἀεὶ ἀδιάλυτοι κατὰ ταύτην ἀπεγεννήθησαν· πᾶσα γὰρ σειρὰ τῶν τριῶν δεῖται τούτων, ὑπεροχῆς, ὑφέσεως, συστοιχίας· ὥστε εἴ τινές εἰσιν ἄνωθεν ἄχρι τῶν ἐσχάτων ἑκάστου τῶν εἰδῶν πρόοδοι μετὰ τῆς κοινωνίας τὴν τῶν δευτέρων πρὸς τὰ πρῶτα σώζουσαι διάκρισιν, διὰ τούτων ἂν τῶν τριῶν ἐπιτελοῖντο, καὶ ταῦτα ἂν πᾶσι παρέχοι τοῖς εἴδεσι τὴν εἰς τὸ ἕκαστον ἑκάστου πρόοδον ἀπὸ τῆς οἰκείας ἀκρότητος. Πάντως γὰρ καὶ τὸ αὐτόκαλον καὶ τὸ αὐτοδίκαιον καὶ ἕκαστον εἶδος ἡγεῖται σειρᾶς ἰδίας, καὶ ἔστιν ἐν πᾶσι τοῖς οὖσι νοεροῖς ψυχικοῖς, ἔτι δὲ καὶ σωματικοῖς, καὶ ἐν ψυχαῖς ἄλλως ἐν ἄλλαις, θείαις, δαιμονίαις, ἀνθρωπίναις, καὶ ἐν σώμασιν ἄλλως ἐν ἄλλοις, οἷον τὸ καλὸν θείοις ἢ δαιμονίοις ἢ καὶ τούτων ὑφειμένοις. Τίς μὲν οὖν ἐστιν ἡ ἰσότης, ἀπὸ τούτων δῆλον· σκόπει δὲ καὶ ἐπʼ αὐτοῖς ὅπως ὁ Παρμενίδης ἐλέγχει τοὺς μέρους αὐτῆς σωματικῶς τὰ τῇδε ἴσα μετέχειν οἰομένους. Μετεχέτω γὰρ, εἰ τύχοι, μέρους τῆς ἰσότητος ἀποδιαληφθὲν τόδε τὸ αἰσθητόν· εἰ οὖν μέρους μετέχει, δῆλον ὡς ἐλάττονος τοῦ ὅλου μετέχει τινός· εἰ δὲ τοῦτο, οὐκέτι τὸ τοῦ ἐλάττονος μετασχὸν ἔλαττόν ἐστιν, ἀλλʼ ἴσον· δεῖ δὲ οὐχ οὕτως· κεῖται γὰρ ὅτι τὰς ἑαυτῶν ἐπωνυμίας δίδωσι τὰ εἴδη τοῖς αἰσθητοῖς. Οὐχὶ ἐλάττονος οὖν τι μετέχον ἴσον προσρητέον, ἀλλʼ ἔλαττον· οὐδὲ ἴσου ἔλαττον, ἀλλʼ ἴσον· οὐδὲ μείζονος ἴσον ἢ ἔλαττον, ἀλλὰ μεῖζον. Καὶ ὁρᾷς πάλιν ὅπως προῆλθεν ὁ λόγος ὡς ἐπὶ σωματικῆς μετοχῆς· τὸ γὰρ σμικρὸν ἀπολαβόν τι διὰ τῆς ἀποδιαλήψεως ταύτης σωματικὴν ποιεῖ τὴν μετουσίαν, καὶ ἐν αὐτοῖς ἀποτίθεται τοῖς ἀμερίστοις καὶ ἀΰλοις εἴδεσι τὸν μερισμόν· ἐπεὶ, εἴ γε αὐτὴν τὴν ἰσότητα καθʼ αὑτὴν σκοποίης, ἔσται καὶ τὸ ἐν αὐτῇ μέρος ἰσότης· οὐ γὰρ ἐκ μὴ ἴσων τὸ ἴσον. Ἄλλο δὲ τὸ ἐπίθετον εἶδος, ὥστε ἔσται σύνθετον, ἀλλʼ οὐχ ἁπλοῦν τὸ αὐτόισον· ἀνάγκη ἄρα καὶ τοῦ αὐτοΐσου τὸ μέρος ἴσον εἶναι· μία γὰρ ἡ αὐτοϊσότης οὖσα πασῶν ἔχει τῶν ἰσοτήτων ἐν ἑαυτῇ τὰς αἰτίας, τῆς ἐν βάρεσι, τῆς ἐν ὄγκοις, τῆς ἐν πλήθεσι, τῆς ἐν ἀξίαις, τῆς ἐν γενέσεσιν· ὥστε ἕκαστον τῶν τοιούτων παντοδαπῶν ὄντων ἴσον τί ἐστι, τὴν δύναμιν ὑφειμένην ἔχον τοῦ ὅλου καὶ τὴν ἀξίαν. Κωλύει γοῦν οὐδὲν, τοῦ ἑνὸς εἴδους πᾶσαν ἰδιότητα παράγοντος τῶν ἐν αὑτῷ δυνάμεων, τὴν μὲν γενναίαν ἄλλην καὶ ἐν ἄλλοις οὖσαν, τὴν δὲ ἄλλην, καὶ οὕτως ἰσότητας εἶναι πάσας πολλὰς ὑπὸ τὴν μίαν. Εἰ δὲ καὶ ἰσότητες πᾶσαι καὶ ὑφειμέναι τῆς ἑαυτῶν ἑνάδος καὶ τοῦτο πεπόνθασι διὰ τὴν τοῦ αὐτοσμίκρου μετουσίαν, οὐ θαυμαστὸν, τῶν εἰδῶν πάντων πᾶσι κοινωνούντων· ἐπεὶ καὶ τὸ αὐτομέγεθος, καθόσον ἄλλων εἰδῶν ἠλάττωται, μετέχει τῆς σμικρότητος, καὶ τὸ αὐτόσμικρον, καθόσον ἑτέρον ὑπερέχει, μετείληφε τοῦ αὐτομεγέθους. Μετέχεται δὲ ἕκαστον ὑπὸ τῶν τῇδε, καθόσον ἐστὶν ὅ ἐστιν, ἀλλʼ οὐ καθόσον κοινωνεῖ τοῖς ἄλλοις.

`871`

Ἀλλὰ τοῦ σμικροῦ μέρος τις ἡμῶν ἕξει. Τούτου δὲ αὐτοῦ τὸ σμικρὸν μεῖζον ἔσται ἅτε μέρους ἑαυτοῦ ὄντος. Καὶ οὕτω δὴ αὐτὸ τὸ σμικρὸν μεῖζον ἔσται· ᾧ δʼ ἂν προστεθῇ τὸ ἀφαιρεθὲν, τοῦτο σμικρότερον ἔσται, ἀλλʼ οὐ μεῖζον ἢ πρίν. **—**

Οὐκ ἂν γένοιτο, φάναι, τοῦτό γε.

`872`

Πάλιν τὸ σμικρὸν, ὅ τι ποτέ ἐστι καὶ ἣν ἔχει δύναμιν, πρῶτον θεατέον. Ὡς γὰρ τὸ μέγεθος λέγομεν ὑπεροχῆς καὶ διαφερούσης ἀξίας καὶ δυνάμεως ἐξῃρημένης αἴτιον εἶναι πᾶσιν ὁμοῦ τοῖς οὖσι, καὶ τὸ ἴσον ἀναλογίας πάσης καὶ ὁμοστοιχίας γεννητικόν· οὕτω δὴ καὶ τὸ σμικρόν φαμεν, εἰ μὲν βούλει, τῆς ὑφέσεως τῆς ἐν τοῖς εἴδεσιν ἅπασιν, εἰ δὲ βούλει, τῆς ἀμερείας καὶ τῆς συνοχῆς καὶ τῆς εἰς αὐτὸ συννευούσης δυνάμεως ἐν ἑκάστοις χορηγόν. Διὰ τοῦτο γὰρ αἱ ψυχαὶ δύνανται χωρεῖν ἀπὸ τῆς ἐκτάσεως ἐπὶ τὸ ἀμέριστον εἶδος τῆς ζωῆς, καὶ τὰ σώματα σφίγγεται καὶ συνέχεται ταῖς ἐν αὑτοῖς ἀμερέσιν αἰτίαις, καὶ ὁ σύμπας κόσμος εἷς ἐστι καὶ ἐν ἑνὶ τῷ μέσῳ συννεύουσαν ἔχει τὴν ὅλην ζωήν. Ἀπὸ τούτου καὶ οἱ πόλοι καὶ τὰ κέντρα καὶ αἱ πᾶσαι ἀμερεῖς τομαὶ, καὶ αἱ τῶν κύκλων ἐπαφαὶ, καὶ τὰ πέρατα τῶν δωδεκατημορίων, καὶ πάντα ὅσα ὁ δημιουργικὸς νοῦς ἀμερῆ μέτρα τοῖς μεριστοῖς ἐνεστήριξε. Τοιαύτην μὲν οὖν ἔχει δύναμιν ἡ αὐτοσμικρότης· ὁ δὲ παρὼν λόγος δείκνυσι καὶ ἐπὶ ταύτης ὅτι μέρους αὐτῆς σωματικῶς τὰ τῇδε μετέχειν ἀδύνατον. Εἰ γὰρ ἔχοι τι μέρος ὅλως ἡ αὐτοσμικρότης, ἔσται μείζων τοῦ ἑαυτῆς μέρους· τὸ γὰρ μέρος τοῦ σμικροῦ, καθὸ μέρος, τοῦ ὅλου σμικρότερον· ὥστε τὸ σμικρὸν τοῦ οἰκείου μέρους ὄντος σμικροτέρου δηλαδὴ μεῖζον ἔσται· ἀλλʼ ἀδύνατον μεῖζον εἶναι τὸ σμικρὸν ἁπλῶς· νῦν γὰρ αὐτὴν καθʼ αὑτὴν τὴν σμικρότητα θεωροῦμεν, οὐδὲν ἐφαπτόμενοι τῆς πρὸς τὸ μέγεθος αὐτῆς κοινωνίας. Τοῦτο μὲν οὖν ἓν ἔδειξεν ἄτοπον ἀκολουθοῦν τοῖς αὐτὴν τὴν σμικρότητα μερίζουσιν ἐν αὐτῷ τῷ εἴδει θεωρουμένην, ἕτερον δὲ ἐπὶ τῶν μετεχόντων ἐξεταζόμενον τοιοῦτον. Ἐπειδὴ γὰρ τὸ αὐτόσμικρον διείλομεν, καὶ δέδεικται ὡς τοῦτο τὸ μέρος αὐτοῦ τοῦ ὅλου σμικρότερόν ἐστι, δῆλον ὅτι ᾧ ἂν προστεθῇ τοῦτο δὴ τὸ ἀφαιρεθὲν ἀπὸ τοῦ ὅλου σμικροῦ μέρος, ἐκεῖνο τὸ λαβὸν ταύτην τὴν προσθήκην σμικρότερον ἔσται, ἀλλʼ οὐχὶ μεῖζον ἢ πρότερον ἦν· τὸ γὰρ σμικροτέρου μεταλαβὸν δεῖ γίγνεσθαι σμικρότερον, καίτοι γε ὁρῶμεν ὅτι τῷ μεγέθει τῳδὶ προστεθέν τι σμικρότερον αὐτοῦ ὂν ποιεῖ τὸ ὅλον μεῖζον. Οὐκ ἄρα δεῖ μερίζειν τὸ σμικρόν· εἰ γὰρ ἀμέριστον αὐτὸ φυλάττοις, οὐ δυνήσῃ τὸ ὅλον ὡς τὸ μέρος προσθεῖναι, τῷ καὶ οὕτω ποιῆσαι τὸ προσλαβὸν ἀντὶ σμικροῦ μεῖζον· δέδεικται γὰρ ὅτι ὅλον ἐν πολλοῖς εἶναι ἀδύνατον. Ἔστι μὲν οὖν καὶ οὑτωσὶ τὴν ἐκκειμένην λέξιν ἀφερμηνεύειν· ἔστι δὲ καὶ, ὡς ὁ ἑταῖρος ἡμῶν ἐπέστησε Περικλῆς, ἐπʼ αὐτοῦ τοῦ εἴδους τὸ ὅλον θεωρεῖν· ᾧ γὰρ ἂν προστεθῇ τὸ ἀφαιρεθὲν τοῦ σμικροῦ μέρους, τοῦτο δεῖ γίγνεσθαι μεῖζον· ἀλλὰ μὴν τῷ καταλοίπῳ τῆς ἀφαιρέσεως τοῦ σμικροῦ διαιρεθέντος προστεθὲν σμικρὸν ὅμως ἐποίησε τὸ ὅλον, ἀλλʼ οὐ μεῖζον ἢ πρότερον· ἦν γὰρ σμικρὸν τὸ ἐξ ἀρχῆς εἶδος. Ἄτοπον ἄρα διαιρετὸν ἡγεῖσθαι τὸ σμικρόν· τὸ γὰρ ἀφαιρεθὲν ἀπʼ αὐτοῦ μέρος, διότι μὲν ἔλαττόν ἐστι τοῦ ὅλου, μεῖζον ἐκεῖνο πάντως ἀποφαίνει, διότι δὲ τῷ λοιπῷ προστίθεται, μεῖζον αὐτὸ τὸ τὴν προσθήκην λαβὸν ἀπεργάζεται· σμικρὸν δὲ οὐδετέρως εἶναι συμβαίνει τὸ πᾶν. Ταῦτα καὶ περὶ τοῦ δευτέρου τῶν ἐπενηνεγμένων ἀτόπων ῥητέον· ὃ καὶ ἔδοξέ τισιν οὕτω δυσδιάθετον εἶναι κατὰ τὴν λέξιν, ὡς καὶ ἐν τοῖς νόθοις αὐτοῖς καταλέξαι τινὰς καὶ περιγράψαι τῶν τοῦ Πλάτωνος ῥημάτων.

`873`

Ἀλλὰ τοῦτο μὲν ἀφείσθω· ὅτι δὲ καὶ αὐτὸς ὁ λόγος ἀφαιρέσεις τινὰς καὶ προσθέσεις παρεισφέρων σωματικὴν εἶναι δηλοῖ τὴν ἐλεγχομένην μέθεξιν, γνώριμον· καὶ οὐδὲν, οἶμαι, πρὸς τοῦτο δεῖ παρʼ ἡμῶν πλείονος ὑπομνήσεως. Κοινῇ δὲ εἰρήσθω περὶ τῶν τριῶν τούτων εἰδῶν, μεγέθους, σμικρότητος, ἰσότητος, μᾶλλον δὲ περὶ ἁπασῶν ὁμοῦ τῶν ἰδεῶν, ὡς ἀμερεῖς εἰσι καὶ ὡς ἀσώματον ἔλαχον οὐσίαν· τὸ γὰρ σωματικὸν πᾶν, ὡρισμένον ὑπάρχον κατὰ τὴν διάστασιν, ἀδύνατον ὡσαύτως τὸ αὐτὸ παρεῖναι μείζοσι καὶ ἐλάττοσιν· ἀλλὰ μὴν καὶ τὸ ἴσον καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον, καὶ ἕκαστον τῶν ἄλλων ὁμοίως πάρεστι τοῖς μετέχουσιν, ὅπως ἂν ἔχοι διαστάσεως· ἀδιάστατα ἄρα πάντα τὰ εἴδη ἐστί. Κατὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ τόπου παντὸς ὑπερίδρυται· πᾶσι γὰρ πανταχοῦ τοῖς μετέχουσιν ἀκωλύτως πάρεστι, τὰ δὲ ἐν τόπῳ κρατούμενα τῆς ἀκωλύτου ταύτης παρουσίας ἄμοιρα πέφυκε· μετέχεσθαι γὰρ ὑπὸ πάντων αὐτὰ τῶν ἐν διαφόροις τόποις τεταγμένων ἀδύνατον. Ὡσαύτως γε καὶ χρόνου παντὸς ὑπερήπλωται· πάρεστι γὰρ ἀχρόνως ἅπασι καὶ ἀθρόως· ἐπεὶ καὶ αἱ γενέσεις προπαρασκευαί τινές εἰσι τῆς ἐκείνων μεθέξεως, ὡς προείπομεν, καὶ αὗται μὲν ἐν χρόνῳ πάντως, τὰ δὲ εἴδη τοῖς ἐν γενέσει δίδωσι τὰς ἑαυτῶν μεθέξεις οὐδὲν ὅλως προσδεόμενα τῆς κατὰ τὸν χρόνον παρατάσεως, ἀλλʼ ἐν αὐτῷ τῷ νῦν ἀμερίστῳ ἀμερίστως, ὃ δὴ καὶ μιμεῖται τὴν αἰώνιον αὐτῶν ὑπόστασιν. Μὴ τοίνυν ἀπὸ τῶν μετεχόντων ἐπὶ τὰ μετεχόμενα μεταφερέτω τις ἢ τὸν χρόνον ἢ τὴν τοπικὴν περίληψιν ἢ τὸν σωματικὸν μερισμὸν, μηδʼ ὅλως συνθέσεις ἢ διαιρέσεις σωματοειδεῖς ἐν ἐκείνοις ἐπινοείτω. Πόρρω γὰρ ταῦτα διέστηκε τῶν εἰδῶν τῆς ἁπλότητος τῆς ἀΰλου, τῆς καθαρότητος τῆς ἐν αἰῶνι συνεχομένης ἀμεροῦς ὑποστάσεως.

Τίνα οὖν τρόπον, εἰπεῖν, ὦ Σώκρατες, τῶν εἰδῶν σοι τἄλλα μεταλήψεται, μήτε κατὰ μέρη μήτε κατὰ ὅλα μεταλαμβάνειν δυνάμενα;

`874–875`

Προκλητικός ἐστιν ὅλος ὁ τύπος οὗτος τῶν λόγων, καὶ μαιευτικὸς τῶν τοῦ Σωκράτους ἐννοιῶν· διὰ τοῦτο καὶ οὐχ ὡς ἀγωνιστὴς, οὐδʼ ὡς νίκης ὀρεγόμενος ἐπήνεγκεν ὡς οὐκ ἄρα μετέχει τὰ τῇδε τῶν εἰδῶν, ἀλλʼ ἀνακινεῖ τὸν Σωκράτη καὶ προκαλεῖται τὸν ἐν αὐτῷ νοῦν εἰς τὴν τῆς κυριωτάτης μεθέξεως εὕρεσιν, καὶ διὰ τῶν ἀκυρωτέρων τρόπων αὐτὸν περιαγαγὼν ἐκεῖνον καταλείψει τὸν ὄντως προσήκοντα τῇ ποιήσει τῶν θείων εἰδῶν. Εἴρηται δὲ καὶ πρότερον ὅτι τοῖς μὴ σωματικῶς ἐκλαμβάνουσι τὸ ὅλον καὶ τὸ μέρος, ἀλλὰ προσφόρως ταῖς ἀΰλοις καὶ νοεραῖς οὐσίαις, ὀφθήσεται τὰ τῇδε καὶ ὅλων μετέχοντα τῶν εἰδῶν καὶ μερῶν. Καθόσον μὲν γὰρ ἡ ἑκάστου ἰδιότης χωρεῖ καὶ μέχρι τῶν τελευταίων ἐν τοῖς μετέχουσιν, ὅλων ἐστὶν ἡ μέθεξις· καθόσον δὲ οὐ πᾶσαν ὑποδέχεται τὰ δεύτερα τὴν τῶν αἰτιῶν δύναμιν, μερῶν ἐστιν ἡ μέθεξις. Διὸ καὶ τὰ μὲν ὑψηλότερα τῶν μετεχόντων πλείους ὑποδέχεται τοῦ παραδείγματος δυνάμεις, τὰ δὲ κοιλότερα ἐλάττους· ὥστε, καὶ εἴ τινες ἄνθρωποι κατʼ ἄλλας τοῦ παντὸς μερίδας κρείττους ἡμῶν ὑπάρχοιεν, καὶ τούτους μᾶλλον ἐγγὺς ὄντας τῆς ἀνθρώπου ἰδέας μᾶλλον αὐτῇ καὶ κατὰ πλείους δυνάμεις κοινωνεῖν. Ὅθεν καὶ ὁ μὲν οὐράνιος λέων νοερὸς, ὁ δὲ ὑπὸ σελήνην ἄλογος· ἐγγυτέρω γὰρ ἐκεῖνος τῆς τοῦ λέοντος ἰδέας. Ἥ γε μὴν ἰδιότης ἥκει μέχρι τῶν θνητῶν, διʼ ἣν καὶ συμπαθεῖ τὰ τῇδε τοῖς οὐρανίοις· τὸ γὰρ ἓν εἶδος καὶ ἡ κατὰ τοῦτο κοινωνία ποιεῖ τὴν συμπάθειαν. Καὶ τί δεῖ περὶ τούτων λέγειν; ἀλλὰ καὶ αὐτὴν εἰ λάβοις τὴν σελήνην, θεὸν μὲν ὄψει τὴν οὐρανίαν, τὸ δὲ ἐνταῦθα σεληνιακὸν εἶδος ἐν λίθοις φυλάττον καὶ αὐτὸ τὴν οἰκείαν τῇ τάξει ταύτῃ δύναμιν, ὡς πέφυκεν αὐξόμενόν τε καὶ μειούμενον τεταγμένως. Οὕτως ἡ μία ἰδιότης ἄνωθεν καθήκει μέχρι τῶν ἐσχάτων, καὶ δῆλον ὅτι διὰ τῶν μέσων· εἰ γὰρ ἔν τε θεοῖς καὶ ἐν λίθοις τὸ ἓν τοῦτο εἶδος, πολλῷ δήπου πρότερον ἐν ταῖς μεταξὺ γενέσεσιν, οἷον δαιμόνων ἢ τῶν ἄλλων ζώων· σειραὶ γάρ τινες ἀπὸ τῶν νοερῶν θεῶν εἰς τὸν οὐρανὸν καθήκουσι, καὶ ἀπὸ τῶνδε πάλιν εἰς τὴν γένεσιν, καθʼ ἕκαστον στοιχεῖον ἐξαλλαττόμεναι, καὶ μέχρι γῆς ὑφιζάνουσαι. Τούτων δὲ τῶν σειρῶν τὰ μὲν ὑψηλότερα μειζόνως μετέχει τῶν παραδειγμάτων, τὰ δὲ χαμαιζηλότερα ἐλαττόνως τῆς ἰδιότητος ἐπὶ πάντα τῆς μιᾶς ἐκτεινομένης, ἣ καὶ ποιεῖ μίαν τὴν ὅλην σειράν.

`876`

Πάλιν δὲ καθʼ ἕτερον τρόπον, εἰ βούλει, λέγωμεν ὅτι καὶ ὅλων μετέχει τὰ τῇδε τῶν εἰδῶν καὶ μερῶν· ὅλων μὲν, καθόσον ἀμέριστος αὐτῶν ἐστιν ἡ ποίησις, διὸ καὶ ὅλη πανταχοῦ πᾶσιν ἡ αὐτὴ πάρεστιν ἑαυτῆς οὖσα πρότερον, ἔπειθʼ οὕτω καὶ τὴν τῶν μετεχόντων οὐσίαν ἀποπληροῦσα τῆς οἰκείας δυνάμεως· μερῶν δὲ, καθόσον οὐκ αὐτῶν ἐκείνων, ἀλλʼ εἰδώλων μετέχει, τὰ δὲ εἴδωλα μέρη τῶν οἰκείων ἐστὶ παραδειγμάτων· οὕτω γὰρ ἡ εἰκὼν ἔχει πρὸς τὸ παράδειγμα ἑαυτῆς, ὡς μέρος πρὸς ὅλον. Καὶ εἴ τις ἐπὶ ταύτης ἑστὼς τῆς ἐξηγήσεως γυμνάζει τοὺς προειρημένους λόγους, οὐδὲν ἀδύνατον φαίνεται τῶν πρότερον ἡμῖν ὡς ἀδυνάτων ἀπογεγραμμένων. Ποῦ γὰρ ἀδύνατον ὅλον ἐν πᾶσιν εἶναι ταὐτὸν, εἴ μοι νοοίης ὅτι τὸ ἄυλον καὶ νοερὸν εἶδος, ἐν ἑαυτῷ ὂν καὶ οὐδὲ ἕδρας οὐδὲ τόπου δεόμενον, πᾶσι πάρεστιν ἐξίσου τοῖς μετέχειν αὐτοῦ δυναμένοις; Ποῦ δὲ ἀδύνατον τὸ ἀμέριστον καθʼ αὑτὸ καὶ ἓν προϋπάρχον εἶδος μερίζεσθαι ἐν τοῖς μετέχουσι καὶ τὸν Τιτανικὸν ὑπομένειν διασπασμόν; Πῶς δὲ οὐκ ἀληθέστατον ὅτι, τοῦ αὐτομεγέθους μετασχὸν, ἐλάττονος μετέσχε; τὸ γὰρ ἐν αὐτῷ μέγεθος διαστατὸν ὂν τοῦ αὐτομεγέθους εἴδωλον, τὸ δὲ εἴδωλον μορίῳ δή τινι τοῦ παραδείγματος ἠλάττωται. Τί δὲ, οὐ κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ αἰσθητὸν ἴσον ἐλάττονος ἐρεῖς αὐτοῦ τοῦ ἴσου μετασχὸν ἴσον προσονομάζεσθαι; τὸ γὰρ ἐνταῦθα καλούμενον ἴσον ἔλαττον τῆς τοῦ αὐτοΐσου δυνάμεως. Πῶς δὲ καὶ τὸ εἴδωλον τοῦ σμικροῦ οὐχὶ σμικρότερον ἐκείνου, καθόσον ἀπολείπεται τῆς ἐκείνου τελειότητος; ἐκεῖνο γὰρ τούτου μεῖζον, καθόσον τῇ δυνάμει τελειότερον. Ὅλως δὲ ἕκαστον τῶν τριῶν, ἐπεὶ καὶ ἐξῄρηται τῶν μετεχόντων καὶ μετρητικόν ἐστι τῆς οὐσίας αὐτῶν καὶ τῆς ὑφέσεως αὐτοῖς αἰτίαν ἐνδίδωσι, κατὰ μὲν τὴν ἐξῃρημένην ὑπερβολὴν τῷ μεγέθει προσχρῆται, κατὰ δὲ τὴν μετρητικὴν δύναμιν τῷ ἴσῳ, κατὰ δὲ τὴν τῆς ὑφέσεως δόσιν τῷ σμικροτέρῳ. Πάντα ἄρα συναπεργάζεται ἀλλήλοις τὴν εἰς τὰ δεύτερα ποίησιν, ἐπεὶ, καὶ εἰ τὸ μὲν μέγεθος τὴν ἐπὶ πάντα διατείνουσαν παρέχεται δύναμιν, τὸ δὲ σμικρὸν τὴν ἀμέρειαν — συμφύεται γὰρ ἀλλήλοις· τό τε γὰρ ἀμέριστον ἐπὶ πλείω διῆκον μειζόνως ἐστὶν ἀμερὲς —, καὶ ἄμφω μειζόνως ἴσα ἐστὶν, ἑαυτῶν τε καὶ τῶν ἄλλων ὑπάρχοντα μέτρα διαφερόντως· οὐδὲν ἄρα ἄτοπον οὐδὲ ἀδύνατον, εἰ καὶ τὸ ὅλον καὶ τὸ μέρος τὸν προσήκοντα τρόπον ἐκλάβοις, ἀλλʼ ἕπεται πάντα ταῖς ὑποθέσεσιν οἰκείως. Ὅθεν, οἶμαι, καὶ ὁ Παρμενίδης συνεχῶς ἐπανερωτᾷ πῶς μετέχει τὰ τῇδε τῶν εἰδῶν, καὶ πῶς τὸ ὅλον καὶ πῶς τὸ μέρος ἐπʼ ἐκείνων θεωρητέον, εἰς τὴν ἀληθεστάτην αὐτὸν ἀνάγων ἐπιβολήν.

Οὐ μὰ τὸν Δία, φάναι, οὔ μοι δοκεῖ εὔκολον εἶναι τὸ τοιοῦτον οὐδαμῶς διορίσασθαι.

`877`

Ἐν μὲν τῷ πρώτῳ προβλήματι τῷ περὶ τῆς ὑποστάσεως τῶν ἰδεῶν, οὔτε ὁ Παρμενίδης ὡς ἀτελοῦς τοῦ Σωκράτους ἀντελάβετο, οὔτε αὐτὸς ὅλως οὐδὲν εἶχεν ἀπορεῖν· ἐν δὲ τῷ δευτέρῳ τῷ τίνων εἰσὶν, ἠπόρει μὲν, ἀλλὰ ἐμμελῶς καὶ οὐ πάνυ σφοδρῶς· ἐν δὲ τῷ τρίτῳ τούτῳ καὶ λίαν ἀπορεῖ διὰ τὴν βαθύτητα τοῦ σκέμματος. Καὶ γὰρ οὐκ ἐνταῦθα μόνον ἡ βαθύτης δείκνυται τούτου τοῦ προβλήματος, ἀλλὰ καὶ ἐν Τιμαίῳ, λέγοντος αὐτοῦ τοῦ Τιμαίου τὴν ὕλην ἀπορώτατα μετέχειν τοῦ ὄντος· ὥστε εἰκότως δυσδιάθετος φαίνεται τῷ Σωκράτει καὶ ἄπορος ὁ λόγος, καὶ οὐ νέῳ μόνον, ὡς ἔοικεν, ὄντι, ἀλλὰ καὶ παρʼ αὐτὴν τὴν τελευτήν· λέγει γοῦν καὶ ἐν Φαίδωνι μὴ διισχυρίζεσθαι περὶ τοῦ τρόπου τῆς μεθέξεως τῶν εἰδῶν, τοῦ μεγάλου ἐκεῖ καὶ τοῦ σμικροῦ μεμνημένος. Καὶ τοῦτό ἐστιν ὃ καὶ πρότερον εἴπομεν, καὶ ἐπὶ τούτου καὶ ἐπὶ πολλῶν ἄλλων ζητήσεως ἄξιον τὸ πῶς· οἷον καὶ τὸν Σωκράτη ζητεῖν ἐλέγομεν, ὅτε ἠρώτα πῶς διακρίνεται τὰ εἴδη αὐτὰ καὶ συγκρίνεται, συγχωρῶν μὲν ὅτι κἀκεῖνα πολλὰ ὄντα πάντως ἥνωται καὶ διῄρηται καὶ οὐκ ἔστιν ἑνώσεως ἀμέτοχα, πῶς δὲ ἁπλᾶ ὧν τὸ συναμφότερον πέπονθε ζητῶν, καὶ εἰ ὁμοίως ὡς τὰ ὁρατὰ πολλά· ταῦτα γὰρ σύνθετα, καὶ οὐδὲ ἐπʼ αὐτῶν σύγκρισιν καὶ διάκρισιν ὁρᾷν κατʼ ἄλλο καὶ διʼ ἄλλων συνθέτων ὄντων, ἐπὶ δὲ τῶν ἁπλῶν πῶς τὸ κατʼ ἄλλο ληπτέον καὶ ἄλλο, δυσφορώτατον. Ἐζήτει οὖν πῶς καὶ ἐπʼ ἐκείνων ἄμφω δυνατόν· οὐκ εἰ ἔστι ζητῶν, ἀλλὰ πῶς ἐστιν, ὥσπερ καὶ ἐν τούτοις ζητεῖ ὁ λόγος οὐκ εἰ ἔστι μέθεξις, ἀλλὰ πῶς ἐστιν. Ὃ καὶ ὁ Σωκράτης φησὶ μὴ εἶναι συνιδεῖν εὔκολον, ὑπὸ τῶν ἐλέγχων περιαχθεὶς εἰς τὴν ἐπίστασιν τῆς τοῦ προβλήματος τούτου δυσκολίας. Εἰ δέ γε καὶ ἡ τοῦ ὅρκου πρόσθεσις μὴ μάτην, ἀλλά πως ἐνιδρύει τε αὐτὸν τῷ θεῷ ὃν ὄμνυσι κἀκεῖθεν εὔβατον αὐτῷ ποιεῖ τὴν θεωρίαν, οὐδὲ ταύτην ἂν εὕροις σκοπῶν ἀλλοτρίαν τῆς περὶ τῶν εἰδῶν ζητήσεως· ἐν γὰρ τῷ Διὶ πρῶτον ἡ πηγὴ καὶ ἡ ἑνὰς ἀνεφάνη τῶν δημιουργικῶν ἰδεῶν καὶ ὁ ὅλος αὐτῶν ἀριθμός· αὐτὸν οὖν ἐπικαλούμενος τὸν Δία καὶ μάρτυρα τῆς αὑτοῦ ποιούμενος ἀπορίας, ἑαυτὸν ἐπιτήδειον ποιεῖ πρὸς τὴν ὅλην θεωρίαν καὶ ἀνάγει πρὸς τὴν χωριστὴν ἀπὸ τῶν φαινομένων αἰτίαν.

Τί δὲ δή; πρὸς τόδε πῶς ἔχεις; **—**

Τὸ ποῖον; **—**

Οἶμαί σε ἐκ τοῦ τοιοῦδε ἓν ἕκαστον εἶδος οἴεσθαι εἶναι. Ὅταν πολλὰ ἄττα μεγάλα δόξῃ σοι εἶναι, μία τις ἴσως δοκεῖ ἰδέα ἡ αὐτὴ εἶναι ἐπὶ πάντα ἰδόντι, ὅθεν ἓν τὸ μέγα ἡγεῖ εἶναι. **—**

Ἀληθῆ λέγεις, φάναι.

`878–885`

Ὅπως μὲν οὐχὶ σωματικὴν οἰητέον εἶναι τὴν μετάληψιν τῶν εἰδῶν, ἐπιδέδεικται διὰ τῶν εἰρημένων ἱκανῶς· ἐξ ὧν λάβοις ἂν ὅτι οὐ σωματικῶς οὐδὲ ὤσεσι καὶ μοχλίαις αὐτῶν ἀναθετέον τὴν ποίησιν, οἷαι δὴ τῶν σωμάτων εἰσὶν αἱ κινήσεις. Εἰ δὲ τοῦτο, δῆλον ὡς ἀσώματός ἐστιν ὁ διάκοσμος τῶν εἰδῶν· ἐν Σοφιστῇ μὲν οὖν ὅτι τὸ ἓν ἀσώματον ἐπέδειξεν ὁ λόγος· σῶμα γὰρ ὂν καὶ αὐτὸ δεήσεσθαι τοῦ ἑνίζοντος· ἐνταῦθα δὲ ὅτι τὸ ὄντως ὂν καὶ τὰ εἴδη τὰ νοερὰ ἀμερίστως ὑφέστηκε· ἐν δὲ Νόμοις, ὅτι αἱ ψυχαὶ ἀσώματοι διὰ τὴν αὐτοκίνητον ὑπόστασιν. Οὗτοι δέ εἰσιν οἱ πρὸ τῶν αἰσθητῶν διάκοσμοι τρεῖς, ὁ τῶν ψυχῶν, ὁ τῶν νοερῶν οὐσιῶν, ὁ τῶν ἑνάδων, οἷς δὴ πᾶσι τὸ ἀσώματον ἀποδέδωκε διʼ αὐτῶν τῶν ἀνελέγκτων λόγων. Ἀλλὰ ταῦτα μὲν ταύτῃ ἐχέτω· ἄνεισι δὲ ἐντεῦθεν ἐπʼ ἄλλην τελειοτέραν ὑπόθεσιν ὁ Παρμενίδης· μήποτε γὰρ οὕτω τὰ τῇδε μετέχει τῶν ἰδεῶν, ὡς τῶν φυσικῶν λόγων, ὁμοταγῶν μὲν ὄντων καὶ ὁμοφυῶν τοῖς μετέχουσιν, ἀσωμάτων δὲ ὅμως; Ἡ γὰρ πρὸ ταύτης ἀπορία σωματικὴν ἐλάμβανε τὴν μετοχὴν τῶν ἰδεῶν, ἄλλων μὲν οὐσῶν περὶ τὰ ἐν ἡμῖν, σωματικῶν δὲ ὅμως, καὶ οὕτω παρουσῶν, ὡς σώματα δυνατὸν παρεῖναι σώμασιν ἄλλοις. Ἄνεισιν οὖν ἐπί τινα λόγον ἀσώματον, ὃν, εἰ ἐθέλοιμεν εἰς τὰ πράγματα ἀποβλέποντες ἀφορίζεσθαι, φυσικὸν εἶναι θήσομεν, καὶ εἶναι τὸν τρόπον τῆς μετοχῆς ἀσώματον μὲν, ἀλλʼ ἔχοντά τι κοινὸν πρὸς τὰ μετέχοντα. Ἐὰν γὰρ πρὸς τῇ ἀσωμάτῳ μεθέξει καὶ ἐκβεβηκότα πάντη τῶν μετεχόντων τὰ μετεχόμενα λάβωμεν, οὐκέτι οὐδʼ ἂν ἓν λείποιτο περὶ τῆς μεθέξεως ἄπορον· δύο γὰρ ταῦτα ποιεῖ τὴν ἀπορίαν, ὁ σωματικὸς τῆς παρουσίας τρόπος καὶ ἡ πρὸς αὐτὰ κοινότης· πρὸς ἃ καὶ ὁ Σωκράτης βλέπων ἐν Φαίδωνι διαπορεῖν ἔλεγεν εἴτε παρουσίαν δεῖ θέσθαι τῶν εἰδῶν εἰς τὰ μετέχοντα αὐτῶν — ὡς ἡ πρὸ τούτων ἔλεγε ζήτησις, εἴτε ὅλου μετέχει τοῦ εἴδους τὰ τῇδε ζητοῦσα, εἴτε μέρος ἑκάστου —, εἴτε καὶ μὴ παρουσίαν, ὡς τοῦ ἑνὸς λόγου ἐν ταῖς χορδαῖς τοῖς συμφώνοις τὸν ποιοῦντα τῇ ἑτέρᾳ κινουμένῃ συγκινεῖσθαι τὴν λοιπήν. Αὐτὴ γοῦν ἡ δευτέρα ζήτησις ὑπέθετο τὸ εἶδος ἐν τοῖς μετέχουσιν εἶναι καὶ ὁμοταγὲς αὐτοῖς· διὸ καὶ ἐπὶ τούτοις πάλιν καὶ ἐκείνοις ὁμοίοις οὖσιν ἄλλο τι ἀναγκάζει τίθεσθαι ταὐτόν. Ἄνεισιν οὖν ἐπὶ τὰς φύσεις· ὑπὲρ γὰρ τὰ σώματα καὶ τὴν φαινομένην διακόσμησιν τῶν εἰδῶν οἱ φυσικοὶ λόγοι καὶ αἱ φύσεις ἐτάχθησαν, δύνουσαι καὶ αὐταὶ κατὰ τῶν σωμάτων καὶ οὐκ ἐξῃρημένως αὐτὰ συνέχουσαι· διὸ καὶ πάνυ συντάττονται τοῖς αἰσθητοῖς εἴδεσιν οἱ φυσικοὶ λόγοι. Πῶς οὖν ἄνιμεν ἐπὶ τοὺς φυσικοὺς λόγους, αὐτὸς διδάσκει σαφῶς ὁ Παρμενίδης· ἀπὸ γὰρ τῶν ἐν τοῖς καθέκαστα κοινῶν ἐπὶ τὸ προσεχὲς αἴτιον αὐτῶν ἀνατρέχομεν, ὃ δή ἐστι πάντως εἶδος φυσικόν· ἰδόντες γὰρ πολλὰ μεγάλα καὶ ἐπὶ πάντα ταῦτα μίαν ἰδέαν διατείνουσαν, ἓν δή τι μέγα ἡγούμεθα εἶναι τοῦ μεγάλου τοῦ ἐν τοῖς καθέκαστα κοινόν. Ὅτι δὲ περὶ φυσικοῦ εἴδους ὁ λόγος καὶ τῆς ἀπὸ τῶν αἰσθητῶν ἐπʼ αὐτὸ μεταβάσεως, δηλοῖ προστιθεὶς τὰ τοιαῦτα, τὸ οἴεσθαι, τὸ δόξῃ, τὸ δοκεῖ, τὸ ἡγεῖ, τῶν τοιούτων Ἕκαστον ἃ μὴ ἔστι περὶ ἐπιστητῶν πραγμάτων λέγειν, ἀλλὰ περὶ φυσικῶν. Ὁμοίως οὖν καὶ ἐπʼ ἀνθρώπων ῥητέον ὅτι ὁρῶμεν τοὺς πολλοὺς ἀνθρώπους, καὶ μίαν ἰδέαν ἐπὶ πάντα διατείνουσαν τὸν ἐν τοῖς καθέκαστα ἄνθρωπον, ὅθεν ἕνα ἄνθρωπον ἡγούμεθα ἐν τοῖς λόγοις προϋπάρχειν τῆς φύσεως γεννητικὸν τοῦ φαινομένου, καὶ οὕτω τοὺς πολλοὺς μετέχειν τοῦ ἑνὸς, ὡς λόγου φυσικοῦ προελθόντος εἰς ὕλην, οὐδὲ τούτου χωριστοῦ τῆς ὕλης ὄντος, ἀλλʼ ὡς προείπομεν, ἐοικότος τῇ σφραγῖδι τῇ δυνούσῃ κατὰ τοῦ κηροῦ καὶ ἐν αὐτῷ τὸν ἐν αὑτῇ ἀποτιθεμένῃ τύπον καὶ ἐφαρμόζοντα τοῦτον πρὸς ὅλον τὸ ἐπιτιθέμενον εἶδος ποιούσῃ. Ἡ μὲν οὖν προσεχὴς μετάβασις ἀπὸ τῶν σωμάτων ἐπὶ τὰς φύσεις γινομένη τοὺς ἐν ταύταις λόγους ἐπιδείκνυσιν ἀπολειπομένους τῆς τῶν εἰδῶν πρωτουργοῦ καὶ ἀμίκτου πρὸς τὰ μετέχοντα τελειότητος. Ληπτέον δὲ ἐκ τούτων ὅτι τὸ ἓν εἶδος οὔτε κατὰ τὸ ὄνομα δεῖ μόνον κοινωνεῖν τοῖς πολλοῖς, ἵνα μὴ πάλιν διὰ τὸ κοινὸν ὄνομα ζητῶμεν ἄλλο ἕν τι κοινὸν τῷ τε ἑνὶ καὶ τοῖς πολλοῖς, ὥσπερ τῶν πολλῶν τὸ ἓν κοινόν· οὔτε συνώνυμον εἶναι χρὴ τὸ ἐν τοῖς ὑφʼ ἑαυτὸ πολλοῖς, ἵνα μὴ πάλιν εἷς ὢν ἀμφοτέρων λόγος ἕτερον ἀπαιτῇ τι κοινὸν ἐπʼ αὐτοῖς· ἀλλʼ ὡς εἴρηται πολλάκις, ἀφʼ ἑνὸς καὶ πρὸς ἕν· ὃ γάρ ἐστι τὸ ἓν εἶδος πρώτως, τοῦτο τὰ ὑπʼ αὐτὸ πολλὰ δευτέρως. Καὶ οὐ δεῖ κοινότητα πάλιν ἄλλην ἐπὶ τούτων θηρᾷν· ἡ γὰρ κοινότης ὁμοταγῶν μέν ἐστιν, οὐχ ὁμοταγὴς δὲ τοῖς ὧν ἐστι κοινότης. Αὐτὸ δὲ τὸ ἓν ἐφʼ ἑκάστου τῶν εἰδῶν ὅταν λαμβάνωμεν, οὔτε δοξαστικῶς αὐτὸ χρὴ θεωρεῖν, οὔτε διανοητικῶς· οὐδὲ γάρ εἰσιν αὗται γνώσεις συμφυεῖς τῶν νοερῶν μονάδων, τῶν οὔτε δοξαστῶν οὔτε διανοητῶν, ὡς ἐν Πολιτείᾳ μεμαθήκαμεν, ἀλλὰ διὰ τῆς νοερᾶς ἐπιβολῆς θεάσασθαι προσήκει τὴν ἁπλῆν καὶ ἑνοειδῆ τῶν οὐσιῶν ἐκείνην ὕπαρξιν οὐδὲ δὴ κατὰ σύνθεσιν αὐτοῖς ἀπὸ τῶν πολλῶν ὑπάρχειν τὸ ἓν, οὐδὲ κατʼ ἐπίνοιαν χωριστὴν οἰητέον, ἀλλʼ ἐπείπερ ἀπὸ τἀγαθοῦ καὶ τοῦ ἑνὸς τῶν εἰδῶν προῆλθεν ὁ νοερὸς ἀριθμὸς καὶ ἐν τῷ ἑνὶ διαφερόντως ὑφέστηκεν, οὐκ ἐξιστάμενος τῆς οἰκείας πρὸς τὴν ὑποστήσασαν αὐτὸν αἰτίαν καὶ συγγενοῦς ἑνώσεως. Ὅθεν καὶ ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης ποτὲ μὲν ἑνάδας καλεῖ τὰς ἰδέας, ποτὲ δὲ μονάδας· εἰσὶ γὰρ ὡς μὲν πρὸς αὐτὸ τὸ ἓν μονάδες, διότι καὶ πλῆθός ἐστιν ἑκάστη καὶ ὄν τι οὖσα καὶ ζωὴ καὶ εἶδος νοερόν· ὡς δὲ πρὸς τὰ ἀπʼ αὐτῶν παραγόμενα καὶ τὰς σειρὰς ἃς ὑφεστᾶσιν, ἑνάδες· πληθύνεται γὰρ τὰ μετʼ αὐτὰς μεριστὰ γινόμενα ἀπὸ ἀμερίστων ἐκείνων. Εἰ τοίνυν τὸ ἐν αὐταῖς ἑνιαῖον τῶν πολλῶν ἐκβέβηκε, δῆλον δήπουθεν ὅτι καὶ ἡ ἑνιαία τοῦ νοῦ γνῶσις ἱκανὴ πρὸς τὴν ἀντίληψιν ὑπάρχει τοῦ τῶν εἰδῶν ἑνός· ἐάν τε οὖν πλῆθος ἦ τῶν μετεχόντων, οὐ πολλαπλασιάζει τοῦ μετεχομένου τὸ ἑνιαῖον· ἐάν τε μερῶν διαφορότητες, τηρεῖται τὸ ἀμέριστον τῶν εἰδῶν ἀμετακίνητον· ἐάν τε συνθέσεις, ἡ ἁπλότης ἀεὶ ὡσαύτως ἕστηκε τῶν νοερῶν εἰδῶν· οὔτε γὰρ συναριθμεῖται τοῖς ἑαυτῶν ἀποτελέσμασιν, οὔτε συμπληροῖ τὴν οὐσίαν αὐτῶν· εἰ γὰρ ἔν τῷ τῶν γιγνομένων εἴη, οὐκέτʼ ἂν ὡς ἀρχὴ αὐτῶν θεωροῖτο καὶ αἰτία γόνιμος· ὅλως γὰρ πᾶν τό τινος γενόμενον ἁπλῶς αἴτιον ὑπάρχειν ἀδύνατον, διότι δὴ τὸ ὡς ἀληθῶς αἴτιον ἐξῄρηται τῶν ἀποτελεσμάτων, καὶ ἵδρυται ἐν ἑαυτῷ καὶ ἐφʼ ἑαυτοῦ χωριστῶς ἀπὸ τῶν μετεχόντων. Εἰ μὲν οὖν ἐπὶ τὰ εἴδη τις ἀπὸ τῶν αἰσθητῶν τούτων καὶ πάντη διῃρημένων ἐθέλοι μεταβαίνειν, νοῦν μὲν ἀντὶ δόξης προϊστάσθω τῆς ὁδοῦ ταύτης ἡγεμόνα, θεάσθω δὲ ἕκαστον εἶδος ἀσύντακτον πρὸς τὰ τῇδε καὶ ἀμιγές· καὶ μήτε σχέσιν αὐτῶν τινα ἐπινοείτω, μήτε κοινὸν τῆς οὐσίας λόγον αὐτῶν τε καὶ τῶν πολλῶν, μήτε σύνταξιν ὅλως τῶν μετεχομένων πρὸς τὰ μετέχοντα θεωρείτω, συντεταγμένα καὶ σωζόμενα διὰ τῆς πρὸς ἐκεῖνα συντάξεως. Εἰ δέ τις δόξῃ χρῆται πρὸς τὴν μετάβασιν καὶ εἰδῶν ἀντιλαμβάνηται συμμιγῶν πρὸς τὰ τῇδε καὶ τοῖς ἐνύλοις λόγοις συναριθμουμένων, μόλις ἐπὶ τὴν φύσιν οὗτος ἄνεισι καὶ τὸν φυσικὸν διάκοσμον τῶν εἰδῶν· ὅθεν δὴ πάλιν ἐπὶ τούτοις ἄλλας ὁλικωτέρας μονάδας θεωρεῖ, καὶ ἑνώσεις ἑνώσεως μεταδιώκει, καὶ τοῦτο ἐπʼ ἄπειρον οὐ παύεται πάσχων, ἕως ἂν ἐπʼ αὐτὰ τὰ νοερὰ πέρατα καταντήσας ἐν ἐκείνοις ἴδῃ τὴν τῶν εἰδῶν ἀφωρισμένην παραγωγὴν, τοῖς αὐθυποστάτοις, τοῖς ἁπλουστάτοις, τοῖς διαιωνίοις. Κατὰ πόδας οὖν ὁ Παρμενίδης, τῶν μεριστῶν εἰδῶν ἐπιδείξας ὑπερηπλωμένα τὰ πρωτουργὰ εἴδη καὶ παντελῆ, δείκνυσιν αὐτὰ καὶ τῶν συμμιγῶν πρὸς ταῦτα συναριθμουμένων αὐτοῖς καὶ ὁπωσοῦν ἐξῃρημένα κατὰ δή τινα θαυμαστὴν ὑπερβολήν. Ἐνταῦθα δὴ γενομένοις ἄξιον ἄγασθαι τὴν ἐν τῷ Φαίδωνι τοῦ Σωκράτους ἐπίστασιν περὶ τῆς μεθέξεως τῶν εἰδῶν· οὐ γὰρ ἔτι διισχυρίζομαι, φησὶν, εἴτε παρουσίαν εἴτε κοινωνίαν αὐτὴν δεῖ λέγειν, εἴτε ἄλλην τινὰ παρὰ ταύτας. Ἐκ μὲν γὰρ τῆς πρώτης ἀπορίας τὴν παρουσίαν ἀδύνατον ἀποφαίνειν δυνατὸν, οὔτε ὅλων οὔτε μερῶν αὐτῶν τινων τοῖς μετέχουσι παρεῖναι δυναμένων· ἐκ δὲ τῆς δευτέρας ταύτης, τὴν κοινωνίαν τοὺς ὑποθεμένους διελέγχειν. Ἐὰν γοῦν ᾖ τι κοινὸν ταῖς ἰδέαις καὶ τοῖς μετέχουσιν αὐτῶν, ἡ ἐπʼ ἄπειρον μετάβασις ἕξει χώραν ἀπὸ τῶν τοῦ κοινοῦ μετεχόντων ἐπὶ τὸ κοινόν. Διὸ καὶ εἰκότως αὕτη πρὸς τὴν πρὸ αὐτῆς ἀπορίαν διάφορος· ἐκείνη μὲν γὰρ ἦν ὡς τοῦ εἴδους παρόντος τοῖς μετέχουσι καὶ αὐτοῦ ὄντος τοῦ μετασχεθέντος, αὕτη δὲ ὡς ἄλλου μὲν ὄντος παρὰ τὸ μετεχόμενον, πολλὴν δὲ τὴν πρὸς αὐτὸ κοινωνίαν ἔχοντος· διὸ ἐπʼ ἐκείνοις μὲν ὁ ἔλεγχος ἀπὸ τοῦ μήθʼ ὡς ὅλον δύνασθαι παρεῖναι μήθʼ ὡς μέρος ἑαυτοῦ διδόν, ἐπὶ ταύτης δὲ οὐκέθʼ ὁμοίως, ἀλλʼ ἀπὸ τοῦ κοινοῦ ἐν ἀμφοτέροις ἐπʼ ἄλλο πάλιν ἀνάγειν ἑνὸς εἴδους καὶ τῶν πολλῶν κοινότερον· καὶ οὕτως ὁ τῆς μετοχῆς λόγος ὅ τε ἀπὸ τῆς παρουσίας ἐλέγχεται, καὶ ὁ ἀπὸ τῆς κοινωνίας τρόπον ἕτερον, ὁ μὲν ἀπὸ τοῦ ἐν τοῖς μετέχουσιν εἶναι, ὁ δὲ ἀπὸ τοῦ μὴ εἶναι μὲν ἐν αὐτοῖς, κοινωνεῖν δὲ πρὸς τὰ μετέχοντα ὡρμημένος. Μόνως δʼ ἂν ἐπιστημονικὸν λόγον ἀποδοίη τις περὶ τῆς μεθέξεως, εἰ καὶ τῆς παρουσίας ἀφελὼν τὸ σωματοειδὲς καὶ τῆς ἀσωματίας τὸ κοινὸν, οὕτω πως θεῖτο μετέχειν τὰ τῇδε τῶν ἰδεῶν ἀσωμάτως μὲν παρουσῶν τοῖς μεταλαμβάνουσιν, οὐχ ἑνὶ δὲ πρὸς αὐτὰ λόγῳ κρατουμένων, ἵνα καὶ πανταχοῦ ὦσιν αἱ αὐταὶ διὰ τὸ ἀσώματον, καὶ οὐδαμοῦ διὰ τὸ ἐξῃρῆσθαι τῶν μετεχόντων· ἡ μὲν γὰρ πρὸς τὰ μετέχοντα κοινότης ἀφαιρεῖ τὴν ἐξῃρημένην ὑπεροχήν· δεῖ γὰρ εἶναι μὲν κοινωνίαν, ἀλλʼ οὐχ ὡς ὁμοταγῶν, ἀλλʼ ὡς μόνον εἰς ἐκεῖνα τῶν μετεχόντων ἀνηρτημένων, ἐκείνων δὲ τελέως ἀπʼ αὐτῶν ἐξῃρημένων· ἡ δὲ σωματοειδὴς παρουσία τὴν πανταχοῦ παρουσίαν ἀμέριστον ἀφανίζει. Τὰ γοῦν σώματά ἐστι τὰ μὴ δυνάμενα ὅλα ἐν πολλοῖς εἶναι, τὰ δὲ καθʼ αὑτὰ ἀσώματα πᾶσιν ὅλα πάρεστι τοῖς μετέχειν αὐτῶν δυναμένοις· μᾶλλον δὲ οὐκ αὐτὰ πάρεστιν ἐκείνοις, ἀλλὰ τὰ μετέχοντα αὐτοῖς· καὶ τοῦτό ἐστιν ὅπερ ὁ ἐν Φαίδωνι Σωκράτης ᾐνίξατο λέγων, εἴτε παρουσίαν, εἴτε κοινωνίαν, εἴθʼ ὁπωσοῦν αἰτίαν εἶναι τῆς μεθέξεως τῶν εἰδῶν, ἵνʼ ἑκατέρας ἀφέλωμεν τὸ τὴν ἀπορίαν ποιοῦν. Τὴν μὲν οὖν τοῦ ἐν Φαίδωνι Σωκράτους ἐπίστασιν διὰ ταῦτα θαυμάζειν ἄξιον, ἐξ ὧν ἐμεμαθήκει νέος ὢν παρὰ τοῦ Παρμενίδου δύο τούτων ἀποριῶν ὡρμημένην· τὴν δὲ ἔνθεον τοῦ Πλάτωνος ἐπιβολὴν, ὅπως προανεῖλε πάσας τὰς ὕστερον ἀποπτώσεις γενομένας τῆς ἀληθεστάτης περὶ τῶν εἰδῶν θεωρίας· ὡς γὰρ ὁ θεῖος νοῦς πάντα τὰ ἐσόμενα περιέχει κατὰ μίαν αἰτίαν, οὕτω τοι καὶ ἡ τοῦ Πλάτωνος, ὡς ἔοικεν, ἐπιστήμη πάσας προλαμβάνει καὶ θεραπεύει τὰς παραγραφὰς τῶν θείων δογμάτων, νέον εἰσαγαγοῦσα καὶ ἀγχίνουν ἀποροῦντα μόνον ἑκασταχοῦ περὶ ὧν οἱ μετʼ αὐτὸν ἠρέθισαν· πολλοὶ γὰρ δὴ σωματικοῖς λόγοις ἀνέθεσαν τὴν δημιουργίαν, καίτοι δέδεικται ὅτι τὰ εἴδη σωματικά τε εἶναι καὶ μετέχεσθαι σωματοειδῶς ἀδύνατον· οὔτʼ ἄρα γεννήματα τῆς ὕλης ὑποθετέον εἶναι τὰ εἴδη καὶ βλαστήματα, καθάπερ τινές φασιν· οὔτε ἐκ τῆς συμμίξεως αὐτὰ τῶν ἁπλῶν στοιχείων ὑφίστασθαι συγχωρητέον· οὔτε τοῖς σπερματικοῖς λόγοις τὴν αὐτὴν ἔχειν οὐσίαν δοτέον· πάντα γὰρ ταῦτα σωματοειδῆ καὶ ἀτελῆ καὶ μεριστὴν αὐτῶν ἀποφαίνει τὴν ὑπόστασιν. Πόθεν οὖν τοῖς ἀτελέσιν ἡ τελειότης, πόθεν τοῖς πάντη σκεδαννυμένοις ἡ ἕνωσις, πόθεν τοῖς ἀεὶ γιγνομένοις ἡ ἀνέκλειπτος οὐσία πάρεστι, εἰ μὴ προϋφέστηκε τούτων πάντων ἡ ἀσώματος καὶ παντελὴς τῶν εἰδῶν διακόσμησις; Ἄλλοι δὲ αὖ τὸ ἐν τοῖς καθέκαστα κοινὸν ᾐτιάσαντο τῆς διαμονῆς τῶν εἰδῶν — ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, καὶ ἐκ τοῦ ὁμοίου τὸ ὅμοιον —, δέον αὐτοὺς προσεπινοεῖν τὸ ἐν τοῖς καθέκαστα κοινὸν ὅθεν ὑφέστηκεν· οὐ τὸ γένος τοῦτό γε εἶναι δυνατὸν ἔνυλον ὂν καὶ μεριστὸν καὶ οὐ παντελῶς ἀΐδιον, οὔτε ἐξ ἄλλης αἰτίας ὂν ἐκ κινουμένης εἶναι ταύτης καὶ μεταβαλλούσης· ἦν γὰρ ἂν καὶ τοῦτο πάντη μεταβλητόν· καίτοι καθόσον εἶδος ἔστιν, ἀεὶ μένει ταὐτὸν, οἷον σφραγὶς ἡ αὐτὴ πολλοῖς ἐντεθειμένη κηροῖς, ἐκείνων μεταβαλλόντων, ἡ αὐτὴ μένουσα ἀνέκλειπτος ἐν τοῖς οὖσι κηροῖς. Τί οὖν τὸ τὴν σφραγῖδα ταύτην ἀποτιθέμενον προσεχῶς; ἡ μὲν γὰρ ὕλη κατὰ τὸν κηρὸν, καὶ ὁ τῇδε ἄνθρωπος κατὰ τὸν τύπον. Κατὰ δὲ τὸν δακτύλιον αὐτὸν τὸν δύνοντα κατὰ τῶν ὄντων τί ποτε τάξομεν, ἢ τὴν φύσιν τὴν χωροῦσαν διὰ τῆς ὕλης καὶ οὕτω τοῖς ἑαυτῆς λόγοις μορφοῦσαν τὸ αἰσθητόν; κατὰ δὲ τὴν χεῖρα τὴν τῷ δακτυλίῳ χρωμένην, τὴν ψυχὴν, ἣ καὶ ποδηγετεῖ τὴν φύσιν, ἡ μὲν ὅλη τὴν ὅλην, ἡ δὲ μερικὴ τὴν μερικήν; κατὰ δὲ τὴν ψυχὴν ἐκείνην τὴν διὰ τῆς χειρὸς καὶ τοῦ δακτυλίου σφραγίζουσαν τὸν νοῦν, ὃς διὰ ψυχῆς καὶ φύσεως τῶν εἰδῶν πληροῖ τὸ αἰσθητὸν, αὐτὸς ὢν ὁ ἀληθινὸς Πόρος, γεννητικὸς τῶν λόγων τῶν μέχρις ὕλης ῥυέντων; Οὐ δεῖ τοίνυν μένειν ἐπὶ τῶν καθέκαστα κοινῶν, ἀλλὰ ζητεῖν τὰς αἰτίας αὐτῶν· διὰ τί γὰρ οἱ ἄνθρωποι μὲν τῆσδε τῆς κοινότητος μετέσχον, ἄλλα δὲ τῶν ζώων ἄλλης, ἢ διὰ τοὺς ἀφανεῖς λόγους; μία μὲν γὰρ πάντων μήτηρ ἡ φύσις. Ἀλλὰ τίνα τὰ τῶν διωρισμένων ὁποιοτήτων αἴτια, καὶ διὰ τί κατὰ φύσιν λέγομεν τὴν γένεσιν, ὅταν ἐξ ἀνθρώπου ἄνθρωπος, ἢ ὅτι λόγος ἐστὶν ἀνθρώπων ἐν τῇ φύσει, καθʼ ὃν οἱ ἐνταῦθα ἄνθρωποι πάντες; οὐ γὰρ δὴ ὅ τι γε ζῶον ἦν τὸ τεχθὲν, ἐπεὶ καὶ εἰ λέων ἦν, ζῶον ἂν ἦν φυσικὸν, ἀλλʼ οὐκέτι κατὰ φύσιν, ὅτι μὴ κατὰ τὸν ἴδιον λόγον. Ἄλλο ἄρα δεῖ πρὸ τῶν ὁμοίων εἶναι τὸ τῶν ὁμοίων αἴτιον, καὶ δεῖ διὰ ταῦτα ἀπὸ τῶν καθέκαστα κοινῶν ἐπὶ τοῦτο ἀνατρέχειν τὸ ἓν, τὸ προσεχῶς ὑποστατικὸν τῶν αἰσθητῶν, ἐφʼ ὃ καὶ αὐτὸς ὁ Παρμενίδης ἡμᾶς ἀνήγαγεν. Ὅπως δὲ ἡμᾶς οὐκ ἀξιώσει μένειν ἐπὶ τῆς αἰτίας ταύτης, διὰ τῶν ἐφεξῆς ποιήσει δῆλον· καὶ γὰρ ἐὰν εἰς τὰς κοινότητας ταύτας ὄντως βλέποντες ἐθέλωμεν, ἀπὸ τούτων ὁρμηθέντες, τὰς ἰδέας ἀναπλάττειν, λήσομεν ἀπὸ πάντων εἰς ἐκείνας ὁμοίως ἀνατρέχοντες, οὐ μόνον ὧν εἰσὶν, ἀλλὰ καὶ ὧν οὐκ εἰσὶν, οἷον τῶν παρὰ φύσιν, τῶν παρὰ τέχνην, τῶν παρὰ λόγον, τῶν ἀνουσίων, αὐτῶν τῶν ἀνυποστάτων, τραγελάφων λέγω καὶ ἱπποκενταύρων· εἰσὶ γὰρ καὶ τούτων κοινότητες· καὶ οὕτω τῶν οὐκ ὄντων θήσομεν ἰδέας, ἀλλὰ καὶ πρὸς τούτοις τῶν ἀπείρων, οἷον τῶν ἀλόγων γραμμῶν, τῶν ἐν τοῖς ἀριθμοῖς λόγων· ἄπειροι γὰρ καὶ αἱ ἄλογοι γραμμαὶ καὶ οἱ ἐν τοῖς ἀριθμοῖς λόγοι, ὧν εἰσι κοινότητες. Ἐὰν οὖν ἀπὸ τούτων ἰδέας τινὰς ἀναπλάττωμεν, πολλάκις τὰ ἄπειρα ποιήσομεν· καίτοι δεῖ τὰς ἰδέας τῶν ἀτόμων τῶν μετεχουσῶν αὐτῶν ἐλάττους εἶναι, πλειόνων ὄντων τῶν μετεχόντων ἑκάστης. Εἰκότως ἄρα διορθοῦται τὸν τρόπον τῆς ἐπὶ τὰς ἰδέας μεταβάσεως ὁ Παρμενίδης, ὡς οὐκ οὔσης ἐπιστημονικῆς ἐὰν ἀπὸ τῶν τῇδε γίγνηται κοινοτήτων, ἀπὸ τῶν περὶ τῆς μεθέξεως ζητήσεων ὁρμηθείς· τὰς γὰρ κοινότητας ἄλλας ἀεὶ καὶ ἄλλας δυνατὸν ἐπινοεῖν, καὶ οὕτως ἐπʼ ἄπειρον χωρεῖν· δηλοῖ δὲ τοῦτο διὰ τῶν ἑπομένων.

`886`

Τί δʼ αὐτὸ τὸ μέγα καὶ τὰ ἄλλα τὰ μεγάλα, ἐὰν ὡσαύτως τῇ ψυχῇ ἐπὶ πάντα ἴδῃς, οὐχὶ ἕν τι αὖ μέγα φανεῖται, ᾧ ταῦτα πάντα ἀνάγκη μεγάλα φαίνεσθαι; **—**

Ἔοικεν. **—**

Ἄλλο ἄρα εἶδος μεγέθους ἀναφανήσεται παρʼ αὐτό τε τὸ μέγεθος γεγονὸς καὶ τὰ μετέχοντα αὐτοῦ, καὶ τὸ ἐπὶ τούτοις ἀμφοῖν ἕτερον, ᾧ ταῦτα πάντα μεγάλα ἔσται· καὶ οὐκέτι δὴ ἓν ἕκαστόν σοι τῶν εἰδῶν ἔσται, ἀλλʼ ἄπειρα τὸ πλῆθος.

`887–890`

Ἔστι μὲν τὸ προκείμενον δεῖξαι τὴν ἀπὸ τῶν κοινοτήτων ἐπὶ τὰς ἰδέας, ὅπερ προείπομεν, μετάβασιν οὐκ ὀρθῶς ἀναπλαττομένην, ἀλλʼ ἐπανιοῦσαν εἰς ἄλλο τι καὶ ἄλλο πάλιν κοινόν. Διὸ καὶ ὁ Σωκράτης οὐκ ᾤετο κοινωνίαν αἰτίαν εἶναι, καθάπερ εἴπομεν, τῆς μετοχῆς· εἰ γάρ τι κοινὸν εἴη τῷ μετέχοντι καὶ τῷ μετεχομένῳ, πάλιν ἀπὸ τούτων ἐπί τι ποιησόμεθα τὴν μετάβασιν τὸ τῆς κοινωνίας αἴτιον ἀμφοῖν, καὶ οὕτως εἰς ἄπειρον ἡ ὁδός· οἷς γάρ ἐστί τι κοινὸν, εἶναι δεῖ πρὸ αὐτῶν τῆς κοινωνίας αἴτιον. Εἰ δέ τινα καὶ ἀπὸ ταύτης τῆς ἀπορίας ἐθέλοιμεν καρπὸν λαβεῖν τῆς ἀναγωγοῦ πρὸς τὰς ἰδέας θεωρίας, ἐννοήσωμεν ὅτι διὰ ταύτης δεικνύοιτο ἂν τῆς ἐφόδου, καθάπερ εἴπομεν, τῆς ἰδέας τὸ ἰδίωμα, μήτε τοῖς σπερματικοῖς λόγοις ὂν ταὐτὸν, μήτε τοῖς φυσικοῖς ὅλως, οἵ εἰσιν ὁμοταγεῖς τοῖς ὑλικοῖς, ἀλλʼ ἕτερόν τι πρὸ τούτων ἀσύντακτον πρὸς πᾶν τὸ μερισθὲν περὶ τοῖς πολλοῖς· τὸ γὰρ ἓν τὸ ἐν τῇ φύσει τὸ γεννητικὸν τῶν ἐν τοῖς αἰσθητοῖς εἰδῶν οὐ τοιοῦτόν ἐστιν οἷον ἐξῃρῆσθαι τῶν φαινομένων, ἀλλʼ ἔχει κοινωνίαν παμπόλλην, ἐλαχίστην δὲ τὴν ἐξαλλαγήν· καὶ τοσαύτην τὴν κοινωνίαν, ὡς μηδὲν δοκεῖν τῶν ἐνύλων διαφέρειν ὅλως εἰδῶν, ἀλλʼ εἶναι καί τι ἔνυλον καὶ μεριστόν. Ὡς γοῦν ἡ φύσις αὕτη τῶν διοικουμένων ἀχώριστος, οὕτω δὴ καὶ οἱ λόγοι τῆς φύσεως ἀχώριστοι τῶν εἰδοποιουμένων εἰσίν· οἷον εἰ νοήσειας αὐτὴν τὴν τέχνην μετὰ τῶν οἰκείων ὀργάνων οἷς χρῆται δῦσαν κατὰ τῶν τεχνητῶν, καὶ ἃ νῦν ἔξωθεν ποιεῖ, ταῦτα ἔνδοθεν ἀπεργαζομένην. Ὁ δʼ οὖν ἐν τῇ φύσει τοῦ μεγάλου λόγος, ἅτε οὐκ ἐξῃρημένος τῶν ἐνταῦθα μεγάλων, ἀλλὰ συνδιαβαπτιζόμενος αὐτοῖς καὶ συνταττόμενος, ἐπιποθεῖ τινα πρὸ αὑτοῦ φύσιν, ἀλλὰ μὴν μεγέθους αἰτίαν αὑτοῦ τε καὶ τῶν φαινομένων μεγάλων — ἡ γὰρ ὡς ἀληθῶς αἰτία πανταχοῦ τῶν ἀποτελουμένων ἐξῄρηται παντελῶς —, ἐφʼ ἣν καὶ ὁ Παρμενίδης ἀνάγει τὸν Σωκράτη. Καὶ τοῦτο μὲν ἀληθές· ὃ δὲ ἐπήνεγκεν ὡς ἄτοπον, τὸ καὶ ἄλλο αὖ ἐπὶ τούτῳ, καὶ ἄλλο, καὶ ἄπειρα τὸ πλῆθος, οὐκέτι ἀληθές. Διὰ τοῦτο πρότερον μὲν ἔλεγεν ὡς ταῦτα πάντα ἀνάγκη μεγάλα φαίνεσθαι· δεῖ γὰρ εἶναί τινα χωριστὸν καὶ ἀφανῆ λόγον αἴτιον τῶν φαινομένων. Ἐν δὲ τῇ ἀτόπου προσθήκῃ φησὶ, καὶ οὐκέτι δὴ ἓν ἕκαστόν σοι τῶν εἰδῶν ἔσται· τὸ γάρ σοι προσέθηκεν, οὐχὶ κάλλους ἕνεκεν ψιλοῦ, ἀλλʼ ἐνδεικνύμενος ὅτι τῷ μήπω κατιδόντι ποῦ τὰ εἴδη πρώτως, ἀνάγκη ἀνιέναι ἐπʼ ἄπειρον· ἐπεὶ δεῖ μὲν πρὸ τοῦ φυσικοῦ εἴδους εἶναί τι ἄλλο τὸ ψυχικὸν, καὶ πρὸ τούτου τὸ νοερὸν, ἀλλʼ οὐκ ἐπʼ ἄπειρον. Ἔστι γάρ τις ἑνὰς μία τῶν ἰδεῶν ἀφʼ ἧς πᾶσαι προῆλθον, ἧς ἐπέκεινα ζητεῖν ἄλλην οὐ δεῖ· τί γὰρ ἀνωτέρω δύναται χωρεῖν τῆς οἰκείας ἑνάδος; οὔτε γὰρ σῶμα ἔξω τοῦ παντὸς, οὔτε πρὸ τῆς οἰκείας μονάδος, οὔτε ἰδέα πρὸ τῆς ἑνάδος τῶν ἰδεῶν. Ὁρᾷς οὖν ὅπως καὶ ἀνήγαγεν ἡμᾶς ἐπὶ τοὺς ψυχικοὺς λόγους ἀπὸ τῶν φυσικῶν, καὶ παρεκελεύσατο μὴ ἐπʼ ἄπειρον ἀνατρέχειν, ἀλλὰ ζητεῖν τὴν τῶν ἰδεῶν μονάδα μίαν· ἵνα μὲν γὰρ ᾖ ταὐτὸν ἐν τοῖς πολλοῖς καὶ διῃρημένοις πᾶσιν ἐπιθέον, ὁ φυσικὸς λόγος ἔχει χώραν προσεχὴς ὢν τοῖς πολλοῖς δεσμοῖς· ἵνα δὲ μένῃ τὰ μετέχοντα τῆς ἰδέας ἀεὶ καὶ μηδέποτε ἐκλείπῃ, δεῖ τινος ἄλλης αἰτίας, οὐκ ἐν αὐτοῖς οὔσης ἢ κινουμένης, ἀλλʼ ἐφʼ ἑαυτῆς ἱδρυμένης, πρὸ τῶν κινουμένων ἀκινήτου, καὶ διὰ τὴν οἰκείαν σταθερότητα προξενούσης καὶ τοῖς κινουμένοις τὴν ἀνέκλειπτον μετοχήν. Ταύτης γὰρ ἐφιέμενοι πάντες τῆς αἰτίας, οἱ μὲν τοὺς σπερματικοὺς λόγους εἶναι τοιούτους οἰηθέντες ἀφθάρτους αὐτοὺς ἐποίησαν, ὡς οἱ ἀπὸ τῆς Στοᾶς· οἱ δὲ τὰ ἀκίνητα ὀρεκτὰ πρὸ πάντων ἔθεντο τῶν ἀεὶ κινουμένων, ὑφʼ ὧν τὰ κινούμενα κινεῖται, ὡς οἱ ἐκ τοῦ Περιπάτου. Πλάτων δὲ, συναγαγὼν εἰς ἓν ἀμφότερα, νοεροὺς λόγους εἶναι τὰς ἰδέας ὑποθέμενος τούτων ἀνῆψε τὴν πᾶσαν δημιουργίαν. Οὔτε γὰρ οἱ σπερματικοὶ λόγοι σώζειν ἦσαν ἱκανοὶ τὰ γιγνόμενα, πρὸς ἑαυτοὺς οὐ δυνάμενοι συννεύειν καὶ ἑαυτοὺς συνέχειν οὐδʼ ὅλως τελειοῦν, ἀλλʼ ἀτελεῖς ὄντες· δυνάμει γάρ εἰσι καὶ ἐν ὑποκειμένῳ· πάντως οὖν οὔτε τὰ ἀκίνητα ὀρεκτὰ, μόνως ὀρεκτὰ ὄντα, τῆς κατʼ εἶδος ἦν αἴτια τῶν γιγνομένων ἐξαλλαγῆς. Ταῖς δὲ ἰδέαις ἄμφω προσῆν καὶ νοεραῖς εἶναι καὶ ἀκινήτοις κατʼ οὐσίαν, ἐν ἁγνῷ βάθρῳ τῷ καθαρῷ νῷ βεβώσαις καὶ τελειωτικαῖς τῶν δυνάμει ὄντων καὶ εἰδοποιίας αἰτίαις. Ὅθεν ἐπὶ ταύτας ἀναδραμὼν τὰς ἀρχὰς, τούτων ἀνήρτησε τὴν σύμπασαν γένεσιν, καθά φησιν ὁ Ξενοκράτης, εἶναι τὴν ἰδέαν θέμενος αἰτίαν παραδειγματικὴν τῶν κατὰ φύσιν ἀεὶ συνεστώτων· οὔτε γὰρ ἐν τοῖς συναιτίοις ἄν τις αὐτὴν θείη, λέγω δὲ, οἷον ὀργανικοῖς, ἢ ὑλικοῖς, ἢ εἰδικοῖς, διόπερ αἰτίαν εἶναι πάντως· οὔτε τῶν αἰτίων ἐν τοῖς τελικοῖς ἁπλῶς ἢ ποιητικοῖς· κἂν γὰρ αὐτῷ τῷ εἶναι λέγωμεν αὐτὴν δρᾷν, καὶ τέλος εἶναι τῶν γιγνομένων τὴν πρὸς αὐτὴν ὁμοίωσιν, ἀλλὰ τό τε κυρίως τελικὸν πάντων αἴτιον καὶ οὗ ἕνεκα πάντα πρὸ τῶν ἰδεῶν ἐστι, καὶ τὸ κυρίως ποιητικὸν μετὰ τὰς ἰδέας, ὡς πρὸς κριτήριον βλέπων καὶ κανόνα τὸ παράδειγμα μέση γὰρ οὖσα ἀμφοῖν, τοῦ μὲν ἐφίεται, τοῦ δέ ἐστιν ἐφετόν· εἰ δὲ δὴ τῶν κατὰ φύσιν ἐστὶν αἰτία παραδειγματικὴ συνεστώτων, οὔτε τῶν παρὰ φύσιν, οὔτε τῶν κατὰ τέχνην ἔστιν ἰδέα· καὶ εἰ τῶν ἀεὶ συνεστώτων, οὐδενὸς τῶν κατὰ μέρος γιγνομένων τούτων καὶ ἀπολλυμένων. Ὁ μὲν οὖν Ξενοκράτης τοῦτον ὡς ἀρέσκοντα τῷ καθηγεμόνι τὸν ὅρον τῆς ἰδέας ἀνέγραψε, χωριστὴν αὐτὴν καὶ θείαν αἰτίαν τιθέμενος· ὁ δὲ Σωκράτης ἐν τούτοις ἀκούσας τοῦ Παρμενίδου λέγοντος, ἐὰν τῇ ψυχῇ σου ἴδῃς αὐτὸ τὸ μέγα καὶ τὰ πολλὰ, ἕν τι σοι δόξει καὶ ἐπὶ τούτοις εἶναι ἕτερον κοινὸν τῷ ἑνὶ καὶ τοῖς πολλοῖς, ἐντεῦθεν κινηθεὶς, ὑπέλαβε μὴ ἄρα ἐν ψυχῇ τὰ εἴδη πρῶτον, καὶ οὕτω τὰ αἰσθητὰ μετέχειν τῶν εἰδῶν ὡς καὶ ψυχῆς. Ὅταν ἄρα τὴν τῶν ἰδεῶν τινες ὑπόθεσιν διασύρειν ἐπιχειρῶσιν, ἢ τὸν τρίτον ἄνθρωπον λέγοντες, ἢ τὸν ἐκ τῶν πολλῶν οὐτίδων ματαίως πλαττόμενον οὔτιν, ὡς ἐπινοούμενον τὸν μὲν ἐπὶ τῷ ἑνὶ εἴδει τοῦ ἀνθρώπου καὶ τοῖς πολλοῖς, τὸν δὲ ἐφʼ ἑκάστῳ τῶν κατὰ μέρος οὐτίδων· ταῦτά τε καὶ πάσας τὰς τοιαύτας διαβολὰς ἐξελέγξομεν, τὴν εἰς ἄπειρον ἄνοδον τῶν ὁμοιοτήτων, ἐπὶ τῶν συντεταγμένα τὰ εἴδη τοῖς μετέχουσι καὶ ὡς τὰ κοινὰ τοῖς πολλοῖς συναριθμεῖται τιθεμένων, χώραν ἔχειν λέγοντες, ἀλλʼ οὐκ ἐπὶ τῶν ἐξῃρημένα καὶ χωριστὰ ἀπὸ τῶν πολλῶν αὐτὰ γεννητικὰ λεγόντων, τάς τε μεταβάσεις τὰς ἀπὸ τῶν διῃρημένων, οὐ διὰ στερήσεων, ἀλλὰ διὰ εἰδῶν καὶ ἐν εἴδεσι μέχρι τῶν αὐθυποστάτων καὶ πρώτων ἀποτελεῖσθαι συγχωροῦντες. Πῶς γὰρ ἂν διὰ τῶν ἀορίστων καὶ ἀνειδέων εἰς εἶδος καὶ πέρας καὶ ὅρον καταντήσαιμεν; Ἀπὸ μὲν τῶν ἐνύλων εἰς τοὺς σπερματικοὺς λόγους ἀνιόντες, εὑρίσκομέν τι κοινὸν αὐτοῖς, τὸ ἀτελές· ἀπὸ δὲ τούτων εἰς τοὺς φυσικοὺς λόγους, τὸ σωματικὴν ἔχειν ἐνέργειαν· ἀπὸ δὲ τούτων εἰς τοὺς ψυχικοὺς, τὸ ἔγχρονον τῆς ποιήσεως· ἐὰν δὲ εἰς τὰ εἴδη τὰ ὡς ἀληθῶς ἀναδράμωμεν, οὐδὲν εὑρήσομεν τοῖσδε καὶ ἐκείνοις κοινόν· τέλεια γὰρ ἐκεῖνα, καὶ παντελῶς ἀσώματος αὐτῶν ἡ ἐνέργεια καὶ διʼ αἰῶνος καὶ ἐπέκεινά ἐστι πάσης γενέσεως· ταῦτα γὰρ χαρακτηρίζει γένεσιν πᾶσαν, τὸ ἀτελὲς παρʼ ἑαυτῆς, τὸ μεριστὸν, τὸ ἔγχρονον, ὧν ἐκεῖνα καθαρεύοντα τῶν τῇδε πάντων ἐξήλλακται, μηδὲν ἔχοντα πρὸς αὐτὰ κοινὸν, ὥστʼ οὐκέτι δυνατὸν ἐπʼ ἄλλο τι κοινὸν αὐτὸ ποιεῖσθαι τὴν μετάβασιν· ὅπερ ὁ Παρμενίδης λαβὼν, εἰσῆγεν ἀπορίαν διὰ τὴν κοινωνίαν διʼ ἣν καὶ ὁ Σωκράτης ἀπορεῖν ἔλεγε περὶ τῆς μετοχῆς τῶν εἰδῶν. Ὥσπερ οὖν ἐπὶ τῆς προτέρας ἀπορίας ἐλέγομεν, ὅτι τὰ εἴδη καὶ πάρεστι τοῖς μετέχουσιν αὑτῶν διὰ τῆς μεταδόσεως, καὶ οὐ πάρεστι διὰ τῆς χωριστῆς ὑποστάσεως, οὕτω καὶ ἐπὶ τῆς δευτέρας ἐροῦμεν καὶ κοινωνεῖν τὰ εἴδη τοῖς μετέχουσι, καὶ μὴ κοινωνεῖν· τῷ μὲν ἀφʼ ἑαυτῶν ἐλλάμπειν αὐτὰ, κοινωνεῖν, τῷ δὲ ἀμιγῶς εἶναι πρὸς τὰ ἐλλαμπόμενα, μὴ κοινωνεῖν· ὥστε οὐχ ἑαυτοῖς, ἀλλὰ τοῖς ἀπʼ αὐτῶν παρεσπάσατό τινα ὁμοιότητα πρὸς αὐτά· διὰ δὴ τοῦτο λέγεσθαι κἀκεῖνα τοῖς ταῦτα δεξαμένοις διὰ τούτων τρόπον τινὰ κοινωνεῖν, καὶ εἶναι τὴν κοινωνίαν, οὐχ ὡς ἐν συνωνύμοις, ἀλλʼ ὡς δευτέροις καὶ πρώτοις. Ἀλλὰ ταῦτα μὲν οὕτως ἐχέτω· ὅτι δὲ καὶ ὁ Πλάτων ἄτοπον οἴεται τὴν ἀπειρίαν τὴν κατὰ τὸ πλῆθος, δηλοῖ καὶ ἐν τούτοις σαφῶς· οὔτʼ ἄρα τῶν μερικῶν εἴδη κατʼ αὐτὸν ἔστιν, εἴη γὰρ ἂν ἄπειρα τὸ πλῆθος· οὔτε τὸ μέρος τῷ ὅλῳ ταὐτὸν, ἕπεται γὰρ καὶ τούτῳ πάλιν ἡ κατὰ πλῆθος ἀμέρεια, πάντων ὁμοίως τῶν μερῶν εἰς ταὐτὸν τῷ ὅλῳ καθισταμένων· ἄλλον ἄρα τρόπον τὸ ἐν ἐκείνοις ἄπειρον ληπτέον κατὰ τὴν δύναμιν καὶ οὐ κατὰ τὸ πλῆθος· οὐδὲ γὰρ ἦν θέμις εὐθὺς μετὰ τὸ ἓν εἶναι τὸ ἄπειρον πλῆθος, τὸ γὰρ πεπερασμένον ἐγγυτέρω τοῦ ἑνός ἐστιν· ἐπεὶ καὶ ἐν τοῖς ἀριθμοῖς ἐγγυτέρω μονάδος εἰσὶν οἱ ἐντὸς δεκάδος τῶν ἐκτός· πόθεν γὰρ ἡ ἐν δεκάσι τετρὰς, ἢ ἀπὸ τῆς ἐν μονάδι; πόθεν δὲ ἡ πεμπτὰς ἢ τῶν ὅλων ἕκαστος δεκαδικῶν ἀριθμῶν, ἢ ἀπὸ τῶν μοναδικῶν; Τὰ ἄρα τῆς ἀρχῆς ἐγγυτέρω τὸ μὲν πλῆθος ἔχει συνεσταλμένον, δύναμιν δὲ ὑπερηπλωμένην τῶν πορρωτέρω· καὶ τῷ μὲν ποσῷ πεπέρασται, τῇ δὲ παρουσίᾳ τῆς γεννητικῆς αἰτίας ἀπερίληπτα τοῖς δευτέροις ἐστὶ, κρατούμενα ὑπὸ τῆς ἑαυτῶν ἑνάδος, κρατοῦντα δὲ ἁπάντων τῶν ἐφεξῆς ἀριθμῶν.

`891`

Ἀλλὰ, φάναι, ὦ Παρμενίδη, τὸν Σωκράτη, μὴ τῶν εἰδῶν ἕκαστον ᾖ τούτων νόημα, καὶ οὐδαμοῦ αὐτῷ προσήκῃ ἐγγίγνεσθαι ἄλλοθι ἢ ἐν ψυχαῖς. Οὕτω γὰρ ἂν ἕν γε ἕκαστον εἴη, καὶ οὐκ ἂν ἔτι πάσχοι ἃ νῦν δὴ ἐλέγετο.

`892–898`

Ὅτι μὲν τὰ περὶ τῶν ἰδεῶν προβλήματα τέτταρα τὸν ἀριθμόν ἐστιν, εἴπομεν ἀρχόμενοι τῆς περὶ αὐτῶν θεωρίας· τεττάρων δὲ ὄντων, τὸ μὲν πρῶτον ὑπόκειται μόνον εἶναι τὰς ἰδέας, καὶ ἑτέρας εἶναι τούτων ἐν ἡμῖν· τὸ δεύτερον ἠρώτηται μόνον τίνων ταύτας εἶναί φαμεν, χωρὶς ἀποριῶν, πλὴν ὅτι πρὸς τῷ τέλει τὸν ἐν τοῖς ὁρωμένοις μόνοις ἐπί τινων ἱστάμενον ἐπερράπισε· τὸ δὲ τρίτον, ὅπερ ἦν περὶ τοῦ τρόπου τῆς μεθέξεως, ἐν ταῖς εἰρημέναις εὐθύνας δέδωκε δυσὶν ἀπορίαις, ἃς διακαθάραντες, ὃν ἔμπροσθεν εἴπομεν τρόπον, ἕξομεν ὅπως μετέχονται ὑπὸ τῶν τὰς ἐπωνυμίας αὑτῶν ἰσχόντων αἱ ἰδέαι· τὸ δὲ δὴ τέταρτον, ὅπερ ἦν ποῦ θετέον αὐτὰς, ἐν αὐταῖς ἐξετάζεται ταῖς ἑξῆς ῥηθησομέναις δυσὶν, εἴτε ἐν ψυχαῖς, εἴτε καὶ πρὸ ψυχῶν, καὶ ῥηθήσεται τίνα τὰ ἑπόμενα ἄπορα καὶ ταύταις. Ὅτι δὲ ἕπεται τῇ δευτέρᾳ ἀπορίᾳ στρεφομένῃ περὶ τὴν φύσιν ἥδε ἡ τρίτη μεταβαίνουσα ἐπὶ τὴν ψυχὴν, πάντη δήπου φανερόν· ὥστε κατὰ πόδας τοῖς τοῦ Παρμενίδου λόγοις, ἐπὶ ταύτην ἀνῆλθε τὴν ὑπόθεσιν. Ἐκείνου γοῦν αὐτὴν ἀπὸ φυσικῶν εἰδῶν χωρίζοντος καὶ εἰπόντος, ἐὰν τῇ ψυχῇ ἐπὶ πάντα ἴδῃς, τά τε πολλὰ καὶ τὸ ἓν τὸ γεννητικὸν αὐτῶν, φανήσεταί σοι καὶ πρὸ τούτων ἄλλο ἓν, ὁ Σωκράτης τοῦτο μὲν τὸ ἓν ἐν ψυχῇ θέμενος νόημά τε ψυχικὸν ἀποκαλεῖ τὴν ἰδέαν καὶ τόπον αὐτῆς τὴν ψυχὴν ἀφορίζεται· τὸ γὰρ ἐν ψυχῇ εἶδος ἕν τέ ἐστι καὶ ἀσώματον, καὶ οὐκ ἂν ἔτι πάσχοι ταὐτὰ τοῖς ἔμπροσθεν εἰρημένοις· ἐξῄρηται γὰρ τοῦτο τῶν πολλῶν, οὔτε ὁμοταγὲς ὂν τοῖς πολλοῖς, εἴπερ τὰ μὲν ἐν ὕλῃ, τὰ δὲ ἐν ψυχῇ τὴν ὑπόστασιν ἔλαχεν· οὐ γάρ ἐστι τούτου κοινότης κἀκείνων, ὡς ὁ εἰς τὴν ἀπορίαν ἄγων συνηνάγκαζε λόγος· οὔτε ὅλον ἢ κατά τι ἑαυτοῦ μέρος ἐστὶν ἐν τοῖς μετέχουσιν, ἵνα ἢ αὐτὸ ἑαυτοῦ χωρὶς εἶναι δεικνύηται, ἢ μεριστὸν ὑπάρχειν. Διαφεύγει τοίνυν τὰς εἰρημένας ἀπορίας, καὶ διὰ τοῦτο οὐ πάσχει ταὐτὰ ταῖς ἔμπροσθεν ὑποθέσεσιν, ὥς φησιν ὁ Σωκράτης, νοήματος ὄντος ἑκάστου τῶν εἰδῶν ὁ λόγος, καὶ μένοντος ἑνὸς ἔξω τῶν πολλῶν. Καὶ ταῦτα μὲν ἔχει πολλὴν ἀνάγκην, διʼ ἣν ὁ Σωκράτης ἐν νοήμασί τισιν οὐσιῶσθαι τὰς ἰδέας ὑπέλαβεν· ὅταν δὲ λέγηται νόημα, μήτοι νομίσωμεν αὐτὸν τὸ νοούμενον λέγειν, ὡς αἴσθημά φαμεν τὸ τῇ αἰσθήσει ληπτὸν, ἀλλʼ αὐτὴν τὴν νοοῦσαν νόησιν τὸ εἶδος νόημα κεκλῆσθαι, οὕτω νόημα λεγόμενον ὡς θεώρημά τι καὶ δόγμα ἐν ταῖς ψυχαῖς ἐγγιγνόμενον περὶ τῶν δογματιζομένων καὶ θεοειδῶν πραγμάτων. Διόπερ ὁ Παρμενίδης αὐτὸν ἀναγκάσει τὰ νοούμενα μᾶλλον ἰδέας εἶναι· τοῦτο δʼ οὖν τὸ νόημά φησιν ἐγγίγνεσθαι ταῖς ψυχαῖς, διὰ τοῦ ἐγγίγνεσθαι δηλῶν μὴ εἶναι κατʼ οὐσίαν ἐν αὐταῖς. Καὶ τοῦτό ἐστιν ὅπερ οἱ ἐκ τοῦ Περιπάτου φανταζόμενοι τὸ ὑστερογενὲς εἶδος θρυλλοῦσιν, ἕτερον ὂν πάντη τοῦ ψυχικοῦ λόγου· λέγω δὲ λόγον ψυχικὸν τὸν μένοντα κατʼ οὐσίαν ἐν αὐταῖς, εἰς ὃν βλέποντες καὶ τὴν ψυχὴν πάντα εἶναι τὰ εἴδη φαμὲν, καὶ τόπον τῶν εἰδῶν τὴν ψυχὴν, οὐχὶ δυνάμει μόνον ἐνόντων, ὥς φησιν Ἀριστοτέλης, ἀλλʼ ἐνεργείᾳ μὲν, κατὰ δὲ τὸ πρότερον εἶδος τοῦ ἐνεργείᾳ, ὡς αὐτὸς διορίζεται. Τοῦτο δʼ οὖν τὸ ὡς νόημα λεγόμενον ὑστερογενὲς ἕτερόν ἐστιν εἰκότως τοῦ οὐσιώδους λόγου. Τὸ μὲν γὰρ ὑστερογενὲς ἀμυδρότερόν ἐστι τῶν πολλῶν, ἅτε ἐπʼ αὐτοῖς ὂν καὶ οὐ πρὸ αὐτῶν, τὸ δὲ οὐσιῶδες τελειότερον· διὸ κἀκεῖνο μὲν ἧττον οὐσία τῶν πολλῶν, τοῦτο δὲ μᾶλλον καὶ οὐδὲ εἰπεῖν ὅσῳ τῶν αἰσθητῶν τελειότερον. Ὅτι δὲ οὐ μέχρι τῶν ὑστερογενῶν ἵστασθαι χρὴ, ἰέναι δὲ ἐπὶ τοὺς οὐσιώδεις λόγους τοὺς ἔνδον ἐξ ἀϊδίου τὴν ὑπόστασιν εἰληχότας, πρόδηλον τοῖς εἰς αὐτὴν ἀποβλέπουσι τὴν τῶν πραγμάτων φύσιν. Πόθεν γὰρ ἄνθρωπος μὲν τοῦτο δύναται ποιεῖν, λέγω δὲ τὸ ἐκ πολλῶν ἰὸν αἰσθήσεων εἰς ἓν λογισμῷ συναγείρειν καὶ πρὸ τῶν φαινομένων καὶ διῃρημένων ἀπʼ ἀλλήλων τίθεσθαι τὸ ἓν καὶ ταὐτὸν καὶ ἀφανὲς εἶδος, τῶν δὲ ἄλλων ζώων τῶν θνητῶν τούτων ὅσα καὶ ἴσμεν οὐδὲν θεωρεῖ τοιοῦτο κοινόν; οὐδὲ γὰρ ἔχει λογικὴν οὐσίαν, ἀλλʼ αἰσθήσει χρῆται καὶ ὀρέξεσι καὶ φαντασίαις. Πόθεν οὖν αἱ λογικαὶ ψυχαὶ γεννῶσι ταῦτα τὰ καθόλου, καὶ ἀνατρέχουσιν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὸ δοξαστὸν, ἢ κατʼ οὐσίαν ἔχουσαι τοὺς τῶν πραγμάτων λόγους; Ὥσπερ γὰρ τὸ ποιητικὸν ἔχει τῶν αἰσθητῶν ἡ φύσις τῷ τοὺς λόγους ἔχειν, καὶ πλάττει καὶ συνέχει τὰ αἰσθητὰ, τῷ ἔνδον ὀφθαλμῷ τὸν ἔξω, καὶ δάκτυλον ὁμοίως καὶ ἕκαστον τῶν ἄλλων· οὕτω δὴ καὶ τὸ γιγνῶσκον αὐτὰ κοινῶς τῷ τοὺς λόγους προειληφέναι θεωρεῖ τὰς κοινότητας αὐτῶν· οὔτε γὰρ παρʼ αὐτῶν τῶν αἰσθητῶν λαμβάνει τὸ κοινόν· τὸ γὰρ ἐκ τῶν αἰσθητῶν λαμβανόμενον φάντασμά ἐστι καὶ οὐ δοξαστὸν, καὶ τοιοῦτον ὀφείλει μένειν ἔνδον, οἷον ἐλήφθη τὴν ἀρχὴν, ἵνα μὴ ψεῦδος ᾖ καὶ τὸ μὴ ὂν, ἀλλʼ οὐχὶ τελειότερον γίγνεσθαι καὶ σεμνότερον· οὔτε ἀλλαχόθεν γεννᾶται ἢ ἀπὸ ψυχῆς. Καὶ οὐ δήπου φύσις μὲν γεννῶσα λόγοις γεννᾷ καὶ μέτροις φυσικοῖς, ψυχὴ δὲ γεννῶσα οὐ λόγοις γεννήσει καὶ αἰτίαις φυσικαῖς. Εἰ δὲ ἡ μὲν ὕλη τὸ ἐν τοῖς πολλοῖς ἔχει κοινὸν οὐσιῶδες ὂν καὶ μᾶλλον οὐσίαν τῶν ἀτόμων — τοῦτο γὰρ ἀΐδιον, ἐκείνων δὲ ἕκαστον φθαρτὸν, καὶ τὸ τί ἐστιν ἐκείνοις ἀπὸ τούτου· διὰ γὰρ τὸ εἶδος ἕκαστον μετέχει τῆς οὐσίας —, ἡ δὲ ψυχὴ μόνα ἔχει τὰ ὑστερογενῆ κοινὰ, πῶς οὐκ ἀτιμοτέραν ψυχὴν τῆς ὕλης ποιήσομεν, εἴπερ τὸ ἐν ὕλῃ κείμενον εἶδος τελειότερον καὶ μᾶλλον οὐσία τοῦ ἐν ψυχῇ; τοῦτο μὲν γὰρ αὐτὸ τοῦτο ὃ καὶ λέγεται ὑστερογενὲς, ἐκεῖνο δὲ ἀΐδιον· καὶ τοῦτο μὲν ἐπὶ τοῖς πολλοῖς, ἐκεῖνο δὲ συνεκτικὸν τῶν πολλῶν, καὶ γέννημα τοῦτο ἐκείνου. Τὸ γὰρ ἐν ἡμῖν φάντασμα κοινὸν ἀπὸ τῆς εἰς τὸ καθέκαστα κοινὸν ἐπιβλέψεως ἔσχε τὴν ὑπόστασιν, διὸ καὶ φέρεται ἐπʼ ἐκεῖνο — πᾶν γὰρ ἀντέχεται τῆς ἑαυτοῦ ἀρχῆς —, καὶ οὐδὲν ἄλλο λέγεται εἶναι ἢ κατηγόρημα, καὶ αὐτῷ τούτῳ εἶναι τὸ κατηγορεῖσθαι τῶν πολλῶν. Ἔτι τοίνυν τὸ καθόλου τὸ ἐν τοῖς πολλοῖς ἔλαττον αὐτῶν ἐστιν ἑκάστου· προσθέσεσι γὰρ καὶ συμβεβηκόσι τισὶ πλεονάζει τῶν ἀτόμων ἕκαστον, τὸ δὲ ὑστερογενὲς περιληπτικὸν ἑκάστου τῶν πολλῶν· ὅθεν καὶ κατηγορεῖται τούτων ἑκάστου, καὶ ἐν ὅλῳ τούτῳ τῷ καθόλου τὸ καθέκαστον· οὐ γὰρ τοῦ ἐκεῖ κοινοῦ μόνον, ἀλλʼ ὅλου ὑποκειμένου κατηγορεῖται τοῦτο τὸ κοινόν. Πῶς οὖν ἂν ἐκεῖθεν εἴη καὶ ἐκ τῆς ἐν τοῖς πολλοῖς κοινότητος ἀναπεπλασμένον; εἴτε γὰρ ἐξ αὐτῶν τῶν πολλῶν, ποῦ τοὺς ἀπείρους ἀνθρώπους ἴδοιμεν, καθʼ ὧν ἁπάντων ἐπιφέρομεν τὸ αὐτὸ κατηγορούμενον; εἴτε ἐκ τῆς κοινότητος τῆς ἐν τοῖς πολλοῖς, πῶς τῆς ἑαυτοῦ αἰτίας τοῦτο περιληπτικώτερόν ἐστιν; Ἀλλαχόθεν ἄρα τοῦτο ὑφέστηκε, καὶ ἐξ ἄλλου παρεδέξατο ταύτην τὴν περιληπτικὴν ἑκάστου δύναμιν εἴδους· οὗ δὴ καὶ ἔστιν εἰκὼν, παρὰ δόξαν ὑποστὰν, κατὰ ἀνάμνησιν ἐκ τῶν φαινομένων τῆς ἔνδον ἀνακινουμένης αἰτίας. Ἔτι πρὸς τούτοις λέγομεν ὅτι πᾶσα ἀπόδειξις ἐκ τῶν προτέρων ἐστὶ καὶ τιμιωτέρων καὶ καθολικωτέρων· πῶς οὖν τὸ καθόλου τίμιον, εἴπερ ὑστερογενές; ἐν γὰρ τοῖς ὑστερογενέσι τὸ καθολικώτερον ἀνουσιώτερόν ἐστιν· ὅθεν καὶ τὸ εἶδος μᾶλλον οὐσία τοῦ γένους. Ἀναιρετέον ἄρα καὶ τοὺς περὶ τῆς ἀληθεστάτης ἀποδείξεως κανόνας, εἰ μόνα τὰ ὑστερογενῆ καθόλου θήσομεν ἐν ταῖς ψυχαῖς· οὐ γάρ που ταῦτα τῶν μερικωτέρων κρείττω καὶ αἴτια καὶ πρότερα τὴν φύσιν. Εἰ δὲ ταῦτα ἄτοπα, δεῖ πρὸ τῶν ὑστερογενῶν ὑφεστάναι τοὺς οὐσιώδεις λόγους, ἀεὶ μὲν προβεβλημένους καὶ δραστηρίους ἐν ταῖς θείαις ψυχαῖς καὶ ταῖς τῶν κρειττόνων ἡμῶν γενῶν, ἐν ἡμῖν δὲ ποτὲ μὲν ἐπικαλυπτομένους, ποτὲ δὲ ἐνεργοῦντας, καὶ ποτὲ μὲν θεωρητικῶς μόνον, ποτὲ δὲ προνοητικῶς, ὅταν καὶ ἡμεῖς θεοῖς συνταχθέντες μετʼ ἐκείνων τὸν ὅλον κόσμον διοικῶμεν. Λεγέσθω μὲν οὖν, ἵνʼ ἐπὶ τὸ προκείμενον ἔλθωμεν, τοῦτο δέ ἐστι τὸ ὡς ἀληθῶς εἶδος νόημα εἶναι· λεγέσθω τοίνυν εἶναι νόημα τὸ ὡς ἀληθῶς εἶδος, ἀλλὰ πρῶτον μὲν ὡς νόησις τοῦ ἀληθοῦς νοῦ καὶ αὐτοῦ τοῦ πατρικοῦ, παρʼ ᾧ καὶ τὰ ὄντα νοήσεις εἰσὶ καὶ αἱ νοήσεις τὰ ὄντα. Τὰς γοῦν ἐν ἐκείνῳ πρώτως ὑφεστώσας ἰδέας ἡμῖν ἐφερμηνεύοντα τὰ Λόγια κέκληκεν αὐτὰς ἐννοίας πατρικὰς, ὡς οὔσας δημιουργικὰς νοήσεις διὰ τὴν τῶν νοήσεων πρὸς τὰ νοούμενα μίαν ὑπόστασιν· λέγει γοῦν,

  
Ἔννοιαι πατρὸς, αἰδεύμεθα σʼ, εἰλιμένον πῦρ.  
Οὐ γὰρ ὡς ἄλλαι ἄλλων εἰσὶν αἱ ἐκεῖ νοήσεις, ἀλλʼ ὡς αὐταὶ ἑαυτῶν· διὸ καὶ ὄντως οὐσίαι καὶ ὄντως νοήσεις, καὶ ὁμοῦ ἄμφω, καὶ διὰ τοῦτο ἔννοιαι τοῦ πατρός. Μετὰ δὲ τὰς πατρικὰς ἰδέας ἐν πάσαις ταῖς μετὰ τὸν πατέρα νοεραῖς οὐσίαις κατὰ τὴν ὁμοιότητα τὴν πρὸς ἐκεῖνον ἑκάστη πάλιν ἰδέα νόημά ἐστιν, οὐδὲ ἐν ταύταις ἢ τῆς ἐνεργείας οὔσης ἀνουσίου, ἢ τῆς οὐσίας ἀνενεργήτου, συναρίθμου δὲ τῇ οὐσίᾳ τῆς νοήσεως οὔσης· πλὴν ὅτι τοῖς μὲν συστοίχοις ἕκασται νοητοῖς εἰσι σύνδρομοι, τῶν δὲ ὑπερτέρων νοήσεις μόνον, ἀλλʼ οὐχ αἱ αὐταὶ τοῖς νοητοῖς ἐκείνοις, ἅτε ὑπερτέροις οὖσι τῶν νοούντων. Μετὰ δὲ πάσας τὰς νοερὰς οὐσίας ἐν ταῖς ἀεὶ νοούσαις ψυχαῖς νοήματα μὲν ἔστι καὶ νοητὰ διεστῶτα ἀλλήλων, ὡς τὰ μὲν νοεῖν, τὰ δὲ νοεῖσθαι· τῶν μὲν νοήσεων μεταβατικῶν οὐσῶν, τῶν δὲ οὐσιωδῶν ἐν αὐταῖς λόγων ἀεὶ τῶν αὐτῶν μενόντων. Ἐπὶ πᾶσι δὲ, ἐν ταῖς μερικαῖς ψυχαῖς διττὰ τὰ νοήματα· τὰ μὲν γάρ ἐστι τῶν οὐσιωδῶν λόγων, τὰ δὲ τῶν ἐκ πολλῶν ὄντων αἰσθήσεων εἰς ἓν λογισμῷ συναιρουμένων· ἀλλʼ οὖν διὰ τούτων φησὶν ὁ Σωκράτης ἐγγίγνεσθαι τῇ ψυχῇ· τὸ γὰρ ἐγγιγνόμενον δῆλον ὡς οὐκ ἔνεστι κατʼ οὐσίαν· τοῦτο δὲ ἔσχατόν ἐστιν ἀπήχημα τῆς πρώτης νοήσεως, καθόσον τέ ἐστι καὶ καθόλου καὶ ἐν τῇ νοούσῃ ψυχῇ τὴν ὑπόστασιν ἔχον. Τὰς δὲ τῶν οὐσιωδῶν λόγων προβολὰς νοήματα λέγοντες, καθʼ ἃς γιγνώσκομεν ὅπως καὶ ἡ ψυχὴ πάντων πλήρωμά ἐστι τῶν εἰδῶν, ἕτερον τρόπον νοήματα δεῖ λέγειν, καὶ οὐ τὰ ἐγγιγνόμενα αὐτῇ διὰ τῆς τῶν πολλῶν αἰσθητῶν προβολῆς· ὑφεστώτων γάρ ἐστιν ἐκεῖνα νοήματα καὶ ἀεὶ ὄντων ἐν ἡμῖν, καὶ αὐτὰ τὰ ὄντως ὄντα ἐνεικονιζομένων· καὶ ὅταν εἰς ταῦτα καταντήσωμεν, τηνικαῦτα τῶν ὄντως νοημάτων γιγνόμεθα πλήρεις, οὐκ ἐγγιγνομένων, ἀλλὰ προβαλλομένων ὧν ἔχοντες ἠγνοοῦμεν. Οὔτε δʼ οὖν τοῖς παρά τισι καλουμένοις ἐννοήμασιν εἰς ταὐτὸν ἄγειν προσήκει τὰ νοήματα ταῦτα τὰ τῶν οὐσιωδῶν λόγων, κἂν ὅτι μάλιστα ἐπικοινωνῇ ταῖς προσηγορίαις· ἐνεργήματα γάρ εἰσιν ἐκεῖνα ἀπὸ τῶν φαντασιῶν ἀνεγειρόμενα· οὔτε τοῖς ἀσωμάτοις λεκτοῖς· ἀνυπόστατος γὰρ ἡ ἐκείνων οὐσία καὶ ἀμυδρὰ τοῖς τιθεμένοις αὐτὴν εἶναι διαδοξάζεται· οὔθʼ ὅλως τοῖς ἀνουσίοις ἐν ταῖς ψυχαῖς εἴδεσιν, ἀλλὰ τοῖς κατʼ οὐσίαν ἐνυπάρχουσι καὶ συμπληροῦσιν αὐτῶν τὴν ὅλην ζωήν. Δεῖ τοίνυν ἀπὸ τῶν φυσικῶν λόγων, ὥσπερ εἴπομεν, ἀνατρέχειν ἐπὶ τοὺς ψυχικοὺς, οὐ τοὺς ὑστερογενεῖς μόνον, ἀλλὰ καὶ τοὺς οὐσιώδεις· καὶ γὰρ οἱ ὑστερογενεῖς τούτων εἰσὶν εἰκόνες, οὐκ ἀπὸ τῶν πολλῶν αἰσθητῶν τεχθέντες· οὔτε γὰρ ἐπὶ πάντων ἐστὶ τῶν πολλῶν τὸ κοινόν· οὐ γὰρ ἐπὶ τῶν κακῶν τιθέμεθα τοὺς καθόλου λόγους, οὔτʼ ἐπὶ τῶν μοναδικῶν, διότι μοναδικὰ παραιτούμεθα τὸ κοινὸν ἐννοεῖν. Ἔνδοθεν ἄρα καὶ ἀπὸ τῆς οὐσίας ἡμῶν αἱ προβολαὶ γίγνονται τῶν εἰδῶν, καὶ οὐκ ἀπὸ τῶν αἰσθητῶν· πολλῷ γὰρ ἂν εἴη τὰ ἐπιστητὰ τῶν αἰσθητῶν ἀμυδρότερα. Νῦν δὲ ὡς ἐπιστήμη κρείττων αἰσθήσεως, οὕτω καὶ τὰ ἐπιστητὰ τῶν αἰσθητῶν· τὰ δὲ καθόλου, ἐπιστητὰ, καὶ περὶ τούτων αἱ ἐπιστῆμαι. Ταῦτα ἄρα κρείττω καὶ σεμνότερα τῶν αἰσθητῶν ἐστιν· οὐ γὰρ ἔχει λόγον τὰ αἴτια καταδεέστερα τῶν αἰτιατῶν ὑπάρχειν· ἔνδον οὖν, ὥσπερ εἴρηται, καὶ κατʼ οὐσίαν ἔχομεν τὰ εἴδη. Ταῦτα δὲ ἄλλως νοήματά ἐστι, καὶ οὐχὶ νοήσεις· ἐπειδὴ γὰρ γεννήματά ἐστι τοῦ νοῦ, νοήματα ἂν εἰκότως καλοῖτο ὡς ἀποτελέσματα τοῦ νοῦ, καθάπερ καὶ τέχνην καλοῦμεν τὸ ἀπὸ τέχνης, καὶ φύσιν τὸ ἀπὸ τῆς φύσεως εἶδος· καὶ διότι δὴ πάντες οἱ ψυχικοὶ λόγοι τῶν θείων εἰδῶν ἐξήρτηνται καὶ τῆς ἐκείνων ἐφίενται νοήσεως, νοήματα ἂν καὶ ταύτῃ προσαγορεύοιντο. Λέγεται γὰρ νόημα καὶ τὸ νοητὸν αὐτὸ τὸ νοηθὲν καὶ τὸ ἐνέργημα καὶ τὸ γνωστικὸν τοῦ νοοῦντος, ὥσπερ κίνημα τὸ ἐνέργημα τοῦ κινηθέντος. Ἀλλʼ ἐν μὲν τῷ νῷ, καθάπερ εἴρηται, ταῦτα ἀμφότερα σύνεστιν ἀλλήλοις· τὰ δὲ ἐν ψυχῇ νοητὰ, πρὸς μὲν τὰ ἐν αὐτῇ νοήματα ἂν καλοῖντο νοούμενα ὑπʼ αὐτῶν, πρὸς δὲ τὰ εἴδη τὰ ὄντως νοητὰ τὴν τῶν νοούντων ἔχει τάξιν, ὡς ἐκείνων ὄντων αὐτοῖς γιγνομένων· πανταχοῦ γὰρ τὰ νοοῦντα δευτέραν δεῖ τῶν νοητῶν εἰληχέναι μοῖραν. Ἔχει δὲ οἰκείως ἡ τοῦ νοῦ φύσις πρὸς τὴν τῶν εἰδῶν θεωρίαν· εἰδοποιὸς γὰρ καὶ ἐν τοῖς ὅλοις ὁ νοῦς, ἥ τε δημιουργία πᾶσα καὶ τὸ κάλλος τῶν φαινομένων καὶ ἡ τάξις διὰ τὴν τοῦ νοῦ βασιλείαν εἴργασται· καὶ οὔτε τὴν νοεράν τις αἰτίαν ἀφεὶς δυνηθείη ποτʼ ἂν κατιδεῖν ὅπως ἡ τῶν εἰδῶν οὐσία προκατάρχει τῆς ὑποστάσεως τῶν ὅλων, οὔτε τὴν τῶν ἰδεῶν ὑπόθεσιν παριδὼν διαφυλάξαι τὴν νοερὰν εἰς τὰ τῇδε ποίησιν. Συνέζευκται ἄρα ἀλλήλοις ὅ τε νοῦς καὶ τὰ εἴδη· καὶ εἰς τὴν συγγένειαν ταύτην, ὡς ἐμοὶ δοκεῖ, ἀποβλέπων καὶ ὁ Σωκράτης τὰ εἴδη νοήματα ἀφωρίσατο· καὶ δῆλον ὅτι καθʼ ἕκαστον νοῦν οἰκείως ταῦτα ὑποθετέον, ὁλικῶς ἢ μερικῶς, ψυχικῶς ἢ νοερῶς· ἀλλʼ ὤδινε μὲν τὴν νοερὰν οὐσίαν, ἔθετο δὲ ἐν τῷ ψυχικῷ νῷ ταῦτα ἀεὶ γίγνεσθαι τὰ νοήματα, κάτωθεν διὰ τῶν προσεχῶν ἐπανιών. Καὶ γὰρ ἡ ψυχὴ νοῦς ἐστιν ἀνειλημμένος, καὶ τὰ ἐν αὐτῇ νοήματα τῶν πρώτων εἰκόνες· καὶ ὁ Παρμενίδης ἀπὸ τῶν ψυχικῶν τούτων νοημάτων μετάγει τὸν Σωκράτη λοιπὸν ἐπʼ αὐτὰ τὰ εἴδη τὰ νοερὰ, λέγων οὕτως.

Τί οὖν, φάναι, ἓν ἕκαστόν ἐστι τῶν νοημάτων, νόημα δὲ οὐδενός; **—**

Ἀλλʼ ἀδύνατον, εἰπεῖν. **—**

Ἀλλά τινος; **—**

Ναί. **—**

Ὄντος ἢ οὐκ ὄντος; **—**

Ὄντος. **—**

Οὐχ ἑνός τινος ὃ ἐπὶ πᾶσιν ἐκεῖνο τὸ νόημα ἐπὸν νοεῖ, μίαν τινὰ οὖσαν ἰδέαν; **—**

Ναί. **—**

Εἶτα οὐκ εἶδος ἔσται τοῦτο τὸ νοούμενον ἓν εἶναι, ἀεὶ ὂν τὸ αὐτὸ ἐπὶ πᾶσιν; **—**

Ἀνάγκη αὖ φαίνεται.

`899–901`

Ἀπὸ τῶν ἐν τοῖς καθέκαστα κοινῶν ἀνέδραμεν ἐπί τι ἕτερον αὐτῶν προσεχὲς, οἷόν ἐστι φυσικὸν εἶδος, εἶτα ἀπὸ τούτου λοιπὸν ἐπὶ τὸν ἐν ψυχῇ λόγον, ὅ ἐστι νοηματικόν τινος τῶν ὄντων, οἷον τὸ ὑστερογενὲς ἐλαμβάνομεν, ὃ δὴ καὶ ὡς ἀληθῶς ἐγγίγνεται ταῖς ψυχαῖς. Δεῖ δὲ ἐντεῦθεν καὶ εἰς αὐτὸ διαβαίνειν τὸ τοῦ οὐσιώδους λόγου νόημα, καὶ ἀπὸ τούτου λοιπὸν πρὸς αὐτὸ τὸ ὂν ποιήσασθαι τὴν μετάβασιν, ἐφʼ ἣν καὶ νῦν ὁ Σωκράτης περιάγεται διὰ τῶν Παρμενίδου μαιευτικῶν λόγων. Ἐπεὶ γὰρ ἔχομεν ὅτι ὁ ἐν ψυχῇ λόγος ἤ τινος νόημά ἐστιν ἢ οὐδενός· ἀλλὰ τὸ μὲν μηδενὸς ὂν νόημα διάκενόν ἐστι καὶ πλασματῶδες, οἷον εἴ τις ἱπποκένταυρον ἢ τραγέλαφον ἐπιχειρεῖ νοεῖν, μᾶλλον δὲ εἴ τις σκινδαψὸν ἤ τι ἄλλο τῶν ἀνυποστάτων παντάπασι· τούτων γὰρ φαντασίαν γέ τινα λαμβάνομεν. Λείπεται ἄρα τινὸς εἶναι νόημα τὸν ἐν τῇ ψυχῇ λόγον· εἰ δέ τινος, ἐρωτητέον πότερον ὄντος ἢ οὐκ ὄντος· δῆλον δὴ ὅτι περ ὄντος νόημά ἐστιν ὁ ἐν ψυχῇ λόγος. Εἶτʼ οὐ πολλῷ πρότερον ἐκεῖνο τὸ εἶδος ἔστιν ἐπὶ πᾶσι τοῖς ψυχικοῖς, τοῖς φυσικοῖς, ὃ δὴ τὸ νόημα νοεῖν φαμεν, μίαν τινὰ οὖσαν ἰδέαν; πολλῷ γὰρ ἐκεῖνο εἰς τὸ εἶναι κυριώτερον τοῦ κατʼ αὐτὸ νοήματος. Καὶ μὴν αὖ τό τε εἶδος καὶ τὸ νόημα πῶς ἑνὸς δύο εἴδη προέστηκεν; Εἰ δὲ τούτων δεῖ θάτερον εἶδος ποιεῖν, δῆλον ὅτι τὸ κυριώτερον ἂν εἴη εἶδος· τοιοῦτον δὲ τὸ νόημά φαμεν ἐπὶ πᾶσιν ὂν τοῦτο τοῖς ὑπὸ τοῦ νοήματος ὡς ὁμοειδέσι νοουμένοις· τοῦτο γὰρ τοῦ εἶναι τοῖς ὁμοίοις αἴτιον, ἀλλʼ οὐχὶ τὸ νόημα τὸ τούτου νοητικόν. Οὐδὲ γὰρ τὸ νόημα τὸ περὶ τοῦ ἐμοῦ πατρὸς ὅτι πατὴρ ἐμοῦ αἴτιον, ἀλλʼ ὁ πατήρ· οὕτω καὶ ἐπὶ πάντων τῶν αἰτίων οὐ τὰ περὶ αὐτῶν νοήματα ὡς ἔστιν αἴτια τῶν κατὰ ταῦτα ὄντων, ἀλλʼ αὐτὰ πρὸ τῶν νοημάτων, ἃ δὴ καὶ τοῦ ἀληθεύειν ἐστὶν αἴτια τοῖς νοήμασι τοῖς λέγουσιν ἐκεῖνά τινων αἴτια ὑπάρχειν. Ὅσοι μὲν οὖν τὰς ἰδέας νοήσεις εἶναι ψιλὰς ὑπέλαβον, οὗτοι πᾶν νόημά τινος εἶναι φάντες ἀξιοῦσι τοῦ νοοῦντος εἶναι τὸ νόημα· καθάπερ ἂν εἰ λέγοις αἴσθημα μὴ εἶναι, ἀλλὰ τὴν αἴσθησιν ἀκούων τοῦ αἰσθητικοῦ μόνον εἶναι· καὶ διὰ τοῦτο παραλογίζεσθαί φασι τὸν Παρμενίδην. Ὅσοι δὲ οὖν νοήσεις τοῖς νοητοῖς συνδρόμους, οὗτοι καὶ τοῦ νοοῦντος εἶναι καὶ τοῦ ὄντος τὸ νόημα διορίζονται, πάντων ἡνωμένων ἀλλήλοις, τοῦ νοοῦντος, τῆς νοήσεως, τοῦ νοητοῦ· καὶ οὐδὲν θαυμαστὸν ὅπου καὶ ἐπὶ τῶν αἰσθητῶν ταὐτὸν τῷ αἰσθητῷ φασι τὴν αἴσθησιν, τὸ αἴσθημα λέγοντες. Εἰ δὲ τὸ νόημα τοῦ νοητοῦ ἐστιν οὐ μόνον ἐν ἡμῖν, ἀλλὰ καὶ ἐν τῷ θείῳ νῷ καὶ ἀληθινῷ, δῆλον ὅτι ἐστὶ πρὸ τοῦ νοήματος τὸ νοητὸν, εἰς ὃ καὶ ἀπερειδόμενος ὁ ἐν ψυχῇ λόγος νόημά ἐστι. Τὸ γὰρ ἀνειλεγμένον τῶν ἐν τῇ ψυχῇ λόγων καὶ τὸ διῃρημένον καὶ τὸ μεταβατικὸν ἐν ταῖς ἐνεργείαις ἱκανῶς ἐπιδείκνυσιν, ὅτι ἄρα ἄλλο ἐστὶ τὸ νοητὸν εἶδος, τὸ ἡνωμένως καὶ ἀδιαιρέτως τὴν αἰτίαν περιέχον πάντων τῶν λόγων· ὃ καὶ ἓν ἐκάλεσεν ἐν τούτοις καὶ ἐπὶ πᾶσι ληπτικὸν τῶν εἰδητικῶν διακόσμων, καὶ ὑπὸ τοῦ νοήματος ἔφατο νοεῖσθαι ὡς μίαν τινὰ οὖσαν ἰδέαν. Ἐκ δὴ τούτων λάβοις ἂν ὅτι καὶ ἡ τοῦ παντὸς νοῦ νόησις καὶ προϋπαρχόντων τῶν νοητῶν· καὶ οὔτε νόησίς ἐστι ψιλὴ γνῶσις, ἀλλʼ ὄντος τινός· οὔτε τὰ νοητὰ δεύτερα τῶν νοούντων· οὕτω γὰρ ἂν αἱ νοήσεις εἶεν πρὸ τούτων οὔπω ὄντων· ἢ τοιούτων πρὸ τῶν νοούντων τὰ νοητὰ, καὶ διὰ τοῦτο πρὸ τῶν νοήσεων· αἱ γὰρ νοήσεις ἐν τοῖς νοοῦσίν εἰσιν ἐξ ἀνάγκης, ὡς αἰσθήσεις ἐν τοῖς αἰσθανομένοις, καὶ πᾶσαι γνώσεις ἐν τοῖς γιγνώσκουσιν, ἀλλʼ οὐκ ἔξω τῶν γιγνωσκόντων, ἢ ἐν αὐτοῖς τοῖς νοοῦσιν· ἐπειδὴ οὐ μετὰ ταῦτα ἵνα μὴ, πρὶν ἐκεῖνα ὑποστῇ, νοήσεις οὖσαι κατʼ ἐνέργειαν μηδενὸς ὦσιν. Ἀλλὰ μὴν εἰ πρὸ τῶν νοούντων τὰ νοητὰ, δεῖ καὶ ἐν αὐτοῖς εἶναι ἕτερον, διότι πᾶν τὸ νοοῦν ἑαυτὸ νοεῖ, καὶ τὸ ἑαυτὸ νοοῦν νοεῖ διὰ τῆς ἑαυτοῦ νοήσεως, οὐκ ἔξω ἑαυτοῦ βλέπον. Τοῦτό τε οὖν δεῖ λαμβάνειν ἐκ τοῦ Πλάτωνος οὕτως εἰπόντος ὅτι τὸ νόημά ἐστι, καὶ οὐ προσθέντος ὅτι τὸ ὂν ἔξω τοῦ νοήματος, διότι νοῦς ὁ μὲν ἔστι μόνως ἑαυτὸν νοῶν, ὁ δὲ καὶ ἑαυτὸν καὶ τὰ πρὸ αὑτοῦ, τὰ δὲ μεθʼ αὑτὸν οὐδεὶς, εἰ μὴ τῷ τὰς αἰτίας αὐτῶν ἔχειν. Τριχῶς γὰρ καὶ τὸ νοητὸν, κατὰ μέθεξιν μὲν ἐπὶ τοῦ τὰ πρὸ αὑτοῦ νοοῦντος, καθʼ ὕπαρξιν δὲ ἐπὶ τοῦ ἑαυτὸν, κατʼ αἰτίαν δὲ ἐπὶ τοῦ τὰ μεθʼ αὑτόν. Καὶ ὅπου μὲν τὸ κατὰ μέθεξιν νοητὸν, ἔστι καὶ τὸ καθʼ ὕπαρξιν· δεῖ γὰρ τὸ τὰ πρὸ αὑτοῦ νοοῦν καὶ ἑαυτὸ νοεῖν· ὅπου δὲ τὸ καθʼ ὕπαρξιν, οὐ πάντως τὸ κατὰ μέθεξιν· ὁ γὰρ πρώτιστος νοῦς ἑαυτὸν νοεῖ μόνον, οὐδὲν ἔχων πρὸ ἑαυτοῦ νοητόν. Καὶ ὅπου μὲν τὸ κατʼ αἰτίαν νοητὸν, ἐκεῖ καὶ τὸ καθʼ ὕπαρξιν· ἐν γὰρ τῷ αὐτὸν ἑαυτὸν νοεῖν, καὶ τὰ μεθʼ αὑτόν τις νοητὰ δύναται νοεῖν· οὐχ ὅπου δὲ τὸ καθʼ ὕπαρξιν, καὶ τὸ κατʼ αἰτίαν νοητὸν, εἴ τις εἴη τελευταῖος νοῦς, οὐδὲν ἔχων νοητὸν δεύτερον ὅπερ νοήσει, κατʼ αἰτίαν ἑαυτὸν νοῶν καὶ ἑαυτῷ νοητὸς ὤν. Ταῦτα δʼ οὖν, ὅπερ ἔφην, θεωρήσειας ἂν ἐκ τοῦ φάναι τὸν Παρμενίδην τὸ νόημα ὄντος εἶναί τινος· ὃς καὶ τὴν δόξαν εἶπεν ἐν Θεαιτήτῳ τινός· ὅθεν καὶ τὸ μὴ ὂν ἀδόξαστον, καὶ πᾶν τὸ γιγνώσκειν τι, καὶ οὐχὶ μηδέν· καὶ ὅτι τὸ ἓν μειζόνως πάρεστι τοῖς οὖσιν, εἰς αὐτὰ τὰ νοήματα ἀνήρτηται· τὸ γὰρ ἐπὸν ἓν ἐπὶ πᾶσι τοῦτο παρίστησιν. Οὐκ ἄρα στησόμεθα ἀνιόντες ἀπʼ ἄλλων εἰδῶν ἐπʼ ἄλλα, πρὶν ἂν ἐπὶ τὰ ὄντως ὄντα ποιησώμεθα τὴν ἀναδρομήν. Κἂν γὰρ εὕρωμεν συμφυῶς ἡνωμένα τόν τε νοῦν καὶ τὰ νοητὰ, πλήρωμα ἔσται τῶν εἰδῶν κατὰ τὸ ἐν ἑαυτῷ νοητὸν ὁ νοῦς· καὶ ὥσπερ νοῦν καὶ νοητὸν ἑνίζομεν ἀλλήλοις, οὕτω δὴ καὶ τὰ νοήματα τοῖς οὖσιν εἰς ταὐτὸν ἄξομεν· ἐν ἑαυτῷ γὰρ ὢν ὁ νοῦς καὶ ἑαυτὸν νοῶν ὁμοῦ δὴ καὶ τῶν νοητῶν ἐστι πλήρης. Καὶ ὥσπερ ἐν τοῖς αἰσθητοῖς τὸ φαινόμενον ὁπωσοῦν ἓν πλῆθός ἐστι κατʼ ἀλήθειαν, οὕτω δὴ καὶ ἐν τοῖς νοητοῖς τὸ δυοειδὲς τοῦ νοήματος καὶ τοῦ ὄντος ἑνιαίως ὑφέστηκε. Ψυχὴ μὲν οὖν ἀπὸ τῶν ἑαυτῆς νοημάτων ἐπὶ τὰ ὄντα μεταβαίνουσα ὡς ἀπʼ ἄλλων ἐπʼ ἄλλα μεθίσταται· τὰ δὲ νοῦ νοήματα τὰ ὄντα ἐστὶ διά τε τὴν νοερὰν ἐπιστροφὴν καὶ τὴν ἐπικρατοῦσαν ἐν ἐκείνοις ταυτότητα.

Τί δὲ δὴ, εἰπεῖν τὸν Παρμενίδην, οὐκ ἀνάγκη, εἰ τἄλλα φῂς τῶν εἰδῶν μετέχειν, ἢ δοκεῖν σοι ἐκ νοημάτων ἕκαστον εἶναι καὶ πάντα νοεῖν, ἢ νοήματα ὄντα ἀνόητα εἶναι; **—**

Ἀλλʼ οὐδὲ τοῦτο, φάναι, ἔχει λόγον.

`902–906`

Δύο λόγοις χρώμενος μετάγει τὴν ὑπόθεσιν ἀπὸ τῶν ψυχικῶν νοημάτων ἐπὶ τὰ εἴδη τὰ νοητὰ, τούτοις ὄντα τοῖς νοήμασι νοητὰ, καὶ διὰ τοῦτο νοήμασι καλουμένοις. Προτέρῳ μὲν τῷ ἀπʼ αὐτοῦ τοῦ νοήματος· τὸ γὰρ ὂν νοηματικόν ἐστιν ὄντως· ἐκεῖνο δὴ οὖν τὸ ὄν ἐστι τὸ κυρίως εἶδος, καὶ ὅ ἐστιν ἐπὶ πᾶσι τοῖς εἴδεσιν ἀεὶ ὂν καὶ ταὐτὸν καὶ ἓν καὶ ἤδη νοούμενον, ἀλλʼ οὐχὶ νοοῦν μόνον, ὥσπερ τὸ νόημα τὸ ψυχικόν· ὅτι μὲν γὰρ ἕτερά ἐστιν ὡς νοοῦν νόημα τοῦ νοουμένου, δῆλον· ἢ οὖν ἄμφω εἴδη, καὶ δύο ἔσται τὰ πρῶτα, καὶ οὐκ ἔσται μία ἑκάστων ἰδέα· ἢ τὸ κυριώτερον τοῦ νοήματος αὐτὸ τὸ νοούμενον, ὥστε τοῦτο ἂν εἴη τὸ εἶδος, ἀλλʼ οὐ τὸ νόημα. Δευτέρῳ δὲ ἑτέρῳ τοιούτῳ· πᾶν τὸ νοήματος, ᾗ νόημα, μετέχον νοεῖν ἀναγκαῖον, τὰ δὲ τῇδε μετέχειν τῶν εἰδῶν, ὥστε εἰ τὰ πρῶτα εἴδη εἴη νοήματα καὶ μετέχει τὰ τῇδε τῶν εἰδῶν, ὡς νοήματα πάντα νοητικά· τὸ γὰρ τῆς νοήσεως ἥτις ἦν τὸ νόημα μετειληχὸς νοεῖ· καὶ γὰρ τὸ τῆς ζωῆς, ζῇ, καὶ τὰ τοῦ ὄντος, ἔστιν· οὐκ ἄρα τὰ εἴδη νοήματά ἐστιν, ἀλλὰ νοήματα τῶν κατὰ τὰς νοήσεις τεταγμένων, καὶ οὐδὲν ἄτοπον τὸ τῶν νοημάτων μετέχον μὴ νοεῖν. Εἰ τοίνυν πάντα μὲν μετέχει τῶν εἰδῶν, τῶν δὲ νοημάτων μὴ πάντα, οὐκ ἂν εἴη τὰ εἴδη νοήματα. Τῶν τριῶν γὰρ ἓν ἄν τι συμβαίνοι, ἢ μὴ μετέχειν τοῦ νοεῖν τὰ νοήματος μετέχοντα, ἢ μὴ νοήματα εἶναι τὰ εἴδη, ἢ τὰ ἀνόητα μὴ μετέχειν τῶν εἰδῶν· ὧν τὰ δύο πάντως ἄτοπα· καὶ γὰρ πᾶν τὸ νοήματος μετέχον νοεῖ, τὸ γὰρ νόημα δηλοῖ νόησιν· καὶ τὰ ἀνόητα μετέχει τῶν εἰδῶν, ὡς τὰ ἄψυχα τοῦ ἴσου καὶ ἐλάττονος καὶ μείζονος εἰδῶν ὄντων. Οὐκ ἄρα νοήματά ἐστι τὰ εἴδη, οὐδὲ ἐν νοήμασιν οὐσίωται, ἀλλʼ ἐν νοητοῖς. Ἀναδράμωμεν οὖν ἀπὸ τῶν μεριστῶν ἐπὶ τοὺς ἀμερεῖς λόγους τῆς φύσεως, ᾗ μὴ ὑπάρχει τὸ νοεῖν τὰ πρὸ αὑτῆς· οὐ γὰρ μόνον ἀνόητος, ἀλλὰ καὶ ἄλογος ἡ φύσις καὶ ἀφάνταστος· ἀπὸ δὲ τούτων ἐπὶ τὰ νοητὰ τὰ ὑπερκείμενα τῶν φυσικῶν εἰδῶν, ψυχῆς ὄντα ἐνεργήματα νοητικῆς, κατὰ Τὴν τοῦ Σωκράτους περὶ αὐτῶν θέσιν· ἐν ψυχῇ γὰρ εἶπεν αὐτὰ ἐγγίγνεσθαι, καὶ εἶναι νοήματα ψυχῆς ὡς νοήσεις· ἀπὸ δὲ τούτων ἐπὶ τὰ ὄντως νοητά· ταῦτα γὰρ αἴτια πάντων δυνατὸν εἶναι τῶν εἰδοπεποιημένων, ἀλλʼ οὐχ ἅ ἐστι νοήματα μόνον· ὥστε καὶ εἰ ὁ δημιουργικὸς νοῦς κοσμοποιὸς λέγοιτο καὶ πάντων αἴτιος, κατὰ μὲν τὸ ἐν ἑαυτῷ νοητὸν τοῦ εἶναι πᾶσίν ἐστιν αἴτιος, κατὰ δὲ τὴν ζωὴν μόνου δήπου τοῦ ζῇν, κατὰ δὲ τὸν νοῦν μόνου πάντως τοῦ νοεῖν. Δεῖ οὖν μὴ ἀπὸ τῶν νοούντων ἄρχεσθαι τὰ πράγματα, ἀλλʼ ἀπὸ τῶν νοουμένων, ἵνα πάντων αἴτια ᾖ καὶ νοητικῶν καὶ μὴ νοητικῶν· πᾶσι γὰρ τὸ εἶναι κοινὸν, τὸ δὲ νοεῖν οὐ πᾶσι πάρεστιν. Οὐκ ἄρα τὰ ψυχικὰ νοήματα πρῶτά ἐστι τῶν εἰδῶν, ἀλλὰ τὰ ὑπὸ τούτων νοούμενα καὶ πρωτουργὰ καὶ πᾶσιν αἴτια τῆς οὐσίας καὶ τῆς ἑνώσεως καὶ τῆς τελειότητος. Ἐν δὴ τούτοις ἄξιον ἐφιστάνειν διὰ τί, πάντων τῶν ἐν νῷ νοερῶς ὄντων, οὐ πάντα νοεῖ τὰ τῇδε μετέχοντα τῶν εἰδῶν, καὶ διὰ τί, ζώντων ἐκείνων πάντων, οὐκέτι πάντα τὰ ὁμοιούμενα πρὸς ἐκεῖνα ζῇ. Καὶ λεγέσθω μὲν ὅτι καὶ ἡ τῶν ὄντων ὕφεσις, ἀπὸ τῶν πρώτων αἰτιῶν ἄχρι τῶν τελευταίων ὑφιζάνουσα, τὰς τῶν ὅλων καὶ παντελείων οὐσιῶν ἀμυδροῖ μεθέξεις· καὶ ὡς διὰ πάντων ἡ δημιουργία διεξιοῦσα πάντα ὑφίστησι κατὰ μέτρα διαφέροντα τῆς οὐσίας, καὶ οὐδὲ τοῦ αὐτοῦ εἴδους πάντα ὡσαύτως μετείληφεν, ἀλλὰ τὰ μὲν μειζόνως, τὰ δὲ ἐλαττόνως, καὶ τὰ μὲν κατὰ μίαν ὡμοιώθη τῷ εἴδει δύναμιν, τὰ δὲ κατὰ δύο, τὰ δὲ κατὰ πλείους· ὅθεν καὶ σειραί τινες ἄνωθεν ἐξεφάνησαν ἄχρι τῶν κάτω διατείνουσαι, λέγω, οἷον τὸ τῆς σελήνης εἶδος· γενέσθω γὰρ ἐπὶ ταύτης ὁ λόγος. Ὤφθη μὲν καὶ ἐν θεοῖς κατὰ τὸ ἓν τοῦ εἴδους καὶ ἀγαθοειδές· πάντα γὰρ τεθέωται ἐκ τἀγαθοῦ, καθά φησιν ὁ ἐν Πολιτείᾳ Σωκράτης, διὰ τοῦ τῆς ἀληθείας φωτός· ὤφθη δὲ καὶ ἐν ἀγγέλοις κατὰ τὸ νοερὸν, καὶ ἐν δαίμοσιν, εἰ βούλει, τοῖς διὰ νοήσεως ἀπεικονισαμένοις ἐκεῖνο τὸ εἶδος καὶ νοητικοῖς ὑποστᾶσι ζώοις, οὐκέτι νοερῶς, ἀλλὰ ζωτικῶς αὐτὸ μιμεῖσθαι δυναμένοις· καὶ πολλὴ τῶν σεληνιακῶν ἥξει σοι ζώων θεωρία περὶ τὸν Ἄπιν Αἰγύπτιον, καὶ τὸν σεληνίτην ἰχθὺν, καὶ πολλὰ ἄλλα ζῶα τὰ μὲν ἄλλως, τὰ δὲ ἄλλως μιμούμενα τὸ οὐράνιον τῆς σελήνης εἶδος· ὤφθη δὲ καὶ ἐν λίθοις ἐσχάτως, ὥστε εἶναί τινα καὶ λίθον εἰς ἐκεῖνο τὸ εἶδος ἀνηρτημένον, αὐξήσεις τε καὶ μειώσεις ὑπομένοντα μετὰ τῆς ἐν οὐρανῷ σελήνης, καίτοι ζωῆς ἄμοιρον ὄντα. Πανταχοῦ τοίνυν νόει μοι ταὐτὸν, καὶ μὴ πάντα πάσας οἰηθῇς τῶν εἰδῶν ὑποδέχεσθαι τὰς δυνάμεις, ἀλλὰ μετὰ τῆς οἰκείας ὑφέσεως, τὰ μὲν πλείους, τὰ δὲ ἐλάττους. Οὐχ ὅσα οὖν ἐστιν ἐν ἐκείνοις, τοσαῦτα καὶ ἐν πάσαις ταῖς εἰκόσιν ἔγκειται· μόνον δέ ἐστι καθʼ ἕκαστον εἶδος, ἐξ ἀνάγκης ἐν πάσαις φανταζόμενον, ὅπερ ἐστὶν ἰδίωμα τοῦ εἴδους αὐτοῦ, καθὸ τῶν ἄλλων διέστηκε· κἂν γὰρ πάντα ἓν τὰ εἴδη, τὸ ἐν ἑκάστῳ πρόχειρον ἕν τι πάντως εἶναι τὸ καὶ ἀφορίζον αὐτοῦ τὴν ἰδίαν ὕπαρξιν, ἧς πάντα μετέχει τὰ κατʼ αὐτὸ λαβόντα τὴν γένεσιν· καὶ αὕτη μὲν μίαν ποιεῖ τὴν σειρὰν, ἡ δὲ τῶν πλειόνων δυνάμεων ἐν τῷ εἴδει καὶ τῶν ἐλαττόνων μέθεξις τὰ πρῶτα καὶ μέσα καὶ ἔσχατα τῆς σειρᾶς ἀνέφηνεν, ὅπου μὲν ἄλλως, ὅπου δὲ ἄλλως τοῦ αὐτοῦ μετασχεθέντος· ὁ δὲ εἷς πατρικὸς νοῦς πᾶσιν ἀφορίζει τὰ μέτρα τῆς μεθέξεως καὶ τὰς ἑκάστων συντελείας πρὸς τὸν κόσμον, ἀρχάς τε καὶ μέσα καὶ τέλη τῆς ἑκάστου τῶν εἰδῶν σειρᾶς προλαβὼν, καὶ μέχρι πόσου φθάνειν ἀνάγκη τὴν ἰδιότητα τὴν ἀφʼ ἑκάστου καθήκουσαν. Προσκείσθω δὲ τούτοις καὶ ὅτι, τῆς μεθέξεως διαφόρου γιγνομένης, πρῶται μὲν ἀπολείπουσι τὰ μετέχοντα αἱ ὑφειμέναι τῶν εἰδῶν ἰδιότητες, δεύτεραι δὲ αἱ τούτων ὁλικώτεραι, πᾶσι δὲ ὁμοίως ἐμφανίζονται τοῖς ἀποτελέσμασιν αἱ πρωτουργοὶ καὶ τῷ ἑνὶ διαφερόντως συγγενεῖς· ἕκαστον γὰρ εἶδος ἕν ἐστι καὶ πλῆθος, οὐχὶ κατὰ σύνθεσιν τοῦ πλήθους τὸ ἓν ἀποτελοῦντος, ἀλλὰ τοῦ ἑνὸς ὑφιστάντος τὰς ἐν αὐτῷ πολλὰς ἰδιότητας. Ἐκεῖνο μὲν οὖν ἑνοειδῶς καὶ ἔστι καὶ ζῇ καὶ νοεῖ, τὰ δὲ κατʼ αὐτὸ γεννώμενα τὰ μὲν πάντων μετέχει τούτων, τὰ δὲ ἑνὸς μόνου τοῦ ὄντος· ἐπεὶ καὶ τοῖς εἴδεσιν αὐτοῖς τὸ μὲν νοερὸν ἀπὸ τοῦ ἑνὸς, ἡ δὲ ζωὴ ἐκ τῆς ἀμεθέκτου ζωῆς, τὸ δὲ ὂν ἀπὸ τοῦ ἑνὸς ὄντος, ὥσπερ δὴ καὶ τὸ ἓν ἀπὸ τῆς ἐπέκεινα τῶν ὄντων ἑνάδος. Ταῦτα μὲν οὖν περὶ αὐτῶν εἰρήσθω τῶν δογμάτων· τῶν δὲ δύο λόγων, οἷς χρώμενος ἀπὸ τῆς ψυχῆς ἐπʼ αὐτὸ τὸ ὂν ἀνέδραμε, τὰ μὲν συνεπεράνατο διὰ τῶν ἐκκειμένων ῥητῶν, εἰπὼν ὅτι αὐτὸ ἄρα τὸ νοούμενον εἶδος ἔσται ἀεὶ ὂν καὶ ταὐτὸν ἐπὶ πᾶσι τοῖς εἴδεσι, καὶ τοῦτο πρεσβύτερον τοῦ ἐν ψυχῇ νοήματος· τὸ γὰρ νοούμενον κρεῖττον, ὡς εἴρηται, τοῦ νοοῦντος· κἄν τε γὰρ ψυχὴ τὸ νοοῦν, νοῦς δὲ τὸ νοούμενον, κρείττων ὁ νοῦς· κἄν τε νοῦς μὲν τὸ νοοῦν, νοητὸν δὲ τὸ νοούμενον, κρεῖττον τὸ νοητόν. Τὸ δὲ δεύτερον ὅλον ἐξήτασεν εἰπὼν, ὅτι εἰ τὰ τῇδε μετέχει τῶν εἰδῶν, τὰ δὲ εἴδη νοήματα, τὰ τῇδε ἄρα μετέχει νοημάτων· τὰ δὲ νοήματος μετέχοντα ἀνάγκη νοεῖν· εἰ δὲ νοήματα αὐτῶν μετέχοι, τοῦτο μὴ ἀναγκαῖον· οὐκ ἄρα τὰ εἴδη τὰ πρῶτα νοήματα. Καὶ οὗτος ὁ λόγος οὐ μόνον ἡμῖν ἐπιδείκνυσιν ὅτι οὐκ ἐν ψυχῇ τὰ εἴδη πρῶτον, ἀλλὰ καὶ ὅτι πρὸ νοῦ· καὶ γὰρ νοῦς νοῶν ἑαυτὸν καὶ τὰ πρὸ ἑαυτοῦ νοητὰ, καθὸ μὲν νοῦς, ἐφιέμενόν ἐστι, καθὸ δὲ νοητὸν, ἐφετόν· τούτων δὲ τὸ μὲν τἀγαθῷ μᾶλλον συγγενὲς, τὸ δὲ ἧττον· ἐφετὸν γὰρ καὶ τἀγαθὸν, ἀλλʼ οὐκ ἐφιέμενον. Ἀναγκαῖον δʼ οὖν, τῶν φυσικῶν λόγων μήτε νοητῶν ὄντων μήτε νοητικῶν, διʼ αὐτῶν μέσων ἡμῖν ἐπὶ τὰ νοητὰ εἴδη γίγνεσθαι τὴν ἄνοδον. Ἔσται οὖν πρὸ τῆς ἀνοήτου φύσεως τὸ νοητικὸν πᾶν, καὶ τοῦτο διττὸν, ἢ μεταβατικὸν, ἢ ἀμετάβατον· καθὸ γὰρ νοοῦν ἑκάτερον, ἐφίεται τοῦ νοητοῦ τοῦ ἑαυτῷ συστοίχου, καθάπερ εἴπομεν· καὶ γὰρ δὴ τὸ νοητὸν πρὸ ταύτης λέγω τῆς φύσεως, ὅτι μήτε ἡ φύσις μήτε τὸ σῶμα νοοῦν· εἶτα πρὸ τούτου τὸ νοοῦν ἅμα καὶ νοούμενον, οἷόν ἐστι τὸ νοερὸν εἶδος ἢ ψυχικόν· εἶτα πρὸ τούτων αὐτὸ τὸ νοητόν· δεῖ γὰρ καὶ πρὸ τοῦδε, διπλόην τινὰ παρεμφαίνοντος, εἶναι τὸ νοητὸν αὐτὸ πρώτως, καὶ τούτου μὲν μετέχειν τὸν νοῦν, διὰ δὲ τοῦ νοῦ, τὴν ψυχήν. Οὐ μόνον οὖν ἀπὸ τῶν ψυχικῶν εἰδῶν ἐπὶ τὰ νοερὰ μεταβατέον ὡς νοούμενα, ἀλλὰ καὶ ἀπὸ τούτων ἐπὶ τὰ κυρίως νοητὰ, παρʼ ὧν τὸ εἶναι πᾶσιν ὑπάρχει τοῖς εἴδεσιν. Οὕτως ἡ τοῦ Παρμενίδου μαιεία τὸν λόγον ἀπὸ τῶν ἐσχάτων ἀνήγαγεν ἐπὶ τὰ πρώτιστα, δεικνύντος ὡς οὔτε σωματικὴν νοητέον εἶναι τὴν μέθεξιν τῶν εἰδῶν, οὔτε φυσικὴν, οὔτε ψυχικὴν, ἀλλὰ νοεροῖς καὶ νοητοῖς προσήκουσαν εἴδεσιν.

Ἀλλʼ, ὦ Παρμενίδη, μάλιστα ἔμοιγε καταφαίνεται ὧδε ἔχειν· τὰ μὲν εἴδη ταῦτα ὥσπερ παραδείγματα ἑστάναι ἐν τῇ φύσει, τὰ δὲ ἄλλα τούτοις ἐοικέναι καὶ εἶναι ὁμοιώματα· καὶ ἡ μέθεξις αὕτη τοῖς ἄλλοις γίγνεσθαι τῶν εἰδῶν οὐκ ἄλλη τις ἢ εἰκασθῆναι αὐτοῖς.

`907–908`

Ἐπʼ αὐτὴν τὴν νοητὴν οὐσίαν τῶν εἰδῶν ἀναχθεὶς ὁ Σωκράτης, ὑπὸ τῆς τοῦ Παρμενίδου μαιείας ποδηγούμενος, ἐνταῦθα διαφερόντως οἴεται τὴν τάξιν ἅμα καὶ τὸν τρόπον τῆς μεθέξεως τεθηρακέναι τῶν εἰδῶν· αὐτὰ μὲν τὰ εἴδη λέγων ἑστάναι ἐν τῇ φύσει, τὰ δὲ ἄλλα γίγνεσθαι πρὸς ἐκεῖνα· τί ἄλλο διὰ τούτων, ἢ ἐκείνοις μὲν τὴν ἀκίνητον καὶ ἀμετάβολον οὐσίαν ἀποδιδοὺς, τοῖς δὲ πρὸς αὐτὰ ὑφισταμένοις τὴν ἐν γενέσει φερομένην; Ταύτῃ γὰρ ἀντιδιεῖλε, τῷ ἑστάναι τὸ γίγνεσθαι διαιρῶν, καὶ αὐτὸ εἰς τὰ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα, καὶ τὰ μηδέποτε ὡσαύτως ἔχοντα, γιγνόμενα δὲ μόνον· ὥσπερ καὶ ὁ Τίμαιος καὶ ὁ Ἐλεάτης ξένος ἐν τῷ Σοφιστῇ διεστήσατο χωρὶς τὸ γιγνόμενον καὶ τὸ ὄν. Τὴν οὖν τάξιν αὐτῶν οὕτως ἐθήρασε· συνεισάγει δὲ τὸν τρόπον τῆς μεθέξεως λύων τὰς ἔμπροσθεν ἀπορίας, ὁμοίωσιν αὐτὸν τιθέμενος, ἵνα μήτε ὅλων μήτε μερῶν ἀναγκάζηται λέγειν ἐκείνων τὰ τῇδε μεταλαγχάνειν, μήτε ὁμοταγῆ εἶναι τὰ εἴδη τοῖς τῇδε· τὸ γὰρ παράδειγμα τῇ εἰκόνι οὐ πάρεστιν, οὐδὲ ὁμοταγές ἐστι πρὸς αὐτήν. Ἔστιν οὖν ἡ μέθεξις διʼ ὁμοιώσεως· τοῦτο δὲ εἰσήγαγε, παραδείγματα μὲν ἐκεῖνα καλῶν, ὁμοιώματα δὲ τὰ μετασχόντα αὐτῶν, ὁμοίωσιν δὲ διὰ τοῦτο τὴν μέθεξιν· καὶ οὕτω τεθάρρηκε τοῖς λόγοις τούτοις, ὥστε ὁ πρότερον ὀμνὺς, ὡς οὐκ εὔκολον διορίσασθαι τίς ἡ μέθεξις αὕτη καὶ πῶς ἐγγίγνεται τὰ εἴδη τοῖς αἰσθητοῖς, νυνί φησι μάλιστα αὑτῷ καταφαίνεσθαι καὶ τὸν τρόπον τῆς μεθέξεως ἀπὸ τῆς μεθέξεως αὐτῶν εὑρημένον, καὶ διὰ τοῦ τε μάλιστα, καὶ διὰ τοῦ καταφαίνεσθαι καὶ μὴ φαίνεσθαι μόνον εἰπεῖν, ἐνδειξάμενος ὅτι διαφερόντως περὶ ταύτης τεθάρρηκε τῆς ὑποθέσεως. Τοῦτο δὲ διά τε τὴν ἑαυτοῦ πέπονθεν ὀξύτητα, καὶ τὴν τοῦ Παρμενίδου δύναμιν τελειοῦσαν αὐτοῦ τὰς αὐτοφυεῖς περὶ τῶν θείων ἐννοίας· ᾧ καὶ δῆλός ἐστι μαιευτικὸς ὢν ὁ τρόπος τῶνδε τῶν λόγων, ἀλλʼ οὐχὶ καταγωνιστικός· οὐ γὰρ ἂν προκόπτειν ἐποίει τὸν προσδιαλεγόμενον καὶ ἀεὶ τελεώτερον γίγνεσθαι ταῖς ἐπιβολαῖς· τέλος γάρ ἐστι, μαιείας μὲν ἡ πρόκλησις τῆς ἔνδον γνώσεως, ἀγῶνος δὲ ἡ νίκη καὶ τὸ περιβάλλειν εἰς πᾶσαν ἀμηχανίαν τὸν ἀποκρινόμενον. Εἰ τοίνυν καθʼ ἑκάστην ἀπορίαν ἄνεισιν ὁ Σωκράτης καὶ τελειοῦται καὶ διαρθροῖ τὰς ἐν αὑτῷ περὶ τῶν πρωτουργῶν εἰδῶν ἐννοίας, μαιεύεσθαι μᾶλλον αὐτὸν ὑπὸ τοῦ Παρμενίδου ῥητέον ἢ καταβάλλεσθαι, κἀκεῖνο τελειωτικὸν εἶναι τούτου μᾶλλον ἢ ἀμυντικόν. Ἀλλʼ ὁ μὲν τρόπος τῶν λόγων, ὡς πολλάκις ὑπομέμνηται, τοιοῦτός τίς ἐστι. Κατίδωμεν δὲ καὶ ὅπως προκέκοφε μὲν ἡ τοῦ Σωκράτους ὑπόθεσις, οὔπω δὲ ἔχει τὸ τέλειον· ὅτι μὲν γὰρ νοερῶν ἀντελάβετο καὶ ὄντως παραδειγμάτων, ὀρθῶς, καὶ ὅτι τὴν ἰδιότητα αὐτῶν ἀφώρισεν, ἑστάναι προσειπὼν αὐτὰ καὶ ἔτι τούτοις ὁμοιοῦσθαι τὰ ἄλλα· τὸ γὰρ γόνιμον καὶ τὸ ἀεὶ ὡσαύτως ἔχον ἴδιόν ἐστι τῶν αἰωνίως καὶ ὄντων καὶ ἐνεργούντων εἰδῶν. Τὸ γὰρ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ τοῖς πάντων θειοτάτοις προσήκειν μόνοις φησὶ καὶ ὁ Ἐλεάτης ξένος· καὶ τὸ ἑστάναι οὐδὲν ἄλλο εἶναι ἢ τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν, τὸ μὲν ἐν Σοφιστῇ διορισάμενος. Εἰ οὖν τὰ εἴδη καὶ ὁ Σωκράτης ἑστάναι λέγει, τὰ δὲ ἑστῶτα κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν ἐν Σοφιστῇ γέγραπται, τὰ δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα εἶναι τὰ θειότατα τῶν πάντων ἐν Πολιτικῷ διώρισται, δῆλον ὅτι τὰ εἴδη θειότατα ἂν εἴη, καὶ οὐκέτι νοήματα αὐτὰ ψυχῶν, ἀλλʼ ἐξῃρημένα πάντων τῶν τοιούτων. Ταῦτα οὖν ὀρθῶς τε, καὶ ὅτι πρὸ τοῦ πλήθους ἐν αὐτοῖς ὑπέθετο τὴν ἕνωσιν· τὸ γὰρ ἐν τῇ φύσει τὴν ἑνάδα τὴν μίαν αὐτῶν δεδήλωκεν. Εἴωθε γοῦν ὁ Πλάτων καὶ ἐπὶ τὰ νοητὰ φέρειν τοῦτο τὸ τῆς φύσεως ὄνομα. Λέγει γοῦν αὐτὸς ὁ Σωκράτης ἐν τῷ Φιλήβῳ, βασιλικὸν μὲν νοῦν, βασιλικὴν δὲ ψυχὴν ἐν τῇ τοῦ Διὸς ὑπάρχειν φύσει. Καὶ ὁ Τίμαιος, ἡ μὲν οὖν ζώου φύσις ἐτύγχανεν οὖσα αἰώνιος· καὶ αὐτὸς φύσιν λέγων τὴν μονάδα τῶν νοητῶν ἰδεῶν καὶ ἑστάναι αὐτὴν διατεινόμενος διὰ τοῦ φάναι αὐτὴν αἰώνιον εἶναι· δηλοῖ δὲ τὸ ἑστὸς ἐκείνης μένειν ἐν ἑνὶ τὸν αἰῶνα, φησὶ, καὶ τὸν χρόνον κινητὸν εἶναι, καὶ ἅμα γενέσει τὴν ὑπόστασιν ἔχειν· ὥσπερ καὶ νῦν ὁ Σωκράτης τὸ γίγνεσθαι τοῖς μετέχουσι τῶν ἰδεῶν ἀποδέδωκε· τοιαύτη δʼ οὖν καὶ ἡ νῦν λεγομένη φύσις ἑνὰς μία, καὶ ἡ ὑπεροχὴ τῶν νοητῶν εἰδῶν.

`909–911`

Ταῦτα μὲν οὖν, ὡς ἔφην, ὀρθῶς· ὅτι δὲ τὸ παραδειγματικὸν ἰδίωμα μόνον ἀποδέδωκε τοῖς εἴδεσιν, ἀλλʼ οὐχὶ καὶ τὸ τελεσιουργὸν καὶ τὸ φρουρητικὸν, ταύτῃ δόξειεν ἂν ἀτελῶς ἔτι τῆς περὶ αὐτῶν ἀντιλαμβάνεσθαι θεωρίας. Ἕκαστον γὰρ εἶδος οὐ παράδειγμα μόνον ἐστὶ τῶν αἰσθητῶν, ἀλλὰ καὶ ὑποστατικὸν αὐτῶν· οὐ γὰρ ἄλλου δεῖται τοῦ παράγοντος πρὸς αὑτὰ καὶ ἀφομοιώσαντος αὑτοῖς τὰ τῇδε, μένοντα αὐτὰ ἀργὰ καὶ ἀκίνητα καὶ δραστηρίαν οὐδεμίαν ἔχοντα δύναμιν, ἀλλʼ ἐοικότα τοῖς ἐνταῦθα κηροπλαστικοῖς τύποις, ἀλλὰ καὶ αὐτὰ παράγει καὶ ἀπογεννᾷ τὰς ἑαυτῶν εἰκόνας· καὶ γὰρ ἄτοπον, εἰ οἱ μὲν ἐν τῇ φύσει λόγοι ποιητικὴν ἔχοιέν τινα δύναμιν, τὰ δὲ νοητὰ εἴδη τῆς τοῦ ποιεῖν αἰτίας παρῃρημένα τυγχάνοι. Οὐ μόνον ἄρα παραδειγματικόν ἐστι πᾶν τὸ θεῖον εἶδος, ἀλλὰ καὶ πατρικὸν, καὶ αὐτῷ τῷ εἶναι γεννητικὸν αἴτιον τῶν πολλῶν· καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τελεσιουργόν· αὐτὸ γὰρ τὸ ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον τὰ τῇδε περιάγον καὶ τὸ εὖ περιποιοῦν ἑκάστοις, καὶ τὸ τὴν ἔνδειαν αὐτῶν ἀποπληροῦν, καὶ τὴν ὕλην δυνάμει πάντα οὖσαν ἄγον εἰς τὸ κατʼ ἐνέργειαν γίνεσθαι ὁπόσον ἦν δυνάμει πρὸ τῆς εἰδοποιίας· ἔχει ἄρα καὶ ταύτην τὴν τελεσιουργὸν ἐν ἑαυτοῖς τὰ εἴδη δύναμιν. Τί δὲ, οὐχὶ καὶ τὴν φρουρητικήν; καὶ πόθεν ἡ διακόσμησις μὲν ἡ τοῦ παντὸς ἀδιάλυτος ἢ ἐκ τῶν εἰδῶν; πόθεν δὲ οἱ ἑστῶτες λόγοι καὶ τὴν μίαν συμπάθειαν τῶν ὅλων ἄρρηκτον διασώζοντες, διʼ οὓς ἀεὶ τέλειος ὁ κόσμος μένει, μηδενὸς εἴδους αὐτὸν ἐκλιπόντος, ἢ ἐκ τῶν ἑστώτων αἰτίων, ὥσπερ τὸ μεταβάλλειν ἐκ τῶν κινουμένων; Ἀλλὰ μὴν τῶν σωμάτων τὸ μεριστὸν καὶ τὸ σκεδαστὸν οὐκ ἀλλαχόθεν ἢ ἀπὸ τῆς ἀμερίστου δυνάμεως σφίγγεται καὶ συνέχεται τῶν εἰδῶν· αὐτὸ γὰρ καθʼ ἑαυτὸ τὸ σῶμα διαιρετὸν, καὶ δεῖται τῆς συνεκτικῆς τῶν λόγων δυνάμεως. Εἰ δὲ καὶ τῆς συνοχῆς ταύτης ἡ ἕνωσις προηγεῖται — πᾶν γὰρ τὸ συνεκτικὸν ἓν αὐτὸ πρότερον εἶναι δεῖ καὶ ἀδιαίρετον —, εἴη ἂν τὸ εἶδος οὐ γεννητικὸν μόνον, ὡς εἴπομεν, καὶ φρουρητικόν τε καὶ τελεσιουργὸν, ἀλλὰ καὶ συνεκτικὸν καὶ ἑνωτικὸν τῶν δευτέρων ἁπάντων. Ἔδει τοίνυν, φαίη ἄν τις, μὴ πρὸς μίαν ἀπιδεῖν τῶν εἰδῶν δύναμιν τὴν ἀφομοιωτικὴν, ἀλλὰ καὶ τὰς ἄλλας αὐτὸν ἐπισκέψασθαι δυνάμεις καὶ οὕτως ἀφορίσασθαι τὸν τῆς μετοχῆς τρόπον ὅστις ἐστὶν, ὁμοίωσιν μὲν λέγοντα τὴν μέθεξιν, ὁμοῦ δὲ καὶ συνεκτικὴν τῶν ὁμοιωθέντων καὶ φρουρητικὴν καὶ τελεσιουργόν· ὃ καὶ ὁ Τίμαιος διδάσκων τέλειον τὸν κόσμον ἔφατο γενέσθαι καὶ ἄλυτον διὰ τὴν πρὸς τὸ παντελὲς ζῶον αὑτοῦ ἐξομοίωσιν. Μήποτε δὲ καὶ ὁ Σωκράτης, ὁμοίωσιν τὴν μέθεξιν εἰπὼν, πάντα περιέλαβε· τὰ γὰρ ὁμοιούμενα τοῖς ἑστῶσιν ἄλυτα ἀναγκαῖον εἶναι, καὶ συνέχεσθαι ἐν τοῖς ἑαυτῶν λόγοις, καὶ φρουρεῖσθαι κατὰ τὴν οὐσίαν ὑπʼ αὐτῶν· ἢ οὐκ ἂν ἦν ὅμοια τοῖς ἑστῶσι, τῇ ἀστάτῳ γενέσει συμφερόμενα καὶ πάντη σκιδνάμενα ἀφʼ ἑαυτῶν, οὐδʼ ἂν ἐκεῖνα ἀκινήτως εἴη παραδείγματα, μὴ ἄλλων ὄντα τοιούτων παραδείγματα, ἵνα καὶ ὅμοια ᾖ τοῖς ἀκινήτοις· ὅθεν οὐδὲ τῶν μερικῶς γιγνομένων ἐλέγομεν ἰδέας εἶναι, μόνων δὲ τῶν ἐν τοῖς γεννητοῖς καὶ ἀστάτοις ἀϊδίων. Μὴ οὖν τις ἡμῖν ὀνειδιζέτω τὸ ὄνομα τῶν παραδειγμάτων ὡς μεταφορικὸν εἰς τὰ τῇδε παραδείγματα βλέπων, αἰσθητὰ ὄντα καὶ ἀδρανῆ ὑπάρχοντα καὶ ἄλλων ἐπιδεῆ τῶν πρὸς αὑτὰ ποιούντων· καὶ γὰρ ὁ Σωκράτης οὐχ ἁπλῶς εἶπε παραδείγματα τὰ εἴδη, ἀλλʼ ὥσπερ παραδείγματα· τοῦτο δὲ ἀναιρεῖ μὲν τῶν συνήθων ἡμῖν παραδειγμάτων τὴν ἄγονον καὶ ἀπεψυγμένην μορφὴν, ἐνδείκνυται δὲ τὴν πρωτουργὸν ἐν τοῖς εἴδεσι τῶν εἰκόνων γόνιμον ἀρχήν. Μηδʼ αὖ διοικιζέτω χωρὶς τό τε παράδειγμα καὶ τὸ ποιοῦν, ἀλλʼ ἐν ἑνὶ συλλαβὼν ἀμφότερα θεωρείτω· καὶ γὰρ τὸ παράδειγμα κατὰ τὴν οὐσίαν αὐτὴν ὑφίστησι τὸ πρὸς ἑαυτὸ γιγνόμενον καὶ τὸ ποιοῦν αὐτῷ τῷ εἶναι ποιοῦν, καὶ πρὸς ἑαυτὸ τὸ γιγνόμενον ἀπεικάζον, καὶ δευτέρως ἐκείνῳ παρεχόμενον ὅσα ἐν αὐτῷ πρώτως ἐστὶν, εἰς τὴν τοῦ παραδείγματος καθίσταται καὶ αὐτὸ τάξιν, καὶ τὸ μὲν ἔστι παραδειγματικῶς ποιοῦν, τὸ δὲ ποιητικῶς παράδειγμα ὄν· ἴδιον γὰρ παραδείγματος μὲν οἷόν ἐστι ποιεῖν, ποιοῦντος δὲ γένεσιν ἀντʼ οὐσίας ἐργάζεσθαι. Διόπερ ἐν Φιλήβῳ μὲν πᾶν τὸ ποιοῦν ἡγεῖσθαι τοῦ γιγνομένου, πᾶν τὸ γιγνόμενον διά τινα αἰτίαν ἔφατο γίγνεσθαι ἐν Τιμαίῳ δὲ τὸ παράδειγμα εἰκόνος εἶναι παράδειγμά τινος· πρός τι γὰρ ἑκάτερον, τὸ μὲν πρὸς γένεσιν, τὸ δὲ πρὸς εἰκόνα λέγεται· ἔστι δὲ ὅμως ἐν ἑκατέρῳ τὸ λοιπὸν, παραδειγματικῶς μὲν ἐν τῷ παραδείγματι τὸ ποιοῦν, ποιητικῶς δὲ τὸ παράδειγμα ἐν τῷ ποιοῦντι συνειλημμένον. Ἕνωσις ἄρα μία τό τε παραδειγματικὸν αἴτιον ἐν ἐκείνοις συνάγει καὶ τὸ ποιητικὸν, πλὴν ὅτι πολλῶν ποιητικὰ μὲν ἔστιν αἴτια ὡς γεννητῶν, παραδειγματικὸν δὲ οὐκ ἔστι· τοιαῦτα γὰρ τὰ καθʼ ἕκαστα, γιγνόμενα μὲν ᾗ καθέκαστα, οὐ μέν τοι παραδείγματα ἔχοντα ᾗ τοιαῦτά ἐστι. Μήτʼ οὖν διιστάνωμεν ἁπλῶς τὸ παραδειγματικὸν καὶ τὸ ποιητικὸν, ἀλλὰ τὸν εἰρημένον τρόπον, μήτε αὖ τὴν εἰς τὰ τῇδε τῶν παραδειγμάτων ἐνέργειαν προσδεῖσθαι λέγωμεν ἄλλων εἰδῶν, τῶν ψυχικῶν ἢ φυσικῶν. Ἐξῃρημένως γὰρ ἐκείνη πᾶσι πανταχοῦ πάρεστι, καὶ συνδεῖ μὲν τὰ δεύτερα τῇ γονίμῳ περιουσίᾳ τῶν θείων εἰδῶν, ἐκεῖνα δὲ τελέως ἀφʼ ἑαυτῶν ἐνδίδωσι τοῖς πᾶσι τὴν ὁμοίωσιν τῆς ὅλης οὐσίας.

Εἰ οὖν τι, ἔφη, ἔοικε τῷ εἴδει, οἷόν τε ἐκεῖνο τὸ εἶδος μὴ ὅμοιον εἶναι τῷ εἰκασθέντι, καθόσον αὐτῷ ἀφωμοιώθη; ἢ ἔστι τις μηχανὴ τὸ ὅμοιον μὴ ὁμοίῳ ὅμοιον εἶναι; **—**

Οὐκ ἔστι. **—**

Τὸ δὲ ὅμοιον τῷ ὁμοίῳ ἆρʼ οὐ μεγάλη ἀνάγκη ἑνὸς τοῦ αὐτοῦ εἴδους μετέχειν; **—**

Ἀνάγκη. **—**

Οὗ δʼ ἂν τὰ ὅμοια μετέχοντα ὅμοια ᾖ, οὐκ ἐκεῖνο ἔσται αὐτὸ τὸ εἶδος; **—**

Παντάπασι μὲν οὖν.

`912–917`

Τοῦ Σωκράτους ἑστῶτα παραδείγματα θεμένου τὰ εἴδη, καὶ τὰ τῇδε ὁμοιώματα καλέσαντος ἐκείνων, καὶ διὰ τοῦτο καὶ τὴν μέθεξιν ὁμοίωσιν προσειπόντος, καὶ περὶ πάντα ταῦτα ἀτελέστερον δόξαντος ἐπιβάλλειν — οὔτε γὰρ τὰ εἴδη παραδείγματα μόνον, ἀλλὰ καὶ γεννητικὰ καὶ τελεσιουργικὰ καὶ φρουρητικὰ τῶν αἰσθητῶν εἰσιν, ὡς εἴπομεν· οὔτε τὰ τῇδε ὁμοιώματα μόνον, ἀλλὰ καὶ γεννήματα ἐκείνων καὶ φρουρούμενα ὑπʼ ἐκείνων καὶ πᾶσαν τὴν τελειότητα καὶ τὴν συνοχὴν ἐκεῖθεν κομιζόμενα —, εἰ μὴ ἄρα διὰ τῆς ὁμοιώσεως τῆς πρὸς τὰ ἑστῶτα τῶν γιγνομένων, καθάπερ εἴπομεν, πάντα ταῦτα συνήγαγεν ὁ τοῦ Σωκράτους λόγος· τοῦ δʼ οὖν Σωκράτους οὕτω περὶ τούτων διαταξαμένου, πάνυ θείως ὁ Παρμενίδης τὸ μὲν ἑστάναι τὰ παραδείγματα ταῦτα ἐν τῇ φύσει, καθάπερ ὁ Σωκράτης εἶπε, συγκεχώρηκεν, ὡς ἂν ἐστοχασμένως αὐτοῦ φθεγξαμένου τῆς νοερᾶς ὑποστάσεως αὐτῶν. Ἐπειδὴ δὲ καὶ τὰς πρώτας ἀπορίας περὶ τῆς μετοχῆς λύειν ἐκεῖνος ὑπέλαβε, τὴν ὁμοίωσιν εἰσαγαγὼν καὶ τὴν καθʼ ὁμοιότητα μέθεξιν ἀπαλλάττουσαν ἡμᾶς τῆς περὶ τὸ ὅλον καὶ τὸ μέρος ἀπορίας, αὐτὸς τὴν πρωτουργὸν αἰτίαν τοῦ παραδείγματος καὶ ὁλικὴν ἐνδείξασθαι βουλόμενος καὶ τὴν ἐπέκεινα πάσης ὁμοῦ τῆς πρὸς τὰ ὁμοιούμενα σχέσεως, ἐπιδείκνυσιν ὡς, εἰ τὸ αἰσθητὸν ὅμοιόν ἐστι πρὸς τὸ νοητὸν εἶδος, οὐ χρὴ καὶ ἀντιστρέφειν τὴν σχέσιν κἀκείνῳ τοῦτο λέγειν ὅμοιον, ἵνα μὴ πρὸ τῶν δύο ὁμοίων ἀλλήλοις ἕτερόν τι πάλιν ζητήσωμεν εἶδος, ἀμφοῖν τῆς ὁμοιότητος αἴτιον· τὰ γὰρ ἀλλήλοις ὅμοια πάντως ταὐτοῦ τινος κεκοινώνηκε, καὶ διʼ ἐκεῖνο ταὐτὸν ἐν αὐτοῖς ὂν ὅμοια λέγεται εἶναι. Τούτου γὰρ συγχωρηθέντος, ἀλλήλοις ὅμοια εἶναι τό τε μεθεκτὸν καὶ τὸ μετέχον, τὸ παράδειγμα καὶ τὸ εἰκασθὲν, ἔσται καὶ πρὸ τούτων ἄλλο τι τὸ ταῦτα ἀφομοιοῦν, καὶ τοῦτο ἐπʼ ἄπειρον. Πρὸς ἃ λέγειν ἔδει τὸν Σωκράτη τὸ ὅμοιον εἶναι διττόν· τὸ μὲν σύζυγον ὁμοίῳ ὅμοιον, τὸ δὲ ὡς ὑφειμένον πρὸς ἀρχέτυπον ὅμοιον, καὶ τὸ μὲν ἐν ταυτότητι θεωρεῖσθαι λόγου τινὸς ἑνὸς, τὸ δὲ οὐ μόνον ἔχειν τὸ ταὐτὸν, ἀλλʼ ὁμοῦ καὶ τὸ ἕτερον, ὅταν οὕτως ᾖ ὅμοιον ὡς ἀπʼ ἐκείνου τὸ ταὐτὸν εἶδος ἔχον, ἀλλʼ οὐ μετʼ ἐκείνου. Ταῦτα δὲ λογικῶς μὲν προῆκται καὶ ἀπορητικῶς· εἰ δὲ ἀνάγειν εἰς τὰς πολλὰς τάξεις αὐτὰ τῶν εἰδῶν ἐθέλοις, εὕροις ἂν τὸ ἐν αὐτοῖς βάθος. Ἄλλα γὰρ τὰ φυσικὰ εἴδη πρὸ τῶν αἰσθητῶν, ἄλλα τὰ ψυχικὰ, ἄλλα τὰ νοερὰ, καὶ οὐκέτι πρὸ τούτων ἄλλα· ταῦτα μὲν οὖν μόνως παραδείγματα καὶ οὐδαμῶς ὅμοια τοῖς μετὰ ταῦτα, τὰ δὲ ψυχικὰ καὶ παραδείγματα καὶ εἰκόνες, καὶ, καθόσον εἰκόνες καὶ αὐτὰ καὶ τὰ μετὰ ταῦτα, ὅμοια ἀλλήλοις, ὡς πρὸς τὰ αὐτὰ ὑποστάντα τὰ νοερά· καὶ τὰ φυσικὰ ὁμοίως· μέσα γὰρ τῶν ψυχικῶν καὶ αἰσθητῶν καὶ ἔστιν ὅμοια τοῖς αἰσθητοῖς, οὐχ ᾗ παραδείγματα αὐτῶν ἐστιν, ἀλλʼ ᾗ ἄμφω εἰκόνες τῶν ὑπὲρ αὑτά ἐστιν· ἃ δὲ παραδείγματα μόνα ἐστὶν, οὐκέθʼ ὅμοια ταῖς εἰκόσι· τὰ γὰρ ταὐτόν τι πεπονθότα ὅμοιά ἐστιν, ἐκεῖνα δὲ οὐδὲν πέπονθε πρῶτα ὄντα. Καὶ ταῦτα μὲν φιλοσόφως· θεολογικῶς δὲ ἄλλον τρόπον. Ἄλλα γὰρ τὰ ἐν τῷ κοσμικῷ νῷ εἴδη, καὶ ἄλλα τὰ ἐν τῷ δημιουργικῷ, καὶ ἄλλα μέσα τούτων, τὰ ἐν τῷ μεθεκτῷ μὲν, ὑπερκοσμίῳ δὲ ὄντι καὶ συνδέοντι τὰ ἐν τῷ κοσμικῷ νῷ πρὸς τὰ ἐν τῷ ἀμεθέκτῳ νῷ. Τοσαυταχῶς δὲ ὄντων αὐτῶν, ἐπί τινων μὲν ἡ κατὰ τὸ ὅμοιον σχέσις ἀντιστρέφει, ἐπί τινων δὲ οὐδαμῶς, οἷον ἐπὶ τῶν δημιουργικῶν· ἐπέκεινα γάρ ἐστι τῆς ἀφομοιωτικῆς τάξεως τῶν εἰδῶν, ἣν εἴπομεν τοῦ μεθεκτοῦ μὲν εἶναι νοῦ, ὑπερκοσμίου δὲ ὄντος. Τὰ μὲν οὖν ὑπὸ ταύτην ταττόμενα καὶ ἀλλήλοις ὁμοιοῦταί πως καὶ τοῖς πρὸ αὑτῶν, τὰ δὲ τοῦ ἀμεθέκτου νοῦ εἴδη κρείττονά ἐστιν αὐτῆς, ὥστε τὰ μὲν αἰσθητὰ ὁμοιοῦσθαι ἐκείνοις, αὐτὰ δὲ τούτοις οὐκέτι· καὶ γὰρ εἰ καὶ ἐκεῖνα τούτοις, οὐκέτι που στησόμεθα, προελευσόμεθα δὲ ἐπʼ ἄπειρον οὐδαμοῦ τὴν ἀρχὴν τῆς ὁμοιότητος εὑρεῖν δυνάμενοι. Τοῖς μὲν οὖν κάτωθεν ἀρχομένοις δυνατὸν λέγειν καὶ τὰ νοερὰ ἐν τῷ παντὶ, καὶ τὰ ψυχικὰ ὅμοια ἀλλήλοις, καθόσον ἅπαντα ταῦτα δεύτερα τῶν ἀφομοιωτικῶν ἐστι νόων καὶ οἷον ἀδελφὰ ἀλλήλων· τοῖς δὲ ἐπʼ αὐτὸν τὸν ἀμέθεκτον νοῦν ἀναδραμοῦσιν οὐκέτι τοῦτο λέγειν δυνατόν· μεταξὺ γάρ ἐστιν ἡ ἀφομοιωτικὴ τάξις καὶ οὐκ ἀμφοτέρων κρείττων· μεταξὺ δὲ οὖσα, τὰ αἰσθητὰ μόνον ἅ ἐστι καταδεέστερα αὑτῆς ὁμοιοῖ τοῖς νοεροῖς, ἀλλʼ οὐκ ἔμπαλιν τὰ νοερὰ τοῖς αἰσθητοῖς· οὐ γὰρ θέμις τὸ δεύτερον διδόναι ἐπὶ τῷ προτέρῳ, οὐδὲ τὸ πρότερον ἐκδέχεσθαί τι ἀπὸ τῶν δευτέρων. Ἵνʼ οὖν ὁ Παρμενίδης ἐνδείξηται τῷ Σωκράτει ταῦτα τὰ παραδείγματα νοερὰ μὲν ὄντα, ἀλλʼ ἐν τῷ ἀμεθέκτῳ νῷ πρὸ τῶν ἀφομοιωτικῶν νόων ἱδρυμένα, δείκνυσιν ὡς οὐ χρὴ τὴν σχέσιν ἀντιστρέφειν πρὸς τὰ τῇδε τῶν εἰδῶν· τοῦτο γὰρ ὑπάρχει τοῖς δευτέροις τῆς ἀφομοιωτικῆς αἰτίας, συνδεομένοις ὑπʼ αὐτῆς ἄνωθεν τὰς ἑαυτῆς ἐνεργείας ἐπʼ ἄμφω διατεινούσης, τά τε ὁμοιούμενα καὶ τὰ οἷς ὁμοιοῦνται. Ταῦτα μὲν οὖν εἴρηται θεολογικῶς, τὰς πολλὰς τάξεις τῶν εἰδῶν ἡμῶν διαριθμουμένων, φυσικῶν, νοερῶν, καὶ τούτων, ὡς εἴπομεν, ἢ κατὰ τὸν μετεχόμενον, ἐγκόσμιον δὲ νοῦν τεταγμένων, ἢ κατὰ τὸν μεθεκτὸν καὶ ὑπερκόσμιον, ἢ κατὰ τὸν ἀμέθεκτον νοῦν, καὶ τὴν ἀφομοιωτικὴν τάξιν τῶν νόων ἐν τῷ ὑπερκοσμίῳ νῷ καὶ μεθεκτῷ τιθεμένων, ὡς ἡ δευτέρα ποιήσει δῆλον ὑπόθεσις ἡμῖν, καὶ ὡς ἡ τῶν θεολόγων ἔνθεος φήμη περὶ τούτων ἐδίδαξε τοὺς γνησίως αὐτῶν ἀντιλαμβανομένους. Ἔξεστι δὲ ἄρα καὶ ἐπὶ μόνων τῶν εἰδῶν λαβοῦσιν ἡμῖν τὸ ὅμοιον αὐτὸ καὶ ἀνόμοιον, μέσα ὄντα τῶν τε γενικωτάτων καὶ τῶν ὡς ἐν εἴδεσιν ἀτόμων, φιλοσόφως ὁρᾷν, ὅπως τοῖς μὲν γενικωτάτοις ὑπηρετεῖ πρὸς τὰς ἀφομοιώσεις εἰς μόνα δρῶντα τὰ μετέχοντα, ἀλλʼ οὐκ εἰς ἐκεῖνα πρὸ αὑτῶν ὄντα τοῖς δὲ ὡς ἐν εἴδεσιν ἀτόμοις συνεργοῦντα, καὶ αὐτοῖς καὶ τοῖς πρὸς αὑτὰ γιγνομένοις δίδωσι τὴν ἑαυτῶν μέθεξιν, ὁμοιότητος καὶ ἀνομοιότητος μεταδιδόντα· ὥστε ἐπὶ τούτων εἶναι ἀληθὲς τὸ ἀντιστρέφειν τὸ ὅμοιον, οὐκ ἐπὶ πάντων, ὥστʼ εἶναι ψεῦδος τὸ ἐπὶ πάντα ἁπλῶς τὴν ἀντιστροφὴν ἐκτείνειν. Πῶς οὖν τοῦτο δείκνυσιν; Εἰ ὅμοια, φησὶ, τὰ τῇδε τοῖς εἴδεσιν, ὅμοια ἔσται καὶ τὰ εἴδη πάντως τούτοις· καὶ εἰδὼς ὅπῃ τοῦτο ψεῦδός ἐστιν, ἐπανερωτᾷ πάλιν τὸν Σωκράτη πρὸς τὴν διάρθρωσιν αὐτὸν ἀνεγείρων τῆς ὁμοιότητος, ἢ ἔστι τις μηχανὴ τὸ ὅμοιον μὴ ὁμοίῳ ὅμοιον εἶναι; ταύτῃ δὲ τῇ προτάσει λαμβάνει πάλιν ἀκόλουθον, ὅτι τὰ ὅμοια ἑνὸς ταὐτοῦ τε μετείληφεν εἴδους, καθʼ ὃ ἡ ὁμοιότης· ἔσται ἄρα τι πρὸ τῶν εἰδῶν ἄλλο εἶδος, ὃ κυριώτατόν ἐστι πάντων. Καὶ ὁρᾷς ὅπως, εἰ μὲν ἐπὶ τῶν δευτέρων, ὡς εἴρηται, τῆς ἀφομοιωτικῆς τάξεως εἰδῶν ὁ λόγος ἐξετάζοιτο καὶ εἰ ἐπὶ τῶν μετὰ τὸ ὅμοιον καὶ ἀνόμοιον τεταγμένων μερικωτάτων εἰδῶν, θαυμαστὸν οὐδὲν πάντα τὰ δεύτερα μετέχειν αὐτῆς τῆς ἀφομοιωτικῆς αἰτίας τελειοτέρας οὔσης αὑτῶν· εἰ δὲ ἐπὶ τῶν ἀμεθέκτων εἰδῶν, οὐκ ἀληθές· ἐφʼ ὧν καὶ ὁ Παρμενίδης ἐλέγχει τὸν Σωκράτη· δεῖ γὰρ τὰ πρῶτα εἴδη μηδὲν ἔχειν εἶδος ἄλλο κρεῖττον· εἰ δὲ τοῦτο, μὴ ἀντιστρέφειν τὴν σχέσιν ἐπʼ αὐτῶν· εἰ τοῦτο, μὴ εἶναι δεύτερα τῶν ἀφομοιωτικῶν· εἰ τοῦτο, νοερὰ ὄντα καὶ ἀμέθεκτα εἶναι· ταῦτα γάρ ἐστι προσεχῶς ὑπὲρ τούτους τοὺς θεούς. Ἐροῦμεν οὖν ὅτι τοῖς πρώτοις εἴδεσιν ὅμοια τὰ τῇδε, συναπτόμενα αὐτοῖς διὰ τῆς ἀφομοιωτικῆς αἰτίας, ἀλλʼ οὐκ ἔμπαλιν· τὸ γὰρ ὅμοιον, ὁτὲ μὲν ὁμοίῳ ὅμοιόν ἐστιν, ὅταν ἀμφότερα μετέχῃ τοῦ ἀφομοιοῦντος αὐτὰ ἀλλήλοις ἑνὸς, ὁτὲ δὲ παραδείγματι ὅμοιον, ὅταν ἄλλο πρὸς ἄλλο τὸ ἀφομοιούμενον ᾖ, τὸ μὲν ὡς κρεῖττον, τὸ δὲ ὡς καταδεέστερον, καὶ τὸ μὲν ὡς παραδείγματι ὅμοιον, τὸ δὲ ὡς παράδειγμα ὁμοίου ὄν. Αἱ γοῦν δημιουργικαὶ ἰδέαι κρείττους εἰσὶ τῶν ἀφομοιωτικῶν, νοεραὶ κατʼ οὐσίαν οὖσαι, περὶ τὸν ἀμέθεκτον νοῦν λαχοῦσαι τὴν ὑπόστασιν καὶ διὰ τοῦτο παραδείγματα μόνον, ὅμοια δὲ οὐκ ἔτι τοῖς πρὸς αὑτὰ γενομένοις. Τοῦτο μὲν οὖν δῆλον· τί δὲ, αὐτὸ τὸ εἶδος ἕκαστον ἄρα ὅμοιον δεῖ λέγειν ἢ ἀνόμοιον τοῖς κατʼ αὐτὸ γενομένοις; Ἤδη γὰρ οἱ μὲν ἀνόμοιον εἰρήκασιν, οἱ δὲ οὐδέτερον· οὐδὲ γὰρ ἀντιφατικῶς ἀντίκεισθαι τό τε ὅμοιον καὶ ἀνόμοιον. Ἐμοὶ δὲ δοκεῖ τὸ ἀνόμοιον πρῶτον διελεῖν· λέγεται γὰρ ἀνόμοιον καὶ τὸ ἀνομοιότητος μετέχον, καὶ τὸ ὡς ἀπόφασις λεγόμενον ᾧ δὴ τὸ οὐχ ὅμοιον ταὐτόν ἐστιν· ἔπειτα διελόμενον εἰπεῖν ὅτι τὸ μὲν ἀποφατικὸν προσήκει τοῖς εἴδεσιν· αὐτὸ γὰρ τοῦτό ἐστιν ὅ φαμεν, ὡς οὐκ ἔστιν ὅμοια τοῖς αἰσθητοῖς, τούτων ἐκείνοις ὁμοιουμένων· τὸ δὲ, ὡς τοῦ τῆς ἀνομοιότητος εἴδους μεταλαβὸν, οὐ προσήκει· πάλιν γὰρ ἂν ταὐτὸν πάθοιμεν ὅπερ ἐπὶ τῆς ὁμοιότητος, καὶ εἰς ἄπειρον ὁ λόγος προέλθοι. Ζητήσομεν γοῦν καὶ περὶ αὐτῆς τῆς ἀνομοιότητος εἴτε ὁμοία τοῖς μετέχουσιν αὑτῆς εἴτε ἀνόμοιος, καὶ εἰ μὲν ὁμοία, πάλιν ἔσται πρὸ αὐτῶν ἡ ὁμοιότης· εἰ δὲ ἀνόμοιος, οὕτως, ὡς οὐ κατʼ οὐσίαν τῆς ἀνομοιότητος, πρὸ αὐτῶν ἡ ἀνομοιότης, καὶ τοῦτο εἰς ἄπειρον· μόνον, ὡς ἄρα ἀληθὲς, τὸ ἀνόμοιον εἰ ταὐτὸν τῷ οὐχ ὁμοίῳ, ἀνόμοια τὰ παραδείγματα φάναι ταῖς εἰκόσι. Τοῦτο μὲν οὖν οὑτωσὶ διάλυσον· εἰώθασι δὲ ἀπορεῖν καὶ τὸ τοιοῦτον· ἆρα ὁ ἄνθρωπος ποιεῖ τὸν τῇδε ἄνθρωπον μόνον, ἢ καὶ ὅμοιον ἑαυτῷ ποιεῖ, καὶ πότερον τὴν οὐσίαν αὐτῷ δίδωσι μόνην, ἢ καὶ τὴν πρὸς αὑτὸν ἀφομοίωσιν; εἴτε γὰρ τὴν οὐσίαν δίδωσι μόνην, οὐ ποιεῖ ἑαυτοῦ εἰκόνα, μὴ ποιῶν ἑαυτῷ ὅμοιον· εἴτε καὶ τὴν ἀφομοίωσιν, τί λοιπὸν ἔτι τῆς ὁμοιώσεως ἔργον, ἀρκοῦντος ἑκάστου τῶν εἰδῶν ἑαυτῷ παραπλήσιον ἀποτελέσαι τὸ γινόμενον; Πρὸς δὴ τοῦτο φαίην ἂν ὅτι τὰ εἴδη πάντα μετʼ ἀλλήλων ἐνεργεῖ καὶ ἅμα γεννᾷ, καὶ οὐ χρὴ διασπᾷν αὐτῶν τὰς ποιήσεις, ἀλλὰ μίαν καὶ ἀμέριστον ἐν αὐτοῖς σύμπνοιαν θεωρεῖν. Καὶ ὁ ἄνθρωπος οὖν, καθόσον μετέχει τοῦ εἴδους τῆς ὁμοιότητος, ἑαυτῷ ὁμοιοῖ τὸ γιγνόμενον, καὶ ἡ ὁμοιότης καὶ μία ἡ ἐνέργεια αὐτῶν· καὶ ὁ ἵππος ὡσαύτως, καὶ ἕκαστον ἐνεργεῖ καθʼ αὑτὸ καὶ μετʼ ἐκείνης· ἐκείνη δὲ συνεργεῖ πᾶσιν ὡς ἄλλη τις οὖσα πάντων, καὶ ποιεῖ καὶ ἄνθρωπον καὶ ἵππον, ἀλλʼ οὐχ ᾗ ἵππος οὐδʼ ᾗ ἄνθρωπος, ἀλλʼ ᾗ κοινὸν αὐτοῖς ἡ πρὸς τὸ παράδειγμα ὁμοιότης, ὥσπερ καὶ ἐκεῖνα ποιεῖ ἑκάτερον κατὰ τὴν οἰκείαν μόνον ἰδέαν, καὶ τὰ μὲν ἀνωτάτω τῶν εἰδῶν διὰ τοῦ ὁμοίου καὶ τοῦ ἀνομοίου. Διὸ καὶ ταῦτά ἐστιν ἐξίσου διατείνοντα ἐπὶ πάντα, κἂν τοῖς μὲν τὸν διʼ ὧν παρέχῃ λόγον ὡς κρείττοσι, τοῖς δὲ τὸν μεθʼ ὧν ὡς καταδεεστέροις. Ἔτι δὲ προσεχέστερον εἴποις ἂν ὡς ὁ μὲν ἄνθρωπος ἑαυτῷ ἀφομοιοῖ τὸ γιγνόμενον, καὶ ὁ κύων καὶ ἕκαστον τῶν εἰδῶν, ἡ δὲ ὁμοιότης αὐτὰς τὰς ὁμοιότητας ἀφομοιοῖ πρὸς ἑαυτήν· ὡς γὰρ οἱ ἄνθρωποι τοῦ ἀνθρώπου εἰκόνες, οὕτως αἱ πανταχοῦ ὁμοιότητες τῆς αὐτοομοιότητος· καὶ διὰ μὲν τοῦ αὐτοανθρώπου ὁμοιοῦνται οἱ ἄνθρωποι πρὸς τὸ τοῦ ἀνθρώπου νοερὸν εἶδος, διὰ δὲ τῆς ὁμοιότητος αἱ τῇδε πᾶσαι ὁμοιότητες ἀφομοιοῦνται πρὸς τὸ οἰκεῖον παράδειγμα, λέγω δὴ τὸ τῆς ὁμοιότητος. Καὶ τοῦτο ἔργον τῆς ὁμοιότητος, καὶ μετὰ τῶν ἄλλων ἐνεργεῖν καὶ καθʼ αὑτήν· ἔστι γὰρ ἔν τινι, καὶ αὐτῆς ἔργον ἡ τῶν τῇδε ὁμοιοτήτων πρὸς ἑαυτὴν ἀφομοίωσις, καθʼ ἣν ἑκάστη λέγεται εἰκὼν τῆς νοερᾶς ὁμοιότητος. Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς ἀνομοιότητος ῥητέον· καὶ γὰρ αὕτη πάσας ὁμοῦ τὰς ἀνομοιότητας τῶν μετεχόντων πρός τε ἀλλήλας καὶ τὰ μετεχόμενα πάσας ὑφίστησι, μία οὖσα τὰς πολλὰς, καὶ ἐξῃρημένη τὰς κατατεταγμένας.

Οὐκ ἄρα οἷόν τέ τι τῷ εἴδει ὅμοιον εἶναι, οὐδὲ τὸ εἶδος ἄλλῳ· εἰ δὲ μὴ, παρὰ τὸ εἶδος ἀεὶ ἄλλο ἀναφανήσεται εἶδος· καὶ ἐὰν ἐκεῖνό τῳ ὅμοιον ᾖ, ἕτερον αὖ· καὶ οὐδέποτε παύσεται ἀεὶ καινὸν εἶδος γιγνόμενον, ἐὰν καὶ τὸ εἶδος τῷ ἑαυτοῦ μετέχοντι ὅμοιον γίγνηται. **—**

Ἀληθέστατα λέγεις. **—**

Οὐκ ἄρα ὁμοιότητι τἄλλα τῶν εἰδῶν μεταλαμβάνει, ἀλλά τι ἄλλο δεῖ ζητεῖν ᾧ μεταλαμβάνει. **—**

Ἔοικεν.

`918`

Τὸ μὲν μήτε τὸ εἶδος ὅμοιον εἶναι τῷ μετέχοντι, μήτε τῷ εἴδει τὸ μετέχον, τὸ συναμφότερον τοῦτο ψεῦδος ἀπελέγχει διὰ τὴν ἐπʼ ἄπειρον πρόοδον· τὸ δὲ μηδὲ τῷ μετέχοντι τὸ εἶδος ἡ τοῦ Σωκράτους εἶχεν ὑπόθεσις, τὸ ὅμοιον ὁμοίῳ θεμένη πάντως ὅμοιον ὑπάρχειν· ὥστε καὶ τὸ συναμφότερον ὁμοῦ ψεῦδός ἐστι διὰ τὸ ἑπόμενον ἄτοπον, καὶ τὸ ἕτερον διὰ τὸ ἕτερον κατὰ τὴν τοῦ Σωκράτους ὑπόθεσιν. Καὶ οὕτως ὁ Παρμενίδης εἰς ἔλεγχον περιάγει τὸν λόγον, καὶ συνάγει λοιπὸν ὡς οὐ διὰ τὸ ὅμοιον τὰ τῇδε μετέχει πάντων τῶν εἰδῶν, ἀλλὰ διʼ ἄλλην κυριωτέραν αἰτίαν, ἀληθέστερον εἰπών· ἡ γοῦν τῶν ὅλων ἑνοποιὸς αἰτία τήν τε δραστηρίαν δύναμιν τῶν εἰδῶν καὶ τὴν ἐπιτηδειότητα τῶν τῇδε συνάγει πρὸς τὴν μίαν τῆς δημιουργίας ἀποπλήρωσιν. Τὰ μὲν οὖν περικόσμια αἴτια πρὸς τὰ μετέχοντα ἑαυτῶν συμπλέκειν δύναται καὶ συνάπτειν τὸ ἀφομοιωτικὸν γένος τῶν εἰδῶν· τὰ δὲ πρώτιστα νοερὰ εἴδη καὶ τὰ τούτων μετέχοντα συνάγει κατὰ μεσότητα μὲν τοῦτο τὸ γένος, σχέσιν τοῖς δευτέροις πρὸς ἐκεῖνα παρεχόμενον· ἄνωθεν δὲ καὶ ἐξῃρημένως τὰ κρείττονα αὐτῶν, τά τε νοητὰ δήπου καὶ αὐτὸ τὸ ἑνωτικὸν τῶν ὅλων αἴτιον. Εἰ δὲ βούλει καὶ τρίτην ἄλλην τῆς ὁμοιότητος αἰτίαν τὴν ἐπιτηδειότητα λέγειν τῆς ὑποδοχῆς, οὐκ ἂν ἁμάρτοις τῆς ἀληθείας· διὰ γὰρ τὸ δυνάμει εἶναι ταύτην ὅ ἐστι κατʼ ἐνέργειαν τὸ εἶδος, γίγνεται τὸ γιγνόμενον τῷ εἴδει ὅμοιον· ὥστε τρία τὰ αἴτια τοῦ ὁμοιοῦσθαι, τὸ μὲν κάτωθεν ὡς ὑποκείμενον, τὸ δὲ ἄνωθεν ὡς συναγωγὸν τῶν τελειούντων καὶ τελειουμένων, τὸ δὲ ἐν μέσῳ τούτων ὡς συνδετικὸν τῶν ἄκρων. Ἔχεις οὖν ὅπη καὶ οὗτος ὁ λόγος ἀληθής· τὴν γὰρ μίαν κυριωτάτην αἰτίαν ζητῶν τῆς μετοχῆς οὐ τὴν ὁμοιότητα φήσεις, ἀλλὰ τὴν καὶ αὐτῶν τῶν νοερῶν εἰδῶν ὑπερτέραν. Κρείττω ἄρα ταῦτα τὰ εἴδη τῶν κατὰ τὸ ὅμοιον καὶ ἀνόμοιον ὑφεστηκότων, ὥστε οὐ μόνον ἂν εἴη νοερὰ καθόσον ἐν νῷ προϋφέστηκε τῶν τε ψυχικῶν καὶ φυσικῶν καὶ αἰσθητῶν λόγων, ἀλλὰ καὶ ἐν τῷ ἀμεθέκτῳ νῷ καὶ ἐν τοῖς ἰδίως καλουμένοις νοεροῖς θεοῖς· καὶ μέχρι τούτων ἀνῆλθεν ὁ λόγος.

Ὁρᾷς οὖν, φάναι, ὦ Σώκρατες, ὅση ἡ ἀπορία, ἐάν τις ὡς εἴδη ὄντα αὐτὰ καθʼ ἑαυτὰ διορίζηται; **—**

Καὶ μάλα. **—**

Εὖ τοίνυν ἴσθι, φάναι, ὅτι ὡς ἔπος εἰπεῖν οὐδέπω ἅπτει αὐτῆς ὅση ἐστὶν ἡ ἀπορία, εἰ ἓν εἶδος ἕκαστον τῶν ὄντων ἀεί τι ἀφοριζόμενος θήσεις. **—**

Πῶς δή; εἰπεῖν.

`919`

Ἐν δὴ τούτοις τὴν ἀπερίγραφον ταῖς ἡμετέραις ἐπιβολαῖς καὶ ἀπεριήγητον οὐσίαν ἐνδείκνυται τῶν θείων εἰδῶν· ἄπορος γὰρ ὁ λόγος τοῖς ὑποθεμένοις ταῦτα διορίσασθαι τήν τε οὐσίαν αὐτῶν καὶ τὴν τάξιν καὶ τὴν δύναμιν ἀκριβῶς, καὶ θεωρῆσαι ποῦ τέ ἐστι πρῶτον, καὶ ὅπως πρόεισι, καὶ τίνα τὴν ἰδιότητα καθʼ ἕκαστον γένος λαμβάνει θεῶν, καὶ πῶς μετέχεται ὑπὸ τῶν ἐσχάτων, καὶ ἃς ὑφίστησι σειρὰς, καὶ ὅσα ἄλλα θεολογικώτερον ἄν τις διασκέψαιτο περὶ αὐτῶν. Καὶ ταῦτα ὁ Παρμενίδης ἐνδεικνύμενος ἔφατο μήπω γε ἧφθαι τὸν Σωκράτη τῶν περὶ ταῦτα ἀποριῶν· ἐθελήσει γὰρ οὐ μόνον κάτωθεν ἀρχόμενος ἀφορίσασθαι τὴν τάξιν αὐτῶν, ἀλλὰ καὶ ἄνωθεν τὴν ἰδιότητα κατιδεῖν. Εἴρηται μὲν γὰρ περὶ τῶν φυσικῶν εἰδῶν καὶ περὶ τῶν ἁπλῶς νοερῶν καὶ περὶ τῶν ἰδίως νοερῶν· εἰρήσεται δέ τι καὶ περὶ αὐτῶν ἤδη τῶν νοητῶν καλουμένων καὶ νοερῶν, καὶ περὶ τῶν νοητῶν μόνον ὄντων τελευταῖον. Ὅπως δὲ διαλέγεται περὶ τούτων καὶ ὡς ἐν προσχήματι τοῦ ἀπορεῖν, δῆλον τοῖς συνετωτέροις ἤδη καὶ ἐκ τῶν προειρημένων.

Πολλὰ μὲν καὶ ἄλλα, φάναι, μέγιστον δὲ τόδε· εἴ τις φαίη μηδὲ προσήκειν αὐτὰ γιγνώσκεσθαι ὄντα τοιαῦτα οἷά φαμεν δεῖν εἶναι τὰ εἴδη, τῷ ταῦτα λέγοντι οὐκ ἂν ἔχοι τις ἐνδείξασθαι ὅτι ψεύδεται, εἰ μὴ πολλῶν μὲν τύχοι ἔμπειρος ὢν ὁ ἀμφισβητῶν καὶ μὴ ἀφυὴς, ἐθέλοι δὲ πάνυ πολλὰ καὶ πόρρωθεν πραγματευομένου τοῦ ἐνδεικνυμένου ἕπεσθαι· ἄλλως δʼ ἀπίθανος ἂν εἴη ὁ ἄγνωστα ἀναγκάζων αὐτὰ εἶναι.

`920–926`

Ὅτι μὲν παμπόλλων καὶ χαλεπωτάτων ἀποριῶν ἐστι πλήρης ὁ περὶ τῶν ἰδεῶν λόγος, δηλοῦσι καὶ οἱ μετʼ αὐτὸν μυρίους ὅσους κατατείνοντες λόγους, οἱ μὲν πρὸς τὴν ἀναίρεσιν αὐτῶν, οἱ δὲ πρὸς τὴν θέσιν· καὶ τῶν τιθεμένων, οἱ μὲν ἄλλην, οἱ δὲ ἄλλην οὐσίαν αὐτῶν λέγοντες, καὶ περὶ τοῦ τίνων τὰ εἴδη, καὶ περὶ τοῦ τρόπου τῆς μετοχῆς, καὶ περὶ ἄλλων διαφερόμενοι παντοδαπῶν περὶ αὐτὰ προβλημάτων. Οὐ μὴν ὅ γε Παρμενίδης ἀνέχεται πρὸς τὸ πλῆθος ἀποφέρεσθαι τῶν ἀποριῶν, οὐδὲ εἰς ἀπέραντον μῆκος κατιέναι σκεμμάτων, ἀλλὰ δύο ταῖς μεγίσταις ἀπορίαις πᾶσαν περιλαμβάνει τὴν ὑπὲρ αὐτῶν διὰ τῶν ἑπομένων ζήτησιν, διʼ ὧν ὡς οὔτε καταληπτὰ καὶ γνωστὰ ἡμῖν τὰ εἴδη δείκνυσιν, οὔτε γνωστικὰ καὶ προνοητικὰ τῶν αἰσθητῶν· καίτοι μάλιστα διὰ τοῦτο τὴν εἰδητικὴν οὐσίαν ἠγαπήσαμεν, ὅπως καὶ ὡς νοεροὶ περὶ ἐκείνην ἐνεργῶμεν καὶ τὰ αἴτια τὰ προνοητικὰ τῶν ὅλων ἔχωμεν ἐν αὐτῇ θεωρεῖν· εἰ δὲ μὴ γιγνώσκεται ὑφʼ ἡμῶν, περιττὸν καὶ τὸ λέγειν ὡς ἔστιν· οὐδὲ γὰρ αὐτὸ τοῦτο ἴσμεν εἰ ἔστιν, ἀγνοοῦντες αὐτῶν τὴν φύσιν καὶ μηδʼ ὅλως αὐτοῖς ἐπιβάλλειν δυνάμενοι, μηδὲ ἔχοντες ἀπὸ τῆς ἑαυτῶν οὐσίας πρὸς τὴν θεωρίαν αὐτῶν παρασκευήν. Ὥσπερ γὰρ ὁ νοῦν ἀνελὼν καὶ ἐπιστήμην ἐκ τῶν ὄντων περὶ οὐδενὸς ἀξιόπιστός ἐστι διατεινόμενος· οἷς γὰρ μόνοις τὰ πράγματα γνωρίζεται, τὴν τούτων δύναμιν ἀνῄρηκεν· οὕτω δὴ καὶ ὁ τὴν ἐν ἡμῖν γνῶσιν τῶν ἀρχῶν ἀνατρέπων οὐκ ἀφίησιν ἡμᾶς ἐπιγιγνώσκειν οὐδʼ εἰ εἰσίν· ὁμοίως γὰρ ἔχομεν πάντες περὶ αὐτὰς, εἴπερ μηδενὶ προσήκει τὸ γιγνώσκειν αὐτάς. Αἱ μὲν οὖν ἀπορίαι τοιαῦται συμβαίνουσι δὲ ἀμφότεραι διὰ τὴν ἐξῃρημένην οὐσίαν τῶν εἰδῶν, ἣν οὕτως ἐξῃρῆσθαι νομίζομεν ὡς ἀκοινώνητον εἶναι τοῖς δευτέροις· τὸ γὰρ οὕτως ἔχον ἀλλότριόν ἐστιν ἡμῶν, καὶ οὔτε γνωστὸν ἡμῖν, οὔτε γνωστικὸν ἡμῶν. Εἰ δὲ τὸ ἐξῃρημένον τῶν εἰδῶν μετὰ τῆς ὑπεροχῆς εἶχε καὶ τὴν ἐπὶ πάντα παρουσίαν, ἥ τε γνῶσις ἂν ἡμῶν ἐφυλάττετο καὶ ἡ ἐκείνης νοερὰ τῶν δευτέρων εἴδησις· εἰ γὰρ πᾶσι πάρεστι, πανταχοῦ δυνατὸν αὐτοῖς ἐντυγχάνειν, ἑαυτὸν ἐπιτήδειον μόνον ποιήσαντα πρὸς τὴν ἀντίληψιν αὐτῶν· καὶ εἰ πάντα διακοσμεῖ, προείληφε νοερῶς τὴν τῶν κοσμουμένων αἰτίαν. Ἀναγκαῖον ἄρα τοῖς ταῦτα φυλάττειν τὰ δόγματα βουλομένοις, ἀσάλευτα καὶ ἐξῃρημένα τὰ εἴδη τίθεσθαι καὶ διὰ πάντων διήκοντα. Καὶ ὁρᾷς ὅπως τοῦτο πάλιν ἀκόλουθον τοῖς μικρῷ πρότερον εἰρημένοις, ἐν οἷς δέδεικται τὸ ἄσχετον τῶν εἰδῶν. Οὔτε γὰρ τὸ δημιουργικὸν αὐτῶν τοιοῦτόν ἐστιν, οἷον σχετικὸν εἶναι πρὸς τὰ δεύτερα, οὔτε τὸ ἄσχετον καὶ ἐξῃρημένον τοιοῦτον, οἷον ἀκοινώνητον πρὸς τὰ τῇδε καὶ ἀλλότριον· ἀλλὰ τοῦτό ἐστιν ὃ καὶ πολλάκις φαμὲν, ὡς τὸ μὲν τέλεον καὶ τὸ ὅλον ὁ Πλάτωνος διαφυλάττει λόγος. Οἱ δὲ μετʼ αὐτὸν ἐξ ἡμισείας δράττονται τοῦ ἀληθοῦς· οἱ μὲν τὸ προνοητικὸν τῆς θείας αἰτίας μετὰ σχέσεως ἐνύλου φυλάττοντες, οἳ καὶ τὸ θεῖον διήκειν φασὶ διὰ τῆς ὕλης· οἱ δὲ τὸ ἄσχετον ἄνευ προνοίας ποιοῦντες, οἱ καὶ τὴν ποιητικὴν καὶ τὴν προνοητικὴν δύναμιν ἀναιροῦντες, ἀπὸ τῶν θείων χωριστὰ ἄττα τὰ νοητὰ λέγοντες, οὔτε δημιουργικὰ τῶν δευτέρων οὔτε παραδείγματα οὔτʼ ἄλλως αἴτια, πλὴν εἴ τις ὡς ὀρεκτὰ λέγοι τῶν αἰσθητῶν· περὶ ἐκεῖνα γὰρ χορεύειν τὸν ὅλον οὐρανὸν, καὶ διὰ τῆς ὀρέξεως ἐκείνων τὸ μακάριον ἔχειν. Ἀλλʼ ὅγε Πλάτωνος λόγος καὶ τὸ προνοητικὸν τῶν εἰδῶν τῶν θείων, εἰ δὲ βούλει, τῶν ἀκινήτων αἰτιῶν, ἄσχετον τηρεῖ, καὶ τὸ ἐξῃρημένον γνωστικὸν τῶν δευτέρων καὶ προνοητικόν· καὶ οὔτε διὰ τὴν ἐπὶ πάντα παρουσίαν ἀναιρεῖ τὴν ἐξῃρημένην ὑπεροχὴν αὐτῶν, οὔτε διὰ τὴν ἄσχετον δύναμιν τὴν προνοητικὴν ἐπιστασίαν. Ταῦτʼ οὖν ὁμοῦ διασώζων εἰκότως ἐν μὲν τοῖς προτέροις λόγοις διὰ τῶν ἀποριῶν ἀπέδειξεν, ὡς ἄτοπον σχέσιν τοῖς παραδείγμασι διδόναι πρὸς τὰ μετέχοντα αὑτῶν· ἐν δὲ τούτοις, ὡς εἴ τις αὐτὰ τὰ εἴδη φυλάττοι πάντη ἄσχετα, μὴ προστιθεὶς ὅπη καὶ ἐξῄρηται καὶ διήκει διὰ πάντων καὶ πανταχοῦ κατὰ τὴν πρόνοιαν ὄντα καὶ οὐδαμοῦ κατὰ τὴν ὑπόστασιν, οὔτε γνῶσις ἔσται αὐτῶν παρʼ ἡμῖν, οὔτε ἐκείνοις τῶν ἡμετέρων ἡ κατʼ αἰτίαν ἐξῃρημένη νόησις. Ταῦτα δὲ πρὸς τοὺς τὰ νοητὰ μὴ ποιοῦντας αἴτια τῶν δευτέρων ποιητικὰ λέγειν εἰώθαμεν πῶς γὰρ ὁ οὐρανὸς ὀρέγεται τοῦ θείου, μὴ γενόμενος ἐκεῖθεν; ἔσται οὖν οὕτω κατὰ τύχην ἡ ὄρεξις, εἰ μὴ τὸ μὲν αἴτιον ἦν γεννητικὸν, τὸ δὲ ἐκεῖθεν εἶχε τὴν ὕπαρξιν· ἐπὶ μὲν γὰρ τῶν τοιούτων εἰκότως ὀρέγεται τῆς ἑαυτοῦ πηγῆς καὶ αἰτίας τὸ γεννώμενον, καὶ κατὰ φύσιν ἐστὶ τὸ ἐπιστρέφεσθαι πρὸς τὴν ὑποστατικὴν ἑαυτοῦ καὶ νοητικὴν δύναμιν τὸ δεύτερον· ὅταν δὲ μὴ τὸ μὲν αἴτιον ᾖ ποιητικὸν, τὸ δὲ αἰτιατὸν, τί τὸ ποιῆσαν ὀρεκτὸν τῷ ἑτέρῳ τὸ ἕτερον; Πῶς δὲ καὶ ὀρέγεται, μηδὲν ἐκεῖθεν δεχόμενον; τὸ γὰρ ὀρεκτικὸν πᾶν διὰ τεῦξίν τινος ὀρέγεται πάντως· ὃ εἰ μὲν ἔχοι, περιττὴ τοῦ παρόντος ἡ ὄρεξις· εἰ δὲ μὴ ἔχοι, διὰ τὴν λεῖψιν οὗ μὴ ἔχει πάντως ἐστὶν ὄρεξις· ὥστʼ εἰ μηδὲν ἀπὸ τοῦ ὀρεκτοῦ προστίθεται τοῖς ὀρεγομένοις, περιττὴ πάλιν ἡ ὄρεξις παρʼ οὗ μηδὲν δύναται λαβεῖν. Πῶς δὲ καὶ τὸ ἔσχατον μόνον μιμεῖται τὸ πρῶτον; ἄγονον γὰρ καὶ τὸ ἔσχατον· τὰ δὲ μέσα πάντα τούτου τε καὶ ἐκείνου γεννᾷν ἐφίεται πάντα, καὶ γεννᾷν μὲν κατὰ τὴν ἑαυτῶν ἕκαστα τάξιν· τὸ γὰρ τῷ πρώτῳ κατὰ τὴν αὐτοῦ φύσιν ὑπάρχον τιμιώτατόν ἐστι· τιμιώτατον δὲ ὂν οὐκ ἂν τῷ μὲν ἐσχάτῳ ὑπάρχοι, τοῖς δὲ μέσοις μὴ ὑπάρχοι συγγενεστέροις οὖσι πρὸς τὸ πρῶτον· τὸ γοῦν ὀρεκτὸν ὑπάρχει τοῖς μέσοις, τῷ ἐσχάτῳ μὴ ὑπάρχον. Πῶς δὲ ἐκεῖνο μὲν ἀργὸν ἕστηκε καὶ ἀδρανὲς, ὁ δὲ οὐρανὸς οὗτος μιμούμενος ἐκεῖνο τοσαύτην ἐπιδείκνυται τὴν δημιουργικὴν τῶν ὑπʼ αὐτὸν δύναμιν, ὥστε πᾶσαν αὐτοῦ κίνησιν καὶ πᾶσαν σχημάτισιν εἰς ὅλην τὴν γένεσιν δρᾷν, καὶ τρέπειν αὐτὴν καὶ παντοίοις λόγοις κατακοσμεῖν φυσικοῖς, διὰ πάντων ἐν στοιχείοις περιεχομένων ζώων καὶ μέχρι τῶν φυτῶν καὶ τῶν ἀψύχων; εἰ μὲν γὰρ ἀγαθὸν τὸ μὴ γεννᾷν, διὰ τί μὴ μεμίμηται τὸ πρὸ αὑτοῦ, θεὸς ὢν καὶ αὐτὸς καὶ ὀρεγόμενος ἐκείνου τῆς μιμήσεως; εἰ δὲ μὴ ἀγαθὸν, πῶς ἐν ἐκείνῳ μὲν τὸ μὴ ἀγαθὸν, ἐν τούτῳ δὲ τὸ ἀγαθόν; Πῶς δὲ καὶ ἡμεῖς ἐκεῖνο γιγνώσκομεν, μήτε ὑποστάντες ἐκεῖθεν, μήτε λόγων μετέχοντες τῶν ὄντως ὄντων, ἀφʼ ὧν ἡ ἐπιστήμη κατὰ ἀνάμνησιν; ἀσύναπτοι γὰρ ἐσόμεθα πρὸς ἐκεῖνο καὶ ἀλλότριοι, τῆς ἐκεῖθεν ὑποστάσεως παρῃρημένοι. Πρὸς οὖν τούτους τοιαῦτα ἄττα ῥητέον· τὴν δὲ τοῦ Πλάτωνος ἔνθεον ἐπιβολὴν ἀγαστέον, προαναιροῦσαν διὰ τῶνδε τῶν ἀποριῶν ἅπασαν τὴν πλημμελῆ καὶ ἄθεον περὶ τῶν θείων εἰδῶν ὑπόνοιαν, κατὰ τὴν πρὸς αὐτὸν τὸν νοῦν ἀφομοίωσιν, ὃς πρὸ τῆς παρυποστάσεως τῶν κακῶν τὰς ἀναιρετικὰς δυνάμεις ὑπέστησεν. Ὅπως μὲν οὖν οὐ δεῖ τὸ γεννητικὸν τῶν εἰδῶν ἐν σχέσει πρὸς τὸ γεννώμενον ποιεῖν ἢ τὸ παραδειγματικὸν ἐν ῥοπῇ τῇ πρὸς τὸ διοικούμενον, μετρίως ἡμᾶς διὰ τῶν ἔμπροσθεν λόγων ὁ Παρμενίδης ἀνέμνησε· πᾶσα γὰρ σχέσις ἄλλης δεῖται συναγωγοῦ τινος αἰτίας καὶ συμπλεκτικῆς, ὥστε ἔσται πρὸ τῶν εἰδῶν εἶδος ἄλλο τὸ συνάπτον ἀμφότερα διὰ τῆς ὁμοιώσεως· τοῦ γὰρ ὁμοίου πρὸς τὸ ὅμοιον ἡ σχέσις. Ὅπως δὲ καὶ τὸ ἐξῃρημένον αὐτῶν οὐκ ἔστιν ἀργὸν καὶ ἀπρονόητον οὐδὲ ἀλλότριον τῶν δευτέρων, διὰ τούτων ἐπιδείκνυσι τῶν ἀποριῶν· ἴσως γὰρ ἄν τις, ἀπιδὼν πρὸς τὸ ἄσχετον αὐτῶν μόνον, εἴποι μήτε γιγνώσκειν τὰ εἴδη τὰ μετέχοντα αὑτῶν μήτε γιγνώσκεσθαι ὑφʼ ἡμῶν. Ταῦτʼ οὖν διαπορῶν, εἰς ἐπίστασιν ἄγει τὸν Σωκράτη τοῦ τρόπου τῆς ἐξῃρημένης δυνάμεως τῶν θείων εἰδῶν· καὶ ὅπως μὲν συνάγει τὸ μηδὲ γιγνώσκεσθαι τὰ τῇδε παρʼ ἐκείνων, ὕστερον ἡμῖν ἔσται δῆλον· ὅπως δὲ ἡμεῖς ἐκεῖνα οὐ δυνάμεθα γιγνώσκειν, ἐθέλει πρότερον κατασκευάσαι· καὶ δείκνυσι πάνυ δαιμονίως λαβὼν, ὡς ἡ μὲν παρʼ ἡμῖν ἐστιν ἐπιστήμη τῶν παρʼ ἡμῖν ἐπιστητῶν, ἡ δὲ θεία τῶν θείων· τοῦτο δὲ δοκεῖ μὲν ἀναιρεῖν ἡμῶν τὴν γνῶσιν τῶν θείων, ἔστι δὲ ὅπη καὶ ἀληθές ἐστι, καὶ οὐ καθʼ ἕνα γε τρόπον, ἀλλὰ κατʼ ἄλλο μὲν φιλοσόφως ἐπισκοποῦσι, κατʼ ἄλλο δὲ θεολογικῶς· ἔστω γὰρ ἡ παρʼ ἡμῖν ἐπιστήμη τῶν παρʼ ἡμῖν ἐπιστητῶν· τί οὖν κωλύει τὰ παρʼ ἡμῖν ἐπιστητὰ τῶν θείων εἰκόνας εἶναι καὶ γιγνώσκειν ἡμᾶς τὰ θεῖα διʼ ἐκείνων; ὥσπερ δὴ καὶ Πυθαγορείων παῖδες ἐπὶ τῶν ἀριθμῶν καὶ τῶν σχημάτων ἰνδάλματα τῆς θείας ἑώρων τάξεως, καὶ περὶ ταῦτα διατρίβοντες οἷον ἐκ τύπων τινῶν αἱρήσειν ἐπεχείρουν τὴν περὶ τῶν θείων γνῶσιν. Τί δὲ θαυμαστὸν, εἰ ἡ παρʼ ἡμῖν ἐπιστήμη λέγεται μὲν πρὸς τὸ παρʼ ἡμῖν ἐπιστητὸν καὶ ἔστι τούτῳ σύζυγος; πρὸς ὃ γὰρ λέγεται, τούτῳ τέτακται σύστοιχος· δύναται δὲ, οὐχ ὡς σύστοιχος γνῶσις, ἀλλʼ ὡς ὑφειμένη, καὶ αὐτοῖς προσιέναι τοῖς νοητοῖς· ἄλλαι γάρ εἰσιν αἱ σύστοιχοι γνώσεις πάντων, καὶ ἄλλαι αἱ κατὰ διάφορον τάξιν τεταγμέναι τῶν γνωστῶν, καὶ ἢ κρειττόνως αἴρουσαι τὴν τῶν καταδεεστέρων φύσιν, ὥσπερ ἡ δόξα τὴν τῶν αἰσθητῶν, ἢ δευτέρως καὶ ὑφειμένως τὰ κρείττονα, καθάπερ ἡ δόξα τὸ ἐπιστητόν. Τὰ γοῦν αὐτὰ καὶ ὁ ἐπιστήμων οἶδε καὶ ὁ ὀρθοδοξαστικὸς, ἀλλʼ ὁ μὲν κρεῖττον, ὁ δὲ καταδεέστερον· οὐδὲν οὖν ἄτοπον καὶ τὴν ἐπιστήμην οὐ πρὸς τὸ ἐκεῖ ἐπιστητὸν λεγομένην, ἀλλὰ πρὸς τὸ ἐν αὑτῇ καὶ ᾧ συζυγεῖ, καὶ ἐκείνῳ δευτέρως ἐπιβάλλειν, μὴ κατὰ τὴν αὐτῷ σύστοιχον ἐπιστήμην. Πῶς δὲ οὐχὶ καὶ αὐτὸς ὁ Πλάτων ἐν Ἐπιστολαῖς, τὸ νοητὸν εἶδος λέγων διʼ ἐπιστήμης μὲν μὴ εἶναι γνωστὸν, διὰ γνώσεως δὲ, δίδωσιν ἡμῖν ἐννοεῖν ὅπως καὶ γνωστόν ἐστι τὸ εἶδος καὶ οὐκ ἐπιστητὸν ἡμῖν, ἀλλὰ νοήσει μετὰ λόγου περιληπτόν; Ἔστι γὰρ ἐπιστημονικὴ γνῶσις συνθετωτέρα πρὸς τὴν νοερὰν ἐπιβολὴν, νοῦς δὲ ὁ κυρίως θεατὴς τῶν εἰδῶν, ἐπειδὴ καὶ αὐτὰ νοερὰ τὴν φύσιν ἐστὶ, τῷ δὲ ὁμοίῳ πανταχοῦ τὸ ὅμοιον γιγνώσκομεν, νῷ μὲν τὰ νοητὰ, δόξῃ δὲ τὰ δοξαστὰ, ἐπιστήμῃ δὲ τὰ ἐπιστητά. Θαυμαστὸν οὖν οὐδὲν καὶ μὴ εἶναι τῶν εἰδῶν ἐπιστήμην, καὶ ἔτι ἄλλην ὑπολείπεσθαι γνῶσιν αὐτῶν, οἵαν τὴν νόησιν εἶναί φαμεν. Εἰ δὲ κατʼ ἄλλον θεολογικώτερον τρόπον ἐθέλοις λέγειν, ὅτι μέχρι τῶν νοερῶν εἰδῶν ἀναδραμὼν δείκνυσιν ὅτι τὰ τούτων ἐπέκεινα εἴδη ὄντα καὶ ἐξῃρημένα, οἷα δή ἐστι τὰ νοητά τε καὶ νοερὰ, κρείττω τῆς ἡμετέρας ἐστὶ γνώσεως — καθαρθείσας γοῦν τὰς ψυχὰς τελέως καὶ συναφθείσας καὶ ἑπομένας τοῖς δώδεκα ἡγεμόσιν ἐπὶ τὴν ἐκείνων ἀνάγει θεωρίαν —, ἴσως οὐκ ἂν ἁμάρτοις τῆς ἐνθεαστικῆς τοῦ Πλάτωνος. Τριττῶν γὰρ ὄντων τῶν πρὸ τῆς ὁμοιωτικῆς τάξεως εἰδῶν, τῶν μὲν νοερῶν, τῶν δὲ νοητῶν ἅμα καὶ νοερῶν, τῶν δὲ νοητῶν, αἱ μὲν νοεραὶ προσεχεῖς εἰσι τοῖς δευτέροις καὶ διὰ τὴν ἐν αὑταῖς διάκρισιν μᾶλλον ἡμῖν γνωσταὶ, καὶ διότι τὸ αἴτιον τῆς ἡμετέρας τάξεως συνῆπται πρὸς τὴν ἑνάδα τῶν τοιούτων ἰδέων·

  
Μετὰ δὴ πατρικὰς διανοίας  
  
Ψυχὴ ἐγὼ ναίω θέρμῃ ψυχοῦσα τὰ πάντα,  
φησὶ τὸ Λόγιον, τοῦ Πλάτωνος εἰδότος ταύτην τὴν τάξιν, ὡς δέδεικται ἐν ἄλλοις αἱ δὲ νοηταὶ καὶ νοεραὶ κρείττους εἰσὶ τῆς μεριστῆς ἡμῶν τῶν κατατεταγμένων γνώσεως, ὅθεν ἴδιον αὐτῶν τὸ ἄγνωστον διὰ τὴν ἐξῃρημένην ὑπεροχήν· οὐ γὰρ δυνάμεθα νῦν προβάλλειν τὴν ἐκείνοις προσήκουσαν γνῶσιν. Ταῦτα μὲν οὖν περὶ τούτων τῶν μέσων εἰδῶν, τοῦ Παρμενίδου δεικνύντος ὡς οὐ πάντη δεῖ τὰ νοερὰ εἴδη τῶν μετεχόντων ἐξαιρεῖν, οὐδʼ οὕτως ὡς τὰ τῶν νοητῶν καὶ νοερῶν θεῶν — κρείττω γὰρ ἐκεῖνα πάντη τῆς ἡμετέρας γνώσεως —, δεῖ δὲ τὰς εἰδητικὰς ἑνάδας, ἃς ὑποτιθέμεθα, γνωστὰς εἶναι καὶ ὑφʼ ἡμῶν. Δυνατὸν δʼ οὖν καὶ φιλοσόφως καὶ θεολογικῶς μετιέναι τῶν προκειμένων τὴν ἐξέτασιν· φιλοσόφως μὲν ὅτι οὐκ, ἐπειδὴ τοὺς προειρημένους τρόπους τῆς μετοχῆς ἀνείλομεν, ἤδη καὶ πᾶς ἀνῄρηται τρόπος κοινωνίας τοῖς τε αἰσθητοῖς καὶ νοητοῖς· οὕτω γὰρ ἂν οὔτε γνωστὰ ἡμῖν οὔτε γνωστικὰ ἡμῶν εἴη, τὸ γὰρ γνωστὸν καὶ τὸ γνωστικὸν κοινωνεῖ πως ἀλλήλοις· θεολογικῶς δὲ, ὅτι τὰς νοερὰς ἰδέας ἐξαιρεῖν δεῖ τῶν ἀποτελεσμάτων, ὡς τὰς ἐπέκεινα τὰς ἀγνώστους ταῖς μερισταῖς ἡμῶν ἐπιβολαῖς, ἀφʼ ὧν καὶ αὗται προεληλύθασι.

`927–928`

Ταῦτα μὲν οὖν, ὅπερ εἶπον, εἰρήσθω μοι τῆς ὅλης ἕνεκα τῶν προκειμένων θεωρίας. Αὐτὴν δὲ τὴν λέξιν ἐπισκοπούμενοί φαμεν ὅτι διʼ αὐτῆς ἐνδείκνυται, τίς μὲν ἔστιν ἀκροατὴς ἀξιόχρεως τῆς τούτων ἀκροάσεως, τίς δὲ ὁ περὶ τούτων διδάσκειν ἐπιτήδειος· δεῖ γὰρ δὴ τὸν μὲν ἀκροατὴν εὐφυΐᾳ διαφέρειν, ἵνα φύσει φιλόσοφος ᾖ, καὶ περὶ τὴν ἀσώματον οὐσίαν ἐπτοημένος, καὶ πρὸ τῶν ὁρωμένων ἀεί τι ἄλλο μεταθέων καὶ ἀναλογιζόμενος, καὶ μὴ ἀρκούμενος τοῖς παροῦσι, καὶ ὅλως τοιοῦτος οἷον ὁ ἐν Πολιτείᾳ Σωκράτης ὑπέγραψε τὸν τὴν φύσιν φιλοθεάμονα τῶν ὅλων· ἔπειτα πολλῶν αὐτὸν ἔμπειρον εἶναι, καὶ οὐ δήπου πραγμάτων ἀνθρωπικῶν — σμικρὰ γὰρ ταῦτα καὶ οὐδὲν προσήκοντα πρὸς τὴν ἔνθεον ζωὴν —, ἀλλὰ λογικῶν καὶ φυσικῶν καὶ μαθηματικῶν θεωρημάτων. Ὅσα γὰρ ἡμῶν ἡ διάνοια θεωρεῖν ἐν τοῖς θεοῖς ἀδυνατεῖ, ταῦτα ἐν τούτοις ὡς ἐν εἰκόσι κατίδοι, καὶ κατιδὼν ἐπαναπαύσεται τῇ τούτων θεωρίᾳ, καὶ πιστεύσει καὶ τοῖς περὶ ἐκείνων λεγομένοις· λέγω δὲ οἷον, εἰ θαυμάζοι πῶς ἐν ἑνὶ τὰ πολλὰ καὶ ἐν ἀμερεῖ πάντα, τὴν μονάδα ἐννοήσει, καὶ ὅπως ἐν αὐτῇ δείκνυται ὄντα πάντα καὶ ἄρτια καὶ περιττὰ, κύκλος τε καὶ σφαῖρα, καὶ τἄλλα εἴδη τῶν ἀριθμῶν· εἰ θαυμάζοι πῶς τὸ θεῖον αὐτῷ τῷ εἶναι ποιεῖ, ἐννοήσει ὅπως ἐν τοῖς φυσικοῖς τό τε πῦρ θερμαῖνον καὶ ἡ χιὼν ψύχουσα, καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως· εἰ θαυμάζοι πῶς τὰ αἴτια πανταχοῦ πάρεστι τοῖς αἰτιατοῖς, ἐν τοῖς λογικοῖς θεάσεται τούτου πάντως εἰκόνα· τὰ γὰρ γένη πάντως κατηγορεῖται τούτων ὧν τὰ εἴδη κατηγορεῖται, καὶ ταῦτα μὲν μετʼ ἐκείνων, ἐκεῖνα δὲ καὶ ἄνευ τούτων· καὶ οὕτως ἐφʼ ἑκάστου πρὸς τὸ αὐτὸ τὸ θεῖον ἀποβλέπειν οὐ δυνάμενος, ἕξει διὰ τούτων ὡς εἰκόνων ἐκεῖνο θεωρεῖν. Δεῖ τοίνυν εὐφυΐαν εἶναι πρῶτον, ἥτις ἐστὶ συγγενὴς τοῖς ὄντως οὖσι, καὶ πτεροῦσθαι δυναμένη, καὶ ὥσπερ ἀσφαλῶν πεισμάτων ἀντεχομένη τῶν περὶ τοῦ ὄντως ἐννοιῶν· ὡς γὰρ πρὸς ἕκαστον ἐπιτήδευμα δεόμεθά τινος παρασκευῆς, οὑτωσὶ καὶ πρὸς τὴν ἀναγωγὴν εἰς τὸ ὂν γνώσεως εἰλικρινοῦς δεόμεθα καὶ ἐκκεκαθαρμένης, ἐπιτηδειότητος προϋπαρχούσης, ἣν εὐφυΐαν ἄν τις ἀποκαλέσειεν, ὡς ἐκ τῆς φύσεως ὡρμημένην τῆς τε ὅλης καὶ τῆς αὐτῶν τῶν εὐφυῶν λεγομένων ψυχῶν. Τούτῳ δʼ οὖν παρεῖναι χρὴ τὴν τοιαύτην, ὡς εἴπομεν, εὐφυΐαν· ἔπειτα ἐμπειρίαν πολλῶν, ὡς εἴρηται, καὶ παντοδαπῶν θεωρημάτων, διʼ ὧν ἀναχθήσεται πρὸς τὴν ἐκείνων κατανόησιν· καὶ τρίτον, προθυμίαν καὶ τάσιν περὶ τὴν θεωρίαν οὕτως ὥστε, καὶ ἐνδεικνυμένου μόνον τοῦ ἡγουμένου, δύνασθαι παρέπεσθαι ταῖς ἐνδείξεσι διὰ τὴν προθυμίαν ἐπιτείνουσαν τὴν προσοχήν. Τρία δʼ οὖν ἐστιν ἃ δή φησι χρῆναι τῷ θεωρήσαντι ταύτην τὴν φύσιν, εὐφυΐα, ἐμπειρία, προθυμία. Καὶ διὰ μὲν τὴν εὐφυΐαν ἔσται τὴν περὶ τὸ θεῖον πίστιν αὐτοφυῶς προβεβλημένος, διὰ δὲ τὴν ἐμπειρίαν ἕξει τῶν παραδόξων θεωρημάτων ἀσφαλῆ τὴν ἀλήθειαν, διὰ δὲ τὴν προθυμίαν ἀνακινήσει τὸ ἐρωτικὸν ἑαυτοῦ τὸ περὶ τὴν θεωρίαν, ἵνα δὴ καὶ ἐν τούτοις πίστις ᾖ καὶ ἀλήθεια καὶ ἔρως, τὰ σώζοντα τὰς ψυχὰς κατʼ ἐπιτηδειότητα τὴν πρὸς ἐκεῖνα τρία συνάπτουσαν. Εἰ δὲ βούλει, διὰ μὲν τὴν ἐμπειρίαν ἕξει τοῦ γνωστικοῦ τῆς ψυχῆς ἐπιτηδειότητα, διὰ δὲ τὴν προθυμίαν τὴν τοῦ ζωτικοῦ τάσιν εἰς ἐκεῖνα φέρουσαν, διὰ δὲ τὴν εὐφυΐαν τὴν ἀμφοτέρων προϋπάρχουσαν προκατασκευὴν ἐκ τῆς πρώτης γενέσεως καὶ τῶν ὅλων εἰς αὐτὸν ἐνδεδομένων. Τὸν μὲν οὖν ἀκροατὴν τοιοῦτον εἶναι δεῖ καὶ ἀπὸ ταύτης τελειοῦσθαι τῆς τριάδος. Ὁ δὲ καθηγεμὼν πολλῷ πρότερον διὰ τούτων ὁδεύσας οὐκ ἐθελήσει διὰ πολυλογίας ἐκφαίνειν τὴν θείαν ἀλήθειαν, ἀλλὰ πολλὰ διʼ ὀλίγων ἐνδείκνυσθαι, νοήσεσιν ὅμοια φθεγγόμενος· οὐδὲ ἀπὸ τῶν συνεγνωσμένων καὶ προχείρων, ἀλλʼ ἄνωθεν ἀπὸ τῶν ἀρχῶν τῶν ἑνικωτάτων τὰ πράγματα θεωρεῖν πόρρωθεν πραγματευόμενος, ἅτε ἐξιστάμενος τῶν παρόντων καὶ πρὸς τῷ θείῳ γιγνόμενος· οὐδὲ ποιήσεται λόγον ὅπως ἂν λέγειν δόξῃ σαφῶς, ἀλλὰ καὶ ἀρκεσθήσεται ταῖς ἐνδείξεσι· δεῖ γὰρ τὰ μυστικὰ μυστικῶς παραδιδόναι, καὶ μὴ δημοσιεύειν τὰς ἀπορρήτους περὶ τῶν θεῶν ἐννοίας. Τοιοῦτος μὲν οὖν καὶ ὁ ἀκροατὴς καὶ ὁ καθηγεμών ἐστι τῶν τοιούτων λόγων. Καὶ ἔχοις ἂν τὸν μὲν ἡγεμόνα τελείως τοιοῦτον αὐτὸν τὸν Παρμενίδην, ὅθεν καὶ λάβοις ἂν τὸν τρόπον καθʼ ὃν ποιήσεται τοὺς λόγους, ὡς διʼ ὀλίγων πολλὰ διδάξει, καὶ ὡς ἄνωθεν πραγματεύσεται, καὶ ὡς ἐνδείξεται μόνον περὶ τῶν θείων· τὸν δὲ ἀκροατὴν εὐφυῆ μὲν καὶ ἐρωτικὸν, οὔπω δὲ τελέως ἔμπειρον· ὅθεν αὐτῷ παραινεῖ καὶ ὁ Παρμενίδης γυμνάσασθαι περὶ διαλεκτικὴν, ἵνα ἐμπειρίαν προσλάβῃ τῶν θεωρημάτων, ἀποδεχόμενος μὲν αὐτοῦ τὴν εὐφυΐαν καὶ τὴν ὁρμὴν, προστιθεὶς δὲ τὴν τοῦ ἐλλείποντος ἐπανόρθωσιν. Καὶ τί τὸ τέλος τῆς τριπλῆς ταύτης δυνάμεως, εἴρηκεν αὐτὸς, τὸ ἀπαραλόγιστον ἐν τοῖς περὶ τῶν θείων λόγοις. Ὁ γὰρ κατά τι τούτων ἐλλείπων ἀναγκασθήσεται πολλὰ τῶν ψευδῶν ὁμολογεῖν, ἁπλῶς ἐφαπτόμενος τῆς τῶν πραγμάτων θεωρίας.

Πῆ δὴ, ὦ Παρμενίδη; φάναι τὸν Σωκράτη. **—**

Ὅτι, ὦ Σώκρατες, οἶμαι ἂν καὶ σὲ καὶ ἄλλον ὅστις αὐτήν τινα καθʼ αὑτὴν αὐτοῦ ἑκάστου οὐσίαν τίθεται εἶναι, ὁμολογῆσαι ἂν πρῶτον μὲν μηδεμίαν αὐτῶν εἶναι ἐν ἡμῖν. **—**

Πῶς γὰρ ἂν αὐτὴ καθʼ αὑτὴν ἔτι εἴη; φάναι τὸν Σωκράτη. **—**

Καλῶς λέγεις, εἰπεῖν.

`929–932`

Ἐπʼ ἄλλας ἀπορίας μέτεισιν ἐντεῦθεν ὁ λόγος, ὧν ἡ μὲν ἀφαιρεῖται τῆς ἡμετέρας ψυχῆς τὴν γνῶσιν τῶν ὄντως ὄντων, ἡ δὲ τὴν τῶν θείων τῶν περὶ τὰ τῇδε γνῶσιν ἀνυπόστατον ἐπιχειρεῖ δεικνύναι· διὰ δὲ τούτων ἀμφοτέρων ἥ τε πρόοδος ἡμῶν ἡ ἀπʼ ἐκείνων ἀναιρεῖται καὶ ἐπιστροφὴ πρὸς ἐκεῖνα. Διεσπασμένα δὲ ἀλλήλων ἀναφαίνεται τά τε δεύτερα καὶ τὰ πρῶτα, καὶ τὰ μὲν ἄμοιρα τῶν πρώτων, τὰ δὲ ἄγονα τῶν δευτέρων· τὸ δὲ ἀληθὲς ὅτι πάντα ἐν πᾶσιν οἰκείως ἐστὶ, κατʼ αἰτίαν μὲν ἐν τοῖς πρώτοις τά τε μέσα γένη τῶν ὅλων καὶ τὰ ἔσχατα, διὸ καὶ γιγνώσκεται παρʼ αὐτῶν οὕτως ὥσπερ καὶ ὑφέστηκεν ἐν αὐτοῖς· κατὰ μέθεξιν δὲ ἐν τοῖς μέσοις τὰ πρῶτα, καὶ ἐν τοῖς ἐσχάτοις ταῦτα ἀμφότερα· διὸ καὶ γιγνώσκουσιν αἱ ψυχαὶ τὰ ὄντα πάντα οἰκείως ἑκάστοις, διʼ εἰκόνων μὲν τὰ πρὸ αὑτῶν, κατʼ αἰτίαν δὲ τὰ μεθʼ αὑτὰς, συμφυῶς δὲ καὶ ὁμοστοίχως τοὺς ἐν ἑαυταῖς λόγους. Τὰ μὲν οὖν ἄπορα ταῦτα προτείνεται μετὰ τὰ περὶ τῆς τάξεως τῶν ἰδεῶν δύο, τὰ πρὸ τούτων ἠπορημένα· διότι καὶ ὁ Σωκράτης, καὶ πᾶς ὅστις ἰδέας ἔθετο, διὰ τὴν γνῶσιν τὴν κατʼ αἰτίαν καὶ ἐπιστημονικὴν τῶν ἐν τῷ κόσμῳ πάντων ἐπὶ ταύτην ἦλθε τὴν ὑπόθεσιν· διὸ καὶ σκώπτων τὶς αὐτοὺς εἶπεν ὅτι γνώσεσθαι τὰ ὄντα ὑπέλαβον διπλασιάσαντες αὐτὰ, νοητὰ νοήσαντες πρὸ τῶν αἰσθητῶν· καίτοι καὶ ὁ τοῦτο εἰπὼν οὐκ ἄλλως ἀποδέδωκε τῆς ἀεικινησίας τῶν κύκλῳ κινουμένων τὴν αἰτίαν, ἢ τοσαῦτα ποιήσας τὰ ἀκίνητα πρὸ τούτων ὅσα τὰ κύκλῳ κινούμενα. Τῆς δʼ οὖν ἐπιστημονικῆς ἕνεκα τῶν ἐν τῷ κόσμῳ πάντων γνώσεως εἰς τὴν τῶν ἰδεῶν ἀνέδραμον οὐσίαν, καὶ ἐπὶ τῆς τῶν κατὰ ταῦτα γιγνομένων πάντων προνοίας· διὸ καὶ οἱ ἀνελόντες τὰς ἰδέας τὴν προνοητικὴν ἐπιστασίαν τῶν νοητῶν ἀνεῖλον, ταῦτα μὲν ἐπιστρέφοντες εἰς ἐκεῖνα ὡς ὀρεκτὰ, μηδὲν δὲ παρʼ ἐκείνων ἥκειν εἰς ταῦτα λέγοντες. Τοιούτων δὴ, ὡς εἴρηται, τῶν δύο τούτων ἀπόρων ὄντων πρὸς τοὺς τὰς ἰδέας θεμένους διʼ ἃς εἴπομεν αἰτίας, ἐν τούτοις τοῖς προσεχῶς ἐξεταζομένοις πρόκειται μὲν ἐπιδεῖξαι, πῶς τὸ μόνον ἐξῃρημένας ὑποτίθεσθαι τὰς ἰδέας τῶν ὄντων ἀγνώστους αὐτὰς εἶναι καταναγκάζει, κοινωνίας ἡμῖν οὐκέτι πρὸς αὐτὰς οὔσης, οὔτε γνώσεως εἴτε εἰσὶν εἴτε μὴ, καὶ εἰ μετέχονται καὶ ὅπως, καὶ ἣν ἔλαχον τάξιν, εἴπερ μόνον ἐξῄρηνται καὶ μὴ πρὸς τῷ ἀσχέτῳ καὶ αἰτίαι τῶν δευτέρων εἰσίν. Εἰς δὲ τὴν τούτου θεωρίαν ἀξιώματα ἄττα προλαμβάνει καὶ κοινὰς ἐννοίας ὁ λόγος· καὶ πρῶτον ὅτι εἰ ἐξῄρηνται πάντη καὶ καθʼ ἑαυτὰς εἰσὶν, οὐδʼ ὅλως εἰσί· πῶς γὰρ ἂν ἦσαν ἐξῃρημέναι πάντη καὶ ἡμῶν καὶ τῶν ἄλλων ἁπάντων; τόπος γὰρ αὐτῶν ἐστιν ὁ νοῦς, οὐχ οὕτω τόπος ὡς ἐκείνων ἕδρας δεομένων, καθάπερ τὰ συμβεβηκότα τῆς οὐσίας ἢ τὰ ἔνυλα εἴδη τῆς ὕλης, οὐδʼ οὕτω τοῦ νοῦ περιέχοντος αὐτὰς ὡς αὐτοῦ μέρη σεσωρευμένα κατὰ σύνθεσιν, ἀλλʼ ὡς τὸ κέντρον ἐν ἑαυτῷ τὰ πολλὰ ἔχει πέρατα τῶν ἀπʼ αὐτοῦ γραμμῶν, καὶ ὡς ἡ ἐπιστήμη τὰ πολλὰ θεωρήματα, οὐκ ἐκ τῶν πολλῶν οὖσα, ἀλλὰ πρὸ τῶν πολλῶν καὶ ἐν ἑκάστῳ ἡ πᾶσα· καὶ γὰρ ὁ νοῦς οὕτως ἓν πολλά ἐστιν ἀμερίστως, ἐν τῷ ἑνὶ τὸ πλῆθος ἔχων, ὅτι οὐκ ἦν τὸ αὐτὸ ἓν πρὸ πλήθους παντὸς ὑφεστὸς, ἀλλʼ ὁμοῦ καὶ ἓν καὶ πλῆθος. Οὕτως οὖν τῶν ἰδεῶν τόπος· εἰ οὖν οὐ ταὐτὸν ψυχὴ καὶ νοῦς, οὐκ εἰσὶν ἐν ἡμῖν αἱ ἰδέαι ὧν ἐστι τόπος ὁ νοῦς. Καὶ δῆλον καὶ ἀπὸ τούτων ὅπως καὶ κατὰ Πλάτωνα τὸν νοητὸν κόσμον ἐξαιρεῖν δεῖ τῶν ψυχῶν, καὶ ὡς ἀεὶ τελεώτερος ὁ περὶ τῶν εἰδῶν γίγνεται λόγος ἀνιὼν ἐπί τινας αὐτῶν ἑνικωτέρας ὑποστάσεις· οὐ γὰρ ἔτι σωματοειδεῖς αὐτὰς ἢ φυσικὰς ἢ νοήματα τίθεται ψυχῶν, ἀλλὰ πρὸ τούτων πάντων· οὐ γὰρ εἰσὶ, φησὶν, ἐν ἡμῖν, οὐδὲ σύστοιχοι ταῖς ἡμετέραις ἐπιβολαῖς. Εἴποις δʼ ἂν φιλοσόφως μὲν καὶ ὅτι ἐξῄρηνται, καὶ οὐκ εἰσὶν ἐν ἡμῖν, καὶ πάρεισι πανταχοῦ, καὶ μετέχονται ὑφʼ ἡμῶν μὴ ἐγγιγνόμεναι τοῖς μετέχουσιν· αὗται γὰρ ἐν ἑαυταῖς οὖσαι πᾶσιν ἔγκεινται πρὸς μετουσίαν τοῖς ἀπολαύειν αὐτῶν δυναμένοις, καὶ τὸ ὁπωσοῦν ἐπιτήδειον ἐντυγχάνει πανταχοῦ παρούσαις αὐταῖς· διʼ ὧν γὰρ ἔχομεν, κἀκείνων μετέχομεν· καὶ οὐχ ἡμεῖς μόνον οὕτως, ἀλλὰ καὶ οἱ κρείττους ἡμῶν εἰκόνας ἐκείνων ἐν ἑαυτοῖς οὐσιώδεις κεκτημένοι, καὶ ταύτας προσάγοντες οἷον ἴχνη τῶν παραδειγμάτων οὔσας αὑτοῖς, γιγνώσκουσι κἀκεῖνα διὰ τούτων ὧν εἰσιν εἰκόνες· ἅμα γὰρ τήν τε οὐσίαν αὐτῶν νοοῦσι, καὶ ὡς ἄλλων εἰκόνες εἰσί· τοῦτο δὲ νοοῦντας ἀνάγκη καὶ τῶν παραδειγμάτων ἐφάπτεσθαι ταῖς νοήσεσι. Θεολογικῶς δὲ, ὅτι τὰ ἐξῃρημένα τῶν νοερῶν εἴδη παντελῶς ὑπερίδρυται τῆς ἡμετέρας τάξεως· αὐτῶν μὲν οὖν τῶν νοερῶν εἰδῶν ὁρῶμεν καὶ ἐν ἑαυτοῖς καὶ ἐν τοῖς αἰσθητοῖς εἰκόνας· τῶν δὲ νοητῶν ἡ οὐσία πάντη διὰ τὴν ἕνωσιν ἐξῄρηται καὶ ἡμῶν καὶ τῶν ἄλλων ἁπάντων, ἄγνωστος καθʼ ἑαυτήν· θεοὺς γὰρ πληροῖ καὶ νόας ἑαυτῆς· ἡμεῖς δὲ ἀγαπῷμεν ἂν τῶν νοερῶν ψυχικῶς μετέχοντες εἰδῶν. Δηλοῖ δὲ ταῦτα καὶ Πλάτων ὅταν διττὸν μὲν ἡμῶν ποιῇ τὸν βίον, πολιτικὸν καὶ θεωρητικὸν, καὶ τὴν εὐδαιμονίαν διττήν· ἀνάγει δὲ τὸν μέν τοι βίον εἰς τὴν τοῦ Διὸς πατρωνυμικὴν ἐπιστασίαν, τὸν δὲ εἰς τὴν Κρονίαν τάξιν καὶ τὸν νοῦν τὸν καθαρόν. Ἐκ γὰρ τούτων φανερὸν ὅτι πᾶσαν ἡμῶν τὴν ζωὴν μέχρι τῶν νοερῶν ἀναπέμπει βασιλέων· ὁ μὲν γὰρ τούτων τὴν ἀρχὴν, ὁ δὲ τὸ πέρας ἀφορίζει τῆς διακοσμήσεως ταύτης· ὅσα δέ ἐστιν ἐπέκεινα τούτων, θεάματά φησι εἶναι ψυχῶν ἐνθεαζουσῶν καὶ μυουμένων ἐκεῖνα καὶ ἐποπτευουσῶν· ὥστε καὶ οὕτως ἀληθὲς ἂν εἴη τὸ προκείμενον ἀξίωμα, τάξεώς τινος ἐφαπτόμενον εἰδητικῆς. Ταῦτα μὲν περὶ τῶν πραγμάτων εἰρήσθω· κατὰ δὲ τὴν λέξιν, τὸ μὲν πῆ δὴ, ὦ Παρμενίδη, πάνυ σφόδρα θαυμάσαντός ἐστιν ἐρώτημα τοῦ Σωκράτους εἰ ἄγνωστον τὸ νοερὸν εἶδος, καὶ οὔπω συναισθομένου τῆς μεταβάσεως καὶ ὡς ὅλον διέξεισι τὸ πλάτος τῶν εἰδῶν ὁ Παρμενίδης, ἕως ἂν ἐπʼ αὐτὰ τὰ πρώτιστα εἴδη καταλήξῃ προϊών. Τὸ δὲ, πῶς γὰρ ἂν αὐτὴ καθʼ αὑτὴν ἔτι εἴη, κατὰ τὰς κοινὰς ἐννοίας εἴρηται· τὸ γὰρ ἐξῃρημένον πᾶν ἑαυτοῦ ἐστι καὶ αὐτὸ καθʼ αὑτὸ, μὴ ὂν μήτε ἐν ἄλλῳ τῳ μήτε ἐν ἡμῖν. Ἔτι τοίνυν διὰ τῶν τριῶν τούτων τὴν ὅλην περὶ τῶν εἰδῶν ἀλήθειαν ἐξέφηνε, τοῦ αὐτὸ, τοῦ καθʼ αὑτὸ, τῆς οὐσίας· καὶ γὰρ τὴν ἁπλότητα αὐτῶν, καὶ τὴν χωριστὴν ὑπερβολὴν, καὶ τὴν ἐν τῷ εἶναι μόνον ἑστῶσαν τελειότητα, ταῦτα παρίστησιν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, μὴ ποιείτω ἐπʼ ἐκείνων ἄλλο ἕκαστον καὶ τὸ ἑκάστῳ εἶναι, οἷον οὐσίαν καὶ τὸ οὐσίᾳ εἶναι, ἢ νόησιν καὶ τὸ νοήσει εἶναι· ταῦτα γὰρ ἐπὶ μὲν τῶν συνθέτων διώρισται καλῶς, ἐπὶ δὲ τῶν ἁπλῶν οὐδένα ἔχει λόγον. Εἰ οὖν μόνον ἐστὶν ἕκαστον, καὶ αὐτὸ μένειν ἐπὶ τῆς ἁπλότητος προσήκει τῆς ἑνώσεως, ἀλλʼ οὐχὶ τὰ ἴδια τῶν συνθέτων ἐπʼ αὐτὰ μεταφέρειν. Λοιπὸν τοίνυν ἐπὶ τούτοις τὸ καλῶς λέγεις, οὐχ, ὡς ἄν τις εἴποι, ἐνειρωνευομένου καὶ ὡς οἷον ἀρχῆς ἐλέγχου δραξαμένου τοῦ Παρμενίδου, λέλεκται νῦν, ἀλλʼ ὡς ἀποδεχομένου τὴν αὐτοφυῆ τοῦ Σωκράτους ἐπιβολὴν καὶ τὴν ἔννοιαν τὴν περὶ τῶν θείων· καὶ γάρ ἐστιν ἀληθὲς τὸ ληφθὲν ἀξίωμα, καὶ τοῦ Τιμαίου λέγοντος διὰ τοῦτο τὸ ὄντως ὂν μήτε εἰς ἑαυτό τι εἰσδέχεσθαι, καθάπερ ἡ ὕλη τὸ εἶδος, μήτε ἄλλοσέ πη ἰέναι, καθάπερ τὸ εἶδος εἰς τὴν ὕλην. Μένει τοίνυν χωριστῶς ἐφʼ ἑαυτοῦ καὶ μετεχόμενον, καὶ οὐ γίγνεται τῶν μετεχόντων, ἀλλʼ αὐτὸ πρὸ τῶν μετεχόντων ὂν δίδωσι καὶ τούτοις ὅσον δύνανται λαβεῖν· οὔτε ὂν ἐν ἡμῖν, ἡμεῖς γὰρ μετέχομεν οὐκ αὐτὸ λαμβάνοντες — ἄλλο γὰρ τὸ ἐκεῖθεν ἰόν· οὔτε γιγνόμενον ἐν ἡμῖν, ἄδεκτον γάρ ἐστι τοῦ γίγνεσθαι παντός.

`933`

Οὐκοῦν καὶ ὅσαι τῶν ἰδεῶν πρὸς ἀλλήλας εἰσὶν αἵ εἰσιν, αὗται πρὸς αὑτὰς τὴν οὐσίαν ἔχουσιν, ἀλλʼ οὐ πρὸς τὰ παρʼ ἡμῖν εἴτε ὁμοιώματα εἴτε ὅπη δή τις αὐτὰ τίθεται, ὧν ἡμεῖς μετέχοντες εἶναι ἕκαστα ἐπονομαζόμεθα. Τὰ δὲ παρʼ ἡμῖν ταῦτα, ὁμώνυμα ὄντα ἐκείνοις, αὐτὰ αὖ πρὸς αὑτά ἐστιν, ἀλλʼ οὐ πρὸς τὰ εἴδη, καὶ ἑαυτῶν, ἀλλʼ οὐκ ἐκείνων ὅσα αὖ ὀνομάζεται οὕτω. **—**

Πῶς λέγεις; φάναι τὸν Σωκράτη.

`934–940`

Δεύτερον ἀξίωμα τοῦτο, συντελοῦν αὐτῷ καὶ αὐτὸ πρὸς τὴν τοῦ προκειμένου θεωρίαν. Τὸ μὲν γὰρ πρότερον, ὅτι τὰ εἴδη οὐδαμῶς ἐν ἡμῖν, ἀλλʼ ἐν ἑαυτοῖς· τοῦτο δὲ τὸ δεύτερον, ὅτι καὶ τὰ ἐνταῦθα ὡς πρός τι πρὸς ἄλληλα λέγεται, καὶ τὰ ἐκεῖ πρὸς ἄλληλα, ἀλλʼ οὐ πρὸς τὰ τῇδε, οὔτε τὰ τῇδε πρὸς τὰ ἐκεῖ· καὶ γὰρ τοῖς λογικώτερον ταῦτα σκοπεῖν εἰωθόσι λέγεται καλῶς, ὅτι τὰ μὲν καθόλου τῶν πρός τι πρὸς τὰ καθόλου δεῖ ἀποδιδόναι, τὰ δὲ καθέκαστα πρὸς τὰ καθέκαστα, τὴν μὲν ἁπλῶς ἐπιστήμην πρὸς τὸ ἁπλῶς ἐπιστητὸν, τὴν δέ τινα ἐπιστήμην πρὸς τό τι ἐπιστητὸν, καὶ τὰ μὲν ἀόριστα πρὸς τὰ ἀόριστα, τὰ δὲ ὡρισμένα πρὸς τὰ ὡρισμένα, καὶ τὰ μὲν δυνάμει πρὸς τὰ δυνάμει, τὰ δὲ ἐνεργείᾳ πρὸς τὰ ἐνεργείᾳ· καὶ μεσταὶ τούτων αἱ λογικαὶ πραγματεῖαι καὶ φυσικαὶ τῶν παλαιῶν. Εἰ δʼ οὖν ἐπὶ τῶν καθόλου καὶ τῶν καθέκαστα, γιγνέσθω γὰρ ἐπὶ τούτων ὁ λόγος, δεῖ μὴ προσίεσθαι τὴν ἐν ταῖς ἀποδόσεσιν ἐπάλλαξιν, πολλῷ δήπου μειζόνως ἐπὶ τῶν ἰδεῶν καὶ τῶν εἰκόνων τῶν ἰδεῶν αὐτὴν οὐδαμῶς παραδεκτέον· ἀλλὰ τὰ μὲν τῇδε πρὸς τὰ τῇδε ἀποδώσομεν, τὰ δὲ ἐκεῖ πρὸς τὰ ἐκεῖ. Ταῦτα δὲ ἀληθῆ πάντως, ἐὰν ἕκαστον καθόσον ἐστὶν ὅπερ ἐστὶ θεωρῶμεν, ἀλλʼ οὐ καθόσον ποιεῖ τι ἢ γίγνεταί τι· ταύτῃ γὰρ ἀποδώσομεν ὡς μὲν γιγνόμενα τὰ τῇδε πρὸς ἐκεῖνα, ὡς δὲ ποιοῦντα ἐκεῖνα πρὸς τὰ τῇδε, καὶ ὡς μὲν εἰκόνας ταῦτα πρὸς τὰς ἰδέας, ὡς δὲ παραδείγματα τὰς ἰδέας τούτων. Ἐὰν οὖν λάβωμεν τὴν αὐτοδεσποτείαν, εἰ μὲν ᾗ δεσποτεία ἐστὶ λαμβάνοιτο, λεχθήσεται πρὸς τὴν αὐτοδουλείαν· εἰ δὲ ὡς παράδειγμα, πρὸς τὸ ὅμοιον αὐτῇ τῇ δεσποτείᾳ. Καίτοι γε εἰώθαμεν μὲν δεσπότας ἡμῶν καλεῖν τοὺς θεοὺς, ὥστʼ εἴη ἂν καὶ ἡ ἐκεῖ δεσποτεία λεγομένη πρὸς τὴν παρʼ ἡμῖν δουλείαν· ἀλλὰ καὶ τοῦτο ἀληθὲς, διότι μετέχομεν τῆς αὐτοδουλείας πρὸς ἣν ἡ αὐτοδεσποτεία τὸν τῆς ἀποδόσεως εἶχε λόγον προηγούμενον. Καὶ ὁρᾷς ὅπως ἡ μὲν ἐκεῖ δεσποτεία καὶ ἡμῶν τοὺς κρείττονας ἀποφαίνει δεσπότας, διότι μετέχομεν τῆς αὐτοδουλείας· ἡ δὲ παρʼ ἡμῖν δεσποτεία λεγομένη πρὸς τὴν παρʼ ἡμῖν δουλείαν οὐκέτι λέγεται καὶ πρὸς τὴν ἐκεῖ δουλείαν, διότι τὸ εἶναι τῇ ἐκεῖ δουλείᾳ μὴ ὑπῆρχεν ἐκ τοῦ παρʼ ἡμῖν, ἀλλʼ ἔμπαλιν· τὰ γὰρ τῶν κρειττόνων ἄρχοντα, καὶ τῶν χειρόνων ἀναγκαῖον· οὐκ ἀνάπαλιν δέ. Δεῖ οὖν, ὥσπερ εἴρηται, καθʼ αὑτὰ μὲν τὰ ἐκεῖ λέγεσθαι πρὸς τὰ τῇδε· ἀλλὰ ταῦτα μὲν καὶ αὖθις. Λάβωμεν δὲ ἐκ πασῶν τῶν ἀποριῶν τί ἐστιν ἡ πρωτίστη ἰδέα. Ἐκ μὲν τῆς πρώτης ληπτέον, ὅτι ἀσώματος· σῶμα γὰρ οὖσαν οὔτε ὅλην οὔτε μέρος αὐτῆς μετέχεσθαι δυνατόν. Ἐκ δὲ τῆς δευτέρας, ὅτι οὐχ ὁμοταγὴς τοῖς μετέχουσιν· εἰ γὰρ ᾖ ὁμοταγὴς, ἕξει τι κοινὸν, διότι ἄλλην ἰδέαν πρὸ αὐτῆς ἐπινοήσομεν. Ἐκ δὲ τῆς τρίτης, ὅτι οὐ νόημά ἐστιν οὐσίας, ἀλλʼ οὐσία καὶ ὂν, ἵνα μὴ τὸ μετέχον αὐτῆς ᾖ γνώσεως μετέχον. Ἐκ δὲ τῆς τετάρτης, ὅτι παράδειγμα μόνον, ἀλλʼ οὐχὶ καὶ εἰκὼν, ὡς ὁ ψυχικὸς λόγος, ἵνα μὴ ὁμοία οὖσα τῷ ἀφʼ ἑαυτῆς ἄλλην εἰσάγῃ πρὸ αὑτῆς ἰδέαν· καὶ γὰρ ὁ ψυχικὸς λόγος οὐσία· ἀλλʼ ἐπειδὴ οὐ παράδειγμα μόνως ἐστὶν, ἀλλὰ καὶ εἰκών· οὐ γὰρ ἡ ψυχὴ οὐσία μόνον, ἀλλὰ καὶ γένεσις. Ἐκ δὲ τῆς πέμπτης, ὅτι νοητὴ οὐκ αὐτόθεν ἡμῖν, ἀλλὰ ἀπὸ τῶν εἰκόνων αὐτῆς· οὐ γάρ ἐστιν ἡ ἐν ἡμῖν ἐπιστήμη πρὸς αὐτὴν σύστοιχος. Ἐκ δὲ τῆς ἕκτης, ὅτι νοητικὴ τῶν ἀπʼ αὐτῆς δευτέρως καὶ τῷ ἑαυτὴν αἰτίαν οὖσαν εἰδέναι. Συλλήβδην οὖν ἡ ὡς ἀληθῶς ἰδέα ἐστὶν αἰτία ἀσώματος, ἐξῃρημένη τῶν μετεχόντων αὑτῆς, οὐσία οὖσα ἀκίνητος, παράδειγμα μόνως οὖσα καὶ ὄντως, νοητὴ μὲν ψυχαῖς ἀπʼ εἰκόνων, νοητικὴ δὲ τῶν πρὸς αὐτὴν ὑφεστώτων κατʼ αἰτίαν· ὥστε ἐκ πασῶν τῶν ἀποριῶν τὸν ἕνα ὅρον πεφωράκαμεν τῆς ὡς ἀληθῶς ἰδέας. Εἰ οὖν τινες ἀντιλέγοιεν πρὸς τὰς ἰδέας, πρὸς τοῦτον ἀντιλεγέτωσαν τὸν ὅρον, ἀλλὰ μὴ λαμβάνοντες ἢ σωματικὰς αὐτῶν φαντασίας, ἢ ὡς ὁμοταγῶν τοῖς τῇδε οὐσῶν, ἢ ὡς ἀνουσίων, ἢ ὡς συστοίχων ταῖς ἡμετέραις γνώσεσιν, ἄλλον δέ τινα τρόπον τοιοῦτον σοφιζόμενοι, λόγους πλαττέτωσαν· ἀλλʼ ἐννοείτωσαν ὅτι καὶ θεοὺς ὁ Παρμενίδης εἶπε τὰς ἰδέας εἶναι, καὶ ἓν καὶ ἐν θεῷ τὴν ὑπόστασιν αὐτὰς ἔχειν, ὥσπερ καὶ τὸ Λόγιον·

  
Νοῦς πατρὸς ἐρροίζησε νοήσας ἀκμάδι βουλῇ  
  
Παμμόρφους ἰδέας·  
καὶ γὰρ ἡ πηγὴ τῶν ἰδεῶν θεὸς, καὶ ἐν θεῷ περιέχεται τῷ δημιουργικῷ νῷ· καὶ εἰ αὐτή ἐστιν ἰδέα πρωτίστη, ταύτης ἐστὶν ὁ ἀποδιδόμενος ὅρος, ἐκ τῶν ἀποριῶν τοῦ Παρμενίδου καλῶς ἠθροισμένος. Τούτου δὲ οὕτω ῥηθέντος, σκεπτέον πρῶτον μὲν εἰ ἔστι πρός τι, καὶ ἐν ἐκείνοις· ἔπειτα, πῶς ὁ λόγος ἀληθὴς οὗτος, καὶ ἐπὶ ποίων εἰδῶν· δεῖ γὰρ ἑκάστην τῶν ἀποριῶν προσάγειν ἡμᾶς φύσει τινὶ τῶν ὄντων. Ὅτι μὲν οὖν πρός τι λέγεται πολλαχῶς, λάβοις ἂν ἐξ ὧν πολλάκις λέγειν εἰώθαμεν· ἄλλως γάρ ἐστι πρός τι τὰ συμβεβηκότα πάντη καὶ ὧν ἡ σχέσις μόνως ἀνούσιος, οἷον διπλάσιον, ἥμισυ, καὶ πᾶν τὸ τοιοῦτον, ἃ καὶ οἱ πολλοὶ μόνον θεωρεῖν λογικῶς εἰώθασιν· ἄλλως δὲ τὰ ὡς οὐσίαι καὶ ὧν οὐσιώδης ἡ σχέσις, οἷόν ἐστι τὸ ἐν τῇ φύσει δεξιὸν καὶ ἀριστερόν· τὸ γὰρ ἐν τῷ ζώῳ δεξιὸν οὐκ ἔστι ψιλῶς συμβεβηκὸς, ἀλλὰ λόγος οὐσιώδης, καθʼ ὃν καὶ ἀρχὴ λέγεται κινήσεως τὸ δεξιὸν καὶ ἔχει τινὰς παρὰ τὸ ἀριστερὸν ἰδιότητας ἃς ἐκ τῆς φύσεως ἔλαβε. Δῆλον δὴ ὅτι διχῶς τὰ πρός τι, καὶ ἐπʼ αὐτῶν μόνων τούτων· τὸ μὲν γὰρ κατὰ συμβεβηκὸς δεξιὸν καὶ ἀριστερὸν παρὰ φύσιν ἐναλλαττόμενα διατίθεται· τὸ δὲ ἐν τοῖς ζώοις ἀδύνατον ἄλλως ἔχειν, ἐν οἷς κατὰ φύσιν ἡ σύστασις. Οὕτω που καὶ ὁ Τίμαιος τὸ δεξιὸν καὶ ἀριστερὸν ἐν ταῖς κοσμικαῖς ἐτίθετο περιφοραῖς, δυνάμεις οὐσιώδεις ἐν αὐταῖς τιθέμενος, πρωτουργόν τε καὶ δευτερουργὸν, καὶ ἡγουμένην καὶ ἑπομένην. Ἄλλον δὲ πάλιν τρόπον τελεώτερον καὶ τοῖς αὐθυποστάτοις οἰκειότερον τὰ πρός τι λέγοιτο ἂν ἐπʼ ἐκείνων ἐφʼ ὧν ἑκάτερον ἑαυτοῦ ὂν πρότερον καὶ τοῦ λοιποῦ ἐστιν, ἐκείνου πάλιν ἑαυτοῦ πρότερον ὄντος· οἷον καὶ τὸ νοητὸν ἑαυτοῦ ἐστι, καὶ ὁ νοῦς ἑαυτοῦ, καὶ διʼ αὐτοῦ τούτου ὅ τε νοῦς πρὸς τὸ νοητὸν ἥνωται καὶ τὸ νοητὸν πρὸς τὸν νοῦν, καὶ ἕν ἐστι νοῦς καὶ νοητόν· καὶ ὁ μὲν ἐνταῦθα πατὴρ, εἰ καὶ κατὰ φύσιν ἐστὶ πατὴρ, ἀλλʼ οὐχὶ ἑαυτοῦ ὢν, οὕτως ἐστὶν ἄλλου πατὴρ, ἀλλʼ ὅ ἐστιν ἄλλου μόνως ἐστίν· ἐκεῖ δὲ εἴ τί ἐστι πατρικὸν αἴτιον, ἑαυτοῦ πρῶτόν ἐστι τῆς οὐσίας πληρωτικὸν, ἔπειθʼ οὕτω καὶ τοῖς δευτέροις τὴν ἀφʼ ἑαυτοῦ δίδωσι πρόοδον· καὶ εἴ τι γέννημα ἑαυτοῦ ὂν, οὕτως ἀπʼ ἄλλου πρόεισιν. Ὁπόταν δὴ οὖν ἐκεῖ τινα πρὸς ἄλληλα λέγωμεν, ἀφαιρετέον ἀπʼ αὐτῶν τὰς ψιλὰς καὶ ἀνουσίους σχέσεις· οὐδὲν γὰρ τοιοῦτον προσήκει τοῖς θεοῖς· ταυτότητα δὲ ἀντὶ τῆς σχέσεως παραληπτέον, καὶ πρὸ τῆς ταυτότητος ταύτης τὴν ἐν ἑαυτοῖς ἑκάστου ὕπαρξιν· ἕκαστον γὰρ ἑαυτοῦ πρῶτόν ἐστι, καὶ ἑαυτῷ καὶ πρὸς τὰ ἄλλα ἥνωται· εἶδος γὰρ ἓν ἕκαστόν ἐστι καὶ τῶν πρός τι λεγομένων, οἷον τὸ δεξιὸν εἶδος οὐσιῶδες τοιᾶσδε σχέσεως αἴτιον, καὶ τὸ ἀριστερὸν ὁμοίως· ὥστε εἷς τις λόγος τοῖς τῇδε παρέχει οἷς ἂν ἐγγένηται τοιάνδε σχέσιν. Ἄσχετος οὖν ἐστιν ὑπόστασις ἐκεῖ, σχέσεως ὑποστατική τινος· οὐ γὰρ ἄλλο τι ὂν πρότερον, ἢ τὸ ἐκ δεξιῶν καὶ τὸ ἀριστερόν ἐστιν ἐν ἐκείνοις· ὑπῆρξε δὲ ὅμως κἀκείνοις τὸ ἐκ δεξιῶν καὶ τὸ ἀριστερὸν πρὸς ἄλληλα λέγεσθαι, καὶ ἡνῶσθαι μᾶλλον ἢ ἄλλοις εἴδεσιν, ὅτι μετʼ ἀλλήλων ἐνεργεῖ πάντως, καὶ ὅπου ἂν θάτερον ᾖ, καὶ τὸ λοιπόν· τῶν γὰρ εἰδῶν τὰ μὲν ἐξ ἀνάγκης χωρὶς ἀλλήλων ἐνεργεῖ, καθάπερ ὅσα τῶν ἐναντίων· τὰ δὲ ἀεὶ μετʼ ἀλλήλων, ὅσα κἀκεῖ πρός τι λέγεται· τὰ δὲ οὕτως ἔχει, ὡς τὸ μὲν ἕτερον μετὰ τοῦ ἑτέρου πάντως μετέχεσθαι, μηκέτι δὲ ἀνάπαλιν, ἐφʼ ὧν τὸ μὲν ὅλον ἐστὶ, τὸ δὲ μέρος. Ἡ οὖν κατὰ τὰς μεθέξεις κοινωνία τὴν τῶν ἐκεῖ πρός τι λεγομένων χαρακτηρίζει δύναμιν· καὶ ὅπερ ἐπὶ τῶν τῇδε ὄντων ἡ σχέσις, τοῦτο ἐπʼ ἐκείνων ταυτότης· καὶ γὰρ εἰ, ὡς ἐν τοῖς ἑπομένοις ῥηθήσεται, πᾶν πρὸς τὸ πᾶν ὅλον ἐστὶν ἢ μέρος, ἢ ταὐτὸν ἢ ἕτερον, δῆλον ὅπως τὸ μὲν ὅλον καὶ μέρος ἐπʼ ἐκείνων ὁρᾶται τῶν εἰδῶν ἐφʼ ὧν μετὰ θατέρου μετέχεται θάτερον, οὐκ ἀνάπαλιν δέ· τὸ δὲ ἕτερον διαφερόντως ἐπὶ τῶν ἐναντίων, ὧν ἡ θατέρου παρουσία τὸ λοιπὸν ἐξαφανίζειν φιλεῖ· τὸ δὲ ταὐτὸν ἐπʼ ἐκείνων, ὧν ἀνάγκη τὴν μετοχὴν εἶναι κατὰ τὴν πρὸς ἄλληλα σύμπνοιαν, καὶ οὐ δυνατὸν μὴ οὐχὶ ἅμα ἄμφω καὶ παρεῖναι οἷς ἂν παρῇ καὶ ἀπεῖναι ὧν ἂν ἀπῇ. Δεῖ τοίνυν ἕκαστον τῶν ἐκεῖ πρός τι καλουμένων ἕν τι νοεῖν εἶδος, σχέσεως μιᾶς ὑποστατικὸν, ἀλλʼ οὐ σχέσιν ὑποκειμένοις οὖσαν, κἂν πρὸς ἄλληλα λέγηται διὰ τὴν μετʼ ἀλλήλων κοινὴν ἔννοιαν, ὡς ὑπέδειξεν ὁ λόγος. Ὅτι γὰρ ἐκεῖ τὰ πρός τι τοιαῦτα ληπτέον, καὶ οὐχ ὡς ἐπὶ τῶν ἐνταῦθα πραγμάτων, δῆλον· ἐνταῦθα μὲν γὰρ τὸ ὅμοιον τῷ ὁμοίῳ ὅμοιον, καὶ τὸ ἴσον τῷ ἴσῳ ἴσον, καὶ δύο πράγματά ἐστι τοὐλάχιστον τὰ ὅμοια καὶ τὰ ἴσα ἀλλήλοις· ἐκεῖ δὲ μία ἡ ὁμοιότης καὶ μία ἡ ἰσότης, καὶ αὐτὴ ἑαυτῆς οὖσα καὶ οὐκ ἄλλου τινὸς, οὐδὲ ἐν διῃρημένοις οὖσα καὶ ἀπηρτημένοις, ἀλλʼ ἐν ἑαυτῇ· τοιοῦτον γὰρ ἑκάτερον τῶν εἰδῶν, οἷον ἐν ἑαυτῷ τὴν οὐσίαν ἔχειν ἱδρυμένην, καὶ οἷον μοναδικὸν εἶναι, καὶ οἷον αὐτὸ εἶναι καὶ μὴ ἐν ἄλλοις· καὶ γὰρ οἰκειόταται ἀρχαὶ τῶν εἰδῶν ὄντα καὶ πάντων τῶν ὄντων τὸ πέρας καὶ ἄπειρον, ἐν μὲν διῃρημένοις ὑποστῆσαι τὴν μονάδα τὸ πέρας, καὶ τὸ πλῆθος ἡ ἀπειρία· ἐν δὲ συνεχέσι τὸ πέρας τὸ σημεῖον, ἡ δὲ ἀπειρία τὴν διάστασιν· ἐν δὲ λόγοις τὸ πέρας τὴν ἰσότητα, τοὺς δὲ λόγους ἡ ἀπειρία· καὶ ἐν ποιοῖς τὸ πέρας τὴν ὁμοιότητα, τὴν δὲ ἀνομοιότητα ἡ ἀπειρία. Τὸ γοῦν μᾶλλον καὶ ἧττον τοῦ ἀπείρου γένους εἶναι καὶ ὁ ἐν Φιλήβῳ Σωκράτης ἡμᾶς ἐδίδαξε· πανταχοῦ δὲ ἡ τοῦ πέρατος εἰκὼν τὴν τῆς ἀπειρίας καταλαμβάνουσα δόσιν πεπερασμένα ποιεῖ τὰ τέως ἄπειρα κατὰ τὴν ἑαυτῶν φύσιν, ἡ μὲν μονὰς ἀριθμοῦσα τὸ πλῆθος, τὸ δὲ σημεῖον ὁρίζον τὴν διάστασιν, ἡ δὲ ἰσότης τοὺς λόγους μετροῦσα — καὶ γὰρ λόγων ἐστὶν ἰσότης ἡ ἰσότης —, ἡ δὲ ὁμοιότης ἱστάνουσα τὸ μᾶλλον καὶ ἧττον διὰ τῶν ὁμοίων ἐπιτάσεων καὶ ἀνέσεων. Μοναδικὸν οὖν ἐκεῖ τὸ ἴσον καὶ τὸ ὅμοιον, πέρας ὂν τὸ μὲν ποιῶν, τὸ δὲ λόγων, ὡς τὸ σημεῖον συνεχῶν, ὡς ἡ μονὰς διῃρημένων. Τὰ τοίνυν ἐνταῦθα κατὰ σχέσιν ἐκεῖ νοείσθω κατὰ ταυτότητα, καὶ τὰ ἐνταῦθα πρὸς ἄλληλα μόνον ἐκεῖ ὡς ἑαυτῶν ὄντα καὶ ἐν αὑτοῖς πολὺ πρότερον, ἔπειθʼ οὕτω κοινωνοῦντα καὶ τοῖς ἄλλοις· καὶ τὰ ἐνταῦθα ἀνούσια καὶ ἐπεισοδιώδη, ταῦτα ἐν ἐκείνοις οὐσιώδη· καὶ τὰ εἰρημένα ἀπὸ τούτων, οἷς παραφύεται κατὰ μίαν αἰτίαν ἐκεῖ προϋπάρχοντα. Οὕτως οὖν ἐν τοῖς νοητοῖς τὰ πρός τι· λέγω δὲ οὕτως, οὐ κατὰ σχέσιν ψιλὴν, οὐδὲ κατὰ συμβεβηκὸς, ἀλλʼ ἀπολύτως μὲν ἐν ἐκείνοις ἐστὶν ὅσα κατὰ σχέσιν ἐν τούτοις, καθʼ αὑτὰ δὲ, ὅσα ἐν ἄλλῳ, κατʼ οὐσίαν δὲ, ὅσα κατὰ συμβεβηκὸς, καὶ ἁπλῶς πάντα κρειττόνως ἢ ἐν τοῖς ἀποτελέσμασιν· ἡ γὰρ τῶν γιγνομένων πρὸς τὰ ὄντα ὕφεσις, σχέσεις μὲν ἀπὸ τῶν ἀσχέτων, συνθέσεις δὲ ἀπὸ τῶν ἁπλῶν, καὶ ἐπεισοδιώδεις ὑποστάσεις ἀπὸ τῶν κατʼ οὐσίαν ὑπαρχόντων ἀνέφηνεν. Ἐκ δὲ τούτων κἀκεῖνα συνορᾷν ἄξιον, ὅσα διωριζόμεθα πρόσθεν, ὅτι, κατὰ νοῦν τὸν τοῦ Παρμενίδου, διῃρημένως ἄρα καὶ τινῶν δοκούντων συμβεβηκέναι δεῖ τίθεσθαι ἰδέας, ὅπου καὶ σχέσεων αὐτὸς εἶναί φησι. Πλὴν ὅτι τῶν εἰς οὐσίαν ἢ τελειότητα συντελούντων πρώτως, ὧν ἐπεισοδιώδης ἐν ἄλλοις ὑπόστασις, τὰς ψιλὰς τῶν συμβεβηκότων ὑπάρξεις ἀνέφηνε· καὶ γὰρ αἱ σχέσεις αἱ οὐσιώδεις εἰσὶ πρὸ τῶν ἀνουσίων, αἱ μὲν εἰς τὸ εἶναι συντελοῦσαι τοῖς μετέχουσι τῶν ἰδεῶν, αἱ δὲ εἰς τὸ τελείοις γίγνεσθαι· δεῖ γὰρ καὶ ὡς ὄντα καὶ ὡς τέλεια τὰ τῇδε μετέχειν ἐκείνων· διὸ καὶ διττὴ τῶν ἰδεῶν ἡ τάξις, ἡ μὲν οὐσιοποιὸς, ἡ δὲ τελεσιουργός. Καὶ ταῦτα μὲν περὶ αὐτῶν εἰρήσθω τῶν δογμάτων· κατὰ δὲ τὴν λέξιν, τὸ μὲν καὶ ὅσαι τῶν ἰδεῶν πρὸς ἀλλήλας εἰσὶν αἵ εἰσιν ἐνδείκνυται, ὅτι τῶν ἰδεῶν αἱ μὲν μᾶλλον διῄρηνται ἀπʼ ἀλλήλων, φυλάττουσαι τὴν καθαρότητα τὴν ἑαυτῶν, αἱ δὲ ἥνωνται μᾶλλον ἀλλήλαις. Αὗται τοίνυν καὶ ἐφʼ ἑαυτῶν εἰσι καὶ ἑαυτῶν, ἀλλʼ οὐχὶ ἄλλων μόνον, οὐδὲ αὐτὸ τοῦτο μόνον ἀλλήλων. Τὸ δὲ ὁμώνυμα τὰ αἰσθητὰ τοῖς νοητοῖς εἶναι πάλιν κατὰ τὴν Πλατωνικὴν εἴρηται διάταξιν, τὰ ὀνόματα τοῖς τῇδε παρʼ ἐκείνων ἐφήκειν λέγουσαν, ὡς ἐν τοῖς ἀφʼ ἑνὸς καὶ πρὸς ἓν ὁμωνύμοις λεγομένοις· ἃ δὴ καὶ Ἀριστοτέλους ἐστὶν, ὅτε τοῖς ὁμωνύμοις ὑπάγειν εἴωθε. Μηδεὶς οὖν τὸν αὐτὸν ὁρισμὸν ἀπαιτείτω τούτων τε καὶ ἐκείνων ἀσυντάκτων ὄντων καὶ παντελῶς ἐκβεβηκότων ἀπὸ τούτων, ὥσπερ τὰ αἴτια τὰ ἐξῃρημένα ἀπὸ τῶν αἰτιατῶν· μᾶλλον δὲ μηδὲ ὁρισμὸν ἐπʼ ἐκείνων ζητείτω τῶν ἁπλῶν πάντη καὶ ἀμερίστων εἰδῶν· συνθέτων γάρ εἰσιν οἱ ὁρισμοὶ, περὶ δὲ διαφορᾶς στρέφονται τῶν κατατεταγμένων εἰδῶν· ἀλλὰ μόναις ταῖς καθαραῖς καὶ ἐνθέοις νοήσεσι τῆς ψυχῆς ἐπιτρέπομεν τὴν ἐκείνων ἐπιβολὴν, καὶ λέγομεν ὡς ὁ Πλάτων διώρισεν ὁμώνυμα τὰ τῇδε τοῖς ἐκεῖ, καὶ οὕτως ὁμώνυμα ὡς μετέχοντα ἐκείνων· διὸ καὶ ὁμοιότητα αὐτῶν προείρηκεν, ὡς καὶ ὁ Σωκράτης ἔλεγεν, ἡνίκα τὰς ἰδέας παραδείγματα ἔφατο ἑστάναι ἐν τῇ φύσει. Φυλάττων δὲ τὴν τῶν ἀποριῶν θέσιν, προσέθηκεν εἴτε ὁπῃδή τις αὐτὰ τίθεται· μονονουχὶ λέγων ὅτι δυνατὸν αὐτὰ καὶ ὁμοιώματα καλεῖν καὶ μὴ ὁμοιώματα, διττῆς τῆς ὁμοιώσεως οὔσης καὶ ἢ ὁμοίου ἢ ἀνομοίου πρὸς παράδειγμα γιγνομένης.

Οἷον, φάναι τὸν Παρμενίδην, εἴ τις ἡμῶν του δεσπότης ἢ δοῦλός ἐστιν, οὐκ αὐτοῦ δεσπότου δήπου, ὃ ἔστι δεσπότης, ἐκείνου δοῦλός ἐστιν, οὐδὲ αὐτοῦ δούλου, ὃ ἔστι δοῦλος, δεσπότης ὁ δεσπότης· ἀλλʼ ἄνθρωπος ὢν ἀνθρώπου ἀμφότερα ταῦτά ἐστιν· αὐτὴ δὲ δεσποτεία αὐτῆς δουλείας ἐστὶν ὃ ἔστι, καὶ δουλεία ὡσαύτως, αὐτὴ δουλεία αὐτῆς δεσποτείας. Ἀλλʼ οὐ τὰ ἐν ἡμῖν πρὸς ἐκεῖνα τὴν δύναμιν ἔχει, οὐδὲ ἐκεῖνα πρὸς ἡμᾶς· ἀλλʼ, ὃ λέγω, αὐτὰ αὑτῶν καὶ πρὸς αὑτὰ ἐκεῖνά τέ ἐστι, καὶ τὰ παρʼ ἡμῖν ὡσαύτως πρὸς ἑαυτά. Ἢ οὐ μανθάνεις ὃ λέγω; **—**

Πάνυ γε, εἰπεῖν τὸν Σωκράτη, μανθάνω.

`941–943`

Πῶς μὲν τὰ πρός τι νοητέον καὶ ἐπὶ τῶν εἰδῶν, ἐκ τῶν προειρημένων οἶμαι γεγονέναι δῆλον· εὕροις δʼ ἂν καὶ τὸ δεσποτικὸν ἐκεῖ τοῦτο καὶ δουλικὸν ἰδίως θέμενος· τί γὰρ ἄλλο προσήκει τοῖς δεσπόταις, ἢ πάντη κρατεῖν τῶν δούλων καὶ πρὸς τὸ ἑαυτῶν ἀγαθὸν συντάττειν πάντα τὰ ἐκείνων; τί δὲ τοῖς δούλοις ἕτερον, ἢ κρατεῖσθαι μὲν ὑπʼ ἄλλων, ὑπουργεῖν δὲ ταῖς τῶν δεσποτῶν βουλήσεσι; Πῶς οὖν οὐ πολλῷ πρότερον ταῦτα καὶ ἐν τοῖς εἴδεσίν ἐστιν, ἄλλων ὑπʼ ἄλλοις τεταγμένων, καὶ τῶν μὲν δυνατωτέρων ὄντων καὶ χρωμένων τοῖς ὑφειμένοις, τῶν δὲ ὑπηρετούντων καὶ συνεργούντων ταῖς τῶν ὑπερτέρων δυνάμεσι; Δύναμις μὲν οὖν ἐστιν ἡ δεσποτεία χρηστικὴ, καὶ ἡ δουλεία δύναμις ὑπηρετικὴ, καὶ εἰσὶν ἄμφω κατʼ οὐσίαν ἐκεῖ καὶ οὐ κατὰ τύχην, ὥσπερ ἐν ταῖς ἐκείνων εἰκόσιν· ἀπηχήματα γὰρ ἡ ἐν ταύταις δεσποτεία καὶ δουλεία τῶν κατʼ οὐσίαν εἰσίν. Εἰ δὲ μὴ μόνον φιλοσόφως ἐπὶ τῶν εἰδῶν ταῦτα θεωρεῖν ἐθέλοις, ἀλλὰ καὶ ἐπʼ αὐτῶν πρώτως τῶν θείων διακόσμων, πάλιν ἐκείνους ἐννόησον τοὺς νοεροὺς ἅμα καὶ νοητοὺς καὶ τὰ ἐν αὐτοῖς εἴδη, καὶ εὑρήσεις ὅπως ἀμφότερα ταῖς τάξεσιν ἐκείναις προσήκει τῶν εἰδῶν· μέσαι γὰρ οὖσαι πρώτως κρατοῦσι μὲν τῶν δευτέρων ἁπάντων καὶ δεσπόζουσιν, ἐξήρτηνται δὲ τῶν πρὸ αὑτῶν, καὶ πρὸς τὸ ἀγαθὸν τὸ ἐκείνων ἐνεργοῦσι, καὶ ἐκείνων εἰσὶν ὅ εἰσι· πρῶται γὰρ ἀπʼ αὐτῶν ἐκφανεῖσαι κρατοῦνται ὑπʼ ἐκείνων καὶ μένουσιν ἐν αὐταῖς, ἄνωθεν δὲ κυβερνῶσι τὰς τῶν μεθʼ ἑαυτὰς οὐσίας τε καὶ δυνάμεις. Ὅθεν καὶ ἐπὶ τῶν δευτέρων τάξεων τὰ ὁλικώτερα δεσπόζει τῶν μερικωτέρων, καὶ τὰ μοναδικώτερα τῶν πεπληθυσμένων, καὶ τὰ ἐξῃρημένα τῶν κατατεταγμένων· οἷον καὶ ἐν τοῖς δημιουργικοῖς γένεσιν ὁ Ζεὺς ἐπιτάττει ποτὲ μὲν Ἀθηνᾷ, ποτὲ δὲ Ἀπόλλωνι, ποτὲ δὲ Ἑρμεῖ, ποτὲ δὲ Ἴριδι· καὶ πάντες οὗτοι ταῖς τοῦ πατρὸς ὑπηρετοῦνται βουλήσεσι, κατὰ τὸν ὅρον τὸν δημιουργικὸν τὰς ἑαυτῶν προνοίας χορηγοῦντες τοῖς δευτέροις· ἐπεὶ καὶ τὸ ἀγγελικὸν φῦλον καὶ πάντα τὰ κρείττονα γένη δουλεύειν λέγεται τοῖς θεοῖς καὶ ὑπουργεῖν ταῖς ἐκείνων δυνάμεσι. Καὶ τί δεῖ λέγειν· ὅπου καὶ τὰ Λόγια διαρρήδην ἐπʼ αὐτῶν τῶν θεῶν τῶν πρὸ τῆς νοητῆς ἐκείνης καὶ νοερᾶς τάξεως χρῆται τούτοις τοῖς ὀνόμασι·

  
Τοῖς δὲ πυρὸς νοεροῦ νοεροῖς πρηστῆρσιν ἅπαντα  
  
Εἴκαθε δουλεύοντα πατρὸς πειθηνίδι βουλῇ·  
καὶ πάλιν·

  
Ἀλλὰ καὶ ὑλαίοις ὅσα δουλεύει συνοχεῦσιν.  
Οὗτοι δὴ οὖν πρὸς μὲν τοὺς πρὸ αὑτῶν δουλεύειν εἴρηνται, κἀκεῖνοι τούτων δεσπόζειν, τῶν δὲ μεθʼ ἑαυτοὺς κρατεῖν ὡς δουλευόντων· δυνάμεων γὰρ, ὡς εἴπομεν, ὀνόματα ταῦτα πρωτουργῶν καὶ δευτερουργῶν, ἐξῃρημένων καὶ συντεταγμένων τοῖς ἀποτελουμένοις, τῶν μὲν τὸν ὑφʼ ὧν, τῶν δὲ τὸν διʼ ὧν λόγον ἐν ταῖς κοιναῖς ἀπογεννήσεσιν ἐχουσῶν· ὅτι γὰρ καὶ κατὰ φύσιν ἐστὶ ταῦτα καὶ οὐ κατὰ τύχην μόνον, μάθοις ἂν καὶ ἐκ τῶν ἐν Φαίδωνι λόγων· τῷ γὰρ σώματι, φησὶ, δουλεύειν ἡ φύσις προσέταξε, τῇ δὲ ψυχῇ δεσπόζειν. Εἰ οὖν καὶ ἐπὶ τούτων ἐστὶ ταῦτα κατὰ φύσιν, οὐδὲν θαυμαστὸν εἰ καὶ τὴν αὐτοδεσποτείαν ἐκεῖ καὶ τὴν αὐτοδουλείαν ἀνάγοιμεν, τῶν θεολόγων χρωμένων τοῖσδε τοῖς ὀνόμασιν εἰς ἔνδειξιν τῶν τε κρατητικῶν καὶ τῶν ὑπουργικῶν ἐν τοῖς θεοῖς δυνάμεων· ὥσπερ δὴ καὶ τὸ πατρικὸν ἐκεῖ καὶ τὸ μητρικὸν ἄλλως μὲν ἔστι κατὰ τὴν ἰδιότητα τὴν θείαν, ἄλλως δὲ κατὰ τὴν εἰδητικὴν αἰτίαν, οὐ σχέσεως οὐδὲ ἐν τούτοις οὔσης ψιλῆς, ἀλλὰ γονίμου δυνάμεως καὶ οὐσίας θεοῖς πρεπούσης. Ἔστι μὲν οὖν καὶ παρʼ ἡμῖν, ὥς φησί τις, τὸ δεσποτικὸν καὶ τὸ δουλικὸν, οὐ μόνον κατὰ τύχην, ἀλλὰ πρὸ τούτου καὶ τὸ κατὰ προαίρεσιν. Πολλῷ δὲ πρότερον ἐν τοῖς ὅλοις τὸ κατʼ οὐσίαν δεσπόζον ἐστὶ καὶ δουλεῦον, ὡς ἐνταῦθα κατὰ τὴν φύσιν, καὶ τὸ κατὰ τὴν βούλησιν, ὡς ἐνταῦθα τὸ κατὰ προαίρεσιν, συντρεχούσης ἐκεῖ τῆς κατʼ οὐσίαν δυνάμεως πρὸς τὴν βούλησιν τῶν δεσποζόντων καὶ τῶν δεσποζομένων· πειθόμεθα γὰρ, καὶ τὰ δεσποζόμενα δεσπόζεται, καὶ δεσπόζει τὰ δεσπόζοντα· πάντα γοῦν, φησὶ καὶ τὸ Λόγιον, τοῖς νοεροῖς πρηστῆρσιν

  
Εἴκαθε, δουλεύοντα πατρὸς πειθηνίδι βουλῇ.  
Διὸ κατʼ οὐσίαν ἕκαστον καὶ κατὰ φύσιν ἑκάτερον, ἄνωθεν ἀπὸ τοῦ νοητοῦ πατρὸς πειθομένων δεσπόζεσθαι καὶ δεσπόζειν ἀμφοῖν, καὶ πρὸς ἀλλήλους ἐχόντων τὴν δεσποτείαν, ὡς ὁ Παρμενίδης φησὶ, ταύτην καὶ τὴν δουλείαν. Τί οὖν οὐ δεσπόζουσιν οἱ θεοὶ καὶ ἡμῶν, ὥσπερ καὶ ἐν Φαίδωνι Σωκράτης ἔλεγε δεσπότας ἡμῶν τοὺς θεοὺς, κτήματα δὲ ἡμᾶς ἐκείνων; Πάλιν λεγέσθω περὶ τούτου τό γε δοκοῦν, καὶ ὅτι ἄλλον τρόπον· ἡμῶν μὲν γὰρ ἐξῃρημένως, τῶν δὲ ἐκεῖ μερικωτέρων οἱ ὁλικώτεροι συντεταγμένως, καὶ διὰ μέσης, ὡς εἴρηται, τῆς ἐκεῖ δουλείας καὶ ἡμᾶς προσαγούσης τοῖς θεοῖς ὡς δεσπόταις· ἀμφοῖν δὲ εἰς ἄμφω ἐνεργούντων, τὸ μὲν κρεῖττον εἰς τοὺς κρείττους μᾶλλον ἐνεργοῦν δεσπότας ἡμῶν θεοὺς, τὸ δὲ χεῖρον εἰς τοὺς χείρονας δεσποζομένους ἡμᾶς ὑπὸ τῶν θεῶν ἀπέφηνεν. Ἄλλος οὖν ὁ τῆς δεσποτείας ἐκεῖ τρόπος καὶ οὐ τοιοῦτος οἷος ὁ τῆς ἡμῶν ἐπικρατείας, ἐπεὶ καὶ ὁ τῆς δουλείας ἕτερος· αὐτοὶ γὰρ οἱ θεοὶ προσάγουσιν ἑαυτοὺς τοῖς ἑαυτῶν αἰτίοις, καὶ εἴπερ που ἄλλοθι ἡ ἐθελοδουλεία ἐστὶ, καὶ ἐν ἐκείνοις· κατὰ βούλησιν γάρ ἐστι τοῖς ὑφειμένοις ἡ τῶν τελειοτέρων ἐπικράτεια· καὶ γὰρ τὸ εἶναι τῶν κρειττόνων οὐκ ἐξίστησιν αὐτὰ τῆς ἐπιβαλλούσης μακαριότητος, καὶ τὸ ἑαυτῶν εἶναι μειζόνως ἐντίθησιν αὐτὰ τοῖς πρὸ αὑτῶν. Οὕτω δὴ καὶ ὁ νοῦς ἄρχει τῆς ἀνάγκης, κατὰ τὸν Τίμαιον, ἐν τῷ κόσμῳ, πείθων αὐτὴν τὰ πλεῖστα πρὸς τὸ βέλτιστον δρᾷν, ὥς φησι καὶ ὁ ἐν Φαίδωνι Σωκράτης· καὶ τούτων δύο τῆς τοῦ κόσμου συστάσεως ὄντων αἰτίων, διʼ ἀνάγκης μὲν γένεσις, κατὰ νοῦν δὲ ὑφέστηκε, τῷ νῷ τῆς ἀνάγκης δουλευούσης, ἵνα μένῃ τὸ πᾶν ὑπὸ νοῦ κυβερνώμενον. Δεσπόζουσι δʼ οὖν καὶ οἱ θεοὶ θεῶν καὶ οἱ ἄνθρωποι ἀνθρώπων, οἱ μὲν κατʼ οὐσίαν, οἱ δὲ κατὰ τύχην, τῆς δουλείας τῆς ἐκεῖ τοῖς θεοῖς ὑποτεταγμένης· πᾶσα γὰρ ἡ σειρὰ τῆς δουλείας ὑπὸ τὴν θείαν ἐστὶ δεσποτείαν· οὐ γὰρ ὁμοταγὴς ἡ δεσποτεία πρὸς τὴν δουλείαν. ἀλλʼ ὡς ἐν συντεταγμένοις ὑπερτέρα, τὰ δὲ ὑπέρτερα κρατεῖν ἀνάγκη πάντων ὧν τὰ καταδεέστερα. Πάσης οὖν τῆς κατὰ τὴν αὐτοδουλείαν σειρᾶς ὑπὸ τὴν αὐτοδεσποτείαν οὔσης, εἰκότως καὶ οἱ θεοὶ κατὰ τὴν ἑαυτῶν δεσποτικὴν δύναμιν δεσπόζουσι· καὶ οὐ θεῶν μόνον οἱ ὁλικώτεροι τῶν μερικωτέρων, ἀλλὰ καὶ ἀνθρώπων κατὰ περιοχὴν μετεχόντων τῆς αὐτοδουλείας τὰ χείρονα δοῦλα τῶν ἀμεινόνων ποιούσης.

`944`

Οὐκοῦν καὶ ἐπιστήμη, φάναι, αὐτὴ μὲν ὃ ἔστιν ἐπιστήμη, τῆς ὃ ἔστιν ἀλήθεια, αὐτῆς ἂν ἐκείνης εἴη ἐπιστήμη; **—**

Πάνυ γε. **—**

Ἑκάστη δὲ αὖ τῶν ἐπιστημῶν ἣ ἔστιν, ἑκάστου τῶν ὄντων ὃ ἔστιν, εἴη ἂν ἐπιστήμη. Ἢ οὔ; **—**

Ναί.

`945–946`

Τὴν θείαν ἐπιστήμην ἐξύμνησε καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης, ἀναγαγὼν ἐπὶ τὰς νοερὰς καὶ νοητὰς τάξεις τὰς ὅλας ψυχὰς, καὶ θεωρεῖν αὐτὰς εἰπὼν ἐκεῖ αὐτὴν δικαιοσύνην καὶ αὐτὴν σωφροσύνην καὶ αὐτὴν ἐπιστήμην τῇ μέσῃ τάξει τῶν θεῶν τούτων συνουσιωμένας· ἐκεῖ δὲ καὶ τὴν ἀλήθειαν εἶναι τὴν ἀπὸ τῶν νοητῶν προϊοῦσαν καὶ πᾶσι τοῖς μέσοις γένεσι τῶν θεῶν ἐπιλάμπουσαν τὸ νοητὸν φῶς ὁ αὐτὸς ἀφωρίσατο, καὶ συνῆψε τὴν ἐπιστήμην ἐκείνην πρὸς τὴν ἀλήθειαν ἐκείνην· καὶ δέδεικται κἀμοὶ καὶ τῷ ἐμῷ καθηγεμόνι ταῦτα, τὰς ἐν Φαίδρῳ τοῦ Σωκράτους ἐνθέους ἐπιβολὰς διερευνωμένοις. Εἰ τοίνυν καὶ ἐν τούτοις περὶ τῶν εἰδητικῶν διακόσμων τὸν λόγον ποιούμενος αὐτὴν ἐπιστήμην αὐτῆς εἶναί φησιν ἀληθείας, οὐ θαυμαστόν· ἐκεῖ γὰρ καὶ ἡ ἐπιστήμη καὶ ἡ ἀλήθεια καὶ πάντα τὰ ἐν ἐκείνοις εἴδη μετέχει καὶ αὐτῆς ἐπιστήμης καὶ αὐτῆς ἀληθείας· τῆς μὲν νοερὰ τὰ ἐκεῖ πάντα ποιούσης, ἡ γὰρ αἰώνιος καὶ μονοειδὴς νόησις τῶν αἰωνίων αὕτη ἐστὶν ἡ ἐπιστήμη· τῆς δὲ νοητὰ, τὸ γὰρ τῆς ἀληθείας φῶς νοητὸν ὂν μεταδίδωσιν αὐτοῖς τῆς νοητῆς δυνάμεως. Ἐπειδὴ δὲ καὶ τούτων πολλαὶ τάξεις τῶν μέσων εἰδῶν — τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἀκρότατα, καθάπερ φασὶ, καὶ ἑνοειδῆ καὶ νοητὰ, τὰ δὲ συνοχικὰ καὶ συνδετικὰ τῶν ὅλων, τὰ δὲ τελεσιουργὰ καὶ ἐπιστρεπτικὰ —, διὰ δὴ τοῦτο μετὰ τὴν μίαν ἐπιστήμην καὶ τῶν πολλῶν ἐμνημόνευσεν· ἄνωθεν γὰρ πρόεισι διὰ πάντων τῶν γενῶν μετὰ τοῦ τῆς ἀληθείας φωτός· τοῦτο γάρ ἐστι τὸ ἓν τὸ ἐν ἑκάστῃ τάξει, καὶ τὸ νοητὸν ᾧ συνέζευκται καὶ νόησις. Ὡς οὖν ἡ ὅλη νόησις τοῦ ὅλου νοητοῦ, οὕτω καὶ αἱ πολλαὶ νοήσεις τοῖς πολλοῖς ἥνωνται νοητοῖς. Ταῦτα οὖν τὰ εἴδη τὰς νοήσεις ἡνωμένας ἔχει τοῖς ἑαυτῶν νοητοῖς, τελέως ἐξῃρημένα τῆς ἡμετέρας γνώσεως· τὰ μὲν γὰρ νοερὰ, καὶ εἰ ἐξῄρηται ἡμῶν, ἀλλʼ, ἐπειδὴ προσεχῶς ἀπʼ αὐτῶν ὑπέστημεν, ἔστι πως ἐν ἡμῖν, καὶ γνῶσις ἡμῖν τούτων ὑπάρχει, καὶ διὰ τούτων τῆς ἀγνώστου καὶ τῶν θειοτέρων ὑπεροχῆς. Οὐ δεῖ δὲ λέγειν, καθάπερ φασὶ τῶν τοῦ Πλάτωνος φίλων τινὲς, τὴν θείαν ἐπιστήμην αὐτὴν μὲν μὴ ἐπίστασθαι, τοῖς δὲ ἄλλοις τοῦτο παρέχειν ἀφʼ ἑαυτῆς· ἕκαστον γὰρ τῶν θείων εἰς ἑαυτὸ πρώτως ἐνεργεῖ καὶ ἀφʼ ἑαυτοῦ τῆς ἰδιότητος ἄρχεται, καὶ τὸ ζωῆς αἴτιον ἑαυτὸ πεπλήρωκε ζωῆς, καὶ τὸ τελειότητος ἑαυτὸ τέλειον ἀπεργάζεται. Καὶ τοίνυν καὶ τὸ τοῖς ἄλλοις τοῦ γιγνώσκειν χορηγὸν αὐτὸ πρὸ τῶν ἄλλων ἔχει τὴν τῶν ὄντων γνῶσιν, ὅπου καὶ ἡ παρʼ ἡμῖν ἐπιστήμη εἴδωλον οὖσα τῆς αὐτοεπιστήμης τά τε ἄλλα γιγνώσκει καὶ πρὸ τῶν ἄλλων ἑαυτήν. Ἢ τίς ἐστιν ἡ λέγουσα τί ποτέ ἐστιν αὐτὸ τοῦτο ἐπιστήμη; πῶς δὲ οὐχὶ τῆς αὐτῆς ἐστι δυνάμεως τὰ πρός τι, ὡς ἅμα ἐστὶν, ἅμα γιγνώσκειν; Γιγνώσκουσα οὖν τὰ ἐπιστητὰ, καὶ ἑαυτὴν γιγνώσκει ἐπιστήμην οὖσαν ἐκείνων. Ἀλλʼ οὐδὲ τὰς ἄλλας ἐπιστήμας τῶν ἐπιστητῶν ῥητέον εἶναι, τὴν δὲ θείαν ἐπιστήμην αὐτὸ τοῦτο ἐπιστήμην ἐπιστημῶν, ἀλλʼ οὐκ ἐπιστητῶν εἶναι γνῶσιν, καὶ τοῦτο ἐξαίρετον ὑπάρχειν ἐκείνης· εἰ μὲν γὰρ ἄλλαι ἐπιστῆμαι σύστοιχοι πρὸς τὴν μίαν εἰσὶν, γιγνώσκοι ἂν αὐτὴ καὶ τὰς ἐπιστήμας αὐτὰς καὶ τὰ σύζυγα αὐταῖς ἐπιστητὰ πάντα τῷ ἐκείνας γιγνώσκειν, διότι πρὸς ἄλληλά ἐστιν ἅ ἐστιν· εἰ δὲ ἐξῄρηται τῶν πολλῶν ἡ μία καὶ οὐκ ἐπιστρέφει πρὸς αὐτὰς, ἐν ἑαυτῇ κατʼ ἐνέργειαν ἕστηκε, καὶ ἔχει σύζυγον πρὸς ἑαυτὴν τὸ ἁπλῶς ἐπιστητόν· καὶ ὥσπερ ἡ γνῶσις αὐτῆς ἁπλῆ καὶ μονοειδὴς, οὕτω καὶ τὸ γνωστόν ἐστι καὶ ἑνιαῖον καὶ περιεκτικὸν ἐκείνων ἁπάντων. Ἔστι μὲν οὖν ἡ αὐτοεπιστήμη, καὶ τοῖς μετέχουσιν αὑτῆς αἰτία τοῦ ἐπίστασθαι, καὶ ἑαυτῇ πολὺ πρότερον· οὐσία γάρ ἐστιν ἐν τῷ γνῶσις εἶναι καὶ ἑαυτῆς καὶ τοῦ ὄντος οὐσιωμένη· οὐ γὰρ ἕξις ἡ ἐκεῖ ἐπιστήμη οὐδὲ ποιότης, ἀλλʼ ὕπαρξις αὐτοτελὴς ἑαυτῆς οὖσα καὶ ἐν ἑαυτῇ παγεῖσα, καὶ τῷ ἑαυτὴν γιγνώσκειν τὸ πρώτως ἐπιστητὸν, ὃ δή ἐστι τὸ ἁπλῶς ὂν, γιγνώσκουσα· πρὸς τοῦτο γὰρ σύζυγός ἐστιν, ὡς νοῦς ἁπλῶς πρὸς τὸ ἁπλῶς νοητὸν, καὶ ἡ ἁπλῶς αἴσθησις πρὸς τὸ ἁπλῶς αἰσθητόν. Αἱ δὲ πολλαὶ μετʼ ἐκείνην αὐτοεπιστῆμαι πρόοδοί τινές εἰσι τῆς μιᾶς, σύζυγοι πρὸς τὰ πλήθη τῶν ὄντων ὧν περιέχει τὸ τῆς μιᾶς ἐκείνης ἐπιστήμης ὄν· καὶ τὸ ἓν πολλά ἐστι, καὶ ἡ ἐπιστήμη ὡσαύτως· καὶ τὸ μὲν ἑνιαῖον αὐτῆς τῷ ἑνὶ τοῦ ὄντος ἥνωται, καὶ ἐκεῖνο γιγνώσκει καὶ τὸ αὐτῆς ἕν· τὸ δὲ πλῆθος τὰ πλήθη τῶν ὄντων, ἅπερ εἴληφεν ἐκεῖνο τὸ ὂν, καὶ ἑαυτό· καὶ τὰ μὲν εἰσὶν οὐσίαι γνωστικαὶ, τὰ δὲ ὑποστάσεις γνωστικαὶ, καὶ μία τούτων ἕνωσις προσήκουσα ταῖς ἁπλαῖς τῶν εἰδῶν ὑποστάσεσιν.

Ἡ δὲ παρʼ ἡμὶν ἐπιστήμη οὐ τῆς παρʼ ἡμῖν ἂν ἀληθείας εἴη; καὶ αὖ ἑκάστη ἡ παρʼ ἡμῖν ἐπιστήμη τῶν παρʼ ἡμῖν ὄντων ἑκάστου ἂν ἐπιστήμη συμβαίνοι εἶναι; **—**

Ἀνάγκη.

`947–948`

Μετέχομέν πως καὶ ἡμεῖς ἀληθείας, ἀλλʼ οὐ ταύτης ἧς ἐκεῖνα τὰ εἴδη μετείληφεν, ἀλλὰ τῆς τῇ ἡμετέρᾳ τάξει παρὰ τῆς δημιουργίας ἐνδιδομένης· καὶ ἡ παρʼ ἡμῖν ἐπιστήμη ταύτης ἐστὶ τῆς ἀληθείας. Εἰσὶ δὲ καὶ μερικώτεραι ταύτης γνώσεις, αἱ μὲν ἄλλο, αἱ δὲ ἄλλο γνωστὸν ἀνελίττουσαι· καὶ αἱ μὲν περὶ τὴν γένεσιν στρεφόμεναι καὶ τὴν ταύτης ποικιλίαν, αἱ δὲ τὴν ὅλην διερευνώμεναι φύσιν, αἱ δὲ τὰς ὑπερφυεῖς τῶν ὄντων ὑποστάσεις θεωροῦσαι· καὶ αἱ μὲν αἰσθήσεσι προσχρώμεναι καὶ μετὰ τούτων τὸ σφέτερον ἔργον συμπεραίνουσαι, αἱ δὲ τῶν τῆς φαντασίας προσδεόμεναι μορφωτικῶν γνώσεων, αἱ δὲ τοῖς δοξαστικοῖς ἀρκούμεναι λόγοις, αἱ δὲ τὸν καθαρὸν λόγον αὐτὸν εἰς ἑαυτὸν ἐπιστρέφουσαι, αἱ δὲ εἰς τὸν νοῦν ἀνατείνουσαι τὸν ἐν ἡμῖν λόγον· ὑπὲρ ὧν καὶ ὁ ἐν Φιλήβῳ Σωκράτης ἀφορίζεται, τό τε καθαρὸν αὐτῶν καὶ εἰλικρινὲς καὶ τὸ μὴ τοιοῦτον διακρίνων, καὶ λέγων τὰς μὲν αἰσθήσεσι χρωμένας καὶ τοῦ εἰκότος ἀναπεπλησμένας οὐ καθαρὰς, τὰς δὲ ἄνευ τούτων οὔσας γνώσεις καθαρὰς καὶ ἀκριβεῖς· ὅπου καὶ πασῶν τεχνῶν προὔθηκε τὰς τρεῖς, ἀριθμητικὴν, μετρικὴν, στατικὴν, καὶ τούτων ἄλλας τὰς φιλοσόφους τῶν παρὰ τοῖς πολλοῖς, καὶ τούτων αὐτὴν διαλεκτικὴν, τὸ καθαρώτατον οὖσαν νοῦ καὶ φρονήσεως. Τοσαύτης τοίνυν διαφορότητος ἐν ταῖς ἐπιστήμαις οὔσης, δῆλον ὡς αἱ μὲν ἄλλων, αἱ δὲ ἄλλων εἰσὶν ἐπιστητῶν κριτικαὶ καὶ αὐτῶν τῶν εἰς ἀνάμνησιν ἡμῖν τοῦ ὄντος συμβαλλομένων· οἷον γεωμετρία μὲν τὸν σχήματος ἐν ἡμῖν θεωροῦσα λόγον, ἀριθμητικὴ δὲ τὸ ἓν τῶν ἀριθμῶν εἶδος ἐξαπλοῦσα ταῖς ἑαυτῆς ἀποδείξεσιν, ἄλλη δὲ ἄλλο τι τῶν κατὰ μέρος ἐπιστητῶν ἅ ἐστι παρʼ ἡμῖν ὄντα, τὴν θεωρίαν περὶ τούτων ποιουμένη. Δεῖ δὴ τοῦ τῆς ἐπιστήμης ὀνόματος ἀσφαλῶς ἀκούειν, καὶ οὔτε τὰς τέχνας παράγειν εἰς μέσον καὶ ζητεῖν καὶ τούτων ἰδέας, αἷς αἱ χρεῖαι τὴν γένεσιν ἔδοσαν παρʼ ἡμῖν, εἰκόνων εἰκόσιν οὔσαις· τὰς γὰρ ὡς ἀληθῶς ἐπιστήμας ἐνεικονίζονται. Καθάπερ οὖν τῶν εἰς οὐσίαν τελούντων συμβεβηκότων εἶναί φαμεν ἰδέας, ἀλλʼ οὐχὶ τῶν ἀπὸ τούτων ἐν ἄλλοις μόνον κατὰ συμβεβηκὸς ὑποστάντων καὶ ἤδη τελείοις οὖσι τοῖς εἴδεσιν ἐπεισελθόντων, ὡς ἔμπροσθεν διωρίζομεν· ἀπηχήματα γὰρ εἶναι ταῦτα τῶν ἐκεῖθεν πρώτως ὑποστάντων· οὕτω δὴ καὶ τὰς τέχνας εἴδωλα τῶν ἐπιστημῶν οὔσας ἐνταῦθα τὴν γένεσιν ἔχειν, τὰς δὲ ἐπιστήμας αὐτὰς ἀπὸ τῶν ἐκεῖ προϋπαρχουσῶν ἐπιστημῶν ἐπιστῆναι, διʼ ὧν καὶ ἡμῖν ἡ πρὸς ἐκείνας ἄνοδος καὶ ἡ πρὸς νοῦν ἀφομοίωσις. Ὥσπερ δὲ ἐκεῖ τὴν μίαν ἐπιστήμην εἶναι πρὸ τῶν πολλῶν ἀναγκαῖον, τῆς αὐτὸ ὃ ἔστιν ἀληθείας οὖσαν ἐπιστήμην, ὥσπερ τὰς πολλὰς τῶν ἀληθῶν — τὸ γὰρ ἑκάστης ἴδιον ἐπιστητόν τις ἀλήθειά ἐστιν· οὕτω δὴ καὶ τῶν παρʼ ἡμῖν ἐπιστημῶν πολλῶν οὐσῶν, δεῖ τὸ ἓν καὶ ὅλον τῆς ἐπιστήμης εἶδος ἐφʼ ἑαυτοῦ νοεῖν, οὔτε συμπληρούμενον ὑπὸ τῶν πολλῶν, οὔτε συνταττόμενον ταῖς πολλαῖς, ἀλλʼ αὐτὸ καθʼ αὑτὸ προϋπάρχον· τὰς δὲ πολλὰς κατανειμαμένας τὴν μίαν τῆς ἐπιστήμης δύναμιν καὶ ἄλλην οὕτως ἐπʼ ἄλλῳ γνωστῷ ταχθεῖσαν, καὶ πάσας εἰς ἐκείνην ἀναφερομένας, καὶ τὰς ἀρχὰς παρʼ ἐκείνης δεχομένας. Ἔστι μὲν οὖν ἡ παρʼ ἡμῖν ἐπιστήμη τῆς θείας ἐξηλλαγμένη, διὰ δὲ ταύτης ἐπʼ ἐκείνην ἄνιμεν· καὶ οὔτε τὸν νοητὸν κόσμον ἐν ἡμῖν δεῖ τιθέναι, καθάπερ λέγουσί τινες, ἵνα γιγνώσκωμεν ἐν ἡμῖν ὄντα τὰ νοητά· ἐξῄρηται γὰρ ἡμῶν καὶ αἰτία ἐστὶ τῆς ἡμετέρας οὐσίας· οὔτε μένειν τι τῆς ψυχῆς ἄνω ῥητέον, ἵνα διʼ ἐκείνου τὴν πρὸς τὰ νοητὰ συνάφειαν ἔχωμεν· τὸ γὰρ ἄνω μένον ἀεὶ τῷ ἀφισταμένῳ τῆς οἰκείας νοήσεως οὐκ ἄν ποτε γένοιτο σύζυγον, οὐδʼ ἂν τὴν αὐτὴν συμπληρώσειεν οὐσίαν· οὔτε ὁμοούσιον τὴν ψυχὴν ὑποθετέον τοῖς θεοῖς· καὶ γὰρ τὴν ἐξ ἀρχῆς ἡμῶν ὑπόστασιν ἐκ δευτέρων καὶ τρίτων παρήγαγεν ὁ γεννήσας πατήρ· τοιαῦτα γάρ τινες ἠναγκάσθησαν θέσθαι δόγματα, ζητοῦντες ὅπως ἡμεῖς οἱ πεσόντες εἰς τόνδε τὸν τόπον τὰ ὄντα γιγνώσκομεν, καὶ ταῦτα τῆς ἐκείνων γνώσεως οὐ πεσόντων οὔσης, ἐγερθέντων δὲ καὶ νηψάντων ἀπὸ τῆς πτώσεως· ἀλλὰ μένοντας ἡμᾶς ἐν τῇ οἰκείᾳ τάξει, καὶ εἰκόνας ἔχοντας οὐσιώδεις τῶν ὅλων, διὰ τούτων ἐπιστρέφειν εἰς ἐκεῖνα λεκτέον, καὶ νοεῖν ἀφʼ ὧν ἔχομεν συνθημάτων τὰ ὄντα συστοίχως μὲν οὖσι, δευτέρως δὲ καὶ κατὰ τὴν ἑαυτῶν ἀξίαν, τὰ δὲ παρʼ ἡμῖν συστοίχως, ἐν ἑνὶ τά τε γνωστὰ καὶ τὴν γνῶσιν περιειληφότας.

`949`

Ἀλλὰ μὴν αὐτά γε τὰ εἴδη, ὡς ὁμολογεῖς, οὔτʼ ἔχομεν οὔτε παρʼ ἡμῖν οἷόν τε εἶναι. **—**

Οὐ γὰρ οὖν. **—**

Γιγνώσκεται δέ γέ που ὑπʼ αὐτοῦ τοῦ εἴδους τοῦ τῆς ἐπιστήμης αὐτὰ τὰ γένη, ἃ ἔστιν ἕκαστα; **—**

Ναί. **—**

Ὅ γε ἡμεῖς οὐκ ἔχομεν. **—**

Οὐ γάρ. **—**

Οὐκ ἄρα ὑπό γε ἡμῶν γιγνώσκεται τῶν εἰδῶν οὐδὲν, ἐπειδὴ αὐτῆς ἐπιστήμης οὐ μετέχομεν. **—**

Οὐκ ἔοικεν.

`950`

Ἐν τούτοις ἀπὸ τῶν προειρημένων ἀξιωμάτων ὁρμώμενος συνάγει τὸ προκείμενον οὕτω πως· τὰ ἐξῃρημένα εἴδη καθʼ αὑτά· τὰ καθʼ αὑτὰ καὶ αὑτῶν ὄντα οὐκ ἔστιν ἐν ἡμῖν· τὰ οὐκ ὄντα ἐν ἡμῖν οὐκ ἔστι σύστοιχα πρὸς τὴν ἡμετέραν ἐπιστήμην· τὰ μὴ ὄντα σύστοιχα πρὸς τὴν ἡμετέραν ἐπιστήμην ἄγνωστά ἐστιν ὑπὸ τῆς ἡμετέρας ἐπιστήμης· τὰ ἄρα ἐξῃρημένα εἴδη ἄγνωστά ἐστι πρὸς τὴν ἡμετέραν ἐπιστήμην· νῷ γὰρ μόνῳ τῷ θείῳ θεατά ἐστι· καὶ πάντα μὲν τὰ εἴδη, διαφερόντως δὲ ὅσα καὶ τῶν νοερῶν ἐστιν ἐπʼ ἐκεῖνα θεῶν· οὔτε γὰρ ἡ αἴσθησις, οὔτε ἡ δοξαστικὴ γνῶσις, οὔτε ὁ καθαρὸς λόγος, οὔτε ἡ νοερὰ γνῶσις ἡ ἡμετέρα συνάπτει τὴν ψυχὴν τοῖς εἴδεσιν ἐκείνοις, μόνη δὲ ἡ ἀπὸ τῶν νοερῶν θεῶν ἔλλαμψις δυνατοὺς ἡμᾶς ἀποφαίνει συνάπτεσθαι τοῖς νοητοῖς ἐκείνοις καὶ νοεροῖς εἴδεσιν, ὥς πού φησί τις λέγων ἐνθέως. Ἄγνωστος οὖν ἡμῖν ἡ φύσις τῶν εἰδῶν ἐκείνων, ὡς κρείττων τῆς ἡμετέρας νοήσεως καὶ τῶν μεριστῶν ἐπιβολῶν τῆς ἡμετέρας ψυχῆς· διὸ καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης, ὡς προείπομεν, τελεταῖς ἀπεικάζει καὶ μυήσεσι καὶ ἐποπτείαις τὴν ἐκείνων θεωρίαν, ἀνάγων τὰς ψυχὰς εἰς τὴν ὑπʼ οὐρανὸν ἁψῖδα καὶ τὸν οὐρανὸν καὶ τὸν ὑπερουράνιον τόπον, ὁλόκληρα καὶ ἀτρεμῆ φάσματα καὶ ἁπλᾶ καὶ εὐδαίμονα καλῶν αὐτῶν ἐκείνων τὰ θεάματα. Δεδείχαμεν γοῦν πάλαι διὰ τῶν εἰς τὴν παλινῳδίαν γραφέντων, ὅτι πᾶσαι αἱ τάξεις ἐκεῖναι μέσαι τῶν νοερῶν εἰσι θεῶν καὶ τῶν πρώτων νοητῶν, ὡς οἶμαι, διʼ ἐναργεστάτων ἐφόδων· ὥστε δῆλον ὅπως ἔχει τινὰ καὶ τὸ νῦν λεγόμενον ἀλήθειαν. Τῶν οὖν νοερῶν εἰδῶν, ὅπερ εἴρηται καὶ πρότερον, τὴν γνῶσιν αὐτὸς ἡμῖν ἐνέθηκεν ὁ δημιουργὸς καὶ πατὴρ τῶν ψυχῶν· τῶν δὲ ὑπὲρ νοῦν, οἷα δή ἐστι τὰ εἴδη τὰ ἐν ἐκείναις ταῖς τάξεσιν, ἡ γνῶσις ἐξῄρηται τῶν ἡμετέρων ἐπιβολῶν, καὶ ἔστιν αὐτοφυὴς, αὐταῖς μόναις γνώριμος ταῖς ἐνθεαστικαῖς ψυχαῖς, ὥστε καὶ τοῦτο δὴ τὸ νῦν συνηγμένον ἀκόλουθόν ἐστι ταῖς περὶ τῶν νοητῶν ἅμα καὶ νοερῶν εἰδῶν ὑπολήψεσι· καὶ ὅτι τῆς ἐπιστήμης αὐτῆς οὐ μετέχομεν, ἥτις αὐτὰ, φησὶ, γιγνώσκει τὰ γένη τῶν ὄντων ἕκαστα. Γένη μὲν οὖν τῶν ὄντων οὔτε τὰ κοινῶς ἐπὶ πολλοῖς φανταζόμενα ληπτέον, οὔτε ὅσα κατὰ κοινοὺς δή τινας ὑφέστηκε λόγους — ὕστερα γὰρ ταῦτα τῶν ὄντων —, ἀλλʼ ὅσα γεννητικὴν ἔχει δύναμιν ὁλικωτέραν καὶ κατʼ αἰτίαν προέχουσαν τῶν ἐν τοῖς μερικωτέροις εἴδεσιν ἀπογεννήσεων· ὡς γὰρ ἐνταῦθα τὰ γένη τῶν εἰδῶν ἢ ἐν πλείοσι φαντάζεται, ἢ πλειόνων κατηγορεῖται, οὕτω τὰ ἐν ἐκείνοις ἐστὶν ἀρχηγικώτερα καὶ τελειότερα καὶ περιληπτικώτερα τῶν ἄλλων εἰδῶν, ἁπλότητί τε διαφέροντα καὶ γονίμῳ δυνάμει τῶν περιεχομένων. Ταῦτα δὲ γιγνώσκεσθαι ῥητέον ὑπὸ τοῦ εἴδους τῆς ἐπιστήμης ὡς ἄνωθεν ἀρχομένης, καὶ ἡνωμένως μὲν τὰ πεπληθυσμένα πάντα, ὁλικῶς δὲ τὰ μερικὰ συλλαβούσης κατὰ μίαν ἑνοειδῆ γνῶσιν· ὃ δὴ καὶ ἡ παρʼ ἡμῖν ἐπιστήμη βούλεται ποιεῖν, ἐκ τῶν αἰτιῶν ἀεὶ θεωροῦσα τὰς τῶν ὄντων προόδους, δευτέραν τάξιν λαχούσης τῆς ἐπιστήμης.

Ἄγνωστον ἄρα ἡμῖν ἐστι καὶ αὐτὸ τὸ καλὸν ὃ ἔστι καὶ τὸ ἀγαθὸν καὶ πάντα, ἃ δὴ ὡς ἰδέας αὐτὰς οὔσας ὑπολαμβάνομεν. **—**

Κινδυνεύει.

`951`

Τὸ καλὸν καὶ τὸ ἀγαθὸν ἄνωθεν ἀπὸ τῆς ἄκρας τῶν νοητῶν κορυφῆς πρόεισιν ἐπὶ πάντα τὰ δεύτερα γένη τῶν θεῶν· πρεπώδη γοῦν οἱ μέσοι διάκοσμοι τῶν εἰδῶν ὑποδέχονται τὴν πρόοδον αὐτῶν, κατὰ μὲν τὸ ἀγαθὸν πλήρεις ὑπάρχοντες τῆς ἑαυτῶν τελειότητος καὶ τοῦ ἱκανοῦ καὶ ἀνενδεοῦς, κατὰ δὲ τὸ καλὸν ἐράσμιοι τοῖς δευτέροις ὄντες, καὶ ἀναγωγοὶ τῶν προελθόντων, καὶ συνδετικοὶ τῶν διῃρημένων αἰτιῶν· ἡ γὰρ πρὸς τὸ καλὸν ἐπιστροφὴ συνάγει πάντα καὶ ἑνοῖ, καὶ ὡς πρὸς ἓν συνερείδει κέντρον. Ταῦτʼ οὖν, τὸ ἀγαθὸν λέγω καὶ τὸ καλὸν, κρυφίως μὲν ἔστι καὶ ἑνοειδῶς ἐν τοῖς πρώτοις, συστοίχως δὲ λοιπὸν ἑκάστοις ἐν ταῖς διαφόροις τάξεσι συνεξαλλάττεται· ὥστʼ οὐ θαυμαστὸν εἰ ἔστι τι καλὸν αἰσθήσει μόνῃ γνωστὸν, ἄλλο δὲ δόξῃ γνωριζόμενον, ἄλλο δὲ διανοήσει θεωρούμενον, ἄλλο δὲ νοήσει μετὰ λόγου, ἄλλο δὲ νοήσει καθαρᾷ, ἄλλο δὲ καὶ ἄγνωστον, καθʼ αὑτὸ παντελῶς ἐξῃρημένον καὶ τῷ ἑαυτοῦ φωτὶ μόνῳ καθορᾶσθαι δυνάμενον.

Ὅρα δὴ ἔτι τούτου δεινότερον τόδε. **—**

Τὸ ποῖον; **—**

Φαίης ἂν, ἢ οὔ; εἴπερ ἔστιν αὐτό τι γένος ἐπιστήμης, πολὺ αὐτὸ ἀκριβέστερον εἶναι ἢ τὴν παρʼ ἡμῖν ἐπιστήμην; καὶ κάλλος καὶ τἄλλα πάντα οὕτω; **—**

Ναί.

`952–959`

Οἱ μὲν προειρημένοι λόγοι θεολογικώτερον ἡμῖν ἐξετάζουσι μέχρι τῶν νοητῶν ἅμα καὶ νοερῶν εἰδητικῶν διακόσμων ἀνεληλύθασι· ψευδεῖς γὰρ ὄντες καὶ ἀπορητικοὶ μόνον ἐπὶ τῶν νοερῶν ἀληθεῖς ἀπεφάνθησαν, καὶ ἐνθεαστικοὶ πάντες ἐπʼ ἐκείνων περὶ ὧν ὁ παρὼν λόγος, καὶ ἐπʼ αὐτὴν ἀνάγουσι τῶν εἰδῶν τὴν ἐν τῷ νοητῷ προϋπάρχουσαν, ἐν σχήματι μὲν ἀπορίας, ὡς παρὰ τῶν νοερῶν προϊόντες, τῇ δὲ ἀληθείᾳ τὴν ἰδιότητα σημαίνοντες αὐτῶν τῶν πρωτίστων εἰδῶν. Αὐτὸ γοῦν τοῦτο τὸ μὴ γιγνώσκειν τὰ τῇδε μηδὲ δεσπόζειν αὐτῶν προϊὼν δείκνυσιν ὁ λόγος, ἐπὶ μὲν τῶν δημιουργικῶν ἰδεῶν, ψεῦδος· ἀπὸ τούτων γὰρ ὑπέστη τὰ τῇδε, καὶ αὗται κρατοῦσι τῆς ποιήσεως αὐτῶν καὶ τῆς παντοίας εἰς τὰ ἄτομα εἴδη διαιρέσεως, ὥστε καὶ τὴν πρόνοιαν αὐτῶν καὶ τὴν ἐπικράτειαν αὐτὰ προειλήφασιν· ἐπὶ δέ γε τῶν πρωτίστων καὶ ἑνικωτάτων ἰδεῶν καὶ νοητῶν ὄντως οὐσῶν, ἀληθέστατόν ἐστιν· αὗται γὰρ ἐν τῷ νοητῷ νῷ πρῶτον ἀπὸ τοῦ ὄντος ἐκφανεῖσαι μονοειδῶς καὶ ἡνωμένως καὶ ὁλικῶς· τῶν γὰρ κοινοτάτων καὶ περιληπτικωτάτων γενῶν τὰς πατρικὰς περιέχουσαι αἰτίας, κρείττους εἰσὶ καὶ τῆς διῃρημένης τῶν τῇδε γνώσεως καὶ τῆς προσεχοῦς τῶν αἰσθητῶν δεσποτείας· θεῶν γὰρ ἐκεῖνοι δεσπόται τῶν ἀπʼ αὐτῶν ἐκφανέντων οἱ νοητοὶ θεοὶ, καὶ ἡ γνῶσις αὐτῶν ἐπέκεινά ἐστι πασῶν τῶν ἄλλων θείων γνώσεων. Εἰς ἃ καὶ ὁ Πλάτων ἀποβλέπων συνάγει διὰ τούτων, ὡς οὔτε εἰσὶν ἡμῶν δεσπόται οἱ θεοὶ οὔτε τὰ ἀνθρώπινα πράγματα γιγνώσκουσιν· αἱ γὰρ εἰρημέναι τούτων αἰτίαι ἐν τοῖς νοεροῖς εἰσι θεοῖς καὶ αἱ κρατητικαὶ δυνάμεις αὐτῶν· αἱ δὲ τῶν νοητῶν ὑπερίδρυνται πασῶν τοιούτων διαιρέσεων, κατὰ δὲ τὰς ἡνωμένας καὶ ἁπλουστάτας αἰτίας τὰ πάντα παράγουσι, καὶ μία καὶ ἀθρόα καὶ ἑνοειδὴς ἥ τε ποίησις καὶ ἡ γνῶσις αὐτῶν. Ἡ γοῦν ἐκεῖ νοητὴ τοῦ οὐρανίου γένους αἰτία πάντα παράγει τὰ οὐράνια, θεοὺς, ἀγγέλους, δαίμονας, ἥρωας, ψυχὰς, οὐ καθόσον δαίμονες ἢ ἄγγελοι — τοῦτο γὰρ τῶν μεριστῶν αἰτιῶν ἴδιον καὶ τῶν διῃρημένων ἰδεῶν, ὧν οἱ νοεροὶ πεποίηνται τὴν εἰς τὸ πλῆθος διαίρεσιν —, ἀλλὰ καθόσον πάντα θεῖά πώς ἐστι τὰ γένη ταῦτα καὶ οὐράνια, καὶ καθόσον ὕπαρξιν ἔλαχεν ἡνωμένην πρὸς θεούς· καὶ ἑκάστη τῶν λοιπῶν ὡσαύτως, οἷον ἡ τοῦ πεζοῦ καὶ χερσαίου παντὸς νοητὴ ἰδέα τῶν καθʼ ἓν ἕκαστον εἶδος διακεκριμένων οὐκ ἂν δεσπόζειν ῥηθείη· τοῦτο γὰρ τῶν ἀπʼ αὐτῆς ἐστιν εἰς πλῆθος διῃρημένων, ἀλλὰ πάντων ὡς ἑνὸς γένους προστατεῖν· τὰ γὰρ ἐγγυτέρω τοῦ ἑνὸς ὁλικώτερον ὑφίστησι καὶ ἑνοειδέστερον, ἢ πάντα ὅσα μερικώτερον τὰ μετὰ ταῦτα καὶ μᾶλλον πεπληθυσμένως· οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων νοητῶν ἰδεῶν, ἃς ὁ νοητὸς περιέχει νοῦς. Ἀλλὰ ταῦτα μὲν καὶ προϊόντες μᾶλλον ἐπισκεψόμεθα. Τὴν δὲ τοῦ Πλάτωνος περὶ προνοίας δόξαν σαφέστατα μὲν οὖν ὁ Ἀθηναῖος ξένος δεδήλωκεν, ὅπου καὶ γιγνώσκειν πάντα τοὺς θεοὺς καὶ δύναμιν ἔχειν κυβερνητικὴν τῶν πάντων ἀπέφηνεν ὁ λόγος· οὐ μὴν ἀλλὰ καὶ ἐν τούτοις, τάχα μὲν οὐ κατὰ καιρὸν, ἐπεισκυκλεῖν δὲ ὅμως εἰώθασι τοὺς περὶ προνοίας λόγους ταῖς περὶ τῶν εἰδῶν ταύταις ἀπορίαις. Συντόμως οὖν καὶ ἡμεῖς περὶ τοῦδε λέγομεν. Ὅτι μὲν οὖν, εἰ καὶ ἀπορεῖ πρὸς τὴν γνῶσιν καὶ τὴν ἐπικράτειαν τὴν θείαν τὴν διὰ πάντων διήκουσαν, ὁ Παρμενίδης εὐθὺς ἐκ πρώτης λέξεως ἐδήλωσε τὴν ἀτοπίαν τῆς τοιαύτης ὑποθέσεως, φανερόν· τὸ γὰρ δεινότερον προσειπεῖν τὸ συμπέρασμα τῆς ἀπορίας ταύτης ἢ τὸ τῆς προτέρας, μετρίως, οἶμαι, δείκνυσιν ὅπως κατέγνωκε τῶν τὴν πρόνοιαν ἀναιρούντων λόγων· δεινὸν μὲν γὰρ καὶ τὸ φάναι μὴ γιγνώσκεσθαι τοὺς θεοὺς ὑφʼ ἡμῶν λογικῶν ὄντων καὶ νοερῶν καὶ θεῖόν τι κατʼ οὐσίαν ἐχόντων, δεινότερον δὲ τὸ ἀνελεῖν καὶ αὐτὴν τὴν γνῶσιν τῶν θείων· τὸ μὲν γάρ ἐστι μὴ ἐπιστρεφόντων πρὸς τὸ θεῖον, τὸ δὲ κωλυόντων τὴν ἐπὶ πάντα προϊοῦσαν ἀγαθότητα τῶν θεῶν, καὶ τὸ μὲν περὶ τὴν ἡμετέραν οὐσίαν, τὸ δὲ περὶ τὴν θείαν αἰτίαν πλημμελῶς ἀναστρεφομένων. Τὸ δὲ δεινότερον, οὐχ ὡς ἰσχυρότερον ἄπορον, ὡς εἰώθασι δεινοὺς λέγειν τοὺς κρατοῦντας τῇ δυνάμει τῶν λόγων, ἀλλʼ ὡς μείζονος δείματος καὶ εὐλαβείας τοῖς νοῦν ἔχουσιν ἄξιον· τὴν γὰρ ἕνωσιν τῶν ὄντων διασπᾷ καὶ διορίζει χωρὶς ἀπὸ τοῦ κόσμου τὸ θεῖον· τὴν δὲ δύναμιν ὁρίζει τὴν θείαν ὡς οὐκ ἐπὶ πάντα φθάνουσαν, καὶ τὴν γνῶσιν τὴν νοερὰν ὡς οὐχὶ παντελῆ περιγράφει· πᾶσάν τε τὴν δημιουργίαν ἀνατρέπει καὶ τὴν τάξιν τὴν ἀπὸ τῶν χωριστῶν αἰτιῶν εἰς τὸν κόσμον ἐνδιδομένην, καὶ τὴν ἀγαθότητα τὴν ἐκ μιᾶς βουλήσεως ἑνιαίως πάντα ἀποπληροῦσαν τῶν ἀγαθῶν. Οὐδενὸς δὲ τούτων ἐστὶν ἔλαττον καὶ ἡ τῆς εὐσεβείας σύγχυσις· ποία γὰρ κοινωνία πρὸς θεοὺς ἀνθρώπων ἐστὶ, τῆς τῶν τῇδε γνώσεως αὐτῶν ἀνῃρημένης; οἰχήσονται γοῦν καὶ τὸ μηδὲν ἔσονται πᾶσαι αἱ περὶ τὸ θεῖον λατρεῖαι, πάντες οἱ θεσμοὶ τῶν ἱερῶν, πάντες ὅρκοι τὴν μαρτυρίαν ἐπαγόμενοι τῶν θεῶν, αἱ ἀδίδακτοι περὶ αὐτῶν ἔννοιαι ταῖς ψυχαῖς ἐνοῦσαι. Ποία δὲ ὑπολείπεται θεῶν εἰς ἀνθρώπους δόσις, εἰ μὴ προείληπται τὰ νοερὰ μέτρα παρʼ ἐκείνοις τῆς τῶν δεχομένων ἀξίας, εἰ μὴ γνῶσιν ἔχουσι πάντων ὧν ποιοῦμεν, ὧν πάσχομεν, ὧν διανοούμεθα, κἂν μὴ πράττωμεν; Εἰκότως ἄρα δεινὸν ἀποκαλεῖ τὸν τοιούτων προϊστάμενον λόγον, οὐχ ὡς ἰσχυρὸν καὶ δυσαντίβλεπτον, ὅπερ ἔφην, ἀλλʼ ὡς δέους παντὸς ἄξιον· εἰ γὰρ καὶ ὁτιοῦν τῶν θείων νομίμων κινεῖν ἀνόσιον, τῆς ὅλης ἀνατρεπομένης περὶ αὐτῶν ὑπολήψεως, πῶς ἂν ἀδεὴς ἡ τοιαύτη τῆς καινοτομίας ὑπάρχοι παράλλαξις; Ἀλλʼ ὅτι μὲν τῆς τοιαύτης ὑποθέσεως κατέγνωκεν, ἥτις καὶ ἄγνοιαν πέμπει περὶ τὴν τῶν ἡμετέρων διοίκησιν, δῆλον καὶ ἀπὸ τούτων. Ἐπεὶ δὲ αὐτὸς τὸν θεὸν καὶ γιγνώσκειν πάντα καὶ ποιεῖν βούλεται, τῶν δὲ μετʼ αὐτόν τινες ἄρδην τοὺς τοιούτους λόγους ἀνατρέπειν ἐπεχείρησαν, φέρε καὶ περὶ τούτων ὅσα ἀπόχρη τοῖς προκειμένοις εἴπωμεν· θορυβοῦνται γὰρ τῶν ἀπʼ αὐτοῦ τινες μή πη τὸ ἀστάθμητον τῶν πραγμάτων καὶ ἄλλοτε ἄλλως φερόμενον οὐκ ἂν ἔχοι πρόνοιαν ὑφεστῶσαν καὶ θεόν· καὶ γὰρ τὰ ἀπὸ τύχης λεγόμενα καὶ ἡ φαινομένη περὶ τοὺς βίους ἀνισότης καὶ τῶν ἐνύλων ἄτακτος αὕτη φορὰ πολλὴν αὐτοῖς παρεῖχε τῆς ἀπρονοησίας ὑπόνοιαν· ἔτι δὲ τὸ μὴ πράγματα ἔχειν τὸν θεὸν ἐν ταῖς τῶν ποικίλων καὶ παντοδαπῶν λόγων ἀνελίξεσι, καὶ τὸ ἀφίστασθαι τῆς ἑαυτοῦ μακαριότητος ἀνῆγεν αὐτοὺς εἰς τὴν τοιαύτην πλημμέλειαν· τὸ γὰρ τῆς ἡμετέρας ψυχῆς πάθος καὶ τὸν θόρυβον ὃν ὑπομένει κατιοῦσα πρὸς τὴν τῶν σωμάτων ἐπιμέλειαν, τοῦτο ᾤοντο συμβήσεσθαι καὶ περὶ τὸν θεὸν, εἰ πρὸς τὴν τῶν τῇδε πραγμάτων αὐτὸν ἐπιμέλειαν τρέψαιεν· πρὸς δὲ τούτοις καὶ διὰ τὸ τῶν διαφόρων γνωστῶν ἐξηλλαγμένας εἶναι τὰς γνώσεις, αἰσθήσει μὲν τῶν αἰσθητῶν, δόξῃ δὲ τῶν δοξαστῶν γιγνωσκομένων, ἐπιστήμῃ δὲ τῶν ἐπιστητῶν καὶ νῷ τῶν νοητῶν, οὔτε αἴσθησιν οὔτε δόξαν οὔτε ἐπιστήμην ἐν θεῷ τιθέμενοι, νοῦν δὲ ἄυλον μόνον καὶ καθαρὸν, ἀπέφασκον αὐτοῦ καὶ τὴν τῶν ἄλλων ἁπάντων εἴδησιν ὅσα μὴ ἔστι νοητά· εἰ γὰρ ὕλης ἐστὶν ἐκτὸς, ἀνάγκη καὶ τῶν εἰς ὕλην τετραμμένων ἀντιλήψεων αὐτὸν καθαρεύειν, τούτων δὲ καθαρεύοντα μὴ γιγνώσκειν τὰ ἐν ὕλῃ ὄντα· καὶ διὰ ταῦτα ἄρα οἱ μὲν ἀφῄρουν, ὡς ἔφην, αὐτοῦ τὴν γνῶσιν τῶν αἰσθητῶν καὶ τὴν πρόνοιαν, οὐ διʼ ἀσθένειαν, ἀλλὰ διʼ ὑπερβολὴν γνωστικῆς ἐνεργείας· ὡς οἱ τὰ ὄμματα πλήρη τοῦ φωτὸς ἔχοντες λέγονται μὴ δύνασθαι τὰ ἐν τῷ κόσμῳ βλέπειν, τῆς ἀδυναμίας ταύτης ὑπεροράσεως οὔσης· καὶ πολλά φασι μὴ εἰδέναι καλὸν, οἷον τοῖς ἐνθεάζουσιν ὅσα περισπᾷ τὸν ἐνθεασμὸν, ἢ τοῖς ἐπιστήμοσιν ὅσα ῥυπαίνει τὴν τῆς ἐπιστήμης ὑπερβολήν. Οἱ δὲ διδόντες καὶ ἐκείνῳ τὴν τῶν αἰσθητῶν γνῶσιν, ἵνα καὶ προνοεῖν αὐτὸν φῶσιν, ἔτρεψαν αὐτοῦ τὴν ἀντίληψιν εἰς τὸ ἐκτὸς, καὶ ἐποίησαν διὰ τῶν αἰσθητῶν διήκειν καὶ ἅπτεσθαι τῶν διοικουμένων, καὶ ὠθεῖν ἕκαστα καὶ παρεῖναι πᾶσι τοπικῶς· οὐ γὰρ ἂν ἄλλως αὐτὸν δύνασθαι προνοίας ταῦτα καὶ ὁπωσοῦν ἀξιοῦν. Οἱ δὲ γιγνώσκειν μὲν αὐτὸν ἑαυτὸν εἰρήκασι, μηδὲν δὲ αὐτῷ δεῖν εἰς τὸ προνοεῖν τῶν αἰσθητῶν τῆς γνώσεως αὐτῶν, ἀλλὰ αὐτῷ τῷ εἶναι πάντα καὶ παράγειν καὶ κοσμεῖν ὅσα παράγει, μηδεμίαν ἔχοντα τῶν παραγομένων γνῶσιν· καὶ οὐδὲν εἶναι θαυμαστὸν τοῦτο, τῆς φύσεως ἄνευ γνώσεως ἀφαντάστως ποιούσης, τὸν δὲ θεὸν ταύτης διαφέρειν τῷ τὴν ἑαυτοῦ γνῶσιν ἔχειν εἰ καὶ μὴ τῶν ὑφʼ ἑαυτοῦ δημιουργουμένων. Τὰ μὲν οὖν πείθοντά τινας τὸν θεὸν ἢ μὴ χωρίζειν τῶν ἐγκοσμίων, ἢ καὶ τὴν γνῶσιν τὴν ἐν αὐτῷ τῶν δευτέρων καὶ τὴν τῇ γνώσει σύνδρομον πρόνοιαν ἀναιρεῖν, τοιαῦτα ἄττα ἦν. Ἡμεῖς δὲ καὶ ὀρθῶς φαμεν αὐτοὺς λέγειν, καὶ οὐκ ὀρθῶς· οὔτε γὰρ προνοίας οὔσης εἶναι τὸ ἄτακτον δυνατὸν, οὔτε πράγματα τὸν θεὸν ἔχειν, ἔτι μᾶλλον οὔτε διʼ αἰσθήσεως παθητικῆς τὰ αἰσθητὰ γιγνώσκειν, ὥστε ταύτῃ γε ὀρθῶς ἂν λέγοιεν. Ὅτι δὲ τὴν ἐξῃρημένην δύναμιν καὶ τὴν ἑνοειδῆ γνῶσιν τῶν θεῶν οὐκ ἴσασι, ταύτῃ δʼ αὖ μοι δοκοῦσιν ἀποσφάλλεσθαι τῆς ἀληθείας· ἐρησόμεθα γὰρ αὐτοὺς οὕτως ὅπως ἐμμελῶς· ἆρα τὸ ἐνεργοῦν πᾶν οὐχὶ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἐνεργεῖ καὶ φύσιν, καὶ ὡς ἔχει τάξεως κατὰ τὴν οὐσίαν, οὕτως αὐτῷ καὶ τὸ ἐνεργεῖν κατὰ τὴν αὑτοῦ τάξιν ὑπάρχει; οἷον φύσις μὲν φυσικῶς, νοῦς δὲ νοερῶς, καὶ ψυχὴ ψυχικῶς· κἂν τὸ γιγνόμενον ᾖ ταὐτὸν ὑπὸ πλειόνων τε καὶ διαφερόντων αἰτίων, οὐχὶ ἕκαστον ποιεῖ κατὰ τὴν ἑαυτοῦ δύναμιν, ἀλλʼ οὐχὶ κατὰ τὴν τοῦ γιγνομένου φύσιν; ἢ κατὰ τὸν αὐτὸν τρόπον ἄνθρωπός τε ἄνθρωπον γεννᾷ καὶ ἥλιος, καὶ τὸ γιγνόμενον ἓν, καὶ τὰ ποιοῦντα ὡσαύτως ποιεῖ καὶ οὐχ ὡς πέφυκεν ἑκάτερον, τὸ μὲν μερικῶς καὶ ἀτελῶς καὶ μετὰ πραγματείας, τὸ δὲ ἀπραγμόνως καὶ αὐτῷ τῷ εἶναι καὶ ὁλικῶς; Ἀλλὰ ταῦτα μὲν καὶ λέγειν ἄτοπον· ἄλλως γὰρ ἐνεργεῖ τὸ θεῖον, καὶ ἄλλως τὸ θνητὸν γένος. Εἰ δὲ ταῦθʼ οὕτως ἔχει καὶ πᾶν τὸ ἐνεργοῦν κατὰ τὴν ἑαυτοῦ φύσιν ἐνεργεῖ καὶ τάξιν, τὸ μὲν θείως καὶ ὑπὲρ φύσιν, τὸ δὲ φυσικῶς, τὸ δὲ ἄλλως πως, δῆλον δὴ ὅτι καὶ τὸ γιγνῶσκον κατὰ τὴν ἑαυτοῦ γιγνώσκει φύσιν· ἀλλʼ, οὐχ ὅτι τὸ γιγνωσκόμενον ἓν καὶ ταὐτὸν, διὰ τοῦτο καὶ τὰ γιγνώσκοντα παραπλησίως ἐπιβάλλει τοῖς γνωστοῖς· καὶ γὰρ αἴσθησις γιγνώσκει τὸ λευκὸν καὶ δόξα καὶ νοῦς ἡμέτερος, ἀλλʼ οὐχ ὡσαύτως· οὐδὲ γὰρ τὸ τί ἦν εἶναι τοῦ λευκοῦ γιγνώσκειν τὴν αἴσθησιν δυνατόν· οὐδὲ ὡς νοῦς, οὕτω καὶ ἡ δόξα τῶν οἰκείων ἀντιλαμβάνεται γνωστῶν· ὁ μὲν γὰρ καὶ τὴν αἰτίαν οἶδεν, ἡ δὲ τὸ ὅτι μόνον· ταύτῃ γοῦν καὶ διαφέρειν λέγομεν ὀρθὴν δόξαν ἐπιστήμης, τῆς μὲν αὐτὸ μόνον καθʼ αὑτὸ τὸ ὅτι γιγνωσκούσης καὶ διὰ τοῦτο ἀσθενούσης, τῆς δὲ μετὰ τῆς αἰτίας αἱρούσης τὸ γνωστὸν καὶ τὸ αὐτὸ κρειττόνως περιλαμβάνειν δυναμένης. Αὐτὸ δὲ τὸ νοητὸν οὐχὶ γιγνώσκει μὲν καὶ ὁ πολυτίμητος νοῦς, γιγνώσκομεν δὲ καὶ ἡμεῖς, ὡς εἴρηται πρὸ τούτων, ἀλλʼ οὐ τὸν αὐτὸν τρόπον διὰ τὴν τῆς γνωστικῆς δυνάμεως ἐξαλλαγήν; Ὡς ἄρα ἔχει τὸ γιγνῶσκον φύσεως, οὕτως ἔχει καὶ ἡ γνῶσις· ἀλλʼ οὐχ ὡς ἔχει τὸ γιγνωσκόμενον, οὕτως ὑπὸ πάντων γιγνώσκεσθαι πέφυκεν, ἀλλὰ κρειττόνως μὲν ὑπὸ τῶν κρειττόνων, ὑφειμένως δὲ ἐκ τῶν καταδεεστέρων. Τί δὴ οὖν θαυμαστὸν, εἰ καὶ ὁ θεὸς γιγνώσκει πάντα ὡς πέφυκεν, ἀμερίστως μὲν τὰ μεριστὰ, μονοειδῶς δὲ τὰ πεπληθυσμένα, ἀϊδίως δὲ τὰ γεννητὰ, καὶ ὁλικῶς τὰ μερικὰ, καὶ ἁπλῶς εἰπεῖν, ἄλλως ἢ ὡς ἔχει τῶν πραγμάτων ἕκαστον, καὶ τῇ τοιαύτῃ γνώσει σύνδρομον ἔχει τὴν τῶν ἁπάντων παραγωγὴν, καὶ αὐτῷ τῷ γιγνώσκειν ἁπλαῖς καὶ ἡνωμέναις γνώσεσι τὰ πάντα δίδωσιν ἑκάστοις τὸ εἶναι καὶ τὴν εἰς τὸ εἶναι πάροδον; Καὶ γὰρ ἄλλως τῆς ἀκοῆς τὰ ἀκουστὰ, καὶ τῆς κοινῆς αἰσθήσεως ἄλλως πρὸ τούτων τὰ αἰσθητὰ πάντα· πρὸ ταύτης πάλιν, ἄλλως ὁ λόγος καὶ ταῦτα καὶ τὰ ἄλλα γιγνώσκει ὅσα μὴ αἴσθησις. Καὶ αὖ πάλιν τῆς ἐπιθυμίας ἄλλων ὀρεγομένης, τοῦ θυμοῦ δὲ ἄλλων ἐφιεμένου καὶ τῆς προαιρέσεως εἰς ἄλληλα κινούσης, ἔστι τις μία ζωὴ πρὸς πάντα ταῦτα κινοῦσα τὴν ψυχὴν, διʼ ἥν φαμεν, ἐγὼ ἐπιθυμῶ, καὶ ἐγὼ θυμοῦμαι, καὶ ἐγὼ προαιροῦμαι· συνεπινεύει γὰρ ἐκείνη πάσαις καὶ συζῇ μετὰ πασῶν, οὖσα δύναμις ὁρμητικὴ πρὸς πᾶν ὀρεκτόν. Καὶ δὴ καὶ πρὸ τούτων ἀμφοτέρων ἔστι τῆς ψυχῆς ἓν, ὃ δὴ λέγει πολλάκις, ἐγὼ αἰσθάνομαι, καὶ ἐγὼ λογίζομαι, καὶ ἐγὼ ἐπιθυμῶ, καὶ ἐγὼ βούλομαι, καὶ παρακολουθοῦν πάσαις ταύταις ταῖς ἐνεργείαις καὶ συνεργοῦν αὐταῖς. Ἢ οὐκ ἂν ἐγιγνώσκομεν πάσας, οὐδʼ ἂν εἴποιμεν ὅτῳ διαφέρουσι, μὴ ἑνός τινος τοῦ γιγνώσκοντος πάσας ἀμεροῦς ὄντος ἐν ἡμῖν, ὃ δὴ καὶ ἐπὶ τῆς κοινῆς αἰσθήσεως καὶ πρὸ δόξης καὶ πρὸ ἐπιθυμίας καὶ πρὸ βουλήσεως ὂν, καὶ τὰς ἐκείνων οἶδε γνώσεις, καὶ τὰς ὀρέξεις αὐτῶν ἀμερῶς συνῄρηκεν, ἐφʼ ἑκάστῳ λέγον τὸ ἐγὼ καὶ τὸ ἐνεργῶ. Πῶς ἀπιστεῖν ὀρθὸν, τὴν ἀμερῆ τοῦ θεοῦ γνῶσιν οὐκ οὖσαν αἰσθητικὴν τὰ αἰσθητὰ γιγνώσκειν, οὐδὲ μεριστὴν τὰ μεριστὰ, τὸν αὑτῇ προσήκοντα τρόπον, οὐδὲ τοπικῶς παροῦσαν τοῖς ἐν τόπῳ οὖσιν εἰδέναι καὶ ταῦτα πρὸ τῆς κατὰ τόπον πάσης παρουσίας, καὶ διδόναι πᾶσιν ὅσα δύναται τῶν δεχομένων ἕκαστον λαμβάνειν, καὶ ἐξῃρημένην ἀπʼ αὐτῶν; Οὔτʼ οὖν τὸ ἀστάθμητον τῶν φαινομένων ἀσταθμήτως ὑπʼ αὐτοῦ γιγνώσκεται, ἀλλʼ ὡρισμένως· οὔτε τὸ πολυμετάβολον ἀμφιβόλως, ἀλλʼ ἀεὶ ὡσαύτως· οὔτε τὸ ποικίλον πραγματειωδῶς· αὐτῷ γὰρ τῷ ἑαυτὸν νοεῖν οἶδε τὰ πάντα ὧν αἴτιός ἐστιν, ἀκριβεστέραν γνῶσιν ἔχων, ἢ εἰ τὰς συστοίχους τοῖς γιγνωσκομένοις αὐτῷ τις γνώσεις ἀπένεμε· τὸ γὰρ ἐξ αἰτίας γιγνώσκειν ἕκαστον πάσης κρατεῖ τῆς ἄλλης γνώσεως. Ἀπράγμων οὖν ἡ γνῶσις, διότι τὸ γιγνῶσκον ἐν ἑαυτῷ μένει, καὶ ἑαυτὸ μόνον εἰδὸς οἶδε τὰ πάντα, καὶ οὔτε αἰσθήσεως οὔτε δόξης ἢ ἐπιστήμης δεῖται πρὸς τὴν τῶν αἰσθητῶν γνῶσιν· αὐτὸς γάρ ἐστιν ὁ ταῦτα πάντα παράγων, καὶ ταῖς ἀβύσσοις ἑαυτοῦ νοήσεσι κατʼ αἰτίαν καὶ ἐν ἁπλότητι μιᾷ περιέχει πάντων τούτων τὴν ἡνωμένην γνῶσιν· οἷον εἴ τις ναῦν κατασκευασάμενος ἐμβιβάσειεν ἀνθρώπους εἰς αὐτὴν ὧν ἐστιν αὐτὸς ὑποστάτης, καὶ τῇ θαλάττῃ τὴν ναῦν ἐπιδοίη, καὶ ἀνέμους δή τινας περιαγάγοι τὴν Αἰόλου τέχνην ἔχων, καὶ οὕτως ἀφείη φέρεσθαι τὴν ναῦν, καὶ ταῦτα πάντα αὐτῷ τῷ ἐννοῆσαι ποιήσειεν· οἷον εἰ φαντασθεὶς οὕτω ταῦτα ὑποστήσειεν ἐκτὸς, ἃ ἔνδοθεν ἦν ἐν αὐτῷ φανταστικῶς, δῆλον δὴ ὅτι πάντων τῶν περὶ τὴν ναῦν ὑπὸ τῶν ἀνέμων ἐν τῇ θαλάττῃ συμπιπτόντων αὐτὸς ἔχει τὴν αἰτίαν, καὶ τὰς ἑαυτοῦ θεωρῶν ἐννοίας ἅμα καὶ ποιεῖ καὶ γιγνώσκει τὰ ἔξω, μηδὲν τῆς ἐπʼ αὐτὰ δεόμενος ἐπιστροφῆς. Οὕτω γὰρ δὴ καὶ ἔτι μειζόνως καὶ ὁ θεῖος νοῦς ἔχων τὰς αἰτίας τῶν πάντων ἅμα καὶ ὑφίστησι πάντα καὶ θεωρεῖ, μὴ ἐξιστάμενος τῆς ἑαυτοῦ περιωπῆς. Εἰ δὲ νοῦς ὁ μὲν ὁλικώτερος, ὁ δὲ μερικώτερος, δηλονότι οὐχ ἡ αὐτὴ πάντων νόησίς ἐστιν· ἀλλʼ ὅπου μὲν ὁλικώτερα τὰ νοητὰ καὶ ἀδιαίρετα, καὶ ἡ γνῶσις ὁλικὴ καὶ ἀδιαίρετος, ὅπου δὲ εἰς πλῆθος καὶ ἔκτασιν ὁ τῶν εἰδῶν προῆλθεν ἀριθμὸς, ἐκεῖ καὶ ἡ γνῶσις μία καὶ πολυειδής. Καὶ οὐκ ἂν θαυμασαίμεθα τῶν Ὀρφικῶν ἀκούοντες ἐπῶν, ἐν οἷς φησιν ὁ Θεολόγος·

  
Αὕτη δὲ Ζηνὸς καὶ ἐν ὄμμασι πατρὸς ἄνακτος,  
  
Ναίουσʼ ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι,  
  
Ὅσσα τʼ ἔην γεγαῶτα καὶ ὕστερον ὅπποσʼ ἔμελλεν.  

`960–961`

Πάντων γάρ ἐστι πλήρης τῶν νοητῶν καὶ πάντων ἔχει τὰς διῃρημένας αἰτίας, ὥστε καὶ ἀνθρώπους καὶ τἄλλα πάντα γεννᾷ κατὰ τὰς αὐτῶν ἰδιότητας, οὐ καθόσον ἕκαστον θεῖόν ἐστιν ὥσπερ ὁ πρὸ αὐτοῦ πατὴρ ὁ νοητός· διόπερ οὗτος μὲν καλεῖται πατὴρ τῶν κατʼ εἶδος διῃρημένων καὶ διὰ πάντων λέγεται φοιτᾷν, ἐκεῖνος δὲ τῶν κατὰ γένη διῃρημένων καὶ ἔστι τῶν ὅλων πατὴρ, καίτοι πολλῷ πρότερον ἐκεῖνος πάντων ἐστὶ πατὴρ, ἀλλὰ πάντων ᾗ θείας ἕκαστον μετέχει δυνάμεως. Καὶ ἡ γνῶσις τῷ μὲν ὑπάρχει καὶ ἰδίᾳ τῶν ἀνθρωπίνων πραγμάτων, καὶ κοινῇ μετὰ τῶν ἄλλων· ἦν γὰρ ἐν αὐτῷ καὶ ἡ ἀνθρώπων αἰτία, διῃρημένη τε ἀπὸ τῶν ἄλλων καὶ συνηνωμένη πάσαις αὐταῖς· τῷ δὲ ὁμοῦ πάντων ἑνιαίως καὶ ἀδιαιρέτως, οἷον καὶ ἀνθρώπου, καθόσον ζῶον πεζὸν καὶ ὁ ἄνθρωπος· ὡς γὰρ τὸ ἐκεῖ πεζὸν ἀθρόως ἐστὶ πάντων αἴτιον, θεῶν, ἀγγέλων, δαιμόνων, ἡρώων, ψυχῶν, ζώων, φυτῶν, τῶν ἐν γῇ πάντων, οὕτω δὴ καὶ ἡ γνῶσις μία πάντων ὁμοῦ τούτων ὡς ἑνὸς γένους, καὶ οὐ διῃρημένως τῶν ἀνθρωπίνων πραγμάτων. Καὶ ὥσπερ ἐν ἡμῖν αἱ καθολικώτεραι τῶν ὑπʼ αὐτάς εἰσι, καθὰ καὶ Ἀριστοτέλης φησὶ, καὶ μᾶλλον ἐπιστῆμαι καὶ συγγενέστεραι πρὸς νοῦν — καὶ γὰρ περιληπτικωτέροις χρῶνται συμπεράσμασιν —, οὕτω καὶ ἐν τοῖς θεοῖς αἱ κρείττους νοήσεις καὶ ἁπλούστεραι τὴν τῶν δευτέρων ποικιλίαν προειλήφασι. Καὶ τοῦ ἀνθρώπου τοίνυν ἡ μὲν πρωτίστη γνῶσίς ἐστιν ἐν θεοῖς ὡς ὄντος, καὶ ἔστι μία νόησις ἡ πᾶν τὸ ὂν ὡς ἓν κατὰ μίαν ἕνωσιν γιγνώσκουσα· ἡ δὲ δευτέρα, ὡς ἀεὶ ὄντος· αὕτη γὰρ ἡ γνῶσις πᾶν τὸ ἀεὶ ὂν ἑνοειδῶς περιέχει κατὰ μίαν αἰτίαν· ἡ δὲ μετὰ ταύτην, ὡς ζώου· καθʼ ἕνωσιν γὰρ καὶ αὐτὴ νοεῖ τὸ ζῶον· ἡ δὲ μετὰ ταύτην, ὡς ὑπὸ τόδε τὸ γένος τελοῦντος, οἷον ὡς πεζόν· ἔστι γὰρ μία νόησις παντὸς ἐκείνου τοῦ γένους ὡς ἑνὸς, καὶ ἡ διαίρεσις ἐπὶ ταύτης πρῶτον καὶ ποικιλία μετὰ τῆς ἁπλότητος. Ἀλλʼ ὅμως οὐδὲ ἐπʼ αὐτῆς ἡ νόησις ἀνθρώπου μόνον· οὐδὲ γὰρ ταὐτὸν ὡς ἕν τι νοεῖν τὸ χθόνιον πᾶν καὶ ἄνθρωπον. Ἐν δὲ τοῖς δημιουργικοῖς ἄρα καὶ ὅλως νοεροῖς εἴδεσίν ἐστι καὶ ἀνθρώπου τις νόησις ὡς ἀνθρώπου, διότι καὶ τὸ εἶδος τοῦτο διακέκριται τῶν ἄλλων ἐν ταύταις ταῖς τάξεσιν. Ἅμα ἄρα δέδεικται καὶ ὅπως τῶν ἀνθρωπίνων ἔχει τὴν γνῶσιν καὶ ὅπως δεσπόζει πάντων, καὶ ᾗ θεῖα τὰ πάντα καὶ ᾗ μετέχει θείας τινὸς ἰδιότητος. Ἀλλὰ τοῦτο μὲν, οἶμαι, μετρίως ὑπομέμνηται. Ὅτι δὲ ἐν τῇ πρώτῃ τάξει τῶν ἰδεῶν καὶ ἡ αὐτοδεσποτεία καὶ ἡ αὐτοεπιστήμη, δῆλον· ἐκεῖ γὰρ καὶ ἡ νόησις ἡ θεία πάντων ἑνιαίως, καὶ ἡ δύναμις ἡ κρατητικὴ τῶν ὅλων, ἡ μὲν οὖσα πηγὴ πάσης γνώσεως, ἡ δὲ πρωτουργὸς αἰτία πάσης δεσποτείας, εἴτε ἐν θεοῖς εἶεν, εἴτε ἐν τοῖς κρείττοσιν ἡμῶν γένεσιν, εἴτε ἐν ψυχαῖς. Καὶ τάχα διὰ τοῦτο καὶ γένος ἐπιστήμης ἐνταῦθα τὴν νόησιν προσείρηκε, τῶν ἐκείνων εἰδῶν τὸ περιληπτικὸν αὐτῆς καὶ τὸ ἑνοειδὲς ἐπιδεῖξαι βουλόμενος· ἀνωτέρω δὲ, εἶδος αὐτὴν μόνον προσηγόρευσεν ἐπὶ τῶν μέσων ἰδεῶν· ἀπὸ γὰρ τῆς νοητῆς γνώσεως πληροῦνται καὶ οἱ μέσοι διάκοσμοι τῆς ἑαυτοῖς ἐπιβαλλούσης νοήσεως καὶ πάντες οἱ θεῖοι νόες, καὶ τοῦτον ἔχει λόγον ἡ ἐν τούτοις νόησις πρὸς ἐκείνην ὃν εἶδος πρὸς τὸ γένος. Εἰ δὲ καὶ τὸ πολὺ ἀκριβέστερον ἐπὶ ταύτης εἴρηται τῆς ἐπιστήμης, δῆλον δὴ ὅτι τὸ ἑνικώτερον αὐτῆς παρίστησιν ἡμῖν ἡ τοιαύτη προσθήκη· τοῦτο γάρ ἐστιν ἀκριβὲς, τὸ ἐμπεριλαμβάνον πάντα καὶ μηδὲν ἔξω ἑαυτοῦ καταλιμπάνον.

Οὐκοῦν εἴπερ τι ἄλλο αὐτῆς ἐπιστήμης μετέχει, οὐκ ἄν τινα μᾶλλον ἢ θεὸν φαίης ἔχειν τὴν ἀκριβεστάτην ἐπιστήμην; **—**

Ἀνάγκη.

`962`

Πᾶς μὲν ὁ θεῖος νοῦς καὶ πᾶσα θεῶν τάξις ἐν ἑαυτῇ καὶ τὴν γνῶσιν καὶ τὴν αἰτίαν προείληφε τῶν ὅλων· οὔτε γὰρ αἱ γνώσεις αὐτῶν ἀδρανεῖς εἰσιν ἐν αὐτῷ τῷ γιγνώσκειν ἔχουσαι τὸ ἀόριστον, ἀλλὰ καὶ γιγνώσκουσι πάντα καὶ χορηγοῦσι τὰ ἀγαθά· τὸ γὰρ πρώτως ἀγαθὸν βούλεται καὶ τοῖς δευτέροις ἐπιλάμπειν τὴν ἀφʼ ἑαυτοῦ χορηγίαν· οὔτε αἱ ποιήσεις ἄλογοί τινες καὶ χωρὶς γνώσεως· φύσεως γὰρ ἔργον τοῦτο καὶ ζωῆς ἐσχάτης, ἀλλʼ οὐ τῆς θείας, ἣ καὶ αὐτὰς παράγει τὰς λογικὰς οὐσίας. Ὁμοῦ δὴ οὖν καὶ γιγνώσκουσι πάντα καὶ ποιοῦσι, καὶ πρὸ τούτων κατὰ τὴν βούλησιν τὴν ἑαυτῶν καὶ τὴν γνῶσιν προειλήφασι τῶν ὅλων καὶ τὴν ποιητικὴν δύναμιν· ὥστε καὶ βουλητῶς καὶ γνωστικῶς καὶ δυνατῶς προεστᾶσι πάντων, καὶ διὰ τὴν τριάδα ταύτην πάντα τῆς αὐτῶν ἀπολαύει προμηθείας. Καὶ εἴπερ ἐθέλεις, τὰ μεριστῶς ὑπάρχοντα τοῖς δευτέροις ἑνώσας, καὶ ἐπὶ τὴν θείαν ἀναπέμπειν αἰτίαν, ἴσως ἂν ἀκριβεστέρας περὶ αὐτῆς ἀληθείας ἀντιλάβοιο. Δοκεῖ γοῦν ἡ μὲν φύσις λόγους ἔχειν ποιητικοὺς, οὐ γνωστικούς· ἡ δὲ διάνοια, γνῶσιν ἐν ἑαυτῇ τὸ τέλος ἔχουσαν· ἡ δὲ προαίρεσις, τὸ ἀγαθὸν καὶ τὴν βούλησιν τὴν τῶν ἀγαθῶν. Αὐτὰ δὴ οὖν ἐν ἑνὶ συλλαβὼν, τὸ βουλητὸν, τὸ γνωστικὸν, τὸ δραστήριον, καὶ πρὸ αὐτῶν τὴν ἑνάδα τὴν θείαν νοήσας, ἐπὶ τὸ θεῖον ἀνάπεμψον, ὡς ἐκεῖ πάντων ἅμα τούτων ἑνοειδῶς προϋπαρχόντων. Πάντων δὲ θεῶν πάντα ταῦτα ἐχόντων, δοκεῖ διαφερόντως ἐν τοῖς νοητοῖς καὶ ἡ πρωτίστη νόησις εἶναι, καὶ ἡ πρωτίστη τῆς τῶν ὅλων ἀπογεννήσεως δύναμις, καὶ ἡ τῆς βουλήσεως ἀγαθότης· ἅτε γὰρ προσεχῶς μετὰ τὴν πηγὴν ὑποστάντα τῶν ἀγαθῶν, ταῦτα γίγνεται πρὸς τοὺς δευτέρους ἑαυτῶν ὃ τὸ ἀγαθόν ἐστι τοῖς ὅλοις, τὸ μὲν ὑπεραίτιον αὐτοῦ διὰ τῆς πατρικῆς δυνάμεως, τἀγαθὸν δὲ διὰ τῆς ἀγαθοειδοῦς βουλήσεως, τὸ δὲ ὑπὲρ πᾶσαν γνῶσιν ἀποτυπωσάμενα διὰ τῆς κρυφίου καὶ ἡνωμένης νοήσεως. Δοκεῖ δέ μοι καὶ διὰ τοῦτο νῦν πρῶτον καλέσαι τὰ εἴδη θεοὺς, ὡς ἐπὶ τὴν πρωτίστην αὐτῶν πηγὴν ἀναδεδραμηκὼς, καὶ ὡς ἑνοειδῆ καὶ ἐγγυτάτω τἀγαθοῦ, καὶ ὡς οὕτω πάντων γνωστικὰ καὶ κρατητικὰ, καθόσον ἕκαστα θείας μετέχει δυνάμεως καὶ καθόσον πάντα συνήρτηται τοῖς θεοῖς.

Ἆρʼ οὖν οἷός τε αὖ ἔσται ὁ θεὸς τὰ παρʼ ἡμῖν γιγνώσκειν αὐτὴν ἐπιστήμην ἔχων; **—**

Τί γὰρ οὔ; **—**

Ὅτι, ἔφη ὁ Παρμενίδης, ὡμολόγηται ἡμῖν, ὦ Σώκρατες, μήτε ἐκεῖνα τὰ εἴδη πρὸς τὰ παρʼ ἡμῖν τὴν δύναμιν ἔχειν ἣν ἔχει, μήτε τὰ παρʼ ἡμῖν πρὸς ἐκεῖνα, ἀλλʼ αὐτὰ πρὸς αὑτὰ ἑκάτερα. **—**

Ὡμολόγηται γάρ.

`963–965`

Ταῦτα ὅπως μὲν ἐπὶ τῶν νοερῶν εἰδῶν προτεινόμενα διαλυτέον, οὐδὲν δεῖ λέγειν· αὐτὸς γὰρ ἑαυτὸν γιγνώσκει· δῆλον οὖν ὅτι καθὸ πάντων αἴτιος, αὐτῷ τῷ εἶναι περιέχει τὴν τῶν ὅλων γεννητικὴν αἰτίαν. ᾟ οὖν αἴτιός ἐστι πάντων, γιγνώσκων, καὶ τὰ ἐν ἑαυτῷ πρωτουργὰ θεώμενος αἴτια, καὶ τὰ πάντα οἶδε κατὰ τὸν θεῖον ὅρον καὶ τὸν τέλεον νοῦν καὶ τὴν μίαν ὅλων περίληψιν. Καὶ οὐδὲν δεῖ θαυμάζειν ὅπως τὰ μὴ νοητὰ γιγνώσκει νοῦς αὐτὸς ὢν, καὶ τὰ μεριστὰ μὴ μεριστὸς ὢν, καὶ τὰ αἰσθητὰ ὑπὲρ τὸν κόσμον ἱδρυμένος, καὶ ἔτι τὰ αἰσχρὰ καὶ ὅλως τὰ κακά· ταῦτα μὲν γὰρ οὐ πάντη κακά ἐστιν, ἀλλὰ καὶ ἀγαθὰ, καὶ οὐ τῷ νῷ μόνον, ἀλλʼ οὐδὲ τῷ κόσμῳ κακά. Μιᾷ τοίνυν τοῦ ἀγαθοῦ γνώσει, καὶ ὅσα πρώτως ἐστὶν ἀγαθὰ, καὶ ὅσα δευτέρως, καὶ ὅσα ἁπλῶς, καὶ ὅσα τινὶ μὲν ἔστι, τινὶ δὲ οὐδαμῶς ἀγαθὰ, καὶ ὅλως πάσας τὰς προόδους τῶν ἀγαθῶν ἐν ἑαυτῷ προείληφεν· ὡς γὰρ τῇ μιᾷ τοῦ ὁμοίου γνώσει πᾶν γιγνώσκει τὸ ὁπωσοῦν ὅμοιον, εἴτε ἐν ἀσωμάτοις, εἴτε ἐν σώμασι φανταζόμενον, οὕτω δὴ καὶ ἡ μία τοῦ ἀγαθοῦ γνῶσις ἐν αὐτῷ πάντα, ὅσων ἐστὶν ὁπωσοῦν αἴτιον τὸ ἀγαθὸν, ἑνοειδῶς προείληφεν· οἱ δὲ μερίζοντες καὶ τὸ ᾗ κακὸν σκοποῦντες ἡμεῖς ἄρα ἐσμὲν, ἐπεὶ παρά γε τῷ θεῷ μία καὶ ἁπλῆ καὶ ἀμέριστος ἡ γνῶσις κατὰ τὴν τοῦ ἀγαθοῦ μονάδα. Καὶ δὴ ἐπὶ τῶν ἄλλων εἰδῶν ὁμοίως· κατὰ γὰρ τὴν αὑτοῦ φύσιν ἀμέριστος ὢν καὶ τὰς ἀμερίστους αἰτίας τῶν μεριστῶν ἔχων, διὰ τῆς τούτων γνώσεως πάντα καὶ τὰ μεριστὰ προείληφε. Καὶ ταῦτα ἀναγκαῖον οὕτως ἔχειν· τί γὰρ τῶν ἀξιωμάτων τούτων ἀναιρήσομεν; ἆρα τὸ τῶν μεριστῶν ἀμερίστους εἶναι τὰς αἰτίας; ἀλλʼ ὁρῶμεν ὅτι καὶ ἡ μονὰς αἰτία τῶν ἀριθμῶν, καὶ ἡ φύσις ἀσώματος οὖσα τῶν σωμάτων, καὶ τὸ σημεῖον τῶν μεγεθῶν, καὶ πανταχοῦ τὰ ἑνοειδέστερα τῆς ὑποστάσεως ἐξηγούμενα τοῖς πεπληθυσμένοις καὶ μᾶλλον εἰς διάστασιν προεληλυθόσιν. Ἀλλὰ τὸ τὸν νοῦν ἀμερῶς ἔχειν τὰς αἰτίας τῶν μεριστῶν; ἀλλὰ τοῦτο δέδεικται καὶ πρότερον ὅτι ὁ δημιουργὸς, ὅτι ἑαυτῷ παραπλήσια ποιῶν, ὅτι καὶ τοῦ εὖ εἶναι πᾶσι χορηγός. Ἀλλὰ τὸ ἀμερεῖς ἔχειν αἰτίας ἔχοντα γιγνώσκειν αὐτάς; καὶ τί θαυμαστὸν τὸν νοῦν ἑαυτὸν γιγνώσκειν, ὅπου γε καὶ ἡμῖν τὸ νοερῶς ὑπάρχει ζῇν ἐν τῷ ἑαυτοὺς γιγνώσκειν; Οὐδὲν ἄρα ἄτοπον εἰ ὁ νοῦς ἀμερίστως γιγνώσκει τὰ μεριστὰ, καὶ εἰ μᾶλλον αὐτὰ γιγνώσκει τῆς συστοίχου γνώσεως· τὸ γὰρ ἐκ τῆς αἰτίας γιγνώσκειν πολὺ μᾶλλόν ἐστιν ἀκριβέστερον τῆς ἄνευ αἰτίας ἐπιβολῆς. Ἐῶ λέγειν ὅτι καὶ οἱ θεολόγοι νοερὰν ἡμῖν παραδεδώκασιν αἴσθησιν, καθʼ ἣν ὁ θεῖος νοῦς πᾶν κυβερνᾷ καὶ γιγνώσκει τὸ αἰσθητὸν, πάσας τὰς τοιαύτας ἐνστάσεις ἡμῶν πόρρωθεν διαφέροντες· ὥστε καὶ τὰ αἰσθητὰ γιγνώσκειν αὐτὸν αἰσθητικῶς, ἀλλὰ καὶ ταῦτα, ᾗ νοερά ἐστιν· ἐν αὐτῷ γὰρ καὶ ἡ αἴσθησις νοερόν ἐστιν εἶδος ζωῆς· πᾶν γὰρ τὸ ἐν νῷ ὂν νοερόν ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν· οὐδὲν γοῦν ἀμενηνὸν οὐδὲ ἄζωον οὐδὲ ἀνόητον ἐν νῷ τῷ κατʼ ἐνέργειαν. Ὅπως μὲν οὖν, ὅπερ ἔφην, ἐπὶ τῶν νοερῶν εἰδῶν διαλυτέον τὰς ἀπορίας, εἴρηται πολλάκις. Εἰ δὲ δὴ γιγνώσκων ὁ θεὸς ἑαυτὸν αἴτιον ὄντα τῶν μετʼ αὐτὸν γιγνώσκει καὶ ὧν αἴτιός ἐστιν, ἐντεῦθεν στησόμεθα καὶ πρὸς Ἀριστοτέλην, καὶ δείξομεν ὅπως ὁ κατʼ αὐτὸν νοῦς ἑαυτὸν εἰδὼς ὄντα πᾶσιν ὀρεκτὸν οἶδε καὶ τὰ πάντα ὅσα ὀρέγεται αὑτοῦ, καὶ ἑαυτὸν ὡρισμένως εἰδὼς οἶδε καὶ τὰ ὀρεγόμενα αὑτοῦ ὡρισμένως· τὸν γὰρ τῶν πρός τι θάτερον ὡρισμένως εἰδότα θάτερον μὴ εἰδέναι ὡρισμένως ἀμήχανον· πάντων γὰρ καὶ ἐκεῖνος ἕξει τὴν εἴδησιν ὡρισμένην ἑαυτὸν ὡρισμένως εἰδώς. Οὐκ ἄρα ἀφαιρετέον τοῦ νοῦ τὴν πάντων γνῶσιν ἔχοντος τὴν ἑαυτοῦ γνῶσιν, ἣν ἔχων οἶδε καὶ ὅτι ὀρεκτός ἐστι πᾶσιν. Ὅπως δὲ ἀληθεύουσιν οἱ λόγοι τοῦ Παρμενίδου καὶ ἐπὶ ποίων εἰδῶν, πάλιν ὑπομνηστέον· τὰ γὰρ νοητὰ εἴδη τοιαύτην οὐκ ἔχει γνῶσιν τῶν ἡμετέρων οἵαν τὰ νοερὰ, διωρισμένην τῶν ἀνθρωπείων ᾗ ἀνθρώπεια, καὶ ὅλως τῶν ἀτόμων εἰδῶν, καὶ ὅλως τῶν αἰσθητῶν, ἀλλʼ ἑνοειδῆ καὶ ὁλικὴν καὶ μοναδικὴν πάντων ὁμοῦ τῶν ὑφʼ ἓν γένος ταττομένων, λέγω δὴ τὸ οὐράνιον καὶ τὸ ἀέριον, ἢ τὸ ἔνυδρον ἢ τὸ πεζὸν, εἴτε θεῶν, εἴτε τῶν κρειττόνων γενῶν, εἴτε τῶν θνητῶν τὴν περιοχὴν, ὡς θείων ὄντων καὶ ὡς ζώων ἁπλῶς καὶ ὡς ἀδιαιρέτων ἀπʼ ἀλλήλων. Ἡ οὖν πρωτίστη ἐπιστήμη καὶ νόησις οὐκ ἔστιν εἶδος τῶν παρʼ ἡμῖν — μερικὰ γὰρ ταῦτα, μᾶλλον δὲ μερικώτατα λοιπὸν —, ἀλλὰ τῶν ὅλων ὅλως ὁμοῦ καὶ ἑνοειδῶς, ἐν τῷ νῷ πάντων ὄντων ἀμερίστως. Ἐπὶ δὲ τούτων νοητῶν εἰδῶν ἀληθὲς καὶ τὸ μὴ πρὸς ἡμᾶς αὐτὰ τὴν δύναμιν ἔχειν, μηδὲ ἡμᾶς πρὸς ἐκεῖνα· καὶ γὰρ ἡμῖν ἄγνωστά ἐστι καὶ ὑπὲρ τὴν ἡμετέραν ἵδρυται νόησιν, ἐν τῷ ἀδύτῳ κεκρυμμένα τοῦ πατρὸς, καὶ, ὥς φησιν ὁ θεολόγος, μόνῃ γνώριμα τῇ προσεχῶς μετὰ ταῦτα τάξει τῶν θεῶν· καὶ κρείττων ἡ δύναμις αὐτῶν, ἢ ὥστε ἡμῶν αὐτόθεν εἶναι γεννητική· θεοὺς γὰρ ὑφίστησιν, ὡς εἴρηται πολλάκις, καὶ θεοῖς ἐπιβέβηκεν, ἀλλʼ οὐ ψυχαῖς· ἀπὸ δὲ τῶν νοερῶν γενῶν τε καὶ εἰδῶν καὶ ψυχῶν πλήθη καὶ ἀνθρώπων καὶ τῶν ἄλλων ζώων πρόοδοι γεγόνασιν.

Οὐκοῦν εἰ παρὰ τῷ θεῷ αὕτη ἐστὶν ἡ ἀκριβεστάτη δεσποτεία καὶ αὕτη ἡ ἀκριβεστάτη ἐπιστήμη, οὔτʼ ἂν ἡ δεσποτεία ἡ ἐκείνων ἡμῶν ποτε ἂν δεσπόσειεν, οὔτʼ ἂν ἡ ἐπιστήμη ἡμᾶς γνοίη, οὐδέ τι ἄλλο τῶν παρʼ ἡμῖν, ἀλλʼ ὁμοίως ἡμεῖς τε ἐκείνων οὐκ ἄρχομεν τῇ παρʼ ἡμῖν ἀρχῇ, οὐδὲ γιγνώσκομεν τοῦ θείου οὐδὲν τῇ ἡμετέρᾳ ἐπιστήμῃ, ἐκεῖνοί τε αὖ κατὰ τὸν αὐτὸν λόγον οὔτε δεσπόται ἡμῶν εἰσιν οὔτε γιγνώσκουσι τὰ ἀνθρώπεια πράγματα θεοὶ ὄντες. **—**

Ἀλλὰ μὴ λίαν, ἔφη, θαυμαστὸς ὁ λόγος, εἴ τις τὸν θεὸν ἀποστερήσειε τοῦ εἰδέναι.

`966–971`

Συνέπλεξεν ὁμοῦ τῇ δεσποτείᾳ τὴν ἐπιστήμην, ἀφορμὰς ἡμῖν καταβαλλόμενος τοῦ δεικνύναι καὶ τοῖς ἄλλοις, ὅτι τὰ ἡμέτερα γιγνώσκουσιν οἱ θεοὶ καὶ δεσπόζουσιν ἡμῶν νοερῶς, καὶ ὅτι γιγνώσκουσιν ἄρα ἡμᾶς· καὶ εἰ μὴ γιγνώσκουσιν, οὐ δεσπόζουσιν, ὃ δὴ δοκεῖ πάντων εἶναι ἀτοπώτατον· φιλοῦσι γάρ πως ἄνθρωποι δεσπότας μὲν ἀδιστάκτως ἀποκαλεῖν τοὺς θεοὺς, ἔν τε ταῖς τῶν σωμάτων ἀσθενείαις ἐπʼ αὐτοὺς καταφεύγοντες, καὶ ὧν οὐ δύνανται καθʼ ἑαυτοὺς ἐνεργοῦντες κρατεῖν, ἐπὶ τούτων τοὺς θεοὺς παρακαλοῦντες, ὡς ἐκείνων πάντων ὁμοίως κρατεῖν δυναμένων· ἀπορεῖν δὲ εἰ καὶ γιγνώσκουσι τὰ ἡμέτερα καὶ ἔστι τις αὐτοῖς τῶν ἀνθρωπίνων λόγος· ὁρῶσι γὰρ ὅτι δυνάμεως μὲν ἔστι περιουσία τὸ πάντων ὁμοίως ἄρχειν καὶ πάντων ἐπικρατεῖν, γνώσεως δὲ ἀρετὴ τὸ τὰ ἄριστα γιγνώσκειν· πολλὰ γὰρ καὶ μὴ γιγνώσκειν φασὶν ἄμεινον. Τούτων οὖν τὴν μὲν δεσποτείαν καὶ τὴν ἐπικράτειαν τῶν ὅλων κατηγοροῦσι, τὴν δὲ γνῶσιν ἀφαιροῦσι· τὸ γὰρ τῆς ψυχῆς φιλόθεον ὁπόσον αὐτῇ φαίνεται κάλλιστον, τοσοῦτον ἐπὶ τὴν θείαν αἰτίαν ἀναφέρειν ἀξιοῖ. Καὶ τοῦτο μὲν λίαν ὀρθῶς· οὐ γὰρ ἔδει τὰ προελθόντα μόνον ὁρᾷν, ἀλλὰ καὶ τὰς ἐν αὐτῷ πάντων αἰτίας, ὅπου καὶ τὰ ἐνταῦθα πολὺ διαφέροντα συνήνωται ἀλλήλοις καὶ ὅμοιά πώς ἐστιν, ἐπεὶ καὶ τὸ σπουδαῖον ἔργον τοῦ μοχθηροῦ πάμπολυ διενήνοχε, καὶ οὐδὲ εἰπεῖν ὅσον· ἀλλʼ ἥ γε ἐν τοῖς ἐπιστήμοσι γνῶσις τῆς ἀρετῆς καὶ τῆς κακίας οὐ πολὺ διενήνοχε· καὶ τὸ μὲν ἐνεργεῖν ἀπὸ κακίας οὐκ ἀγαθὸν, τὸ δὲ γιγνώσκειν τὴν κακίαν ἀγαθὸν, εἴπερ καὶ τὸ τὴν ἀρετήν· τῶν γὰρ ἐναντίων μία καὶ ἡ αὐτὴ γνῶσίς ἐστι. Πάντα οὖν ἄμεινον τῷ νῷ γιγνώσκειν· ἐν αὑτῷ γὰρ ὄντα γιγνώσκει τὰ πάντα· ταῦτα δὲ αὐτῷ πάντα γιγνώσκειν ἄμεινον, ἵνα καὶ ὅλον ἑαυτὸν γιγνώσκῃ· τοῖς μὲν γὰρ εἰς τὰ ἔξω βλέπουσι πολλὰ μὴ γιγνώσκειν ἄμεινον· τὸ γὰρ εἰς ὕλην ἀμέτρως πεσὸν ἀναπίμπλαται τῆς ὑλικῆς αἰσχρότητος, βλέπον εἰς αὐτήν· τοῖς δὲ εἰς ἑαυτοὺς ἐπεστραμμένοις πάντα ὁμοίως γνωστὰ, καὶ ἡ διαφορὰ κατὰ τὸ ὁλικὸν τῆς γνώσεως, ἀλλʼ οὐ κατὰ τὸ γιγνώσκειν τε καὶ μὴ γιγνώσκειν. Ἔχει δὲ καὶ τὸ θεοὶ ὄντες προστεθὲν πολλήν τινα τὴν ἔνδειξιν τῆς ἀπορίας· πᾶν γὰρ τὸ θεῖον ἀγαθὸν, καὶ βούλεται πάντα πληροῦν τῶν ἀγαθῶν· πῶς οὖν ἢ ἀγνοήσει τὰ καθʼ ἡμᾶς, ἢ οὐ δεσπόσει τῶν δευτέρων; πῶς δὲ, ὧν ἐστιν αἴτιον, τούτων καὶ οὐκ ἄρξει κατὰ τὴν ἑαυτοῦ δύναμιν; πῶς δὲ οὐ προνοήσει κατὰ τὴν ἑαυτοῦ δύναμιν; πῶς δὲ οὐ προνοήσει κατὰ τὴν ἑαυτοῦ γνῶσιν; Καί μοι δοκεῖ καὶ τοῦτο προσθεῖναι τοῖς εἰρημένοις ὁ Παρμενίδης, τὸ θεοὺς ὄντας ἀτοπώτατον εἶναι τῶν πάντων τὰ ἡμέτερα ἀγνοεῖν ὧν δεσπόζουσι, βαθέως ἐνδεικνύμενος ὅτι θεοῖς ᾗ θεοῖς προσήκει μάλιστα τὰ πάντα γιγνώσκειν, καὶ προνοεῖν τὰ εἴδη πάντων, καθὸ εἴδη τοῦ εἶναι τὰ ὅλα αἴτιά ἐστι· καθὸ δὲ θεῖα, καὶ ταῦτα γιγνώσκειν πάντα κατὰ τὸ ἓν τὸ ἑαυτῶν· θεῖον γάρ ἐστιν ἔργον τὸ προνοεῖν, νοερὸν δὲ τὸ τῶν ὅλων εἰδῶν ὑποστατικὸν καὶ φρουρητικόν. Οὕτω δὲ καὶ ἐν Νόμοις αὐτοῖς αὐτὸς οὐκ ἄλλως εἶπε τὰς ὅλας ψυχὰς προνοεῖν, ἢ δοὺς αὐταῖς νοῦν θεῖον, ὡς τῷ θεῷ τῆς προνοίας προσηκούσης, ἀλλʼ οὐχὶ νῷ· νοῦ γὰρ καὶ ἄλλοις μέτεστι, θείου δὲ νοῦ ταῖς θείαις ψυχαῖς. Ὁ μὲν ὅλος συλλογισμὸς τοιοῦτός ἐστι τῶν προκειμένων· οἱ θεοὶ τὴν αὐτοεπιστήμην καὶ τὴν αὐτοδεσποτείαν ἔχουσι· τὰ τὴν αὐτοεπιστήμην καὶ τὴν αὐτοδεσποτείαν ἔχοντα οὐ πρὸς ἡμᾶς λέγεται τὴν ἐπιστήμην ἔχειν καὶ τὴν δεσποτείαν· οἱ ἄρα θεοὶ οὐ πρὸς ἡμᾶς ἔχουσι τὴν ἐπιστήμην καὶ τὴν δεσποτείαν, οὐ γιγνώσκουσιν ἡμᾶς οὐδὲ δεσπόζουσιν ἡμῶν· ἔχοιεν γὰρ ἂν τὴν ἐπιστήμην, ἡμῶν ἐπιστητῶν αὐτοῖς ὄντων, καὶ ἔχοιεν ἂν τὴν δεσποτείαν πρὸς ἡμᾶς, ἡμῶν δουλευόντων, ἅπερ ἐστὶν ἀτοπώτατα τῶν προειρημένων. Μάλιστα δέ μοι δοκεῖ τὴν ἀτοπίαν ἐμφῆναι βουλόμενος καὶ τὴν πρὸς τὰς διαστρόφους ἡμῶν ὑπολήψεις μάχην, τό τε τοῦ θεοῦ καὶ τὸ τῶν θεῶν ὄνομα φέρειν, τὸ μὲν ἐπὶ τῶν ἰδεῶν αὐτῶν, τὸ δὲ ἐπὶ τοῦ τὰς ἰδέας ἔχοντος· διότι τῶν μὲν ἰδεῶν ἁπλῶς τὴν δεσποτείαν ἢ γνῶσιν ἀφαιρεῖν καὶ τοῦ ἔχοντος αὐτὰς νοῦ πάντως ἐστὶν ἀληθὲς, εἰ πάντα λέγοιμεν τά τε κατὰ τὰς ἰδέας ὑποστάντα καὶ ὅσα τούτων ἔξω ἔστιν· οὐ γὰρ πάντων νοῦς ᾗ νοῦς γνωστικὸς, ἀλλὰ τῶν ὅλων, οὐδὲ πάντων αἱ ἰδέαι αἴτιαι, ἀλλὰ τῶν κατὰ φύσιν ἀεὶ ὄντων· ὥστε ἐπὶ τούτων οὐ πάνυ ψευδὴς ὁ λόγος, ὁ τὴν γνῶσιν αὐτῶν ἢ τὴν δεσποτείαν ἀφαιρῶν τῶν ἡμετέρων καθόσον ἡμεῖς τινές ἐσμεν, οὐ καθόσον ἄνθρωποι καὶ ἓν εἶδος ἔχομεν. Τὸν δὲ θεὸν καὶ τοὺς θεοὺς ἀνάγκη πάντα γιγνώσκειν, καὶ τὰ ἁπλῶς καὶ τά τινα, καὶ τὰ ἀεὶ καὶ τὰ ποτέ· καὶ πάντων δεσπόζειν, οὐ τῶν καθόλου μόνον, ἀλλὰ καὶ τῶν μερικῶν, μιᾶς παρʼ αὐτῶν προνοίας εἰς πάντα διηκούσης. Καὶ τὰ εἴδη οὖν καθόσον θεοὶ, καὶ ὁ νοῦς ᾗ θεὸς, πάντων ἔχουσι γνῶσιν καὶ πάντων δεσποτείαν· θεὸς δὲ ὁ νοῦς κατὰ τὸ ἓν, καὶ τὰ εἴδη καθόσον ἐστὶν ἐν αὐτοῖς τὸ ἐκ τἀγαθοῦ φῶς. Κατὰ τοῦτο τοίνυν κρείττω ὄντα τῆς εἰδητικῆς οὐσίας πάντων καὶ γνῶσιν καὶ πρόνοιαν κατεστήσατο μίαν· διόπερ ὁ ταῦτα ἀποφάσκων ἐπʼ αὐτῶν λόγος, οἱ θεοὶ οὐ δεσπόται ἡμῶν εἰσιν, ἀτοπώτερός ἐστι καὶ μειζόνως ταῖς κοιναῖς ἡμῶν ἐννοίαις μαχόμενος. Ταῦτα καὶ ὁ Παρμενίδης βεβαιῶν ἐπήνεγκε μετὰ πολλῆς βαρύτητος, θεοὶ ὄντες· καὶ γὰρ ἐκεῖ μᾶλλον ἥνωται πρὸς τὴν ἑαυτοῦ θεότητα ἕκαστον, ἐν δὲ τῷ νοερῷ διακόσμῳ μᾶλλον διακέκριται κατὰ τὰ μέτρα τῆς ὑφέσεως. Καὶ ὁ Σωκράτης λίαν θαυμαστὸν ἀποκαλεῖ τὸν λόγον τὸν ἀποστεροῦντα τὸν θεὸν τοῦ εἰδέναι· καίτοι πρῶτον μὲν οὐκ ἔδει στέρησιν εἰπεῖν, ἀλλʼ ὑπεροχὴν γνώσεως· εἴρηται γὰρ ἡ γνῶσις ἐκείνη πολὺ τῶν ἄλλων ἀκριβεστέρα πασῶν· ἔπειτα εἰ καὶ στέρησιν ἔδει λέγειν, τῆς τῶν ἡμετέρων πραγματείας γνώσεως ἔδει τίθεσθαι τὴν στέρησιν, ἀλλʼ οὐχ ἁπλῶς γνώσεως· οὐδὲ γὰρ τοῦτο συνήγαγεν ὁ λόγος. Ἀλλʼ ἔοικεν αὐτὸς ἐπὶ τῶν νοερῶν εἰδῶν ἱστάμενος ἀτελέστερον ἀφάψασθαι τῆς τοῦ Παρμενίδου θεωρίας, ἀναγαγόντος τὴν τῶν εἰδῶν ὑπόθεσιν ἀπὸ τῶν αἰσθητῶν ἐπʼ αὐτὴν τὴν ἀκρότητα τὴν νοητὴν, ἐν ᾗ πρῶτον τὰ εἴδη καὶ ὁ τῶν ἀριθμῶν ἡνωμένος καὶ τῷ ἐκ τἀγαθοῦ φωτὶ τεθεωμένος, ἀφʼ οὗ λοιπὸν αὐτῷ πρὸς τὸ ἓν ὂν καὶ τὴν ἑστίαν τὴν τῶν ὄντων ἡ μετάβασις εὔκολος· δεῖ γὰρ, ἵνα πᾶσαν ἐκφήνωμεν τὴν τῶν ἰδεῶν σειρὰν, πρὸ τοῦ τῶν ἰδεῶν ἀριθμοῦ τὴν ἑνιαίαν ὑφεστάναι τῶν ὄντων αἰτίαν, καὶ τὸ κρυφίως καὶ τὸ ἑνοειδῶς ὂν καὶ ὑπὲρ εἶδος, ἀφʼ οὗ προῆλθεν ὁ τῶν ἑνικωτάτων ἰδεῶν ἀριθμὸς ἐπὶ πάσας τὰς δευτέρας τάξεις καὶ διακοσμήσεις· πρώτιστα γάρ ἐστιν εἴδη τὰ νοητὰ, δεύτερα δὲ τὰ νοητὰ μὲν, ἀλλʼ ὡς ἐν νοεροῖς, τρίτα δὲ τὰ συνεκτικὰ τῶν ὅλων, τέταρτα δὲ τὰ τελεσιουργὰ πάντων τῶν νοερῶν καὶ ὑπερκοσμίων, ἐπὶ δὲ τούτοις τὰ νοερὰ καὶ ταύτην ἔχοντα τὴν ἰδιότητα καθʼ αὑτήν· ἕκτην δὲ ἔλαχε τάξιν τὰ ἀφομοιωτικὰ διʼ ὧν πάντα τὰ δεύτερα τοῖς νοεροῖς εἴδεσιν ἐξομοιοῦται, ἑβδόμην δὲ τὰ ἀπόλυτα καὶ ὑπερουράνια συναγωγὸν δύναμιν ἔχοντα τῶν περὶ τὸν κόσμον διῃρημένων εἰδῶν, ἐσχάτην δὲ τὰ ἐγκόσμια· καὶ τούτων τὰ μὲν νοερὰ, τὰ δὲ ψυχικὰ, τὰ δὲ φυσικὰ, τὰ δὲ αἰσθητὰ, καὶ τούτων τὰ μὲν ἄυλα, τὰ δὲ ἔνυλα· καὶ μέχρι τούτων ἡ πρόοδος τῶν εἰδῶν ἄνωθεν ἀπὸ τῶν νοητῶν, ἐν μὲν τῷ πέρατι τῶν νοητῶν ἐκφανεῖσα πρῶτον, καταλήξασα δὲ εἰς τὸ πέρας τῶν αἰσθητῶν. Καὶ δὴ καὶ ἀπὸ πάντων τῶν εἰδητικῶν διακόσμων ἥκειν ἀναγκαῖόν τι ἰδίωμα τοῖς προελθοῦσιν ἐσχάτοις εἴδεσι μέχρι τῶν αἰσθητικῶν εἰδῶν, οἷον ἀπὸ μὲν τῶν νοητῶν εἰδῶν τὸ ἀμετάβλητον, ἐκεῖνα γὰρ αἰώνια πρώτως· ἀπὸ δὲ τῆς πρωτίστης τάξεως τῶν νοητῶν καὶ νοερῶν τὸ σύνθημα ἕκαστον φέρειν ἄγνωστον τῶν οἰκείων παραδειγμάτων, καθὸ καὶ ἔλαχεν ἕκαστον ἰδίωμα τὸ θεῖον· ἀπὸ δὲ τῆς μέσης τὸ ὅλον ἕκαστον ὂν συνέχειν τῇ ὁλότητι τὸ πλῆθος τῶν ἑαυτοῦ μερῶν· ἀπὸ δὲ τῆς τρίτης τὸ πᾶν εἶδος τοῦ δυνάμει πρότερον ὄντος εἶναι τελειωτικόν· ἀπὸ δὲ τῶν ἐν τοῖς νοεροῖς ὄντων τὸ διῃρῆσθαι κατὰ πάντας ἀριθμοὺς καὶ διαιρεῖν τὰ μετέχοντα αὑτῶν· ἀπὸ δὲ τῶν ἐν τοῖς ὑπερκοσμίοις τὸ ὁμοιοῦσθαι τοῖς ἑαυτῶν ἕκαστα παραδείγμασιν· ἀπὸ δὲ τῶν ὑπερκοσμίων ὁμοῦ καὶ ἐγκοσμίων τὸ τῶν πεπληθυσμένων ἕκαστον εἶναι συναγωγὸν εἰς τὰς προσηκούσας ἑκάστοις κοινότητας· ἀπὸ δὲ τῶν ἐγκοσμίων τὸ ἀχώριστον τῆς ὑποκειμένης αὐτοῖς φύσεως καὶ τὸ μετʼ αὐτῆς συμπληροῦν τὴν τῶν συνθέτων γένεσιν· δεῖ γὰρ ἀφʼ ἑκάστων ἥκειν τινὰ πάντων ἰδιότητα εἰς τὰ ἐν τῷ αἰσθητῷ εἴδη, πέρατα ὄντα τῆς εἰδητικῆς σειρᾶς. Καὶ οὐδʼ ἂν ἄλλο τι εὕροις περὶ αὐτῶν εἰωθὸς, ὡς ἐμαυτὸν πείθω, λέγεσθαι, πλὴν τούτων ὧν εἴπομεν, οἷον ὅτι πᾶν εἶδος αἰσθητὸν ἄλλης ἕδρας δεῖται καὶ ὑποδοχῆς, ὅτι πᾶν ἐν πολλοῖς ἐστι τοῖς μετέχουσιν, ἐὰν δὲ ἀΐδια, ὡς ἀφʼ ἑνὸς καὶ πρὸς ἓν τῶν μετεχόντων πρὸς τὸ πρώτως μετέχειν τεταγμένων· ὅτι πᾶν διʼ ὁμοιότητος ὑφέστηκε τῆς πρὸς τὰ χωριστὰ εἴδη, καὶ ὑφέστηκε κατὰ τὴν ὁμοιότητα ταύτην· ὅτι πᾶν τὸ ἄτομόν ἐστιν εἶδος μεθʼ ὃ τὸ ὡς ἀληθῶς ἄτομόν ἐστιν, εἰς τὸν ἔσχατον προελθὸν καὶ ὑλικὸν μερισμόν· ὅτι πᾶν τὴν ὑποκειμένην αὐτῷ φύσιν, δυνάμει οὖσαν, τελειοῖ καὶ εἰς ἐνέργειαν ἄγει τῇ ἑαυτοῦ παρουσίᾳ· ὅτι πᾶν εἶδος ὅλον ἐστὶ, πεπονθὸς μὲν τὸ ἐν αὑτῷ ἓν, οὐκ ὂν δὲ, ἀλλὰ πλῆθος ἔχον οὐσιῶν καὶ δυνάμεων· ὅτι πᾶν ἔχει τι πάντως ἄγνωστον σύνθημα θεῖον, διὸ καὶ τάξιν ἄλλην ἕκαστον ἔλαχεν ἐν τῷ παντὶ καὶ τόπον καὶ περίοδον κατʼ ἀριθμὸν ἴδιον καὶ μορφήν· ἕκαστα γὰρ τούτων αὐτοῖς διανενέμηται παρὰ τῆς δημιουργίας κατά τινα πρὸς τοὺς θεοὺς οἰκειότητα κρυφίαν· ὅτι πᾶν ἀεὶ ὡσαύτως ἐστὶν ἐν τῷ κόσμῳ καὶ οὐδέποτε ἐκλείπει τὸ πᾶν, ἀλλὰ κἂν ἐγγιγνομένοις ἔχῃ τὴν ὑπόστασιν, ἀγεννήτως ὑφέστηκε. Ταῦτα δʼ οὖν εἰωθότα λέγεσθαι περὶ τῶν εἰδῶν τῶν συμπληρούντων τὸν κόσμον ἀπʼ ἐκείνων αὐτοῖς ἐνδέδοται πάντων, ὡς εἴρηται, τῶν εἰδητικῶν διακοσμήσεων· καὶ οὐδʼ ἂν εὕροιμεν ἄλλο τι περὶ τούτων ὑπὸ τῶν κατιδόντων τὴν φύσιν ταύτην θρυλλούμενον· ὥστʼ εἰκότως ἕκαστον εἰς τὴν οἰκείαν ἀνηγάγομεν ἀρχὴν, κάτωθεν μέχρι τῶν πρωτίστων ἐπανελθόντες. Τοσαῦται μὲν αἱ τῶν εἰδῶν τάξεις, ὡς τὸ ὅλον εἰπεῖν· ἐφʼ ἑκάτερα δὲ αὐτῶν ἄνω μὲν ἥ τε ὁλότης ἡ νοητὴ καὶ ἡ τοῦ ὄντος μονὰς, κάτω δὲ τό τε πρῶτον ὑποκείμενον, ὅ ἐστιν εἰκὼν ἐκείνης τῆς ὁλότητος καὶ τὸ πάντων ἔσχατον ἴνδαλμα τοῦ ὄντος φερόμενον.

Ταῦτα μέντοι, ὦ Σώκρατες, ἔφη ὁ Παρμενίδης, καὶ ἔτι ἄλλα πρὸς τούτοις πάνυ πολλὰ ἀναγκαῖον ἔχειν τὰ εἴδη, εἰ εἰσὶν αὗται αἱ ἰδέαι τῶν ὄντων καὶ ὁριεῖταί τις αὐτό τι ἕκαστον εἶδος.

`972–974`

Πάνυ θαυμαστῶς ὁ Παρμενίδης διὰ τῶν ἀποριῶν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὴν πρώτην ἔκφανσιν τῶν εἰδῶν ἀναγαγὼν τὸν λόγον, καὶ διὰ τοῦ προσχήματος τῶν ἐνστάσεων ἐνδειξάμενος τάξεις τῶν εἰδῶν πολλὰς, καὶ ἐπὶ τῶν πραγμάτων βαθύτερον ἀποφήνας τὴν περὶ αὐτὰ τάξιν, ἀναγκαίως λοιπὸν πείθει τὸν Σωκράτη μὴ προχείρως μηδὲ ἀβασανίστως ἐπὶ τὴν τῶν εἰδῶν ὑπόθεσιν ὁρμᾷν, ἀλλʼ ὁδεῦσαι πρότερον διὰ πολλῆς δή τινος γυμνασίας διαλεκτικῆς, ἵνα γένηται διαλύειν ἱκανὸς τὰς εἰρημένας καὶ πάσας ἄλλας τὰς περὶ αὐτῶν ἀπορίας, καὶ διορθοῦν τὴν περὶ τοῦ δόγματος ἀλήθειαν. Δαιμόνιον δὲ κἀκεῖνο τὸ παραλαβεῖν ἐν τοῖς εἰρημένοις πάντας τοὺς ἀποριῶν τόπους, οἷς χρώμενοι καὶ τῶν μετʼ αὐτόν τινες διασύρειν ἐπιχειροῦσι τὴν περὶ τῶν ἰδεῶν ὑπόθεσιν· εἰ γὰρ ἐθέλοι τις ἐπισκέψασθαι τὰς μὲν εἰς τὸ ἐν τοῖς καθέκαστα κοινὸν ἀποφερομένας, τὰς δὲ εἰς τὰς ὑστερογενεῖς ἐννοίας, τὰς δὲ μέχρι τῶν ψυχικῶν λόγων ἱσταμένας, τὰς δὲ ὑποτιθεμένας μὲν ἐν νῷ, ἀλλʼ αὐτὰ ἀργὰ καὶ ἀκίνητα, δραστήριον εἰς τὸ ποιεῖν τῶν αὐτῶν μὴ δυναμένων καὶ ἀφομοιοῦν ἑαυταῖς τὰ γιγνόμενα παρʼ αὑτῶν· ὥστε ἔγωγε θαυμάζω τοὺς οἰομένους ἀεί τι καινὸν λέγειν, ἀποροῦντας πρὸς τήνδε τὴν δόξαν, οὐδενὸς παρακειμένου τῷ Πλάτωνι τῶν εἰς ἀπορίαν αὐτῷ συντελεῖν δυναμένων. Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα ἀπόχρη· κατὰ δὲ τὴν λέξιν ἐνδείκνυται ὁ Παρμενίδης, ὅπως καὶ ἄλλας ἀπορίας εὑρίσκειν δυνατὸν ἀπὸ τῶν εἰρημένων ὁρμωμένας· τὸ γὰρ καὶ ἔτι πρὸς τούτοις δείκνυσι τὴν εὐπορίαν τὴν ἐκ τούτων γιγνομένην τοῖς ζητητικοῖς. Ἐνδείκνυται δὲ καὶ ὅτι τὰ ἐν ἀποριῶν προσχήματι λελεγμένα ἀληθῆ κατʼ ἄλλον τρόπον ἐστίν· ἀνάγκη γὰρ, φησὶ, ταῦτα πάντα ἅπερ εἴπομεν ἔχειν τὰ εἴδη, καὶ τὸ ἄγνωστον, καὶ τὸ μὴ γιγνώσκειν τι τῶν ἡμετέρων, καὶ ἁπλῶς ἁπάσας τὰς εἰρημένας ἰδιότητας ἐφαρμόζειν τινὶ τάξει τῶν εἰδῶν· τὸ γὰρ ἐπὶ ἑνὸς ἀληθὲς οὐδὲν θαυμαστὸν εἰ ψεῦδός ἐστιν ἐπʼ ἄλλων προτεινόμενον. Οὐ μόνον οὖν τὰς ἀπορίας ἡ λέξις παρίστησιν — εἶπε γὰρ ἂν, εἰ ταύτας ἠβούλετο δηλῶσαι μόνας, ἀνάγκην εἶναι ταῦτα ἀκούειν τοῖς εἴδεσιν —, ἀλλὰ καὶ τὴν ἐν αὐταῖς πάσαις κεκρυμμένην περὶ τῶν εἰδῶν ἀλήθειαν· ἔχει γὰρ οὐ τὰ ἄτοπα, ἀλλὰ τὰ ἀληθῆ τὰ εἴδη πάντως. Εἰπὼν δὲ, εἰ εἰσὶν αὗται αἱ ἰδέαι τῶν ὄντων, οὐχὶ τὰ αἰσθητὰ καλέσας ὄντα ὡς τούτων εἶναι τὰς ἰδέας φάμενος, ἀλλʼ αὐτὸ τοῦτο δηλῶν τὸ ἐν τοῖς οὖσι τετάχθαι τὰς ἰδέας, ἀλλὰ μὴ ὀνόματα μόνον εἶναι φερόμενα κατὰ ἐπινοιῶν ψιλῶν· εἰπὼν δʼ οὕτως ἐνέφηνεν ὅτι τοῖς μὲν ὑστερογενῆ τὰ εἴδη ποιοῦσιν ἢ ἐν τοῖς αἰσθητοῖς οὐχ ἕπεται ταῦτα τὰ ἄπορα· τοῖς δὲ ἐν τοῖς ὄντως οὖσι τὰς ἰδέας ἀπαριθμουμένοις, τούτοις ὁ λόγος ἄπορος καὶ δύσπιστος. Προσθεὶς δὲ τὸ καὶ ὁριεῖταί τις αὐτό τι ἕκαστον εἶδος, ἐναργὲς πεποίηκεν ἡμῖν τίνι διαφέρουσιν οἱ τὰς ἰδέας τιθέμενοι τῶν μὴ τιθεμένων· λέγουσι γὰρ καὶ ἄλλοι νοῦν εἶναι πρὸ τοῦ κόσμου, καὶ θεὸν τὸν αὐτὸν ὀνομάζοντες, ἀλλʼ οὐ φασὶν ἰδέας εἶναι· τὸν γὰρ νοῦν τοῦτον οὐ συγχωροῦσι διωρισμένας ἔχειν τῶν ἐγκοσμίων αἰτίας, ἀνθρώπου καὶ ἵππου καὶ λέοντος καὶ τῶν ἄλλων ὁπόσα ἐν τοῖς θνητοῖς εἰσιν εἴδη. Ταύτῃ τοίνυν διαφέρουσιν ἀλλήλων οἵ τε ἀναιροῦντες καὶ οἱ τιθέμενοι τὰ εἴδη, καθόσον οἱ μὲν τὰς διακεκριμένας αἰτίας τὰς νοερὰς καὶ ἀκινήτους καὶ θείας ἀπολείπουσιν, οἱ δὲ ἕν τι μόνον λέγουσιν ἀπλήθυντον καὶ ἀκίνητον αἴτιον ὡς ὀρεκτὸν, ὃ δὴ περὶ τῆς ὑπὲρ νοῦν αἰτίας καὶ τὸν νοητὸν ἀριθμὸν ἱδρυμένης λέγομεν, τοῦτο τῷ νῷ προσάπτοντες· καθὸ μὲν τὸ πρῶτον τοιοῦτον ἐνόμισαν, ὀρθῶς οἰηθέντες· οὐ γὰρ δεῖ τὰ ὄντα πολιτεύεσθαι κακῶς, οὐδὲ τὴν ἀρχὴν εἶναι τῶν ὄντων τὸ πλῆθος, ἀλλὰ τὸ ἕν· καθὸ δὲ τὸν νοῦν καὶ τὸ ἓν ταὐτὸν ὑπέλαβεν, οὐκ ὀρθῶς. Ἴδιον οὖν μάλιστα τῆς εἰδητικῆς αἰτίας ἐστὶ τὸ διακεκριμένον κατὰ τὰ πλήθη τῶν ὄντων· καὶ διὰ τοῦτο καὶ ἐν ταῖς ἀρχαῖς ὅπου μὲν τὸ κρυφίως καὶ ἀδιακρίτως ὄν, οὔπω τὸ εἶδος, ὅπου δὲ πρῶτον ἡ διάκρισις, ἐκεῖ τὰ πρώτιστα τῶν εἰδῶν, οἷον οὐρανίων πᾶν ἓν καὶ ἄλλο πεζῶν, ὅπου δὲ πλείων ἡ διάκρισις, ἐκεῖ καὶ τῶν μερικωτέρων ἴδιαι προεστᾶσί τινες αἰτίαι παραδειγματικαὶ, καὶ τέλος προϊούσης τῆς εἰδητικῆς διακοσμήσεως, τὰ ἔσχατα τῶν ποιητικῶν εἰδῶν καὶ τῶν μορίων καὶ τῶν συμβεβηκότων ἔσχε διακεκριμένας αἰτίας· οἱ γὰρ ἐν τῇ φύσει λόγοι καὶ ὀφθαλμοῦ καὶ ποδὸς καὶ καρδίας καὶ δακτύλου ἔχουσι διωρισμένας ἀρχάς· ὥστε ἄνωθεν μὲν τῶν γενικωτάτων, κάτω δὲ καὶ τῶν μερῶν, ἐν δὲ τοῖς μέσοις κατὰ τὸ ἀνάλογον· οὐ γὰρ ὡσαύτως διῄρηται τὰ νοερὰ τοῖς ἀφομοιωτικοῖς, ἢ ταῦτα τοῖς ἀπολύτοις, ἀλλʼ ἅτε μεταξὺ ταῦτα ὄντα τῶν τε αἰσθητῶν καὶ νοερῶν μᾶλλον μὲν ἐκείνων διῄρηται, μᾶλλον δὲ τούτων ἥνωται, καὶ ὁλικώτερα μὲν ἔστι τῶν αἰσθητῶν, μερικώτερα δὲ τῶν νοερῶν. Τὸ μὲν οὖν εἴ τις ὁριεῖται, καθάπερ εἴπομεν, ταὐτὸν σημαίνει τῷ εἴ τις διακεκριμένας αἰτίας ὑποθήσεται οὐχὶ τῷ ὁρικὰς ἀποδόσεις ποιεῖσθαι, ἀλλὰ τὸ τῶν τῇδε νοητὰς ἀρχὰς πλείονας ποιεῖν δηλοῖ· τοῦτο γὰρ ἴδιόν ἐστι τῆς τῶν ἰδεῶν θεωρίας. Τὸ δὲ αὐτὸ ἕκαστον εἴρηται πολλάκις, ὡς τὴν ἁπλότητα καὶ τὴν ἀϋλίαν ἐνδείκνυται καὶ τὴν καθαρότητα τῶν ἰδεῶν· αὐτὸ γάρ ἐστιν ἕκαστον τὸ ἑαυτοῦ καὶ μὴ ἄλλου ὂν, μηδὲ ἀλλοτρίως τοῦτο ὃ καλεῖται προσονομαζόμενον. Τὸ δέ γέ τι προσκείμενον δηλοῖ τὸ μοναδικὸν αὐτοῦ καὶ τὸ ἐν ἀρχῆς λόγῳ προϋπάρχον· οὐ γὰρ οὕτως ἐπὶ τῶν εἰδῶν τό τι προστιθέμενον ὡς ἐπὶ τῶν ἐνύλων καὶ ἀτόμων, ἀλλʼ ὡς τῆς ἑνότητος καὶ τοῦ πέρατος σύμβολον· καὶ ὡς μερικὸν δὲ ὂν τὸ εἶδος, εἰ περιβάλλοιτο πρὸς αὐτὸ τὸ ἓν ὂν, εἰκότως ἄν τι ἐπονομάζοιτο.

Ὥστε ἀπορεῖν τε τὸν ἀκούοντα καὶ ἀμφισβητεῖν ὡς οὔτε ἔστι ταῦτα, εἴτε ὅτι μάλιστα εἴη, πολλὴ ἀνάγκη αὐτὰ εἶναι τῇ ἀνθρωπίνῃ φύσει ἄγνωστα.

`975`

Καὶ ταῦτα δαιμονίως λέγεται καὶ τῆς ἡμετέρας φύσεως ἐστοχασμένως· οὔτε γὰρ ὁ ἀκρότατος ἂν καὶ σοφώτατος ἀνενδοιάστως ἔχοι πάντη περὶ τὴν τῶν θείων ἐπιστήμην· νοῦς γάρ ἐστι μόνως ὁ χωρὶς ἀπορίας τὰ νοητὰ γιγνώσκων, ἡ δὲ ἡμετέρα τάξις, καθόσον ἀπολείπεται τῆς νοερᾶς γνώσεως, κατὰ τοσοῦτον καὶ τῆς ἀκριβεστάτης ἐστὶ τάξεως παρῃρημένη· οὔτε ὁ ἀτελέστατος καὶ γηγενέστατος ἀνεννόητός ἐστι πάντη τῆς εἰδητικῆς αἰτίας· πρὸς γὰρ τί βλέπων ἐνίοτε κακίζει τὸ φαινόμενον ὡς εὐμετάβολον, εἰ μὴ τῆς ὄντως οὐσίας εἶχε παρʼ ἑαυτῷ πρόληψιν ἀδιάστροφον; Μεταξὺ δὲ τούτων εἰσὶν ὅ τε ἀπορῶν καὶ ὁ ἀμφισβητῶν καὶ ὁ ἀρνούμενος· ὁ μὲν γὰρ ἀπορῶν μᾶλλον ἐν τῷ εἶναι τὰ εἴδη τὴν διάνοιαν ἐβεβαίωσεν, εὐλαβεῖται δὲ καὶ τοὺς ἀντικειμένους λόγους· ὁ δὲ ἀμφισβητῶν ὁμοίως ἐφʼ ἑκάτερα φέρεται, καὶ πρὸς τὸ εἶναι καὶ πρὸς τὸ μὴ εἶναι τοῖς λόγοις· ὁ δὲ ἀρνούμενος πρὸς τὸ μὴ εἶναι μᾶλλον, ἔνδοθεν μὲν ὑποφθεγγόμενος ὡς ἔστι κατὰ τὴν ἀδιάστροφον ἔννοιαν, διὰ δὲ τὴν περικεχυμένην λήθην ἀναιρῶν αὐτῶν τὴν ὕπαρξιν· εἴτε καὶ μὴ ἔστιν, οὐκ ἔστιν· εἰ ἔστι μὲν, ἄγνωστα δὲ ἡμῖν, οὐκ ἀξιόχρεώς ἐστιν ὅγε τιθέμενος αὐτά· τῶν γὰρ ἀγνώστων καὶ αὐτὸς προεστάναι λέγων ἐλέγχει τὴν αὑτοῦ ψῆφον. Ὅρα τοίνυν ὅπως ἀποδέχεται τὴν δύναμιν τῶν εἰρημένων ἀποριῶν, καὶ ὅπως ἡμᾶς ἐπὶ τὴν διάλυσιν αὐτῶν παρακαλεῖ· δέος γοῦν ἐστι καὶ ἡμῖν μὴ τοῦτο πάθωμεν, ὅ φησι πάσχειν τοὺς ἀκούοντας ἐκείνων τῶν ἐπαπορούντων λόγων, καὶ ἡμεῖς ἀπορήσαντες, εἶτα ἀμφισβητήσαντες, ἄρδην ἀνέλωμεν τὴν ὑπόθεσιν ταύτην, ὡς εἰ καὶ ἔστιν, ἄχρηστον ἡμῖν ὑπάρχουσαν, ἅτε ἄγνωστον οὖσαν καθʼ αὑτήν. Δέδεικται δὲ ὅπως καὶ ἀληθῆ πάντα, καὶ ὅσον ἐν αὐτοῖς ψεῦδος ἐντελοῦς ἂν τύχοι θεραπείας.

Καὶ ταῦτα λέγοντα δοκεῖν τέ τι λέγειν, καὶ, ὃ ἄρτι ἐλέγομεν, θαυμαστῶς ὡς δυσανάπειστον εἶναι.

Προείρηται γὰρ διαρρήδην, ὡς ὁ μὴ μετὰ τῆς ἀποχρώσης δυνάμεως καὶ παρασκευῆς ἁπτόμενος τῆς τούτων θεωρίας πιθανώτερον ποιήσεται τὸν ἄγνωστα εἶναι τὰ εἴδη προσαναγκάζοντα τοῦ πειρωμένου προεστάναι τῆς θέσεως αὐτῶν· πανταχοῦ γὰρ τὸ ὅμοιον ἐπὶ τὸ ὅμοιον πέφυκε χωρεῖν. Τὸ οὖν τοῖς ὄμμασι σκοτῶδες καὶ φιλοσοφίᾳ αἱρετὸν οὐκ ἂν γένοιτο ληπτὸν ταῖς ἀτελέσι τῶν ψυχῶν, ἀλλʼ ἐκείναις μόναις αἳ καὶ διὰ φύσεως ἀρετὴν καὶ διʼ ἐπιμελείας ὑπεροχὴν καὶ διὰ προθυμίαν δύναμιν ἑαυταῖς προσάγουσιν ἐπαξίως τῇ τούτων θεωρίᾳ· οὐδὲ γὰρ ἐν ἀλλοτρίαις ἕξεσιν ἐγγενέσθαι δυνατὸν τὴν τῶν νοητῶν θεωρίαν, οὐδὲ δὴ τοῖς μὴ κεκαθαρμένοις ποτὲ τὸν νοῦν ἔσονται καταφανεῖς αἱ ἰδέαι ἐν τῷ νῷ τῷ καθαρῷ τὴν ὕπαρξιν ἔχουσαι καὶ τὴν ἕδραν, εἴπερ τῷ ὁμοίῳ πανταχοῦ τὸ ὅμοιόν ἐστι ληπτόν.

`976`

Καὶ ἀνδρὸς πάνυ μὲν εὐφυοῦς τοῦ δυνησομένου μαθεῖν ὡς ἔστι γένος τι ἑκάστου καὶ οὐσία αὐτὴ καθʼ αὑτὴν, ἔτι δὲ θαυμαστοτέρου τοῦ εὑρήσοντος καὶ ἄλλον δυνησομένου διδάξαι πάντα ταῦτα ἱκανῶς διευκρινησάμενον.

`977–978`

Ἀναδιδάσκει πάλιν διὰ τούτων τίς ὁ τῶν λόγων τούτων οἰκειότατος ἀκροατὴς, ἄνδρα μὲν ὀνομάσας οὐ μάτην, ἀλλʼ ἵνα καὶ κατὰ τὸ εἶδος τῆς ζωῆς τοιοῦτος ᾖ, πολὺ τὸ ἁδρὸν καὶ ὑψηλὸν ἐπιδεικνύμενος· τῷ γὰρ ἀντιλήψεσθαι μέλλοντι τῶν θεῶν οὐδὲν προσήκει σμικρὸν οὐδὲ ταπεινὸν φρονεῖν· πάνυ δὲ εὐφυᾶ καλέσας, ὡς πᾶσι τοῖς πλεονεκτήμασι τῆς φιλοσόφου φύσεως διακεκοσμημένον, καὶ πολλὰ δεξάμενον ἐκ τῆς φύσεως ἐφόδια εἰς τὴν νοερὰν τῶν θείων ἀντίληψιν. Ἐπὶ δὲ τούτῳ καὶ τίς ὁ καθηγεμὼν τῆς περὶ τούτων ἐπιστήμης, ὑπομιμνήσκει πάλιν, ὅτι γόνιμος καὶ εὑρετικός ἐστι περὶ τὴν διδασκαλίαν· ἔνιοι γὰρ τοσοῦτον προκόπτουσιν, ὅσον αὐτοῖς ἀπόχρη πρὸς ἑαυτούς· ἄλλοι δὲ καὶ ἑτέρους ἀναμιμνήσκειν δύνανται τῆς τῶν πραγμάτων ἀληθείας· διὸ καὶ θαυμαστότερον τουτονὶ κέκληκεν· ἀνάλογον γὰρ ἕστηκεν οὗτος τῷ Πόρῳ, Πενίᾳ δὲ ὁ μανθάνων, μεταξὺ δὲ ἄρα ἀμφοῖν ὁ Ἔρως ὁ τὸν ἀτελέστερον συνάπτων πρὸς τὸν τελειότερον. Τρίτον δὴ οὖν ἐπὶ τούτοις παραδίδωσι τί τὸ τέλος τῆς διδασκαλίας· ὅτι τὸν μανθάνοντα καὶ δεχόμενον ἐπιστήμην ἱκανῶς διευκρινήσασθαι δεῖ τὰ γένη τῶν ὄντων, καὶ τὰς διωρισμένας τῶν πραγμάτων αἰτίας θεωρῆσαι τελεώτατα πόθεν ἄρχονται, πόσαι τάξεις αὐτῶν, πῶς ἐν ἑκάστῃ τάξει τῶν ὄντων ὑφεστήκασι, πῶς μετέχονται, πῶς τὰ πάντα προειλήφασι, καὶ ἁπλῶς ἕκαστα τῶν τοιούτων, ἃ καὶ ἡμεῖς ἔμπροσθεν διειλόμεθα. Ταῦτα καὶ περὶ τούτων· τῶν δὲ λέξεων, τὸ μὲν διευκρινησάμενον δηλοῖ τὴν ἀσύγχυτον καὶ καθαρὰν ἐκείνων ἑκάστου νοερὰν ἐπιβολήν· ἡ γὰρ εὐκρίνεια σαφήνειά τίς ἐστι τῆς ἑκάστων ἰδιότητος ἀφοριστική. Τὸ δὲ γένος τι ἑκάστου σημαίνει τὴν πρωτουργὸν αἰτίαν ἑκάστης σειρᾶς τὴν ἐν τοῖς θείοις προϋπάρχουσαν· τὸ γὰρ εἶδος πρός τι ἄλλο ἄτομον ὡς ἐν ἐκείνοις εἶδος ὂν γένος ἐστὶν, ὡς ὁλικώτερον τῶν αἰσθητῶν εἰδῶν καὶ ὡς περιεκτικὸν τῶν οὐ παντάπασιν ἀλλήλοις ὁμοειδῶν· πῶς γὰρ ὁμοειδὴς ὁ χθόνιος ἄνθρωπος τῷ ἐν οὐρανῷ ἢ ἄλλῳ στοιχείῳ λαχόντι τὴν ὑπόστασιν;

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqy-bu`.
