---
title: "Commentary-Hesiod's Works and Days"
title_greek: Σχόλια εἰς τὰ Ἡσιόδου Ἔργα καὶ Ἡμέρας
author: Proclus the Successor
eul_wid: uqy-au
eul_aid: uqy
canonical: "https://eulogikon.org/works/proclus-hesiod-works-days-commentary-uqy-au"
period: Late Antique
dialect: Philosophical Koine
domain: Philosophy
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary-Hesiod's Works and Days

*Σχόλια εἰς τὰ Ἡσιόδου Ἔργα καὶ Ἡμέρας*

**Author:** Proclus the Successor

**eul_wid:** `uqy-au` · [HTML page](https://eulogikon.org/works/proclus-hesiod-works-days-commentary-uqy-au)

## Text

## ΗΣΙΟΔΟΥ ΕΡΓΑ ΚΑΙ ΗΜΕΡΑΙ

### 1

Μοῦσαι Πιερίηθεν ἀοιδῇσι κλείουσαι,

### 2

δεῦτε, Δί᾽ ἐννέπετε σφέτερον πατέρ᾽ ὑμνείουσαι,

### 3

ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,

### 4

ῥητοί τ᾽ ἄῤῥητοί τε, Διὸς μεγάλοιο ἕκητι.

### 5

ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,

### 6

ῥεῖα δ᾽ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,

### 7

ῥεῖα δέ τ' ιθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει

### 8

Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.

### 9

Κλύθι ἰδὼν ἀΐων τε, δίκῃ δ᾽ ἴθυνε θέμιστας

### 10

τύνη· ἐγὼ δέ κε Πέρση ετήτυμα μυθησαίμην.

### 11

Οὐκ ἄρα μοῦνον ἔην Ερίδων γένος, ἀλλ᾽ ἐπὶ γαῖαν

### 12

εἰσὶ δύω· τὴν μέν κεν ἐπαινήσειε νοήσας,

### 13

ἡ δ᾽ ἐπιμωμητή· διὰ δ᾽ ἄνδιχα θυμὸν ἔχουσιν.

### 14

ἡ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει

### 15

σχετλίη· οὔτις τήν γε φιλεϊ βροτός, ἀλλ' ὑπ' ἀνάγκης

### 16

ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρείαν.

### 17

τὴν δ᾽ ἑτέρην προτέρην μὲν ἐγείνατο Νυξ ερεβεννή,

### 18

θῆκε δέ μιν Κρονίδης ὑψίζυγος αιθέρι ναίων

### 19

γαίης τ᾽ ἐν ῥίζῃσι καὶ ἀνδράσι πολλὸν ἀμείνω,

### 20

ἦτε καὶ ἀπάλαμόν περ ὅμως ἐπὶ ἔργον ἐγείρει.

### 21

εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζων

### 22

πλούσιον, ὁ σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν

### 23

οἶκόν τ' εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων

### 24

εἰς ἄφενον σπεύδοντ'· ἀγαθὴ δ᾽ Ἔρις δε βροτοῖσι·

### 25

καὶ κεραμεὺς κεραμεί κοτέει καὶ τέκτονι τέκτων,

### 26

καὶ πτωχὸς πτωχο φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.

### 27

Ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,

### 28

μηδέ σ' Ἔρις κακόχαρτος ἀπ᾽ ἔργου θυμὸν ἐρύκοι

### 29

νείκε᾽ ὀπιπτεύοντ᾽ ἀγορῆς ἐπακουὸν ἐόντα.

### 30

ὤρη γάρ τ' ὀλίγη πέλεται νεικέων τ᾿ ἀγορέων τε

### 31

ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται

### 32

ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν·

### 33

τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις

### 34

κτήμασ᾽ ἐπ' ἀλλοτρίοις· σοὶ δ᾽ οὐκέτι δεύτερον ἔστα

### 35

ὧδ' ἔρδειν· ἀλλ᾽ αὖθι διακρινώμεθα νεῖκος

### 36

ἰθείῃσι δίκαις, αἵτ᾽ ἐκ Διός εἰσιν ἄρισται.

### 37

ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθ', ἄλλα τε πολλὰ

### 38

ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας

### 39

δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δικάσσαι

### 40

νήπιοι· οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός,

### 41

οὐδ᾽ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ' ὄνειας.

### 42

κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισι.

### 43

ῥηιδίως γάρ κεν καὶ ἐπ᾽ ἤματι ἐργάσσαιο,

### 44

ὥστε σέ κ' εἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·

### 45

αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,

### 46

ἔργα βοῶν δ᾽ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργών.

### 47

ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν σιν,

### 48

ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης.

### 49

τοῦνεκ᾽ ἄρ᾽ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.

### 50

κρύψε δὲ πῦρ· τὸ μὲν αὐτις ἐὺς παῖς Ιαπετοῖο

### 51

ἔκλεψ᾽ ἀνθρώποισι Διὸς πάρα μητιόεντος

### 52

ἐν κοίλῳ νάρθηκι λαθὼν Διὰ τερπικέραυνον.

### 53

τὸν δὲ χολωσάμενος προςέφη νεφεληγερέτα Ζεύς·

### 54

Ιαπετιονίδη πάντων πέρι μήδεα ειδώς,

### 55

χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ήπεροπεύσας,

### 56

σοί τ᾽ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισι·

### 57

τοῖς δ᾽ ἐγὼ ἀντὶ πυρὸς δώσω κακὸν ᾧ κεν ἅπαντες

### 58

τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπώντες.

### 59

Ὣς ἔφατ'· ἐκ δ᾽ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε·

### 60

Ηφαιστον δ᾽ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα

### 61

γαῖαν ὕδει φύρειν, ἐν δ᾽ ἀνθρώπου θέμεν αὐδὴν

### 62

καὶ σθένος· ἀθανάταις δὲ θεαῖς εἰς ὦπα έΐσκειν

### 63

παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Αθήνην

### 64

ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·

### 65

καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Αφροδίτην

### 66

καὶ πόθον ἀργαλέον καὶ γυιοκόρους μελεδώνας·

### 67

ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος

### 68

Ερμείαν ἤνωγε διάκτορον, Αργειφόντην.

### 69

Ὣς ἔφαθ᾽· οἱ δ᾽ ἐπίθοντο Διὶ Κρονίων ἄνακτι.

### 70

αὐτίκα δ' ἐκ γαίης πλάσσε κλυτος Αμφιγυήεις

### 71

παρθένῳ αἰδοίῃ ίκελον Κρονίδεω διὰ βουλάς

### 72

ζώσε δὲ καὶ κόσμησε θεά γλαυκώπις Αθήνη

### 73

ἀμφὶ δὲ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθώ

### 74

ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήνγε

### 75

Ωραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσι·

### 76

πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Αθήνη.

### 77

ἐν δ᾽ ἄρα οἱ στήθεσσι διάκτορος, Αργειφόντης

### 78

ψεύδεά θ' αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος

### 79

τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δ᾽ ἄρα φωνὴν

### 80

θῆκε θεῶν κῆρυξ· ὀνόμηνε δὲ τήνδε γυναῖκα

### 81

Πανδώρην, ὅτι πάντες Ολύμπια δώματ' ἔχοντες

### 82

δῶρον ἐδώρησαν, πῆμ᾽ ἀνδράσιν ἀλφηστῇσιν.

### 83

Αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,

### 84

εἰς Επιμηθέα πέμπε πατὴρ κλυτὸν Αργειφόντην

### 85

δῶρον ἄγοντα θεῶν ταχὺν ἄγγελον· οὐδ᾽ Επιμηθεὺς

### 86

ἐφράσαθ᾽ ὡς οἱ ἔειπε Προμηθεὺς μήποτε δῶρον

### 87

δέξασθαι πὰρ Ζηνός Ολυμπίου, ἀλλ᾽ ἀποπέμπειν

### 88

ἐξοπίσω, μή πού τι κακὸν θνητοίσι γένηται.

### 89

αὐτὰρ ὁ δεξάμενος ὅτε δὴ κακὸν εἶχ᾽ ἐνόησε.

### 90

Πριν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φύλ᾽ ἀνθρώπων

### 91

νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποίο πόνοιο

### 92

νούσων τ᾿ ἀργαλέων, αἵτ᾽ ἀνδράσι γῆρας ἔδωκαν·

### 93

αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι.

### 94

ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ' ἀφελοῦσα

### 95

ἐσκέδασ᾽· ἀνθρώποισι δ' ἐμήσατο κήδεα λυγρά.

### 96

μούνη δ᾽ αὐτόθι Ἐλπὶς ἐν ἀῤῥήκτοισι δόμοισιν

### 97

ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε

### 98

ἐξέπτη· πρόσθεν γὰρ ἐπέμβαλε πῶμα πίθοιο

### 99

αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.

### 100

ἄλλα δὲ μυρία λυγρὰ κατ᾽ ἀνθρώπους ἀλάληται.

### 101

πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·

### 102

νοῦσοι δ᾽ ἀνθρώποισιν ἐφ' ἡμέρῃ ἠδ᾽ ἐπὶ νυκτὶ

### 103

αὐτόματοι φοιτῶσι κακὰ θνητοίσι φέρουσαι

### 104

σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.

### 105

οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι.

### 106

Εἰ δ᾽ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω

### 107

εὖ καὶ ἐπισταμένως· σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·

### 108

ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τ᾽ ἄνθρωποι.

### 109

Χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων

### 110

ἀθάνατοι ποίησαν Ολύμπια δώματ᾽ ἔχοντες.

### 111

οἱ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ᾽ οὐρανῷ ἐμβασίλευεν·

### 112

ὥστε θεοὶ δ᾽ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες

### 113

νόσφιν ἄτερ τε πόνων καὶ διζύος· οὐδέ τι δειλὸν

### 114

γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι

### 115

τέρποντ᾽ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων·

### 116

θνῆσκον δ᾽ ὡς ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα

### 117

τοῖσιν ἔν· καρπὸν δ᾽ ἔφερε ζείδωρος άρουρα

### 118

αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἱ δ᾽ ἐθελημοὶ

### 119

ἥσυχοι ἔργα νέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν,

### 120

ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοίσι.

### 121

ξυναὶ γὰρ τότε δαῖτες ἔσαν, ξυνοὶ δὲ θόωκοι

### 122

ἀθανάτοισι θεοῖσι καταθνητοῖς τ᾿ ἀνθρώποις.

### 123

αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ γαῖα καλύψει,

### 124

τοὶ μὲν δαίμονές εἰσι Διὸς μεγάλου διὰ βουλὰς

### 125

ἐσθλοί, ἐπιχθόνιοι, φύλακες θνητῶν ἀνθρώπων·

### 126

οἱ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα,

### 127

ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπ᾽ αἶαν,

### 128

πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον.

### 129

Δεύτερον αὖτε γένος πολύ χειρότερον μετόπισθεν

### 130

ἀργύρεον ποίησαν Ολύμπια δώματ᾽ ἔχοντες,

### 131

χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.

### 132

ἀλλ᾽ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ

### 133

ἐτρέφετ᾽ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ·

### 134

ἀλλ᾽ ὅταν ἡβήσειε καὶ ἥβης μέτρον ἵκοιτο,

### 135

παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγε᾽ ἔχοντες

### 136

ἀφραδίαις· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο

### 137

ἀλλήλων ἀπέχειν, οὐδ᾽ ἀθανάτους θεραπεύειν

### 138

ἤθελον, οὐδ᾽ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,

### 139

ᾗ θέμις ἀνθρώποισι κατ᾽ ἤθεα. τοὺς μὲν ἔπειτα

### 140

Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος οὕνεκα τιμὰς

### 141

οὐκ ἐδίδουν μακάρεσσι θεοῖς οἳ Ολυμπον ἔχουσιν.

### 142

αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαλα κάλυψε,

### 143

τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοὶ καλέονται

### 144

δεύτεροι, ἀλλ᾽ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ.

### 145

Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων

### 146

χάλκειον ποίησ᾽ οὐκ ἀργυρῷ οὐδὲν ὁμοῖον

### 147

ἐκ μελιᾶν δεινόν τε καὶ ὄβριμον, οἷσιν "Αρηος

### 148

ἔργ᾽ ἔμελε στονόεντα καὶ ὕβριες· οὐδέ τι σίτον

### 149

ἤσθιον, ἀλλ᾽ ἀδάμαντος ἔχον κρατερόφρονα θυμὸν

### 150

ἄπλατοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι

### 151

ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.

### 152

τοῖς δ᾽ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι,

### 153

χαλκῷ δ᾽ εἰργάζοντο· μέλας δ᾽ οὐκ ἔσκε σίδηρος.

### 154

καὶ τοὶ μὲν χείρεσσιν υπο σφετέρησι δαμέντες

### 155

βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο

### 156

νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ εόντας

### 157

εἷλε μέλας, λαμπρὸν δ᾽ ἔλιπον φάος ηελίοιο.

### 158

Αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖα κάλυψε,

### 159

αὖτις ἔτ᾽ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρη

### 160

Ζεὺς Κρονίδης ποίησε δικαιότερον καὶ ἄρειον,

### 161

ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται

### 162

ἡμίθεοι προτέρῃ γενεῇ κατ' ἀπείρονα γαίαν.

### 163

καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ

### 164

τοὺς μὲν ἐφ᾽ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ,

### 165

ὤλεσε μαρναμένους μήλων ἕνεκ' Οιδιπόδας,

### 166

τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαϊτμα θαλάσσης

### 167

ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκ' ήυκόμοιο.

### 168

ἔνθ᾽ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε·

### 169

α. τοῖς δὲ δίχ᾽ ἀνθρώπων βίοτον καὶ ἤθε᾽ ὀπάσσας

### 170

Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης

### 171

τηλοῦ ἀπ᾿ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει.

### 172

καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες

### 173

ἐν μακάρων νήσοισι παρ' Ὠκεανὸν βαθυδίνην

### 174

ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν

### 175

τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.

### 176

Μηκέτ' ἔπειτ᾽ ὤφειλον ἐγὼ πέμπτοισι μετείναι

### 177

ἀνδράσιν, ἀλλ᾽ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.

### 178

νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτ᾽ ἦμαρ

### 179

παύσονται καμάτου καὶ διζύος, οὐδέ τι νύκτωρ

### 180

φθειρόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας.

### 181

ἀλλ᾽ ἔμπης καὶ τοῖσι μεμίξεται ἐσθλὰ κακοῖσιν.

### 182

Ζεὺς δ᾽ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,

### 183

εὖτ' ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.

### 184

οὐδὲ πατὴρ παίδεσσιν ὁμοίος οὐδέ τι παῖδες,

### 185

οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,

### 186

οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.

### 187

αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·

### 188

μέμψονται δ᾽ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι

### 189

σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἴγε

### 190

γηράντεσσι τοκεύσιν ἀπὸ θρεπτήρια δοίεν

### 191

χειροδίκαι· ἕτερος δ᾽ ἑτέρου πόλιν ἐξαλαπάξει.

### 192

οὐδέ τις ενόρκου χάρις ἔσσεται οὔτε δικαίου

### 193

οὔτ᾽ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν

### 194

ἀνέρα τιμήσουσι· “δίκη δ᾽ ἐν χερσὶ καὶ αἰδὼς

### 195

οὐκ ἔσται· βλάψει δ᾽ ὁ μακὸς τὸν ἀρείονα φῶτα

### 196

μύθοισι σκολιοῖς ἐνέπων, ἐπὶ δ᾽ ὅρκον ὀμεῖται.

### 197

ζῆλος δ᾽ ἀνθρώποισιν ὀϊζυροῖσιν ἅπασιν

### 198

δυσκέλαδος κακόχαρτος ἁμαρτήσει στυγερώπης.

### 199

καὶ τότε δὴ πρὸς Ολυμπον ἀπὸ χθονὸς εὐρυοδείης

### 200

λευκοῖσιν φαρέεσσι καλυψαμένω χρόα καλόν

### 201

ἀθανάτων μετὰ φύλον ἴτον προλιπόντ᾽ ἀνθρώπους

### 202

Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρά

### 203

θνητοῖς ἀνθρώποισι· κακοῦ δ᾽ οὐκ ἔσσεται ἀλκή.

### 204

Νῦν δ' αἶνον βασιλεῦσ᾽ ἐρέω φρονέουσι καὶ αὐτοῖς.

### 205

ὧδ᾽ ἴρηξ προςέειπεν ἀηδόνα ποικιλόδειρον

### 206

ὕψι μάλ' ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς

### 207

ἡ δ᾽ ἐλεόν γναμπτοῖσι πεπαρμένη ἀμφ᾽ ὀνύχεσσι

### 208

μύρετο· τὴν δ᾽ ὅγ᾽ ἐπικρατέως πρὸς μύθον ἔειπε·

### 209

Δαιμονίη, τί λέληκας, έχει νύ σε πολλὸν ἀρείων

### 210

τῇ δ᾽ εἰς ᾗ δ᾿ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·

### 211

δεῖπνον δ', αἴκ᾽ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.

### 212

ἄφρων δ᾽ ὅς κ' ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν,

### 213

νίκης τε στέφεται πρός τ' αἴσχεσιν ἄλγεα πάσχει.

### 214

Ὣς ἔφατ᾽ ὠκυπέτης ἴρηξ τανυσίπτερος ὄρνις.

### 215

ὦ Πέρση, σὺ δ᾽ ἄκουε δίκης, μηδ᾽ ὕβριν ὄφελλε·

### 216

ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς

### 217

ηιδίως φερέμεν δύναται, βαρύνει δέ θ᾽ ὑπ᾽ αὐτῆς

### 218

ἐγκύρσας ἄτησιν· ὁδὸς δ᾽ ἑτέρηφι παρελθεῖν

### 219

κρείσσων ἐς τὰ δίκαια· δίκη δ᾽ ὑπὲρ ὕβριος ίσχει

### 220

ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.

### 221

αὐτίκα γὰρ τρέχει ὅρκος ἅμα σκολιῇσι δίκησιν.

### 222

τῆς δὲ Δίκης ῥύθος ἑλκομένης ᾗ κ᾿ ἄνδρες ἄγωσι

### 223

δωροφάγοι, σκολιαῖς δὲ δίκαις κρίνωσι θέμιστας.

### 224

ἡ δ᾽ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,

### 225

ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,

### 226

οἴτε μιν ἐξελάσωσι καὶ οὐκ ἐθεῖαν ἔνειμαν.

### 227

οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν

### 228

θείας καὶ μή τι παρεκβαίνουσι δικαίου,

### 229

τοῖσι τέθηλε πόλις, λαοὶ δ᾽ ἀνθεῦσιν ἐν αὐτῇ·

### 230

εἰρήνη δ᾽ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτ' αὐτοῖς

### 231

ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·

### 232

οὐδέ ποτ' ιθυδίκαισι μετ᾿ ἀνδράσι λιμὸς ὀπηδεί,

### 233

οὐδ᾽ ἄτη, θαλίης δὲ μεμηλότα ἔργα νέμονται.

### 234

τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς

### 235

ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·

### 236

ειροπόκοι δ' ὄιες μαλλοῖς καταβεβρίθασι·

### 237

τίκτουσιν δὲ γυναῖκες ἐοικάτα τέκνα γονεῦσιν·

### 238

θάλλουσιν δ᾽ ἀγαθοῖσι διαμπερές· οὐδ᾽ ἐπὶ νηῶν

### 239

νείσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.

### 240

οἷς δ᾽ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,

### 241

τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.

### 242

πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,

### 243

ὅστις ἀλιτραίνει καὶ ἀτάσθαλα μηχανάαται.

### 244

τοῖσιν δ᾽ οὐρανόθεν μέγ' ἐπήγαγε πῆμα Κρονίων,

### 245

λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί·

### 246

οὐδὲ γυναῖκες τίκτουσιν· μινύθουσι δὲ οἶκοι

### 247

Ζηνὸς φραδμοσύνησιν Ολυμπίου. ἄλλοτε δ᾽ αὖτε

### 248

ἢ τῶνγε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅγε τεῖχος,

### 249

ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποτίνυται αὐτῶν.

### 250

Ὦ βασιλεῖς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ

### 251

τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες

### 252

ἀθάνατοι φράζονται ὅσοι σκολιῇσι δίκησι

### 253

ἀλλήλους τρίβουσι θεῶν ἔπιν οὐκ ἀλέγοντες.

### 254

τρὶς γὰρ μύριοι εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρη

### 255

ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων·

### 256

οἱ ρα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα

### 257

ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπ' αἷαν.

### 258

ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,

### 259

κυδνή τ' αιδοίη τε θεοῖς οἳ Ολυμπον ἔχουσιν.

### 260

καί σ᾽ ὁπόταν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,

### 261

αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι

### 262

γηρύετ᾽ ἀνθρώπων ἄδικον νόον, ὄφρ᾽ ἀποτίσῃ

### 263

δῆμος ατασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες

### 264

ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.

### 265

ταῦτα φυλασσόμενοι, βασιλῆες, ιθύνετε μύθους,

### 266

δωροφάγοι, σκολιῶν δὲ δικῶν ἐπὶ πάγχυ λάθεσθε.

### 267

οἱ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,

### 268

ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.

### 269

πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας

### 270

καί νυ τάδ', αἴκ' ἐθέλησ᾽, ἐπιδέρκεται, οὐδέ ἑ λήθει

### 271

οἴην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.

### 272

- νῦν δὴ ἐγὼ μήτ' αὐτὸς ἐν ἀνθρώποισι δίκαιος

### 273

εἴην μήτ' ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον

### 274

ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει,

### 275

ἀλλὰ τάγ᾽ οὔπω ἔολπα τελεῖν Δία τερπικέραυνον.

### 276

Ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σησι,

### 277

καί ου δίκης ἐπάκουε, βίης δ᾽ ἐπιλήθει πάμπαν.

### 278

τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων,

### 279

ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς

### 280

ἔσθεῖν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶν ἐν αὐτοῖς·

### 281

ἀνθρώποισι δ᾽ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη

### 282

γίγνεται. εἰ γάρ τίς κ᾿ ἐθέλῃ τὰ δίκαι᾽ ἀγορεύειν

### 283

γιγνώσκων, τῷ μέν τ' ὄλβον διδοῖ εὐρύοπα Ζεύς·

### 284

ὃς δέ κε μαρτυρίῃσιν ἑκὼν ἐπίορκον ομόσσας

### 285

ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,

### 286

τοῦ δέ τ' ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται.

### 287

ἀνδρὸς δ᾽ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.

### 288

Σοὶ δ᾽ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.

### 289

τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι

### 290

ῥηιδίως· λείη μὲν ὁδός, μάλα δ' ἐγγύθι ναίει.

### 291

τῆς δ᾽ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν

### 292

ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐπ' αὐτὴν

### 293

καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ᾽ εἰς ἄκρον ίκηται,

### 294

ῥηιδίη δὴ ἔπειτα πέλει χαλεπή περ ἐοῦσα.

### 295

οὗτος μὲν πανάριστος ὃς αὐτῷ πάντα νοήσῃ

### 296

φρασσάμενος τά κ᾽ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω·

### 297

ἐσθλὸς δ᾽ αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται·

### 298

ὃς δέ κε μήτ' αὐτὸς νοέῃ μήτ' ἄλλου ἀκούων

### 299

ἐν θυμῷ βάλληται, ὁ δ᾽ αὖτ᾽ ἀχρήιος ἀνήρ.

### 300

ἀλλὰ σύ γ' ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς

### 301

ἐργάζευ, Πέρση, διον γένος, ὄφρα σε λιμὸς

### 302

ἐχθαίρῃ, φιλέῃ δέ σ' ἐϋστέφανος Δημήτηρ

### 303

αἰδοίη, βιότου δὲ τεὴν πίμπλησι καλιήν.

### 304

λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί.

### 305

τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες ὅς κεν ἀεργὸς

### 306

ζώῃ κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,

### 307

οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ

### 308

ἔσθοντες· σοὶ δ᾽ ἔργα φίλ᾽ ἔστω μέτρια κοσμείν,

### 309

ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.

### 310

ἐξ ἔργων δ᾽ ἄνδρες πολύμηλοί τ' ἀφνειοί τε·

### 311

και τ' ἐργαζόμενος πολὺ φίλτερος ἀθανάτοισιν

### 312

ἔσσεαι ἠδὲ βροτοῖς· μάλα γὰρ στυγέουσιν ἀεργούς.

### 313

ἔργον δ᾽ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ' ὄνειδος.

### 314

εἰ δέ κεν ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς

### 315

πλουτεῦντα· πλούτῳ δ᾽ ἀρετὴ καὶ κῦδος ὀπηδεί.

### 316

δαίμονι δ', οἷος ἔησθα· τὸ ἐργάζεσθαι ἄμεινον,

### 317

εἴ κεν ἀπ' ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν

### 318

εἰς ἔργον τρέψας μελετᾷς βίου, ὡς σε κελεύω.

### 319

[αἰδὼς δ᾽ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,

### 320

αἰδώς, ἦτ᾽ ἄνδρας μέγα δίνεται ἠδ᾽ ὀνίνησιν.]

### 321

αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ·

### 322

χρήματα δ᾽ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω.

### 323

εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον έληται,

### 324

ἢ ὅγ' ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ

### 325

γίγνεται, εὖτ᾽ ἂν δὴ κέρδος νόον ἐξαπατήση

### 326

ἀνθρώπων, αἰδῶ δέ τ᾽ ἀναιδείη κατοπάζῃ·

### 327

ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκοι

### 328

ἀνέρι τῷ, παῦρον δέ τ᾽ ἐπὶ χρόνον ὄλβος ὀπηδεί.

### 329

Ἶσον δ᾽ ὅς θ᾽ ἱκέτην ὅς τε ξείνον κακὸν ἔρξη,

### 330

ὃς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ

### 331

κρυπταδίης εὐνῆς ἀλόχου παρακαίρια μέζων,

### 332

ὃς τέ τευ ἀφραδίης ἀλιταίνεται ὀρφανὰ τέκνα,

### 333

ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ

### 334

νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν,

### 335

τῷ δ᾽ ἤτοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν

### 336

ἔργων ἀντ᾽ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.

### 337

ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργ᾽ ἀεσίφρονα θυμόν·

### 338

κὰδ δύναμιν δ᾽ ἔρδειν ἱερ᾽ ἀθανάτοισι θεοίσιν

### 339

ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δ᾽ ἀγλαὰ μηρία καίειν·

### 340

ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι,

### 341

ἠμὲν ὅτ᾽ εὐνάζῃ καὶ ὅταν φάος ἱερὸν ἔλθῃ·

### 342

ώς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν·

### 343

ὄφρ᾽ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.

### 344

τὸν φιλέοντ᾽ ἐπὶ δαῖτα καλεῖν, τὸν δ᾽ ἐχθρὸν ἐᾶσαι·

### 345

τὸν δὲ μάλιστα καλεῖν ὅςτις σέθεν ἐγγύθι ναίει.

### 346

εἰ γάρ τοι καὶ χρῆμ᾽ ἐγκώμιον ἄλλο γένοιτο,

### 347

γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί,

### 348

πῆμα κακὸς γείτων ὅσσοντ᾽ ἀγαθὸς μέγ' ὄνειας.

### 349

ἔμμορέ τοι τιμῆς ὅςτ᾽ ἔμμορε γείτονος ἐσθλοῦ·

### 350

οὐδ᾽ ἂν βοῦς ἀπόλοιτ', εἰ μὴ γείτων κακὸς εἴη.

### 351

εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ᾽ ἀποδοῦναι

### 352

αὐτῷ τῷ μέτρῳ καὶ λώιον, αἴκε δύνηαι·

### 353

ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρης.

### 354

μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσ᾽ ἄτησιν.

### 355

τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προςιόντι προςεῖναι·

### 356

καὶ δόμεν ὅς κεν δῷ, καὶ μὴ δόμεν ὅς κεν μὴ δῷ.

### 357

δώτη μέν τις ἔδωκεν, ἀδώτῃ δ᾽ οὔτις ἔδωκεν.

### 358

δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα.

### 359

ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅτε καὶ μέγα δώῃ,

### 360

χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν

### 361

ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας

### 362

καί τε σμικρὸν ἐόν, τὸ δ' ἐπάχνωσεν φίλον ἦτορ.

### 363

εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο

### 364

καὶ θαμὰ τοῦτ᾽ ἔρδοις, τάχα δεν μέγα καὶ τὸ γένοιτο.

### 365

ὃς δ᾽ ἐπ᾽ ἐόντι φέρει, ὁ δ᾽ ἀλύξεται αίθοπα λιμόν.

### 366

οὐδὲ τόγ᾽ εἶν οἴκῳ κατακείμενον ἀνέρα κήδει.

### 367

[οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.]

### 368

ἐσθλὸν μὲν παρεόντος ελέσθαι, πῆμα δὲ θυμῷ

### 369

χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα.

### 370

ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,

### 371

μεσσόθι φείδεσθαι· δειλὴ δ᾽ ἐνὶ πυθμένι φειδώ.

### 372

μισθὸς δ᾽ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.

### 373

καί τε κασιγνήτω γελάσας ἐπὶ μάρτυρα θέσθαι.

### 374

πίστεις δ᾽ ἄρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.

### 375

μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω

### 376

αἱμύλα κωτίλλουσα, τὴν διφῶσα καλιήν.

### 377

ὃς δὲ γυναικὶ πέποιθε, πέποιθ᾽ ὅγε ψηλήτησι.

### 378

μουνογενὴς δὲ πάϊς εἴη πατρώιον οἶκον

### 379

φερβέμεν· ὡς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισι.

### 380

γηραιὸς δὲ θάνοις ἕτερον παῖδ᾽ ἐγκαταλείπων.

### 381

ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.

### 382

πλείων μὲν πλεόνων μελέτη, μείζων δ᾽ ἐπιθήκη.

### 383

Σοὶ δ᾽ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν σιν,

### 384

ὧδ᾽ ἔρδειν καὶ ἔργον ἐπ᾽ ἔργῳ ἐργάζεσθαι.

### 385

Πληιάδων Ατλαγενέων ἐπιτελλομενάων

### 386

ἄρχεσθ᾽ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.

### 387

αἱ δ᾽ ἤτοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα

### 388

κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ

### 389

φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.

### 390

οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης

### 391

ἐγγύθι ναιετάουσ', οἵ τ᾽ ἄγκεα βησσήεντα

### 392

πόντου κυμαίνοντος ἀπόπροθι πίονα χώρον

### 393

ναίουσιν, γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,

### 394

γυμνὸν δ᾽ ἀμάαν, εἴ χ᾿ ὥρια πάντ᾽ ἐθέλησθα

### 395

ἔργα κομίζεσθαι Δημήτερος· ως τοι ἕκαστα

### 396

ὥρι' ἀέξηται, μή πως τὰ μέταζε χατίζων

### 397

πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσης.

### 398

ὡς καὶ νῦν ἐπ᾽ ἔμ᾽ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω,

### 399

οὐδ᾽ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,

### 400

ἔργα, τάτ᾽ ἀνθρώποισι θεοὶ διετεκμήραντο,

### 401

μήποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων

### 402

ζητεύης βίοτον κατὰ γείτονας, οἱ δ᾽ ἀμελῶσιν.

### 403

δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἦν δ᾽ ἔτι λυπῇς,

### 404

χρῆμα μὲν οὐ πρήξεις, σὺ δ᾽ ἐτώσια πόλλ' ἀγορεύσεις·

### 405

ἀχρεῖος δ᾽ ἔσται ἐπέων νομός. ἀλλά σ' ἄνωγα

### 406

φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τ᾽ ἀλεωρήν.

### 407

Οἶκον μὲν πρώτιστα, γυναῖκά τε, βοῦν τ᾿ ἀροτῆρα,

### 408

κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,

### 409

χρήματα δ᾽ εἶν οἴκῳ πάντ᾽ ἄρμενα ποιήσασθαι,

### 410

μὴ σὺ μὲν αἰτῆς ἄλλον, ὁ δ᾽ ἀρνῆται, σὺ δὲ τητᾷ,

### 411

ἡ δ᾽ ὥρη παραμείβηται, μινύθῃ δέ τοι ἔργον.

### 412

μηδ' ἀναβάλλεσθαι ἔς τ' αὔριον ἔς τ᾽ ἔννηφιν·

### 413

οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιήν,

### 414

οὐδ᾽ ἀναβαλλόμενος· μελέτη δέ τοι ἔργον ὀφέλλει.

### 415

αἰεὶ δ᾽ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.

### 416

Ημος δὴ λήγει μένος ὀξέος ηελίοιο

### 417

αύματος ἰδαλίμου μετοπωρινὸν ὀμβρήσαντος

### 418

Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρώς

### 419

πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε σείριος ἀστὴρ

### 420

βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων

### 421

ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·

### 422

τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρω

### 423

ὕλη, φύλλα δ' ἔραζε χέει πτόρθοιό τε λήγει

### 424

τῆμος ἄρ᾽ ὑλοτομεῖν μεμνημένος ώριον ἔργον.

### 425

ὅλμον μὲν τριπόδην τάμνειν, ύπερον δὲ τρίπηχυν,

### 426

ἄξονά θ᾽ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτως·

### 427

εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφυράν κε τάμοιο.

### 428

τρισπίθαμον δ᾽ ἄψιν τάμνειν δεκαδώρῳ ἁμάξῃ.

### 429

πόλλ' ἐπὶ καμπύλα καλα· φέρειν δὲ γύην, ὅταν εὕρης,

### 430

εἰς οἶκον, κατ᾿ ὄρος διζήμενος ἢ κατ᾽ ἄρουραν,

### 431

πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,

### 432

εὖτ᾽ ἂν Αθηναίης δμωὸς ἐν ἐλύματι πήξας

### 433

γόμφοισιν πελάσας προσαρήρεται ιστοβοῆι.

### 434

δοιὰ δὲ θέσθαι ἄροτρα ποιησάμενος κατὰ οἶκον

### 435

αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτως.

### 436

εἴ χ᾽ ἕτερόν γ᾽ ἄξαις, ἕτερόν κ' ἐπὶ βουσὶ βάλοιο.

### 437

δάφνης δ᾽ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες,

### 438

δρυὸς ἔλυμα, γύης πρίνου. βόε δ' ενναετήρω

### 439

ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,

### 440

ἥβης μέτρον ἔχοντε· τῷ ἐργάζεσθαι ἀρίστω.

### 441

οὐκ ἂν τώ γ' ἐρίσαντες ἐν αὔλακι κὰμ μὲν ἄροτρον

### 442

ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.

### 443

τοῖς δ᾽ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἔποιτο

### 444

ἄρτον δειπνήσας τετράτρυφον ὀκτάβλωμον,

### 445

ὃς κ᾽ ἔργου μελετῶν ἰθεῖαν αὐλακ᾽ ἐλαύνοι

### 446

μηκέτι παπταίνων μεθ᾽ ὁμήλικας, ἀλλ᾽ ἐπὶ ἔργῳ

### 447

θυμὸν ἔχων· τοῦ δ᾽ οὔτι νεώτερος ἄλλος ἀμείνων

### 448

σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.

### 449

κουρότερος γὰρ ἀνὴρ μεθ᾽ ὁμήλικας ἐπτοίηται.

### 450

Φράζεσθαι δ' εὖτ᾽ ἂν γεράνου φωνὴν ἐπακούσῃς

### 451

ὑψόθεν ἐκ νεφέων ενιαύσια κεκληγυίης

### 452

ἥτ' ἀρότοιό τε σῆμα φέρει, καὶ χείματος ὥρην

### 453

δεικνύει ὀμβρηροῦ· κραδίην δ᾽ ἔδακ᾽ ἀνδρὸς ἀβούτεω·

### 454

δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον όντας·

### 455

ῥηίδιον γὰρ ἔπος εἰπεῖν, Βόε δὸς καὶ ἅμαξαν·

### 456

ῥηίδιον δ᾽ ἀπανήνασθαι, Πάρα δ᾽ ἔργα βόεσσιν.

### 457

φησὶ δ᾽ ἀνὴρ φρένας ἀφνειός πήξασθαι ἅμαξαν

### 458

νήπιος· οὐδὲ τόγ' οἶδ', ἑκατὸν δέ τε δούραθ᾽ ἁμάξης,

### 459

τῶν πρόσθεν μελέτην εχέμεν οἰκήια θέσθαι.

### 460

εὖτ᾽ ἂν δὲ πρώτιστ᾽ ἄροτος θνητοῖσι φανείη,

### 461

δὴ τότ᾽ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς

### 462

αὔην καὶ διερὴν ἀρύων αρότοιο καθ᾿ ὥρην,

### 463

πρωὶ μάλα σπεύδων, ἵνα του πλήθωσιν ἄρουραι.

### 464

ἔαρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σ᾽ ἀπατήσει.

### 465

νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν.

### 466

νειὸς ἀλεξιάρη, παίδων εὐκλήτειρα.

### 467

εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θ᾽ ἁγνῇ,

### 468

ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,

### 469

ἀρχόμενος τὰ πρῶτ᾽ ἀρότου, ὅταν ἄκρον ἐχέτλης

### 470

χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι

### 471

ἔνδρυον ἑλκόντων μεσάβω. ὁ δὲ τυτθὸς ὄπισθεν

### 472

δμωὸς ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη

### 473

σπέρματα κακκρύπτων· εὐθημοσύνη γὰρ ἀρίστη

### 474

θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.

### 475

ὧδέ κεν ἁδροσύνῃ στάχυες νεύοιεν ἔραζε,

### 476

εἰ τέλος αὐτὸς ὄπισθεν Ολύμπιος ἐσθλὸν ὀπάζοι,

### 477

ἐκ δ' ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα

### 478

γηθήσειν βιότου αἱρεύμενον ἔνδον ἐόντος.

### 479

εὐοχθέων δ᾽ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους

### 480

αὐγάσεαι· σέο δ᾽ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.

### 481

εἰ δέ κεν ἠελίοιο τροπαῖς ἀρόης χθόνα δίαν,

### 482

ἥμενος ἀμήσεις, ὀλίγον περὶ χειρὸς ἐέργων,

### 483

ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων·

### 484

οἴσεις δ᾽ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.

### 485

ἄλλοτε δ᾽ ἀλλοῖος Ζηνός νόος αιγιόχοιο,

### 486

ἀργαλέος δ' άνδρεσσι κατὰ θνητοῖσι νοῆσαι.

### 487

εἰ δέ κεν ὄψ᾽ ἀρόσης, τόδε κέν τοι φάρμακον εἴη.

### 488

ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι

### 489

τὸ πρῶτον τέρπει τε βροτοὺς ἐπ᾽ ἀπείρονα γαῖαν,

### 490

τῆμος Ζεὺς ὑοι τρίτῳ ἤματι, μηδ᾽ ἀπολήγοι

### 491

μήτ᾽ ἄρ᾽ ὑπερβάλλων βοὸς ὁπλὴν μήτ' ἀπολείπων·

### 492

οὕτω κ᾿ ὀψαρότης πρωτηρότῃ ισοφαρίζοι.

### 493

ἐν θυμῷ δ' εὖ πάντα φυλάσσει· μηδέ σε λήθοι

### 494

μήτ' ἔαρ γιγνόμενον πολιὸν μήθ' ὥριος ὄμβρος.

### 495

Πὰρ δ᾽ ἴθι χάλκειον θῶκον καὶ ἐπ᾽ ἀλέα λέσχην

### 496

ὥρῃ χειμερίη, ὁπότε κρύος ἀνέρας ἔργων

### 497

ἰσχάνει· ἔνθα κ᾿ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι·

### 498

μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψη

### 499

σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζης.

### 500

πολλὰ δ᾽ ἀεργὸς ἀνὴρ κενεὴν ἐπὶ ἐλπίδα μίμνων

### 501

χρηίζων βιότοιο κακὰ προσελέξατο θυμῷ.

### 502

ἐλπὶς δ᾽ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει

### 503

ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.

### 504

δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·

### 505

Οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.

### 506

μῆνα δὲ Ληναιώνα, κάκ' ἤματα, βούδορα πάντα,

### 507

τοῦτον ἀλεύασθαι καὶ πηγάδας, αἵτ᾽ ἐπὶ γαῖαν

### 508

πνεύσαντος Βορέαο δυςλεγέες τελέθουσιν,

### 509

ὅςτε διὰ Θρήκης ἱπποτρόφου εὐρει πόντῳ

### 510

ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη·

### 511

πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας

### 512

οὔρεος ἐν βήσσης πιλνᾷ χθονὶ πουλυβοτείρη

### 513

ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.

### 514

θῆρες δὲ φρίσσουσ', οὐρὰς δ᾽ ὑπὸ μέζε' ἔθεντο,

### 515

τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν

### 516

ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ξόντων.

### 517

καί τε διὰ ῥινοῦ βοὺς ἔρχεται, οὐδέ μιν ἴσχει.

### 518

καί τε δι' αἶγα ἄησι τανύτριχα· πώεα δ᾽ οὔτι,

### 519

οὖνεκ᾽ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν

### 520

ὃς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησι.

### 521

καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,

### 522

ἦτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνη

### 523

οὔπω ἔργ᾽ εἰδυῖα πολυχρύσου Αφροδίτης·

### 524

εύτε λοεσσαμένη τέρενα χρόα καὶ λίπ᾽ ἐλαίῳ

### 525

χρισαμένη νυχίη καταλέξεται ἔνδοθεν οἴκου

### 526

ἤματι χειμερίῳ, ὅτ᾽ ἀνόστεος ὃν πόδα ένδει

### 527

ἔν τ᾽ ἀπύρῷ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.

### 528

οὐ γάρ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·

### 529

ἀλλ᾽ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε

### 530

στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.

### 531

καὶ τότε δὴ κεραοὶ καὶ νήμεροι ὑληκοῖται

### 532

λυγρὸν μυλιόωντες ἀνὰ τρία βησσήεντα

### 533

φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,

### 534

οι σκέπα μαιόμενοι πυκινοὺς κευθμώνας ἔχουσι

### 535

καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι,

### 536

οὔτ᾽ ἐπὶ νῶτα ἔαγε, κάρη δ᾽ εἰς οὖδας ὁρᾶται,

### 537

τῷ ἔκελοι φοιτῶσιν ἀλευόμενοι νίφα λευκήν.

### 538

καὶ τότε ἔσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,

### 539

χλαινάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·

### 540

στήμονι δ' ἐν παύρᾳ πολλὴν κρόκα μηρύσασθαι·

### 541

τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,

### 542

μηδ᾽ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.

### 543

ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὺς ἔφι κταμένοια

### 544

ἄρμενα δήσασθαι πίλοις ἔντοσθε πυκάσσας.

### 545

πρωτογόνων δ᾽ ἐρίφων, ὁπόταν κρύος ώριον ἔλθῃ,

### 546

δέρματα συρράπτειν νεύρῳ βούς, ὄφρ᾽ ἐπὶ νώτῳ

### 547

ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δ᾽ ὑπερθεν

### 548

πίλον ἔχειν ἀσκητόν, ἵν᾽ οὔατα μὴ καταδεύῃ·

### 549

ψυχρὴ γάρ τ' ἠὼς πέλεται Βορέαο πεσόντος·

### 550

ἠφος δ᾽ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανοῦ ἀστερόεντος

### 551

ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις·

### 552

ὅςτε ἀρυσσάμενος ποταμῶν ἄπο ἀεναόντων,

### 553

ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλη

### 554

ἄλλοτε μέν θ' ύει ποτὶ ἔσπερον, ἄλλοτ᾽ ἄησι

### 555

πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.

### 556

τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,

### 557

μήποτέ σ' οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ

### 558

χρῶτά τε μυδαλέον θείῃ κατά θ᾽ εἵματα δεύσῃ.

### 559

ἀλλ᾽ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος

### 560

χειμέριος, χαλεπός προβάτοις, χαλεπὸς δ᾽ ἀνθρώποις.

### 561

τῆμος θώμισυ βουσίν, ἐπ' ἀνέρι δὲ πλέον εἴη

### 562

ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίῤῥοθοι εὐφρόναι εἰσί.

### 563

ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν

### 564

ἰδοῦσθαι νύκτας τε καὶ ἤματα, εἰςόκεν αὖτις

### 565

γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.

### 566

Εὖτ᾽ ἂν δ᾽ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο

### 567

χειμέρι᾽ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ρα τότ᾽ ἀστὴρ

### 568

Αρκτούρος προλιπών ἱερὸν ῥόον Ωκεανοιο

### 569

πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.

### 570

τὸν δὲ μέτ' ὀρθρογόη Πανδιονὶς ώρτο χελιδὼν

### 571

ἐς φάος ἀνθρώποις ἔαρος νέον ἱσταμένοιο.

### 572

τὴν φθάμενος οἴνας περιταμνέμεν· ὡς γὰρ ἄμεινον.

### 573

ἀλλ' ὁπότ᾽ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ

### 574

Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων·

### 575

ἀλλ᾽ ἅρπας τε χαρασσέμεναι καὶ ὁμῶας ἐγείρειν.

### 576

φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπ᾿ ἐπ κοῖτον

### 577

ὥρῃ ἐν ἀμήτου ὅτε τ' ἠέλιος χρόα κάρφει.

### 578

τηροῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγείρειν

### 579

ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.

### 580

ἠὼς γάρ τ' ἔργοιο τρίτην ἀπομείρεται αἶσαν.

### 581

ἦώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου·

### 582

ἠώς, ἦτε φανεῖσα πολέας ἐπέβησε κελεύθου

### 583

ἀνθρώπους, πολλοῖσι δ᾽ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.

### 584

Ἦμος δὲ σκόλυμός τ᾿ ἀνθεῖ καὶ ἠχέτα τέττιξ

### 585

δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετ᾽ ἀοιδὴν

### 586

πυκνὸν ὑπὸ πτερύγων θέρεος καματώδεος ώρῃ,

### 587

τῆμος πιόταται τ' αἶγες καὶ οἶνος ἄριστος,

### 588

μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τε ἄνδρες

### 589

εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,

### 590

αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος. ἀλλὰ τότ᾽ ἤδη

### 591

εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος

### 592

μαζί τ' αμολγαίη γάλα τ' αἰγῶν σβεννυμενάων

### 593

καὶ βοὺς ὑλοφάγοιο κρέας μήπω τετοκυίης

### 594

πρωτογόνων τ' ἐρίφων· ἐπὶ δ' αίθοπα πινέμεν οἶνοι

### 595

ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,

### 596

ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόςωπον

### 597

κρήνης τ᾽ ἀενάου καὶ ἀποῤῥύτου, ἥτ᾽ ἀθόλωτος.

### 598

τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον [έμεν οἴνου.

### 599

δμωσὶ δ᾽ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν

### 600

δινέμεν, εὖτ᾽ ἂν πρῶτα φανῇ σθένος Ωρίωνος,

### 601

χώρῳ ἐν εὐαεῖ καὶ ἐὐτροχάλῳ ἐν ἀλωῇ.

### 602

μέτρῳ δ' εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ

### 603

πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθεν οἴκου,

### 604

θῆτά τ᾽ ἄοικον ποιεῖσθαι καὶ ἔτεκνον ἔριθον

### 605

δίζεσθαι κέλομαι· χαλεπὴ δ᾽ ὑπόπορτες ἔριθος·

### 606

καὶ κύνα καρχαρόδοντα νομεῖν· μὴ φείδεο σίτου,

### 607

μή ποτέ σ᾽ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθ᾽ ἕληται.

### 608

χόρτον δ᾽ ἐςκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη

### 609

βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα

### 610

ὁμῶας ἀναψύξαι φίλα γούνατα καὶ βόε λῦσαι.

### 611

Εὖτ᾽ ἂν δ᾽ Ωρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ

### 612

οὐρανόν, Αρκτούρον δ᾽ ἐςίδη ροδοδάκτυλος Ηώς,

### 613

ὦ Πέρση, τότε πάντας ἀπόδρεπε οἴκαδε βότρυς.

### 614

δεῖξαι δ' ἠελίῳ δέκα τ᾽ ἤματα καὶ δέκα νύκτας·

### 615

πέντε δὲ συσκιάσαι, ἕκτῳ δ᾽ εἰς ἄγγε᾽ ἀφύσσαι

### 616

δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ

### 617

Πληιάδες θ' Υάδες τε τό τε σθένος Ωρίωνος

### 618

δύνωσιν, τότ᾽ ἔπειτ᾽ ἀρότου μεμνημένος εἶναι

### 619

ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἴη.

### 620

Εἰ δέ σε ναυτιλίης δυςπεμφέλου ἵμερος αἱρεῖς

### 621

εὖτ᾽ ἂν Πληιάδες σθένος ὄβριμον Ωρίωνος

### 622

φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,

### 623

δὴ τότε παντοίων ἀνέμων θύουσιν ἀῆται·

### 624

καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ,

### 625

γῆν δ᾽ ἐργάζεσθαι μεμνημένος, ώς σε κελεύω,

### 626

νῆα δ᾽ ἐπ᾽ ἠπείρου έρύσαι πυκάσαι τε λίθοισι

### 627

πάντοθεν, ὄφρ᾽ ἴσχωσ᾽ ἀνέμων μένος ὑγρὸν ἀέντων,

### 628

χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.

### 629

ὅπλα δ᾽ ἐπάρμενα πάντα τεῷ ἐνικάτθεο οἴκῳ

### 630

εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο

### 631

πηδάλιον δ᾽ εὐεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.

### 632

αὐτὸς δ᾽ ὡραῖον μίμνειν πλόον εἰςόκεν ἔλθῃ·

### 633

καὶ τότε νῆα ποὴν ἅλαδ᾽ ἑλκέμεν, ἐν δέ τε φόρτον

### 634

ἄρμενον ἐντύνασθαι, ἵν᾽ οἴκαδε κέρδος ἄρηαι,

### 635

ώςπερ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπια Πέρση,

### 636

πλωίζεσκ᾽ ἐν νηυσὶ βίου κεχρημένος ἐσθλοῦ·

### 637

ὃς ποτε καὶ τῇδ᾽ ἦλθε πολὺν διὰ πόντον ἀνύσσας,

### 638

Κύμην Αιολίδα προλιπών, ἐν νηί μελαίνῃ·

### 639

οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,

### 640

ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσι.

### 641

νάσσατο δ' ἄγχ᾽ Ἑλικῶνος δίζυρῇ ἐνὶ κώμη,

### 642

Ασκρῃ, χείμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ' ἐσθλῇ.

### 643

Τύνη δ᾽, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι

### 644

ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.

### 645

νῆς ὀλίγην αἰνεῖν, μεγάλη δ᾽ ἐνὶ φορτία θέσθαι.

### 646

μείζων μὲν φόρτος, μείζον δ᾽ ἐπὶ κέρδει κέρδος

### 647

ἔσσεται, εἴ κ᾽ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.

### 648

· εἰ δ᾽ ἂν ἐπ᾿ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν

### 649

βούληαι χρέα τε προφυγεῖν καὶ ἀτερπέα λιμόν,

### 650

δείξω δή του μέτρα πολυφλοίσβοιο θαλάσσης

### 651

οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.

### 652

οὐ γὰρ πώποτε νηί γ' ἐπέπλων εὐρέα πόντον,

### 653

εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αυλίδος, ᾗ ποτ' Αχαιοί

### 654

μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν

### 655

Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα,

### 656

ἔνθα δ᾽ ἐγὼν ἐπ᾽ ἄεθλα δαίφρονος Αμφιδάμαντος

### 657

Χαλκίδα τ᾽ εἰςεπέρησα· τὰ δὲ προπεφρασμένα πολλὰ

### 658

ἆθλ᾽ ἔθεσαν παῖδες μεγαλήτορες· ἔνθα μέ φημι

### 659

ὕμνῳ νικήσαντα φέρειν τρίποδ᾽ ὠτώεντα.

### 660

τὸν μὲν ἐγὼ Μούσῃσ᾽ Ελικωνιάδεσσ᾽ ἀνέθηκα,

### 661

ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.

### 662

τόσσον τοι νηῶν γε πεπείραμαι πολυγόμφων

### 663

ἀλλὰ καὶ ὡς ἐρέω Ζηνὸς νόον αιγιόχοιο

### 664

Μοῦσαι γάρ μ' ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.

### 665

Ἤματα πεντήκοντα μετὰ τροπάς ἠελίοιο,

### 666

ἐς τέλος ἐλθόντος θέρεος, καματώδεος ώρης,

### 667

ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα

### 668

καυάξαις οὔτ᾽ ἄνδρας ἀποφθίσειε θάλασσα,

### 669

εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ενοσίχθων

### 670

ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι.

### 671

ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.

### 672

τῆμος δ᾽ εὐκρινέες τ᾽ αὖραι καὶ πόντος ἀπήμων·

### 673

εύκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας

### 674

ἑλκέμεν ἐς πόντον φόρτον τ' εὖ πάντα τίθεσθαι,

### 675

σπεύδειν δ᾽ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·

### 676

μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον

### 677

καὶ χειμῶν᾽ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,

### 678

ὅςτ᾽ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ

### 679

πολλῷ, ἀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.

### 680

ἄλλος δ᾽ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν.

### 681

ἦμος δὴ τὸ πρῶτον ὅσον τ᾽ ἐπιβᾶσα κορώνη

### 682

ἴχνος ἐποίησεν, τόσσον πέταλ᾽ ἀνδρὶ φανείη

### 683

ἐν κράδῃ ἀκροτάτη, τότε δ᾽ ἄμβατός έστι θάλασσα.

### 684

εἰαρινὸς δ᾽ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε

### 685

αἴνημ᾽· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν

### 686

ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ

### 687

ἄνθρωποι ῥέζουσιν ἀνδρείῃσι νόοιο

### 688

χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσι.

### 689

δεινὸν δ᾽ ἐστὶ θανεῖν μετὰ κύμασιν· ἀλλά σ' ἄνωγα

### 690

φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.

### 691

μηδ᾽ ἐνὶ νηυσὶν ἅπαντα βίον κοίλῃσι τίθεσθαι·

### 692

ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι.

### 693

δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.

### 694

δεινὸν δ᾽ εἴ κ' ἐφ᾽ ἅμαξαν ὑπέρβιον ἄχθος ἀείρας

### 695

ἄξονα καυάξαις, τὰ δὲ φορτί᾽ ἀμαυρωθείη.

### 696

μέτρα φυλάσσεσθαι· καιρὸς δ᾽ ἐπὶ πᾶσιν ἄριστος.

### 697

Ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,

### 698

μήτε τριηκόντων ετέων μάλα πόλλ᾽ ἀπολείπων

### 699

μήτ' ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος.

### 700

ἡ δὲ γυνὴ τέτορ᾽ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.

### 701

παρθενικὴν δὲ γαμεῖν, ἵνα ἤθεα κεδνὰ διδάξῃς.

### 702

τὴν δὲ μάλιστα γαμεῖν ἥτις σέθεν ἐγγύθι ναίει,

### 703

πάντα μάλ' ἀμφὶς ἰδὼν μὴ γείτοσι χάρματα γήμης.

### 704

οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ᾽ ἄμεινον

### 705

τῆς ἀγαθῆς, τῆς δ᾽ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,

### 706

δειπνολόχης· ἦτ᾽ ἄνδρα καὶ ἴφθιμόν περ εόντα

### 707

εὔει ἄτερ δαλοῦ καὶ ὠμῷ γήραϊ δῶκεν.

### 708

Εὖ δ᾽ ὅπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.

### 709

μηδὲ κασιγνήτῳ ὅσον ποιεῖσθαι ἑταῖρον·

### 710

εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξης.

### 711

μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γ' ἄρχῃ

### 712

ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,

### 713

δὶς τόσα τίνυσθαι μεμνημένος· εἰ δέ κεν αὖτις

### 714

ἡγῆτ᾽ ἐς φιλότητα, δίκην δ᾽ ἐθέλῃσι παρασχεῖν,

### 715

δέξασθαι· δειλός του ἀνὴρ φίλον ἄλλοτε ἄλλον

### 716

ποιεῖται, σὲ δὲ μή τι νόου κατελεγχέτω είδος.

### 717

μηδὲ πολύξεινον μηδ' ἄξεινον καλέεσθαι,

### 718

μηδὲ κακῶν ἵταρον μηδ᾽ ἐσθλῶν νεικεστῆρα

### 719

μηδέ ποτ' οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ

### 720

τέτλαθ᾽ ὀνειδίζειν μακάρων δόσιν αἰὲν ἐόντων·

### 721

γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος

### 722

φειδωλῆς, πλείστη δε χάρις κατὰ μέτρον ιούσης·

### 723

εἰ δὲ κακὸν εἴπῃς, τάχα κ᾿ αὐτὸς μεῖζον ἀκούσαις.

### 724

μηδὲ πολυξείνου δαιτὸς δυςπέμφελος εἶναι

### 725

ἐκ κοινοῦ· πλείστη δὲ χάρις δαπάνη τ' ὀλιγίστη.

### 726

μηδέ ποτ' ἐξ ἠοῦς Διὶ λείβειν αἴθοπα οἶνον

### 727

χερσὶν ἀνίπτοισιν μηδ᾽ ἄλλοις ἀθανάτοισιν.

### 728

οὐ γὰρ τοίγε κλύουσιν, ἀποπτύουσι δέ τ' ἀράς.

### 729

μηδ᾽ ἀντ᾽ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν·

### 730

αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος εἰς ἀνιόντα

### 731

μήτ' ἐν ὁδῷ μήτ' ἐκτὸς ὁδοῦ προβάδην οὐρήσης,

### 732

μηδ᾽ ἀπογυμνωθῇς· μακάρων τοι νύκτες ἔασιν·

### 733

ἑζόμενος δ᾽ ὅγε θεῖος ἀνὴρ πεπνυμένα ειδώς,

### 734

ἢ ὅγε πρὸς τοῖχον πελάσας εὐερκέος αὐλῆς.

### 735

μηδ' αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθεν οἴκου

### 736

ἑστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλ᾽ ἀλέασθαι.

### 737

μηδ' ἀπὸ δυςφήμοιο τάφου ἀπονοστήσαντα

### 738

σπερμαίνειν γενεήν, ἀλλ᾽ ἀθανάτων ἀπὸ δαιτός.

### 739

μηδέ ποτ' ἀενάων ποταμῶν καλλίῤῥουν ὕδωρ

### 740

ποσσὶ περᾶν, πρίν γ' εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,

### 741

χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκή.

### 742

ὃς ποταμὸν διαβῇ, κακότητι δὲ χεῖρας ἄνιπτος,

### 743

τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.

### 744

μηδ' ἀπὸ πεντόζοιο θεῶν ἐνὶ δαιτὶ θαλείς

### 745

αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρω.

### 746

μηδέ ποτ' οινοχόην τιθέμεν κρητῆρος ὑπερθεν

### 747

πινόντων· ὀλοὴ γὰρ ἐπ' αὐτῷ μοῖρα τέτυκται.

### 748

μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,

### 749

μή τοι ἐφεζομένη κρώζη λακέρυζα κορώνη.

### 750

μηδ᾽ ἀπὸ χυτροπόδων ἀνεπιῤῥέκτων ἀνελόντα

### 751

ἔσθειν μηδὲ λύεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.

### 752

μηδ' ἐπ᾽ ἀκινήτοισι καθίζειν, οὐ γὰρ ἄμεινον,

### 753

παῖδα δυωδεκαταίον· ὅτ᾽ ἀνέρ᾽ ἀνήνορα ποιεῖ·

### 754

μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.

### 755

μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι

### 756

ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστ' ἐπὶ καὶ τῷ

### 757

ποινή. μηδ' ἱεροῖσιν ἐπ᾽ αἰθομένοισι κυρήσας

### 758

μωμεύειν ἀΐδηλα· θεός τοι καὶ τὰ νεμεσσᾷ.

### 759

μηδέ ποτ' ἐν προχοῇ ποταμῶν ἅλαδε προρεόντων,

### 760

μηδ' ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ᾽ ἐξαλέασθαι·

### 761

μηδ᾽ ἐναποψύχειν· τὸ γὰρ οὔτοι λώιόν ἐστιν.

### 762

ὧδ᾽ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύει φήμην.

### 763

φήμη γάρ τε κακὴ πέλεται κούφη μὲν ἀεῖραι

### 764

ῥεῖα μάλ', ἀργαλέη δὲ φέρειν, χαλεπὴ δ᾽ ἀποθέσθαι.

### 765

φήμη δ᾽ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα πολλοὶ

### 766

λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.

### 767

Ἤματα δ᾽ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν

### 768

πεφραδέμεν δμώεσσι τριηκάδα μηνὸς ἀρίστην

### 769

ἔργα τ᾽ ἐποπτεύειν ἠδ᾽ ἁρμαλιὴν δατέασθαι,

### 770

εὖτ᾽ ἂν δή μιν ἀληθείην κρίνοντες ἄγωσιν.

### 771

αἴδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος.

### 772

πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη, ἱερὸν ἦμαρ·

### 773

τῇ γὰρ Ἀπόλλωνα χρυσάυρα γείνατο Λητώ

### 774

ὀγδοάτη τ᾽ ἐνάτη τε δύω γε μὲν ἤματα μηνὸς

### 775

ἔξοχ᾽ ἀεξομένοιο βροτήσια έργα πένεσθαι.

### 776

ενδεκάτη τε δυωδεκάτη τ' ἄμφω γε μὲν ἐσθλαί,

### 777

ἡ μὲν δις πείκειν, ἡ δ᾽ εὔφρονα καρπὸν ἀμᾶσθαι·

### 778

ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγ᾽ ἀμείνων.

### 779

τῇ γάρ τοι νεῖ νήματ᾽ ἀερσιπότητος ἀράχνης

### 780

ἤματος ἐκ πλείου, ὅτε τ᾽ ἴδρις σωρὸν ἀμᾶται.

### 781

τῇ δ᾽ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.

### 782

μηνὸς δ᾽ ἱσταμένου τριςκαιδεκάτην ἀλέασθαι

### 783

σπέρματος ἄρξασθαι· φυτὰ δ᾽ ἐνθρέψασθαι ἀρίστη.

### 784

ἕκτη δ᾽ ἡ μέσση μάλ' ἀσύμφορός ἐστι φυτοῖσιν,

### 785

ἀνδρογόνος δ᾽ ἀγαθή· κούρῃ δ᾽ οὐ σύμφορός ἐστιν

### 786

οὔτε γενέσθαι πρῶτ᾽ οὔτ᾽ ἂρ γάμου ἀντιβολῆσαι.

### 787

οὐδὲ μὲν ἡ πρώτη εκτη κούρῃσι γενέσθαι

### 788

ἄρμενος, ἀλλ᾽ ἐρίφους τάμνειν καὶ πώεα μήλων

### 789

σηκόν τ' ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ

### 790

ἐσθλὴ δ᾽ ἀνδρογόνος· φιλέει δέ τε κέρτομα βάζειν

### 791

ψεύδεά θ' αἱμυλίους τε λόγους κρυφίους τ᾽ ὀαρισμούς.

### 792

μηνὸς δ᾽ ὀγδοάτη κάπρον καὶ βοῦν ἐρίμυκον

### 793

ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτη ταλαεργούς.

### 794

εἰκάδι δ᾽ ἐν μεγάλη, πλέῳ ἤματι, ἵστορα φῶτα

### 795

γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.

### 796

ἐσθλὴ δ᾽ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς

### 797

μέσση. τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς

### 798

καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργούς

### 799

πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξε δὲ θυμῷ

### 800

τετράδ᾽ ἀλεύασθαι φθίνοντός θ᾽ ἱσταμένου τε

### 801

ἄλγεα θυμοβορεῖν· μάλα τοι τετελεσμένον ἦμαρ.

### 802

ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθ᾽ εἰς οἶκον ἄκοιτιν

### 803

οἰωνοὺς κρίνας οἳ ἐπ᾽ ἔργματι τούτῳ ἄριστοι·

### 804

πέμπτας δ᾽ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί.

### 805

ἐν πέμπτῃ γάρ φασιν Ερινύας ἀμφιπολεύειν

### 806

Ορκον τινυμένας, τὸν Ἔρις τέκε πῆμ᾽ ἐπιόρκοις.

### 807

μέσσῃ δ᾽ ἑβδομάτη Δημήτερος ἱερὸν ἀκτὴν

### 808

εὖ μάλ᾽ ὀπιπτεύοντα ἐϋτροχάλῳ ἐν ἀλωῇ

### 809

βάλλειν. ὑλοτόμον τε ταμεῖν θαλαμήτα δούρα

### 810

νήιά τε ξύλα πολλά, τάτ᾽ ἄρμενα νηυσὶ πέλονται.

### 811

τετράδι δ᾽ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.

### 812

εἰνὰς δ᾽ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ.

### 813

πρωτίστη δ᾽ εἰνὰς παναπήμων ἀνθρώποισιν·

### 814

ἐσθλὴ μὲν γάρ θ᾽ ὧδε φυτευέμεν ἠδὲ γενέσθαι

### 815

ἀνέρι τ' ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ.

### 816

παῦροι δ᾽ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην

### 817

[ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένα θεῖναι

### 818

βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,]

### 819

νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον

### 820

εἰρύμεναι· παῦροι δέ τ' ἀληθέα κικλήσκουσι.

### 821

τετράδι δ᾽ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ

### 822

μέσση· παῦροι δ᾽ αὖτε μετ᾿ εἰκάδα μηνὸς ἀρίστην

### 823

ἠοῦς γινομένης· ἐπὶ δείελα δ᾽ ἐστὶ χερείων.

### 824

αἴδε μὲν ἡμέραι εἰσὶν ἐπιχθονίοις μέγ᾽ ὄνειας.

### 825

αἱ δ᾽ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.

### 826

ἄλλος δ᾽ ἀλλοίην αἰνεῖ, παῦροι δέ τ᾽ ἴσασιν.

### 827

ἄλλοτε μητρυιή πέλει ἡμέρη ἄλλοτε μήτηρ

### 828

τάων εὐδαίμων τε καὶ ὄλβιος ὃς τάδε πάντα

### 829

εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν

### 830

ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.

## ΣΧΟΛΙΑ

### prol

Τὴν μὲν Θεογονίαν ὁ γενναῖος Ἡσίοδος δοκεί μοι συνθεῖναι πάσης τῆς περὶ τὸν κόσμον τῶν θεῶν προνοίας τὰς ἀρχὰς ἐθελήσας παραδοῦναι τοῖς μεθ ἑαυτὸν κατὰ τὴν πάτριον τῶν Ἑλ λήνων φήμην ἀπὸ τῶν ἐν τοῖς ἱεροῖς θρυλλουμένων μύθων τὸ σύγγραμμα πᾶν ἐργασάμενος· τὰ δὲ Ἔργα καὶ τὰς Ἡμέρας τὸ βίβλιον εἰς οἰκονομίαν καὶ ἀπράγμονα ζωὴν παρακαλῶν τοὺς ἀνθρώπους ἀπὸ τῆς ἀγοραίου καὶ φορτικῆς, οὐχ ἁπλῶς εἰς ἡδονὴν ἀποβλέπων τῶν ἐντευξομένων, ἀλλὰ ταύτην μὲν πάρεργον θέμε νος, τὴν δὲ ὠφέλειαν τὴν εἰς τὸ ἦθος προηγούμενον σκοπὸν ποιησάμενος, ἵνα τὸν ἴδιον βίον κοσμήσαντες, οὕτω καὶ τῆς περὶ τὸ θεῖον γνώσεως ἐπήβολοι γενώμεθα. Διὸ καὶ ἀπὸ τούτου προσήκει τοῦ συγγράμματος ἄρχεσθαι· τοὺς γὰρ τὸ ἦθος ἀκοσμήτους τὸν κόσμον γνῶναι παντελῶς ἀδύνατον. Ὁ μὲν οὖν σκοπὸς τοῦ βιβλίου παιδευτικός· τὸ δὲ μέτρον ὥσπερ ἡδυσμά τι τῷ σκοπῷ τούτῳ τῆς ἑρμηνείας ἐπιβέβληται, θέλγον τὰς ψυχὰς καὶ κατέχον εἰς τὴν πρὸς αὐτὸ φιλίαν. Διὸ καὶ ἀρχαιότροπος ἐστιν ἡ ἐν αὐτῷ τῆς ποιητικῆς ἰδέα· τῶν γὰρ καλλωπισμῶν καὶ τῶν ἐπιθέτων κόσμων καὶ μεταφορῶν ὡς τὰ πολλὰ καθαρεύει τὸ γὰρ ἁπλοῦν καὶ τὸ αὐτοφυές πρέπει τοῖς ἠθικοῖς λόγοις. Καὶ τοῦτο μὲν δῆλον· ὅτι δὲ τὸ προοίμιόν τινες διέγραψαν, ὥσπερ ἄλλοι τε καὶ Ἀρίσταρχος ὀβελίζων τοὺς στίχους, καὶ Πραξιφάνης ὁ τοῦ Θεοφράστου μα θητὴς, μηδὲ τοῦτο ἀγνοῶμεν. Οὗτος μέντοι καὶ ἐντυχεῖν φησὶν ἀπροοιμιάστῳ τῷ βιβλίῳ καὶ ἀρχομένῳ χωρὶς τῆς ἐπικλήσεως τῶν Μουσῶν ἐντεῦθεν, Οὐκ ἄρα μοῦνον την ἐρίδων γένος. Καὶ γὰρ τοῦτο πρέπον ἦν, ὡς ἔοικεν, ἀνδρὶ γράφειν ἄνευ σκηνῆς ποιητικῆς ἐγχειροῦντι καὶ πρὸ θύρων ὄγκον ἐπιδεικνυμένῳ περιττόν. Ἐπάγεται δέ τινας τὸ μὴ ἀπὸ τοῦ Ἑλικῶνος καλεῖν, Βοιω τὸν ὄντα, τὰς Μούσας, ὥσπερ ἐν τῇ Θεογονίᾳ πεποίηκεν, ἀλλ ἀπὸ τῆς Πιερίας, εἰς τὸ μὴ προσίεσθαι τὸ προοίμιον· τάχα δ’ ἂν εἴη καὶ τοῦτο παιδευτικὸν, εἰς τὸ μὴ πάντα τὰ οἰκεῖα σεμνύ νειν, ἀλλὰ καὶ τὰ παρ ἄλλοις ὄντα μειζόνως ἀγαθὰ, προτιμότερα τῶν οἰκείων τίθεσθαι· καὶ γὰρ τὰς Μούσας τετέχθαι μὲν ἐν τῇ Πιερίᾳ φασὶν , ἐν δὲ τῷ Ἑλικῶνι χορεύειν, τῆς μὲν Πιερίας τὴν ὑπὲρ τὸν κόσμον τάξιν δηλούσης, ἀφ ἧς εἰς τὸν κόσμον προῆλθε, τοῦ δὲ Ἑλικῶνος τὴν ἐγκόσμιον· ἐν γὰρ τούτῳ χορεύουσιν ταῖς σφαίραις ἐννέα οὔσαις ἐπιβεβηκυῖαι. Ταῦτα μὲν οὖν καὶ ἐν ἄλλοις εἴρηται· νῦν δὲ τῶν ἐν τῷ βιβλίῳ λέξεων τὰς δεομένας σαφηνείας διερμηνεύσωμεν , καὶ εἴ τι περιττότερόν ἐστιν ἢ κατὰ τοὺς πολλοὺς τῶν ταῦτα μετιόντων συμπαραλαμβάνοντες Μετὰ τὴν ἡρωϊκὴν γενεαλογίαν καὶ τοὺς καταλόγους ἐπεζήτησε καινουργῆσαι πάλιν ἑτέραν ὑπόθεσιν· καὶ δὴ καταχρησθέντων τῶν εἰς πολέμους καὶ μάχας καὶ τῆς γεωργίας διδασκάλων, εἰσφέρει καὶ τῶν ἡμερῶν τὴν κράσιν, πρόσωπον ἀναπλάσας καὶ παραλαβὼν τοῦ ἀδελφοῦ Πέρσου, εἴτε κατ ἀλήθειαν, εἴτε κατὰ τὸ εὐπρόσωπον καὶ ἁρμόζον τῇ ὑποθέσει, ἵνα δύο πρόσωπα, καὶ ἵνα δόξῃ ἐξ ἔριδος τῆς κατὰ τὸν ἀδελ φὸν εἰς τοῦτο ἐληλυθέναι . Ὡς δὲ ποιητὴς τὰς Μούσας καλεί, ἵνα δόξῃ τὸ ποίημα εἶναι Μουσών. ΜΟΥΣΑΙ. Μούσας δὲ ὠνομάσθαι λέγουσιν ἀπὸ μώσθαι τοῦ σημαίνοντος τὸ ζητεῖσθαι· αὗται γὰρ παιδείας παρεκτικαί διὰ τοῦτο Μούσας ὠνόμασαν οἱ πρῶτοι τὰ ὀνόματα θέντες. Ω Μοῦσαι αἱ ἐκ τῆς Πιερίας ὁρμώμεναι, καὶ ταῖς ὑμετέραις ᾠδαῖς καὶ φωναῖς τὰ πάντα δοξάζουσαι, δεῦτε δὴ τὸν Δία προσείπατε τὸν ὑμέτερον πατέρα. Πατέρα δὲ τῶν Μουσῶν τὸν Δία εἰρήκασι, - καὶ μητέρα τὴν Μνημοσύνην, διότι νοητικὸν εἶναι δεῖ, καὶ μνημονικὸν τὸν παιδευθησόμενον· ὧν τὸ μὲν μνημονευτικὸν δίδωσιν ἡ Μνημοσύνη, τὸ δὲ νοητικὸν ὁ Ζεύς.

### 2

ΣΦΕΤΕΡΟΝ. Καταπεφρόνηκε τῶν ἀντωνυμιών, β γὰρ πρόσωπόν ἐστιν· ἔδει δὲ εἰπεῖν ὑμέτερον, ἀλλ ἀντὶ δευτέρου τρίτῳ ἐχρήσατο.

### 3

ΟΝ ΤΕ ΔΙΑ. Δι ὃν πάντα καὶ οὐκ αὐτομάτως. Πάντα τῷ Διὶ προσαναπλάττει, παραινῶν αὐτὸν μὴ νομίζειν διὰ βίας αὔξειν τὸν πλοῦτον.

### 4

ῬΗΤΟΙ. Καὶ λογικοὺς καὶ ἀλόγους καὶ Ἕλληνας καὶ Βαρ βάρους καὶ πλουσίους καὶ μετρίους πάντας ἐκ Διὸς λέγει γεγενῆσθαι.

### 5

ΡΕΙΑ ΜΕΝ. Πάντα ὁ Ζεὺς διοικῶν, καὶ τοὺς ἀδυνά τους δυναμοῖ, καὶ τοὺς δυνατοὺς καθαιρεῖ τῆς δυνάμεως. Ὧν τὸ μὲν δηλοῖ τὸ βριάειν τὸ δὲ τοὺς βριάοντας χαλέπτειν. Οὐχ ἁπλῶς δὲ, ἀλλὰ καὶ διὰ κακίαν καὶ πονηρίαν μηνίει. Ἄδηλον δὲ τὸν τεταπεινωμένον καὶ ἀφανῆ καὶ ἀδοξόν φησιν.

### 7

ΙΘΥΝΕΙ ΣΚΟΛΙΟΝ. Τὸν ποικίλον τὸ ἦθος διὰ πανουργίαν, σκολιὸν ὀνομάζει. Τοῦτον οὖν ἐθύνειν λέγει τὸν Δία, πάλιν εἰς τὸ ἁπλοῦν ἐπανάγοντα ἦθος, διὰ τὸ κολάζειν αὐτὸν ἐν τῇ πανουργία. ΚΑΙ ΑΓΗΝΟΡΑ ΚΑΡΦΕΙ. Τὸν αὐθάδη καὶ ὑπερόπτην εὐτελῆ ποιεῖ καὶ ταπεινόν. Ἡ γὰρ αὐθάδεια πρὸς καταφρόνησιν ἐγείρει τῶν ἄλλων ἁπάντων· ἡ δὲ ταπείνωσις εἰς ἔννοιαν ἄγει τοῦ μηδὲν ἡμᾶς διαφέρειν τῶν ὁμοίων, καὶ μετρίους ποιεῖ τὸ ἦθος.

### 8

ὋΣ ὙΠΕΡΤΑΤΑ ΔΩΜΑΤΑ ΝΑΙΕΙ. Τὰ ἄκρα τοῦ κόσμου τὰ ὑπὲρ ἡμᾶς ὄντα, ἐν οἷς ὁ Ζεὺς ἵδρυται, δώματά ἐστι · τοῦ Διός· ὡς καὶ Ὅμηρος εἶπε καθῆσθαι αὐτὸν ἐν ἀκροτάτῃ κορυφῇ πολυδειράδος οὐλύμποιο. Καταπλήττει δὲ αὐτὸν τῷ ἐπιθέτῳ τῆς ἀξιοπίστου οἰκήσεως. ·

### 9

ΚΛΥΘΙ ΙΔΩΝ. Ὡς πάντα ἐφορῶν καὶ ἀκούων τῶν γινομένων, ἐπόπτης γενοῦ· καὶ μὴ μόνον δι ἀκοῆς δέξαι τὰ ῥηθη σόμενα, ἀλλὰ καὶ δι ὄψεως ἴθυνον. Ὅπερ δὲ Ὅμηρος ἐπὶ τοῦ ἡλίου φησὶ, τοῦτο Ἡσίοδος ἐπὶ τοῦ Διὸς εἶπεν· ὅμοιον γάρ ἐστι τῷ, Ἠέλιος θ ὃς πάντ ἐφορᾷς καὶ πάντ ἐπακούεις. Ὁρῶν δὲ τὸν Δία πάντα καὶ ἀκούειν πάντων εἴρηκεν, ὡς πάντων ἔφορον· ὁρῶντα μὲν τὰς πράξεις ἡμῶν, ἀκούοντα δὲ τῶν λόγων ὧν φθεγγόμεθα οἱ ἄνθρωποι. Τῶν γὰρ αἰσθήσεων μόνην τὴν ὅρασιν καὶ τὴν ἀκοὴν ὡς χαριεστάτους ἐπὶ τοὺς θεοὺς ἀναφέρουσι. ΔΙΚΗ Δ’ ΙΘΥΝΕ. Τουτέστι κατὰ δίκην πᾶσαν σὺ τὴν δίκην κρίνε, πάντα ὁρῶν τὰ ἀνθρώπινα πράγματα καὶ πάντων ἀκούων· ὁρῶν μὲν τὰς πράξεις ἡμῶν· ἀκούων δὲ τῶν λόγων, ὧν φθεγγόμεθα οἱ ἄνθρωποι. Ὡς πάντα ἐφορῶν καὶ πάντα ἀκούων ἐπόπτης γενοῦ τῶν γινομένων, καὶ μὴ μόνον δι’ ἀκοῆς παραδέξῃ τὰ ῥηθησόμενα, ἀλλὰ καὶ δι ὄψεως. Σύ · φησὶν, ἴθυνον· ἐγὼ δὲ καταλέξω τῷ Πέρση.

### 11

ΟΥΚ ΑΡΑ ΜΟΥΝΟΝ. Διττή ἐστιν ἡ ἔρις. Ἡ μὲν γὰρ ἅμιλλα καὶ ζῆλος εἰς τὴν τοῦ ἀγαθοῦ τεύξιν· ἡ δὲ φιλόνει κος ζωὴ μετὰ φθόνου καὶ δυσμενείας γινομένη. Ἀλλ’ αὗται μὲν αἱ δύο περὶ γῆν εἰσιν· ἐπείπερ ἐνταῦθα καὶ τὰ καταμαχόμενα τοῖς ἀγαθοῖς. Ἡ δ ἀμείνων ἔρις τοῦ ἀγαθοῦ ἕνεκα γινομένη, καὶ ἐν τοῖς κρείττοσιν ἡμῶν ἐστιν. Οὐκ, ὡς ἔοικεν, ἂν ἦν τὸ τῶν ἐρίδων γένος, ἀλλὰ δύο. Λαμβάνεται δὲ ἑαυτοῦ, ἐπειδὴ ἐν τῇ Θεογονία μίαν γέννησιν παρέδωκεν ἐρίδων, ὅθεν ἐνταῦθα ὥσπερ συναισθησόμενος ἑαυτοῦ δύο λέγει, διὰ τὸν καιρὸν καὶ τὸν σκοπὸν τοῦ γράμματος.

### 12

ΤΗΝ ΜΕΝ ΚΕΝ ΕΠΑΙΝΕΣΣΕΙΕ ΝΟΗΣΑΣ. Προσυπακουστέον τὸ τίς· τὸ γὰρ ὅλον ἦν, ἐπαινέσειεν ἄν τις νοήσας· οὐ γὰρ ὁ τυχὼν τὴν ἀμείνω τῶν ἐρίδων ἐπαινέσειεν, ἀλλ ὁ δυνηθεὶς αὐτὴν τῷ νῷ θεωρῆσαι μεγάλων οὖσαν ἀγαθῶν αἰτίαν τοῖς ἀνθρώποις.

### 13

Ἡ Δ’ ΕΠΙΜΩΜΗΤΗ. Δηλονότι ἡ χείρων ἔρις ἀπὸ φιλονείκου γινομένη προαιρέσεως, ἄλογος οὖσα τοῦ θυμοῦ κίνησις, καὶ οὐχ ἁπλῶς μωμητὴ, ἀλλὰ μετὰ ἐπιτάσεως ἐπιμωμητὴ, ὡς ἐπιτεταμένη οὖσα, ψεκτὴ παρὰ τοῖς ἔμφροσι. ΔΙΑ Δ’ ΑΝΔΙΧΑ. Χωρίς διεστήκασι κατὰ τὴν ζωήν ταύτην γὰρ εἶπε θυμόν· καὶ γὰρ πᾶσα ζωὴ ψυχική καλεῖται θυμός.

### 15

ΑΛΛ’ ὙΠ’ ΑΝΑΓΚΗΣ. Ὑπερβατόν, ἡ μὲν γὰρ σχετλίη πόλεμόν τε τὴν χείρονά φησιν ἔριν ἀκούσιον εἶναι τοῖς ἀνθρώποις· εἰκότως. καὶ γὰρ ἅπαν τὸ κακὸν ἀκούσιόν ἐστιν· ὥς φησι καὶ Πλάτων. Ὑπ ἀνάγκης δὲ τιμᾶσθαι παρὰ τῶν ἀνθρώπων, διὰ τὴν ἄλογον ζωὴν, ἣν ἔσχον εἰς σῶμα πεσούσης τῆς ψυχῆς. Καὶ τοῦτο κατὰ βούλησιν εἶναι τῶν θεῶν, τὸ τῇ ἀνάγκῃ τοιαύτῃ συσχεθῆναι· ἵνα δηλονότι μισήσωσι τὸ μετὰ · σώματος ζῆν. Οὐ γὰρ ἐνδέχεται σώμασι συνόντας ἔξω παντελῶς εἶναι τῶν κατὰ τὸ σῶμα παθῶν.

### 16

ΕΡΙΝ ΤΙΜΩΣΙ. Τὴν ἑτέρην τιμῶσι πληροῦντες τὴν πληροφορίαν αὐτῆς τυχὸν, καὶ φιλοτίμως ἔχουσι πρὸς τὸ μάχε σθαι· καὶ τιμῶσι μὲν καλῶς εἶπεν, οὐ φιλοῦσι δέ.

### 17

ΤΗΝ Δ’ ἙΤΕΡΗΝ. Τὴν ἀμείνω λέγει· καὶ αὐτὴν οὖσαν τῆς λογικῆς ψυχῆς ἅμιλλαν σύντονον πρὸς τὸ ἀγαθὸν ὁρῶσαν. Ταύτην οὖν γεννηθῆναι παρὰ τῆς νυκτός φησιν. Ἔστι δὲ ἡ νὺξ θεὸς ὑπὲρ τὸν κόσμον ἀφανὴς τοῖς ὄμμασιν ἡμῶν· καὶ διὰ τοῦτο ἐφεβεννὴ, ὥσπερ καὶ αὐτὸν τὸν Δία πατέρα φασὶ τῶν ψυχῶν. Ἐκείνη οὖν ἐγέννησε τὴν κρείττω ἔριν, ὡς πάντα ἀνάγουσαν ἐπὶ τὴν ἀφανῆ καὶ θείαν ζωήν. Αἰτία γάρ ἐστι πάντων τῶν ἀοράτων. Τὰ γὰρ καλὰ προγενέστερα μετὰ ταῦτα δὲ ἐφάνη ἡ κακία· νὺξ δὲ αὐτὴν ἔτεκεν. Ὅτι ἀπὸ τοῦ ἀφανοῦς παρυφίσταται τὰ πάντα τά τε κακὰ καὶ τὰ ἀγαθά.

### 18

ΘΗΚΕ ΔΕ ΜΙΝ. Τὴν μὲν συνέπειαν οὕτω δεῖ καθιστάνειν· ὁ Ζεὺς ὁ ἐν τῷ αἰθέρι ναίων, καὶ ἐν τοῖς ἀνδράσι, καὶ ἐν ταῖς ῥίζαις τῆς γῆς ἀμείνω τὴν ἔριν ἔθηκε ταύτην ἐκείνης, ἵνα διὰ μὲν τοῦ αἰθέρος δηλώσῃ τὸ ἀκρότατον· διὰ δὲ τῶν ἐν τῇ γῇ ῥιζῶν, τὸ ἔσχατον· διὰ δὲ τῶν ἀνδρῶν, τὸ μέσον· οὔτε αἰθερίων ὄντων, οὔτε χθονίων φυτῶν· διὰ πάντων δὲ, ὅτι πανταχοῦ ἐστι τὸ θεῖον, καὶ ἐν πᾶσι, πρώτοις, μέσοις, ἐσχάτοις. Εἰπὼν δὲ, ὅτι νὺξ ἔτεκε τὴν ἀμείνω ἔριν, φησὶ παρὰ τοῦ Διὸς ἀρείονα γενέσθαι, δόντος αὐτῇ καὶ ἐν τῷ κόσμῳ δύναμιν σεμνοτέραν τῆς ἑτέρας.

### 19

ΓΑΙΗΣ Τ’ ΕΝ ῬΙΖΗΣΙΝ. Ἐν τοῖς φυτοῖς τοῖς ἐ ῥιζωμένοις τῇ γῇ, ἢ ὅτι ἐῤῥίζωσεν αὐτὴν ἐν τῇ γῇ· ἢ ὅτι ἡ ἀγαθὴ φιλονεικία καὶ ἐπὶ τὰ φυτὰ, καὶ ἐπὶ πάντα τὰ γεωργικὰ ἐδόθη, ὥστε ζηλοῦν εἰς τὸ ἐργάζεσθαι τοὺς ἀνθρώπους.

### 20

ΗΤΕ ΚΑΙ ΑΠΑΛΑΜΝΟΝ. Τὸν ἀκίνητον πρὸς τὰ ἔργα, καὶ οἷον μὴ ἔχοντα χεῖρας, ἀλλ’ ἀργὸν κινεῖ πρὸς τὸ ἐργά ζεσθαι τοῖς ἐργαζομένοις ἁμιλλώμενον ἡ κρείσσων ἔρις. Ἥτις καὶ τὸν ἀργὸν, καὶ μὴ παλαμώμενον ἐπὶ τὸ ἔργον ἐγείρει. Παλαμᾶν γὰρ, τὸ διὰ τῶν παλαμών γεωργίας ἐργάζεσθαι· ὁ γὰρ σπουδαῖος και ἀσθενὴς, σπεύδει τὸ ἐργάζεσθαι.

### 21

ΕΙΣ ΕΤΕΡΟΝ ΓΑΡ ΤΙΣ. Πλούσιον ἰδὼν ἐκ τῶν ἔρ γων πλουτήσαντα, σπεύδει καὶ αὐτὸς πλουτῆσαι.

### 24

ΕΙΣ ΑΦΕΝΟΝ. Τὸν πλοῦτον ἄφενον καλοῦσι, τὸν ἀπὸ τῶν ἔργων τῶν ἐνιαυσιαίων ἀθροιζόμενον· ἔνος γὰρ καλεῖται δ ἐνιαυτός.

### 25

ΚΕΡΑΜΕΙ ΚΟΤΕΕΙ. Ζηλοῖ, ὀργίζεται, φθοκεῖ, βασκαίνει. Προτρέπεται πρὸς γεωργίαν διὰ τοῦτο. Ἐν γὰρ ταῖς ῥίζεις τῶν γεωργικῶν ὑφίσταται ἡ ἀγαθὴ ἔρις φησὶν, οὐχὶ δὲ ἐν ταῖς ἀδικίας. Η ὅτι ἐκ τοῦ ἀφανοῦς καὶ ἀδήλου παρυφίσταται τὰ κακὰ καὶ τὰ ἀγαθά. Τοῦτο δεῖ μᾶλλον ἐπανάγειν εἰς τὰ εἰρημένα περὶ τῆς χείρονος ἔριδος, καὶ γὰρ τὸ κοτέειν καὶ τὸ φθονεῖν κακά ἐστι, καὶ ἐκείνης οἰκεῖα, καὶ οὐ τῆς ἀμείνονος.

### 27

Ω ΠΕΡΣΗ. Το ποίημα γέγραπται πρὸς τὸν Πέρσην τὸν ἀδελφὸν αὐτοῦ. Νουθεσία δὲ καὶ δικαιολογία· νειμάμενος γὰρ τὴν πατρώαν οὐσίαν κατηνάλωσε θεραπεύων τοὺς ἐν τῇ που λιτείᾳ, καὶ καταδυναστεύων Ἡσιόδου, καὶ πολλὰ παρενοχλών, ἐζημίου πρὸς ἄρχοντας καὶ κριτήρια ἕλκων διὰ τὴν τῶν χρημά των ἐπίθεσιν.

### 28

ΕΡΙΣ ΚΑΚΟΧΑΡΤΟΣ. Ἧι χαίρουσιν οἱ κακοὶ, καὶ φιλοδικοῦντες, καὶ κακοπράγμονα βίον ζῶντες. Διὸ καὶ ἀπὸ τῶν ἔργων κωλύει, τρέπουσα αὐτοὺς ἐπὶ τὰς ἀγορὰς, καὶ τὰς δίκας τὰς πρὸς ἀλλήλους. Ἀμφίβολον τὸ κακόχαρτον, ἤτοι γὰρ ἡ κακοῖς χαίρουσα, ἢ ἐφ ᾗ οἱ κακοὶ ἐπιχαίρουσι. Δοκοῦσι γὰρ ὅταν σύγχυσις γένηται, ὠφελείας ἕξειν. Τὰ κατὰ τὸν Πέρσην ἤτοι ἱστορι κῶς ἐκληπτέον, ἢ πλασματικῶς καὶ ὑποθετικῶς, διὰ τὸ ἀπρόσωπον τοῦ λόγου. — Μὴ δέ σε, φησὶν, ἡ φιλονεικία κωλύσῃ ἀπ ἔργου εἰς τὸ περιβλέπεσθαι φιλονεικίας καὶ ἀκροᾶσθαι ῥημάτων καὶ φημῶν κινου μένων ἐν ἀγορᾷ.

### 29

ΝΕΙΚ ΟΠΙΠΤΕΥΟΝΤΑ. Τουτέστι πρὸς μόνας τὰς φιλονεικίας βλέποντα, καὶ ἐπήκοον ὄντα τῶν κατ ἀγορὰν κινουμένων φιλονεικιῶν, ὀφείλοντα τοῖς ἔργοις προσέχειν τοῖς γεωργι κοῖς, ἀφ ὧν τρέφεσθαι δυνατόν.

### 30

ΩΡΗ ΓΑΡ Τ’ ΟΛΙΓΗ. Τουτέστιν ἐλαχίστη φροντίς ἐστι τῶν ἀγορῶν καὶ δικῶν ἐκείνων τῷ μὴ ἔχοντι βίον ἐπηετανὸν, τὸν ἀπὸ τοῦ ἔτους ἀθροιζόμενον, ἐν τοῖς ἑαυτοῦ οἴκοις, ἀφ οὗ τραφήσεται ἀνὰ πᾶν τὸ ἔτος. Ψιλοῦται δὲ τὸ ὤρη, νῦν γὰρ τὴν φροντίδα σημαίνει. Ὅθεν καὶ ὀλιγωρία, καὶ πολυωρία καὶ που λυωρῶ, καὶ πυλωρὸς, ὁ τὴν τοῦ φυλάσσειν [τὰς πύλας] ἔχων ἐξουσίαν.

### 31

Ωι ΤΙΝΙ ΜΗ ΒΙΟΣ. Αὐτοῦ κατ ὀλίγον νουθετεῖ ἀπαλλάσσων τῆς ἀργίας.

### 32

ΩΡΑΙΟΣ ΤΟΝ ΓΑΙΑ. Τὸν βίον δὲ εἶπεν ὡραῖον, ὡς ἐκ τῆς τῶν ὡρῶν περιόδου συλλεγόμενον. Ἐπειδὴ τὰ μὲν τὸ ἔαρ φέρει, τὰ δὲ τὸ θέρος, τὰ δὲ τὸ μετόπωρον, τὰ δὲ ὁ χειμὼν τῶν πρὸς τὸν βίον ἡμῶν ἀναγκαίων. Ὡραῖος μὲν γὰρ διὰ ταῦτα ὁ βίος. Δημήτερος δὲ ἀκτὴν πᾶσαν τὴν τῶν καρπῶν φορὰν ἐκάλεσεν, οὐ μόνον τῶν ἰδίως λεγομένων Δημητριακών, οἷον πυρῶν καὶ κριθῶν, ἀλλὰ καὶ τῶν ἄλλων. Τὴν γὰρ γῆν, ἀφ ἧς οἱ καρποὶ πάντες, Δήμητραν ὠνόμαζον οἱ παλαιοί. Ὁ γάρ, φησί, μὴ ἔχων πλοῦτον ἐν τῷ οἴκῳ αὐτοῦ ὀφείλει ποτὲ μὲν ἐργάζεσθαι, ποτὲ δὲ ἀκροᾶσθαι. Κάμνε, φησὶ, καὶ τότε φιλονείκει. Τοῦτο δὲ εἶπεν, ἵνα κατὰ μέρος ἀπάρῃ αὐτὸν τοῦ φιλονεικεῖν ἐπὶ τὸ ἐργάζεσθαι.

### 33

ΤΟΥ ΚΕΚΟΡΕΣΣΑΜΕΝΟΣ. Οὐχ ὅτι πλούσιός τις ὢν ὀφείλει εἶναι φιλόδικος , ἀλλ ἐκ περιουσίας ἐνδείκνυται πρὸς τὸν Πέρσην, ὅτι μόλις πλούσιος ὢν σχολὴν ἄγειν ὤφειλες εἰς τὸ περὶ δίκας διατρίβειν καὶ ἀγοράς. Νῦν δὲ ἄπορος ὢν πρὸς τοῖς ἔργοις ἂν μάλιστα διάγοις , ἀφ ὧν δύνασαι πορίσαι σαυτῷ βίον. Ὅταν, φησὶν, εἰς χορτασίαν ἀποθῇς ἑαυτῷ, τότε φιλονείκει ἐπ ἀλλοτρίοις κτήμασιν. ἐπειδὴ οὐκ ἔστιν ἐκ δευτέρου ἐργάζεσθαι τὸ ἔργον, ὡς ἂν εἰ μὴ σπείρεις τῷ χειμώνι, οὐ δύνῃ μετὰ ταῦτα τῷ θέρει σπείραι.

### 34

ΣΟΙ Δ’ ΟΥΚΕΤΙ. Μετὰ τὴν διανομὴν τῶν πατρῴων ἥρπαξας τἀμὰ τοῖς ἄρχουσι χρώμενος συμμάχοις, καὶ ἐμὲ συκοφαντῶν· οὐκ ἔτι δὲ καὶ δεύτερον ὑπάρξει σοι διὰ τὴν φιλοπραγμοσύνην τὰ ἐμὰ ἁρπάζειν προσιόντι πάλιν ἐκείνοις, κἀμὲ συκοφαντοῦντι.

### 35

ΑΛΛ’ ΑΥΘΙ ΔΙΑΚΡΙΝΩΜΕΘΑ. Ἀλλὰ νῦν μεταξὺ ἡμῶν ἀλλήλους διαλυσώμεθα ταῖς δικαίως κρινομέναις δίκαις ἐπ εὐθείαις, αἳ τινες ἐκ τοῦ Διός εἰσιν ἄρισται.

### 37

ΚΛΗΡΟΝ ΕΛΑΣΣΑΜΕΘΑ. Κλῆρον ἢ τὸν τῆς γῆς, ἢ τὸν τῆς οὐσίας· ὅθεν ἄκληρος ὁ πτωχὸς, καὶ ἐπίκληρος ὁ κληρονόμος. Ἤδη, φησὶν , ἐδασάμεθα ἅπαξ, σὺ δὲ ἐπλεονέκτησάς με, καὶ ἄρχοντας ἐτίμησας ἐξ αὐτῶν, δωροδοκῶν αὐτοὺς καὶ κολακεύων, ἵνα σοὶ χαρίσωνται. Βασιλῆας δὲ νῦν τοὺς δικαστὰς καὶ τοὺς ἄρχοντας λέγει· οὕτως γὰρ αὐτοὺς ἐκάλουν οἱ παλαιοί· ὡς Ὅμηρος Ἀλλ’ ἦτοι βασιλήες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι,

### 39

ΔΩΡΟΦΑΓΟΥΣ. Τοὺς ἄρχοντας, οἷς χρώμενος, καὶ δῶρα διδοὺς ἐκίνει κατὰ τοῦ Ἡσιόδου, οὐ δωροδόκους προσεῖπεν ἀλλὰ δωροφάγους, ὡς μὴ μόνον δῶρα λαμβάνοντας παρὰ τῶν φιλοδίκων, ἀλλὰ καὶ δαπανῶντας ἅπερ λάβωσι, καὶ τρεφομένους ἐκ τῶν ἀλλοτρίων· οἷά τε προθύμους ὄντας καὶ αὖθις δικάζειν τῷ Πέρσῃ καὶ τῷ Ἡσιόδῳ διὰ τὴν τῶν δώρων ἐλπίδα.

### 40

ΟΣΩΙ ΠΛΕΟΝ. Τὸ πλέον, ἢ τῷ ποσῷ ἐστι πλέον, ἢ τῇ ἀξίᾳ· τὸ οὖν ἥμισυ τοῦ κατὰ τὴν ἀξίαν ἐστὶ πλέον. Ὃν οὖν δεῖ μὴ τὸ πᾶν ἔχειν, παντὸς ἔλαττον ὂν κατὰ τὸ ποσὸν, Ποιεῖ δὲ τὴν ἀξίαν τὸ δικαιότερον. ἀλλὰ τὸ ἥμισυ, διὰ τὸ πρόσαλλον τῆς διανομῆς, τοῦτον δεῖ πλέον τοῦ παντὸς νομίζειν τὸ ἥμισυ, ὡς κρεῖττον ὂν καὶ δικαιότερον τοῦ τὸ πᾶν κεκτῆσθαι τὸ μόνου τοῦ ἡμίσεως ἀπολαύειν · τὸ μὲν γὰρ ποιεῖ πλουσιώτερον, τὸ δὲ δείκνυσιν ὄντα δικαιότερον . Τὸ ἥμισυ μετὰ δικαιοσύνης πλέον ἐστὶ τοῦ ὅλου μετὰ ἀδικίας, σιν.

### 41

ΟΥ Δ’ ΟΣΟΝ ΕΝ ΜΑΛΑΧΗ. ΤΕ. Τὰ εὐτελέστατα τῶν βρωτῶν παρέλαβεν ἀφ ὧν τρέφεσθαι δυνατὸν, τὴν μαλάχην καὶ τὸν ἀσφόδελον · καὶ γὰρ ἐκ τούτων χυλὸν ἐσκεύαζον εἰς βρῶἘκ τούτου οὖν πολὺ τὸ ὄφελος, καὶ πλέον ἢ τῶν πολυτε λεστάτων βρωμάτων ἀπὸ ἀδικίας συλλογομένων. Ἢ τὸν ἐκ τοῦ ῥάστου βίου λέγει, ἴσως δὲ καὶ ἀφ ἱστορίας τοῦτο λέγει· Ἕρμιππος γὰρ ἐν τῷ τῶν ἑπτὰ σοφῶν περὶ τῆς ἀλίμου λέγει· (μέμνηται δὲ τῆς ἀλίμου καὶ Ἡρόδωρος, ἐν τῷ πέμπτῳ τοῦ καθ Ἡρακλέα λόγου, καὶ Πλάτων ἐν γ’ τῶν νόμων·) Ἐπιμενίδην φησὶ μικρόν τι ἐδεσμάτιον προσφερόμενον ὧδε διὰ ὅλην τελεῖν τὴν ἡμέραν, ἦν δ ἐξ ἀσφοδέλου καὶ μαλάχης, ὅπερ αὐτὸν ἄλιμον καὶ ἄδιψον ἐποίει.

### 42

ΚΡΥΨΑΝΤΕΣ ΓΑΡ ΕΧΟΥΣΙ ΘΕΟΙ. Τὸν βίον ἀποκεκρύφθαι ὑπὸ τῶν θεῶν τοῖς ἀνθρώποις, τὴν τῶν ἀναγκαίων περιποίησιν βίον καλῶν· εἰ γὰρ μὴ ἀπεκέκρυπτο, ἀλλ ἦν ἐν μέσῳ κείμενος, καὶ εὐπόριστος , οὐδὲν ἔδει γεωργεῖν ἢ οὐδὲ πλεῖν ἕνεκα τῆς τοῦ βίου κατασκευῆς. Νῦν δὲ οὐκ οὖσα πᾶσιν εὐπετὴς ἡ τούτου πόρισις, ὡς κρυφθεῖσα παρὰ θεῶν, καὶ ὀλίγοις οὖσα και ταφανὴς, κινεῖ τοὺς μὲν εἰς τὸ πλεῖν, τοὺς δὲ εἰς τὸ γεωργεῖν· μηχανωμένους ἀφορμὴν ἑαυτοῖς τοῦ συλλέγειν τὸν βίον. Βίον τὸν τῆς ἀρετῆς δηλονότι· λέγεται δὲ ἔκρυψαν, ὅτι οὐ πᾶσι δήλη ἡ ἀρετή, καὶ ὅτι μετὰ κόπου πολλοῦ τὶς αὐτὴν εὑρίσκει· ἢ ἐπὶ γεωπονίᾳ ἔδωκαν τὸν πλοῦτον, οὐ προσθέντες αὐτόν. Τὸ δὲ σχῆμα Ἀττικόν· ἀντὶ γὰρ τοῦ,,κεκρύφασιν” εἶπε κρύψαντες ἔχουσιν.” Σοφοκλής, " Κηρύξας ἔχω· ἀντὶ τοῦ ἐκήρυξα.

### 43

ΡΗΙΔΙΩΣ ΓΑΡ ΚΕΝ. Τοῦτο ἀκόλουθον τῷ κεκρύ φθαι τὸν βίον ὑπὸ τῶν θεῶν, καὶ μὴ εἶναι πᾶσιν εὐπόριστον· εἰ γὰρ ἦν πᾶσιν εὐπόριστος, ῥᾴδιον ἂν ἦν καὶ ἐπ ἤματι, τουτέστιν ἐν μιᾷ ἡμέρᾳ, μεταχειρίσασθαί τι τῶν ἔργων, ὥστε πάντα τὸν ἐνιαυτὸν ἀπὸ τούτου πορίσαντα τὴν τροφὴν, τοῦ ἔτους ἀργεῖν, μηκέτι δεόμενον τοῦ ἐργάζεσθαι.

### 45

ΑΙΨΑ ΚΕ ΠΗΔΑΛΙΟΝ. Εἰ μὴ δυσπόριστος ἦν ὁ βίος καὶ τῶν ἐργαζομένων δεόμενος συνεχῶς, οὐκ ἔδει πλεῖν πολλάκις, ἀλλὰ τὸ πηδάλιον οἴκοι καπνισθησόμενον καταθεῖναι, ἅπαξ ποτὲ πλεύσαντα μόνον. Εἰώθεισαν γὰρ νεωλκήσαντες τὰ πηδάλια ὑπὲρ τῶν καπνιζομένων κρεμαννύναι τόπων ξηρανθησό μενα, τοῦ μὴ σῆψιν ὑπομεῖναι, χάριν τῆς ἐγκειμένης αὐτοῖς ὑγρό τητος. Ἀλλ’ οὐδὲ γεωργεῖν καθ ἕκαστον ἔτος, ἀλλ ἅπαξ ποτέ· καὶ τοῦτο ποιήσαντα χαίρειν ἐᾶσαι τὰ τῶν βοῶν ἔργα, καὶ τῶν ἡμιόνων τῶν πρὸς γεωργίαν χρησίμων. Νῦν δὲ διὰ τὸ δυσπό ριστον εἶναι τοῖς ἀνθρώποις τὸν βίον, εὕρηται καὶ ναυτιλία καὶ γεωργία παρ’ αὐτοῖς.

### 47

ΑΛΛΑ ΖΕΥΣ ΕΚΡΥΨΕ. Τὸ μὲν κρύψαι τὸν βίον, ἐστὶ τὸ δυσπόριστον ποιῆσαι τοῖς ἀνθρώποις, καὶ μόλις ἀνυστὸν διὰ πολλῶν πόνων καὶ τληπαθείας· τὸ δὲ χολώσασθαι τὸν Δία τῇ περὶ γένεσιν ζωῇ, τὸ ἀσύμφορον εἶναι τὴν δόσιν αὐτοῦ ταῖς ψυχαῖς· διαιρετικὸν γὰρ ὁ χόλος.

### 48

ΠΡΟΜΗΘΕΥΣ ΑΓΚΥΛΟΜΗΤΗΣ. Ὁ μὲν Προμηθεύς ἐστιν ὁ τοῖς ἀνθρώποις τὸν νοῦν δωρούμενος τὸν πρὸ τῶν ἀποβάσεων λογιστικὸν τῶν ἀποβησομένων, ὃν ἔχουσιν οἱ ἄν θρωποι ζωὴν ὑποδεξάμενοι νοερὰν ἀπὸ τῶν τοῦ πατρὸς ἠθῶν ἤκουσαν εἰς τόνδε τὸν τόπον. Αἱ δὲ ἀπάται τοῦ Προμηθέως αἱ κατὰ τοῦ Διὸς δηλοῦσιν, ὅτι παρασκευάζει καὶ τῶν δίΐων ψυχῶν μετέχειν τὰ θνητὰ ὁ Προμηθεύς· τὸ γὰρ ἀπατώμενον, γίνεται πάντας ἀπατῶν. Αἰνίττεται δὲ ἡ ἀπάτη τὰ περὶ τὴν διανομὴν τοῦ βοὺς, ἣν ἐν τῇ Θεογονία παρέδωκεν. Εἰ δὲ ἀγκυλομήτης ὁ Προμηθεὺς, οὕτω γὰρ γράφειν δεῖ καθὰ καὶ Πλούταρχος, Κρόνιός τίς ἐστι καὶ νοερῶς ἑαυτὸν νοῦν, καὶ ἀγκύλως εἰς ἑαυ τὸν ἐπεστραμμένος. Εἰ δὲ καὶ ποικιλομήτης γράφοιτο, σημαίνει τὸν ποικίλας κεκτημένον νοήσεις, ἃς δωρεῖται καὶ ταῖς ἀνθρω πίναις ψυχαῖς, εἰς τὸ σῶμα πεσούσαις, ὅτι τὸ προνοητικὸν τῶν ἀνθρώπων κρύπτει τὸν πλοῦτον, ἀνθ’ ὅτου Προμηθεὺς αὐτὸν ἠπάτησεν. Ὁ δὲ Προμηθεὺς ἦν παῖς Ἰαπετοῦ καὶ Ἀσώπης, ἢ Κλυμένης, ἢ Θέμιδος.

### 49

ΤΟΥΝΕΚ’ ΑΡ’ ΑΝΘΡΩΠΟΙΣΙΝ. Ἕνεκά φησι τῆς παρὰ τοῦ Προμηθέως ἀπάτης ὁ Ζεὺς προεξένισε βίον ἐπίπονον τοῖς ἀνθρώποις. Ἔδει γὰρ πεσούσαις ταῖς ψύχαις πόνους καὶ τληπαθείας παρασκευάσαι, δι’ ὧν μισήσουσι μὲν τὸν τῆς γενέ σεως τόπον καὶ τὴν ἐν σώματι ἀναστροφὴν, ὑποστρέψουσι δι αὖθις εἰς τὴν τοῦ πατρὸς αὐλὴν καὶ πρὸς τὴν, ἀφ ἧς ἐξέπε σον, θείαν ζωήν.

### 50

ΚΡΥΨΕ ΔΕ ΠΥΡ. Ἡ τοῦ πυρὸς κρύψις τῆς νοερᾶς καὶ τεχνικῆς ἐστι ζωῆς ἀφανὴς περίληψις, ἣν ὁ Ζεὺς ἑκῶν πρῶτος δίδωσιν, δι’ ἧς καὶ τὸν κόσμον ἐδημιούργησεν, ἄληπτον αὐτὴν φυλάττειν τὰς πολλὰς τῶν ἐλθουσῶν δεῦρο ψυχῶν. Φωτὸς γὰρ αἴτιον τὸ πῦρ ἂν εἰκόνα φέρει τοῦ νοῦ τοῦ τεχνικοῦ, καθ ὃν οἱ ἄνθρωποι ζῶσι πρῶτον νοερώς. ΠΑΙΣΙΑΠΕΤΟΙΟ. Τὸν Ἰαπετὸν θεὸν οἰητέον εἶναι νοερὸν, αἴτιον πάσης τῆς πτηνῆς τοῦ οὐρανοῦ καὶ ὀξυτάτης ταύτης πάσης κινήσεως· διὸ καὶ Ἰαπετὸν κληθῆναι παρὰ τὸ ἴεσθαι καὶ πέτεσθαι, ὑπὸ τῶν θεολόγων. Τούτου δὲ πολλοὺς μὲν εἶναι παῖδας, ἐννέα καὶ εἴκοσι τοὺς πάντας· προέχειν δὲ ἐν αὐτοῖς Προμηθέα καὶ Ἐπιμηθέα καὶ Ἄτλαντα· ὧν καὶ Ἡσιόδος ἐν τῷδε τῷ συγγράμματι μέμνηται.

### 51

ΕΚΛΕΨΑΝΘΡΩΠΟΙΣΙ. Ἡ κλοπὴ τοῦ πυρὸς δηλοῖ μετάθεσιν ἀπὸ τοῦ νοητοῦ καὶ ἀφανοῦς εἰς τὸ αἰσθητὸν καὶ ἀλ λότριον. Ὡς δὲ πᾶσα κλοπὴ λεληθεῖα τοῦ ἀλλοτρίου μετάθεσις ἔστιν ὄντως, καὶ ταῖς ἐν τῷ νοητῷ μενούσαις οἰκείως ψυχαῖς, τοῦ τεχνικοῦ λόγου νοεροῦ ὄντος. Δέδωκεν οὖν ὁ Προμηθεὺς αὐτὸν ἐν ταῖς πεσούσαις ψυχαῖς ἐνταῦθα. Διὸ κλοπὴν ὁ μύθος τὴν δόσιν ταύτην ἐδήλωσεν, ὡς ταῖς ψυχαῖς εἰς τὸν ἀλλότριον αὐταῖς τόπον κατελθούσαις διὰ τοῦ Προμηθέως προσελθοῦσαν. Τὸ δὲ ΑΥΘΙΣ δηλοῖ τὸ μετὰ τὴν ἀπάτην καὶ ταύτην προσθεῖναι τὴν δοκοῦσαν περὶ τὸν Δία ἐπιβουλήν. Τῷ φυσικῷ λόγῳ ἐπιπλέκει τὸ μυθώδες, ὅτι τὴν ὠφέλειαν τὴν ἐκ τῆς μαλάχης ἀγνοοῦσιν· ἐπεὶ Προμηθεὺς ἠπάτησεν αὐτόν. Δῆλον δὲ, ὡς προεκδέδοται ἡ Θεογονία· ἐκεῖ δὲ πλείονα περὶ τοῦ Προμηθέως λέγει, ὡς ἠπάτησε τὸν Δία.

### 52

ΕΝ ΚΟΙΛΩ ΝΑΡΘΗΚΙ. Ἔστι μὲν πυρὸς ὄντως φυλακτικὸς ὁ νάρθης ἠπίαν ἔχων μαλακότητα εἴσω καὶ τρέφειν τὸ πῦρ καὶ μὴ ἀποσβεννύναι δυναμένην. Ἐν δὲ τῷ μύθῳ τοῦ αἰσθητοῦ λαμβάνεται ὡς εἰκών· καὶ γάρ ἐστι Διονυσιακός, ὡς καὶ οἱ τελούμενοι τῷ Διονύσῳ δηλοῦσι ναρθηκοφοροῦντες, ὃς τῶν αἰσθήσεων ἐστὶ ποιητὴς, καὶ προσάγεται ὑπὸ τῶν Τιτάνων τῷ Διονύσῳ. Τιτανικὸς δὲ θεὸς καὶ ὁ Προμηθεύς Ἰαπετοῦ παῖς ὢν Τιτᾶνος ὄντος. Μύθος. Κλέψας ὁ Προμηθεὺς τὸ πῦρ εἰς πόλιν ἦλθεν Αἰτωλίαν· ἀφ οὗ συνέβη τὴν πόλιν κληθῆναι Πυρηνίαν.

### 56

ΜΕΓΑ ΠΗΜΑ. Τὴν τοῦ πυρὸς κλοπὴν μέγα πῆμα λέγει τοῦ Προμηθέως ἔσεσθαι λαβὼν τὸ αἴνιγμα ἀπὸ τῶν προνοουμένων αὐτῷ ψυχῶν . Ταύταις γὰρ ὄντως ἡ κάθοδος πῆμα καὶ τοῖς ἀνθρώποις, οἳ γεγόνασιν ἐκ τούτων τῶν πεσουσῶν ψυχῶν.

### 57

ΤΟΙΣ Δ’ ΕΓΩ. Τοῖς ἀνθρώποις καὶ τοῖς ὑποδεξαμέ νοις τὴν ἄνωθεν κλαπεῖσαν ψυχὴν καὶ δεῦρο πεσοῦσαν δώσειν κακὸν, τὴν Πανδώραν, ἤτοι τὴν ἄλογον ψυχὴν, ᾗ τερπομένους βιώσεσθαι τὸ ἑαυτῶν ἀγαπῶντας κακόν. Τῷ λόγῳ γὰρ ἡ ἀλογία κακὸν, ἀναγκαία δὲ ὅμως, ἵνα μὴ αὐτόθεν ἡ ψυχὴ κοινωνῇ τῷ σώματι. ΕΟΝ ΚΑΚΟΝ. Ἐνταῦθα τὸ ἑὸν οὐχ ὑγιῶς κεῖται· ὤφειλε γὰρ εἰπεῖν σφέτερον· τὸ γὰρ σφῶν αὐτῶν , τὸ δὲ ἑὸν αὐτοῦ σημαίνει. Μέμφονται δὲ τὸν Ἡσίοδον οἱ περὶ Ἀπολλώνιον, ὅτι ἐνικῷ ἀντὶ πληθυντικοῦ ἐχρή σατο, ὁμοίως δὲ καὶ Καλλίμαχος αἰτιᾶται διὰ τὸ αὐτό.

### 59

ΕΚ Δ’ ΕΓΕΛΑΣΣΕ. Τὸ ἄθυμον δηλοῖ, καὶ ἀόργη τον τοῦ Θεοῦ.

### 60

ΗΦΑΙΣΤΟΝ Δ’ ΕΚΕΛΕΥΣΕ. Τὴν ἄλογον ζωὴν δεῖ σωματικὴν εἶναι· διὸ καὶ γῆς καὶ ὕδατος χρεία, καὶ τῆς φυρά σεως, ἣν ὁ “ Ἥφαιστος ποιεῖται· σωμάτων γὰρ οὗτος ὁ θεὸς ποιητής. Ἐπειδὴ οὐχ ἁπλῶς ποιεῖ ψυχῆς ἀλόγου σῶμα, ἀλλ ἀνθρωπίνης, ἐντίθησι τῷ σώματι τούτῳ ζωτικὴν δύναμιν ἀνθρωπίνης φωνῆς· εἴληπται δὲ ἀπὸ τῶν τεσσάρων στοιχείων τὰ δύο, ὡς στερεώτερα και παχύτερα καὶ συγγενῆ πρὸς τὸ σῶμα τοῦτο μάλιστα τὸ σύνθετον. "Ἅμα τῷ λόγῳ καὶ τὸ ἔργον προέβη, καὶ ὅτι οὐ Προμηθεύς, ἀλλ Ἥφαιστος ἔπλασε πρώτον, δῆλον ἐντεῦθεν. Ἡ δὲ αἰτία τῆς παρεκβάσεως , ὅτι θέλει βεβαιῶσαι τὸν λόγον τὸν ἴδιον, δι’ ὧνπερ εἴρηκε τὸν Δία κρύψαι τὸν πλοῦτον. Τὸ δὲ ὕδει ἀπὸ τῆς ὕδος εὐθείας, ὡς βέλος · τὴν γῆν τῷ ὕδατι φυράσαι· τουτέστι πηλὸν ποιῆσαι, Αἰολικῶς. Γέγονε δὲ κατὰ μεταπλασμὸν, ἀπὸ τῶν εἰς ὡς οὔτ δετέρων εἰς ὃς, ὕδας, ὕδος, ὡς κώας κώος, ας κώεσιν ἐν μαλακοῖσιν.

### 61

ΘΕΜΕΝ ΑΥΔΗΝ. ’Αὐγὴν δὲ νῦν οὐ τὴν φωνὴν λέγει , ἀλλὰ τὸν τόπον τῆς φωνῆς· ἤτοι τὰ φωνητικὰ ὄργανα.

### 62

ΑΘΑΝΑΤΑΙΣ ΔΕ. Δαιμόνιον ὄντως ἐστὶ τοῦτο τὸ εἶδος τῆς ζωῆς τὸ ἐν ταῖς ψυχαῖς θῆλυ· διὸ καὶ τὴν ζωτικὴν ἔχει πρὸς τὸν ἄνθρωπον ὁμοιότητα καὶ δύναμιν ἀνθρωπικὴν, καὶ ταῖς ἀθανάταις δὲ θεαῖς ἔοικε κατὰ τὸ εἶδος. Μέσον οὖν πώς ἐστι θείων καὶ ἀνθρωπίνων συστάσεων, ὡς ἡ λογικὴ θεῖόν ἐστιν ἁπλῶς ἀπ αὐτῶν ἤκουσα τῶν θεῶν. Ἐοίκαμεν οὖν τρία εἶναι· κατὰ τὸν λόγον θεῖοι· κατὰ τὸ ἄλογον δαιμόνιοι· κατὰ τὸ σωματικὸν εἶδος ἄνθρωποί τινες.

### 63

ΠΑΡΘΕΝΙΚΗΣ ΚΑΛΟΝ ΕΙΔΟΣ. Καὶ τοῦτο τὸ εἶδος τῆς ζωῆς ἀδιάφθορον ἂν ἀπὸ τῆς γενέσεως μετέχει τινὸς κάλλους· ὅπου γε και μέχρι σώματος ἥκει τὸ καλόν· μόνη γὰρ αἰσχρὰ ἡ ὕλη, διότι ἀνείδεος.

### 64

ΕΡΓΑ ΔΙΔΑΣΚΗΣΑΙ. Ἔστι γάρ τι τεχνικὸν καὶ ἐν τῷ θήλει τῆς ψυχῆς τῷ ἀλόγῳ κατὰ τὸ τῆς φαντασίας εὐμήχανον καὶ ἀνατυπωτικὸν, ὃ δὴ καὶ αὐτὸ φαίης ἂν Ἀθηναϊκὸν εἶναι δίδαγμα· καθὸ καὶ ἐν ἀλόγοις ζώοις ἔστι τὶ φιλεργὸν καὶ τεχνοειδές. Καί τις καὶ νοῦν διὰ ταῦτα τὴν φαντασίαν ὠνόμασεν. Οὕτως οὖν ὑφαντικὸν τὸ ἄλογον καὶ ἐν ἡμῖν, ὡς ἐν τῷ ἀράχνῃ.

### 65

ΑΜΦΙΧΕΑΙ ΚΕΦΑΛΗ. Σαφῶς ταῦτα προσήκει τῷ ἀλόγῳ καὶ ἐν ἡμῖν· προσαγωγὸν γάρ ἐστιν αὐτοῦ τὸ φιλή δονον τῶν πολλῶν καὶ ἐπέραστον τοῖς μὴ κρίνουσιν ὀρθῶς. Διὸ καὶ τὸν ΠΟΘΟΝ αὐτοῦ εἶπεν ΑΡΓΑΛΕΟΝ, οὐκ ὄντα καθα ρὸν, ἀλλ ὑλικὸν, καὶ διὰ τοῦτο χαλεπόν· καὶ τὰς ΓΥΙΟΚΟΡΟΥΣ δὲ ΜΕΛΕΔΩΝΑΣ, ὡς τὰ γυῖα κοσμούσας. Τὸ γὰρ κοσμεῖν καὶ καλλύνειν οἱ παλαιοὶ κορεῖν ἔλεγον· τὸ δὲ διδασκῆ σαι ἀπὸ τοῦ διδασκῶ γέγονε περισπωμένου. ΓΥΙΟΚΟΡΟΥΣ, τὰς εἰς κόρον ἀγούσας τὰ γυῖα, ἤτοι τὰς μέχρι κόρου ἐσθιούσας τὰ μέλη ἢ τὰς φροντίδας τὰς κατεσθιούσας τὰ μέλη τοῖς χρωμένοις δηλονότι· ἢ μελεδώνας τὰς τρεφούσας τὸ σῶμα, ὅθεν τὸ φροντίζειν περὶ τῆς γαστρός· γυναικὶ γὰρ οὐδὲν μέλει ἄλλο ἢ μόνον τὸ σῶμα κατακόρως τρέφειν, ἢ ὅτι παναίτιοι τοῖς ἀνδράσι φροντίδων εἰσίν.

### 67

ΚΥΝΕΟΝ ΤΕ ΝΟΟΝ. Εἰκότως καὶ ταῦτα φέρειν ἂν εἴποις εἰς τὴν ἐν ἡμῖν ἄλογον ζώην· ἀναιδῆ μὲν οὖσαν ὡς κατεξανισταμένην τοῦ λόγου πολλάκις καὶ μὴ ὑποστελλομένην τῷ τῇ φύσει κρείττονι· ἀπατῶσαν δὲ τὸ ἐν ἐκείνῳ δυνάμενον κρίνειν καὶ γοητεύουσαν ταῖς ἡδυπαθείαις.

### 73

ΧΑΡΙΤΕΣ ΤΕ ΘΕΑΙ. Χάριτές εἰσι τρεῖς· Πειθώ, Ἀγλαΐα, καὶ Εὐφροσύνη. Ὧραι τρεῖς· Εὐνομία, Δίκη, Εἰρήνη.

### 74

ΟΡΜΟΥΣ ΧΡΥΣΕΙΟΥΣ. Ἐπειδὴ ἡ γυνὴ κεκοσμημένη πείθει τὸν ἄνδρα πρὸς συνουσίαν τάχος, Σαπφώ δέ φησι τὴν Πειθώ Ἀφροδίτης θυγατέρα. Καὶ τὸ ΕΙΑΡΙΝΟΙΣΙΝ, ἀπὸ τοῦ πληρεστάτου τὰ ἄνθη τὰ κατὰ καιρὸν λέγει, καὶ τὸ, ΠΑΝΤΑ ΔΕ ΟΙ ΧΡΟΙ, ἀντὶ τοῦ τὸν λοιπόν. ΚΟΣΜΟΝ δὲ τὸ ἱμά τιον λέγει, ἐπειδὴ τὸ σῶμα κοσμεῖ. ΕΦΗΡΜΟΣΕ δὲ, ἐπειδὴ μετὰ μηχανῆς.

### 77

ΕΝ Δ’ ΑΡΑ ΟΙ ΣΤΗΘΕΣΣΙ. Καὶ ταῦτα ἀληθῆ περὶ τοῦ ἀλόγου. Τὸ γὰρ ἐν αὐτῷ γνωστικὸν οὐκ ἐφάπτεται τῆς ἀληθείας, ἀλλὰ φαντασίας ἴσχει ψευδεῖς παρακρουομένας τὸν λόγον, ᾗπερ αὐτὰς ἐπιτρέψειεν. ΑΡΓΕΙΦΟΝΤΗΣ. Πῶς ἄνω μὲν Ζεὺς Ἡφαίστῳ ἐκέλευ σεν ἐνθεῖναι φωνὴν, νῦν δὲ ὁ Ἑρμῆς ἐντίθησι; Ῥητέον οὖν, ὡς τὸ μὲν ἐνδιάθετον ἐκεῖνος, τὸ δὲ προφορικὸν ὁ Ἑρμῆς ἐντίθησιν.

### 79

ΕΝ Δ’ ΑΡΑ ΦΩΝΗΝ. Τοῦτό τινες περιττόν φασιν ἤδη γὰρ ὁ Ἡφαιστος δέδωκεν αὐλὴν τῇ γυναικί· εἰ δὲ καὶ τοῦτο γνήσιον εἴη τοῦ Ἡσιόδου, τὸν Ἡφαιστον τὸ ὄργανον ἐροῦμεν ὑποστῆσαι τοῦ ἀλόγου, δι οὗ δύναται συμφθέγγεσθαι τῷ λόγῳ, τὸν δὲ Ἑρμῆν αὐτὴν δοῦναι τὴν δύναμιν τὴν λογοειδή λόγων γὰρ δεσπότης οὗτος ὁ Θεός. Πανδώρην δὲ, ἢ ὅτι πάντων δῶρα ἔλαβεν, ἢ ὅτι δῶρον πάντων τῶν θεῶν. ΑΦΗΣΤΗΣΙ δὲ, τοῖς διανοητικοῖς ἀνδράσι καὶ εὑρετικοῖς.

### 84

ΕΙΣ ΕΠΙΜΗΘΕΑ. Θεός τίς ἐστι καὶ οὗτος, λογισμοῦ μὲν αἴτιος, ἀλλ οὐ τοῦ προνοητικοῦ τῶν ἐκβησομένων, ὡς ὁ Προμηθεύς, ἀλλ ἐκείνου τοῦ μόλις ἐκ τῶν ἀποβάντων πρὸς ἑαυτὸν ἐπιστρέφοντος. Ὅθεν ἐκεῖνος μὲν προαγορεύει με δέχεσθαι τὴν γυναῖκα, δεξάμενος δὲ οὗτος τότε δὴ γινώσκει τὸ κακόν. “ δὴ πάσχουσιν αἱ ψυχαί· τούτων γὰρ, αἱ μὲν νοερώ τεραι καὶ πρὸ τοῦ παθεῖν ἀποσκευάζονται τὴν ἀλογίαν· αἱ δὲ ἀσθενέστεραι μόλις ἐκ τῆς πρὸς αὐτὴν τὴν γένεσιν κοινωνίας εἰς ἔννοιαν ἄγονται τῶν ἀπ’ αὐτῆς κακῶν. “Α δὲ αἱ ψυχαὶ πάσχου σιν, ὁ μῦθος ἐπὶ τοὺς προνοοῦντας αὐτῶν ἀναπέμπει θεούς. ΕΙΣ ΕΠΙΜΗΘΕΙ. Εἰς τοὺς ἀπρονοήτους ἀνθρώπους, ἡ εἰς ἀντὶ τοῦ προς. Ἔστι δὲ τὸ σχῆμα Ἀττικόν, ὅμοιον τῷ, εἰς Ἀγαμέμνονα δῖον ἄγον. ΑΡΓΕΙΦΟΝΤΗΣ δὲ, ἤτοι ὁ ἐν Ἀργῷ φωνῶν...... εἰρηνικὸς γὰρ ὁ Θεὸς καὶ ἀψευδής· οἱ δὲ νεώτεροι, ὅτι Ἄργον ἐφόνευσε τὸν πανόπτην....... Νέσσος δὲ ὁ Χῖος, ἀπὸ τοῦ διάγειν τὰς τῶν τελευτώντων ψυχάς. Τὸ δὲ ΑΜΗΧΑΝΟΝ, ἀντὶ τοῦ ἀμηχάνως, ἐπιρρηματικώς.

### 85

ΘΕΩΝ ΤΑΧΥΝ ΑΓΓΕΛΟΝ. Οἰκείως ὁ Ἑρμῆς εἴληπται συναγωγεὺς τῶν δύο ψυχῶν, τῆς ἀλόγου καὶ λογικῆς, εἰς τὴν πρὸς τὸ σῶμα κοινωνίαν, μέσος γάρ ἐστιν ὡς ἄγγελος. Ὁ γὰρ ἄγγελος δύο τινῶν ἐστιν, ἄλλου πρὸς ἄλλον ἀγγέλλων διάνοιαν· καὶ τὸ ἄλογον δὲ μέσον τοῦ τε σώματός ἐστι καὶ τῆς λογικῆς ψυχῆς. Στικτέον δὲ εἰς τὸ ἄγοντα, οὐ γὰρ πάντων τῶν θεῶν ἦν τὸ δῶρον, ἀλλὰ τοῦ Διός. ΟΥΔ’ ΕΠΙΜΗΘΕΥΣ. Ἀρχηγὸς γὰρ τοῦ τετάρτου γένους τοῦ ἡρωϊκοῦ, Δευκαλίων, ἐφ οὗ ὁ κατακλυσμὸς, γαμεῖ Πύρραν τὴν Πανδώρας καὶ Ἐπιμηθέως. Καὶ οὗτος δὲ ὁ μῦθος ἐπιτηδειότατος πρὸς ἀποτροπὴν τοῦ ἀδελφοῦ, ὅπως μὴ σχολάζοι πόρ ναις· ἦν γὰρ περὶ αὐτὰς ἐπτοημένος. Ὅθεν φησὶ, Μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω.

### 189

ΟΤΕ ΔΗ ΚΑΚΟΝ. Φησὶν, ὅτι Προμηθεὺς τὸν τῶν κακῶν πίθον παρὰ τῶν Σατύρων λαβὼν καὶ παραθέμενος τῷ Ἐπιμηθεῖ, παρήγγειλε τὴν Πανδώραν μὴ δέξασθαι. Ὁ δὲ, ὅτε τὸ κακὸν ἔσχε παρ’ αὐτῷ, τότε ἐνόησε τί αὐτῷ ἐπέμφθη· διὰ τοῦτο καὶ Ἐπιμηθεύς. Ἔστι δὲ ὅμοιον τῷ τοῦ Ὁμήρου, Ῥεχθὲν δέ τε νήπιος ἔγνω.

### 90

ΠΡΙΝ ΜΕΝ ΓΑΡ. Οὐ χρόνῳ τὸ πρὶν, ἀλλὰ κατὰ τὴν τάξιν μόνον τῶν πραγμάτων νοητέον. Σημαίνει γὰρ, ὅτι ἄνευ μὲν τοῦ ἀλόγου ζῶσιν αἱ ψυχαὶ πάντων ἔξω κακῶν καὶ ταλαιπωρίας· διὰ δὲ τὸ ἄλογον ὑποπεπτώκασιν καὶ τοῖς ἀπὸ τῆς Εἱμαρμένης πόνοις, ἵνα φύγωσι τὴν μετ αὐτοῦ ζωήν· ἃς δὴ κῆρας ὀνομάζει καὶ αὐτὸς ὡς Ὅμηρος.

### 94

ΑΛΛΑ ΓΥΝΗ. Ἔστι μὲν ὁ πίθος ἡ μία δύναμις τῆς Εἱμαρμένης, ἡ πάντων τῶν ἀπονεμομένων ταῖς πεσούσαις εἰς τὴν γένεσιν ψυχαῖς χωρητικὴ, καλλιόνων ἢ χειρόνων, δι ἃ εὔμαιροί τινες εἰσὶν ἢ κακόμοιροι. Περιέχει γὰρ οὗτος τοὺς παρ’ Ὁμήρῳ δύο πίθους, τοὺς τῶν κηρῶν πλήρεις. Διόπερ ἐν τούτῳ καὶ τὰ ἀγαθὰ, καὶ ἐλπὶς ἐν αὐτῷ μόνη τοῖς δυστυχοῦσι παραμυθίαν φέρουσα διὰ τὴν τῶν ἀμεινόνων προσδοκίαν καὶ τὴν μεταβολὴν τῶν παρόντων κακῶν. Ἀναπετάννυσι δὲ ἡ γυνὴ τὸν πίθον, ὡς ἐκφαίνουσα τὰς κῆρας ταῖς ψυχαῖς, ὧν ἐστι παρεκτικὴ, καὶ ἀναγκαίας δεικνῦσα δι ἑαυτὴν ἠλογημέναις αὐταῖς. Τούτων δὲ σωφρονιζουσῶν ἀπὸ τῆς πτώσεως καὶ ἔξανιστασῶν ἀπ’ αὐτῆς. Ποίου πίθου; τί γὰρ περὶ πίθου εἶπε; φαίνεται οὖν νεώτερος Ἡσίοδος Ὁμήρου. Κακῶς δὲ εἶπεν ΕΝ ΑΡΡΗΚΤΟΙΣΙ Σέλευκος δὲ γράφει ΔΟΜΟΙΣΙΝ, ἐπὶ τοῦ πίθου δόμον εἰπών. ΠΙΘΟΙΣΙ, Πίθον δὲ τὰ ἐν οὐρανῷ. Οὐ πάντα δὲ τελειοῦνται τὰ τῆς ἐλπίδος· ὅθεν Θουκυδίδης κινδύνου παραμυθίαν εἶπε τὴν ἐλπίδα, καὶ Ὅμηρος καὶ, ἐλπωρὴ ἔπειτα φίλους τ’ ἰδέειν. Ἔλπομαι εὐχόμενος Διὲ τ ἄλλοισί τε θεοίσιν.

### 97

ΕΝΔΟΝ ΕΜΙΜΝΕ ΠΙΘΟΥ. Ὣς φησιν, ἔμεινεν ἐν τῷ πίθῳ ἡ Ἐλπίς· ἔστι γὰρ τοῦτο ἐν ἀνθρώποις. Τοῦτο δὲ καὶ Κόμανος ὁ ἀρχιοινοχόος τοῦ βασιλέως προὔτεινε. Φησὶν οὖν Ἀρίσταρχος, ὅτι ἡ μὲν τῶν κακῶν ἔμεινεν, ἡ δὲ τῶν ἀγα θῶν ἐξῆλθεν· ὅθεν ἀκυρολογοῦμεν λέγοντες ἐλπίζειν κακά. Ἡ γὰρ ἐλπὶς κακῶν, οὐ θεῶν. Ὁ δὲ Ἡσίοδος ἀκύρως ἐπὶ κακῶν εἶπεν. ΕΞΕΠΤΗ. Ὡς ἂν τὰ κακὰ ἐξελθόντα ἐκ τοῦ πίθου· ταῦτα δὲ λέγει αὐτῷ, παραινῶν αὐτὸν ἀπέχεσθαι τῆς ἀδικίας, καὶ ἀντιλαμβάνεσθαι τῆς ἀληθείας, καὶ μιμεῖσθαι τοὺς τότε ἀνθρώπους μᾶλλον, καὶ μὴ τοὺ; μετὰ ταῦτα γεννωμένους. Οἰκείως δὲ ὁ πίθος εἰσάγεται διὰ τὴν πειθὼ τὴν ἀπὸ τῶν γυναικῶν, ἀγαθῶν μὲν κενὸς, ἐλπίδας δὲ μόνας ἔχων κενάς. — ΠΩΜΑ ΠΙΘΟΙΟ. Πῶς ἐλθοῦσα ἐπὶ κακοποιΐα ἐπέσχεν ὥσπερ φειδομένη; Ῥητέον οὖν, ὅτι ὥσπερ νομίσασα πάντα ἐξεληλυθέναι τὰ κακὰ τὸ πῶμα τῷ πίθω ἐπέβαλεν. Ἔνιοι δὲ ἀπ αὐτοῦ τοῦ πώματος ἐκδέχονται· ὅτι δι ἑαυτοῦ συγκλεισθὲν ἐπέσχε τὴν ἐλ πίδα. Τὸ δὲ ἀλάληται ἀπὸ τοῦ ἀλῶ, ἄλημι, ἄλημαι, ἐνεστώς παθη τικὸς Αἰολικὸς, ὡς δίζημαι καὶ ἀκάχημαι· καὶ κατὰ ἀναδιπλασιασμὸν, ἀλήλημαι· καὶ κατὰ συστολὴν Διολικὴν, ἀλάλημαι.

### 102

ΝΟΥΣΟΙ Δ’ ΑΝΘΡΩΠΟΙΣΙΝ. Τὰς νόσους αὐτομάτως φοιτᾷν σιγώσας εἶπεν, ὡς ἀπὸ τοῦ παντὸς ἡμῖν προσπιπτούσας κατὰ τὰς τῆς Εἱμαρμένης περιόδους ἐξαίφνης. Ἐσωματοποίησε δὲ αὐτὰς προσιούσας ἀφώνους ποιήσας, ἐνδεικνύμενος, ὅτι καὶ τούτων ἔφοροι δαίμονές εἰσιν· οἵ τινες δρῶσιν ἀφανῶς ἐπιπέμποντες τὰς νόσους τὰς ὑπὸ τὴν Εἱμαρμένην τεταγμένας, καὶ τὰς ἐν τῷ πίθῳ κῆρας διασπείροντες. Καὶ τοῦτό ἐστι τὸ ἀφελεῖν αὐτῶν τὸν Δία τὴν φωνὴν, τὸ τοὺς ἐφόρους αὐτῶν δαίμονας κατ᾽ οὐσίαν τούτων εἶναι ποιητικούς, αὐτῷ τῷ εἶναι δρῶντας ἐφ᾽ οἷς ἐτάχθησαν. ΑΥΤΟΜΑΤΟΙ δὲ, ἤγουν αὐθαίρετοι· λεληθότως γὰρ ἐπέρχεται τὰ κακά.

### 104

ΕΠΕΙ ΦΩΝΗΝ. Ἀθετεῖται δὲ ὁ στίχος ὁ λέγων, ὅτι ἄφωνοι αἱ νόσοι. Ἀγνοοῦσι δὲ ὅτι σωματοποιεῖ ταύτας, ὡς Ὅμηρος Ἔριν καὶ Δεῖμον. Θέλει δ᾽ ἐμφανίσαι ὅτι καὶ αἱ νόσοι λεληθότως ἐπιφέρονται τὰ σημεῖα τῶν κακῶν.

### 105

ΔΙΟΣ ΝΟΟΝ ΕΞΑΛΕΑΣΘΑΙ. Οὐ δυνατόν ἔστι τοῦ Διὸς νοῦν ἐκκλῖναι, ὅ ἐστι τὴν Εἱμαρμένην· ταύτην γὰρ οἱ Στωϊκοὶ Διὸς νοῦν προσηγορεύκασι.

### 106

ΕΚΚΟΡΥΦΩΣΩ. Τὸ ἐκκορυφῶσαι δηλοῖ τὸ ἀποκα λύψαι καὶ εἰς ἄκραν γνῶσιν ἡμᾶς ἀναπέμψαι τῆς ἀνθρωπίνης φύσεως. Δηλοῖ δὲ τὸ ἐπαγόμενον. Τὸ γὰρ, Ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τ ἄνθρωποι, προτρεπτικῶς μὲν εἴρηται εἰς ἀρετήν. Εἰ γὰρ ἐκ τῶν αὐτῶν ἐσμὲν τοῖς θεοῖς, οὐχ ἡ φύσις ἡμῶν αἰτία τοῦ κακοῦ, ἀλλ ἡ περὶ τὴν προσήκουσαν ἐπιμέλειαν καὶ τελειότητα ῥαθυμία, Πῶς δὲ ἐκ τῶν αὐτῶν ἐσμὲν οἱ ἄνθρωποι τοῖς θεοῖς, ποιήσει δῆλον εἰπὼν, ὅτι καὶ ἡμεῖς ποτὲ κρονίαν ἐζῶμεν ζωὴν, καὶ ἦμεν καθαροὶ κακῶν, ὡς οἱ θεοὶ, διὰ δὲ τὴν ὕφεσιν προήλθομεν ἀπὸ τῶν Θεοειδῶν ἀνθρώπων εἰς τοὺς νῦν ὄντας καὶ ἐμπαθῶς ζῶντας. Ἐκκορυφώσω, ἀνακεφαλαιώσομαι, δύναται μὲν ἀκούεσθαι ἐκτελέσω, οἷον κορυφὴν ἐπιθήσω. Δύναται δὲ καὶ οὕτως, ἑτέρου σοι λόγου ἀπάρ ξομαι· ἐπεὶ ἡ κορυφὴ ἀρχὴ τὶς τοῦ σώματος ἐστίν. Ἀλαζονικὸς δὲ ὁ στίχος ἐστὶν, ἀλλὰ τούτοις πρὸς ἀρετὴν προτρέπεται. Εἰ γὰρ συγγενεῖς ἐσμὲν θεοῖς, τοῦ μὲν συγγενοῦς ἡμῖν ἀγαθοῦ φροντιστέον, ἀφεκτέον δὲ τῆς κακίας, ὡς κακοῦ καὶ ἀσυγγενοῦς. Τὸ ὡς ἀντὶ τοῦ, ὅτι· καὶ τὸ ΓΕΓΛΑΣΙΝ ἀντὶ τοῦ ἐγένοντο ὁμοῦ ἐκ τοῦ αὐτοῦ γένους· ἀλλ ἡ κακία ἐπεχώρησε. Καὶ τοῦτο δὲ μετὰ τῆς ἐπ ἀρετὴν προτροπῆς, ἵνα καταιδέσῃ τῶν κακούργων τὸ γένος αἰσχύνεσθαι.

### 109

ΧΡΥΣΕΟΝ ΜΕΝ. Πᾶς οὗτος ὁ περὶ τῶν ἀνθρωπίνων πολιτειών λόγος ἔνδειξιν ἔχει τῶν ἐν ταῖς ζωαῖς ταῖς ἀνθρωπί ναις μεταβολῶν εἰς κακίαν ἐξ ἀρετῆς, καὶ εἰς ἀρετὴν ἐκ κακίας, καὶ μὴ εἶναι μίαν ἐν πᾶσι ζωὴν, ἀλλ ἔχειν ποικιλίαν· εἰ δὲ ποτὲ μὲν ἄμεινον γένος εἶναί φησι, ποτὲ δὲ χεῖρον, ἀεὶ καὶ τῶν ἀμεινόνων ὄντων καὶ τῶν χειρόνων, (οὐ γὰρ ἀπολέσθαι τὰ κακὰ δυνατόν· οὐδὲ πολλῷ μᾶλλον τὰ ἀγαθὰ κατὰ φύσιν ὄντα τοῖς ἀνθρώποις,) οὐ δεῖ θαυμάζειν· ὡς γὰρ πρός τινα τόπον ὁρῶν τὰς τοιαύτας ὅρα μεταβολάς. Κωλύει δὲ οὐδὲν ποιητικῶς, ὡδι μὲν εἶναι σιδηροῦν γένος, ὧδὶ δὲ χρυσοῦν. Εἰ δὲ τοῖς ἀμεταβύ λοις εἰς ἔνδειξιν χρῆται τῶν ζώων τῷ χρυσῷ καὶ ἀργύρῳ καὶ σιδήρῳ, μὴ δὲ τοῦτο θαυμάζωμεν· ποιητικὸν γὰρ ἡ μεταφορὰ καὶ ἡ δι εἰκόνων τῆς ἀληθείας παράστασις.

### 111

ΟΙ ΜΕΝ ΕΠΙ ΚΡΟΝΟΥ. Ὅτι μὲν οἱ ἀπὸ χρυσοῦ γένους ἄνθρωποι ζωὴν εἶχον καθαρὰν καὶ ἄϋλον καὶ ἀπαθῆ· καὶ ταύτην ὁ χρυσὸς δηλοῖ, καθάπερ ἐξηγήσατο καὶ Πλάτων, φανερόν. Καὶ γὰρ ὁ χρυσὸς ἄδεκτος τοῦ καὶ σήψεως· καὶ διὰ τοῦτο φέρει τῆς ἀπαθείας εἰκόνα. Πῶς δὲ ἐπὶ Κρόνου ἔζων οἱ τοιοῦτοι, μάθοιμεν ἂν νοήσαντες, ὅτι τῆς νοερᾶς δοτήρ ἐστιν ὁ Κρόνος ζωής, κόρος ὢν τοῦ νοῦ, μᾶλλον δὲ κορὸς νοῦς, καὶ καθαρός· τὸ γὰρ κορὸν σημαίνει τὸ καθαρόν. Πάντες οὖν οἱ νοερῶς ζῶντες, Κρονίαν ἔχουσι πολιτείαν· καὶ διὰ τοῦτο λέγεται βασιλεύειν αὐτῶν ὁ Κρόνος, ὥσπερ ὁ Ζεὺς τῶν πολιτικῶς ζών των, κατὰ τὴν ἀρίστην πολιτείαν τὴν πάντα κοινὰ τιθεμένην. Οὐχὶ τῶν θεῶν οὖν οἰητέον τὴν βασιλείαν τὴν πάντα κοινὰ τιθεμένην μεταβάλλειν, ἀλλὰ τῶν ψυχῶν τὴν ζωὴν μεταβαλλουσῶν, ἄλλον βασιλέα ποιῆσαι θεόν· τὸν δὲ μῦθον ἀφ ἡμῶν ἐπὶ τοὺς βασιλέας μεθιστάναι τὴν μεταβολήν.

### 112

ΩΣΤΕ ΘΕΟΙ. Εἰκότως οἱ παντὸς καθαρεύοντες πά θους, καὶ τῷ χρυσῷ διὰ τοῦτο τῷ ἀσήπτῳ καὶ καθαρῷ ὁμοιωθέντες, ὁμοιότατοι τοῖς θεοῖς λέγονται εἶναι. Καὶ γὰρ οἱ θεοὶ πρώτως εἰσὶν ἀπαθεῖς· αἱ ψυχαὶ δὲ κατὰ μίμησιν ἐκείνων ταύ της τυγχάνουσιν τῆς εὐδαιμονίας.

### 113

ΟΥΔΕ ΤΙ ΔΕΙΛΟΝ ΓΗΡΑΣ. Καὶ τοῦτο Κρόνιον ἐστι· καὶ γὰρ τὸν Κρόνον ἀεὶ μελαίνας ἔχειν τὰς ἐπὶ τοῦ γενείου τρίχας φησὶν Ὀρφεύς· Πλάτων δὲ τοὺς ἐπὶ τῆς Κρονίας περιό δου ἀποβάλλειν φησὶ τὸ γῆρας, καὶ ἀεὶ γίνεσθαι νεωτέρους. Ἐνδείκνυται δὲ πάντως, ὡς ἄρα οἱ κατὰ Θεὸν ζῶντες καὶ διὰ τοῦτο Κρόνιον ἔχοντες βίον ἀεὶ ἐπὶ τὸ ἀκμαιότερον ὁδεύουσι, τὴν τῇ γενέσει σύζυγον φθορὰν ἀφέντες· ἐν γὰρ τῇ γενέσει τὸ γῆρας, ἔξω δὲ τῆς γενέσεως ἀεὶ τὸ νέον ἐστὶ καὶ ἀκμάζον, τοῦ παρὰ φύσιν οὐκ ἔχοντος χώραν ἐν αὐτοῖς.

### 115

ΘΑΛΙΗΣΙ. Ἰστέον, ὅτι τὸ Θάλεια τὸ ἐπίθετον τῆς . εὐωχίας καὶ ἡ Μοῦσα διὰ τῆς εἰ διφθόγγου γράφονται, οἷον ΔΑΙΤΑ ΘΑΛΕΙΑΝ, καὶ ΜΟΥΣΑΝ ΘΑΛΕΙΑΝ. Αὕτη δὲ ἡ εὐωχία, καὶ ἡ Χάρις, καὶ ἡ Νηρηΐς διὰ τοῦ ἱ, "Ὃς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ.

### 116

ΘΝΗΣΚΟΝ Δ’ ὩΣ ὙΠΝΩι. Καὶ τοῦτο ἑπόμενον τοῖς ἀνόσως ζῶσι, τὰ τὴν ἀπὸ τῶν σωμάτων λύσιν ἀβίαστον γίνεσθαι καὶ ἄπαναν· καὶ οἷον ἀποβολὴν εἶναι χιτῶνος τὴν ἀπόθεσιν τοῦ σώματος. Καὶ διὰ τοῦτο ὕπνῳ παραπλήσιον εἶναι τὸν θάνατον εἶπε μετὰ ῥαστώνης συμβαίνοντα καὶ κατὰ φύσιν, ἀλλ οὐ βιαίως.

### 117-118

ΚΑΡΠΟΝ ΔΕ ΦΕΡΕΙ ΖΕΙΔΩΡΟΣ ΑΡΟΥΡΑ ΑΥΤΟΜΑΤΗ. Κατὰ τὴν φύσιν τοῦτο τῆς ἀφθονίας καὶ εὐ · μοιρίας σημεῖον. ΕΘΕΛΗΜΟΙ. Ἐκ παραλλήλου ΕΘΕΛΗΜΟΙ γὰρ καὶ ΗΣΥΧΟΙ ταυτόν ἐστιν· ἡσύχως καὶ ἑκουσίᾳ γνώμῃ. Ἐμφαίνει δὲ διάθεσιν ψυχῆς ἀρίστης, ἀφ ἧς ἐστι τὸ χαίρειν καὶ εὐ φραίνεσθαι καὶ ἀλύπως εὐωχεῖσθαι, ἀντὶ τοῦ μεθ ἡδονῆς. ΟΙ Δ’ ΕΘΕΛΗΜΟΙ. Ἑθελουσίως ἔζων καὶ κατὰ βούλη σιν ἀπέλαυον τῶν γινομένων.

### 123

ΑΥΤΑΡ ΕΠΕΙ ΚΕΝ. Τίς μὲν ἡ ζωὴ τῶν ἐκ τοῦ χρυσοῦ γένους, εἶπεν. Ἀκολούθως δὲ φράζει, τίς ἡ μετὰ τὸν θάνατον αὐτῶν λῆξις καὶ τάξις. Τρία γὰρ, ὁ βίος, ὁ θάνατος, καὶ ἡ λῆξις. Εἴρηται δὲ, ἀπαθὴς μὲν ὁ βίος, ἀβίαστος δὲ ὁ θάνατος· τὸ δὲ τρίτον νῦν λέγεται δαιμονία ἡ λῆξις. Οἱ γὰρ οὕτω βεβιωκότες κατὰ βούλησιν θεῶν ἐν δαιμόνων τάξει καθί στανται, τῶν ζωόντων θνητὸν βίον ἀνθρώπων, οἱ ἀγαθοὶ ὄντες καὶ τοῖς ἀνθρώποις ἀγαθῶν αἴτιοι, φυλάττοντες αὐτῶν ἀπήμονα τὸν βίον, εὐπορόν τε ποιοῦντες τὴν μετὰ τῶν σωμάτων αὐτῶν ζωήν.

### 124

ΤΟΙ ΜΕΝ ΔΑΙΜΟΝΕΣ. Τοὺς μεθισταμένους τοῦ ζῇν, ὄντας δὲ φύλακας τοῦ βίου τῶν ἀνθρώπων, δαίμονας καλεῖ, παρὰ τὸ δαῆναι τὰ πάντα, ἢ μερίζειν τὰ ἀγαθὰ καὶ κακὰ τοῖς ἀνθρώποις. Ὅμηρος δὲ δαίμονας τοὺς ἀνθρώπους οὐ καλεῖ, ἀλλὰ τοὺς θεούς. Ἢ οὕτως· εἰς τέσσαρα διαιρεῖ τὴν λογικὴν πᾶσαν φύσιν· τὴν μὲν πρώτην θεῶν· τὴν δὲ δευτέραν δαιμό νων· τὴν δὲ τρίτην ἡρώων· καὶ τὴν τετάρτην ἀνθρώπων. Καὶ τὸ μὲν θεῖον ἡμῖν ἀνεπίμικτον· δαίμονας δὲ τοὺς ἐφορῶντας τὰ ἀνθρώπινα , ὡς καὶ Πλάτων φησίν.

### 125

ΕΣΘΛΟΙ, ΕΠΙΧΘΟΝΙΟΙ. Πεπλασμένως, ἐπειδὴ οἱ θεοὶ ἐπουράνιοι, τούτους ἐπιχθονίους λέγει, ἵνα φόβος ἐγγένηται περισσὸς, διὰ τὸ πλησιάζειν τοὺς ἐφόρους.

### 128

ΠΛΟΥΤΟΔΟΤΑΙ. Τοῦτο παιδευτικῶς εἶπεν, ἀποκρινόμενος πρὸς τοὺς βασιλεῖς, οἳ πολλοῦ δέουσιν εὐπόρους ποιεῖν τοὺς ἀνθρώπους δωροφάγοι τινὲς ἄντες. Μονονουχὶ λέγει σαφῶς, εἰ γέρας ἐστὶ βασιλικὸν προτεινόμενον ὑπὸ τῶν θεῶν τὸ ἀγαθο ποιεῖν, καὶ πλουτοδότας εἶναι δεῖ τοὺς βασιλικοὺς ἄνδρας, καθαρεύειν τε πάσης κακουργίας, καὶ τῆς τῶν χρημάτων ἐπιθυμίας, ὧν εἰσιν ἄλλοις χορηγοὶ κατὰ βούλησιν τῶν θεῶν,

### 129

ΔΕΥΤΕΡΟΝ ΑΥΤΕ ΓΕΝΟΣ. Ὁ μὲν Ὀρφεὺς τοῦ ἀργυροῦ γένους βασιλεύειν φησὶ τὸν Κρόνον, τοὺς κατὰ τὸν καθαρὸν λόγον ζῶντας ἀργυροὺς λέγων, ὥσπερ τοὺς κατὰ νοῦν μόνον χρυσοῦς. Ὁ δὲ Ἡσίοδος ἐθέλων τὴν μεταβολὴν ἐνδείξα σθαι τῆς ἀνθρωπίνης ζωῆς, τὸ ἀργυροῦν γένος τῶν ἀνθρώπων ποιεῖ ῥάθυμον· πλὴν χεῖρον μὲν τὸ ἀργυροῦν γένος εἶναί φησι τοῦ χρυσοῦ, οὐκ εἰς ἄκραν δὲ κακίαν ὀλισθῆσαν, ἀλλ εἰς ἀργίαν καὶ φυσικὴν ζωὴν ἀντὶ νοερᾶς. Ὅτι δὲ ἄργυρος τοῦ δεκτικὸς, ὃς καὶ διίστησιν ἔξω τεμνόμενος ὑπὸ τῶν ὑγρῶν τὴν ὑγρότητα καὶ ψυχρότητα παντὸς μᾶλλον κεράμου καὶ χαλκοῦ, δῆλον. Ψύχεται γὰρ τὸ ὕδωρ ἐν αὐτῷ ῥαδίως καὶ θερμαίνεται περιτιθεμένων ψυχρῶν ἢ θερμῶν, ὥστε διὰ τῶν πόρων τούτων καὶ τὸν ἐνδέχεσθαι, τοῦ χρυσοῦ πυκνοτάτου ὄντος. ΠΟΛΥ ΧΕΙΡΟΤΕΡΟΝ. Οὐχ ὅτι ἐκεῖνο κακὸν ἦν, ἀλλ οὐχ ὅμοιον τῷ χρυσῷ. Τὸ δὲ ΠΟΛΥ ΧΕΙΡΟΤΕΡΟΝ, ἐστὶ συγκριτικὸν συγκριτικοῦ, αὐτὸ γὰρ τὸ χεῖρον συγκριτικόν. Ὡς εἶπε λωΐτερον· αὐτὸ γὰρ τὸ λῶον συγκριτικόν ἐστι. Τὸ δ ἀρ γύρεον ἔνιοι τῇ γῇ ἀκούουσι, λέγοντες, ὅτι ἐν τοῖς μεγάλοις ἔργοις τὸ ἀργύριον τῆς γῆς γενεαλογεῖ.

### 132

ΑΛΛ’ ΕΚΑΤΟΝ ΜΕΝ ΠΑΙΣ. Ὀρθῶς τοῦ κακοῦ βίου τὴν ἀρχὴν ἐν τῇ μοχθηρᾷ τίθεται τροφῇ τοιαύτη δὲ ἡ πολὺν χρόνον ἐν τῇ γυναικωνίτιδι γενομένη. Καὶ γὰρ Πλάτων τῶν Περσικῶν τινος τοῦτο κατέγνω βασιλέων τὸν υἱὸν ἐάσαντος πολὺν χρόνον ὑπὸ ταῖς γυναιξὶ τεθράφθαι. Εἰκότως οὖν ἀποβαίνειν τὸν οὕτω τρεφόμενον μέγα νήπιον, ὡς ἀμαθῆ πάντων ὧν δεῖ πράττειν τὸν ἀνδρικὸν καὶ γεννάδα τὸ ἦθος. Κατὰ σύγκρι σιν. Ἐπεὶ οὐ τῶν ρ’ ἐλάττους ἔζων. Τὸ δὲ ἑκατὸν οὐκ ἐπὶ ὡρισμένου χρόνου, ἀλλ’ ἐπὶ πλήθους· ἔστι γὰρ ἀόριστον ἀντὶ τοῦ πολλά.

### 133

ΑΓΑΛΛΩΝ. Ο μετ ἐπιμελείας τρεφόμενος, καὶ ὡς ἂν νηπιάζων ἀταλλόφρων, ὁ μηδὲ καρτερεῖν δυνάμενος, ὅθεν καὶ τὸ, Τέτλαθι.

### 135

ΠΑΥΡΙΔΙΟΝ ΖΩΕΣΚΟΝ. Εἰ πολλῷ χρόνῳ ἐτρέφοντο, ὀλίγον δὲ διέζων καὶ ἤκμαζον, πῶς οἱ τρέφοντες αὐτοὺς διέζων; ἴσως οὖν πρὸς ἀπολογίαν τῆς ἐκτροφῆς. Τὸ δὲ παυρίδιον ζώεσκον, ὡς πρὸς σύγκρισιν τῶν ἑκατὸν ἐτῶν.

### 136

ΥΒΡΙΝ ΓΑΡ. Ταῦτα ἑπόμενά ἐστι ταῖς ῥαθυμοις ζωαῖς τῶν ἀνθρώπων, διὰ μαλθακίαν ἐξυβρίζειν, καὶ μήτε τῶν εἰς ἀλλήλους ὕβρεων ἀπέχεσθαι, μήτε τῶν εἰς τοὺς θεοὺς τιμῶν ἀντέχεσθαι· ζῆν δὲ ὁμοίως φυτοῖς πίνοντας καὶ ἐσθίοντας. Οὕτω ζήσαντες Συβαρίται καὶ Κολοφώνιοι πρότερον ἀπώλοντο, Περσῶν δὲ καὶ Μήδων ἥψατο τὸ πάθος.

### 143

ΤΟΙ ΜΕΝ ΥΠΟΧΘΟΝΙΟΙ. Οἱ μὲν πρὸ τούτων ἐπιχθόνιοι ἦσαν κατὰ τὴν λῆξιν καὶ ἀγαθῶν χορηγοὶ καὶ φύλα- κες τῶν θνητῶν, οὗτοι δὲ θνητοὶ φύλακες καὶ ὑποχθόνιοι λέγονται , ὡς ἐν τοῖς ὑπὸ τὴν γῆν ταχθέντες τόποις, διότι φυσικὴν εἶχον ζωὴν ἀντὶ νοερᾶς, ἐοικότες τοῖς φυτοῖς τοῖς τὰς κεφαλὰς ὑπὸ γῆν ἔχουσιν· εἰκότως οὖν ὑποχθόνιοι, θνητοὶ δὲ φύλακες, ὡς ζῶντες κατὰ τὸ θνητὸν ἑαυτῶν· τοιαύτη γὰρ ἡ φυσικὴ ζωή. Τίνων δὲ φύλακες; ἢ δηλονότι ψυχῶν ἐν ἐκείνοις τοῖς τόποις διατριβουσῶν, οὐκέτι φυσικῶς ζησασῶν, ἀλλ εἰς πᾶσαν ὀλισθησασῶν κακίαν· διὸ περὶ τούτων προσέθηκεν, ὅτι καὶ αὐτοῖς τιμή τις ὀπηδεῖ, καθόσον οὐ μεγάλα ἐξειργάσαντο κακὰ, οἷα τῶν ἐφεξῆς τούτοις.

### 145

ΤΡΙΤΟΝ ΑΛΛΟ ΓΕΝΟΣ. Τοῦτο τὸ γένος εἰκό τως τρίτον, οὔτε νωθρὸν ὄν, οὔτε πανοῦργον, ἀλλὰ δεινὸν ὄντως καὶ εἰς τυραννικὴν δυναστείαν ἐκλακτίσαν καὶ φονικὸν, τῶν σωμάτων μόνων ἐπιμελούμενον. Διό φησιν, Ἄπλατοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι Ἐξ ὤμων ἐπέφυκον δηλοῖ γὰρ, ὅτι τῶν σωμάτων τὴν ῥώμην ἤσκουν οἱ ἐν τούτῳ τῷ γένει, τῶν δ ἄλλων ἀμελοῦντες περὶ τὴν τῶν ὅπλων κατασκευὴν διέτριβον, καὶ τῷ χαλκῷ πρὸς τοῦτο ἐχρῶντο, ὡς τῷ σιδήρῳ πρὸς γεωργίαν, διά τινος βαφῆς τὸν χαλκὸν στεῤῥοποιοῦντες, ὄντα φύσει μαλακὸν, ἐκλιπούσης δὲ τῆς βαφῆς ἐπὶ τὴν τοῦ σιδήρου καὶ ἐν τοῖς πολέμοις χρῆσιν ἐλθεῖν. Τοῦτο δὴ τὸ χαλ κοῦν γένος ἐκ μελιῶν εἶπε φῦναι Δωρικῶς, ἀντὶ τοῦ ἐκ τῶν μετ λιῶν τῶν δένδρων, οὐχὶ ἐκ τῶν Μελιῶν Νυμφῶν· καὶ γὰρ Μελίας Νύμφας εἶναι φασιν· ἄτοπον γὰρ τοὺς ἐκ τοῦ θείου γένους ὄντας θηριώδεις φῦναι· ἀλλ ὡς ἐκ δένδρων στερεῶν καὶ δυσσήπτων γεγονότας, τά τε σώματα γενέσθαι ἰσχύοντας, καὶ τὰ ἤθη ἀτεράμονας καὶ βιαίους· τοῦτο γὰρ αἰνίττεται ἡ ἐκ τῶν μελιῶν αὐτ τοῖς γένεσις.

### 154

ΚΑΙ ΤΟΙ ΜΕΝ ΧΕΙΡΕΣΣΙΝ. Αὐτοὶ παρ’ ἑαυ τῶν κατέρρευσαν, ὡς δύσμικτοι καὶ θηριώδεις ὄντες, οἷον ἀλλη λοφονοῦντες, καὶ εἰκότως εἰς τὸν ὑποχθόνιον τόπον καταδύντες, ἐν ᾧ τὸ ἄτακτον συνέωσται τοῦ κόσμου, καὶ τὸ θηροφανὲς τῶν δαιμόνων γένος, οὓς κύνας εἴωθε τὰ λόγια καλεῖν. Εἰσὶ μὲν οὖν οὗτοι τρίτοι τινὲς εἰκότως ἀπὸ τῶν χρυσῶν· ἐκεῖνοι μὲν γὰρ ἀπαθεῖς, οἱ δὲ μετ αὐτοὺς οὔτε ἀπαθεῖς, οὔτε ἐμπαθεῖς, εἰ καὶ τελευτῶντες ἐξύβριζον διὰ τὴν εὐπορίαν τῶν ἀναγκαίων· οὗτοι δὲ οὐ μόνον ὑβρισταί, ἀλλὰ καὶ φονικοὶ καὶ ἐμπαθεῖς, καὶ εἰς ἐσχάτην ἐλθόντες μοχθηρίαν, ὥστε ἐν τῇ τριάδι περιειλήφθαι τὴν ἀνθρωπίνην ζωὴν, τῷ χρυσῷ, τῷ ἀργύρῳ, τῷ χαλ κῷ· καὶ γὰρ τούτων ἡ τάξις τῶν ὑλῶν τοιαύτη ἐστίν· ὁ μὲν χρυσὸς ἡλιοειδὴς, διότι φῶς μόνον ὁ ἥλιος ἄϋλον· ὁ δὲ ἄργυρος σεληνιαῖος· διότι καὶ ἡ σελήνη σκιᾶς δεκτικὴ, καθάπερ καὶ ἄργυρος ἰοῦ· ὁ δὲ χαλκὸς χθόνιος, καθόσον οὐκ ἔχων ὁμοίως τὸ φωτεινὸν, πολλῆς ἐστιν ἀνάπλεως σήψεως.

### 159

ΕΤ’ ΑΛΛΟ ΤΕΤΑΡΤΟΝ. Τὸ μὲν τρίτον γένος ἐξέλιπε διὰ τοῦ κατακλυσμοῦ φησι. Μετὰ δὲ τὸν κατακλυσμὸν γένος παρῆλθεν εἰς τὸν βίον ἱερὸν, τὸ τῶν ἡμιθέων, ἀρχέσαν ἕως τῶν Τρωϊκῶν ἐπὶ ἑπτὰ ἢ καὶ ὀκτὼ γενέας· καὶ γὰρ Εὔμηλος ὁ στρατεύσας ἐπὶ Τροίαν υἱὸς ἦν Ἀδμήτου, αὐτὸς δὲ Φέρητος, οὗτος δὲ Κρηθέως, ὁ δὲ Αἰόλου, ὁ δὲ τοῦ Ἕλληνος, οὗτος δὲ Δευκαλίωνος· καὶ Γλαῦκος τοῦ Ἱππολόχου, τοῦ Βελλεροφόντου, τοῦ Γλαύκου, τοῦ Σισύφου, τοῦ Αἰόλου, τοῦ Ἕλληνος, τοῦ Δευκαλίωνος· ὁ οὖν Γλαῦκος ὄγδοος. Τὸ τοίνυν Ἡρωϊκόν γένος ἄχρι τοσούτου διήρκεσεν ἀρετῇ διάπρεψαν. Ἔτ ἄλλο τέταρτον, τουτέστι τὸ ἐκ Πανδώρας γένος, ἥτις ἦν κατὰ τὸν Αἰσχύλον, Τοῦ πηλοπλάστου σπέρματος θνητὴ γυνή. Ὥσπερ δὲ τὰ ἄλλα γένη ἀπὸ τῆς περὶ αὐτὰ ὕλης ἐκάλεσεν, χρυσοῦν καὶ ἀργυροῦν, οὕτω καὶ τοῦτο ἀπὸ τῆς γῆς, ἂν ἡρωϊκόν. Ἔρα γὰρ ἡ γῆ καὶ ἠρία τὰ χώματα· προείρηκε δὲ ὅτι ὁ Ζεὺς ἐκέλευσεν Ἥφαιστον περίκλυτον ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, Ἐπλάσθη τοίνυν πρώτη ἡ Πανδώρα, ἣν ἔγημεν Ἐπιμηθεὺς, ἐξ ὧν Δευκαλίων καὶ Πύρρα. Ἀλόγως δὲ λέγουσιν ὅτι Προμηθεὺς ἀνθρώπους ἔπλασεν, ὃς τοσοῦτον ἀποδεῖ τοῦ μὴ πεπλακέναι, ὥστε καὶ προσέτασ σεν Ἐπιμηθεί μὴ προσίεσθαι τὴν Πανδώραν. Πανδώρας γοῦν καὶ Ἐπιμηθέως γίνεται Δευκαλίων καὶ Πύρρα. Δευκαλίωνος δὲ Ἕλλην, τούτου Αἰόλος, οὗ Κρηθεὺς, οὗ Φέρης, οὗ Ἄδμητος, οὗ Εὔμηλος ὁ ἐπὶ Τροίαν στρατεύσας· διὰ δὲ τοῦ ἀληθοῦς πιστοῦται τὸ ἡγούμενον, ἵνα μὴ ἔγκλημα φύσεως ἐπὶ τὸ χεῖρον ῥεπούσης λέγῃ. Τὸ δὲ ΔΙΚΑΙΟΤΕΡΟΝ ἀντὶ τοῦ δίκαιον· οὐ γὰρ ἔδωκε σύγκρισιν πρὸς ἕτερον· τὸ δὲ ΑΡΕΙΟΝ ἢ βέλτιον ἢ πολεμικόν.

### 161

ΚΑΛΕΟΝΤΑΙ ΗΜΙΘΕΟΙ. Ἥρωας μὲν αὐτοὺς ἐκάλουν ὡς ἐξ ἔρωτος γεγονότας, ἢ θεῶν ἐρασθέντων γυναικῶν ἢ θεαινῶν ἐρασθεισῶν ἀνδρῶν· ἡμιθέους δὲ, ὡς τὸ μὲν ἔχοντας θεῖον, τὸ δὲ ἀνθρωπικὸν κατὰ τὴν γένεσιν. Ὥσπερ οὖν ἐστι θεῶν μόνον τὸ ἐξ ἀμφοτέρων θεῶν, καὶ ἀνθρώπων τὸ ἐξ ἀμφοτέρων ἀνθρώπων, οὕτω δὴ καὶ τὸ σύμμικτον ἔκ τε θεῶν καὶ ἀνθρώπων ἡμίθεοι λέγονται. Αὐτὴν δὴ ταύτην τὴν ἐν τῇ γενέσει διαφορὰν ἀναφέρειν δεῖ πρὸς τὸ εἶδος τῆς ζωῆς· ὅσοι μὲν γὰρ κατὰ τὴν ἀνάγωγον ζωὴν μᾶλλον διέπρεψαν, τούτους ἐκ πατρὸς μὲν θεοῦ, μητρὸς δὲ ἀνθρώπου παρέδοσαν· ὅσοι δὲ κατὰ τὴν πρακτικὴν ἀρετὴν, τούτους ἀνάπαλιν ἐκ θεαίνης μὲν μητρὸς, πατρὸς δὲ ἀνθρώπου. Καὶ γὰρ ἄμφω μὲν θεῖα, καὶ τὸ ἀνά γωγον καὶ τὸ πρακτικόν· ἀλλὰ τὸ μὲν ἀῤῥενωπὸν, ὡς ἐβρωμενεστέρας ὂν ζωῆς, τὸ δὲ θηλυπρεπὲς, ὡς ὑφειμένον κατὰ τὴν δύναμιν, καὶ ὡς τὸ μὲν ἀπαθέστερον, τὸ δὲ συμπαθέστερον τοῖς θνητοῖς.

### 171

ΤΗΛΟΥ ΑΠ’ ΑΘΑΝΑΤΩΝ ΤΟΙΣΙ ΚΡΟΝΟΣ ΕΜΒΑΣΙΛΕΥΕ. Τοῦτον καὶ τὸν ἑξῆς ὡς φληναφώδεις ἐξοικίζουσι τῶν Ἡσιόδου, τά τε ἄλλα φαυλίζοντες, καὶ τὸ ἔνθουσιαστικὸν τῆς εἰσβολῆς τῶν μετ αὐτοὺς στίχων ἀφαιρεῖν εἰπόν τες. Ὡς γὰρ ἀποβλέψας εἰς τὸ κατ αὐτὸν τῶν ἀνθρώπων γένος μετὰ τὴν ἐξύμνησιν τῆς τῶν ἡμιθέων λήξεως, ἐπάγει, Μηκέτ’ ἔπειτ ὤφειλον ἐγὼ πέμπτοισι μετεῖναι Ἀνδράσιν, ἀλλ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι. δι’ ὧν οὐ μόνον δηλοῖ τὴν ἀπὸ τῶν κρειττόνων εἰς τὸ χεῖρον εἶδος τῆς ζωῆς μεταβολὴν, ἀλλὰ καὶ ἀνάπαλιν ἔσεσθαι ἀπὸ τῶν χειρόνων εἰς τὸ κρεῖττον. Τὸ γὰρ Η ΕΠΕΙΤΑ ΓΕΝΕΣΘΑΙ εὔχεσθαι δηλοῖ, καὶ ἀμείνους ἔσεσθαί τινας τῶν κατ αὐτὸν ἀνθρώπων ὕστερον· ὥστε καὶ ἐκ τούτου δῆλον, ὅτι τὰς μετα βολὰς ἠθέλησε παραδοῦναι τῶν περιόδων τῆς ἀνθρωπίνης ζωῆς εἰς τἀναντία γινομένας.

### 163

ΚΑΙ ΤΟΥΣ ΜΕΝ ΠΟΛΕΜΟΣ ΤΕ. Τοὺς περὶ Τυδέα καὶ Καπανέα καὶ τοὺς λοιποὺς ἑπτὰ λοχαγούς, οἳ καλέονται ἡμίθεοι κατὰ σύγκρισιν πρὸς ἡμᾶς, ὑστέρους ὄντας ἐκείνων. Ὅμηρος, καὶ ἡμιθέων γένος ἀνδρῶν. ΠΡΟΤΕΡΗ δὲ, ἤτοι προτέρων ἀνθρώπων.

### 165

ΜΗΛΩΝ ΕΝΕΚ ΟΙΔΙΠΟΔΑ. Διὰ τῶν μή λων πᾶσαν δηλοῖ τὴν κτῆσιν, δι ἣν οἱ τοῦ Οἰδίποδος παῖδες καὶ πόλεμον ἤραντο πρὸς ἀλλήλους, καὶ συναπέθανον ἀλλήλοις, καὶ μιᾷ πυρᾷ παρεδόθησαν. Οἱ γὰρ παλαιοὶ ἐν τοῖς τετράποσι τὴν κτῆσιν εἶχον, ἀμέλει καὶ οἱ βασιλέων παῖδες ἐποίμαινον πρὸ τοῦ γάμου, καὶ ταῖς νύμφαις πρόβατα καὶ βόας ἐχαρίζοντο· ὅθεν καὶ ΑΛΦΕ ΣΙΒΟΙΛΙ.

### 167

ΕΣ ΤΡΟΙΗΝ ΑΓΑΓΩΝ. Κατ ἐξοχὴν λέγει τοὺς δύο πολέμους τὸν Θηβαϊκὸν καὶ τὸν Ἰλιακόν.

### 169

ΤΟΙΣ ΔΕ ΔΙΧ ΑΝΘΡΩΠΩΝ. Περὶ τῆς τῶν Ἡρώων λήξεως ὁ λόγος, καὶ ὅτι καὶ βίον καὶ τόπους οἰκείους, οὓς ἐκάλεσεν ἤθη, χωρὶς τῶν ἀνθρώπων ἀπένειμεν αὐτοῖς ὁ Ζεὺς ἐν τοῖς πέρασι τῆς γῆς. Ἀπεχώρισεν αὐτοὺς τῶν ἀνθρώπων, καὶ ἔδωκεν αὐτοῖς ἴδιον τόπον καὶ ζωὴν, καὶ ζῶσιν ἀβλαβεῖς, πέραν τοῦ Ὠκεανοῦ, τὰς διατριβὰς πορίσας, ὅ ἐστι παρασχών.

### 172

ΠΑΡ’ ΩΚΕΑΝΟΝ. Ἔνθα κατοικοῦσιν. Αὐτοῖς δὲ μελιηδέα καρπὸν τρὶς τοῦ ἔτους φέρειν λέγει τὴν γῆν. Δηλοῖ οὖν τὸ αἴνιγμα λῆξιν μὲν αὐτοὺς ἔχειν θειοτέραν τῆς ἐν τῇ γενέσει ζωῆς, καὶ διὰ τοῦτο λέγεσθαι τῶν μακάρων νήσους οἰκεῖν, ἃς αἱ εὐδαίμονες εἰλήχασι ψυχαί, νήσοις εἰκασμένας, ὡς ὑπερεχούσας τῆς γενέσεως, καθάπερ αἱ νῆσοι τῆς θαλάσσης· παρ’ Ὠκεανὸν δὲ οἰκεῖν λέγεσθαι τὸν διορίζοντα τὸν νοητὸν τόπον ἀπὸ τῆς τοῦ "Αιδου βασιλείας, ὃν καὶ πρῶτον περαιούσθαι τοὺς εἰς "Αιδου πορευομένους. Φέρειν δὲ αὐτοῖς τρὶς τὴν γῆν τοῦ ἔτους καρπὸν, ὡς τελείων ἀγαθῶν ἀπολαύουσι τῶν τροφιμω τάτων, ἐκ τῶν ζωογόνων δυνάμεων τῶν ἐπὶ τῆς γῆς. Διὰ γὰρ τοῦτο καὶ οὐχὶ ἁπλῶς εἶπε τὴν γῆν φέρειν τοὺς καρποὺς τρὶς, ἀλλὰ τὴν ζείδωρον ἄρούραν. Μακάρων νήσους νῦν τὸν Παράδεισον αἰνίττεται, ἤτοι τὸ παρ αὐτοῖς Ἠλύσιον πεδίον λεγόμενον, παρὰ τὸ ἄλυτα τηρεῖν τὰ σώματα, ἢ παρὰ τὴν λύσιν τῶν κακῶν.

### 178

ΝΥΝ ΓΑΡ ΔΗ ΓΕΝΟΣ. Διὰ τὸ σκληρὸν καὶ τὸ μέλαν ὁ σίδηρος εἰκόνα φέρει τῷ ποιητῇ πρέπουσαν τῆς ἐμπαθοῦς ζωῆς τῶν ψυχῶν, δι’ ἧς σκότιον μὲν ἔχουσι τὸ γνωστικὸν, ἀντίτυπον δὲ τὸ ζωτικὸν πρὸς τὸν ὀρθὸν λόγον. Τῷ δὲ εἰπεῖν, Ἀλλ’ ἔμπης καὶ τοῖσι μεμίξεται ἐσθλὰ κακοῖσιν, ἐνδείκνυται μὴ πάντη κεκρατηκέναι τὴν μοχθηρίαν τῶν ἀνθρώπων· εἶναι γὰρ ἔτι μετρίαν αἰδῶ κατ’ αὐτὸν τῶν ἀδικημάτων καὶ τῶν ἀδικούντων. Τοῦτο δὲ εἶπεν, ἵνα προτρέψῃ τὸν Πέρσην μὴ παντελῶς ἀπερυθριάσαντα γενέσθαι περὶ αὐτὸν ἐσχάτως πονηρόν.

### 182

ΖΕΥΣ Δ’ ΟΛΕΣΕΙ. Οὔπω πάντη διεφθαρμένον ἂν καὶ τοῦτο τὸ τῶν ἀνθρώπων γένος ἀπολέσθαι φησί· τούτου δὲ ἀπολλυμένου, παντοίαν ἔσεσθαι κακίαν· ὡς τῶν ἀνθρώπων τῶν μετ αὐτοὺς τότε ζῶντας ἐσομένων παμπονήρων, ὧν ἐφεξῆς διέξεισι τὴν ζωὴν, ὁποία τίς ἐστιν αἰσχρὰ χρησμωδῶν.

### 184

ΟΜΟΙΟΣ. Ὁμονοητικός, σύμφωνος, ἢ ὅμοιος τῇ γνώμῃ, ἢ τῇ ἰδέα, ὡς μοιχείας δηλονότι πλεονασάσης. Ἀνάληψις δέ ἐστι τὰ ἑξῆς· οὐδὲν γὰρ πλέον δηλοῖ. Τὸ μὲν ΟΜΟΙΟΣ δηλοῖ τὸ κοινωνικὸν καὶ προσήγορον καὶ φίλιον· φιλία γὰρ δι’ ὁμοιότητος ἐπιτελεῖται. Πάντα δὲ ἐκτραγῳδεῖ τὰ ἐπεισελθόντα κακὰ ἐν τῷ βίῳ μετ αὐτὸν, τὴν ἀπιστίαν τῶν παίδων καὶ πατέρων, τὴν τῶν ξένων καὶ ξενοδόχων, τὴν τῶν ἑταίρων πρὸς ἀλλήλους. Τριττὴ γὰρ ἡ φιλία· συγγενική, ἑταιρική, ξενική. ΠΑΙΔΕΣΣΙΝ ΟΜΟΠΟΣ. Διά τούτων τὴν κρίσιν διαβάλλει τῶν μετ αὐτὸν ἐσομένων, ὡς ἐπίπροσθεν ἀξόντων ἀδι κίαν δικαιοσύνης, ἐπιορκίαν εὐορκίας, ἀναίδειαν αἰδοῦς, σκολιότητα ἁπλότητος· ἃ δὴ πάντα καὶ ὁ καθ ἡμᾶς ἔχει βίος· ἐν δὴ τούτοις, ὅτι καὶ κατὰ ἀλλήλων ἀδίκως χωροῦσι καὶ ἀναιδῶς λέγουσι. Καὶ τοῦτο ἦν. ὃ καὶ πρῶτον δηλῶν ΧΕΙΡΟΔΙΚΑΣ αὐτοὺς ἐκάλεσεν, ὡς τῇ δυνάμει τὸ δίκαιον τῇ διὰ τῶν χειρῶν ὁρίζοντας, καὶ τῇ βίᾳ χρωμένους. Καὶ οὐ μάχεται τὸ, χειρο δίκας εἶναι, καὶ τὸ δίκην ἐν χειρὶ μὴ ἔχειν. Διὰ γὰρ τοῦτο ἔσον ται χειροδίκαι, διότι τὸ δίκαιον ἐν ταῖς χερσὶν αὐτῶν οὐκ ἔστι · τοῦτο μὲν γὰρ παρὸν, οὐκ ἐπιτρέπει ταῖς χερσὶ βιάζεσθαι· τοὺς δὲ χειροδίκας ἐκείνους εἶναι, τοὺς τὸ δίκαιον τῇ βίᾳ μόνῃ τῶν χειρῶν ὁρίζοντας, ὡς μὴ τὰς χεῖρας ὑπὸ τὴν δικαιοσύνην πράττειν, ἀλλ αὐτὰς εἶναι τοῦ δικαίου μόνας ἀφοριστικάς.

### 190

ΓΗΡΑΝΤΕΣΣΙ ΤΟΚΕΥΣΙΝ. γηροβοσκοῦσι· γέγονε δὲ ἐκ τοῦ γήρημα. Οὐδὲ τοὺς γονεῖς ΧΕΙΡΟΔΙΚΑΙ δὲ, οἱ ἑαυτοῖς πειθόμενοι, καὶ ἐκ χειρὸς τὴν ἄμυναν ποιούμενοι, καὶ οὐ κατὰ νόμον.

### 191

ΕΤΕΡΟΣ Δ’ ΕΤΕΡΟΥ ΠΟΛΙΝ. Ἤτοι δι ἑαυτοῦ ποιῶν τὴν ἐκδίκησιν· τουτέστιν ἐν τῇ ἰσχύϊ τὸ δίκαιον ἔχοντες· καὶ οὐδὲ ὁ εὐορκῶν, τουτέστιν ὁ εὐσεβὴς, χάριν ἔχει παρ’ αὐτοῖς, οὐδὲ ὁ δίκαιος, οὐδ ὁ ἀγαθός. Καὶ τὸ κακῶν ῥεκτῆρα καὶ ὕβριν, ἀντὶ τοῦ κακοῦργον καὶ ὑβριστὴν ἄνθρωπον. Τοιοῦτον καὶ τὸ παρ’ Εὐριπίδη, Ἔριν Θυέστῃ πόλεμον, ἀντὶ τοῦ ἐριστικὸν πόλεμον.

### 194

ΔΙΚΗ Δ’ ΕΝ ΧΕΡΣΙΝ. Ἀντὶ τοῦ δικαιοσύνη. Καὶ ΖΗΛΟΣ νῦν ὁ φθόνος· ὁ δὲ φθόνος, φησὶν, ὁ ταραχώδης καὶ ΚΑΚΟΧΑΡΤΟΣ, ἐπακολουθήσει τοῖς ἀνθρώποις.

### 197

ΖΗΛΟΣ Δ’ ΑΝΘΡΩΠΟΙΣΙΝ. Τὸν φθόνον ἐν τούτοις ζῆλον ἐκάλεσε· δυσκέλαδον μὲν αὐτὸν ὀνομάσας, ὡς τὰς εὐπραγίας τῶν φίλων λοιδοροῦντα, καὶ λέγοντα κακῶς ὡς ἀναξίους ἐκείνων. ΚΑΚΟΧΑΡΤΟΝ δὲ, ὡς ἐπιγηθοῦντα τοῖς κακοῖς καὶ ἐπιχαίροντα. ΣΤΥΓΕΡΩΠΟΝ δὲ, ὡς ὦπας ἔχοντα μίσους ἀξίους, καὶ ἀεὶ βλέποντας πρὸς τὸ κακὸν , καὶ ἄθεον, καὶ τὸ βλαπτικόν.

### 198

ΔΥΣΚΕΛΑΔΟΣ. Κακοκέλαδος, καὶ οἱονεὶ κακό φωνος· ἐπεὶ κακολογοῦντες οἱ φθονοῦντες καὶ οὐδὲ ἀγαθὸν λέγουσι περὶ τῶν πέλας.

### 202

ΤΑ ΔΕ ΛΕΙΨΕΤΑΙ. Τουτέστι, τὸ τῶν κακῶν ἔσχατον· ἀναιδείας γὰρ κρατησάσης καὶ φθόνου τῶν ἀνθρώπων, πάντη τὸ γένος ἡμῶν ἀπολιπεῖν αἰδῶ καὶ νέμεσιν · τούτων γὰρ ἀπόπτωσίς ἐστιν ἡ ἀναίδεια καὶ ὁ φθόνος. Ἀλλ οὗτος μὲν εἴδωλον ὢν νεμέσεως· δοκεῖ γὰρ αὐτὸς ἐπὶ τοῖς παρ ἀξίαν εὐτυ χοῖσιν ἀγανακτεῖν, ἀλλ ἡ μὲν νέμεσις ἐπὶ τοῖς ὡς ἀληθῶς παρὰ τὴν ἀξίαν εὐτυχοῦσιν. Ἡ δὲ ἀναίδεια οὐχὶ εἴδωλον τῆς αἰδοῦς, ἀλλὰ τὸ ἐναντιώτατον πρὸς αὐτὴν ὑποκρινόμενον τὴν παρρησίαν. Εἰ δὲ λευκὰ τὰ φάρη τῆς αἰδοῦς καὶ νεμέσεως, ἐν φωτὶ μὲν αὐτῶν ἡ ὑπόστασις. Νοεραὶ δὲ αἱ δυνάμεις· πόρρω δέ εἰσι τῆς ἀθέου καὶ σκοτώδους τῶν παθῶν οὐσίας. Διὸ τὴν μὲν αἰδῶ, θεῖον φόβον· ὑμνοῦσι· τὴν δὲ νέμεσιν, δίκης ἄγγελον. Καλῶς οὖν καὶ Πλάτων ἐρωτηθεὶς τί ποτε προςγέγονε τοῖς κατ’ αὐτὸν ἀνθρώποις, ἀπεκρίνατο, μὴ αἰσχύνεσθαι κακοὺς ὄντας. Ὅτι δὲ θεῖον πρᾶγμα καὶ ἡ νέμεσις, δηλοῖ τὸ καὶ θεοῖς αὐτὴν ὑπάρχειν· — νεμέσησε δὲ πότνια Ἥρη, φησὶν ἡ ποίησις. Φθόνος δὲ ἔξωθεν θείου χοροῦ παντός.

### 204

ΝΥΝ Δ’ ΑΙΝΟΝ. Ὁ μὲν κατὰ τὴν Πανδώρων μυ θος τὴν αἰτίαν τῶν ἐν ἀνθρώποις κακῶν εἰς τὸ θῆλυ τῆς ψυχῆς ἀνέφερεν, καὶ τὴν ἄλογον ζωὴν ἐκ τῶν οὐρανίων ἡμῖν προσπλασθεῖσαν. Ὁ δὲ περὶ τῶν γενεῶν λόγος δύο τὰς παντοίας μεταβολὰς τῶν ἀνθρωπίνων ζωῶν, τὰς διὰ τὴν ἀναλογίαν ἐπεισελ θούσας ζώντων ἡμῶν, τοτὲ μὲν κατὰ λόγον, τοτὲ δὲ κατὰ τὸ ἄλογον. Ὁ δὲ αἶνος οὗτος τρίτος παραίνεσίς τις ὢν καὶ νουθέτησις ἐπικεκαλυμμένη πρὸς τοὺς κατὰ πάθος ζῶντας, ἔνδειξις ἐστι τῆς βιαίου καὶ πλεονεκτικῆς ζωῆς καὶ θηριώδους κατὰ τῶν βιασθῆναι μὲν δυναμένων, ὅμως δὲ ἱεροπρεπεστέρων ὄντων. Καὶ ὁ μέν γε ἱέραξ ἁρπακτικόν· ἡ δὲ ἀηδὼν μουσικόν. Παιδευτικὸς οὖν ὁ λόγος· δεικνὺς οὗ μὲν οἱ δωροφάγοι τεταγμένοι τυγχά νουσιν, οὗ δὲ οἱ Μουσῶν θεραπευταί· καὶ τίνες οἱ ἄδικοι, τίνες δὲ οἱ θεοῖς φίλοι, διὰ τούτων τῶν εἰκόνων. Καὶ γὰρ ἱέραξ φέρει τὴν ἀηδόνα μεμαρπὼς, καὶ τοῖς ὄνυξιν εἰς αὐτὴν ἐμπεπηγόσι κατέχων· ἡ δὲ ἔχεται καὶ πάσχει ὑπὸ τοῦ δυνατωτέρου κακῶς. ΕΛΕΟΝ γὰρ, φησί, γναπτοῖσι πεπαρμένη ἀμφ’ ὀνύχεσσι Μύρετο τουτέστιν ἐλεεινόν. Τὸ γὰρ ἐλεὸν ὀξυτόνως σημαίνει τὸ ἐλεεινέν. Ὑπὸ τῶν ὀνύχων κατεχομένη φωνὴν ἀφίησιν ἐλεεινὴν, ὡς οἱ ἀδικούμενοι ὑπὸ τῶν βασιλέων καὶ βιαζόμενοι πλέον οὐδὲν ἔχοντις τῶν ὀδυρμών. Αἶνος ὁ παροιμιώδης λόγος, ὁ ἐπὶ παραινέσει λεγόμενος· ὥσπερ γὰρ ἡ ἀηδὼν ἐν τοῖς ποσὶ τοῦ ἱέρακος, οὕτω κἀγὼ ἐν ταῖς χερσὶν ὑμῶν· καλῶς γὰρ ἑαυτὸν ἀηδόνι ἀπείκασε· μουσικὸν γὰρ τὸ ὄρνιον· καὶ τοὺς κριτὰς, Γέρακας, ὡς ἁρπακτους. Τὸ δὲ ΛΕ ΔΗΚΑΣ δηλοῖ τὸ βεβόηκας, καὶ ΔΑΙΜΟΝΙΗΝ τὴν ἀηδόνα φησί, διὰ τὸ μουσικὸν καὶ ἱερόν. ΑΡΕΙΩΝ δὲ ὁ δυνατώτερος εἴρηται. Τὸ τοίνυν ΔΑΙΜΟΝΙΑ ΤΙ ΛΕΛΗΚΑΣ; καὶ τὰ ἑξῆς, ὁ τῶν ἁρπακτι κῶν λέγει νόμος ταῦτα, οἷον καὶ Θρασύμαχος ἐτίθει καὶ πᾶς ὁ τοιοῦ τος, εἴτε Φάλαρις, εἴτε Ἀπολλόδωρος, ἐκτίνοις ἐοικότες καὶ λύκοις καὶ ἄλλοις τοιούτοις, καὶ ὑπὸ τοῦ χείρονος, δυνατωτέρου δὲ, τὸ ἀσθε νέστερον, κἂν κρεῖττον ᾖ, πάσχειν κακῶς, καὶ ἐπιτωθάζειν τὸν ποιοῦντα τῷ πάσχοντι. Τὸ γὰρ, Τῇ δ εἰς ᾗ σ ἂν ἐγώ περ ἄγω, δηλοῖ τὸν μὲν βιαιότερον ἄγειν, ἄγεσθαι δὲ, ὅπου ἂν ἐκείνῳ δοκῇ, τὸν ἀσθενέστερον. Πρόσκειται δὲ, καὶ τὸ ΛΟΙΔΟΝ περ ΕΟΥΣΑΝ, διὰ τὸ ἄγεσθαι τὸν Ἡσίοδον ἐνδεικνύμενον τὸ ἱερὸν τῶν Μουσῶν ἀναγκά ζεσθαι τοῖς βασιλεῦσιν ἀδικοῦσιν εἴκειν. Ἐπ ἐκείνοις γὰρ εἶναι καὶ δεῖπνον αὐτὸν ποιήσασθαι καὶ μεθεῖναι, καθάπερ ἐπὶ τῷ δέρακι τὴν ἀηδόνα. Καὶ τέλος ἐπήγαγεν, ὅτι ἄφρονος ἔργον ἐστὶν ἀντιβαίνειν τοῖς ἰσχυροτέροις, ὡς ἂν οὐδὲ αὐτὸς ἐναντιωθησόμενος τοῖς ἄρχουσι βιαζομένοις. Διπλοῦν γὰρ εἶναι τὸ ἐκ τῆς πρὸς τοὺς δυνατωτέρους ἀντιβάσεως κακόν· τό τε ἐκ τῆς ἥττης ὄνειδος, ὅ περ ἐκάλεσεν αἶσχος, καὶ τὴν ἐπὶ τῷ κρατηθῆναι λύπην, ἣν εἶπε πάθος ἀλγεινόν. Τούτων δὲ τῶν στίχων ὁ Ἀρίσταρχος ὀβελίζει τοὺς τελευταίους, ὡς ἀλόγῳ γνωμολογεῖν οὐκ ἂν προσήκον.

### 215

ΣΥ Δ’ ΑΚΟΥΕ ΔΙΚΗΣ. Ἀντέθηκε τῇ δίκῃ τὴν ὕβριν· ὡς τῶν ὑβριστῶν μάλιστα ἀδίκων ὄντων, διότι χωρίς αἰτίας χρώμενοι πολλῇ κακίᾳ προπηλακίζουσι τοὺς ἀσθενεστέ ῥους. Ἦν δὲ καὶ ἐν τοῖς εἰρημένοις γένεσιν ἡ ὕβρις ἡ ἀποστή σασα τοὺς ἐκ τοῦ β’ ἀπὸ τοῦ πρώτου. Πρὸς ἀντιδιαστολήν φησι τῶν ἀλόγων ζώων· σὺ λογικὸς ὢν καὶ λόγοις καὶ νόμοις πολιτευόμενος, ἄκουε δίκης, μὴ δ’ αὔξανε τὴν ὕβριν καθάπερ τὰ ἄλογα ζώα· τού τοῖς γὰρ ἴδιον τὸ ἀδικεῖν μὴ νόμῳ κυβερνωμένοις, ἀνθρώποις δὲ τὸ δικαιοπραγεῖν καὶ νόμοις ὑπείκειν καὶ πείθεσθαι.

### 216

ΟΥΔΕ ΜΕΝ ΕΣΘΛΟΣ. Οὐδὲ ὁ πάνυ ἀγαθὸς οἰστὴν νομίζει τὴν ὕβριν· οὐ γάρ ἐστιν ὕβρεως ἀφορητότερον οὐδὲν, βαρύνεται δὲ ὑπ αὐτῆς καὶ ἀγανακτεῖ. Λέγει δὲ ἐσθλοὺς οὐ τοὺς τῇ τύχῃ καὶ τῇ δυνάμει προέχοντας, ὡς φησι Πλούταρ χος, ἀλλὰ τοὺς κατ ἀρετὴν προέχοντας, ἐκ τούτου μᾶλλον δει κνὺς τὴν ὕβριν ἀφόρητον. Οἱ μὲν γὰρ ἐν δυνάμει καὶ σφόδρα δυσχεραίνουσιν ἐπὶ ταῖς ἐκ τῶν ἀσθενεστέρων εἰς αὐτοὺς βρε σιν· οἱ δὲ κατ ἀρετὴν ζῶντες καὶ ταύτας τὰς ὕβρεις διαπτύου σιν. Οὐδὲ γὰρ χείρων ἐγώ, φησὶν ὁ Σωκράτης, ἂν ὁ δεῖνα ἐπ κόρρης πατάξῃ με ἀδίκως. Καὶ οὗτοι μὲν ὅλως βαρύνοντα ἐπὶ ταῖς παρ ἄλλων ὕβρεσιν ἐγκύρσαντες ταῖς ἄταις. Ὥσε ἔλεγε περιπεσόντες ταῖς ὕβρεσιν, ἃς ἐκάλεσαν ἄτας.

### 218

ΟΔΟΣ Δ’ ἙΤΕΡΗΦΙ. Ἐκ τῆς πρὸς τὴν ὕβριν παραθέσεως προτρέπει τῇ δικαιοσύνῃ μᾶλλον ἕπεσθαι· κρείσσων γάρ ἐστι, φησὶν, ἡ εἰς τὰ δίκαια ὁδὸς, ἑτέρα οὖσα τῆς ὕβρεως· κρείσσων δὲ εἰς τὸ δι ’ αὐτῆς παρελθεῖν μᾶλλον, ἢ διὰ τῆς ἐναν τίας τῆς κατὰ τὴν ὕβριν.

### 219

ΔΙΚΗ Δ ὙΠΕΡὙΒΡΙΟΣ ΙΣΧΕΙ. Η δίκη, φησί, κἂν τὸ πρῶτον ἔλαττον σχῇ τῆς ὕβρεως, ἐν τῷ τέλει πάντως ἐκλάμπει, καὶ δείκνυται δὲ διὰ τῶν πραγμάτων κρείσσων οὖσα τῆς ὕβρεως· τῷ χρόνῳ γὰρ αὕτη μὲν φωρᾶται, καὶ περὶ αὐτὴν καταῤῥεῖ καὶ ταπεινοῦται · ἡ δὲ δίκη τὸ κράτος τὸ ἑαυτῆς ἀναδείκνυσιν οἷς ἐπακολουθεῖ· τὸν γὰρ τῇ ὕβρει χρώμενον, μετὰ τὸ παθεῖν τὰ ἀπὸ τῆς ὕβρεως κακὰ, δόντα τιμωρίαν, γινώσκειν ποιεῖ ἡλίκον ἡ ὕβρις κακόν . Τῆς δὲ δίκης δύο δηλούσης, ἢ τὴν θεὸν αὐτὴν, ἢ τὸ ἀπ’ αὐτῆς ἔργον, τοτὲ μὲν τὴν θεὸν καλεῖ δίκην, ἣν καὶ παρθένον ὀνομάζει· τοτὲ δὲ τὴν κρίσιν καὶ τὴν ποινήν· ὡς ὅταν λέγη, Τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρυόπα Ζεύς.

### 221

ΑΥΤΙΚΑ ΓΑΡ ΤΡΕΧΕΙ ΟΡΚΟΣ. Ἤγουν ἀκολουθεῖ ὅρκος ταῖς δίκαις , ἤγουν ταῖς κρίσεσι ταῖς [οὐκ] ὀρθῶς δεδικασμέναις. ΣΚΟΛΙΗΣ ΔΙΚΗΣΙΝ. Σχολιὰς δὲ δίκας λέγει νῦν τὰς κακῶς δεδικασμένας, διὰ τὸ μηδὲν ὑγιὲς φρονεῖν τοὺς δικάζοντας, ἀλλ ἐμπαθῶς δικάζειν· πᾶν γὰρ πάθος σκολιόν, ὡς ἁπλοῦν τὸ ἀπαθές. Ταῖς οὖν σκολιαῖς δίκαις ἕπεται καὶ ἡ ἐπιορ κία· οἱ γὰρ ὀρθῶς δικάζειν δόξαν ἔχειν ἐθέλοντες, ὤμνυον ὀρ θῶς δικάσειν, ἀλλ οὐ σκολιῶς. Τρέχει γὰρ ὁ ὅρκος ἅμα ταῖς σκολιαῖς δίκαις, ὁμοῦ τε θέων πρὸς τοὺς μὴ δικάσαντας ὀρθῶς. Δηλοῖ δὲ τὸ θέειν, τὸ παρὰ πόδας ἐπακολουθεῖν τὴν ἐκ τῆς ἐπιορκίας τιμωρίαν τοῖς σκολιῶς δικάσασι.

### 222

ΡΟΘΟΣ ΕΛΚΟΜΕΝΗΣ. Τὸν ῥόθον οἱ μὲν ἤκου σαν τὸν ψόφον, ὅθεν καὶ ῥόθιον καλεῖσθαι τὸ κτυποῦν κύμα καὶ ῥεῦμα. Πλούταρχος δὲ βοιωτάζων (οὕτω γὰρ καλεῖν φασὶ Βοιωτοὺς) τὰς ὀρεινὰς ὁδοὺς τὰς στενὰς καὶ δυσάντεις μύθους ὀνομάζεσθαί φησιν. Εἰ οὖν τοῦτο κρατοίη, λέγοι ἂν ὅτι τῆς δίκης ἑλκομένης ὑπὸ τῶν ἐπὶ δώροις τὰς δίκας κρινόντων σκου λιῶς, ῥόθος ἐστὶ, τουτέστι, δυσάντης ἡ ὁδὸς καὶ τραχεῖα, δι’ ἧς ἕλκεται ὑπὸ τῶν δικαστῶν· ἀντίκειται γὰρ τῷ εὐθεῖ τὸ σκολιὸν, καὶ τῷ λείῳ τὸ τραχύ, καὶ τῷ εὐδιοδεύτῳ τὸ στενὸν καὶ δυσχωρίαν ἔχον· τοιαύτη δέ ἐστι πᾶσα μοχθηρὰ κρίσις.

### 224

Ἡ Δ’ ΕΠΕΤΑΙ ΚΛΑΙΟΥΣΑ. Ἕπεται μὲν ἑλκομένη διὰ τραχείας ὁδοῦ καὶ δυσβάτου· καὶ οὐκ αὐτὴ ἄγουσα ἡ δίκη, ἀλλ ἀγομένη βιαίως, ὃ δηλοῖ τὸ ἕλκεσθαι αὐτὴν ὡς βιαζομένην ὑπὸ τῶν δωροφάγων κριτῶν. Ἔπεται δὲ ἀποκλαίουσα τὴν πόλιν, ἐν ᾗ τοιοῦτοι δικάζουσι, καὶ τὰ ἤθη τῶν χαιρόντων τοιούτοις δικασταῖς· κακὸν δὲ φέρει ἀνθρώποισι, μετ οὐ πολὺ τιμωρίαν αὐτοῖς ἐπάγουσα τῆς πονηρᾶς κρίσεως. Ὁ μὲν οὖν κλαυθμὸς, δηλοῖ τὸν ἔλεον τῆς μοχθηρᾶς προαιρέσεως· ἡ δὲ φορὰ τοῦ κακοῦ τὴν ἴασιν. Οὕτως γὰρ ἡμᾶς ἐλεοῦν τὸ θεῖον ποινὰς ἀπαιτεῖ, καὶ τοὺς ἐξελαύνοντας οὖν τὴν ὡς ἀληθῶς δίκην, ἐλέους μέτεισιν ἡ δίκη. Καὶ τοὺς οὐκ ἐθεῖαν αὐτὴν νείμαντας τοῖς δικαζομένοις ἐπὶ τὸ ἰθὺ μεθίστησιν ἀπὸ τοῦ σκολιοῦ ἤθους. Καὶ γὰρ ἑλκομένη διὰ τῆς στενῆς ὁδοῦ καὶ τραχείας ἐπανακαλεῖται τοὺς ἕλξαντας αὐτὴν εἰς τὴν πλατεῖαν ὁδὸν αὐτῇ καὶ λείαν, ὥστε δοκεῖν μὲν ἕλκεσθαι ὑπὸ τῶν κακῶς αὐτὴν μετιόντων, ἐκεῖ νοι δὲ ἑἵλκοντο ὑπὸ τῶν ἐν αὐτοῖς παθῶν δοκοῦντες ἕλκειν. Ταῦτα παιδευτικῶς

### 227

ΟΙ ΔΕ ΔΙΚΑΣ ΞΕΙΝΟΙΣΙ. σωφρονίζει τοὺς δικαστὰς, εἰς τὸ δίκαιον ὁρᾷν παραινοῦντος, κἀπὶ πολιτῶν κἀπὶ ξένων, καὶ μάλιστα ἐπὶ τούτων, διότι τοὺς βοηθοῦντας οὐκ ἔχουσι, καὶ βιάσασθαι ῥᾴδιον ἐρήμους ὄντας αὐτούς.. Ἀνθεῖ οὖν ἡ πόλις, ἐν ᾗ δικασταὶ δίκαιοι κάθηνται, καὶ εἰρήνη πάντως ἐστὶν ἀνὰ τὴν πόλιν ταύτην. Τὰ γὰρ δίκαια φρονοῦσι πόλεμος οὐκ ἐπάγεται παρὰ θεοῦ δίκην αὐτοὺς ἀπαιτοῦντος.

### 229

ΤΟΙΣΙ ΤΕΘΗ ΛΕ ΠΟΛΙΣ. Εἰ γὰρ ὁ πόλεμος φθαρτικὸς καὶ ὀλιγανθρωπίας αἴτιος, εὔδηλον ὅτι ἡ εἰρήνη που λυανθρωπίαν ἐργάζεται, καὶ διὰ τοῦτο ΚΟΥΡΟΤΡΟΦΟΣ · ἄλλοι μὲν οὖν τὴν γῆν κουροτρόφον ὕμνησαν, ὡς καρποὺς ἐκφέρου σαν’ οὗτος δὲ τὴν εἰρήνην, οὐ μόνον ὡς τῶν πολεμίων ἐκτεμνόν των τοὺς καρποὺς, οἷς ἂν ἐπίωσιν· ἀλλὰ καὶ ὡς σώζουσαν τοὺς οἷς ἀπολλύουσιν οἱ πολέμιοι.

### 232

ΟΥΔΕ ΠΟΤ’ ΙΘΥΔΙΚΑΙΣΙ. Ταῦτά ἐστι τὰ μάλιστα πιέζοντα τὸν βίον, πόλεμοι καὶ λιμοί· ταῦτα οὖν ἀπεληλάσθαι τῶν πόλεων φησιν, ἐν αἷς ἰθυδίκαι εἰσὶν οἱ ἄρχοντες, πάσης ἄτης ἐξεληλαμένης τῆς ἐκ τῶν παρανόμων· ἐν θαλίαις δὲ ἀεὶ ζώντων τῶν ἀνθρώπων, καὶ τὰ ἔργα τὰ περὶ τὴν γῆν νεμομένων ἐν ταύταις. Οὔκουν οὐδ οἱ Λακεδαιμόνιοι λιμὸν εὐλαβοῦντο δι εὐτέλειαν διαίτης, ἣν ἔχοντες τῶν ἀδικιῶν ἐκαθάρευον ταῖς γὰρ πολυτελείαις ἡ πλεονεξία συνεισελθοῦσα λιμου γίνεται πρόξενος.

### 234

ΤΟΙΣΙ ΦΕΡΕΙ. Τοῖς Θεοφιλέσιν· οὗτοι δέ εἰσιν οἱ κατὰ δίκην ζῶντες, οἷς καὶ τὰ ἀπὸ τοῦ παντός φησιν ἐπατ κολουθεῖν, προτρέπων εἰς εὐζωΐαν, τῷ τὴν γῆν φέρειν τούτοις καρποὺς ἱκανούς. Βίον γὰρ τούτους, καλεῖ, πρὸς διατροφὴν ὄντας ἐπιτηδείους, τῷ τὰς δρῦς ἔν τε τοῖς ἄκροις βαλάνους, καὶ ἐν τοῖς μέσοις αὐτῶν κατὰ τὰ ἔγκοιλα μελίσσας ἐκτρέφειν· εἰώ θεσαν γὰρ ἐν ἐκείνοις τὴν τῶν μελισσῶν ἐργάζεσθαι τιθασσείαν οἱ μελισσουργοί·) τῷ τὰς δις σκέπην παρέχειν τοῖς εἰρίοις οἷς ἐκφέρουσιν ἢ ἐκφύουσι, τῷ τὰς γυναῖκας ὅμοια τίκτειν τοῖς ἀνδράσι σωφρονούσας· καὶ γὰρ τὰ πολλὰ τῶν ἀμβλωθριδίων καὶ τῶν τεράτων ἐξ ἀκρασίας γίνονται καὶ πλησμονῆς· ἕπεται δὲ τούτ τοις μηδὲ δεῖσθαι πλούτου, καὶ ἐμπορίας καὶ πλοίων, ἀρκούν των τῶν ἐκ τῆς χώρας γινομένων εἰς διατροφὴν τοῖς σωφρονοῦσιν. Ἀπὸ μέρους ὅλα εἶπε τὰ δένδρη, ὅτι ἐν τοῖς ὄρεσι φέρουσι καρπὸν, καὶ διπλοῦν καρπόν. Ἄνωθεν μὲν ἐπὶ τὸ ἄκρον καρπὸν, ἐν δὲ τῷ μέσῳ μέλι. Ἔχουσι γὰρ κοιλώματα εἰς ἃ τὸν ἄνεμον φεύγουσαι αἱ μέλισσαι δύνουσι καὶ μελιτοποιοῦσι. Διὸ καὶ μέλισσαι ὑπ ἐνίων καλοῦνται, διὰ τὸ ἐν μελίαις εἶναι. Οἰκεῖα δὲ ταῦτα πρὸς φιλάργυρον διεγεῖραι αὐτὸν εἰς τὸ δικαιοπραγεῖν. Διὰ δὲ τοῦ εἰπεῖν, ΟΥΔ’ ΕΠΙ ΝΗΩΝ ΝΙΣΣΟΝΤΑΙ, ὑπόνοιαν δίδωσιν, ὅτι μυσάττεται καὶ αὐτὸς τὸν πλοῦν, διὰ τοὺς πολλοὺς παρ ἐλπίδα κινδύνους.

### 240

ΟΙΣ Δ’ ὙΒΡΙΣ ΤΕ ΜΕΜΗ ΛΕ. Ἀντὶ τοῦ, ὅσοις. Ἐπανακυκλοῖ δὲ τὸν λόγον, ἵνα μὴ λάθῃ τῆς ἀπειλῆς. Τὰ οὖν ἀνταποδιδόμενα τῇ μοχθηρίᾳ διὰ τούτων παρίστησιν, δεικνὺς τίνα ἔκγονα ἐκ τῆς ὕβρεως· κατὰ δίκην ἐστὶ τὸ τελευτῶν εἰς τιμωρίαν τοῖς πονηροῖς τὴν τοιαύτην ζωήν.

### 242

ΠΟΛΛΑΚΙ ΚΑΙ ΞΥΜΠΑΣΑ ΠΟΛΙΣ. Τοῦτο δοκεῖ μὲν οὐκ εἶναι κατὰ δίκην, τὸ ἑνὸς ἕνεκα πονηροῦ πόλιν ὅλην διδόναι ποινήν. Δύναται δὲ λέγειν, ὅτι μοχθηροῦ ἑνὸς ὄντος, ὥσπερ νοσήματος, ἡ πόλις παραπολαύουσα, πολλάκις εἰς ὅλην ἑαυτὴν ἀναμάττεται τὴν πονηρίαν ἐξομοιουμένη τῷ ἑνί Δύναται δὲ κἀκεῖνο σημαίνειν, ὅτι ἑνὸς ὄντος πονηροῦ, δίδωσιν ἡ πᾶσα πόλις δίκην, ὡς, ἐξὸν κωλύειν, μὴ κωλύουσα τὴν τοῦ ἑνὸς πονηρίαν. Οὕτω καὶ τοῦ Ἀγαμέμνονος αὐθαδῶς τῷ ἱερεῖ προσενεχθέντος, εἰς πάντας Ἕλληνας διέτεινεν ὁ λοιμὸς, ὡς παρέντας βοηθῆσαι τῷ ἱερεῖ· καὶ τοῦ Αἴαντος ἀσεβήσαντος περὶ τὸ τῆς Ἀθηνᾶς ἱερὸν, πάντες ἔνοχοι τῇ δίκῃ γεγόνασιν, ὡς μὴ ἀγανακτήσαντες ἐπὶ τῷ ἀσεβήματι. Δεῖ γὰρ μὴ ἐπιτρέπειν τοῖς ὑβρισταῖς, μὴ δὲ συνεπινεύειν τοῖς ἀδίκοις, δυναμένους μὲν παῦσαι, περιορῶντας δὲ τοῦ παῦσαι τὴν ἐξουσίαν τῶν πονηρῶν.

### 244

ΤΟΙΣΙΝ Δ’ ΟΥΡΑΝΟΘΕΝ. Τὰ ἔργα τῆς δίκης διέξεισιν, ὅσα ἐπήρτηται ταῖς τοὺς ἀδίκους ἐώσεις τὰς ἑαυτῶν ἐκπληροῦν ἀδικίας πόλεσι, λιμὸς καὶ λοιμὸς, καὶ ἀπώλεια στρατεύματος διὰ πολέμων, καὶ πόρθησις τῆς πόλεως τοῦ τείχους αἱρεθέντος, καὶ ναυτικοῦ ὄλεθρος. Ταῦτα γὰρ ἐπάγει ταῖς τῶν ἀδίκων πόλεσιν ὁ θεός. Ὁ μὲν οὖν λιμὸς γίνεται, ὡς τὰ πολλὰ γεωργίας ἀμελούντων καὶ περὶ δικαστήρια στρεφομένων· ὁ δὲ λοιμὸς ἐκ τοῦ λιμοῦ συμπίπτει, μοχθηρία διαίτης, ᾗ χρῆσθαι ἀναγκάζονται λιμώττοντες οἱ ἄνθρωποι. Ὁ δὲ πόλεμος τῶν στρατευμάτων ὄλεθρον ἔχει διὰ πλεονεξίαν ὡς τὰ πολλὰς τῶν ἐν ταῖς πόλεσι δυνατῶν ἐγειρόμενος. Ὁμοίως δὲ καὶ ὁ τὴν τῆς πόλεως πόρθησιν προξενῶν, καὶ τὴν τῶν νεῶν ἀπώλειαν. Ταῦτα μέν ἐστι τὰ ἐπίχειρα τῆς ἀδικίας. Δεῖ δὲ συνάπτειν τὸ, Λιμὸν ὁμοῦ καὶ λοιμὸν, ἀποφθινύθουσι δὲ λαοὶ (τοὺς ἐν πολλοῖς φερομένους ὑπερβάντα δύο στίχους) καὶ ἢ τῶν γε στρατὸν ἀπώλεσεν, καὶ τὰ ἑξῆς. Οὕτω Πλούταρχος.

### 250

Ω ΒΑΣΙΛΕΙΣ, ὙΜΕΙΣ ΔΕ. Οὐκ ἔστι θεῶν ἔννοιαν ἔχοντας ἀδίκως ζῇν. Εἰκότως οὖν παρακελεύεται τοῖς βασιλεῦσι μὴ ἀπολαύειν τῆς ἐξουσίας, ἀλλ᾽ ἐννοεῖν ὡς θεῶν καὶ δαιμόνων παρόντων πᾶσι καὶ ἐφορώντων ἡμᾶς, καὶ δῆλός ἐστιν ἐν τούτοις διαφορὰν θεῶν εἰδὼς καὶ δαιμόνων. Τὸ μέντοι ἀθάνατον, κοινὸν αὐτῶν εἶναι· οἱ γὰρ ἀθάνατοι, φησὶν, ἐγγὺς ὄντες ἡμῶν τῶν ἀνθρώπων ὁρῶσιν ἐκείνους ὅσοι σχολιαῖς χρώμενοι δίκαις καὶ κρίσεσι διεφθαρμέναις ἀλλήλους τρίβουσι, τουτέστι καταπονοῦσι, θεῶν ἔπιν οὐκ ἀλέγοντες· καὶ τούτοις ἑπόμενος ἐπάγει τρισμυρίους εἶναι φύλακας τῶν ἀνθρωπίνων ἐκ τοῦ Διὸς ταχθέντας ἀθανάτους. Ἐκ δὴ τούτων δῆλον, ὅτι μόνος ἄρχει Ζεὺς τῶν θεῶν· ἄρχονται δὲ πάντες οἱ θεοί. Φύλακες δέ τινές εἰσι τῶν ἀνθρωπίνων ἄλλοι μετὰ θεοὺς, μεταξὺ θεῶν καὶ ἀνθρώπων ὄντες, δί τινες ἂν εἶεν δαίμονες, ἄλλοι τινὲς οὗτοι παρ’ ἐκείνους, οὓς ἐκ τῶν ἀνθρώπων εἶπε γεγονέναι δαίμονας, Ἐκεῖνοι μὲν γὰρ θνητὸν γένος ἦσαν, τούτους δὲ ἀθανάτους εἶναί φησι· ὥστε οὗτοι μὲν κατ᾽ οὐσίαν δαίμονες· ἐκεῖνοι δὲ, διὰ τὴν πρὸς τούτους ὁμοιότητα καὶ δαίμονες ἐκλήθησαν, καὶ φύλακες ἀνθρώπων.

### 254

ΤΡΙΣ ΓΑΡ ΜΥΡΙΟΙ ΕΙΣΙΝ. Ἡ μὲν μυριὰς δηλοῖ τὸν πάντα τῶν δαιμόνων ἀριθμὸν, ἐν ᾧ πάντως παραλαμβάνεται τὸ δαιμόνιον γένος· ἡ δὲ τριὰς τὸ τέλειον καὶ ἐν ὅροις ἑστὼς, πρώτοις, μέσοις, τελευταίοις. Εἰσὶ γὰρ τὰ γένη τῶν δαιμόνων τὰ μὲν λογικὰ μόνως, τὰ δὲ ἄλογα μόνως, τὰ δὲ μεταξὺ τούτων, δηλοῖ ἐξ ἀμφοτέρων τὸ παντοδαπὸν φῦλον τῆς δαιμονίας τάξεως, ἣν φύλακα μὲν εἶναι τοῦ ἀνθρωπείου γένους, ὑπουργὸν δὲ τοῦ Διός. Διὰ τοῦτο γὰρ εἶπε ΖΗΝΟΣ, διότι ὑπηρέται πάντες οὗτοι, φύλακες δὲ θνητῶν ἀνθρώπων, ὡς ἐφεστῶτες αὐτοῖς.

### 257

ΗΕΡΑ ΕΣΣΑΜΕΝΟΙ. Τὸ μὲν ἠέρα ἐνδεδύσθαι δηλοῖ, τὸ ἡμῖν ἀφανεῖς εἶναι καὶ ἀοράτους, ὡς ὁ ἀήρ ἢ καὶ τὸ τὰ σώματα αὐτῶν ἀέρια εἶναι κατὰ τὴν σύστασιν, ὥσπερ τὰ τῶν θεῶν ἐμπύρια, καὶ τὰ ἡμέτερα χθόνια. Τὸ δὲ ΠΑΝΤΗ ΦΟΙΤΑΝ, τὸ τὰς κινήσεις αὐτῶν ὀξείας εἶναι, καὶ τὰς ἐφοράσεις αὐτῶν δι ὅλων διήκειν, ὧν πράττομεν, ὧν φανταζό μεθα, ὧν διανοούμενα. Καὶ γὰρ εἰ ἀερίοις χρῶνται σχήμασιν, οὐδὲν θαυμαστὸν ὀξέως αὐτοὺς ἐπιπορεύεσθαι πανταχοῦ ὅπου περ ἂν ἐθέλωσιν.

### 258

Η ΔΕ ΤΕ ΠΑΡΘΕΝΟΣ. Παρθένος μὲν ἡ δίκη τοῖς θεολόγοις εἴρηται, διότι πᾶν τὸ δικαστικὸν γένος ἀδιάφθο ρον εἶναι δεῖ καὶ καθαρόν· καὶ τούτου σύμβολον ἡ παρθενία. Παῖς δὲ τοῦ Διὸς, διότι νομοθέτης οὗτός ἐστι κοσμικός, ὡς ἄρχων καὶ βασιλεὺς τῶν ὅλων. Τὴν δὲ δικαστικὴν ἐξῆφθαι δεῖ τῆς νομοθετικῆς, ὡς τὴν ἀνθρωπίνην τῆς ἀνθρωπικῆς, καὶ τὴν θείαν τῆς θείας. ΑΙΔΟΙΗ δὲ καὶ ΚΥΔΝΗ παρὰ τοῖς Ὀλυμπίοις θεοῖς, ὡς πάντων κατὰ δίκην ἐνεργούντων καὶ σεβόντων αὐτὴν, ὡς πᾶσι τὸ κατ ἀξίαν ἀπονέμουσα, ὃ δὴ μάλιστα φίλον ἐστὶ τοῖς θεοῖς.

### 260

ΑΝ ΤΙΣ ΜΙΝ ΒΛΑΠΤΗι. Ἐὰν τις τὸ δίκαιον βλάπτη παραχαράττων. Οὕτω γὰρ βλάπτει ὁ σκολιῶς τοῦτο πράττων, καὶ διὰ πανουργίας ὀνοτάζων τὴν Δίκην, ἤγουν οὐχ ἁπλῶς λοιδορῶν, ἀλλὰ καὶ ἐξευτελίζων ὡς εὐκαταφρόνητον διὰ τὸ τοῦ δικαίου καταφρονεῖν. Ὁ γὰρ τὰ ἀγάλματα τῶν θεῶν ὑβρίζων αὐτοὺς ὑβρίζει τοὺς θεούς· ἄγαλμα δὲ τῆς Δίκης τὸ δίκαιον. Ἐὰν οὖν τις τοιοῦτόν τι πράττη, καθημένη παρὰ τῷ Διὶ ἡ Δίκη γηρύεται τὸν ἄδικον νοῦν τῶν ἀνθρώπων καὶ ἀπαγγέλλει τῷ πατρὶ, ὡς ἂν ἀπ’ αὐτοῦ δικάζειν ταχθεῖσα καὶ κρίνειν πάντα ὅσα ἐφορᾷ ὁ Ζεύς. Δηλοῖ δὲ τὸ καθῆσθαι τὸ παρὰ τῷ θεῷ τάξιν αὐτὴν καὶ ἕδραν ἔχειν ἀμετακίνητον· ὡς καὶ ἐκεῖνόν φησιν Ὅμηρος ἐν τῇ τοῦ Ὀλύμπου κορυφῇ ἄτερ ἥμενον ἄλλων.

### 262

ΟΦΡ’ ΑΠΟΤΙΣΗ ΔΗΜΟΣ. Τοῦτο ἤδη ἔργον τοῦ Διὸς, ὡς βασιλέως, κοινὴν ἐπάγειν τιμωρίαν ταῖς πόλεσιν ὑπὲρ τῶν ἀδίκων κρίσεων τῶν ἀρχόντων, οἳ παρατρέπουσι τὸ δίκαιον. Τοῦτο γὰρ δηλοῖ τό ΠΑΡΑΚΛΙΝΕΙΝ, καὶ τὸ ΣΚΟΛΙΩΣ ΕΝΕΠΟΝΤΕΣ, ἤτοι πανούργως λέγοντες τὰς κρίσεις, ἀντὶ ἐμφρόνων· καὶ παρανόμους, ἀντὶ ἐννόμων. Διότι δὲ κοινὴν ὑπέχουσι δίκην αἱ πόλεις, εἴρηται πρότερον. Ὡς ἐπιτρέπειν οὐκ ἔδει τούτοις τὰς ἀρχάς.

### 267

ΟΙ ΑΥΤΩΙ ΚΑΚΑ ΤΕΥΧΕΙ. Δαιμονίως ἀνεφθέγξατο ταῦτα τὰ ἔπη καὶ σωφρονιστικῶς. Εἰ γὰρ εἰδείημεν ἑαυτοὺς μείζονα βλάψαντες ἐξ ὧν ἄλλους βλάπτειν ἐπιχειροῦμεν, ἀφεξοίμεθα τοῦ βλάπτειν· οὐδεὶς γὰρ ἑκὼν ἂν ἑαυτὸν βλάψειε· ἀλλὰ δι ἄγνοιαν ἁλισκόμεθα τῷ κακῷ τούτῳ, καὶ οἰόμενοι ὠφελεῖν ἑαυτοὺς βλαπτόμεθα ὑφ ἑαυτῶν, καὶ μείζω τῷ βλάπτειν ἄλλους ἑαυτοὺς βλάπτομεν· εἰς χρήματα μὲν γὰρ, εἰ τύχοι, ζημιοῦμεν ἐκείνους, ἡμᾶς δὲ αὐτοὺς εἰς τὸ κυριώ τατον, τὴν ψυχήν. Τὸ γὰρ ἀδικοῦν αὐτή ἐστιν, ὁ δὲ βλα πτόμενος ἐν τοῖς ἐκτὸς ἀδικεῖται. Εἰκότως ἄρα φησὶν ἑαυτῷ κακὰ τεύχειν τῷ ἄλλῳ κατασκευάζοντα κακὸν, καὶ τὸν κακῶς περὶ ἄλλου βουλευόμενον ἑαυτῷ γίνεσθαι πρόξενον κακοῦ μεί ζονος· καὶ γὰρ μὴ συντελεσθεῖσα μὲν ἡ βουλὴ τὸν βουλευσάμε νον ἀνιᾷ πικρῶς, συντελεσθεῖσα δὲ λωβᾶται μειζόνως. Τὸ γὰρ κακοποιεῖν μεῖζον τοῦ πάσχειν τὰ κακὰ πάντως κακόν ὡς καὶ τὸ ἀγαθοποιεῖν μεῖζον ἀγαθὸν τοῦ πάσχοντος εὖ.

### 269

ΠΑΝΤΑ ΙΔΩΝ ΔΙΟΣ ΟΦΘΑΛΜΟΣ. "Ἄλλος μὲν τὸν ὀφθαλμὸν τοῦ Διὸς εἶπεν εἶναι πᾶν τὸ μέσον γῆς τε καὶ οὐρανοῦ ἀστερόεντος· οὗτος δὲ ἁπλῶς καὶ ὁρᾶν αὐτὸν λέγει πάντα, καὶ νοεῖν πάντα, τοῦτο προσθεὶς, ἵνα μὴ τὴν δρασιν σωματικὴν ὑπολάβωμεν, ἀλλὰ νοερὰν καὶ θείαν καὶ προνοητικήν. Πάντα, φησὶν, ὁ Ζεὺς ὁρῶν καὶ νοῶν ὁρᾷ καὶ Τίνα δέ ἐφορᾷ κατὰ τὴν ἑαυτοῦ θέλησιν, καὶ τὰ ἡμέτερα. ἐστι ταῦτα; τὴν δίκην, ἣν μοι ἀπειλεῖς, ὦ Πέρση, τὴν τῶν βασιλέων ἐν τῇ πόλει ταύτῃ πονηρὰν οὖσαν, ὁρῶν δὲ καὶ ἐφορῶν, καὶ ταύτην οὐκ ἂν ἀτιμώρητον ξάσειε τὸν ἀδικοῦντα.

### 272

ΝΥΝ ΔΕ ΕΓΩ ΜΗΤ’ ΑΥΤΟΣ. Τὸ μὲν λεγό μενον, φανερόν· εἰ μὴ ἔστι δίκη καὶ τιμωρία κατὰ τῶν ἀδί κων, μὴ δ ἕξουσί τι πλέον οἱ δίκαιοι τῶν ἀδίκων ἐν τῷδε τῷ παρόντι, ὃ ἐφορᾷ ὁ Ζεὺς, μήτ’ αὐτὸς εἶην δίκαιος, μήτε παῖς ἐμός· δίκης γὰρ οὐκ οὔσης, ὄνομα μόνον ἔσται τὸ δί καιον. Εἰ δὲ δὴ τὸ δίκαιον καὶ αἱρετὸν κἂν μὴ ᾖ πρόνοια καὶ φευκτὸν τὸ ἄδικον, δῆλον ὅτι πᾶς οὗτος ὁ λόγος περιττός. Διόπερ ὁ Πλούταρχος τοὺς ἑπτὰ τούτους στίχους ἐκβάλλει, ἀπὸ τοῦ, ἕως τοῦ, Πάντα ἰδὼν Διὸς ὀφθαλμός, Ἀλλὰ τάγ οὔπω ἔολπα τελεῖν Δία μητιόεντα, ὡς ἀναξίους τῆς Ἡσιόδου περὶ δικαίων καὶ ἀδίκων κρίσεως. Νῦν οὖν εἰ ὁ ἀδικώτερος ἄνθρωπος τοῦ δικαίου μείζον ἔχει, μήτ’ ἐγὼ δίκαιος εἴην, μήτ’ ἐμὸς υἱός. Ἐπήγαγε δὲ τούτῳ, ἀλλὰ ταῦτα οὐ νομίζω τὸν Δία τελεῖν, τὸ τὸν ἄδικον μείζονος δίκης τῶν δικαίων τεύ ξασθαι, ἣ ποιήσει τὸν ἄτιμον ἐν τιμῇ. Ἰστέον δὲ, ὅτι υἱὸς Ἡσιόδου Μνασέας ἐστί. Φιλόχορος δὲ Στησίχορόν φησι τὸν ἀπὸ Κλυμένης. Ἄλλοι δὲ Ἀρχιέπης.

### 276

ΣΥ ΔΕ ΤΑΥΤΑ. Ὅσοι μὲν εἰς τὴν χρείαν τὴν ἀνθρωπίνην ἀνήγαγον τὸ κοινωνικὸν, οὐκ ἔλαβον ἀρχὴν ἀσφα λῆ τοῦ τῆς πρὸς ἀλλήλους ἡμῶν κοινωνίας δόγματος. Ἡ γὰρ χρεία, εἰ καὶ ἀναγκάσασα, ἀλλ οὔπω ἀγαθόν. Ὅσοι δὲ εἰς τὸ κατὰ φύσιν ἡμῖν εἶναι τὸ πρὸς ἀλλήλους δίκαιον ἀπέβλεψαν, ἀῤῥαγῆ τὴν ὑπόθεσιν ἔλαβον τοῦ τῆς κοινωνίας ἡμῶν σκοποῦ. Πάντων γὰρ τῶν κατὰ φύσιν ἕκαστον ἀγαθόν. Τοῦτο δὴ οὖν καὶ Ἡσίοδος εἰδὼς, τὸν τοῦ Διὸς νόμον ἀξιοῖ τὸν Πέρσην ὁρῶν, τοῖς μὲν ἄλλοις ζώοις δεδωκότα ἐσθίειν ἄλληλα, καὶ τῶν ἀσθενεστέρων τὰ δυνατώτερα κρατεῖν, θοινᾶσθαί τε αὐτά· τοῖς δὲ ἀνθρώποις δικαιοσύνην σύμφυτον ἐνέσπειρε, καὶ τὸ κοινωνικὸν ἐνέθηκεν αὐτῶν τῇ φύσει. Διόπερ οἱ ἄδικοι τοῖς· ἀλόγοις ἐοίκασι τὴν ἀνθρωπίνην ἀποδρῶντες ζωήν. Μηδεὶς οὖν προάγων ἡμῶν τὴν ἀλληλοφαγίαν τῶν θηρίων, ἀξιούτω καὶ ἡμᾶς οὕτω ζῇν. Κοινωνικὸν γὰρ ζῶον γέγονεν ὁ ἄνθρωπος, καὶ ὁ τῆς κοινωνίας αὐτῷ νόμος ἐκ τοῦ πατρὸς ἔγκειται κατὰ φύσιν. Ἀδικίᾳ δὲ πάσῃ πρὸς κοινωνίαν καὶ κοινωνία πρὸς ἀδικίαν ἐστὶ πόλεμος· στάσεων γὰρ αἰτία πάντων μάλιστα ἡ ἀδικία. Τὸ δὲ κοινωνικὸν ἀστασίαστον· καὶ ὀρθῶς ὁ Πλάτων εἶπεν, οὐδὲ συστῆναι δυνατὸν εἶναι τὴν ἀδικίαν χωρὶς δικαιοσύνης· δεῖν γὰρ τοὺς συναδικήσαντας, τά γε πρὸς ἀλ λήλους δίκαια φυλάττειν, εἰ καὶ ἀλλήλους ἀδικοῦντας μηδὲν δύνασθαι κοινῇ ποτε πρᾶξαι. Εἰ οὖν ἄνθρωπος εἶ, φύσει κοινωνικὸν ζῶον εἶ, εἰ δὲ φύσει κοινωνικὸν ζῶον εἶ, παρὰ φύ σιν σοι τὸ ἀδικεῖν. Οὐ γὰρ κοινωνίας, ἀλλὰ διασπασμοῦ τὸ ἀδικεῖν αἴτιον, τῶν ἀδικουμένων τοῖς ἀδικοῦσιν ὁμονοεῖν οὐ δυναμένων.

### 278

ΤΟΝ ΔΕ ΓΑΡ ΑΝΘΡΩΠΟΙΣΙΝ. Ἐπαγγειλάμενος οὐκ εἶπε ποῖον νόμον. Λέγει δὲ τί τοῖς ἀνθρώποις ἐστὶν, ἵνα φύγωμεν τὰ τῶν ἀλόγων. ΝΟΜΟΝ δὲ ΔΙΕΤΑΞΕ ΚΡΟΝΙΩΝ. Τοῦτο σημείωσαι ὅτι οὐδέποτε Ὅμηρος νόμον εἶπε. Τὸ δὲ ΓΗΡΥΕΤΑΙ, γίνεται ἀπὸ τοῦ γέρος, ὃ σημαίνει τὴν φωνὴν, ἢ ἀπὸ τοῦ γέρας.

### 282

ΕΙ ΓΑΡ ΤΙΣ Κ’ ΕΘΕΛΟΙ. Ὃς γὰρ εἰδὼς τὰ δί καια μὴ ἀποκρύπτει διὰ σκολιότητα ἤθους, ἀλλ ἀγορεύει, τούτῳ καὶ ὁ παρὰ τοῦ Διὸς ὄλβος ἕπεται. Πρόσκειται δὲ τὸν γινώσκοντα τὰ δίκαια χρῆναι λέγειν αὐτὰ, διότι κατ’ ἄγνοιάν τινες τῶν δικαίων εἴποιεν ἂν τὰ ἄδικα ὡς δίκαια, ὧν οὐκ ἂν τις μέμψαιτο τὴν προαίρεσιν, ἀλλὰ τὴν ἀμαθίαν. Γινώσκων ὅτι ἔστι δίκη· εἰσὶ γὰρ βάρβαροι, μὴ εἰδότες τί ἐστι τὸ δίκαιον. ΟΛΒΟΣ δὲ ὁ παρὰ τῶν καρπῶν πλοῦτος. Τετραχῶς δὲ τίθησι τὴν δίκην· ποτὲ μὲν ἐπὶ τῆς σωματοειδοῦς θεάς, ποτὲ δὲ ἐπὶ τοῦ δικαίου, ποτὲ δὲ ἐπὶ τῆς κρίσεως, ποτὲ δὲ ἐπὶ τῆς τιμωρίας. Ἀπὸ δὲ τοῦ κῦδος γίνεται κυδρὸς καὶ κυδρή, ὡς ἀπὸ τοῦ ἔχθος ἐχθρός.

### 284

ΟΣ ΔΕ ΚΕ ΜΑΡΤΥΡΙΗΣΙΝ. Οὗτός ἐστιν ὁ ἀντίθετος τῷ εἰδότι τὰ δίκαια καὶ μὴ κρύπτοντι, ὁ ἑκὼν ψευδόμενος καὶ μαρτυρῶν τοῖς ἀδίκοις, καὶ ὀμνὺς καὶ ἐπιορκῶν, διὰ πονηρὰν πρόθεσιν. Τούτου οὖν τοῦ τὰ ψευδῆ μαρτυροῦντος ἑκουσίως εἰδότος τἀληθὲς ὁ τρόπος μιαρός.

### 285

ΕΝ ΔΕ ΔΙΚΗΝ ΒΛΑΨΑΣ. Ὃς ἂν ψευδή μαρ τυρήσας ἑκὼν ἀποκρύψῃ τὸ δίκαιον, καὶ ὅρκον προσθεὶς νήκε στον βλάβην καὶ ἀνίατον ὑπομείνῃ διὰ τῆς ψευδομαρτυρίας καὶ ἐπιορκίας, ἀμαυροτέρα ἡ τούτου γενεὰ γίνεται, ὡς τοῦ εὐόρ κου ἀμείνων ἡ γενεά. Τὰ γὰρ τῶν πατέρων ἀδικήματα χραί νει καὶ τοὺς ἐκγόνους αὐτῶν, καὶ εὐνούχους ἀποφαίνει ταῖς τιμωρίαις· καὶ γὰρ ἐνείδη καὶ ἀδοξίαι αὐτοῖς ἐκ τῶν ἀδικιῶν συμβαίνουσι, καὶ τίσεις ἐκ τῶν ἁμαρτημάτων ἀπολαμβάνοντες, ὧν ἔσχον ἀδικήσαντες οἱ πατέρες αὐτῶν, συναπολαύουσι τῶν ὀφει λομένων ἐκείνοις κολάσεων ἀνθ’ ὧν ἠδίκησαν. Ἄλλως δὲ γινώσκει τὸ θεῖον, ὡς τοῖς ἤθεσιν αὐτῶν ἐμπέφυκέ τι τῆς ἀδί κου τῶν γεννησάντων προαιρέσεως κἂν ἡμᾶς λανθάνωσι, καὶ εἰκότως ταύτην ἐν αὐτοῖς ὁρῶντες τὴν ῥίζαν ἐκκόπτουσι διὰ τῶν τιμωριῶν, καὶ τοῦ μὴ ἐνεργῆσαι κωλύουσιν, ὡς ἰατροὶ προκαθαίροντές τινας ὧν ὑφορῶνται νόσους. ων

### 288

ΣΟΙ Δ’ ΕΓΩ ΕΣΘΛΑ ΝΟΕΩΝ. Κάλλιστα το φιλόσοφον ἦθος οἷόν ἐστιν εἶπεν διὰ τούτων ὁ Πλούταρχος δηλοῦσθαι. Τὸν μὲν γὰρ Ἀρχίλοχον καὶ τὸν Ἱππώνακτα βλασ φημίας συγγράψαι κατὰ τῶν λυπησάντων Τιμοκράτην δὲ καὶ Μητρόδωρον τοὺς Ἐπικουρείους, ἀδελφοὺς ὄντας καὶ προσ κρούσαντας ἀλλήλοις, ἐκδοῦναι κατ ἀλλήλων συγγράμματα. Καὶ τί δεῖ τούτους λέγειν; ὅπου γε καὶ Ξενοφάνης διὰ δή τινα πρὸς τοὺς κατ αὐτὸν φιλοσόφους καὶ ποιητὰς μικροψυχίαν, σιλλοὺς ἀτόπους ἐκθεῖναι λέγεται κατὰ πάντων φιλοσόφων καὶ ποιητῶν. Ἀλλὰ τὸν ὄντως μουσικὸν Ἡσίοδον μηδὲν τοιοῦτο παθεῖν· οὐ γὰρ μουσικοῦ τὸ μελαγχολᾷν· λυπηθέντα δὲ πρὸς τὸν ἀδελφὸν, ἀντὶ τοῦ βλασφημεῖν, νουθετεῖν, εἰδότα τοῦτο δὴ τὸ τοῦ Σωκράτους, ὅτι πᾶς ὁ κακὸς, ἄκων ἐστὶ κακός· δεῖται οὖν νουθεσίας, καὶ ἴσως ἐπιγνώσεται ἑαυτὸν ὄντα κακόν.

### 289

ΤΗΝ ΜΕΝ ΤΟΙ ΚΑΚΟΤΗΤΑ. Τὸ μὲν ἕπεσθαι τὰς κακίας ἀλλήλαις, ὥσπερ καὶ τὰς ἀρετὰς, ψεῦδός ἐστιν. Ἀρεταὶ μὲν γὰρ ἐναντίαι οὐκ εἰσὶ, κακαὶ δὲ ἐναντίαι εἰσί· τὰ δ ἐναντία ἀλλήλοις οὐχ ἵπεται. Τούτου δὲ ὄντος ψευδοῦς, οὐκ ἀποδεκτέον τὸ ἹΛΑΔΟΝ, ὡς Πλούταρχος ἐξηγήσατο, τὸ πᾶσαν ἐγκολπίσασθαι κακίαν ὁμοῦ δηλοῦν· ἀλλὰ τὸ, ἑκάστην ἀθρόαν λαβεῖν, μὴ κατὰ μικρὸν ὑποφερομένην, ἀλλ’ ὁμοῦ πᾶ σαν ἐφελκόμενον· οἷον ἀκολασίαν ὅλην, ἅμα καὶ ἀδικίαν ὡσαύ τως. Διὸ καὶ ἹΛΑΔΟΝ εἶπε, δηλῶν ὡς οὐ μόνον κατὰ βραχὺ κακωθῆναι τινὰς δυνατὸν, ἀλλὰ καὶ ἀθρόως. Καὶ τὴν αἰτίαν προσέθηκεν, ὅτι ἐγγὺς ἡμῶν ἡ κακία, καὶ ἡ ἐπ αὐτὴν ὁδὸς · ὀλίγη, καθάπερ ἡ πρὸς τοὺς ἐγγὺς οἰκοῦντας. Αἴτιον δὲ τοῦ ἐγγὺς ἡμῶν αὐτὴν οἰκεῖν, τὸ τὴν γένεσιν τόπον εἶναι τῶν κακῶν. Ὥσπερ οὖν τῶν ἐν λοιμώδει τόπῳ κατοικούντων ἐγγὺς κατοικοῦ σιν αἱ νόσοι, οὕτω δὴ καὶ τῶν ἐν γενέσει ψυχῶν ἐγγὺς οἰκεῖν τὴν κακίαν ἀληθὲς, ἧς ἐστιν οἶκος ἡ γένεσις. Τὴν δ αὖ ἀρε τὴν οὐκ οὖσαν τῇ γενέσει σύμφυλον, ἀλλὰ τοῖς ἔξω τῆς ὑλικῆς στάσεως, εἰκότως φησὶ πόῤῥω μὲν οἰκεῖν ἡμῶν, ἱδρῶτα δὲ πρὸ ἑαυτῆς εἶναι ὑπὸ τῶν θεῶν τεθέντα, δι οὗ χρὴ πρὸς αὐτὴν ἐλθεῖν καὶ πόρρω οὖσαν ἑλεῖν, ἐπίπονον οὖσαν τὴν θήραν αὐτῆς καὶ δυσέφικτον, καθὰ τὰ ἑξῆς δηλοῖ.

### 292

ΜΑΚΡΟΣ ΔΕ ΚΑΙ ΟΡΘΙΟΣ. Μακρὸς μὲν οἶμος, εἰκότως· ὅσον γὰρ θεὸς ὕλης, τοσοῦτον ἀρετὴ κακίας διέστηκεν· εἴπερ ἀρετὴ μέν ἐστιν ἐν τῷ συνεῖναι θεῷ· κακία δὲ, ἐν τῷ ζῆν ἐν ὕλῃ. Μακρὸς δὲ ὤν, καὶ ὄρθιός ἐστιν ὡς εἰς τὸ ἄναντες ἀνάγων ἡμᾶς· ἄνω γὰρ ἀρετὴ, κάτω δὲ ἡ κακία· τραχὺς δ αὖ ὁ οἶμος, ὡς δύσβατος. Χρὴ γὰρ πολλὰ μὲν ὧν ἀγνοοῦ μὲν μαθεῖν, οἷς τὴν πρώτην δυσκόλως ἐπιβάλλομεν, πολλὰ δὲ ἀποθέσθαι ἔθη πονηρὰ ὧν δυσαποσπάστως ἔχομεν συντρόφων ἡμῖν ὄντων· ὅλως δὲ διὰ πολλῶν ὁδεῦσαι καὶ ἐπιπόνων ἀσκή σεων· πρὸς ἃς ἀπιδών, τραχὺν εἶπεν εἶναι τὸ πρῶτον τὸν οἶμον. Τέλος δέ φησιν, ἐπειδὴν εἰς τὸ ἄκρον ἔλθῃ τῆς που ρείας, ῥᾳδία λοιπὸν ἡ ἀρετὴ, καὶ ταῦτα οὖσα χαλεπὴ καὶ δυσέφικτος. Ζῶσι γὰρ οἱ τὴν ἀρετὴν ἔχοντες ἤδη μετ’ εὐφρο σύνης, καὶ ἔοικεν Ἡσίοδος πρὸ Πλάτωνος εἰπεῖν, ὅτι οὐ μόνον ἄριστος, ἀλλὰ καὶ ἥδιστος ὁ κατ ἀρετὴν βίος. Ἡ γὰρ μετὰ ῥαστώνης ζωὴ τὴν εὐφροσύνην δηλοῖ τῆς τοιαύτης ἕξεως. Μὴ οὖν ἀποφευγέτω τις διὰ τοὺς πόνους τὴν τῆς ἀρετῆς ἄσκησιν, πρῶτον μὲν ἐννοῶν, ὅτι ἄτοπον ἵνα τέχνην μέν τινα κτησώμεθα, τοὺς διὰ τὴν κτῆσιν αὐτῆς πόνους ὑπομένειν, ἢ ἵνα ἄλλου τινὸς τῶν ἀναγκαίων τύχωμεν· ὅπως δὲ τὴν τῆς ἀρετῆς κτησώμεθα , τὴν τελειότητα μόνην οὖσαν ἡμῶν, μὴ αἱρεῖσθαι τοὺς δι’ αὐτ τὴν πόνους, δι ὧν μέλλομεν ὠνεῖσθαι τὴν ἀρετῆς κτήσιν. Ἔπειτα τοῦτο σκοπεῖν, ὅτι τοῖς μὲν τὴν φύσιν ἀσθενῆ λαχοῦ σιν οἱ προτεινόμενοι πόνοι δειλιᾷν ποιοῦσι καὶ φυγάδας αὐτοὺς ἀποφαίνουσι τῶν τῆς ἀρετῆς ἐπιτηδευμάτων· τοῖς δὲ φύσει γεν ναίοις μείζων ἔρως ἐγγίνεται τούτων, ὧν τὴν θήραν οὐκ εὐπε τῆ, μετὰ πολλῶν δὲ ἱδρώτων μόνως τοῖς ἀνθρώποις ἀκούουσι παραγίνεσθαι. Διὸ καὶ Πλάτων παρακελεύεται χρῆναι τοῖς προσιοῦσι φιλοσοφίας ἕνεκα παραδεικνύναι τὸ ἐπίπονον τῆς τοις αὔτης ζωῆς, διὰ πεῖραν τῆς ἀγεννοῦς, καὶ γενναίας φύσεως . Πρὸς δὲ τούτοις, ὅτι τῶν μετὰ πόνων κτηθέντων ἡδίων ἡ ἀπό λαυσις, τῶν δὲ μετὰ εὐπετείας ὡς ἡ λῆψις πρόχειρος , οὕτω καὶ ἡ καταφρόνησις· διόπερ, ὡς ἔοικεν, ἡ ἀρετὴ μάλιστα τις μιον πολλῶν δεομένη πόνων· καὶ οἱ λαβόντες φιλοχωροῦσιν ἐν αὐτῇ, τοὺς ἱδρῶτας οὓς ὑπέμειναν εἰδότες, καὶ προέσθαι μὴ βουλόμενοι πρᾶγμα διὰ μυρίων πόνων κτηθὲν, ἀλλ’ ἀπρὶξ ἔχονται, ὥσπερ δυσθήρατον, οὕτω καὶ δυσαφαίρετον αὐτὴν ἀποφαίνοντες.

### 295

ΟΥΤΟΣ ΜΕΝ ΠΑΝΑΡΙΣΤΟΣ. Ζήνων μὲν ὁ Στωϊκὸς ἐνήλλαττε τοὺς στίχους, λέγων· Οὗτος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται, Ἐσθλὸς δ αὖ κἀκεῖνος, ὃς αὑτῷ πάντα νοήσει, τῇ εὐπειθείᾳ τὰ πρωτεῖα διδοὺς, τῇ φρονήσει δὲ τὰ δευτερεία. Ἀρίστιππος δὲ ἀπ’ ἐναντίας ὁ Σωκρατικὸς ἔλεγε, τὸ συμβού λου δεῖσθαι χεῖρον εἶναι τοῦ προσαιτεῖν. Ὁ δὲ Ἡσίοδος τοῦ μέτρου μάλιστα τυγχάνει, τρεῖς ἕξεις διελών, τὴν ἔμφρονα, τὴν ἀνόητον, τὴν μέσην· ὧν ἡ μὲν ἀρίστη καὶ τῷ θείῳ παραπλησία· καὶ γὰρ τὸ θεῖον αὐταρκες· ὥστε καὶ ὁ ἑαυτῷ πάντα νοῶν καὶ προορῶν ὅσα ἂν ᾖ καὶ εἰς τὸν ἔπειτα χρόνον ἀμείνω· ἡ δὲ φευκτοτάτη, τὸ μήθ’ ἑαυτῷ δύνασθαι τὰ ὀρθὰ λογίζεσθαι, μήτ’ ἄλλοις ἕπεσθαι συμβούλοις ἐθέλειν· μέση δὲ τούτων ἡ τοῦ συνορατικοῦ μὲν τῶν ἀμεινόνων οὐκ οὖσα δύναμις, ἐπακολουθητικὴ δὲ τοῦ συνορῶντος. Καὶ ταῦτα μὲν οὕτως ἔχει· μάλιστα δὲ ἄξιον ἐπαίνου τὸ εἰπεῖν τί τοῦ ἔμφρονος ἴδιον· οὐ γὰρ τὸ τὰ παρόντα ὁρᾶν καὶ τὰ ἐγγὺς, ἀλλὰ καὶ τὸ τὰ ἐσόμενα προορᾷν· τοῦτο μὲν δηλοῖ τὸ, ΦΡΑΣΑΣΘΑΙ ἅπερ ἂν εἴη ἐπὶ τοῦ ἀμείνω. Τὸ ΔΙΟΝ ΓΕΝΟΣ δηλοῖ, ἢ ὅτι θεοῖς ἀνέφερον τὴν γένεσιν, εἰς γὰρ Ὀρφέα καὶ Καλλιόπην τὸ γένος ἀνῆγον· ἢ εὐμενοῦς οὔσης τῆς θεοῦ τῆς δωρησαμένης αὐτούς. Εἰ δὲ φιλίαν τῆς Δήμητρος εἶπεν εἶναι τὴν πρὸς τὸν λιμὸν ἀλλοτρι ότητα, θαυμαστὸν οὐδέν· τῶν γὰρ Δημητριακῶν καρπῶν ἀφθονίαν ἔχοντες οἱ ἄνθρωποι τῶν ἀπὸ τοῦ λιμοῦ κακῶν εἰσιν ἀπείραστοι. Τούτους δὲ ἄλλως ὑπάρχειν ἀδύνατον. ΕΥΣΤΕ ΦΑΝΟΣ οὖν ΔΗΜΗΤΗΡ, ἡ περιουσία τῶν καρπῶν καὶ ἡ συγκομιδή. ΚΑΛΙΑ δὲ κυρίως μὲν ἡ νεοττία, νῦν δὲ τὴν οἰκίαν εἶπεν.

### 304

ΛΙΜΟΣ ΓΑΡ ΤΟΙ. Λιμὸς θηλυκῶς λέγεται παρὰ τοῖς Δωριεύσι. ΛΙΜΟΣ ΓΑΡ ΤΟΙ ΠΑΜΠΑΝ ΑΕΡΓΩΝ ΣΥΜΦΟΡΟΣ ΑΝΔΡΙ. Τὸ μὲν σύμφορον οὐ λέγει τον συμφέροντα, ἀλλὰ τὸν συμφερόμενον καὶ συνόντα, ὡς ὅπου ἀργία ἐστὶ καὶ λιμὸν εἶναι ἀναγκαῖον ἐκεῖ. Τὸ δὲ τῷ ἀργῷ νεμεσῶν τοὺς θεοὺς, ἀληθές· χρῆναι γὰρ τὸ σῶμα τρέφειν διὰ τῶν σωματικῶν πόνων, καὶ τὰ ἀναγκαῖα πορίζειν ἑαυτῷ διὰ τῶν οἰκείων ἔργων. Τὸ μὲν ἀργὸν ζῆν ἑπόμενον ἔχει λιμὸν, τὸ δ ἐθέλοντα μὴ λιμώττειν, ἀντὶ τοῦ ἐργάζεσθαι πράγματα παρέχειν ἄλλοις, ἵνα ἀπὸ τούτων τρέφηται, κηφῆνος ἔργον ἐστὶ κεκεντρωμένου, τὸ μέλι κατε σθίοντος, ὅσον αἱ μέλισσαι συνάγουσι. Κόθουρος οὖν ὁ κηφήν, ὡς κεύθερός τις ὢν καὶ τὸ κέντρον κεκρυμμένον ἔχων· καὶ παρέλαβεν αὐτὸν ὡς ἀργόν· μόνον γὰρ τὸ ζῶον τοῦτο οὐ δύναται τροφὴν ἑαυτῷ πορί σασθαι. Ἢ τὸ καθούροις, ἀντὶ τοῦ ἀργοῖς, παρὰ τὴν καθέδραν . Η κολούροις τὴν οὐρὼν καὶ τὸ κέντρον· καὶ γὰρ καὶ ἀργὸς καὶ ἄκεν τρος. Η κοθούροις, ἀντὶ τοῦ κόρῳ πλήθουσι. Καταγέλαστος γὰρ ἂν εἴη τις τῶν μὲν ἀνθρώπων ἐλαττούμενος, τοῖς δὲ κηφῆσιν ὁμοιούΚηφὴν ζῶον μελισσῶν ἀργότατον καὶ ἄκεντρον· κόθουροι μενος. δὲ, ἢ ὅτι κάθηνται, τουτέστι παρατηροῦνται τὴν ὥραν, ἐν ᾗ ἐκβαίνουσιν αἱ μέλισσαι, ἵνα ἐκλαθόντες ἐσθίωσι τὸ μέλι· ἢ τοῖς κολοβὴν οὐρὰν ἔχουσιν· ἀποκρύπτουσι γὰρ τὴν οὐράν. Δίδυμος δὲ κοτούροις, ὅτι κότον ἔχουσιν ἐν τῇ οὐρᾷ· κατὰ δὲ Ἀριστοτέλην, ἀκέντροις· Ἀμε ρίας δὲ, κακούργοις· μόνος δὲ Ἡσίοδος ἅπαξ τῇ λέξει ἐχρήσατο. Καὶ

### 310

ΕΞ ΕΡΓΩΝ Δ’ ΑΝΔΡΕΣ. Παντὶ τῷ τὸ κατὰ φύσιν ἔργον ἐκπληροῦντι τοῖς θεοῖς ἀρέσκειν ἕπεται. τοῖς ἀνθρώποις οὖν ἐργαζομένοις, καὶ τὰ ἀναγκαῖα διὰ τῶν ἔργων πορίζουσιν ὑπάρχει θεοφιλῶς πράττειν· ὡς καὶ τοῖς ἀργοῖς μὲν, τὰ δὲ τῶν ἐργαζομένων καρποῦσθαι βουλομένοις , ὑπάρχει νεμεσᾶσθαι παρὰ τῶν θεῶν. Οἱ μὲν οὖν πολλοὶ καὶ καπηλεύειν διὰ ταῦτα, καὶ τὰ ἄλλα ἔργα μετιέναι τὸν σπου δαῖον δεῖν οὐκ ἀπέγνωσαν, διὰ ταῦτα τὰ ῥήματα τοῦ Ἡσιόδου μηδὲν ἐπαχθὲς εἶναι λέγοντες. Εἰ δ ὁ Πλάτων ἐξηγήσατο τὸ ἔπος. Ἔργα γὰρ καλεῖν τὸν Ἡσίοδον, ἑκάστου τῶν ὄντων τὰ κατὰ φύσιν ἔργα. Ταῦτα οὖν καὶ τῷ σπουδαίῳ πρέποντα ἔργα, ὅσα οἰκεῖα σπουδαίῳ· διὸ καὶ Ὅμηρος τὰ μὲν βέλτιστα τῶν ἔργων μόνον ἔργα καλεῖ· τὰ δὲ φαῦλα μετὰ προσθήκης κακὰ ἔργα, ὡς ἂν τοῦ ἔργου καθ αὑτὸ τὸ καλὸν δηλοῦντος. εἰ γὰρ τῶν ἔρις ἔργοιο γίνηται. Καὶ — δύο δ’ αἰὲν ἔχον πατρώϊα ἔργα. Τὰ δὲ μεμπτὰ, δῆλα οὐκ ἀρετὰ κακὰ ἔργα. Οὐκ ἄρα τὸ κλέπτειν καὶ τὸ πορνοβοσκεῖν ὄνειδος· ῥητέον ὅτι τὸ ἔργον τῆς γεωργίας ὄνειδος οὐκ ἔχει, οἷον, τὸ βοηλατεῖν , τὸ σκάπτειν. Ἢ ἁπλῶς ῥητέον ἔργα ὡς παρὰ τοῖς παλαιοῖς, τὰ σπουδαῖα. Ὅτε γὰρ τὰ φαῦλα σημαίνει προστιθέασι τὸ κακὸν, καὶ οὐκ ἀρετὰ κακὰ ἔργα σχέτλια ἔργα.

### 315

ΠΛΟΥΤΩΙ Δ’ ΑΡΕΤΗ. Μηδείς λοιδορείτω τὸν στίχον εἰς τὸν πολυάρατον πλοῦτον ὁρῶν πόῤῥω τῆς ἀρετῆς ἐσκηνωμένον, ἀλλὰ πλοῦτον οἰέσθω νῦν λέγεσθαι τὴν ἀπὸ τῶν ἔργων πορισθεῖσαν ἀφθονίαν τοῖς ἐργαζομένοις δικαίαν οὖσαν, καὶ ἀπὸ τῶν οἰκείων πόνων ἠθροισμένην. Εἴρηται γὰρ ἐν τοῖς ἔμπροσθεν, ἐκ τῶν ἔργων τοὺς ἀνθρώπους γίνεσθαι πολυμή λους καὶ ἀφθόνους καὶ ἀφνειούς. Τῷ δὲ τοιούτῳ πλούτῳ ἔπεσθαι πάντως ἀνάγκη τὴν ἀρετὴν καὶ τὴν δόξαν· ἕπεσθαι δὲ οὐχ ὡς παρακολουθήματα ὄντα ταῦτα τῆς εὐπορίας, ἀλλ ὡς συνυπάρχοντα τῷ τοιούτῳ πλούτῳ. Καὶ ὡς παντὸς, ὃς ἂν οὕτω πλουτῇ, καὶ δόξαν ἀγαθὴν κεκτημένου καὶ δηλοῦντος, ὅτι ἀρετὴν ἔχει , δι ἣν προσκαρτερεῖ τοῖς οἰκείοις ἔργοις. Ὥσπερ ἕπεται ἡ ὑγεία τῇ ἰατρικῇ, οὕτω τῇ ἀρετῇ οὐ πάντα, ἀλλ’ ὁ πλοῦτος ὑπουργεῖ. Εἰ μὴ γὰρ ὁ πλοῦτος ὑπουργήσει, οὐ παιδεύεται τις ἀλύπως, οὔτε πρὸς ἀρετὴν ἐκδίδωσιν ἑαυτὸν, κἂν ἐκδῶ δὲ, δυσκα τόρθωτον αὐτῷ τὸ ἔργον φαίνεται περὶ τὴν τῶν ἀκαγκαίων χρείαν ὕστε ρουμένῳ.

### 316

ΔΑΙΜΟΝΙ Δ’ ΟΙΟΣ ΕΗΣΘΑ. Δαίμων οὐ μό νον ὁ ἀπονέμων ἡμῖν τὸν βίον καὶ διοικῶν τὰ ἡμέτερα, κρείτ των ἡμῶν, καλεῖται, ἀλλὰ καὶ αὐτὸς ὁ ἀπ ἐκείνου βίος ἑκά στοις ἀπονεμόμενος, εἰς ὃν βλέποντες τοὺς μὲν εὐδαιμονεῖν φαμεν, τοὺς δὲ κακοδαιμονεῖν· ὡς καὶ τύχη λέγεται ἥτε ἐπιτροπεύουσα τοὺς βίους ἡμῶν, καὶ τὸ ἀποδιδόμενον ἑκάστοις παρ’ αὐτῆς· ὅθεν καὶ εὐτυχεῖν τινας καὶ δυστυχεῖν λέγομεν. Τοῦτο οὖν φησιν ὁ Ἡσίοδος, προτρέπων εἰς τὸ μὴ ζῆν ἀργὸν, ὅτι ὁποῖος ἂν ἑκάστῳ τυγχάνῃ βίος ἀποδεδομένος, τούτῳ ἄμει νον ἐργάζεσθαι εἴτε ἀμείνων εἴτε χείρων· καὶ μὴ ποιεῖσθαι πρό φασιν ἀργίας ἡλικίαν, ἢ τύχην, ἢ ἄλλο τι τοιοῦτον· ἀλλὰ πάντως ἔργον τι ζητεῖν, ἢ γεωργικὸν, ἢ τεκτονικὸν, ἢ ἐμπορι κὸν, ἢ ἄλλ ὁτιοῦν.

### 317

ΕΙΚΕΝ ΑΠ’ ΑΛΛΟΤΡΙΩΝ. Μὴ ἐπαισχύνεσθαι παραινεῖ μεταχειρίσασθαί τι τῶν ἔργων, εἰ καὶ ἀπὸ εὐπορωτέ ρων ἀπορώτερος γέγονεν, ἵν αὖθις εὐπορήσῃ. Τοῦτο γὰρ ἄμεινον εἶναι, ὁποίαν ἂν ἔχῃ τὴν δαιμονίαν δόσιν, ἔργον τι μετιέναι, κἂν πλούσιός τις, κἂν πένης ἐστίν. Ἄμεινον δ οὖν ἶναι τοῦτο , ἀπὸ τῶν ἀλλοτρίων κτημάτων τὴν ψυχὴν τρέψαι ἐπὶ τὸ ἔργον, μελετήσαντα διὰ τούτου τῶν πρὸς τὸν βίον ἀνα καίων εὐπορῆσαι, κακοπραγιῶν μὲν ἀποσχόμενον, ἑαυτῷ πορίζοντα διατροφὴν , καὶ μὴ ἁπλῶς μετιέναι τὸ ἔργον. Ἀλλ’ μελετᾷς βίου φησί· τοῦτο δέ ἐστι μετὰ φροντίδος καὶ ἐπιμελεία προσιόντα τῷ ἔργῳ, δι οὗ συλλέξεις βίον. Ταῦτα μὲν παραι νεῖ, καὶ τὸ ΚΕΛΕΥΕΙΝ τοῦτο δηλοῖ. Τὸν δὲ ΑΕΣΙΦΡΟΝΑ ΘΥΜΟΝ, ἤτοι τὸν ἀερσίφρονα ῥητέον, ὅ ἐστιν ὁ μετέωρος και πρὸς μηδὲν τῶν ἀναγκαίων συντεταγμένος, ἢ τὸν βλαψίφρονα· τὸ γὰρ ἆσαι, τὸ βλάψαι σημαίνει. Τον οὖν μετέωρον θυμὸν τὸν βεβλαμμένον ἀξιοῖ τρέπειν ἀπὸ τοῦ ἀποβλέπειν εἰς τὰ ἀλ λότρια κτήματα εἰς τὸ ἐργάζεσθαι, καὶ διὰ τούτου ἐπιμελεῖσθαι τοῦ βίου. ΒΙΟΣ δέ ἐστιν , ἡ τῶν ἀναγκαίων περιποίησις, ἀφ ἧς ὑπάρχει τὸ βιοῦν καὶ ζῆν .

### 319

ΑΙΔΩΣ Δ’ ΟΥΚ ΑΓΑΘΗ. Καὶ τοῦτον καὶ τὸν ἑξῆς στίχον παρεμβεβλῆσθαι ληφθέντας ἀπὸ τοῦ Ὁμήρου, καὶ Πλούταρχος εἶπε. Δηλοῖ δ ὅμως δι’ αὐτῶν, ὅτι οὐ χρὴ αἰδεῖσθαι μετιέναι τι ἔργον, ἀφ’ οὗ βίον συλλέξεις· ἡ γὰρ χρεία κρείττων τῆς αἰδοῦς. Καὶ οὐκ ἂν εἴη ἡ αἰδὼς ἀγαθὸν, ἀλλ ἔστιν ὅτε καὶ βλαβερόν· τῶν γὰρ μέσων ἐστὶ καὶ καιροῦ προσδεόμενον. Ὅτι ὁ ἐνδεὴς οὐκ ὀφείλει αἰδεῖσθαι· τὸν γὰρ τοιοῦ τον οὐκ ἀγαθὴ αἰδὼς ἄγει.

### 321

ΑΙΔΩΣ ΤΟΙ ΠΡΟΣ ΑΝΟΛΒΙΗι. Διὰ τὴν αἰδῶ ταύτην ἄνολβος ἔσῃ καὶ ἄπορος, αἰσχυνόμενος ἐργάζεσθαι· διὰ δὲ τὸ θάρσος, τὸ ἀντικείμενον ταύτῃ τῇ αἰδοῖ, ὄλβος σοι περιέσται καὶ εὐπορία. Τὸ δὲ θάρσος ἐστὶ τὸ μὴ ἐπαισχύνεσθαι τὰ ἔργα δι ὧν προξενήσεις σαυτῷ τινα εὐπορίαν. Ἡ αἰδὼς και κὴ τῷ μὴ ἔχοντι, τῷ δὲ πλουσίῳ κακὸν τὸ θάρσος. Ἡ αἰδὼς σύνεστι τῇ πτωχείᾳ, τὸ αἰσχύνεσθαι ἐργάζεσθαι· τὸ δὲ πρὸς τὰς ἐργασίας θάρ σος σύνεστι τῷ πλούτῳ. Ἡ αἰδὼς σύνεστι τῇ πενίᾳ, πτωχὸς γὰρ οὐχ ὑφίσταται ἀπειλήν· θάρσος ἔπεται τῷ πλούτῳ, ὁ γὰρ πλοῦτος θάρσος τίκτει.

### 323

ΕΙ ΓΑΡ ΤΙΣ ΚΑΙ ΧΕΡΣΙ. Δύο γενικὰς διαφο ρὰς παραδίδωσι τῶν ἁμαρτημάτων ἐν τούτοις· τὴν μὲν δι ἔργων, τὴν δὲ διὰ λόγων. Ἢ γὰρ βιαζόμενοί τινες ἀδικοῦσι τυραννικῶς, ἢ ἀπατῶντες διὰ τῆς γλώσσης, οἷα δὴ πολλὰ εἰώθασι γίνεσθαι, διά τι κέρδος ἀπατῆσαν ὡς ἀγαθὸν, ἢ ἔρ γοις ἢ λόγοις τινῶν μετιόντων ἐκεῖνο τὸ κέρδος. Πάντες μὲν οὖν φανερῶς ἢ ἀφανῶς τὰ ἀλλότρια σφετεριζόμενοι, τὴν διὰ τῶν χειρῶν βίαν δείκνυνται. Το Τὸ γὰρ ἀκούσιον πᾶν, βίαιόν ἐστιν· ὥστε καὶ ὁ κλέψας, βιαίως ἐποίησε. Διότι οὐδεὶς ἂν ἑκὼν τοῦτο πάθοι· πάντες δὲ οἱ ψευδόμενοι καὶ ἐπιορκοῦντες, ἢ παραλογιζόμενοι, διὰ τῆς κατὰ τὴν γλῶσσαν ἀπάτης τοῦτο δρῶσι. Γενικαὶ κακίαι δύο, ἡ βία, καὶ τὸ ψεῦδος· καὶ ἡ μὲν βία τῶν χειρῶν καὶ τῶν ἔργων, τὸ δὲ ψεῦδος τῶν λόγων. Διαιρεῖται δὲ ἡ μὲν βία εἰς τυραννίδα, ἁρπαγὴν, κλοπήν· τὸ δὲ ψεῦδος εἰς συκοφαντίαν καὶ ἐπιορκίαν. ΕΙ ΓΑΡ ΤΙΣ ΚΑΙ ΧΕΡΣΙ. Ἐὰν γάρ τις τῇ δυνάμει τῶν χειρῶν ἁρπάξας, ἢ ψευσάμενος, ἢ ἐπιορκήσας κτήσηταί τι, τῇ φιλαργυρία τὸν νοῦν τυφλωθεὶς, αὐτός τε καὶ ὁ οἶκος αὐτοῦ φθείρεται, καὶ ἐπ’ ὀλίγον χρόνον ἔσται ὁ πλοῦτος αὐτοῦ.

### 326

ΑΝΑΙΔΕΙΗ ΚΑΤΟΠΑΖΗί. Τοῦτο συνεχὲς τῆς διανοίας ἐστὶν, εἴτις ἢ βιαίως ἀλλότριον πλοῦτον ἀφέληται, ἢ ἀπατήσας, οἷα συμβαίνει τοῖς διὰ τὸ κέρδος ἐπὶ ταῦτα ὁρ μῶσι τὰ ἔργα, ἢ ἐπὶ λόγους τοιούτους. Εἴτις οὖν εὔπορος οὕτω γένηται, καὶ τὴν αἰδῶ ἡ ἀναίδεια νικήσει· τοῦτο γὰρ τὸ, κατοπάζειν τὸν τοιοῦτον πάντες οἱ θεοὶ ἀμαυροῦσιν, ὅπερ δηλοῖ τὸ, ἀφανίζοντες αὐτοῦ τὴν ζωὴν καὶ τὸν οἶκον ἐλαττοῦντες τιμωρίαν ἐπάγουσι τῆς ἀπὸ τῶν ἀλλοτρίων εὐπορίας, καὶ ἐπ ὀλίγον ὁ τοιοῦτος γενόμενος πλούσιος, ἀπόλλυσι τὴν περιουσίαν, διὰ τὴν ἀπὸ ἀδίκων ἔργων ἢ λόγων περιποίησιν. Ἡ αἰδὼς ὄπισθεν οὖσα καὶ παρευδοκιμηθεῖσα τὴν ἀναίδειαν ἔχει ἔμπρο σθεν ὡς νικήσασαν, καὶ ἀκολουθεῖ κατόπιν αὐτῆς.

### 329

ΙΣΟΝ Δ’ ὋΣΘ’ ἹΚΕΤΗΝ. Διά τούτων καὶ τῶν ἑξῆς εἰρημένων στίχων ὀκτώ, τοῖς εἰρημένοις ἁμαρτήμασιν, οἷς ἔφατο δίκην ἀκολουθεῖν παρὰ τῶν θεῶν, ἄλλα συναριθ μεῖ δι’ ἔργων ἁμαρτήματα, ἀπὸ ἀνοσίου γινόμενα ζωῆς· ταῦ τα δέ ἐστιν ἱκέτην παριδεῖν, εἰς ξένους κακουργεῖν, ἀδελφοῦ διαφθείρειν εὐνὴν, ἁμαρτάνειν περὶ ὀρφανούς, ὑβρίζειν εἰς γονέας γέροντας. Παντὶ γὰρ τῷ τοιούτῳ φησὶν ὁ ΖΕΥΣ ΑΓΑΙΕΤΑΙ, τουτέστι μέμφεται καὶ τιμωρίαν ἐπάγει. Διαφερόντως δὲ τοῦ Διὸς ἐμνημόνευσεν, ἐπειδὴ πάσας εἰς τὸν θεὸν τοῦτον ἀνῆγον τὰς τοιαύτας προσηγορίας, Ἱκέσιον και λοῦντες ὡς ἔφορον τῶν ἱκετῶν, καὶ Ξένιον ὡς τῶν ξένων προστάτην, Ὁμόγνιον ὡς τῶν συγγενῶν μάλιστα φύλακα, καὶ τῶν πρὸς τοὺς ὁμογνίους καθηκόντων. Οὕτω γὰρ καὶ τῶν ἐν ὀρφανίᾳ ζώντων αὐτὸν ἔλεγον κηδεμόνα, πατέρα νομίζοντες πάντων, καὶ ὧν οὐκ εἰσὶν ἄνθρωποι πατέρες, καὶ βοηθὸν τῶν ἀδικουμένων πατέρων ὑπὸ τῶν παίδων. Ἀγάλματα γάρ εἰσιν οἱ πατέρες τοῦ πάντων πατρὸς, τοῦ Διός· οἱ δὲ εἰς τὰ ἀγάλ ματα τῶν θεῶν δυσσεβεῖς, εἰς αὐτοὺς ἀναφέρουσι τοὺς θεοὺς, ὧν τὰ ἀγάλματα, τὴν δυσσέβειαν, ὥστε εἰκότως ἔφη τὸν Δία καὶ νεμεσᾷν τούτοις, καὶ πᾶσιν ὁμοῦ τῶν ἀδίκων ἔργων, ἅπερ διηριθμήσατο, χαλεπὴν ἀποδιδόναι ἔκτισιν. Αὕτη γὰρ ἡ ἀμοιβὴ τῶν ἀδικημάτων τιμωρία τις οὖσα τῆς ἀδικίας ἀκόλουθος.

### 338

ΚΑΛΔΥΝΑΜΙΝ Δ’ ΕΡΔΕΙΝ. Τὸ μὲν θύειν, ὅπερ εἰώθασιν οἱ νεώτεροι λέγειν, ἔρδειν ὠνόμαζον οἱ παλαιοὶ, καὶ ῥίζειν. Τὸ δ ἀπάρχεσθαι τῶν παρόντων διὰ τοῦ θύειν ἐδήλουν, καὶ θυηλὰς τὰς ἀπαρχὰς ἐκάλουν. ὁ δ ἐν πυρὶ βάλλε θυηλάς φησιν Ὅμηρος. Ἀμφοτέρων οὖν ὁ Ἡσίοδος κελεύει λιπαρῶς ἀντέχεσθαι, κατὰ δύναμίν τε ἱερὰ ῥίζοντας, ἀφ ὧν εὐποροῦ μεν, ἁγνῶς καὶ καθαρῶς, καὶ θυέεσι καὶ σπουδαῖς ἱλασκομέ νους τοὺς θεοὺς ἀρχομένης μέρας· τοῦτο γὰρ τὸ, ὅτ ἂν φάος ἱερὸν ἔλθῃ, καὶ εἰς ὕπνον τρεπομένους, νυκτὸς ἐπιούσης. Τὸ μὲν οὖν κατὰ δύναμιν ἔρδειν ἀφαιρεῖται πᾶσαν τὴν πολυτέλειαν ἐπὶ τῇ προφάσει τῆς εὐσεβείας ἡδυπάθειαν εἰσάγουσαν. Καλῶς οὖν τοῦ Λάκωνος εἰπόντος, ὃς ἐρωτηθείς, διὰ τί εὐτελῆ θύουσιν; ἔφη, ὅτι ἵνα πολλάκις θύωσιν. Οὕτω γὰρ καὶ Νουμάς ’Ῥωμαίοις, ὡς Λυκοῦργος Λακεδαιμονίοις προσέταξεν, ἀπὸ τῶν εὐτελεστάτων θύειν. Τὸ γοῦν μὴ ὑπερβάλλειν τὴν περιουσίαν ἐν τῇ θεραπείᾳ τῶν θεῶν πρεπωδέστατόν ἐστι παράγγελμα τοῖς εἰς αὐτὸ μόνον βλέπουσι τὸ ὅσιον· τὴν δ ἁγνείαν καὶ καθα ρότητα μάλιστα προηγουμένως δεῖ σπουδάζεσθαι τοῖς ἱερουρ γεῖν μέλλουσι, τὴν μὲν ἐν αὐτῇ τῇ ζωῇ· τοιαύτη δέ ἐστιν, ὅση ἂν ἐξάντης ᾖ πάσης ἀσελγείας, πάσης ἀδικίας, πάσης ἐμπαθείας, ταύτην γὰρ ἂν εἴποιμεν κυρίως ἁγνεύειν· καὶ μετὰ ταύτην, τὴν ἀποχὴν τῶν βρωτῶν καὶ τῶν ποτῶν κατὰ τὰ πά τρια ἔθη· καὶ γὰρ ἄλλα ἄλλοις ἐστὶν, ὧν ὁ μετασχὼν εἴρχεται τῶν νομίμων θυσιῶν· τὴν δὲ ἐν τοῖς ὀργάνοις πᾶσι καὶ τοῖς ἱεροῖς τόποις, ἐν οἷς δεῖ θύειν, καὶ τοῖς περὶ τὸ σῶμα ἡμῶν κόσμοις. Γελοῖον γὰρ τοῖς καθαρωτάτοις προσιόντας οἷς θύ ουσιν, ἀκαθάρτοις χρῆσθαί τισιν, ἢ ἐν τοῖς μεμολυσμένοις οἴκοις τοῦτο πράττοντας, ἢ μοῖραν τῷ ἱερῷ προσάγοντας ἔκ τινος μεμιασμένης ἐνεργείας, ἢ ἐσθῆτα φέροντας ἀκάθαρτον, ὅπου γε καὶ τῷ πάντα καθαίροντι πυρὶ παρήγγελται χρῆσθαι μὴ ἐξ ἀκαθάρτου οἰκίας ληφθέντι. Το αὖ ἱλάσκεσθαι τοὺς θεοὺς ταῖς ἀπαραλήπτοις σπονδαῖς, καὶ τοῖς μετὰ τούτων θυέεσιν, ἀρχομένης ἡμέρας ἢ νυκτὸς, οἷον ψαιστοῖς ἢ ἄλλοις τισὶ τοιούτοις, ἐνδείκνυται· καὶ ὅτι χρὴ ταῖς τοιαύταις ἀπαρχαῖς ταῖς εὐπορίστοις ἀπάρχεσθαι τῶν προσόδων αὐτοῖς, διὰ τῆς συνεχείας τηροῦντας αὐτῶν τὸ πρὸς ἡμᾶς εὐμενές· ἡ γὰρ ἱλέωσις οὐκ ἐκείνοις προστίθησιν ἃ μὴ εἶχον, ἀλλ’ ἡμᾶς ἐπιτηδει οτέρους ποιήσει πρὸς τὸ μενόντων αὐτῶν ἀεὶ τούτων οἷοί πέρ εἰσι μετέχειν ἀκωλύτως· καὶ τοῦτο δηλοῖ τὸ εὐμενὲς, τὸ μένειν ἡμῖν τὸ εὖ ἀεὶ παρὰ τῶν θεῶν, καὶ ὡς ἐκεῖνοι διαμένουσιν ἀεὶ ὅμοιοι ὄντες.

### 344

ΤΟΝ ΦΙΛΕΟΝΤ’ ΕΠΙ ΔΑΙΤΑ. Ταῦτα καὶ τὰ ἑπόμενα τούτοις περὶ τῶν πρὸς τοὺς φίλους καὶ γονέας καθηκόντων ἔχει τὴν παραίνεσιν οὐκ ὄντα ἠθικὰ, ὥς τισιν ἔδοξεν, ἀλλ εἰς εὐγενὲς ἦθος καὶ δεξιὸν προσάγοντα τὸν πειθόμενον. Οὐ γὰρ δεῖ τὰ αὐτὰ φίλοις καὶ ἐχθροῖς ἀποδιδόναι, οὐδ ὁμοί ὡς ἑκατέρους ὁμοτραπέζους ποιεῖσθαι καὶ ὁμοσπόνδους, ἡγου μένους καὶ τράπεζαν βωμὸν εἶναι τῆς ἑστίας καὶ πάντων τῶν τὴν τροφὴν δωρησαμένων. Θύειν μὲν οὖν καὶ ἡμῖν νόμος πρὸ τοῦ τῆς τροφῆς ἅψασθαι· δεῖ οὖν μὴ τοὺς ἐχθροὺς ἄγειν ἐπὶ δαῖτα φιλίαν δὴ ὑποκρινομένους, ἀλλὰ τοὺς ὄντως φίλους, οἷς καὶ κοινωνεῖν ὅσιον, ὡς τῆς ἄλλης φιλίας οὕτω καὶ ἁλῶν καὶ σπονδῶν καὶ ἑστίας θεῶν καὶ φιλοφροσύνης. Καὶ γὰρ εἰ ὡς ἔτυχε καὶ τοὺς ἐχθροὺς ἑστιῶμεν, τί ποιήσομεν ἐκείνων ἡμᾶς ἐν μέρει καλούντων ἐπὶ τὰ ὅμοια; Μὴ ὑπακούοντες γὰρ ἀδικήσο μεν τοὺς ὑπακούσαντας, ὑπακούοντες δὲ προησόμεθα ἑαυτοὺς ἀνθρώποις ἀπεχθώς διακειμένοις. Ταῦτα μὲν οὖν περὶ τῶν φίλων καὶ ἐχθρῶν τῆς συνεστιάσεως. Τὸν δὲ γείτονα τοῦ μὴ γείτονος αἱρετώτερον εἰς τοιαύτην ἡγεῖσθαι κοινωνίαν· δῆλον μὲν οὖν ὅτι λέγεται τῆς φιλίας κοινῆς οὔσης, οὐ γάρ που τὸν μὴ φίλον, γείτονα δὲ, δι αὐτὸ τοῦτο παραινεῖ μᾶλλον τοῦ φίλον ποιεῖσθαι συνέστιον, προειπὼν τὸν φιλέοντα ἐπὶ δαῖτα καλεῖν· τούτου δὲ ὄντος φανεροῦ, πῶς οὐκ εὔλογον πλέον τοῖς γείτοσι νέμειν, ἢ τούτους μὲν παρεῖναι, τοὺς δὲ μὴ γείτονας εὐφραίνειν ταῖς φιλοτησίαις; Οὐδὲ γὰρ τὰς γειτονίας ἴσως οἴεσθαι δεῖ μάτην ἡμῖν ἀπονέμεσθαι τοιῶν ἢ τοιῶν ἀνθρώπων θεό θεν, ἀλλὰ καὶ τοῦτο εἰς τάξιν εἱμαρμένης φέρειν ἔχειν, καὶ προσήκει καὶ πρὸς ταύτην ἀφοσιοῦσθαι τὸν ἔχοντα νοῦν τρό πον γάρ τινα καὶ ὁ γείτων ἡμῖν σύνοικός ἐστι καὶ ὁμωρόφιος.

### 346

ΕΙ ΓΑΡ ΤΟΙ ΚΑΙ ΧΡΗΜ’ ΕΓΚΩΜΙΟΝ. Ταῦτα τὴν τῶν γειτόνων εἰς τὸ βοηθεῖν ἡμῖν ἐν ταῖς χρείαις προθυ μίαν παρίστησιν, ἀζώστων ἐκτρεχόντων καὶ μονονουχί γυμνῶν, μὴ δεομένων περιμεῖναι ζωσαμένους ἐξελθεῖν· ἀλλ ἅμα τῷ συναισθέσθαι τῆς χρείας, τὴν παρ’ ἑαυτῶν συμμαχίαν ἕτοιμον παρεχόντων. Τοὺς συγγενεῖς ὁπωσοῦν ἐκάλεσε πηοὺς, τοὺς ἐξ ἐπιγαμίας συναφθέντας λέγων, οὕτω δεομένους καὶ ζώσασθαι καὶ στείλασθαι τοιῶσδε, καὶ οὕτωσὶ προσελθεῖν σἴκοθεν, ἵν ἐπαμύνωσιν ἡμῖν δεομένοις. Τὸ μὲν ΕΓΚΩΜΙΟΝ ΧΡΗΜΑ δηλοῖ τὴν χρείαν τὴν συμπίπτουσαν πᾶσι τοῖς ἐν τῷ αὐτῷ δήμῳ κατοικοῦσι· κώμας γὰρ ἐκάλουν τοὺς δήμους, ἢ ἀπὸ τῶν χωμάτων ἃ περιέβαλον ταῖς οἰκήσεσιν, εὐερκεῖς αὐτὰς ποιοῦντες, ἢ κατὰ τὴν τοῦ διατρίβοντος ἔξω τῶν οἰκήσεων ἕνεκα τῶν ἔρ γων. διὰ τὸ κοιμᾶσθαι καὶ ἀναπαύεσθαι, καὶ τὰς οἰκήσεις ποι εῖσθαι· διὸ καὶ τὰ συστήματα τῶν οἰκήσεων, κώμας ὠνόμαζον. Τὸ δὲ ΕΖΩΣΘΑΙ, δύναται μὲν δηλοῦν τὸ ἄοπλον καὶ τὸ ὡπλισμένον· καὶ γὰρ Ὅμηρος τὸ ὁπλίζεσθαι, ζώννυσθαι, προσεῖπε ζώννυσθαι ἄνωγεν ’Ἀργείους. ἢ τὸ μὴ δὲ ζώνης δεηθῆναι, ὡς ἐπὶ ἔργον ἐξιόντας, δεόμενον τοῦ μὴ ἐμποδίζειν τὸν χιτῶνα χωρὶς ζώνης περικεχυμένον εἰς τὸ ἔργον, ἀλλὰ τὴν προθυμίαν φθάσαι τὸν ἐν τούτῳ λογισμόν ὥσπερ τὸ ζώσασθαι, τὸ διὰ τὴν εἰρημένην τῆς ζώνης περίθεσιν ἀναβολὴν παρασχεῖν τῇ πρὸς τὴν καλοῦσαν χρείαν απροφασί στως παρρησία.

### 348

ΠΗΜΑ ΚΑΚΟΣ ΓΕΙΤΩΝ. Ταῦτα καὶ διὰ τῆς ἱστορίας ὁ Πλούταρχος ἐπιστώσατο· καὶ γὰρ Αἰτωλοὺς καὶ Ἀκαρνάνας Ἕλληνας ὄντας καὶ γείτονας ἐκτρίψαντας διὰ πλεο-νεξίαν ἀλλήλους, καὶ Χαλκηδονίους καὶ Βυζαντίους διὰ ἔμφυτον δυσμένειαν περὶ σκαλμοῦ διενεχθέντας ἐν τῷ Βοσπόρῳ ναυμαχήσαντας, καὶ ἐπὶ τῶν ἰδιωτικῶν γειτνιάσεων πολλὰ μὲν ἀγαθὰ συμβαίνειν διὰ ταύτας, ὡς ἐπὶ Φλάκκου και Κάτωνος· πολλὰ δὲ τὰ ἐναντία, Τὰς γὰρ γειτνιάσεις, ἀφορμὰς προξενεῖν ἐνί οτε πολλῶν ἐπηρειῶν. Αὐτὸς μὲν οὖν τὸν βοῦν εἰς παράδειγμα παρέλαβε· δεῖ δὲ ἐκτείνειν ἐπὶ τὰ ὅμοια τὸν λόγον, ὡς οὐκ ἂν οὐδὲν ἀπόλοιτο διὰ τὸν γείτονα. Πρὸς ἃ καὶ οἱ παλαιοὶ νόμοι βλέποντες, ἐδικαίωσαν τῶν ἀπολλυμένων τοὺς γείτονας συναλλαγμάτων,

### 350

ΒΟΥΣ ΑΠΟΛΟΙΤ”. Λέγεται ὅτι Θεμιστοκλῆς χωρίον πιπράσκων ἐκέλευσε κηρύττεσθαι, ὅτι ἀγαθὸν ἔχει γείτονα. Ἔνιοι δὲ βοῦν ἐδέξαντο τὴν γυναῖκα ἀπὸ τοῦ ἀλφεσίβοια, ὅτι οὐδ ἂν γυνὴ μοιχευθείη, εἰ μὴ γείτων κακὸς εἴη. Ἢ οὐ μό νον τὸν κατὰ τὴν κώμην γείτονα, ἀλλὰ τὰ κτήνη τὰ ἐν τῇ ἀγροικίᾳ, ἢ πᾶν ὁτιοῦν κτῆμα.

### 351

ΕΥ ΜΕΝ ΜΕΤΡΕΙΣΘΑΙ. Ὁποῖον εἶναι παρακε λεύεται. Μετρεῖσθαι γὰρ καλῶς, τοῦτο δέ ἐστιν, ὁμολογοῦντα χάριν ἐν τῷ μετρεῖσθαι τῷ μετροῦντι, καὶ ἀποδιδόναι τὰ δοθέντα παρὰ τοῦ γείτονος, ΑΥΤΩΝ ΤΩΝ ΜΕΤΡΩΝ, Τοῦτο μὲν οὖν ὡς ἀναγκαῖον τὸ δὲ ΑΙΚΕ ΔΥΝΗΑΙ ΚΑΙ ΛΩΙΟΝ, ἵνα τι κερδάνῃ καὶ ὁ γείτων ἄρξας τῆς χάριτος, ὡς μὴ μόνον, ὅσον ἐλάβομεν, ἀποδιδόναι, μετὰ δέ τινος προσθήκης τῆς ἡμῖν δυνατῆς. Τοῦτο γὰρ καὶ ποιήσει καὶ ἡμᾶς αὖθις χρήζοντας τυχεῖν ἐπαρκοῦντος τοῦ γείτονος. Ἡ γὰρ περὶ τὰ μικρὰ τῶν συναλλαγμάτων ἔλλειψις τῆς χάριτος ἐμποδὼν γίνεται ἡμῖν περὶ τὰ μείζονα, προδιαβάλλουσα τὴν τῶν λαμβανόντων γνώμην, ὡς ἀχάριστον· τοῦ δὲ πρέποντος τυχοῦσα προξενεῖ καὶ τὴν ἐν τοῖς μείζοσι τῆς χρείας ἐπλήρωσιν.

### 354

ΜΗ ΚΑΚΑ ΚΕΡΔΑΙΝΕΙΝ. Τὰς ἄτας ταῖς ζημίαις εἶναι τὰς αὐτάς φησι, τὰ δὲ κέρδη περιποιητικὰ τινῶν ὠφελημάτων. Ὅσοι οὖν κακὰ κερδαίνουσιν, οὗτοί εἰσιν οἱ αἰ σχροκερδεῖς. Τὰ δὲ κέρδη ταῖς ζημίαις ἶσα κερδαίνουσι· διὰ γὰρ τὴν αἰσχροκέρδειαν ταύτην μείζοσιν ἔσθ ὅτε ζημίαις ἐνίσχονται.

### 355

ΤΟΝ ΦΙΛΕΟΝΤΑ ΦΙΛΕΙΝ. Τούτους ὁ Πλού ταρχος ἐκβάλλει τοὺς στίχους. Ο γὰρ μέλλων λέγειν ὅτι τοῖς ἀγαθοῖς τὸ διδόναι προσήκει, καὶ ὡς χαίρουσι διδόντες, ἄτοπος ἂν εἴη λέγων καὶ διδόναι τῷ διδόντι, καὶ μὴ διδόναι τῷ μὴ διδόντι. Οὕτω γὰρ ἂν τὰς δόσεις ἀναγκαίας ἐποίει, τὰς δὲ προκαθηγουμένας τῶν εὐεργεσιῶν ἐξέκοψεν.

### 356

ΔΟΜΕΝὋΣ ΚΕΝ ΔΩι. Εἰς ἀπανθρωπίαν παρεισ ίησι τὸν βίον ὁ Ἡσίοδος· εἰ γὰρ ἐκδεξόμεθα μὴ μεταδιδόναι τισὶν, ἕως οὗ λάβωμεν, οὐδὲν οὔτε ληψόμεθα οὔτε δώσομεν ἀλλ ἃ βούλεται λέγειν, τοιοῦτόν ἐστι· τῷ μέντοι μεταδοτικῷ, εἰ καὶ μηδὲν ἔχει, φαίνοιτο δὲ ὅτι ἀεὶ ἐδίδου εἴπερ εἶχεν, μετε δίδου τῷ τοιούτῳ. Αὐτὸς γάρ φησιν ἐπεξηγούμενος, δώτῃ μέν τις ἔδωκε, τουτέστι τῷ μεταδοτικῷ ἔδωκέ τις· τῷ δὲ μὴ οὐκ ἔδωκε.

### 357

ΔΩΤΗ ΜΕΝ ΤΙΣ ΕΔΩΚΕ. Τον δότην καὶ ἀδό την, οὐ λέγει τὸν δεδωκότα πρότερον ἢ μὴ δεδωκότα, καὶ γὰρ ἂν καὶ τοῦτο ὑπεναντίως ἔλεγε τοῖς περὶ τῶν ἀγαθῶν δόγμασιν, ἀλλὰ τὸν δωρητικὸν χαρίτων ἐμμελῶν καὶ χαριέντων καὶ μὴ δωρητικόν. Ο Πλούταρχος εικάζει τοὺς τοιούτους, ὅσοι προαίρε σιν δωρητικὴν ἔχουσι, τοῖς σφαιρίζουσιν, οἳ λαβόντες τὴν ὑπ’ ἀλλήλων ῥιφεῖσαν σφαίραν, οὔτε κατέχουσιν, οὔτε ἀντιπέμπουσι τοῖς μὴ εἰδόσι σφαιρίζειν, ἀλλὰ τοῖς ἀντιπέμψαι δυναμένοις.

### 358

ΔΩΣ ΑΓΑΘΗ. Τὴν μὲν δωρεὰν ἀγαθόν τι τῷ λαβόντι γίνεσθαι, τὴν δὲ ἁρπαγὴν ὀλεθρίαν εἶναι τῷ ἁρπάσαντι. Καὶ τὴν αἰτίαν προσέθηκε, τὸν μὲν ἑκουσίως δόντα, καὶ εἰ μέγα τι δοίη, λέγων ἐφ ᾧ δίδωσι χαίρειν ὡς εὐεργέτην· τὸν δὲ ἀκουσίως ἀφηρημένον, καὶ εἰ μικρὸν εἴη τοῦτο, παχνοῦσθαι καὶ ἀλγύνεσθαι διὰ τὴν ἀκούσιον ἀφαίρεσιν. Εὖ δὲ καὶ τὸ τὸν ἑκου σίως δόντα εἰπεῖν τέρπεσθαι ὃν κατὰ θυμόν. δόσιν αὐτὸν κηρύττειν, ἀλλ ἐν ἑαυτῷ στέγειν, καὶ ἔνδον ἔχοντα τὴν ἐνέργειαν ἐπ’ αὐτῇ χαίρειν. Οὕτω γὰρ ἔσται δῆλος οὐχὶ διὰ τὸν ἔπαινον δοὺς τὸν παρὰ τῶν ἄλλων, ἀλλὰ δι’ αὐτὸ τὸ καλὸν τῆς δόσεως εἶναι τὸ ἔργον. Εἶπε γὰρ Μισθός δ ἀνδρὶ φίλῳ εἰρημένος. Οὐ γὰρ δεῖ τὴν Τούτους δέ τινες τοὺς στίχους ἐξέβαλον· ὁ δὲ Πλούταρχος ἔγω κρίνει. Δεῖν γὰρ καὶ τὸν φίλον συνεργὸν παραλαμβάνειν ἐπὶ ὡρισμένῳ μισθῷ· ἔχθραν γὰρ προξενεῖ τὸ τῆς ἀμοιβῆς μετὰ τὸ ἔργον ἐλλιπὲς ἀδόκητον ὑπάρξαν) τούτῳ δ ὅμοιον, καὶ τὸ τὰ πρὸς τοὺς ἀδελφοὺς συναλλάγματα μὴ ἀμάρτυρα ποιεῖσθαι, τὸ δ ἐπαχθὲς ἀφαιρῶν εἶπεν, ὅτι γελάσας, τουτέστιν ὡς παίζοντας καὶ μὴ σπουδάζοντας πολλοὺς καὶ ἀπολέσθαι διὰ τὸ πιστεῦσαί τισιν οἷς ἀπιστεῖν δέον, ἀπιστῆσαι δὲ πάλιν οἷς πιο στεῦσαι δέον. Διὸ χρεία τῆς ἐπὶ τῶν μαρτύρων ὁμολογίας, καὶ ἐπὶ τῶν ἀδελφῶν καὶ ἐπὶ τῆς τοῦ μισθοῦ προομολογίας, καὶ ἐπὶ τῶν φίλων.

### 363

ΕΙ ΓΑΡ ΚΕΝ ΚΑΙ ΣΜΙΚΡΟΝ. Δοκεῖ μὲν ἀπηρ τῆσθαι τοῦτο τοῦ προῤῥηθέντος· ἔχει δὲ καὶ συνέχειαν. Ἐπειδὴ γὰρ εἶπεν ὅτι κἂν ᾖ σμικρὸν τὸ ἀφαιρεθὲν, παχνοῖ τὸν ἀφαιρε θέντα διὰ τὴν ἀκούσιον ἀφαίρεσιν, ἐπήγαγεν, ὅτι τὸ σμικρὸν ἐπισωρευόμενον μὲν μέγα τι γίνεται, ἀφαιρούμενον δὲ εἰς τὸ μηδὲν καταλήγει· ὥστε εἰκότως λυπεῖ καὶ τὸ σμικρὸν ἀφαιρού μενον. Καὶ εἰ τοῦτο ἀληθὲς, ὀρθῶς Ἀριστοτέλης ἔλεγεν, ὅτι χείριστον τῶν ἐν τῷ βίῳ τὸ ΜΗ ΠΑΡΑ ΤΟΥΤΟ λεγόμενον. Εἰ γὰρ καταφρονοῦτο ὡς μικρὸν ἕκαστον, καὶ ἐπιλέγοιμεν μὴ παρὰ τοῦτο, κακῶς πράξοιμεν. Ἐν μὲν οὖν οἰκονομίαις λιμώ ξομεν τοῦτο ἀεὶ ἐπάδοντες, ἐν δὲ τῇ διαίτῃ νοσήσομεν, πολλάκις μὲν παρορῶντες τὸ ὀρθὸν, λέγοντες δὲ ταύτην τὴν φωνήν· ἡ γὰρ καθ ἓν ἕκαστον ἔλλειψις μεγάλην ἀθροίζει τοῖς παρορῶσι τὴν βλάβην.

### 365

ὋΣ Δ’ ΕΠ’ ΕΟΝΤΙ ΦΕΡΕΙ. Εἰ αἱ κατὰ σμικρὸν ἀφαιρέσεις εἰς τὴν τοῦ παντὸς ἀπώλειαν ἄγουσιν, αἱ κατὰ σμικρὸν προσθέσεις ἀεὶ ἐπὶ τὸ πλεῖον ὁδεύουσαι, καὶ τῶν ἤδη προστεθέντων πλεῖον ἐπάγουσαι, δῆλον ὡς εὐπορίαν περιποιοῦσι. Τοῦτο οὖν καὶ κατακείμενον, ὅσον ἀεὶ ἐπισυνάγεται καὶ θησανρίζεται, μὴ λυπεῖν τὸν συνάγοντα· τὴν δ ἀφαίρεσιν λυπεῖν, ὡς εἴρηται, διὰ τὴν ἐλπιζομένην διαφόρησιν, τοιαύτης ἀφαι ρέσεως γινομένης πολλάκις ἀκουσίου τοῖς ἀπολλύουσιν.

### 366

ΟΥΔΕ ΤΟ Γ’ ΕΙΝ ΟΙΚΩΙ. Οὐδὲ τὸ ἔχειν, φησὶ, πάντα ἐν τῷ οἴκῳ, σαπρόν· κρεῖσσον γὰρ τὸ εἰπεῖν εἴσελθε φέρε, ἢ τὸ ἔξελθε φέρε· καὶ γὰρ τὰ ἐν τῷ οἴκῳ κείμενα ἀσφα λέστερα εἰσιν· εἰ γὰρ ἐν ἀγρῷ ἔχει τις οἶνον ἢ σῖτον, οὐχ εὐχε ρές ἐστιν εἰσιέναι καὶ φέρειν.

### 368

ΕΣΘΛΟΝ ΜΕΝ ΠΑΡΕΟΝΤΟΣ ΕΛΕΣΘΑΙ. Ὅτι πρὸ τῶν χρειῶν εὐτρεπίζειν δεῖ τὰ ἐσόμενα χρήσιμα πρὸς τὰς χρείας, ἐκ τούτου διδασκόμεθα. Τότε γὰρ ἀπὸ τῶν παρόντων χρησόμεθα πᾶσιν, ὅτ ἂν αὐτὰ προευτρεπισμένα ἔχωμεν· καν ἐν τῷ παρόντι οὖν ἄχρηστον ᾖ τι, φυλακτέον αὐτὸ πρὸς τὴν χρείαν, εἰ μέλλοι ποτὲ χρήσιμον ἔσεσθαι· πῆμα γὰρ εἶναι τῷ θυμῷ, χρήζειν μέν τινος, ἀπεῖναι δὲ τοῦτο χρηζόντων ἡμῶν.

### 370

ΑΡΧΟΜΕΝΟΥ ΔΕ ΠΙΘΟΥ ΚΑΙ ΛΗΓΟΝΤΟΣ. Καὶ ἐν τοῖς πατρίοις ἐστὶν ἑορτὴ Πιθοιγία, καθ ἣν οὔτε οἰκέ την οὔτε μισθωτὸν εἴργειν τῆς ἀπολαύσεως τοῦ οἴνου θεμιτόν ἦν, ἀλλὰ θύσαντας πᾶσι μεταδιδόναι του δώρου τοῦ Διονύ σου· καλῶς οὖν εἴρηται δεῖν ἀρχομένου πίθου κορέσασθαι, καὶ τῇ ἑορτῇ συμφώνως· δεῖ δὲ καὶ φειδοῦς ταμιευομένοις τὴν ἀπόλαυσιν, ὥστε καὶ εἰσαὖθις ἡμῖν γενέσθαι καὶ αὖθις. Εἰ δὲ ἀπαναλωθέντος τοῦ πλείστου τὸ λειπόμενον ὀλίγον εἴη, χαλεπὴν εἶναι τὴν φειδῶ· τότε γάρ φησι τάχα ἂν καὶ τραπείη καὶ ἄχρη στον γένοιτο τοῖς φεισαμένοις. Τὸ μὲν οὖν ἀρχομένου κορέσασθαι, παιδεύει πρὸς κοινωνίαν, τὸ δὲ μεσσόθι φείδεσθαι, πρὸς οἰκονομίαν· τὸ δὲ χαλεπὴν εἶναι τὴν ἐν τῷ πυθμένι φειδῶ, πρὸς ἀπόλαυσιν τῶν κατὰ καιρόν. ΑΡΧΟΜΕΝΟΥ ΔΕ ΠΙΘΟΥ. Ἕνα ἀκριβὴς ᾗ ἡ παραίνεσις, καὶ περὶ τῶν εὐτελῶν λέγει· τινὲς δὲ ἀλληγορικῶς λέγουσι τὸν λόγον εἶναι τῆς ἡλικίας, ὥστε ἀρχόμενον αὐτὸν καὶ γηρῶντα ἀπολαύειν, κατὰ δὲ τὴν μέσην ἡλικίαν ἐργάζεσθαι. Ἵνα εἴπῃ, κατὰ τὴν ἀρχὴν καὶ κατὰ τὸ τέλος τοῦ πίθου ἐσπουδασμένως πίνειν ὡς ἀσθενεστέρου· ὁ γὰρ μεταξὺ οἶνος ἰσχυρότερος ἅμα καὶ ἐπίμονος.

### 375

ΜΗ ΔΕ ΓΥΝΗ ΣΕ ΝΟΟΝ. Τὸν ἄτοπον τῶν γυναικῶν καλλωπισμὸν διὰ τῶν περιβλημάτων δηλοῖ, τὸν ἐπίθετον, καὶ τὴν ἑταιρικὴν κολακείαν τὸ αἱμύλα κωτίλλειν. Δεῖ οὖν ὑπὸ τούτων μὴ ἀπατᾶσθαι· ταῦτα γὰρ γυναικὸς εἶναι καλλωπιστικῆς καὶ ἀπατηλῆς, ὁρώσης εἰς ἀπάντησιν τῆς καλιᾶς. ΚΩΤΙΛΛΟΥΣΑ δὲ σημαίνει, ἡδέα λέγουσα· καὶ γὰρ τὴν χελιδόνα κωτίλλειν λέγει, ὡς ἔστι παρὰ Ἀνακρέοντι κατίλη χελιδών. ΠΥΓΟΣΤΟΛΟΣ, Οἱ μὲν τὴν μαστρωπον λεγομένην, ἤγουν τὴν προαγωγὸν, οἱ δὲ αὐτὴν τὴν γυναῖκα τὴν ἑταιρίδα, τὴν περὶ τὴν πυγὴν στολιζομένην, τουτέστι κοσμοῦσαν ἐκεῖνα τὰ μέρη πανούργως τοῖς ἱματίοις· στέλλειν γάρ ἐστι τὸ κοσμεῖν. Ἄλλοι, τὴν κοσμοῦσαν τὰς χεῖρας· πυγούσιον γὰρ ὁ πήχυς κε καμμένων τῶν δακτύλων λέγεται στόλος καὶ ἡ πορεία.

### 377

ὋΣ ΔΕ ΓΥΝΑΙΚΙ ΠΕΠΟΙΘΕ. Τοῦτον Πλούταρχος χαράττει τὸν στίχον. Σημαίνειν δὲ τοὺς φηλήτας τοὺς ἀφαιρεῖσθαί τι καὶ ἐκφορεῖν ἐθέλοντας, παρὰ τὸ ἀφαιρεῖν καὶ ὑφελεῖν τοῦ ὀνόματος αὐτοῖς τεθέντος.

### 378

ΜΟΥΝΟΓΕΝΗΣ ΔΕ ΠΑΙΣ. Δόξειεν ἂν ἄτοπος ὁ στίχος εἶναι καὶ ἀγανακτοῦντος, ὅτι γέγονεν οὐ μόνος τῷ πατρί. Μήποτε, φησὶν ὁ Πλούταρχος, καὶ Πλάτων ἕπεται τῷ Ἡσιόδῳ, καὶ Ξενοκράτης, καὶ Λυκοῦργος πρὸ τούτων· οἳ πάντες ᾤοντο δεῖν ἕνα κληρονόμον καταλιπεῖν· καὶ τοῦτο ἦν τὸ ὑπὸ Ἡσιόδου λεγόμενον. Δοκεῖ δὲ ἡ λέξις εὐχομένου εἶναι καὶ οὐ συμβουλεύοντος. Τὸ γὰρ σώζοι πατρώϊον οἶκον, εὐκτικόν ἐστιν, ὥστε εἶναι τὸν λόγον, Εἰ καὶ μὴ πλείους εἶεν παῖδες, ἀλλὰ μονογενής, οὗτός γε σώζοι τὸν οἶκον. Τὸ δ ἑπό μενον στιχίδιον ἔτι μᾶλλον λύει τὴν διαβολήν. Εἰς παῖς, φησὶν, ἀρκείτω, ἵνα μὴ ἡ περιουσία εἰς πλείονας διαιρεθεῖσα ποιήσῃ τοὺς λαμβάνοντας πένητας· ἢ ἵνα μὴ περὶ τῶν ὑπαρχόντων ἀεὶ μάχωνται οἱ πλείους, οἷα καὶ αὐτὸς πέπονθε πρὸς τὸν Πέρσην διαιρούμενος. Τὸ δέ γε ΓΗΡΑΙΟΣ ΔΕ ΘΑΝΟΙΣ παρέγγραπτον ὡς ἀδιανόητον.

### 381

ΡΕΙΑ ΔΕ ΚΕΝ ΠΛΕΟΝΕΣΣΙΝ. Ἀφ’ οὗ δῆλον ἐποίησεν ὅτι εἴχεται μὲν καὶ πλείους εἶναι παῖδας καὶ περιουσίαν ἐκ Διὸς πλείοσιν ἀρκοῦσαν· εἰ δὲ μὴ, μουνογενεῖ παιδὶ δυναμένῳ εὐπορίαν ποιῆσαι.

### 382

ΠΛΕΙΩΝ ΜΕΝ ΠΛΕΟΝΩΝ. Μελέτην μὲν λέγει τὴν φροντίδα παρὰ τὸ μέλλειν, ἐπιθήκην δὲ, τὴν ἐπάχθειαν καὶ τὴν βαρύτητα τὴν ἀπὸ τῆς φροντίδος. Ὁ δὲ ὅλος νοῦς· ἐὰν πλείους οἱ παῖδες ὦσι, πλείων μὲν ἀναγκαίως ἔσται ἡ φροντὶς τῆς περιουσίας· ἡ δὲ ἀπὸ τῆς φροντίδος ἐπάχθεια μείζων, καὶ πολλῆς δεομένη τῆς ἐκ τοῦ Διὸς προνοίας. Μήποτε δὲ, φησὶν ὁ Πλούταρχος, ἐκεῖνο λέγει τὸ τοῦ Λάμπιδος, ὅτι πλείων μὲν ἡ φροντὶς ἐπὶ τοῦ πλείονος πλούτου· μείζων δὲ ἡ ἐπίδοσις, ἣν ἐπιθήκην εἶπεν, αὐτοῦ συναύξοντος ἑαυτὸν τοῦ πλούτου διὰ τὴν τῶν ὀργάνων εὐπορίαν καὶ τῶν ὑπηρετῶν. Ὁ καὶ ὁ Λάμπις εἴρηκεν ἐρωτηθεὶς πῶς ἐκτήσατο; τὸν μὲν γὰρ ὀλίγον, ἔφη, χαλεπῶς, τὸν δὲ πολὺν ῥᾳδίως, πολλῶν ὄντων ἤδη τῶν ὑπουργούντων.

### 383

ΣΟΙ Δ’ ΕΙ ΠΛΟΥΤΟΥ ΘΥΜΟΣ ΕΕΛΔΕΤΑΙ. Τὰ μὲν ἔμπροσθεν ῥηθέντα πάντα κοινὰ παιδεύματα ἦν, εἰς πολιτικὴν τείνοντα ζωὴν, ἀναμιμνήσκοντα τῶν τῆς κακίας αἰτιῶν, καὶ τῆς ποικιλίας τῶν βίων, καὶ τυποῦντα γνώμαις τισὶ τὸ ἦθος. Τὰ δὲ ῥηθησόμενα τῶν μὲν κακοπραγιῶν ἀπάγει τὸν ἀκροατὴν, ἄγει δὲ ἐπὶ τὸν γεωργικὸν βίον καὶ τὸν ἐκ τούτου δίκαιον πόρον, καιροὺς ὑπογράφοντα καὶ τύπους ἀροτριάσεων, ἀμητῶν, φυτείας, τρυγητοῦ, τῶν τοιούτων πάντων. Τούτοις δὲ ἑξῆς περὶ ναυτιλίας διαλέξεται τοῖς καὶ ἀπὸ ταύτης τρέφεσθαι βουλομένοις, ὁμοίως ὑπογράφων τὰς τοῦ πλεῖν ὥρας, καὶ τὰς τῶν πλοίων ἐπιμελείας.

### 385

ΠΛΗΓΑΔΩΝ ΑΤΛΑΓΕΝΕΩΝ ΕΠΙΤΕΛΛΟΜΕΝΑΩΝ. Ὁ μὲν Ἄτλας λέγεται παῖς Ἰμπετοῦ, τὸν οὐρανὸν ἀνέχων καὶ τὰς κίονας, αἳ γαϊάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν, αὐτὸς κατὰ μίαν συνοχὴν ἱδρύσας, δυνάμεις εἰληχὼς διοριστι κὰς οὐρανοῦ καὶ γῆς, δι ἃς ὁ μὲν ἐξηρμένος τῆς γῆς περὶ αὐτ τὴν δινεῖται τὸν ἀεὶ χρόνον· ἡ δὲ ἐν μέσῳ σταθερῶς κειμένη πάντα λοχεύει μητρικῶς, ὅσα γεννᾷ ὁ οὐρανὸς πατρικῶς. Ταύ τας γὰρ τὰς δυνάμεις, τὰς ἀμφοτέρων ἀκλινῶς τὸν διορισμὸν τηρούσας, κίονας ἐκάλεσεν, αἳ γαϊάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. ὃ δηλοῖ τὸ, χωρὶς ἀλλήλων ὄντα, καὶ ἄμικτα ἀλλήλοις ἀϊδίως. Τούτου δὲ παῖδας τὰς Πλειάδας ἐμυθολόγησαν ἑπτὰ οὔσας, τὴν Κελαινῶ, τὴν Στερόπην, τὴν Μερόπην, τὴν Ἠλέκτραν, τὴν Ἀλκυόνην, τὴν Μαῖαν, τὴν Ταϋγέτην. Πάσας ταύτας δυ νάμεις ἀρχαγγελικὰς τῶν ἑπτὰ σφαιρῶν τοῖς ἀρχαγγέλοις ἐφεστώσας· τὴν μὲν Κελαινῶ τῆς Κρονίας σφαίρας, τὴν δὲ Στε ῥύπην τῆς τοῦ Διὸς, τὴν δὲ Μερόπην τῆς Ἄρεος, τὴν δὲ Ἠλέκτραν τῆς Ἡλιακῆς, τὴν δὲ Ἀλκυόνην τῆς Ἀφροδίτης, τὴν δὲ Μαῖαν τῆς Ἑρμοῦ, τὴν δὲ Ταϋγέτην τῆς Σελήνης. Καὶ δῆλαι τούτων αἱ αἰτίαι. Μίαν δὲ ἄρα τῶν ἑπτὰ σύνταξιν ἐν τῷ ἀπλα νεῖ τετάχθαι καθάπερ ἄγαλμα ἐνουράνιον, ὃ δὴ Πλειάδα προσαγορεύουσιν, ἄστρον ἐμφανὲς καὶ τοῖς ἰδιώταις, ἐν τῷ Ταύρῳ κατεστηριγμένον, ταῖς ἀνατολαῖς καὶ ταῖς δύσεσι παμπόλλην τοῦ ἀέρος τροπὴν ἐργαζόμενον. Τούτων οὖν τῶν Πλειάδων ἐπιτελουσῶν ἄρχεσθαι κελεύει τοῦ ἀμητοῦ· ἐπιτέλλουσι δὲ, ὅταν πρῶτ τον φαίνωνται πρὸ τοῦ ἡλίου τῆς ἀνατολῆς· ἐπιτολὴ γάρ ἐστιν αὐτῶν ἑώα μὲν, ἡ πρώτη πρὸ τῶν ἡλιακῶν αὐγῶν ἔμφασις, Ἑσπερία δὲ ἡ μετὰ τὰς καταδύσεις εὐθὺς ἀνατολή· δύσις δὲ ἑώα μὲν ἡ πρὸ τῶν ἀνατολῶν ὀλίγον εἰς τὸν δυτικὸν ὁρίζοντα ἄφιξις, ἑσπερία δὲ ἡ μετὰ τὰς καταδύσεις τοῦ ἡλίου εὐθὺς και τάδυσις. Ἐπιτέλλουσι μὲν οὖν καὶ αἱ Πλειάδες, ἡλίου τὸν Ταῦ ρον διελθόντος ἀνέχουσαι πρὸ αὐτοῦ. Καὶ τότε κελεύει ἄρχε σθαι τοῦ ἀμητοῦ. Δυνουσῶν δὲ τὴν ἑώαν δύσιν ἄρχεσθαι τοῦ ἀρότου, τουτέστιν, ὅταν ὁ ἥλιος τὸν Σκορπίον ἤδη περατοῖ· τότε γὰρ ἑῶος ὁ Ταῦρος δύεται. Ταῦτα δὲ εἰπὼν, λέγει τούτοις ἐφεξῆς πόσον χρόνον αἱ Πλειάδες ὑπὸ ταῖς αὐγαῖς κρύπτονται ταῖς ἡλιακαῖς· καὶ ὅτι τεσσαράκοντα ἡμέρας. Καὶ γὰρ πρὸς τῷ τέλει τοῦ Κριοῦ ὄντος ἤδη κρύπτονται, καὶ εἰς Διδύμους μεταβάντος ἔτι ὡσαύτως, καὶ οὐ μόνον τὸν Ταῦρον διϊόντος, φαίνονται καὶ ἤδη ἐπιτέλλουσαι.

### 386

ΑΡΟΤΟΙΟ ΔΕ ΔΥΣΣΟΜΕΝΑΩΝ. Εἰ μὲν ἄροτον τὸν νεατόν φησι, τὴν ἀπὸ τοῦ Ταύρου εἰσβολὴν πρὸς τοὺς Διδύμους τοῦ ἡλίου φησὶν, Ἰουνίου ἐ· εἰ δὲ ἄροτον τὸν σπό ρον φησὶ, τὸν καιρὸν δηλοῖ καθ ἂν ὁ ἥλιος εἰς τὴν Σκορπίον ἐμβάλλει Ὀκτωβρίου καὶ Νοεμβρίου. Α’ τινες Πλειάδες Μαΐου μηνὸς κατὰ τὴν ιγ’ ἐν τῷ Ταύρῳ κείμεναι προανατέλλουσι τοῦ ἡλίου, αὐτοῦ τοῦ ἡλίου μετὰ τὴν κ’ τοῦ Ἰουνίου ἐν τοῖς Διδύ μοις ὄντος. Δύνουσι δὲ αὗται, κατὰ τὴν ιγ’ τοῦ Νοεμβρίου μηνὸς, τοῦ ἡλίου (μετὰ τὴν κ’ τοῦ Δεκεμβρίου μηνός) ἐν τῷ Τοξότῃ ὄντος. ΠΛΗΙΑΔΩΝ. Ἐν τοῖς ἔμπροσθεν προτρεψάμενος αὐτὸν ἐργάζεσθαι, ἐντεῦθεν λοιπὸν ὑποτίθεται τὸ πῶς καὶ πότε δεῖ. Τοὺς δὲ καιροὺς τοῦ δεῖν τι πράσσειν οἱ παλαιοὶ καὶ ἀπὸ τῶν ἀστέρων ἐτεκμαίροντο, καὶ ἀπὸ τῶν βοτανῶν καὶ φυτῶν καὶ ζώων. Βούλεται οὖν αὐτῷ ὑποθέσθαι πότε δεῖ σπείρειν, καὶ πότε θερίζειν, καί φησιν, ὅτι Πληϊάδων δυνουσών. Τούτῳ δὲ δεῖ πάλιν προσεκδέξασθαι τὸ, ἕω ἄρχεσθαι τοῦ ἀρότου, ἤτοι τοῦ σπόρου, καὶ θερίζειν ἀνατελλουσῶν· τούτῳ δὲ δεῖ πάλιν προσεκδέξασθαι τὸ ἕω· ἐὰν γὰρ μὴ οὕτω συνεκδε ξώμεθα, ἀσαφὲς τὸ λεγόμενον· ἕκαστον γὰρ τῶν ἄστρων ἑκάστῃ ἡμέρᾳ καὶ δύνει καὶ ἀνατέλλει. Ἅπαξ δὲ τοῦ ἔτους σὺν ἡλίῳ ἀνατέλλει, καὶ ἅπαξ ἑώαν δύσιν ποιεῖται, αἳ τινες σημαίνουσι τί τῶν ἔργων ἐστί. Πληϊάδων ἑώα ἀνατολή, ὅταν ὁ ἥλιος ᾗ ἐν Ταύρῳ· δύσις δὲ ἑώα, ὅταν ὁ ἥλιος ᾗ ἐν Ζυγῷ. Ἀνατολή ἐστιν, ἡ σὺν τῷ ἡλίῳ τῶν ἄστρων ἀναφορά· ἐπιτολὴ δὲ, ἡ φανέρωσις τῶν ἄστρων, ἡ μετὰ τὴν κρύψιν τὴν ἡλιακήν. Ὅτε δὲ δύνει ζώδιον μετὰ τοῦ ἡλίου, ἑσπερία δύσις. Διάμετρόν ἐστιν ἡ διὰ τοῦ κέντρου εἰς τὸ ζώδιον γραμμή. Ὁ μὴν, δυοδεκατημόριον λέγεται. Εἰσὶ δὲ μήνες μοιρών κή. "Ἄλλως λά, καὶ λ’. Ο ἥλιος κατ’ ἐναντιότητα τοῦ πόλου τὸν ἴδιον δρόμον ποιεῖται. Τὸ δὲ ΑΤΛΑΓΕΝΕΩΝ, φασὶ γελοῖον· ἔδει γὰρ εἰπεῖν, "Ἀτλαντογενέων. ΠΛΕΙΑΔΩΝ, ιβ’ ὥρας τῆς νυκτός, προανατέλλουσι τοῦ ἡλίου, κατὰ τὴν ἀνατολὴν, μετὰ παρέλευσιν τοῦ Ταύρου, ἤτοι μηνός Μαΐου. Ἐπι τολὴ γὰρ ἐστιν, ἡ μικρὸν πρὸ τοῦ ἡλίου τῶν Πλειάδων ἀνατολή. ιβ’ δὲ ὥρας τῆς νυκτὸς πρωϊναὶ δύσεις ἐν τῷ μεταξὺ τοῦ Ζυγοῦ καὶ τοῦ Σκορπίου, ἤτοι Ὀκτωβρίου καὶ Νοεμβρίου μηνὸς ὅτε ὁ σπόρος. — ΑΙ ΔΗ ΤΟΙ, ἐν ἀρχῇ τοῦ κριοῦ μηνὸς μίαν μοῖραν καὶ πρὸ μοίρας τοῦ Ταύρου, καὶ προλάμποντος τοῦ ἡλίου καὶ προσώοντος. [Πλειάδες λέγονται ἢ ἀπὸ Πλειόνης, ἢ ἀπὸ τοῦ πολλοῖς εἶν και χρειώδεις, ἢ ἀπὸ τοῦ εἰς πελείας μεταμορφωθῆναι ἐκ τοῦ φεύγειν τὸν Ὠρίωνα ὡς τοξότην. Ἢ ἀπὸ τοῦ πολεῖν ἐκ περιό δου καὶ συμπληροῦν τὸν ἐνιαυτὸν, ἐξ ὧν καὶ πλειὼν ὁ ἐνιαυτὸς, ἢ ὅτι πλείους εἰσὶ κατὰ συναγωγὴν, ἢ ὅτι πλείους εἰσὶ κἂν ἑπτὰ δοκῶσιν, ἢ παρὰ τὸ πλησίον κεῖσθαι, πλησιάδες τινὲς οὖσαι. Ἄτλαντος τοῦ Ἰαπετοῦ, καὶ Αἴθρας τῆς Ὠκεανοῦ, ἣν καὶ Πλειόνην ὡς ἀπὸ τοῦ πλήθους τῶν παίδων φησὶν ὁ ποιητὴς, θυγατέρες ἐγένοντο δώδεκα, εἷς δὲ υἱὸς, Ὕας ὀνόματι. ὃν ἐν Λιβύῃ κυνηγετοῦντα ὄφις κτείνει. Καὶ αἱ μὲν πέντε τὸν ἀδελ φὸν θρηνοῦσαι ἀπόλλυνται, αἱ δὲ λοιπαὶ ἑπτὰ ἤτοι αἱ πλείους ἐλεηθεῖσαι, κατηστερίσθησαν τῷ οὐρανῷ, Πλειάδες ὡς ἀπὸ τοῦ πλήθους κληθεῖσαι. Ὧν τὸν ἕνα ἀμαυρὸν εἶναί φασι, καὶ λέγεσθαι εἶναι τὴν μητέρα Δαρδάνου Ἠλέκτραν, μίαν οὖσαν τῶν Πλειάδων, ἥτις πορθουμένης τῆς Τροίας, τὴν ἀδελφικὴν πέφευγε συνοδίαν, καὶ πρὸς τὸν ῥυμὸν τῆς ἁμάξης ἐξέδραμεν ὅθεν πολλοὶ ἀλώπεκα ταύτην φασὶ τὸ ζυγόλωρον ἐσθίουσαν.]

### 389

ΧΑΡΑΣΣΟΜΕΝΟΙΟ ΣΙΔΗΡΟΥ. Τοῦ πρὸς ἀμη τὸν χρησίμου. Καὶ προσέθηκε ΠΕΡΙΠΛΟΜΕΝΟΥ ΕΝΙΑΥΤΟΥ, δηλῶν ὅτι οὕτως ἀεὶ γίνεται, διὰ τὴν ἐγκύκλιον τοῦ ἡλίου κίνησιν, ἐν τεταγμένοις χρόνοις τὸν Ζωδιακὸν κύκλον περιπολοῦντος, καὶ τὰ μὲν ἀπολείποντος τῶν ζωδίων, τὰ δὲ ἐπιόντος· καὶ ἃ μὲν ἀπολείπει, τούτων αὐτοῦ προανατελλόντων, οἷς δὲ σύνεστι, τούτων αὐτῷ συνανατελλόντων. ἂν δὲ γίνεται ἀπ’ ἐναντίας, τούτων ἀνατελλόντων μὲν, ὅτε καταδύεται· κατα δυομένων δὲ, ὅταν αὐτὸς ἀνατέλλῃ, καὶ τὸ ζῴδιον ἐν ᾧ ἐστιν.

### 890

ΟΥΤΟΣ ΤΟΙ ΠΕΔΙΩΝ ΠΕΛΕΤΑΙ. Πάσας περικόπτων τὰς προφάσεις τῶν ἀναβαλλομένων τὸν ἀμητὸν, ἢ τὸν σπόρον, αἷς προφασίζονται λέγοντες ἢ πεδινὴν ἢ ὀρεινὴν οἰκεῖν γῆν, καὶ διὰ τοῦτο μὴ ὅτε οἱ ἄλλοι σπείρειν ἢ θερίζειν, ἐγκελεύεται μόνον τὸν καιρὸν ἐπιτηρεῖν. Τοῦτον γὰρ μόνον ἀμητοῦ καὶ ἀρότου καιρὸν, τῶν πεδινῶν, τῶν ὀρεινῶν, τῶν παραλίων· καὶ δεῖν ἀπροφασίστως ἐν τούτῳ καὶ ἀμᾶσθαι καὶ ἀροτριᾷν ἁπαξάπαντας τοὺς γεωργούς. ΟΥΤΟΣ ΤΟΥ ΠΕΔΙΩΝ. Ὅτι ἀνὰ πᾶσαν τὴν γῆν ὁ αὐτὸς νόμος ἐστὶ τοῦ καιροῦ καὶ τοῦ ἀροτριῶν καὶ τοῦ θερίζειν.

### 393

ΓΥΜΝΟΝ ΔΕ ΣΠΕΙΡΕΙΝ. Τὰ τῆς γεωργίας ἔργα σπείρειν, βοηλατεῖν, θερίζειν, πάντα κελεύει γυμνὸν μετιέναι· δηλῶν ὅτι τοῦ ἀέρος ὄντος εὐδιηνοῦ ταῦτα δὴ ποιητέα, καὶ μήτε κρυμώδους ὄντος, μήτε ὕοντος τοῦ θεοῦ· οὕτω γὰρ καὶ αἱ βλαστήσεις ἔσονται εὐφνεῖς, καὶ αἱ συγκομιδαὶ τῶν καρπῶν ἐπωφελεῖς. Φασὶ δέ τινες χρῆναι τὰς νειοὺς μετὰ χειμῶνα ποιεῖν, στρέ φοντας αὐτὴν ἐν τῷ νεάζειν καὶ σπείρειν οὐκ οὖσαν κατάξηρον. Κάλλιον δέ φησιν ὁ Πλούταρχος μετὰ τὸν σπόρον ὑετὸν συμβῆναι, ἢ πρὸ σπόρου. Δῆλον δέ· τὰ γὰρ μετὰ Πλειάδα σπαρέντα καὶ πρὸ τροπῶν φύεσθαι ἑβδομαΐα, ἐν Αἰγύπτῳ δὲ καὶ τριταῖα· τὸν δὲ μετὰ τροπὰς, μόλις ἐν τριπλασίῳ τούτου τοῦ χρόνου· οὕτως τὸ ἐπιγενέσθαι ὑετὸν ἀγαθὸν μᾶλλον, ἢ τὸ προγενέσθαι. Οἱ δὲ ἀρχαῖοι καὶ πρωϊαίτερον ἔσπειρον, καὶ δῆλον ἐκ τῶν Ἐλευσινίων τελετῶν. ΒΟΩΤΕΙΝ. Ἢ τὸ ἀροτριῶν, ἢ τὸ βοῦς βόσκειν. ΓΥΜΝΟΝ Δ’ ΑΜΑΕΙΝ. Ὡς ἂν πρόθυμος ἔσῃ περὶ τὸ ἔργον μὴ φορῶν τὸ ἱμάτιόν σου, ἵνα μὴ ἐμποδίζῃ ὑπ αὐτοῦ· εἶχε ὡρια πάντα θέλεις ἀπὸ τῆς γῆς κομίζεσθαι.

### 396

ΜΗ ΠΩΣ ΤΑ ΜΕΤΑΞΥ ΧΑΤΙΖΩΝ. Ταῦτα πρὸς τὸν ἀδελφὸν ἰδίως ἀπέστρεψεν, ἀπάγων αὐτὸν τῆς ἀργίας καὶ τοῦ πτωχεύειν, ὅ ἐστι πτώσσειν ἀλλοτρίους οἴκους· καὶ γὰρ ὁ πτωχὸς εἴρηται παρὰ τὸ πτώσσειν καὶ ὑποκατακλίνεσθαι τοῖς δοῦναι δυναμένοις. Συμβαίνει δὲ καὶ ἀναισχυντεῖν τοῖς δεομέν νοις, πολλάκις προσιοῦσι τοῖς εὐπόροις, καὶ μὴ διδόντων, μάταια λέγειν αἰτοῦσι. Χρῆναι οὖν (φησι). διὰ τῶν ἔργων εὐπο ρίαν ἀγείρειν καὶ τὸν λιμὸν διώκειν, οὐ διὰ τοῦ πτωχεύειν· καὶ ἀναιδοῦς ὄντος εἰ γίγνοιτο πολλάκις καὶ ματαίου, τῶν ἐπαρκεῖν δυναμένων οὐκ ἀεὶ ὑπακουόντων. Μετὰ τὴν συγκομιδὴν τῶν καρπῶν, ΜΕΤΑΞΥ ἐν τῷ μετὰ ταῦτα, τουτέστι μετὰ τὸ ἐξελθεῖν τὸν καιρὸν τοῦ δεῖν τι πράττειν, χρονίζων πλανῷ ἄλλοτε πρὸς ἄλλον προσαιτῶν καὶ μηδὲν ὠφελούμενος.

### 398

ΟΥΚ ΕΠΙΔΩΣΩ. Οὐ χαριοῦμαι, ἐντεῦθεν καὶ δωτίνη ἡ δωρεά.

### 399

ΟΥΔ’ ΕΠΙΜΕΤΡΗΣΩ. Ἀντὶ τοῦ οὐ χρήσω.

### 400

ΘΕΟΙ ΤΕΚΜΗΡΑΝΤΟ. Καλῶς εἶπε τὸ ἐτεκμήραντο· ἀπὸ γὰρ τῶν στοιχείων τεκμαιρόμεθα καὶ ἐργαζόμεθα· πρᾶγμα γὰρ δεινὸν μετὰ γυναικὸς καὶ τέκνων χρήζειν.

### 407

ΟΙΚΟΝ ΜΕΝ ΠΡΩΤΙΣΤΑ. Τρία ταῦτα ἀναγκαῖα πρῶτα πρὸς εὐπορίαν· ὁ οἶκος, ὡς δεξόμενος· ἡ γυνή, ὡς φυλάξουσα· ὁ βοῦς, ὡς ἐργασόμενος. Εἰπὼν δὲ γυναῖκα, ἵνα μὴ τὴν συντεκνοποιήσουσαν οἰηθῇς, ἐπήγαγε κτητὴν οὐ γαμετὴν, ἥτις καὶ βουσὶν ἔποιτο, μετὰ τοῦ φυλάσσειν τὸν οἶκον· διὰ τοῦτο γὰρ εἶπε καὶ βουσὶν αὐτὴν ἕπεσθαι, διότι καὶ ἄλλην πληρώσει χρείαν. Οὐ λέγει οὖν παλλακὴν, ἀλλὰ φύλακα τοῦ οἴκου καὶ τῶν βοῶν. Μάτην οὖν λέγουσιν οἱ περὶ Τίμαιον Ἡσιόδῳ τὸν Ἀριστοτέλην πειθόμενον μετὰ τὴν τῆς γυναικὸς τελευτὴν Ἑρπυλλίδι συνεῖναι τῇ θεραπαίνῃ, ἐξ ἧς αὐτὸν σχεῖν υἱόν.

### 409

ΧΡΗΜΑΤΑ Δ’ ΕΙΝ ΟΙΚΩΙ ΠΑΝΤ’ ΑΡΜΕΝΑ. Πάντα ὅσα πρὸς γεωργίαν ὄργανα χρήσιμα προεῖπε χρήματα . Μετὰ γὰρ τὰ ἔμψυχα ὄργανα καὶ λογικὰ , οἷον ἦν ἡ ὠνὴ τῆς γυναικὸς, καὶ τὰ ἔμψυχα καὶ ἄλογα , οἷον ὁ βοῦς, τὰ ἄψυχά φησι χρῆναι παρασκευάζειν καὶ ἔχειν οἴκοι κείμενα· καὶ τὴν αἰτίαν προστίθησιν.

### 410

ΜΗ ΣΥ ΜΕΝ ΑΙΤΗΣ ΑΛΛΟΝ. Εἰ μὴ ἔχοις ἐν τῷ οἴκῳ πάνθ ὅσα δεῖ τὴν γῆν ἐργαζόμενον ἔχειν, τῆς ὥρας ἠκούσης τοῦ σπείρειν, εἰ τύχοι, ἢ ἀροτριῶν ἢ θερίζειν, μὴ ἔχων, ἄλλον αἰτήσεις τὰ πρὸς τὴν χρείαν τῶν ἔργων τούτων, οἷον ἄροτρον, ἢ δρέπανον, ὁ δὲ οὐ δώσει. ΣΥ ΔΕ ΤΗΤΑΙ, τουτέστι στερίσκῃ τοῦ ὀργάνου καὶ τοῦ ἔργου· τὸ γὰρ τητᾶσθαι τὸ στερίσκεσθαι δηλοῖ. Τητῶμαι γὰρ τὸ πρῶτον, ὡς βοῶμαι, καὶ τητᾷ τὸ δεύτερον, ὡς βοᾷ. Τούτου δὲ συμβαίνοντος, πάρεστιν ἡ προσήκουσα ὥρα τοῦ ἔργου, καὶ τὸ ἔργον ἐλαττοῦται σοι κατὰ τὴν ὠφέλειαν, ἣν εἰκὸς ἦν αὐτῷ παρασχεῖν ἐν ὥρᾳ τῇ οἰκεία γινόμενον.

### 412

ΜΗ Δ’ ΑΝΑΒΑΛΛΕΣΘΑΙ ΕΣΤ’ ΑΥΡΙΟΝ. Τὸ μὲν ὙΠΕΡΤΙΘΕΣΘΑΙ τῶν μέσων εἰώθασι λέγειν, ὡς γινόμενον εὖ καὶ οὐκ εὖ, τὸ δὲ ΑΝΑΒΑΛΛΕΣΘΑΙ πάντως οὐκ εὖ γίνεσθαί φασι. Διὰ τοῦτον ἀποτρέπει τῆς ἀναβολῆς, οὐ τῆς ὑπερθέσεως· οἱ δ ἀναβαλλόμενοι οὕτως εἰώθασι, λέγειν, αὔριον ποιήσομεν, καὶ αὖθις ἐκείνης ἐλθούσης τὸ αὐτὸ λέγουσι· καὶ πάλιν τὸ αὐτὸ, καὶ τέλος εἰς τὴν ἐσχάτην ἀφικνοῦνται τοῦ μηνὸς, καὶ τὴν ἔνην καλουμένην καὶ νέαν, εἶτα πάλιν εἰς τὴν νουμηνίαν ἀναβάλλονται ὡς ἐπιτηδείαν, εἰ τύχοιεν, ἣν μόνην ἔνην καλοῦσιν, ὡς καὶ αὐτὸς ἐρεῖ προϊών. Συμπαρηκολούθησεν οὖν ταῖς τῶν ἀναβαλλομένων ἀεὶ φωναῖς τὸ δοκοῦν ἐντεῦθεν συμβαίνειν, μὴ πιμπλάναι τὴν οἰκίαν, ἀλλ ἀπορεῖν, ἐτωσιόεργον μὲν ὄντα, διὰ τὴν τῆς ὥρας τῶν ἔργων παρόρασιν, ἀναβλητικὸν δὲ, διὰ τὴν εὐπορίαν τῶν πολλῶν τῶν αὔριον λεγόντων, ἕως ἂν μὴν ὅλως διαδράμῃ· πᾶν δὲ, φησὶν, ἔργον ἡ μελέτη συναύξει. Μελέτην δὲ λέγει τὴν περὶ ἑκάστου φροντίδα καὶ ἐπιμέλειαν, οὐκ ἀναβολαῖς χαίρουσαν.

### 413

ΚΑΛΙΗΝ. Καλιὰν κυρίως τὴν ἐκ κάλων φησί μή πω γὰρ εὑρεθέντων λίθων εἰς ἐργασίαν, τούτοις τὰς οἰκίας εἰρ γάζοντο· ὡς καὶ νῦν καλιὰν, τὴν ἐκ φύλλων φησίν.

### 415

ΑΙΕΙ Δ’ ΑΜΒΟΛΙΕΡΓΟΣ. Διὰ τούτου σαφηνίζει τί καλεῖ ἔργον, ὅτι τὸ ὠφελοῦν ὡς ἔμπροσθεν εἴπομεν, εἴπερ ὁ ἀμβολιεργὸς ἀνὴρ ἀεὶ ἐν ταῖς ζημίαις ἄλλαις ἐξ ἄλλων γίνεται. Διότι γὰρ πᾶν ἔργον ὠφέλιμον, ὅστις ἀναβολαῖς μὴ ἐπὶ τούτῳ χρῆται, τῆς ἀπ’ αὐτοῦ ὠφελείας οὐ στέφεται τῶν δὲ μοχθη φῶν ἔργων αἱ ἀναβολαι χρήσιμοι.

### 416

ΗΜΟΣ ΔΗ ΛΗΓΕΙ ΜΕΝΟΣ ΟΞΕΟΣ. Τον και ρὸν ἐν τούτοις· ἀφορίζει τῆς ὑλοτομίας· εἶναι δὲ τοῦτον, ἐν ᾧ τὸ μένος τοῦ ἡλίου, ὅπερ ἐστι τὸ εἰς ἡμᾶς ἐρχόμενον θάλπος, δυνατώτατον ὂν, λήγει τοῦ ἰδαλίμου καύματος. Καῦμα δὲ ἰδάλιμον, ἤτοι λαμπρόν, διὰ τὸ φωτίζειν περιλάμπον ἡμᾶς· ἔδει γὰρ ἀνάλογον τὸ λαμπρὸν ἢ τὸ ἰδίειν ποιοῦν καὶ ἱδρῶτα κινοῦν διὰ τῆς ἐγκαύσεως. Ὅταν οὖν μηκέτι ὁ ἥλιος ἐπιφλέγῃ καθάπερ ἐν τῇ θερινῇ ὥρᾳ τοῦ Διὸς, ὃς ἐστι τῶν ὄμβρων κύριος, μετα πωρινὸν ὄμβρον ἤδη καταπέμψαντος, καὶ τὰ σώματα τὰ ἀνθρώπινα τρέπεται ἐπὶ τὸ ἀνειμένον ἐκ τῆς καυσώδους ὥρας, μήποτε αὖα φαινόμενα καὶ ἐπικεκαυμένα ταῖς χρόαις, μήποτε δὲ δύσφορα διὰ τὴν ἐκ τοῦ θερμοῦ διαφόρησιν· ὅπερ γίνεται θέρους ὄντος· καὶ αὐτὸς ὁ ἥλιος, ὃν ἐκάλεσε σείριον ἀστέρα διὰ τὸ λάμπειν, τὸ γὰρ σειριάειν τοῦτο δηλοῖ, ὅτε οὐκέτι πολὺν χρόνον ἐπὶ γῆς φέρεται, ἀλλ ἐλάσσω μὲν ποιεῖ τὴν ἡμέραν ὑπὲρ γῆς ὤν, τὸν δὲ ὑπὸ γῆς πλέονα ποιῶν, καὶ μείζω τὴν νύκτα. Τὸ γὰρ πλέον νυκτὸς ἐπαυρεῖν, τουτέστι τὰ πλέον ἐπι λαμβάνειν καὶ ἀπολαύειν τῆς νυκτὸς ἐν τῷ μείζονα ταύτην ποι εἶν. Ὅταν οὖν ἤδη ταῦτα γίγνηται πάντα, ἡ τοῦ καύματος ἐλάττωσις, ἡ τοῦ μετοπωρινοῦ ὄμβρου φορὰ, ἡ τῶν σωμάτων τῶν ἀνθρωπίνων ἀνάψυξις, ἡ τῆς ἡμέρας ἐλάττωσις, ἡ τῆς νυκτὸς ἐπίδοσις, τηνικαῦτα δεῖ ὑλοτομεῖν· μετὰ θέρος ἀρχομέν νου τοῦ μετοπώρου, τῶν δένδρων φυλλορορύντων, ὅσα τοῦτο πάσχειν πέφυκε· τοῦτο γὰρ σημαίνει τὰ τῆς μὲν βλαστήσεως αὐτὰ τῆς τῶν κλάδων λήγειν, καταχεῖν δὲ τὰ φύλλα εἰς τὴν γῆν· τότε γὰρ ὡραίαν εἶναι τὴν ὑλοτομίαν κατὰ τὸν καιρὸν τοῦτον γινομένην. Τὸ μὲν οὖν εἶναι τὴν τεμνομένην ὕλην την καῦτα ΑΔΗΚΤΟΤΑΤΗΝ, δηλοῖ τὴν ἀθηροτάτην δάκη γὰρ εἶναι τὰ θηρία, διὰ τὸ δάκνοντα μόνως λυπεῖν. Λέγοι δ ἂν καὶ τὴν ἄβρωτον ὑπὸ τῶν ἐγγινομένων θηριδίων τοῖς φυτοῖς, ὡς ἀδηκτοτάτην οὖσαν, οἷον θριπῶν καὶ τερηδόνων, ἃ διεμ φύεται τοῖς δένδρεσι, σηπομένης τῆς ἐν αὐτοῖς ὑγρότητος. Τὸ δ ἐν τούτῳ ὑλοτομεῖν, ὀρθὸν, ὅτε ξηρὰ μέν ἐστι τὰ δένδρη ἀποδεδωκότα τὸν οἰκεῖον καρπὸν, καὶ οὐκέτι κάμνει περὶ τὴν ἐκτροφὴν αὐτοῦ, μετρίας δὲ ἔτυχεν ὑγρότητος, ἀλλ οὐ πολλῆς ἤδη πρὸς τὸ οἰκεῖον τοῖς τέμνουσιν, ὥστε γε μὴ σήπεσθαι μετά τὴν τομὴν, εἰς ὅ τινας βλέποντας, καὶ φθινούσης τέμνειν τῆς σελήνης, ἀλλὰ μὴ πανσελήνου μὴ δ αὐξανομένης· ἡ γὰρ τοῦ φωτὸς ἐπίδοσις ὑγρότερα ποιεῖ τὰ δένδρα, καὶ εὐεπίφορα τεμνό μενα πρὸς τὴν σῆψιν. Ἑπόμενα δὲ λέγει πρὸς τὸ ἑξῆς τοῖς περὶ ὑλοτομίας τὰ περὶ κατασκευῆς τῶν ξυλίνων σκευῶν. ΗΜΟΣ ΔΗ ΛΗΓΕΙ, ἐν τῷ χειμῶνι καὶ ἡ δύναμις τοῦ ἡλίου ἀσθενε στέρα ἐστὶ, καὶ αἱ ἡμέραι μικραί, καὶ αἱ νύκτες μεγάλαι, καὶ τὰ σώματα πυκνοῦται καὶ ἐλαφροῦται, τότε οὖν λέγει δενδρο τομεῖν. ΑΔΗΚΤΟΤΑΤΗ δὲ, ἀβρωτάτη, ὅτι τότε σκώληξ οὐκ ἐσθίει τὴν ὕλην, καί ἐστι παραμονωτέρα, ἐπειδὴ διὰ τὴν -ψύξιν τοῦ ἀέρος ἀποκέκλεισται ἐν βάθει ἡ ὑγρότης. Καὶ τότε αἱ ῥίζαι τρέφονται καὶ αὔξονται καὶ τὰ φύλλα πίπτει μὴ ἐπιπολαζούσης αὐτῆς, ἐν θέρει δὲ ἐπιπολάζει διὰ τὴν τοῦ καιροῦ θερμότητα· τὸ γὰρ ψυχρὸν οὐκ ἐῇ τὴν θερμότητα εἰς τὴν τῶν ξύλων ἐπιφάνειαν ἐλθεῖν· οὐδὲ ποιεῖ σῆψιν ἡ ὑγρότης πλεονάζουσα, καὶ τότε στεῤῥά ἐστιν ἡ ὕλη μὴ εἴκουσα τῷ δάκνεσθαι.

### 425

ΟΛΜΟΝ ΜΕΝ ΤΡΙΠΟΔΗΝ. Πολὺς ἐν τούτοις ὁ Πλούταρχος, ἀμυνόμενος τοὺς γελῶντας τὸν Ἡσίοδον τῆς μικρολογίας, καὶ Πλάτωνα λέγων περὶ τῆς τῶν σκευῶν ἐν τοῖς οἴκοις διειλέχθαι συμμετρίας, καὶ Λυκοῦργον περὶ τῆς τῶν θυρῶν κατασκευῆς, ἵν ἀπὸ πρίονος ὦσι καὶ πελέκεως μόνον ἀποίκιλοι. Δεῖ οὖν ἀποδέχεσθαι καὶ τὸν Ἡσίοδον μέτρα παραδόντα καὶ ὄλμου καὶ ὑπέρου καὶ ἄξονος καὶ σφύρας. Καὶ τοὺς ἀρχαίους δὲ πολὺν καὶ τούτων ποιεῖσθαι λόγον, καὶ τῶν εὑρε τῶν Πάμφων μὲν τιμᾷν, διότι τὸν λύχνον πρῶτος εὗρε καὶ τὸ ἐκ τούτου φῶς εἰσήγαγε τὸν δὲ τῶν Πιτθέων δῆμον διὰ τοῦτο οὕτως ὀνομάσαι, διότι τῶν πίθων ἐπενοήσαντο τὴν πλάσιν· ὥστε μὴ τὴν πολυτέλειαν προσήκειν θαυμάζειν, ἀλλὰ τὴν τῶν χρειωδῶν, κἂν εὐτελῆ τυγχάνῃ, περιποίησιν. Δεῖν οὖν τὸν μὲν ὄλμον τέμνειν, ἀντὶ τοῦ ξύλον εἰς ὄλμου κατασκευὴν, τριῶν ὃν ποδῶν· τὸ δὲ ὑπερον ὡσαύτως τριῶν πήχεων, τὸν δὲ ἐσόμε νον ἄξονα τῆς ἁμάξης ὁμοίως ἑπτὰ ποδῶν· εἰ δὲ εἴη τὸ ξύλον ὀκτὼ ποδῶν, ἀφ οὗ δεῖ γενέσθαι τὸν ἄξονα, τὸν ἕνα πόδα χρήσιμον εἰς σφύρας ἔσεσθαι τοῦ ξύλου τούτου κατασκευὴν ἀποτμηθέντα τῶν ἑπτὰ ποδῶν ἐξ ὧν ὁ ἄξων. Εἰπὼν δὲ περὶ ἄξονος ἡλίκον εἶναι δεῖ, προστίθησι καὶ τὴν ἁψῖδα ἡλίκην, τριεπίθαμον λέγων τάμνειν ἅψιν· καὶ αὐτὴν τὴν ἅμαξαν ἡλίκην, Ξεκάδωρον εἶναι δεῖ καὶ τὴν ἅμαξαν. Δεῖ δὲ τό γε τοσοῦτον περὶ τῶν μέτρων εἰδέναι τούτων· ὅτι σπιθαμὴ μέν ἐστιν ἁπλω θείσης τῆς χειρὸς ἐπὶ τὸ ἄκρον τοῦ σμικροτάτου δακτύλου διά στημα· τρὶς τοσοῦτον οὖν εἶναι κελεύουσι τῆς ἁψῖδος τῶν ἁμα ξικῶν κύκλων τὸ μέγεθος. Ἔστι δὲ ἡ ἁψὶς, ἡ περιέχουσα τὰς λεγομένας κνημίδας, τὰς ἐκ τοῦ ἄξονος εἰς τὴν ἁψίδα τεινού σας. Δῶρον δὲ τὸ αὐτό πως καὶ παλαιστής, ἀλλ οὗτος μὲν ἐκ τῶν τεσσάρων δακτύλων ὀρθῶς συντεθέντων δῶρον δὲ τού των συστραφέντων καὶ τοῦ ἀντίχειρος ἐγερθέντος. Δεῖν οὖν τὴν διάμετρον τῆς ἁμάξης εἶναι δέκα τοιούτων μέτρων, τὴν δὲ ἁψῖδα τρισπίθαμον· οὐχ ἵνα ὅλην ἐκ τοσούτων ποιήσωμεν, ἀλλ ἑκάστην καὶ τῶν περιφερειῶν ἐξ ὧν ἡ ἁψὶς συμπέπηγε. Διὸ καὶ ἐπήγαγε ΠΟΛΛ’ ΕΠΙ ΚΑΜΠΥΛΑ ΚΑΛΑ, τὰς περιφερείας δηλῶν χρῆναι τρισπιθαμους εἶναι τῆς ἁψῖδος· ἐξ ὧν πλειόνων οὐσῶν ἡ ἁψὶς γέγονεν. Πρώτου τοῦ ὄλμου ἐμνημόνευσε· δεῖ γὰρ πρῶτον τῆς τροφῆς ἐπιμελεῖσθαι. Τοῦτο δὲ ὑπουργεῖ τὸ ἐργαλεῖον, ἢ ὅτι τὰ σπέρματα ἐκεῖ ἀπεκδύονται τὸ λέπυρον· ὅλμος δὲ ἐκλήθη διὰ τὸ ὀλλύειν καὶ φθείρειν τὰ ἐμβαλλόμενα· ὕπερον δὲ τὸ κόπανον. Πόδα καλεῖ τὸ ἀπὸ τοῦ τρίτου δακτύλου διὰ τοῦ δευτέρου μέχρι τοῦ πρώτου διάστημα. – ΤΡΙΣΠΙΘΑΜΟΝ Δ’ ΑΨΙΝ, ἑκάστην ἁψίδα ἁμάξης τρισπίθαμον εἶναι. Σύγκειται δὲ ἡ ἅμαξα, τουτέστιν ὁ τροχός, ἐκ τεσσάρων ἁψίδων· ὡς εἶναι τὸ πᾶν περιφερὲς τοῦ τροχού σπιθαμὰς ιβ’, παλαιστὰς δὲ λς’· ἔχει γὰρ ἡ σπιθαμή παλαιστὰς γ’. οὐκοῦν ἔδει τὴν πᾶσαν περιφέρειαν ἔχειν λ καὶ ς’ παλαιστάς. Καὶ πῶς εἶπε ΔΕΚΑΔΩΡΩΙ ἉΜΑΞΗι; ἔδει γὰρ εἰπεῖν δωδεκαδώρῳ, τὸ διάμετρον τοῦ τροχοῦ· πᾶν γὰρ διάμετρον τὸ τρίτον ἐστὶ μέρος τῆς πάσης περιφε ρείας. Δῆλον οὖν ὅτι τὰς πέντε παλαιστὰς ἀνάλωσεν εἰς τὰ λεγόμενα γλωσ σίδια, ἑκάστης ἁψῖδος τῆς ἁρμόσεως τῆς εἰς ἀλλήλας· ἡ δὲ παλαιστὴ καὶ δῶρον καλεῖται· ἡ δὲ σπιθαμή, καὶ δοχμή.

### 428

ΔΩΔΕΚΑΔΩΡΩι. Κατὰ διάμετρον εἶπε δεκαδώρῳ· ἡ δὲ τὸ τρίτον ἐστὶ τῆς ὅλης περιφερείας· καὶ οὐ τὸν ἔξω κύ κλον ἐδήλωσεν, ἀλλὰ τὸν μέσον τὸν εἰς δύο τὸν κύκλον τέ μνοντα.

### 429

ΚΑΜΠΥΛΑ ΚΑΛΑ. Ξύλα ἐπικαμπῆ ὄντα τὰ ἀμφίδει. ΓΥΗΝ. Τὸ λεγόμενον γονάτιον τοῦ ἀρότρου. Ὁσάκις οὖν εὕρῃς, φέρε καὶ ἀπόθου αὐτὸ καὶ μὴ ἀμελήσῃς. Λέγεται δὲ ΓΥΗΣ, ὅτι ἀεὶ παρὰ τὴν γῆν ἐστιν. ΕΛΥΜΑ μέρος τι τοῦ ἀρότρου, ἐν τῷ μέσῳ δν, ἔνθα συμβάλλεται ὁ γύης τῷ ἱστοβοεῖ. Ἔλυμα δὲ παρὰ τὸ ἐλύειν, ὅ ἐστι καλύπτειν. ἹΣΤΟΒΟΕΥΣ λέγεται παρ’ ἐνίοις καὶ τὸ μετὰ τὴν ἐχέτλην ξύλον. ΑΥΤΟΓΥΟΝ δὲ τὸ μονόβελον λέγει, τὸ ἔχον ἐξ αὐτογύου τὸν ἱστοβοέα. ΦΕΡΕΙΝ ΔΕ ΓΥΗΝ. Περὶ ἀρότρου κατασκευῆς ἐν τού τοις διδάσκει , καὶ δεῖ εἰδέναι τίς ἡ ὕννις, τί τὸ ἔλυμα, τίς ὁ γύης, τίς ὁ ἱστοβοεὺς, τίς ἡ ἐχέτλη, ἐξ ὧν ἐστι τὸ ἄροτρον. Ἡ μὲν οὖν ὙΝΝΙΣ ἐστὶ τὸ σίδηρον αὐτὸ τὸ ἐν τῷ ἀροτριν σχίζον τὴν γῆν· τοῦτο δὲ τῷ ἐλύματι περιήρμοσται ἄνωθεν ἐμβεβλημένον εἰς αὐτὸ κοῖλον ὄν. Τὸ δὲ ΕΛΥΜΑ ἐστι, τὸ ἐμβληθὲν εἰς τὸ τὴν ἕννιν κατέχον ξύλον κατὰ τὸ ἄκρον, ὃ καλοῦσι νύμφην, ὃ κατὰ θάτερον μέρος τὸ ἄνω συγγεγόμφωται πρὸς τὸν γύην. Ὁ δὲ ΓΥΗΣ ξύλον ἐστὶ μακρὸν ἔχον οὐ πόῤῥω τοῦ ἐλύματος ὀρθὸν ἐμπεπηγὸς ξύλον ἐν αὐτῷ, ὃ κατέχοντες οἱ ἀροτριῶντες ὅλον κινοῦσι τὸ ἄροτρον, καὶ διὰ τοῦ ἀρότρου τοὺς βόας· καὶ τοῦτο τὸ ξύλον καλεῖται ΕΧΕΤΛΗ. Τούτῳ δὲ τῷ γύῃ ἐμπέπηγεν ἄλλο ξύλον μεῖζον κατὰ τὸ ἕτερον μέρος τὸ ἄκρον ἕως τοῦ ζυγοῦ διῆκον τοῦ ἐπικειμένου τοῖς ὠμοις τῶν βοῶν καὶ ζευγνύντος αὐτοὺς, ἐμπέπηγε δὲ σφηνωθεν διά τινων σφη νισκῶν. Εἰ μὲν οὖν ἓν ξύλον ᾖ τὸ ὅλον ὁ γύης μέχρι τοῦ ζυ· γοῦ ἀπὸ τοῦ ἐλύματος, καλεῖται τὸ ἄροτρον αὐτόγυον· ἐὰν δὲ μικρότερος ᾖ τῆς χρείας ὁ γύης, ἐνσφηνοῦται τὸ ἕτερον αὐτῷ ξύλον τὸ συνάπτον αὐτὸν καὶ τὸν ζυγὸν, καὶ καλεῖται τὸ μὲν ὅλον ΠΗΚΤΟΝ, τὸ δ ἐνσφηνωθὲν ἹΣΤΟΒΟΕΥΣ. Διὸ καὶ αὐτὸς λέγει δύο παρασκευάσασθαι ἄροτρα· τὸ μὲν πηκτὸν, τὸ δὲ αὐτόγυον, ἵν εἰ τὸ ἕτερον κατεαγῇ, τὸ λοιπὸν ἐκπληρώσῃ τὴν χρείαν. Τὸν μὲν οὖν γύην εἶναι κελεύει πρίνινον, προσθεὶς ἢ κατ ἄρουραν, εἰ εὕροις, ἢ κατ ὄρος, πρίνινον· οὐ γὰρ εὔ πορος Βοιωτοῖς ἡ πρίνος, φησὶν ὁ Πλούταρχος, ἀλλὰ τοῖς πτελεΐνοις ἀντὶ τῶν πρινίνων χρῶνται, τοὺς γίας κατασκευάζον τες. Εἰ δ οὖν εὕροις, ὁ πρίνινος ἄριστος γύας ὡς μάλιστα στερεός. Πῶς δὲ ὁ γύας κατασκευάζεται σημαίνων εἶπε,

### 432

ΕΥΤ’ ΑΝ ΑΘΗΝΑΙΗΣ ΔΜΩΟΣ. Οὗτός ἐστιν ὁ τέκτων τῆς Ἀθηνᾶς ὁμώς εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, καὶ Ὁμηρός φησι περὶ τέκτονος ὡσαύτως. Ἐπειδὰν οὖν οὗτος ἐν ἐλύματι πήξῃ τὸν γύην, καὶ γόμφοις ἑνώσας αὐτὸν πρὸς τὸ ἔλυμα τὸν γύην ἁρμόσῃ, τότε ὀχυρώτατός ἐστιν οὗτος, οὕτω κατασκευασθεὶς καὶ ἐκ τοιαύτης ὕλης. Ὁ μὲν δὴ γύης πρίνινος ἔστω· ὁ δὲ ἱστοβοεὺς, ἢ δάφνινος, ἢ πτελέϊνος· οὕτω γὰρ ἄσηπτος ἔσται, τὸ δὲ ἄσηπτον ἐδήλωσεν εἰπὼν ΑΚΙΩΤΑΤΟΝ· ὁ δὲ Πλούταρχος ἐξηγήσατο τὴν αἰτίαν, λέγων, εἶναι τι θηρίδιον ὃ καλεῖται κὶς, διεσθίον τὰ ξύλα· τοῦτο καὶ Πίνδαρον οὕτω καλεῖν περὶ τοῦ χρυσοῦ λέγοντα, κεῖνον οὐ σῆς οὐ κὶς δάμναται, ὡς ἄσηπτον. Ἐγγίνεται δ οὖν τὰ τοιαῦτα θηρίδια τοῖς γλυ κέσι καὶ μαλακοῖς ξύλοις· δάφνη δὲ καὶ πτελέα δριμύτατα. Τό γε μὴν ἔλυμα ἐκ δρυὸς εἶναι, καθάπερ τὸν γύην εἶπεν εἶναι δεῖ πρίνινον· καὶ γὰρ δὴ τοῦ ἀρότρου τὸ μὲν ἔγγιον τῆς ὕννεως εἶναι δεῖ δύσσηπτον, διὸ δρύϊνον τὸ ἔλυμα· τὸ δὲ μέσον εὔτονον, πρίνινον δὲ τὸν γύην.

### 438

ΒΟΕ Δ’ ΕΝΝΑΕΤΗΡΩ. Εἰκότως δεῖ τοὺς βόας τοσούτους καὶ τοιούτους εἶναι, ἵνα καὶ διὰ τὴν φύσιν ὦσιν εὐ σθενεῖς, καὶ διὰ τὴν ἡλικίαν ἀφυβρικότες, μὴ ὡς οἱ νεώτεροι θυμοειδεῖς ὄντες καὶ ζυγομαχοῦντες τὰ ἄροτρα κατακλῶσιν, καὶ τὸ ἔργον μάταιον καὶ ἄπρακτον ποιῶσιν.

### 441

ΟΥΚ ΑΝ ΤΩ Γ’ ΕΡΙΣΑΝΤΕΣ. Οὐ σκιρτήσαντες δηλονότι ἢ οὐ ζυγομαχήσαντες κατακλάσειαν τὸ ἄροτρον ἐὰν δὲ τὸ ἄροτρον κλασθῇ, οὐ προβαίνει τὸ ἔργον, ἀλλὰ μάταιον ἐγκαταλιμπάνεται. Οὐ ζυγομαχοῦσι δὲ, διὰ τὸ εἶναι ὁμήλικες. ΤΟ

### 443

ΤΟΙΣ Δ’ ΑΜΑ ΤΕΣΣΑΡΑΚΟΝΤΑΕΤΗΣ, μὲν σκάψαι καὶ ὑλοτομεῖν καὶ φυτεῦσαι, νέων δεῖται, τὸ δ’ ἀροτριάσαι, καὶ βουσὶν ἐπιστῆναι, καθεστῶτος ἤδη καὶ ὡς ἡνιόχου σωφρονοῦντος, μηκέτι παπταίνοντος εἰς τὰς τῶν νέων παιδιὰς, ἀλλ ἀρκούμενον ἄρτῳ ΤΕΤΡΑΤΡΥΦΩΙ. Τοιοῦτος δὲ ὁ εἰς τέσσαρα κλάσματα τεμνόμενος. ὈΚΤΑΒΛΩΜΩι δὲ, ὡς καθέκαστον τρύφος εἰς ὀκτὼ διαιρεῖσθαι ψωμούς· καὶ οὕτω δὴ πιμπλάναι τὸν ἀροτρατὴν αἰζηόν. ΤΕΣΣΑΡΑΚΟΝΤΑΕΤΗΣ. Οὐ πάντως τοσούτων χρόνων, ἀλλὰ καθεστηκότα δεῖ εἶναι τῇ ἡλικίᾳ. ΑΙΖΗΟΣ δὲ σημαίνει δύο, ποτὲ μὲν τὸν ἄνθρωπον, ποτὲ δὲ τὸν νέον.

### 444

ΤΕΤΡΑΤΡΥΦΩΝ. Τετράκλαστον· τρύφος γὰρ τὸ κλάσμα. Οὐδὲν δὲ ἄλλο διὰ τούτου δηλοῖ ἢ τὸ ἀπέριττον καὶ σύντονον τῆς τροφῆς, ἤτοι τῆς διαίτης, ἵνα μὴ σχολῇ τρυφά. Διὸ καὶ εἰς τέσσαρα τὸν ἄρτον διακλάσαι, καὶ εἰς ὀκτὼ δήγματα ἀναλῶσαί φησιν· ὥστε ἐπὶ τὸ ἔργον συντόμως ὁρμῆσαι.

### 448

ΤΟΥ Δ’ ΟΥ ΤΙ ΝΕΩΤΕΡΟΣ ΑΛΛΟΣ ΑΜΕΙΝΩΝ, ΣΠΕΡΜΑΤΑ ΔΑΣΣΑΣΘΑΙ. Τὸ μὲν σπέρματα δάσσασθαι δηλοῖ τὸ καταβάλλεσθαι ταῦτα, μερίζοντα εὐτάκτως, εἰς τὴν ἀροτριωμένην γῆν. Τὸ δ ΑΛΕΑΣΘΑΙ τὴν ΕΠΙΣΠΟΡΙΑΝ, τὸ μὴ ἀνομάλως ῥίπτειν ἀλλὰ συμμέτρως τὰ σπέρ ματα, μὴ ἐπάλληλα ταῦτα εἰς ἕνα τόπον· αὐτὴ γὰρ ἡ ἐπισπορία· ὡς τῶν δευτέρων σπερμάτων θλιβόντων τὰ πρότερα, τό πων δὲ ἄλλων ἀσπόρων μενόντων. Τοῦτο γὰρ καὶ πείρας δεῖ ἐπιτατικῆς· διὸ τὴν τοι Τοῦ τοιούτου τεσσαρακον ται καὶ μὴ μετεώρου διανοίας, ἀλλ αὐτὴν εἶναί φησιν ἡλικίαν χρήσιμον. ταετοῦς οὐκ ἔστιν ἀμείνων ἡλικία εἰς τὸ καλῶς σπείρειν, καὶ ἐπισπορίην ἀλέασθαι. Ἐπισπορία δέ ἐστιν, ὅταν σπείρῃ τὶς ἐλλιπῶς, καὶ πάλιν ἄνωθεν σπόρον ἐμβάλλῃ.

### 449

ΚΟΥΡΟΤΕΡΟΣ. Ὡσανεὶ ῥέμβεται ὁ νοῦς τοῦ τοι οὔτου ἐπὶ τοὺς ὁμήλικας.

### 450

ΦΡΑΖΕΣΘΑΙ Δ’ ΕΥΤ’ ΑΝ ΦΩΝΗΝ ΓΕΡΑΝΟΥ. Ὅτι μὲν ἡ γέρανος δοκεῖ φροντίδα ἔχειν, τουτέστι πρόγνωσιν, ὡς φησι Πλάτων, καὶ χειμῶνα προσιόντα δηλοῦν, φύσει δει λὴν οὖσαν πρὸς αὐτὸν, ὥς φησιν Ὅμηρος, δῆλον. Κελεύει δὲ ταύτην παρατηρεῖν κεκραγυῖαν καὶ δηλοῦσαν τὸν τοῦ σπόρου καιρόν. Μετὰ γὰρ τὴν ἀπὸ τῶν ἄστρων σημείωσιν, ἣν ἀπὸ τούτων παρέσχον, οἰκεῖον ἦν καὶ ἀπὸ τῶν ὀρνίθων ταύτην ποιήσασθαι. Τότε δὴ οὖν ὁ μὲν ἀβούτης δάκνεται διὰ τὴν ἀποφίαν τῶν βοῶν σπείρειν καὶ ἀροῦν ἀδυνατῶν· ὁ δὲ βοῶν εὔπορος χορταζέτω τὰς βοῦς, ὡς χρησόμενος αὐταῖς ἤδη πρὸς ἔργον τῆς σπορᾶς.

### 455

ΡΗΙΔΙΟΝ ΓΑΡ ΕΠΟΣ ΕΙΠΕΙΝ. · Τούτων τὸ μὲν ΑΒΟΥΤΗΣ εἴποι ἂν αἰτῶν βόας ἵν ἀροτριάσῃ τοῦ καιροῦ καλοῦντος, τὸ δὲ ὁ εὐπορῶν βοῶν ἀποκρίναιτο ἂν, ὅτι καὶ οἱ παρ’ αὐτῷ βόες ἔργα ἔχουσι, καὶ διὰ τοῦτο οὐκ ἂν αἰτούμενος δοίη. Ὃ καὶ ὁ Λάκων, τὴν κυνῶν αἰτούμενος, εἰπεῖν λέγεται πρὸς τὸν αἰτοῦντα· εἰ μὲν εἰδία, ἔσται καὶ σοὶ ἄχρηστος δὲ χειμῶν, καὶ ἐμοὶ χρήσιμος. Καὶ γὰρ καὶ περὶ τῶν βού ἐρεῖ ταυτὸν ὁ αἰτηθείς· εἰ μὲν μὴ καιρὸς τοῦ ἀροῦν, καὶ σι ἄχρηστοι· εἰ δὲ καιρὸς, καμοὶ χρήσιμοι. Τὸ γὰρ αἰτῆσαι εὐχερε ἐστιν, ἀλλὰ τὸ ἀπαρνήσασθαι καὶ μὴ δοῦναι, εὐχερέστερον. Ἔχε γὰρ εἰπεῖν, ὅτι οὐ δίδωμι· καὶ γὰρ κάμοὶ πάρεισιν ἔργα βοῶν δεόμενα.

### 457

ΦΗΣΙ Δ’ ΑΝΗΡ ΦΡΕΝΑΣ ΑΦΝΕΙΟΣ. Ὁ μὲν φρένας ἀφνειός ἐστιν, ὃς οὐκ ἂν εὔπορος ταῖς ἑαυτοῦ φαντα σίαις ταῖς κεναῖς οἴεται εἶναι εὔπορος· διὸ καὶ νήπιος, οἰόμε νος τὰ μὴ ὄντα. Ἀπὸ δὲ τῆς κατὰ τὴν ἅμαξαν οἰήσεως πᾶσαν τὴν τοιαύτην διασύρει ζωὴν, ὡς ἀνόητον. Ὁ γὰρ τὰς φρένας ἀφνειός εἴποι ἂν καὶ περὶ ἁμάξης, ὡς εὔκολον αὐτὴν, ὅταν θέλῃ, πήξασθαι, ἀγνοῶν ὅτι τὰ ξύλα αὐτῆς πολλά ἐστιν, ἃ δεῖ οἰκεῖα ἔχειν τὸν μέλλοντα κατασκευάσειν ἅμαξαν· τυγχάνει δὲ ἐκεῖνα διὰ τὸ πλῆθος οὐκ εὐπόριστα. Οὕτως οὖν καὶ περὶ βοῶν τοῦ ἀρότρου ἕνεκα καὶ περὶ πάντων οἰήσεται νοῦν τις οὐκ ἔχων, ὀφείλων ἐννοεῖν, ὅτι πρὸ καιροῦ δεῖ παρασκευάζειν καὶ οἰκείους ἔχειν, οὐκ ἀλλοτρίους αἰτεῖν. Θαῤῥοῦντας ἔχειν καὶ μὴ πρὸ καιροῦ εὐτρεπίζοντας· ἔχει γὰρ εἰπεῖν Τοῦτο εἶπε πρὸς τοὺς θαῤῥῶν, ὅτι ἔχει ὕλην, Ἐξέλθετε, ποιήσατέ μοι ἅμαξαν· μὴ εἰδὼς ὅτι πολλὴν δυσχέρειαν ἔχει· καὶ γὰρ ἑκατόν εἰσι τὰ ξύλα τῆς ἁμάξης. Φρένας δὲ ἀφνειός, ἤτοι οὐκ ἀληθῶς πλούσιος, ἀλλὰ τῇ ψυχῇ δοκῶν πλουτεῖν, καὶ ἑαυτὸν ἐξαπατῶν, ἢ κατὰ ἀντίφρασιν ἄφρων. Πολ λάκις γάρ τις τῶν τὴν ψυχὴν ἐπηρμένην ἐχόντων καὶ ὑπερήφανόν φησι, Τί γάρ ἐστιν εὐχερέστερον τοῦ ποιῆσαι ἅμαξαν, εἴτε ἄροτρον; ὁ δὲ ἄφρων οὐκ οἶδεν ὡς ρ’ ξύλων ἔσται συναγωγὸν εἰς τὴν ταύτης κατασκευήν· ρ’ δὲ, ἀντὶ τοῦ πολλῶν. Οὐ λέγει τὴν μέσην

### 460

ΕΥΤ’ ΑΝ ΔΗ ΠΡΩΤΙΣΤΑ. καὶ ξηράν πως καὶ ὑγρὰν ἀροῦν γῆν χρῆναι, ἀλλ εἴτε αὔην εἴτε νοτερὰν, τῆς ὥρας ἀπαιτούσης, δεῖν ἀροτριῶν, καὶ μὴ προφα σίζεσθαι τὴν ποιότητα τῆς γῆς, ὡς ξηρᾶς ἢ ὑγρᾶς ἤδη οὔσης. Πρὸς τοὺς ἀναβαλλομένους τὸ ἐργάζεσθαι λέγει· εἰσὶ γάρ τινες λέγον τες, ὅτι πολύ ἐστι ξηρὰ ἡ γῆ, ἀναμείνωμεν ἵνα ὑγρανθῇ· ἄλλοτε πάλιν ὑγρά ἐστι πολὺ, ἀναμείνωμεν ἵνα ξηρανθῇ. Φησὶν οὖν Ἡσίοδος κἄν τε ξηρὰ ᾖ κἄν τε ὑγρά, ἐργάζου τὴν γῆν τῷ καιρῷ προλαβών, καὶ μὴ ἀναβαλλόμενος, ὡς μετεχούσης αὐτῆς τοῦ ὑγροῦ ἢ τοῦ ξηροῦ, ἀλλὰ χωρὶς προφάσεως ἐργάζου. ΘΝΗΤΟΙΣΙ ΦΑΝΕΙΗ, Μαρτίου, καὶ Ἀπριλλίπου Μαΐου μηνός. Εἰ δὲ τὸν σπόρον θελήσεις εἰπεῖν, τὸν Ὀκτώβριον φήσεις, καὶ Νοέμβριον.

### 461

ΔΜΩΕΣ ΤΕ ΚΑΙ ΑΥΤΟΣ. Ὅμοιον τὸ, δαίμονι δ οἷος ξησθα· τὸ ἐργάζεσθαι ἄμεινον.

### 462

ΑΥΗΝ ΚΑΙ ΔΙΕΡΗΝ. Τὴν ξηρὰν καὶ τὴν ὑγράν καὶ αὐην δὲ τὴν χερσεύουσαν, ὑγρὰν τὴν εἰργασμένην, τὴν μήτε ξηρὰν οὖσαν, μήτε ὑγράν,

### 464

ΕΙΑΡΙ ΠΟΛΕΙΝ. Τὸ μὲν ἔαρος ὄντος τὴν γῆν πολεῖν τὴν σπείρεσθαι μέλλουσαν, δηλοῖ τὸ σχίζειν αὐτὴν, τὴν γὰρ δὶς ἠροσμένην δίπολον, καὶ τὴν τρὶς τρίπολον καλοῦσι. Τὸ οὖν στρέφειν ΠΟΛΕΙΝ ἔλεγον, καὶ τὸ ἀναστρέφειν, ἀναπολεῖν· ὥσπερ καὶ τὸν οὐρανὸν εἰώθαμεν διὰ τὴν στροφὴν τὴν περὶ τοὺς πόλους λέγειν περιπολεῖν. Τὸ δὲ θέρους νεωμένην, μὴ ἀπατᾷν, ἀλλ εἶναι πρὸς τὸν σπόρον ἐπιτηδείαν καὶ τὴν τῶν καρπῶν γένεσιν, ἐκεῖνο σημαίνει τὸ δεῖν ἁπαλύνειν αὐτὴν καὶ θρύπτειν τὴν συνεστῶσαν καὶ ὁμαλύνειν, ἀνακαινιζόντων αὖθις αὐτὴν καὶ νέαν ποιούντων. Διὸ καὶ ἐπάγει· νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν. ἡ γὰρ ἄγαν ὑπὸ τῶν ὄμβρων πιληθεῖσα συμπίπτει, ἡ δὲ ἀραιὰ καὶ κούφη τῷ ἀρότρῳ εἴκουσα ῥᾳδίως διὰ χαυνότητα δέχεται τὸν σπόρον. Εἰ μὲν οὖν ἀρκέσει τὸ ἐν τῷ ἔαρι πολεῖν, οὐ δέ ὄνται τοῦ νεάσαι ἐν τῷ θέρει. Ἔνιοι δὲ ἄμφω ποιοῦσι προευτρεπίζοντες τὸν σπόρον, διὰ τοῦ νεάσαι καὶ τοῦ σχίσαι τὸ ἔπαρμα καὶ τὸ ὕψος μηχανώμενοι τὸ ἐν τῷ σπείρειν χρήσιμον. Τούτοις οὖν ἐπιφωνεῖ εἰκότως, ΝΕΙΟΣ ΑΛΕΞΙΑΡΗ, διότι τοῖς παισὶν ὕπνον προξενεῖ καὶ ἡσυχίαν εὐθηνουμένοις. Τα γὰρ λιμώττοντα, καὶ ἡ πεῖνα χαλεπῶς διατίθεται, καὶ θηρι ὥδη ὄντα πρὸς τὴν ἡρεμίαν ἀπαγορεύει.

### 467

ΕΥΧΕΣΘΑΙ ΔΕ ΔΙΙ ΧΘΟΝΙΩι. Ταῦτα καὶ θεοσεβείας ἐστὶ δόγματα, τρέποντα τοὺς ἔργων ἁπτομένους ἐπὶ τὰς παρακλήσεις τῶν τὰ ἔργα ταῦτα ἐφορώντων καὶ τελειοῦν δυναμένων θεῶν· καὶ οὐδὲν ἀπολείπει πρὸς τέρψιν εἰ ἐννοήσομεν τὸν ἀροῦν μέλλοντα, λαμβανόμενον τῆς ἐχέτλης, ἣν προείπομεν ὅ τι ποτὲ δηλοῖ τοῦ ἀρότρου μέρος, πρὶν ἐλάσῃ τοὺς βόας, μάρ τυρα καλοῦντα τοῦ ἔργου τὸν Δία καὶ τὴν Δήμητραν τὸν μὲν, ὡς τελεσιουργὸν διὰ τῶν ὄμβρων τῆς σπορᾶς, τὴν δὲ, ὡς προ στάτιν τῶν γονίμων δυνάμεων τῆς γῆς. Ὁ γοῦν πάντα τα παρ ἑαυτοῦ ποιήσας οὐχ ἁπλῶς αἰτεῖ τοὺς θεοὺς, ἀλλ ὥσπερ ἀπαι τεῖ τὸ τέλος. Ὡς οὖν ἔλεγε Σωκράτης εὔχεσθαι δεῖν μουσικὴν τὸν μανθάνοντα, καὶ γονὴν παίδων τὸν γαμοῦντα, οὕτω καὶ Ἡσίοδος καρπῶν γονὴν τὸν τῆς ἐχέτλης ἤδη λαμβανόμενον, καὶ Ἕρπηκα φέροντα, καὶ ἐπάγοντα τοῖς νώτοις τῶν βοῶν, ὥστε κι νηθῆναι καὶ ἑλκύσαι τὸ ἄροτρον. Τοῦτο μὲν οὖν δῆλον. Τὸν δὲ ἱμάντα τῷ ζυγῷ περιβαλλόμενον μεσάβουν ὀνομαζόντων, ὃν περιάπτουσι κερκίδι εἰς τὸ μέσον ἐνθέντες τοῦ ζυγοῦ, ἣν ἔνδρυον καλοῦσιν, εἰκότως εἶπεν, ὅτι διὰ τοῦ ὅρπηκος, ὃν ἐπὶ τὰ νῶτα φέρει τῶν βοῶν, κινεῖ αὐτοὺς τὸ ἔνδρυον ἕλκοντας τῷ μεσάβῳ. Συντεινόμενος γὰρ οὗτος ὁ ἱμᾶς περὶ τὸ ἔνδρυον ἐφέλκεται τὸ ἄροτρον. Εἰ δὲ γράφοιτο μετὰ τοῦ ν μεσάβων, λέγοι ἂν αὐτὸ τὸ ἔνδρυον μεσάβων· διότι μέσον ἐστὶ τῶν βοῶν τῷ ζυγῷ ἐμπεπηγός. Εὔχου ἐπιλαμβανόμενος εὐθέως τὸν ὅρπηκα τῇ χειρὶ, καὶ ἐπὶ τὸν ὦμον ἐκτείνων τῶν βοῶν, ὡς ἂν πρόθυμος γένηται τῶν βοῶν ἡ ὁρμὴ ἑλκόντων τὸ ἔνδρυον, ἀπὸ μέρους τὸ ὅλον ἄροτρον. Τὸ γὰρ ἔλυμα ἔνδρυον εἶπεν, ὅρπηκα δὲ λέγει τὸ βούκεντρον τὸν δρυϊνόν φησι πασσαλίσκον ἑλκέτω ὁ μέσος τῶν βοῶν λώρος.

### 471

ΕΛΚΟΝΤΩΝ ΜΕΣΑΒΩΝ. Τὰ μέσσαβα τῶν μεσσάβων· λέγονται δὲ αἱ τοῦ ζυγοῦ γλυφαί· καὶ ὁ Καλλίμαχος, Μέσσαβα βοῦς ὑποδύς. Ἑλκόντων τῶν βοῶν τὸ ἔνδρυον τῶν μεσσάβων, τὸν ζυγὸν ἐν ᾧ αἱ γλυφαὶ, ἔνθα οἱ αὐχένες τῶν βοῶν δέδενται. Μεσάβων· ὁ πρὸς τὸν ζυγὸν πλατὺς ἱμᾶς, ὃς εἰς τὴν ξυλίνην κέρκην ἐντίθεται, ἥτις ἔνδρυον καλεῖται, παρ ὅσον ξύλινον ἢ χλωρὸν, ἢ ὅτι πᾶν ξύλον δρῦς, καὶ μέσα τοίνυν τὰ ὑνία, τὰ μεταξὺ τῶν βοῶν προσδεδεμένα τῷ ἀρότρῳ, ἢ τὸν ζυγὸν, ἢ τὸν ἱστοβοέα. Ὁ ΔΕ ΤΥΤΘΟΣ ΟΠΙΣΘΕΝ. Τῷ μὲν δεσπότῃ τὸ ἀροῦν καὶ τὸ βοωτεῖν ἀποδέδωκε, τῷ δὲ οἰκέτῃ τὸ ἐπισκάλλειν καὶ κατ τακρύπτειν τὸν σπειρόμενον καρπὸν, ἵνα μὴ εὐπετῶς αὐτὸν αἱ ὄρνιθες ἀναλέγωσιν ἐπὶ τῆς γῆς ἐῤῥιμμένον, ἀλλ ὑπὸ τῆς ἐπιφερομένης γῆς ὑπὸ τοῦ δμωὺς ἀποκρύπτηται περιστρεφόμενος οἷς εἰκότως ἐπήγαγε, καθόλου γὰρ παντὸς ἔργου τὴν μὲν εὐθη μοσύνην ἀρίστην εἶναι, τὴν δὲ κακοθημοσύνην κακίστην· δεῖ γὰρ ἕκαστον εὖ διατιθέναι, καὶ μὴ κακῶς ἀλλὰ καλῶς· ἐν παντὶ γὰρ ἔργῳ τὸ εὖ ἔστι καὶ τὸ κακῶς. Διὸ καὶ ἐν τῷ σπείρειν δεῖ τὸ εὖ ἐπιζητεῖν, τοῦτο δὲ, ἐν τῷ σπείροντα φροντίζειν, καὶ μὴ τὰ σπέρματα ταῖς ὄρνισιν ἐκκείμενα ποιήσωμεν. Εὐθημοσύνη, ἐπιμέλεια καὶ ἐργασία. Εἰ καὶ τὰ παρ’ ἡμῖν

### 475

ΩΔΕ ΚΕΝ ΑΔΡΟΣΥΝΗ. γίγνοιντο πάντα καὶ εὐξαμένοις ἐπακολουθήσει καὶ τὰ παρὰ τοῦ Διὸς, οἱ στάχυες ἁδροὶ γεννήσονται· τοιοῦτοι δὲ γενόμενοι νεύ σουσιν ἔραζε, ὡς εἰώθασιν πλήρεις ὄντες καὶ ἐμβριθεῖς. Τὸ γὰρ πλῆρες βαρύνον τὸν στάχυν νεύειν ποιεῖ, ὁ δὲ ἀσθενὴς ὀρ θὸς μένει διὰ κουφότητα. Δεῖ δὲ ἐφιστάνειν ὃν ἐκάλεσεν Δία Χθόνιον, Ὀλύμπιον πάλιν εἶπεν, ἐνδεικνύμενος ὅτι πανταχοῦ ὁ Ζεὺς, ἀλλ ἄνω μὲν Ὀλύμπιος, κάτω δὲ Χθόνιος· καὶ ἐπειδὴ τελειοῖ τοὺς ἐν τῇ γῇ καρποὺς καὶ τὰς τοῦ οὐρανοῦ κινήσεις ὄμβρους πέμπων, ἅμα καὶ Ὀλύμπιον αὐτὸν ὑμνητέον καὶ Χθό νιον, διὰ μὲν τὸ ἀφ οὗ ἡ τελείωσις, Ὀλύμπιον, διὰ δὲ τὸ ἐν ᾧ, Χθόνιον. Οὕτως, φησὶ, ποιοῦντός σου, τῇ ἁδροσύνῃ τῶν γεννημάτων ἐπὶ τὴν γῆν οἱ στάχυες νεύσουσιν, εἰ συνευδοκήσει τῇ σπουδῇ σου καὶ ὁ λεχθεὶς χθόνιος Ζεὺς, ἤτοι ὁ Πλούτων. ΑΦΡΟΣΥΝΗ. Τουτέστι τῷ βάρει καὶ τῇ πυκνότητα, ἁδρὸς γὰρ ὁ πολύς.

### 477

ΚΑΙ ΣΕ ΚΟΛΠΑ. Ἐκ πόνων, φησὶν, ἕξεις καρ ποὺς, καὶ ἐκ τῶν ἀγγείων, ἐν οἷς δεῖ τούτους ἀποθησαυρίζειν, ἐλάσεις τὰ ἀράχνια· ἐν τοῖς γὰρ κενοῖς ὑφαίνουσιν αἱ ἀράχναι. Διάξεις οὖν λιπαρῶς, καὶ τὸ ἔαρ ὄψει ἱλαρὸν, οὐδὲ πρὸς ἄλ λον ἀποβλέψεις· τὸ γὰρ ΑΥΓΑΣΕΑΙ τοῦτο σημαίνει. Του ναντίον δὲ, εἰς σὲ βλέψει τις, ὡς ἐπικουρίας δεόμενος. Εὖ δὲ καὶ τὸ μέχρι τοῦ ἔαρος εὔθυμον διάγειν τὸν ἐπιμελούμενον τῆς γῆς, ὅτε τοὺς πολλοὺς εἰώθασιν ἀπολείπειν οἱ θερισθέντες καρποι. Πολιὸν δὲ τὸ ἔαρ οὗτος εἶπεν, ὡς ἄλλοι λευκὸν, διὰ τὴν ἐπ’ αὐτῷ ἡδονὴν, ὅτι μὴ στυγνὸν καὶ κατηφὲς, ἀλλ ἱλαρὸν, διὰ τὴν μέχρις αὐτοῦ τῶν καρπῶν εὐπορίαν, ἀφθόνων ἐκ τῆς ἐπιμε λείας γεγονότων. Τὸ δὲ ΕΥΟΧΘΕΩΝ σημαίνει οὐχὶ ἀχθόμε νος ἀλλ εὖ ἔχων, ἀντὶ ὀχθεῖν καὶ οἷον εὐωχούμενος, κατὰ πα Εὐεκτῶν καὶ εὐθηνούμενος, καλοὺς σωροὺς τῶν καρπῶν ἔχων· ὄχθος γάρ ἐστιν ἡ σωρεία τοῦ χώματος. ῥάθεσιν ἑνὸς γράμματος, εὐοχθέων γενόμενος.

### 479

ΕΥΟΧΘΕΩΝ. Χαίρων, πληθύων τῆς ὀχῆς· ἐχὴ δὲ, ἡ τροφή. Εἴρηται οὖν κατὰ πλεονασμὸν τοῦ θ, ἢ ἐπει δὴ ὄχθος λέγεται ὁ κόπος. Εὐοχθέων, τουτέστιν, οὐ κεκοπιακὼς, ὡς τὸ, κάματον εὐκάματος παρ’ Εὐριπίδη. Εἰς τὸ ἔαρ, φησὶν, ἥξεις, ἔχων τοὺς καρποὺς καὶ τῶν πόνων τὰς ἀμοιβάς.

### 481

ΕΙ ΔΕ ΚΕΝ ΗΕΛΙΟΙΟ ΤΡΟΠΑΙΣ. Διά τού των διδάσκει συντόμως, ὅτι οἱ περὶ τὰς τροπὰς τὰς χειμερινὰς ἢ μετὰ τὰς τροπὰς σπείροντες ὀλίγον ἕξουσι θέρος, καὶ τὴν ὀλι γότητα ποιητικῶς ἀπὸ τῶν παρεπομένων δηλοῖ, καὶ οὐδὲν θαυμαστὸν, ὅπου καὶ ὁ χρησμὸς ἀπορίαν ἁπλῶς τῶν καρπῶν εἶπε, Καὶ θέρος ἀδρέπανον θήσει καὶ ἄβοτρυν ὀπώρην. Οὕτως οὖν καὶ τὰ τοῦ Ἡσιόδου πολλὴν ἔμφασιν ἔχει τῆς ἀκαρπίας. Ὁ μὲν γὰρ καθήμενος ἐν τῷ θερίζειν καὶ ὀλίγον τῇ χειρὶ πλῆθος ἀσταχύων περιλαμβάνων τὸ ἄναυξες αὐτῶν ἅμα δηλοῖ, διὸ καθήμενος θερίζει· καὶ τὸ ἀραιὸν, διὸ ὀλίγους, περιλαμ βάνει· ὁ δὲ ἀντία δεσμεύων τὴν κολοβότητα καὶ σμικρότητα, ἀντιβάλλοντες γὰρ αὐτοὺς καὶ ἀλλήλοις ἐναντίως τιθέντες δε σμεύουσιν. Ὁ δὲ κεκονιμένος, τὴν ψιλότητα τοῦ πεδίου, καὶ τὸ μὴ συνεσκιᾶσθαι αὐτὸ ὑπὸ τῶν ἀσταχύων. Ὁ δὲ φέρων οὐκ ἐφ ἁμάξης αὐτοὺς ἀλλ ἐν φορμῷ, καὶ λανθάνων τοὺς πολλοὺς ὅτι φέρει, πάλιν τὴν ὀλιγότητα, δι ὧν πάντων δηλοῖ προσήκοντας εἶναι τῇ ἀκαιρίᾳ τῆς σπορᾶς τοὺς θερισμούς.

### 482

ἩΜΕΝΟΣ ΑΜΗΣΕΙΣ. Κατέχων τὰ δράγματα μὴ χειρὶ πεπληρωμένῃ, ἀλλὰ κενῇ χειρὶ τὸ λεγόμενον, καὶ περὶ ὀλίγον τόπον αὐτῆς συσφίγγων τὰ δράγματα, διὰ σμικρύτητα.

### 485

ΑΛΛΟΤΕ Δ’ ΑΛΛΟΙΟΣ ΖΗΝΟΣ. Ἕως τοῦ, ΘΝΗΤΟΙΣΙ ΝΟΗΣΑΙ. Τοῦτο οὐ μάτην προσέθηκεν· ἀλλ ἐπειδὴ καὶ τοῖς μὴ παριδοῦσι τὸν καιρὸν ἀπορεῖν ἔσθ ὅτε συμβαίνει, καὶ τοῖς παριδοῦσιν ἐκ τοῦ παραλόγου θερίζειν καρποὺς ἀφθόνους, πᾶν τὸ τοιοῦτον ἔργον εἶναι φησὶ τοῦ Διὸς, δι’ Οὐκ εἰδότες οὖν ἄλλας αἰτίας ἀδήλους ἡμῖν ταῦτα ποιοῦντος. οἱ ἄνθρωποι τίς ὁ νοῦς τοῦ Διὸς, ὀφείλομεν τὰ ἐφ ἡμῖν μὴ παραλείπειν. Τί ἂν γίνοιτο βοή. ΕΙ ΔΕ ΚΕΝ ΟΨ’ ΑΡΟΣΗΣ. θημα τῷ ὀψὲ τοῦ καιροῦ ἀρύσαντι, διὰ τούτων λέγει· καὶ ὅτι δεῖ ὕδωρ ἐκ Διὸς γενέσθαι μεσοῦντος ἤδη ἔαρος, ἡνίκα ὁ κόκ κυξ ᾄδειν ἄρχεται καὶ τέρπειν, οὐχ ὡς ἡδύφωνος (οὐ γάρ ἐστιν ἀλλ ὡς μηνύων τὸ ἔαρ ἤδη πλατὺ εἶναι. Τότε ἂν εἰ γένοιτο ὑετὸς, ὥστε εἰς τρίτην ἡμέραν μήτε ὑπερβάλλειν τῷ πλήθει βοὺς ὁπλὴν, μήτε ἀπολείπειν, ἀλλὰ βρέχειν ὅλην, ἔσται βοήθημα τῷ ὀψαρότῃ, καὶ σχοίη ἂν καρποὺς ἐφαμίλλους τῷ πρωτ ταρότῃ. Τὴν μὲν οὖν ὁπλὴν ἐπὶ βοὺς ῥηθεῖσαν οὐκ οὖσαν τῶν μονονύχων, συγγνώμης ἀξιωτέον. Διότι δὲ σημεῖον ἐξεῦρεν ἱκανὸν ἀρκοῦντος ὄμβρου τοῖς περὶ ἄροτρα καὶ βοῦς ἀσχολουμένοις, ἐπαινετέον. Ὅτι δὲ ὁ τοιοῦτος ὄμβρος χρήσιμος, πιο στοῦται ἀπὸ τοῦ τὴν Σικελίαν εὐκαρπεῖν πολλοὺς δεχομένην ἐαρινοὺς ὄμβρους, καὶ ἀπὸ τοῦ προσηνὲς εἶναι τὸ ὕδωρ τότε τῇ γῇ ὑποθερμαινόμενον, καὶ νηπίοις οὖσι τοῖς καρποῖς συμφέρον· καὶ ἀπὸ τοῦ τινας καὶ ἐν ἰσημερία σπείραντας ἐαρινῇ, Μαρτίου μηνὸς καὶ πολλοὺς θερίσαι καρπούς· καὶ γὰρ ὁ τριμηνιαῖος λεγόμενος πυρὸς ὑπὸ τοιούτων ὄμβρων ἐκτρέφεσθαι ἔοικε τῷ ἐαρινῷ. ΕΙ ΔΕ ΚΕΝ ΟΨ’ ΑΡΟΣΗΣ. Εἰ δὲ συμβῇ σοι βραδύνειν, φησὶ, τοῦτό σοι ἔσται σημεῖον, ἐὰν ἐπὶ τῷ σπόρῳ σου τῷ ἐαριν ἐπιβρέξῃ ἡμέρας τρεῖς τοσοῦτον, ὥστε συστῆναι τὸ ὕδωρ τῇ γῇ μέχρι τοῦ σκεπάσαι τὸ ἴχνος τοῦ βοὸς, μήτε ὑπεράνω, μήθ ὑπερκατωτέρω, τότε ἐρίσειαν τὰ ὀψίμως ἐσπαρμένα τοῖς πρωΐμοις.

### 493

ΕΝ ΘΥΜΩ Δ’ ΕΥ ΠΑΝΤΑ. Δεῖ τοὺς καιροὺς παραφυλάττειν τὸν γεωργὸν, καθ οὓς ἀποδοτέον ἕκαστα τῶν ἔργων, καὶ τὰ ἐκ τοῦ Διὸς γινόμενα, οἷον ὄμβρους, αὐχμοὺς, ἀνέμους ψυχροὺς, ἢ θερμούς. Ταῦτα γὰρ συνεργεῖ τοῖς ἐκ τῆς γῆς, ἢ καὶ ἐμποδίζει πρὸς τὴν γένεσιν, ὧν οὐ δεῖ τῆς παραφυλακῆς ἀμελεῖν.

### 495

ΠΑΡ Δ’ ΙΘΙ ΧΑΛΚΕΙΟΝ. Διά τούτων καὶ τῶν ἐφεξῆς παρακελεύεται, μὴ δ εἰ χειμέριος ἀὴρ εἴη, ἢ καὶ κρυ μώδης, ἀμελεῖν τῶν ἔργων, ἀλλ ἀντιπράττεσθαι πρὸς αὐτὸν ἀόκνως· τὸν γὰρ δεόμενον τῶν ἔργων διὰ τὸ ἐξ αὐτῶν τρέφε σθαι, τὰς λέσχας καταλαμβάνειν ἄτοπον . Τότ οὖν δεῖ ἐπὶ ταύτας χωρεῖν, ὅταν πάντη κωλύῃ τῶν ἔργων τὸ κρύος. Ὅτι δὲ τοὺς ἀλεεινοὺς οἴκους οἱ πένητες κατελάμβανον, ἐν οἷς συγκαθήμενοι ἐν λαλιαῖς ἦσαν, δῆλον, καὶ ὅτι λέσχας ἐκάλουν τούτους, καὶ γὰρ ἐν Ἀθήναις ἦσαν τοιοῦτοι τόποι καὶ ὠνομάζοντο λέσχαι ἑξήκοντα καὶ τριακόσιαι· καὶ ὅτι ἐδρᾶτό τινα θέ σμια περὶ αὐτοὺς, ἵνα οἱ λόγοι γίνωνται σὺν τοῖς συνιοῦσιν ἐπωφελεῖς· εἰώθεισαν δὲ καὶ ἐγκαθεύδειν τινὲς τοῖς χαλκείοις κρυ μῶν ὄντων, καὶ ἐν τοῖς ἄλλοις ἐργαστηρίοις, ἐν οἷς ἐξάπτεται πῦρ. Τότε οὖν ἐν τούτοις ἀλεαίνεσθαι μόνον, ὅταν τὸ κρύος μὴ συμφέρῃ τοῖς ἔργοις· ὅταν δὲ καὶ ἐν κρύει ἀπαιτῇ τὰ ἔργα, παρατακτέον, καὶ τῶν ἔργων ἀνθεκτέον. Τὰ χαλκεία παρὰ τοῖς παλαιοῖς ἄθυρα ἦν, καὶ ὁ βουλόμενος εἰσήει καὶ ἐθερμαίνετο, καὶ οἱ πένητες ἐκεῖ ἐκοιμώντο. Λέσχη δέ ἐστι τόπος τις δημόσιος, ἀνειμένος τοῖς βουλομένοις διαιτάσθαι. Λέγει γὰρ ἡ Μελανθώ προς Ὀδυσσέα» Εἰ σὺ θέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν Ἐς λέσχην θερμαίνου, πουτέστιν εἰς τόπον λέσχης ἄπελθε. Καθεζόμενοι δὲ ἐν αὐτοῖς ἐθερμαίνοντο, καὶ τῶν ἔργων ἀπείχοντο. Παρέρχου οὖν φησι τοὺς τοιού τους τόπους ὥρᾳ χειμῶνος, τότε γὰρ μὴ ὀκνῶν ἀνὴρ μεγάλως αὔξει τὸν ἑαυτοῦ βίον· ὁ δ ἀεργὸς ἐλπίζων πάντα αὐτῷ αὐτόματα παραγε νήσεσθαι διελογίσατο κακὰ, καὶ τὴν ἑαυτοῦ ψυχὴν ἐκακολόγησεν. — Νεοπτόλεμος ἐν τῷ περὶ γλωσσῶν φησι λέσχην εἶναι ὄνομα αὐλῆς, ἐν ᾗ πῦρ ἐστι. Φησὶν οὖν ὅτι ἀπερχόμενος ἐπὶ τὸ ἔργον σου μὴ, ἐὰν εὕρῃς τόπον θέρμην ἔχοντα, στῆς καὶ φλυαρῇς , ἀλλὰ πάρελθε· ἐκ τούτου οὖν καὶ λέσχη ἁπλῶς ἡ φλυαρία· ἀλέα δὲ ἡ θέρμη ἡ περὶ τὸν ἥλιον, κυρίως ὕπαιθρος τόπος ὑπὸ ἡλίου Θερμαινόμενος. Μέσ νανδρος, ἀλέας Ἀθήνας.

### 498

ΜΗ ΣΕ ΚΑΚΟΥ ΧΕΙΜΩΝΟΣ. Ἕως τοῦ ΠΟΔΑ ΧΕΙΡΙ ΠΙΕΖΟΙΣ. Τῶν λιμωττόντων τοὺς πόδας φησὶ παΚαὶ εἷς νόμος ἐν χύνεσθαι, τὸ δ ἄλλο σῶμα λεπτύνεσθαι. Ἐφέσῳ, μὴ ἐξεῖναι πατρὶ παῖδας ἀποθέσθαι ἕως ἂν διὰ λιμὸν παχυνθῇ τοὺς πόδας. Ἴσως δὲ καὶ τὴν ἀπὸ καθίσεως καὶ ἀργίας πάχυνσιν δηλοῖ τῶν ποδῶν· γίνεται γὰρ τοῦτο τοῖς ἐπὶ πολὺ καθημένοις. Ἐὰν οὖν ἐν τοῖς ἀλεεινοῖς οἴκοις ἀργὸς και θιζάνης, λεπτῇ χειρὶ διὰ λιμὸν τοὺς παχεῖς ὄντας πόδας πιέσεις. Ἔοικε δὲ καὶ ἡ ἐν τοῖς λιμοῖς πάχυνσις εἶναι κατὰ φύ ὡς ὁ Πλούταρχος· δεῖται γὰρ τὸ ἐν ἡμῖν θερμὸν, ἵνα μένῃ, τῆς ἔξωθεν τροφῆς, ἣν οὐ δεχόμενον δαπανᾷ τὸ σῶμα, καὶ αὐτοῦ τι ἀποσπᾷ· δι’ ἀσθένειαν δὲ ἀδυνατοῦν ἀλλοιῶσαι τὸ ἀποσπώμενον, ἄπεπτον ἀφίησι· καὶ αὐτὸ μὲν, τὰ μέσα καὶ τὰ ἄνω λεπτύνει τοῦ σώματος, ἐν οἷς ἐστι τὸ πλεῖον· ἐκεῖνο δ ἄρα τὸ ἄπεπτον εἰς τὸ κάτω φέρεται, καὶ οὕτω δὴ παχύνει τοὺς πόδας.

### 500

ΠΟΛΛΑ Δ ΑΕΡΓΟΣ ΑΝΗΡ. Τοὺς ἐν ἀργία ζῶντας, καὶ τὰς ἐλπίδας κενὰς ἔχοντας, ἅτε μηδὲν ἑαυτοῖς συνειδότας ἔργον εἰς εὐπορίαν συντεῖνον, ἀνάγκη πολλὰ τῷ ὄντι κακὰ προσεννοεῖν διὰ τὴν ἀπορίαν ὅπως ἂν τραφῶσιν· ἐντεῦθεν λωποδύται γίνονταί τινες, ἐντεῦθεν ἱερόσυλοι, ἐντεῦθεν φιλοπράγμονες, καὶ πάντες ὅσοι τὸν βίον ἐκ τῶν ἀλλοτρίων ἔχειν ἐπινοοῦσι.

### 504

ΔΕΙΚΝΥΕ ΔΕ ΔΜΩΕΣΣΙ. Διὰ τούτου τοῦ παρἀγγέλματος, καὶ τὰ ὅμοια νοητέον· οὐκ ἀεὶ εὐτυχήσομεν· παρασκευαστέον οὖν καὶ πρὸς τὰς περιστάσεις· οὐδὲ ἀεὶ ὑγιανοῦ μεν· φροντιστέον οὖν καὶ τῶν ταῖς νόσοις ἐπιτηδείων · οὕτως οὖν καὶ οἰκήσεων ἐν θέρει, διὰ τὴν ἐλπίδα τῆς τοῦ χειμῶνος προσβολής. Καθηγοῦ τοῦ ἔργου, καὶ πρόλεγε τοῖς δούλοις ὅτι οὐκ ἀεὶ θέρος ἔσται, ὡς ἂν ἀπὸ τοῦ θέρους εὐτρεπισθῶσιν καὶ τὴν στέγην σου ὡς πρὸ τοῦ χειμῶνος στεγάσωσι διὰ τοὺς ὄμβρους · καὶ Ὅμηρος, Πηλείδη μὲν ἐγὼν ἐνδείξομαι..

### 506

ΜΗΝΑ ΔΕ ΛΗΝΑΙΩΝΑ. Πλούταρχος οὐδένα φησὶ μῆνα Ληναιώνα καλεῖσθαι παρὰ Βοιωτοῖς· ὑποπτεύει δὲ ἢ τὸν Βούκαιρον αὐτὸν λέγειν, ὅς ἐστιν ἡλίου τὸν αἰγόκερων διόντος, καὶ τὸν βούδορα τῷ βουκέρῳ συνάδοντας, διὰ τὸ πλείστους ἐν αὐτῷ διαφθείρεσθαι βόας· ἢ τὸν Ἑρμαῖον , ὃς ἐστι μετὰ τὸν βούδορα, καὶ εἰς ταυτὸν ἐρχόμενος τῷ Γαμηλιῶνι, καθ ἂν καὶ τὰ Μηναῖα παρ’ Ἀθηναίοις. Ἴωνες δὲ τοῦτον οὐδ Τοῦτον οὖν ὡς ψυχρόν κεἄλλως, ἀλλὰ Ληναιώνα καλοῦσι. λεύει φυλάττεσθαι, καὶ ἐν τοῖς ἄλλοις μησὶ τὰς ἐξαπίνης γινομένας πηγάδας, αἳ δὴ γίνονται πήξεις τῶν ὑδάτων τοῦ Βορέου πνεύσαντος, ἃς οὐ ῥᾴδιον ὑπομεῖναι διὰ τὴν σφοδρότητα τῆς πήξεως, ΜΗΝΑ ΔΕ ΛΗΝΑΙΩΝΑ. Ὄνομα μηνὸς κατὰ τοὺς Βοιωχούς· ἀναιρετικὸς δὲ οὗτός ἐστι τῶν βοῶν , εἰς ὃν ἐξέδερον τοὺς βόας. Ληναιών δὲ εἴρηται, διὰ τὸ τοὺς οἴνους ἐν αὐτῷ εἰσκομίζεσθαι· οὗτος δὲ ὁ μὴν ἀρχὴ χειμῶνός ἐστιν. Οἱ δὲ Ληναιῶνα φάσκουσιν αὐτὸν καὶ λεῖσθαι, διὰ τὰ λήναια, ὅ ἐστιν ὅρια, καὶ προβατοδόραν καὶ αἰγιοδό φαν καλοῦμεν· ἢ ἐπειδὴ Διονύσῳ ἐποίουν ἑορτὴν τῷ μηνὶ τούτῳ, ἣν Ἀμβροσίαν ἐκάλουν. Προτρεψάμενος οὖν αὐτὸν τῷ χειμώνι ἐργάζεσθαι, παραιτεῖται τὸν πρῶτον μῆνα· ΒΟΥΔΟΡΑ δέ φησιν ἀλεύου, ἤτοι τὰ αἴτια τοῦ ἀποδέρεσθαι τοὺς βόας, ὅπερ συνεκδοχικώς τελευτῶν σημαίνει. Αἱ δὲ ΠΗΓΑΔΕΣ χαλεπαί εἰσι πνέοντος τοῦ Βορέου· ἢ τὰς παγεράς ποιούσας ἡμέρας, ἢ τὰς πάχνας αὐτῆς τῆς χιόνος.

### 509

ΟΣΤΕ ΔΙΑ ΘΡΗΚΗΣ. Ταῦτα καὶ τὰ ἑξῆς τὸν κρυμὸν ἐκτραγῳδεῖ τὸν βόρειον. Διὰ Θρήκης μὲν οὖν αὐτὸν πνέειν ἄμεινον εἰρῆσθαι, ἢ καὶ παρ’ Ὁμήρῳ ἐκ Θρήκης· ἄνωθεν γὰρ φέρεται ἀπὸ τῶν τῆς Θράκης βορειοτέρων, διὰ τῆς εἰς ἡμᾶς πορείας. Διατίθησι δὲ χαλεπῶς τὰ μὲν πελάγη, τὸν πόν τον ὀρίνεσθαι τὴν δὲ γῆν μεμυκέναι λέγων διὰ τὰς ἐμπτώσεις τοῦ πνεύματος, τὴν δὲ ὕλην συνεπτηχέναι μετὰ τῆς γῆς, εἰ τύχοι, δένδρων οὖσαν πολλῶν, καὶ τὰ δένδρα τὰ στερεώτατα, δρῦς καὶ ἐλάτας προῤῥίζους πίπτειν εἰς γῆν, τοὺς δὲ θῆρας φρίσσειν, καὶ τὸ γινόμενον ὑπ αὐτῶν προστιθεὶς φυσικῶς, τὸ συστέλλειν ἐπὶ τὰ μήδη τὰς οὐρᾶς, καὶ ταῦτα τῶν θηρῶν λα χνῆεν καὶ δασὺ τὸ δέρμα ἐχόντων, σκεπόμενον ὑπὸ τῶν τριχῶν. Διόπερ οὐκ ἔδει καθικνεῖσθαι τὸν κρυμὸν αὐτῶν, ὡς ἡμῶν τῶν ἀτρίχων· καθικνεῖται δὲ ὅμως, ὥστε καὶ τῶν βοῶν τὰ δέρ ματα παχέα ὄντα μὴ ἀντέχειν, καὶ τὰς αἶγας κάμνειν· μόνους τοὺς δῆς διὰ τὴν τῶν μαλλῶν σκέπην αὐτάρκη τούτου ἀντε χομένους. Καὶ τέλος προστίθησιν, ὅτι ΤΡΟΧΑΛΟΝ, ἀντὶ τοῦ δίκην τροχοῦ κεκαμμένον καὶ κεκυφότα, γέροντα τίθησιν ὁ τοιοῦτος πάγος, ἐπειγόμενον σκέπην καταλαβεῖν, καὶ ἀλέας που τυχεῖν.

### 510

ΜΕΜΥΚΕ ΔΕ ΓΑΙΑ ΚΑΙ ὙΛΗ. Ἤτοι συμμέ μυκε καὶ οἱονεὶ συμπέπτωκε διὰ τὴν πυκνότητα τοῦ κρύους· ἐν ἔαρι γὰρ πᾶσα γῆ ἀνοίγεται, διὸ καὶ τὰ ἄνθη καὶ τοὺς καρποὺς ἀναδίδωσιν· ἐν χειμῶνι διὰ τὸ ψύχος ἄγονός ἐστι καὶ μεμυκυία ἡ γῆ. Ἢ μέμυκεν, ἀντὶ τοῦ μυκᾶται καὶ βοᾷ. ΝΗΡΙΤΟΣ δὲ ὙΛΗ ἡ μεγάλη, καὶ πολλή· πρὸς ἣν οὐδεὶς φιλονεικήσειε διὰ τὸ πλῆθος. Πᾶσα δὲ ἠχεῖ τὸ τηνικαῦτα ἡ ἄπειρος ὕλη, καὶ οἱ σύμφυτοι τύποι τῶν ὀρῶν, οἷς οὐδὲν ἀντίσχει, ἢ διὰ τὸ πλῆθος ἐρίσειεν.

### 514

ΟΥΡΑΣ Δ’ ὙΠΟ ΜΕΖΕ ΕΘΕΝΤΟ. Ἀπὸ τοῦ παρακολουθοῦντος· εἴωθε γὰρ τὰ ζῶα διὰ τὸ ψύχος, τὰς οὐ ρὰς μεταξὺ τῶν μηρῶν ἀποθλίβοντα, ἐγγὺς τῶν αἰδοίων ποιεῖν· ὡς καὶ παρὰ Καλλιμάχῳ, Ἕζεσθαι θερμότατον ῥιζοῦμε Ποσειδών. ΜΕΖΕΑ δὲ ὡς μήδεα. Αἱ δ οὐραὶ, ὡς νευρώδεις καὶ ὀστώ δεις, δύσριγοί εἰσιν. Ἀριστοτέλης φησὶ μὴ μόνον τὰς αἶγας δυσρίγους εἶναι, ἀλλὰ καὶ τὰ πρόβατα.

### 520

ΤΡΟΧΑΛΟΝ. Ἐκ μεταφορᾶς τοῦ τροχοῦ, ἐπικαμ πῆ, ἢ ὀξὺν ἐν τῷ δρόμῳ· ἀναγκάζεται γὰρ καὶ ὁ γέρων ὑπὸ τοῦ ψύχους τρέχειν ἐπὶ τὸν θερμὸν οἶκον· ἢ κυρτὸν καὶ ἐπικαμπῆ.

### 521

ΚΑΙ ΔΙΑ ΠΑΡΘΕΝΙΚΗΣ. Μόνην ἐξαιρεῖ τοῦ λόγου τῶν ὑπὸ τοῦ κρύους δαμαζομένων τὴν παρθένον· ἣν καὶ ἁπαλόχρουν διὰ τὸ οἴκου ῥεῖν οὖσαν ἄπληκτον τῆς ἐξ αὐτοῦ φρί της μετὰ τὰ λοετρὰ καὶ τὰς ἀλοιφὰς, εἴσω μυχῶν τοῦ οἴκου παρθενευομένην, καὶ διὰ τοῦτο μένουσαν ἀπείραστον τοῦ κρύ Καὶ γὰρ ἐκείνων ἑκάτερον βοηθεῖ καὶ ἡ οἰκουρία. οὖς.

### 526

ΟΤ’ ΑΝΟΣΤΕΟΣ ὋΝ ΠΟΔΑ. Τὸν μὲν ἀνοστεον δεῖ νοεῖν τὸν πολύποδα, διότι καὶ αὐτὸς ἕν τι τῶν μαλακίων ἐστί. Τὰ δὲ μαλάκια γένος τῶν ἀλόγων ζώων ἓν, τεττάρων ὄντων· ἐντόμων, μαλακοστράκων, ὀ στρακοδέρμων, μαλακίων. Τὸ δὲ ΤΕΝΔΕΙ σημαίνει τὸ ἐσθίει, κατὰ τροπὴν τοῦ ἀντιστοίχου οὕτω ῥηθὲν, ἐπεὶ τένθης λέγεται ὁ ὀξυπείνης καὶ προς πένθης. Λέγεται γὰρ καὶ ὁ πολύπους ἐν τοῖς χειμῶσιν ἐκμυζῶν τὸν πόδα συνεσταλμένος ἐν τοῖς μυχοῖς τοῖς ἑαυτοῦ. Το δὲ ΜΠΥΡΟΝ εἶναι τοῦ πολύποδος τὸν οἶκον, νοεῖν ὡς ψυ χρόν. ΚΑΙ ΕΝ ΗΘΕΣΙΝ αὐτὸν τότε ζῆν ΛΕΥΓΑΛΕΟΙΣ, τουτέστι κακοῖς, παρὰ τὸ λυγρὸν τοῦ λευγαλέου ῥηθέντος, ὥσπερ καὶ τὸ λυγρόν αὐτὸ πεποίηται λίαν ὑγρὸν ὄν. Εἰ οὖν τὰ ἤθη λευγαλέα καὶ ὁ οἶκος ἄπυρος, ἐξ ἀμφοτέρων δείκνυται καταγωγὴν ἔχων ὑγρὰν καὶ ψυχράν· ἤθη γὰρ τὰς εἰωνίας λέ γουσι διαίτας ἑκάστῳ. Καὶ δὴ καὶ τὴν αἰτίαν ἐπήγαγε, δι’ ἣν τὸν ἑαυτοῦ πόδα ἐσθίει καθήμενος ἐν τῷ φωλεῷ· οὐ γὰρ αὐτῷ ὁ ἥλιος ἐκλάμπων δείκνυσι τὸν τόπον τῆς νομῆς, διὰ τὴν δυσαερίων τοῦ χειμῶνος· κατεσθίει. οὖν τὰς ἰδίας πλεκτάνας· διὸ καὶ εὑρίσκονται οἱ παλαιοὶ πολύποδες ἔχοντες κολοβοὺς τοὺς πόδας. Κλείταρχος δὲ ἐν Γλώσσαις τὸν πολύποδα ὑπὸ Λακεδαιμονίων ἀνάστεόν φησι καλεῖσθαι. Ἀριστοτέλης δέ φησι ψεῦδος εἶναι τὸ κατὰ τοὺς πολύποδας· αὐτοὺς γὰρ ἑαυτοὺς μὴ κατεσθίειν, ἀλλ ὑπὸ τῶν παγούρων κατεσθίεσθαι. Ἔδει οὖν εἰπεῖν τένθει, διὰ τοῦ θ’. οἱ γὰρ Ἀττικοὶ τένθην καλοῦσι τὸν γαστρίμαργον. Κατ ἐναλλαγὴν οὖν εἴρηται τοῦ θ’ εἰς δ’.

### 529

ΑΛΛ’ ΕΠΙ ΚΥΑΝΕΩΝ ΑΝΔΡΩΝ. Ἔοικεν ἔννοιαν ἔχειν τῶν διαφόρων οἰκήσεων ἐπὶ γῆς, τῶν μὲν, ὡς βορείων, τῶν δὲ, ὡς νοτίων· καὶ συνορᾶν ὅτι χειμῶνος ἡμῖν ὄν τος, τοῖς τὸ βόρειον μέρος οἰκοῦσιν, οὐ κωλύει θέρος ἄλλοις εἶναι, ὧν ἐστιν ἐγγὺς ὁ ἥλιος, τὰ νότια του ζωδιακού περιπολῶν. Τοῦτο οὖν δηλοῖ λέγων, ὅτι χειμερίας παρ’ ἡμῖν οὔσης καταστάσεως, ὁ ἥλιος πολὺς μὲν παρ ἄλλοις, οὓς ἐκάλεσε κυανέους ὡς μέλανας, ἀπὸ τῶν Αἰθιόπων, μεσημβρινωτέρων ἡμῶν ὄντων, πάντας οὕτως καλέσας, ὥσπερ καὶ τοὺς βορείους πάντας διὰ τῶν Ἑλλήνων ἐσήμανε.

### 530

ΒΡΑΔΙΟΝ ΔΕ ΠΑΝΕΛΛΗΝΕΣΣΙ ΦΑΕΙΝΕΙ. Βράδιον δὲ φαίνει παρ ἡμῖν, ὡς πολὺν χρόνον τὰ ὑπὸ γῆν τμήματα διῶν, ἐλάχιστον δὲ τὰ ὑπὲρ γῆν. Ὁ γὰρ ἴσος χρόνος ἐκείνοις μὲν ἡμέραν ποιεῖ· νύκτα δὲ ἡμῖν μεγίστην ἑκατέραν.

### 531

ΚΑΙ ΤΟΤΕ ΔΗ ΚΕΡΑΟΙ ΚΑΙ ΝΗΚΕΡΟΙ ΥΛΗΚΟΙΤΑΙ. Οἱ μὲν ὑληκοῖται, οἱ κερατηφόροι καὶ ἀκέρατοι, δῆλον ὡς οἱ θῆρές εἰσιν. Οὗτοι δὲ λέγονται φεύγειν ἐν ταῖς ἄκραις ταῖς δυσβάτοις τῶν ὀρέων, ἕως ἂν καταλάβωσι θάμνους ἢ σπήλαια. ΜΥΛΙΟΩΝΤΕΣ δὲ, διεστραμμένοι καὶ συγ καμφθέντες ὑπὸ τοῦ κρύους, ἢ τὰ χείλη κινοῦντες, ὑπὸ τῆς ψυχρότητος. Κράτης δε γράφει ΜΑΛΚΙΟΩΝΤΕΣ. Νήκεροι δὲ κατὰ στέρησιν, κέρατα μὴ ἔχοντες· τὸ γὰρ νη στερητικόν ἐστιν. Ὑληκοῖται δὲ, οἱ ἐν ὕλαις κοιταζόμενοι.

### 534

ΟΙ ΣΚΕΠΑ ΜΑΙΟΜΕΝΟΙ. Ἕως τοῦ, ΑΛΕΥΑ ΜΕΝΟΙ ΝΙΦΑ ΛΕΥΚΗΝ. Τρισὶν ἀποκοπαῖς ὀνομάτων ἐχρήσατο· τὸ μὲν σκέπασμα, σκέπα καλῶν, τὴν δὲ νιφάδα, νίφα· τὸ δὲ γλαφυρὸν, γλάφυ· δι ὧν δηλοῖ τοὺς θήρας κατα λαμβάνειν σκέπασμα ζητοῦντας, ἢ τοὺς κευθμώνας τοὺς θαμνώδεις, ἢ τὸ ἄντρον τὸ γλαφυρὸν καὶ πέτρινον, τὴν νιφάδα φεύγοντας, ἐοικότας γέροντι τρίποδι, τρίπους γὰρ, ὁ βακτη ρία χρώμενος· οὗτος κέκαμπται μὲν τὰ νῶτα, κυπτάζει δὲ εἰς γῆν.

### 538

ΚΑΙ ΤΟΤΕ ΕΣΣΑΣΘΑΙ. Πῶς δεῖ τὸν γεωργικὸν στέλλεσθαι κρύους ὄντος, διὰ τούτων ὑφηγεῖται· χλαμύδα περιβάλλεσθαι θάλπειν δυναμένην· τοιαύτη δὲ ἡ μαλακή· καὶ χιτῶνα τοιοῦτον καθειμένον, εἶν ὅπως ἔσται μαλακὰ διδάσκων φησί· χρῆναι τὸν μὲν στήμονα τούτων εἶναι μὴ πολὺν, τὴν δὲ κρόκην πολλήν. Μαλακὴν μὲν οὖν χλαῖναν, οὐ τὴν Μιλησίαν λέγειν αὐτὸν ἢ τὴν Ἀττικὴν, ἢ ὅλως τὴν θρυπτομένοις οἰκείαν, οἷαν νῦν οἱ βαρυδαίμονες φοροῦσιν, ἀλλὰ τὴν ἐκ τῶν ἐρίων ἔχουσαν. Διδάσκει δὲ καὶ πῶς ἂν γένοιτο τοιαύτη διὰ τῆς πολλῆς κρόκης. Οἱ μὲν γὰρ στήμονες ἅτε στερεώτεροι ὄντες, ἐὰν ὦσι συνεχεῖς, δερματώδες τὸ ὕφασμα ποιοῦσιν· ἡ δὲ κρόκη πλεῖον ἐγκαταμιγνυμένη διὰ τὸ εἶναι χαυνοτέρα τοῦ στήμονος ἀναδίδωσι κροκύδα, δι ἧς πολλῆς οὔσης καὶ τὸ σῶμα περιπτυσσομένης, ἀλεαίνεται ὁ φορῶν.

### 540

ΜΗΡΥΣΑΣΘΑΙ. Ἐπισπεύσασθαι ὑφάναι. Μήρυμα δὲ κυρίως τὸ ξαινόμενον ἔριον· νῦν δὲ ποιήσασθαι εἶπεν.

### 541

ΤΗΝ ΠΕΡΙΕΣΣΑΣΘΑΙ. Τοῦτο συμβαίνει τοῖς ῥιγῶσι. Πιεζομένων γὰρ τῶν τριχῶν κατὰ τὰς ῥίζας ὑπὸ τῆς ψυχρότητος καὶ πυκνώσεως τῆς περὶ αὐτὰς γινομένης, αἴρονται ὀρθαί. Καὶ τοῦτό ἐστι τὸ τῆς φρίκης πάθος, ἡ διὰ πυκνώσεων σύντασις τῶν τριχών. .

### 543

ΑΜΦΙ ΔΕ ΠΟΣΣΙ. Ἐκ βοείων δερμάτων εἶναι κελεύει τὰ ὑποδήματα, καὶ τούτων τῶν ἰσχυρῶν· τοιαῦτα δὲ εἶναι τὰ τῶν σφαγέντων βοῶν, ἀλλ οὐ τὰ τῶν αὐτομάτως ἀποθανόντων. Εἰκότως. Ἀποθνήσκουσι μὲν γὰρ ἢ νοσήσαντες, ἢ γηράσαντες, ὥστε ἦσθενηκότες. Τῶν δὲ σφαγέντων ἡ ἐν τοῖς δέρμασιν ἐνοῦσα δύναμις μένει. Δεῖν οὖν ἐκ τούτων εἶναι τὰ ὑποδήματα· δεῖν δὲ καὶ πίλοις ἔνδοθεν χρῆσθαι συμφύεσθαι τοῖς ποσὶ δυναμένοις, καὶ μειζόνως ἀλεαίνειν. Τὰ γὰρ ἄκρα μείζονος δεῖται βοηθείας, ὡς ποῤῥώτερον ὄντα τοῦ μέσου, ἐν ᾧ τὸ ἔμφυτον θερμόν.

### 545

ΠΡΩΤΟΓΟΝΩΝ Δ’ ΕΡΙΦΩΝ. Βούλεται καὶ δέρ · ματι σκέπειν ἑαυτὸν τὸν γεωργικόν· εὔραφον δὲ εἶναι τοῦτο ἐκ πολλῶν δερμάτων ἐριφίων, ἐκ πρωτογόνων δὲ ἐρίφων, οἰόμενος ἰσχυρότερα εἶναι καὶ τὰ τούτων δέρματα, ὡς τεχθέντων ἔτι τῶν τεκόντων αὐτοὺς ἀκμαζόντων· ὥσπερ καὶ τὰ νεῦρα τὰ βόεια, οἷς χρῆναι τὰ δέρματα συρράπτειν, διὰ τὴν ἰσχὺν ἔκρινεν. Το δ οὖν τοιοῦτον δέρμα περίβλημα εἶναι τῶν νώτων, ἵνα τὴν διφθέραν ταύτην φορῶν ὁ ἐργάτης ἀμύνηται τὰς ἐκ τοῦ ὑετοῦ προσβολὰς, ἀλέαν ἔχων καὶ τὴν ἀπ ἐκείνου ψύξιν διαφεύγων.

### 547

ΚΕΦΑΛΗ ΦΙ Δ’ ὙΠΕΡΘΕΝ. Δεῖ καὶ πῖλον ἔχειν ἐπὶ τῆς κεφαλῆς ἀσκητόν· ἔστι δ οὗτος ὁ ἐξ ἐρίων γεγονώς, ἵνα μὴ ὑετὸς καταβρέχῃ τὴν κεφαλὴν, ἣν διὰ τῶν ὤτων ἐδή λωσεν ἐπ ἐσχάτης αὐτῆς κειμένων. Καὶ τέλος πάντων ἐπήγαγεν, ὅτι ψυχραὶ πάντων εἰσὶν αἱ καταστάσεις τῶν ἡμερῶν , βορέου πεσόντος· τοῦτο δ ἔστιν ἄνωθεν πνεύσαντος πνεῖ γὰρ ἀπὸ ὑψηλοτέρων ὁ βορέας, ὃ δηλοῖ τὸ πεσεῖν. Διὸ χρὴ ταῦτα πάντα κατεσκευάσθαι τὰ περιβλήματα, τὴν χλαῖναν, τὸν χιτῶνα, τὰ ὑποδήματα, τοὺς ἐντὸς τούτων πίλους, τὴν διφθέ ῥαν, τὸν ἐπὶ τῆς κεφαλῆς ἄλλον πῖλον· οἷς ὁπλισθεὶς ὁ ἐργατικὸς, ἀμύνεται τὸν κρυμόν.

### 550

ΗΩΙΟΣ Δ’ ΕΠΙ ΓΑΙΑΝ. Ταῦτα λέγεται φυσι κῶς περὶ τῶν εἰς τὸν ἀέρα φερομένων ἐκ τῶν ὑγρῶν τῶν ἐπὶ γῆς, οἷον ποταμῶν ἢ λιμνῶν, ἀναθυμιάσεων· ἀφ ὧν ποτέ μὲν νέφη συνίστανται μόνον, ποτὲ δὲ ὑετοὶ φέρονται, πυκνωθεισῶν τῆς ληγούσης ἡμέρας τῶν ἀθροισθεισῶν ὀρθρίων. Ο μὲν οὖν ἀὴρ πυροφόρος λέγεται τῷ τρέφειν τοὺς καρποὺς διὰ τῶν ἀνέμων καὶ τῶν ὑδάτων ὧν καταπέμπει.

### 551

ΜΑΚΑΡΩΝ ΕΠΙ ΕΡΓΟΙΣ. Τοῖς τῶν εὐδαιμόνως ζώντων. Τὴν δὲ μεταξὺ θέσιν αὐτὴν γῆς καὶ οὐρανοῦ τάσιν ἐκάλεσεν, ὡς καὶ εἰς ὕψος χωροῦντος, καὶ εἰς τὰ κοίλα καταδυομένου τῆς γῆς. Τοῦτον δέ φησιν ἀπὸ τῶν ποταμῶν ἀρυσάμενον τὰς ἀτμίδας αἴρεσθαι ὑπὲρ τὴν γῆν, ἀνάγοντα τὰς ἀπ τμίδας. Διὰ γὰρ τὴν ψύξιν τὸ θερμὸν εἴσω τῆς γῆς εἰργόμενον ἀναπέμπει τὰς ἀτμίδας, καὶ ἐκ τῶν ποταμῶν τῶν ἐν αὐτῇ καὶ ἐκ τῶν φρεάτων· καὶ ἔστιν ἰδεῖν τοῦτο ἐναργῶς ἀποτελούμενον ἀπὸ τῶν ἁλικῶν καὶ φρεατίων ἀνάδοσιν ἕωθεν τοιαύτην ἀτμώδη, Ὁ οὖν ἀὴρ δεχόμενος ταύτας ὑψοῖ διὰ τῆς τῶν ἀνέμων συστροφῆς· καὶ ὅταν τοῦτο γένηται, ποτὲ μὲν ὡς πρὸς ἑσπέραν ὕει, ψυχθείσης τῆς ἀτμίδος, ποτὲ δὲ εἰς πνευμάτων μεταβάλλει συ στάσεις. Δεῖν οὖν ταῦτ εἰδότα τὸν γεωργικὸν τὰ ἔργα πειρά σθαι πληροῦν πρὸ τῆς ἑσπέρας, καὶ οἴκαδε ἀναχωρεῖν, μήποτε ἀσυμπληρώτων ὄντων τῶν ἔργων, νὺς ἐπέλθῃ τοιαύτη, καὶ ποιήσῃ τὸ σῶμα μυδαλέον, δίυγρον ἐκ τοῦ ὑετοῦ γεγονός. Πρωϊνὸς δὲ ἀήρ εἰς γῆν ἁπλοῦται ἐξ οὐρανοῦ σιτοφόρος, ὅστις ἀνιμήσας ἀπὸ ποταμῶν καὶ ὑψωθεὶς, εἰς πνοὺς διαλέλυται, ΛΗΡ. ΠΥΡΟΦΟΡΟΣ. Ἡ δρόσος ἡ τὸν σῖτον φέρουσα, ἢ ἀὴρ δροσώδης τρέφων τὰ λήΐα, ἢ ὁ φέρων τὸν σῖτον, ἢ ὁ πυρετὸν καὶ κάματον φέρων, ἢ ὁ φέρων τὸν ἥλιον. Σέλευκος δὲ γράφει, ΑΗΡ ΟΜΒΡΟΦΟΡΟΣ. Ἴσως δὲ πείθων γεωρ γεῖν. Μάκαρας δὲ πάντας ἐκάλεσε πλουσίους.

### 559

ΑΛΛ’ ὙΠΑΛΕΥΑΣΘΑΙ· ΜΕΙΣ ΓΑΡ ΧΑΛΕ ΠΩΤΑΤΟΣ ΟΥΤΟΣ. Κατὰ Ῥωμαίους Ἰαννουάριος, ἐν φησι τὸ κρύος γίνεται, μάλιστα τὸν Ληναιῶνα λέγων· καὶ προσέθηκεν ὅτι οὐ μόνον ἀνθρώποις χαλεπός, ἀλλὰ καὶ προβά τοις, καὶ ταῦτα σκέπην ἔχουσιν ἱκανὴν, ὡς εἶπεν, εἰ μὴ ἄρα καὶ ἁπλῶς τὰ βοσκήματα νῦν πρόβατα καλοίη.

### 561

ΤΗΜΟΣ ΘΩΜΙΣΥ ΒΟΥΣΙΝ. Διὰ τὸν χειμέριον μῆνα τροφὴν πλείονα κελεύει διδόναι· τοῖς μὲν βουσὶ τὸ ἥμισυ τῆς εἰωθυίας προστιθέντα, τοῖς δὲ ἀνθρώποις πλέον ἢ τὸ ἡμισυ· εἰ μὴ ἄρα τὸ ἥμισυ καὶ τὸ πλέον δεῖ συντάττειν, ἵνα ἀμφοτέροις πλέον ἢ τὸ ἥμισυ δίδωσί τις τοῦ ἔθους· πέττεται γὰρ χειμῶνος ὄντος ἡ τροφὴ μᾶλλον ἐν μήκει τῶν νυκτῶν· ἦτε γὰρ θερμότης εἴσω καθειργμένη διὰ τὴν ἔξωθεν πύκνωσιν πλείονα δαπανᾷ καὶ μῆκος αἱ νύκτες ἔχουσαι πλείονα πέττουσι τροφὴν, ἣν ἁρμαλιὰν εἶπεν, ὡς προσφιλῆ τοῖς τρεφομένοις καὶ εὐάρμο στον. ΘΩΜΙΣΥ ΒΟΥΣΙΝ. Τότε μὴ ἐργαζομένοις τοῖς βουσὶ τὸ ἥμισυ τῆς ταγῆς δὸς, ἀνδρὶ δὲ καὶ πλέον· ἁρμαλιῆς, τῆς τροφῆς, ἀπὸ τοῦ ἁρμόζειν τῇ ψυχῇ, ἢ ἀπὸ τοῦ αἴρειν τὰ σώματα.

### 562

ΜΑΚΡΑΙ ΓΑΡ ΕΠΙΡΡΟΘΟΙ ΕΥΦΡΟΝΑΙ ΕΙ ΣΤ. Μακραὶ γὰρ οὖσαι αἱ νύκτες βοηθοῦσι τοῖς βουσὶν, ἐπει δὴ πολλὰ ἀναπαύονται καὶ ὀλίγα κάμνουσιν. Εὐφράνας δὲ κατὰ παραγωγὴν τοῦ ὕπνου λαμβάνουσιν.

### 563

ΤΑΥΤΑ ΦΥΛΑΣΣΟΜΕΝΟΣ. Τοῦτον καὶ τοὺς ἑξῆς δύο διαγράφει Πλούταρχος. Δηλοῦσι δὲ χρῆναι διόλου τοῦ ἔτους βλέπειν εἰς τὰς νύκτας καὶ τὰς ἡμέρας, καὶ πρὸς ταύ τας ἰσοῦν τὰ ἔργα, ἕως ἂν μετὰ τὸν σπόρον ἡ ὥρα ἀφίκηται τῆς τῶν καρπῶν συλλογῆς. Τούτων δὲ διαγραφέντων, ἀκό λουθα τὰ ἑξῆς ᾖ.

### 566

ΕΥ Τ’ ΑΝ Δ ἙΞΗΚΟΝΤΑ. Ἕως του, ΑΚΡΟΚΝΕΦΑΙΟΣ. Αὕτη ἐστὶν ἡ ἑσπερία ἐπιτολὴ τοῦ Ἀρκτούρου, ἐν τῷ ἄκρῳ τοῦ καιροῦ τῆς νυκτὸς ἀνατέλλοντος· Κνέφας γὰρ ἡ νύξ· καὶ παρέσχεν οὗτος τοῖς ἀστρονόμοις ἀκρονύχους τούτους καλεῖν. Ἐν οὖν τῇ Ἑλλάδι τῇ Παρθένῳ συνανατέλλων ὁ Ἀρ κτούρος, εἰκότως μετὰ ἑξήκοντα τῶν χειμερινῶν τροπῶν· ἑσπέ ριος δὲ ἐπιτέλλει· τότε γὰρ ἐν Ἰχθύσιν ἥλιός ἐστι, καὶ ἡ Παρ θένος οὖσα κατὰ διάμετρον ἑσπέρας ἀνίσχει. Ταύτῃ δὲ καὶ ὁ Ἀρκτούρος.

### 568

ΑΡΚΤΟΥΡΟΣ. Ὁ τοῦ ἀρτοφυλάκου ἀστὴρ, ὁ μεταξὺ τῶν σκελῶν αὐτοῦ ἀνατέλλων. Ο δὲ αὐτὸς Ἀρκτοφύ λαξ καλεῖται καὶ Βοώτης. ὩΣ

### 570

ΤΟΝ ΔΕ ΜΕΤ’ ΟΡΘΡΟΓΟΗ. Ἕως τοῦ, ΓΑΡ ΑΜΕΙΝΟΝ. Ἐν τούτοις ἀμπέλου τομῆς φράζει και ράν. Οἰνάδας γὰρ καλοῦσι τὰς ἀμπέλους, ἤδη φαινομένου ἔαρος μεθ ἑσπερίην ἐπιτολὴν ἀρκτούρου καὶ χελιδόνος ἔκφρα σιν. ΟΡΘΟΓΟΗ δὲ ἡ χελιδὼν διὰ τὸν μῦθον, ὃς φησιν αὐτ τὴν διὰ τὴν λύπην ᾄδειν τὴν Φιλομήλαν οὖσαν Ἀττικήν. Πλάτων δὲ οὐδὲν ζῶον λυπούμενον ᾄδειν φησὶν, οὐδὲ αὐτὴν τὴν χελιδόνα καὶ τὴν ἀηδόνα καὶ τὸν ἔποπα. Τί οὖν ἔδει καλεῖν αὐτὴν ὀρθογόην; εἰ μὴ ἄρα ὀρθοβόην γραπτέον, ὡς τινες. ΟΡΘΡΟΓΟΗ, ἡ ὑπὸ τὸν ὄρθρον θρηνούσα. Πανδίων Ἀθηναῖος δύο ἔχων θυγατέρας, Πρόκνην καὶ Φιλομήλαν, τὴν Πρόκνην ἐξέδωκε τινι Θρακικῷ, τοὔνομα Τηρεῖ, καὶ λαβὼν εἶχεν ἐν τῇ Θράκῃ. Ἔσχε δὲ Πρόκνη δύο παῖδας. Μετ ὀλίγον δὲ χρόνον ἦλθεν εἰς Τηρέα ἐπισκέ ψασθαι τὴν ἀδελφὴν Φιλομήλα· καὶ τῆς Πρόκνης πάλιν μεταπεμψαμέ της αὐτὴν, καταπιστεύεται αὐτὴν ἀπειρόγαμον οὖσαν ὁ Τηρεύς, καὶ δραξάμενος ἐρημίας μεταξὺ τῆς ὁδοῦ, τοῦ τρόπου τοῦ οἰκείου τετόλμηκεν ἄξιον· τὴν γὰρ τῆς γυναικὸς ἀδελφὴν Φιλομήλαν ποθήσας, οὐ μόνον ἀποπαρθενεύει, ἀλλὰ πρὸς τούτοις ἀφαιρεῖ αὐτῆς καὶ τὴν γλῶσ σαν, ἵνα μὴ τῇ ἀδελφῇ ἐξείπῃ τὸ γεγονός. Ἡ δὲ μὴ δυναμένη λαλῆσαι τῇ ἀδελφῇ διὰ τὸ τῆς γλώττης πάθος, κατεποίκιλλε τὸ γεγονὸς θρήνος τῷ ἱστῷ. Ταύτην δὲ ὁ Ζεὺς μετέβαλεν εἰς ὄρνεον χελιδόνα.

### 573

ΑΛΛ’ ΟΠΟΤ ΑΝ ΦΕΡΕΟΙΚΟΣ. Ἕως τοῦ ΑΡΚΙΟΣ ΕΙΗ. Ὁ μὲν Θράξ Διονύσιος ἔλεγε φερέοικον τὸν κοχλίαν· ἐπιτιμῆσαι δέ φησιν αὐτῷ τινα τοῦτο λέγοντι Ἀρκά δα, εἶναι γὰρ ἐν Ἀρκαδίᾳ τὸν φερέοικον, ὁρᾷν μελίττῃ ἐοικότα, σμικρότατον, κάρφη καὶ συρφετὸν ἑαυτῷ συνάγοντα, στεγοποιεῖσθαι διὰ τοὺς χειμῶνας, βαίνειν δὲ ἀνὰ τὰ φυτὰ θέρους· τὸν δὲ κοχλίαν μὴ φαίνεσθαι θέρους, ἀλλ ὁπόταν ὄμβρος γένηται, ἀναδυόμενον φαίνεσθαι διὰ τῶν φυτῶν βαίνειν, ἕλκοντα τὸ κοῦφον ἐξόπισθεν ἔστρακον. Τοῦτο μὲν οὖν ὅπως ἂν ἔχῃ χαιρέτω. Παρακελεύεται δὲ διὰ τούτου μετὰ Πλειάδων ἐπιτολὴν, ἣ γίνεται ἡλίου μεταβάντος εἰς Διδύμους, μὴ εἶναι καιρὸν ἔτι τομῆς ἀμπέλου καὶ σκάφης· ἤδη γὰρ ἡ γῆ ξηραίνεται, διὸ σκάπτειν οὐκ ἐπιτήδειον. Καὶ δεῖ τὴν ἄμ πελον ἐκτρέφειν τὸν καρπὸν, διὸ τέμνειν οὐκ εὔκαιρον αὐτήν· καὶ γὰρ γυμνουμένας τότε τὰς ῥίζας τὸ μὲν καῦμα καὶ ἡ θερ μότης ἀλλοιοῖ· καὶ ὅταν τοῦτο γένηται, λέγουσιν οἱ γεωργοί τὰς ἀμπέλους ἀστροβολεῖσθαι. Τίνα οὖν ἔργα μεταχειριστέον τηνικαῦτα; συλλήβδην εἰπεῖν, ὅσα πρὸς ἄμητον ἐπιτήδεια, τουτέ ἔστι τὰς δρεπάνας ὀξύνειν, καὶ παρασκευάζειν τοὺς οἰκέτας πρὸς θερισμὸν, καὶ ὑπὸ ἡλίῳ διάγειν, ὃ ποιοῦσιν οἱ θερισταὶ, καὶ μὴ σκιατραφεῖν, καὶ μὴ καθεύδειν ὄρθρου ἀλλὰ προἐξανίστασθαι τῶν οἰκετῶν, καὶ ἐγείρειν ἐπὶ τὰ ἔργα καὶ αὐτούς· τέλος δὲ τούτων, ἑαυτῷ παρασκευάζειν οἴκοι τὸν βίον καλῶς διὰ τῆς συγκομιδῆς τῶν καρπῶν.

### 580

ΗΩΣ ΓΑΡ ΤΟ ΕΡΓΟΙΟ. Δια τούτου καὶ τῶν ἑξῆς τριῶν, ἔπαινον κατατείνει τοῦ ὄρθρου πολύν. Λέγεται γὰρ ἠὼς τὸ πρῶτον μέρος τῆς ἡμέρας, ὡς Ὅμηρος, Ἢ ἠὼς, ἢ δείλη, ἢ μέσον ἦμαρ. Ὁ δὲ Ἡσίοδος οὐ τοῦ χρόνου τὸ τρίτον ἔχειν. τὴν ἠῶ φησιν, ἀλλὰ τοῦ ἔργου, ἃ δεῖ ἀνύσαι διὰ πάσης ἡμέρας, τὸν ὄρθρον τὴν τρίτην ἀνύειν μοῖραν, διὰ τὸ ἀκμάζειν τότε μάλιστα τοὺς ἐργάτας, οἷς καὶ τὰ ἑξῆς ἀκόλουθα· καὶ τοῖς ὁδεύουσι τὴν τῶ προφέρειν, καὶ πᾶσι τοῖς ἐργαζομένοις ἡντιναοῦν τέχνην, ἃ δὴ πάλιν ἑρμηνεύων ἐπήγαγεν. Πολλοὺς

### 582

ΠΟΛΕΑΣ ΕΠΕΒΗΣΕ ΚΕΛΕΥΘΟΥ. μὲν ἐπέβησε κελεύθου, πολλοὺς δ ἤγειρεν εἰς τὸ βοηλατεῖν· τὸ γὰρ τὰ ζυγὰ τοῖς βουσὶν ἐπιθεῖναι τοῦτο δηλοῖ. Ταῦτα περὶ τῆς ἐν τῷ ὄρθρῳ σπουδῆς. Ὡς οἵγε τοῦτον τὸν καιρὸν ἄπρακτοι καὶ τὴν ἐν τοῖς ἄλλοις μέρεσι τῆς ἡμέρας ἀμβλύνουσι συντομίαν. Τὸν μὲν οὖν Ὅμηρόν φησιν ὁ Πλούταρχος ἐπιθέ τοις εἰς τέρψιν εὐδοκιμοῦσι τὴν ἡμέραν κοσμῆσαι, κροκόπε πλον αὐτὴν λέγοντα, καὶ ῥοδοδάκτυλον· τὸν δὲ Ἡσίοδον μει ζόνως ἀπὸ τῶν ἔργων, ἐφ ἃ δὴ προϊοῦσα κινεῖ τοὺς ἀνθρώ πους, καὶ ἀπὸ τῆς ἐκλύσεως εἰς τὴν ἐνεργὸν μεθίστησι ζωήν.

### 584

ΗΜΟΣ ΔΕ ΣΚΟΛΥΜΟΣ. Τοῦ θέρους ἀρχομένου καὶ ὁ σκόλυμος ἀνθεῖν ἄρχεται· ἔστι δὲ λάχανον ἄγριον ἀκαν θῶδες· καὶ ὁ τέττιξ ᾄδειν· ἔδει δὲ ὑπὸ ταῖς πτέρυξι τρίβων ἑαυτὸν καὶ τὸν ἦχον ἐκπέμπων· οὕτω γὰρ αὐτὸν ἄδειν φασί. Τηνικαῦτα πιόταται μὲν αἱ αἶγες, μετὰ τὸν ἀπογαλακτισμὸν τῶν ἐρίφων εἰς τὸ ἑαυτῶν σῶμα δαπανῶσαι τὴν ὕλην. Ὁ δὲ οἶνος ἄριστος , ὡς τότε ἤδη κεκριμένος, ὅτι πέφευγε τοῦ ἡλίου τὰς ἐκ τῆς μεταβολῆς τῶν ὡρῶν τροπάς, οὐ χειμῶνος ἐπιόντος τραπεὶς, οὐκ ἔαρος, οὐ θέρους.

### 588

ΜΑΧΛΟΤΑΤΑΙ ΔΕ ΓΥΝΑΙΚΕΣ. Ὡς ψυχρότεραι τὴν κρᾶσιν· καὶ διὰ τοῦτο βράδιον ὀργῶσαι ἀναθερμαινόμεναι. Οἱ δὲ ἄνδρες ἀφαυρότεροι, διὰ τῆς ἔξωθεν θέρμης ἀφανκινόμενοι, φύσει θερμότεροι ὄντες καὶ ξηρότεροι τῶν γυναικῶν. Τοιαῦτα δὲ καὶ τὸν Ἀλκαῖον ᾄδειν Τέγγε πνεύμονας οἴνω· τὸ γὰρ ἄστρον περιτέλλεται. Α δ ὥρα χαλεπά, ἀχεῖ δ ἐκ πετάλων τάδε ἂν τέττιξ. Ἀνθεῖ δὲ καὶ σκόλυμος. νῦν δὲ μιαρώταται γυναῖκες, Λεπτοὶ δέ τοι ἄνδρες, ἐπεὶ κεφαλὴν καὶ γόνατα σείριος ἄζει.

### 590

ΑΥΑΛΕΟΣ ΔΕ ΤΕ ΧΡΩΣ. Ἕως τοῦ ΣΒΕΝΝΥΜΕΝΑΩΝ. Λέγοι μὲν ἂν σείριον καὶ αὐτὸν τὸν ἥλιον, ὡς καὶ ἔμπροσθεν· λέγοι δ ἂν καὶ τὸν ἐπὶ τοῦ κυνὸς λαμπρότα τον· καὶ γὰρ οὗτος τότε τοῦ ἡλίου προανατέλλων ὀξέα σειριάει. καὶ καυμάτων αἴτιος ἐστι τῶν ὑπὸ κύνα καλουμένων· εἰκότως οὖν αὐαλέος ὁ χρώς γίνεται ταῖς τούτων ἐμπύροις δυνάμεσιν αὐαινόμενος. Τίνα οὖν ἄκη τοῦ καύματος πετραίη σκιάς του αὕτη δὲ ὑπὸ ταῖς πέτραις ἐν τοῖς σπηλαίοις· αὕτη γὰρ οὐχ ἁπλῶς παραμύθιόν ἐστι τῆς αὐάνσεως· ἀλλὰ καὶ δίυγρος ἀπὸ τῆς τῶν πετρῶν ψύξεως. Καὶ οἶνον Βύβλινον ὃν ἀξιοῖ παρ αὐτοῖς γεωργεῖσθαι, φασὶ ποταμὸν οὕτω καλούμενον. Ὅτι δὲ οὗτος ὁ οἶνος ὡς ὁ Θάσιος εὐδοκίμει, λέγει καὶ Εὐριπίδης. ΜΑΖΑ δὲ ΑΜΟΛΓΑΙΗ, ἤτοι ἡ πυκνή, ὡς καὶ νυκτὸς ἀμολγὸν εἶπεν Ὅμηρος τὸ ἐκεῖ πυκνὸν διὰ τὸ σκότος· ἢ τὴν μεμιγμένην ἐν τῷ ἀμολγεῖ· καλοῦσι δὲ οὕτω τὸ ἀγγεῖον εἰς ὃ τὸ γάλα ἀμέλγουσι. Τὸ δὲ ΓΑΛΛ τῶν ΛΙΓΩΝ ἤδη ΣΒΕΝΝΥΜΕΝΑΩΝ ἔχει τι διαφέρον, ὡς μήτε ὁρῶδες, μήτε πνευ ματώδες, ἀλλὰ μάλιστα πεπεμμένον, ὡς ἀπὸ νομῆς στερεωτέ ρας συστὴν, καὶ μετρίαν ἔχον εὐκρασίαν. ΒΙΒΛΙΝΟΣ οἶνος, ἤτοι ἀπὸ ἀμπέλου οὕτω καλουμένης, ὡς καὶ Πράμνειος, ἢ πόλις Θρακική.

### 592

ΜΑΖΑ Τ’ ΑΜΟΛΓΑΙΗ. Ἄρτος μετὰ γάλακτος ἐντεθρυμμένος ἢ τυρός. ΑΜΟΛΓΑΙΗ, ἀντὶ τοῦ κρατίστη, ἀκμαία» τὸ γὰρ ἀμολγὸν ἐπὶ τοῦ ἀκμαίου τίθεται· Ἐρατοσθένης δὲ ποιμενικὴν, Καλλίστρατος δὲ τὸν τυρόν φησιν, ἢ ὀλλύραν βεβρεγμένην γάλακτι. Μάζα οὖν ἀμολγαίη, ἢ τυρός, ἢ ἄρτος ἐκ γάλακτος ἐξυμωμένος. ΣΒΕΝΝΥΜΕΝΑΩΝ. Πανομένων τοῦ θηλάζειν, καὶ διὰ τοῦτο τὸ γάλα ψυχρὸν ἐχουσῶν. Τῷ γὰρ καιρῷ τοῦ θέ ῥους, οὐκέτι θρομβῶδές ἐστι τὸ γάλα, ἀλλ ὑδατῶδες, ἢ μετὰ τοκετὸν ἀμελγόμενον.

### 593

ΚΑΙ ΒΟΟΣ ὙΛΟΦΑΓΟΙΟ. Ἕως τοῦ ΤΟ ΔΕ ΤΕΤΡΑΤΟΝ ἹΕΜΕΝ ΟΙΝΟΥ. Ἐργάτῃ μὲν ἡ τροφὴ πρέ πουσα πληροῦν βοείων κρεῶν τὴν γαστέρα, καὶ ἐν σκιᾷ δὲ και θήμενον καὶ ὑπὸ τοῦ Ζεφύρου καταπνεόμενον, πίνειν ἐπὶ τῇ κρεωφαγία, μίξαντα κρηναῖον ὕδωρ τῷ οἴνῳ, τρία μέτρα πρὸς ἕν· οὐ γὰρ διαῤῥέουσιν ἀνθρώποις γράφει δίαιταν, ἀλλ ἐκπονοῦσι τὴν γῆν, καὶ αὐτουργοῖς καὶ βιωτικοῖς· τοῖς γὰρ τοιούτοις οὐδὲν προσφορώτερον τῆς ἰσχυρᾶς καὶ δυσφθάρτου ταύτης τροφῆς, οὐ χιόνων δεομένοις, οὐδὲ ῥιπιδίων, ἀλλὰ φυσικῆς εὐπνοίας, οἷος ὁ ΑΚΡΛΗΣ ΖΕΦΥΡΟΣ, καθαρὸς ὢν Ζέφυ : ρος· τὰ γὰρ βόρεια λήγοντα συνάπτεται τοῖς δυτικοῖς πνεύμασι. Τὸ δὲ ταύτην ἐπαινέσαι τὴν κρᾶσιν τοῦ οἴνου καὶ τοῦ ὕδατος, ἄτοπον εἶναι δοκεῖ. Λέγεται γὰρ, ἢ πέντε πίνειν, ἢ τρί, ἢ μὴ τέσσαρα. Τὸ δὲ τρία μιγνύναι πρὸς ἕν, τοιοῦτον εἶναι δοκεῖ. Ἀλλ ἐκεῖ ναι μὲν αἱ κράσεις, δύο πρὸς ἕν, καὶ τριῶν πρὸς δύο, κατὰ λόγους διπλάσιον καὶ ἡμιόλιον, τοὺς ἡγεμόνας τῶν πολλαπλα σίων καὶ ἐπιμορίων, εἰς μέθην εἰσὶ πινόντων· αὕτη δὲ σωφρό νως πινόντων. Καὶ μὴν καὶ περὶ ὕδατος ἄλλοι μὲν γράφουσιν εἰς σταθμὸν ἀποβλέποντες ἐκλεγόμενοι τὸ κουφότερον. Και τινες καὶ ὑδροστάτας κατασκευάζουσι, δι’ ὧν τὸ βαρὺ καὶ κοῦ φον ὕδωρ κρίνουσι· καίτοι πολλαχοῦ κοῦφον μέν ἐστι, πονη ρὸν δὲ, ὡς ἐν Χαλκίδι Πλούταρχος ἱστορεῖ τὸ τῆς Ἀρεθού σης. Οἱ δὲ, καὶ τὸ ῥᾳδίως οἴνῳ κεραννύμενον δοκιμάζουσιν ὕδωρ ἄριστον, πολλῆς δεόμενον πείρας καὶ διαφόρων οἴνων εἰς τὸ [μὴ] φωραθῆναι τοιοῦτον ἔν· ἄλλοι δὲ καὶ εἰς κερά μειον ποτήριον ὕδωρ ἐμβαλόντες ἐῶσι δι ὅλης μεῖναι νυκτός εἶτα γενομένης ἡμέρας ὁρῶσιν εἴ τινα ἐντὸς τῆς κύλικος ἔχει γεώδη περιφέρειαν συστᾶσαν καὶ μελανίζουσαν· καὶ τοῦτο ση μεῖον τίθενται τῆς τοῦ ὕδατος φαυλότητος, οὐδ οὗτοι πεῖραν παραδιδόντες εὐπόριστον. Πάντων δὴ οὖν τῶν τοιούτων ἁπλούστερον ὁ Ἡσίοδος κελεύει τῷ γεωργικῷ μιγνύναι τῷ οἴκῳ ὕδωρ ἐκ κρήνης ἀποῤῥύτου, ἵν ᾖ κινούμενον καὶ λεπτὸν καὶ ἀθόλωτον, ἀλλὰ μὴ γεῶδες. ΥΛΟΦΑΓΟΙΟ. Ἀδαμάστου, ἀγρίας. Οὐκ εἶπε δὲ ἄῤῥενος, ἐπεὶ ἀπὸ ἐνιαυτοῦ ὁ ἄῤῥην ἀσθενέστερός ἐστι διὰ τὴν ἐπιθυμίαν τοῦ ἔρωτος. ΑΚΡΑΕΟΣ δὲ, τοῦ ἄκρως φυσῶντος εὐκραοῦς καλοῦ καὶ ἀμιγοῦς, ἢ ἡρέμα πνέοντος. ΑΠΟΡΡΥΤΟΥ τῆς ῥεούσης καὶ μὴ ἐχού σης ἀκαθαρσίαν· θόλος γὰρ ἡ ἀκαθαρσία.

### 593

ΤΡΙΣ ΥΔΑΤΟΣ. Ἐν Διδύμοις διὰ τὸ θέρος καὶ διὰ τὸ καταψύχειν, τρία πίνειν ὕδατος καὶ ἓν οἶνου· ἢ ἐν τῷ ἐκπώματι τρεῖς ἐμβάλλειν ὕδατος κράσεις, μίαν δὲ οἴνου· ἢ τὸ πολλάκις ὕδατος, μίαν δὲ οἶνου.

### 599

ΔΜΩΣΙ Δ’ ΕΠΟΤΡΥΝΕΙΝ. Ταῦτα περὶ τῆς [τὸν ἄμητον] εἰς τὴν ἅλω τῶν θερῶν καταθέσεως· τὸ γὰρ ΔΙΝΕ ΜΕΝ, ἐστὶ τὸ περικυκλοῦντας καὶ περιελαύνοντας τοὺς βίας ἐν αὐτῇ τὰ θέρη τρίβοντας ἀλον. Ταῦτα δὴ κελεύει τοῖς δμωσὶ πράττειν ἐν τῷ τόπῳ τοῦ ἀγροῦ τὴν ἅλω καταστησαμένοις δύο ἔχοντι, τό τε ΕΥΑΕΣ, ὃ ἐστιν εὔπνουν, καὶ τὸ ΕΥΤΡΟΧΑΛΟΝ, ὅ ἐστιν ὁμαλόν· ἄν τε γὰρ ἀνόμαλος ᾖ, πρὸς τὸ ἀθροί ζεσθαι τὸν ἀλώμενον καρπὸν ἐμπόδιον, ἄν τε μὴ εὐπνους, οὐκ ἂν ἔχοι τὴν ἀπὸ τοῦ παρέχοντος σύλληψιν πρὸς τὸν σκεδασμὸν τῶν ἀχύρων. Μετὰ δὲ τὸ ἀλοηθῆναι μετρεῖν χρὴ, καὶ εἰς ἀγγεῖα τὸν καρπὸν ἐμβάλλειν ἀποθησαυρίζοντα πρὸς τὸ ἔτος, Τὸν δὲ καιρὸν εἶναι τοῦτον μετὰ τὰς Ὠρίωνος ἐπιτολὰς, καὶ τοῦ ἀλοῦν καὶ τοῦ μετρεῖν, καὶ τοῦ ἀποθησαυρίζειν οἴκοι, τὸν κατὰ καιρὸν ἐπιγινόμενον καρπόν.

### 602

ΑΥΤΑΡ ΕΠΗΝ ΔΗ ΠΑΝΤΑ ΒΙΟΝ. Ταῦτα καὶ τὰ ἑπόμενα περὶ τῶν ἀναγκαίων εἰς κτῆσιν ἐμψύχων ὀργάνων διδάσκει, τοῦ θητὸς, τῆς ἐρίθου, τοῦ κυνὸς, ἑκάστου τὸ χρήσ σιμον λέγοντος· τοῦ μὲν, τὸ μὴ ἔχειν οἶκον ἴδιον, ἵνα σοὶ προστ ἔχῃ τὸν νοῦν· τῆς δὲ, τὸ μὴ ὑπόπορτιν εἶναι, παῖδα μὴ ἔχουσαν, ἵνα μὴ ἀσχολῆται περὶ τὴν πόρτιν· τοῦ δὲ, τὸ ἀμυντικὸν, ἵνα μὴ δι’ ἀσθένειαν μάτην τρέφηται. Οὐ θηρατικὸν οὖν, οὐδὲ μελιταῖον θρέψει κύνα γεωργός, ἀλλὰ τὸν τὸ δάκνειν ἕτοιμον, καὶ τὸν ἡμερόκοιτον ἄνθρωπον φοβεῖν, ὃς διαπαντὸς ἀποβλέπει, οὐκ εἰς τὸ ἀναπαύειν τὸ σῶμα, ἀλλ εἰς τὸ τὰ τῶν ἄλλων συλῶν.

### 604

ΘΗΤ’ ΑΟΙΚΟΝ. Μήτε ἔχοντα γυναῖκα μήτε παῖδα, ἵνα μὴ προφασίζηται ἐν τῷ ἀγρῷ.

### 607

ΗΜΕΡΟΚΟΙΤΟΣ δὲ ἀνὴρ, ὁ κλέπτης, ὁ τὴν ἡμέραν μὲν ὑπνῶν, τὴν δὲ νύκτα ἀγρυπνῶν.

### 608

ΧΟΡΤΟΝ Τ’ ΕΣΚΟΜΙΣΑΙ. Ταῦτα μετὰ τὴν συγκομιδὴν ἀναγκαῖα τοῦ χειμῶνος, χάριν τῶν βοῶν καὶ ἡμιό νων ἀθροῖσαι τροφὴν, ὡς τὴν τῶν ἀνθρώπων. Χειμώνος γὰρ ὄντος ἄλλως τε καὶ σφοδροῦ, τρέφειν ἀπὸ τῆς χώρας οὐκ ἔστι τὰ θρέμματα. Χρήσιμον οὖν καὶ χόρτον ἀποτεθεῖσθαι, καὶ συρφετόν τινα φυλλάδος καὶ ἀχύρων, καὶ τῶν τοιούτων. Χρήσιμον δὲ καὶ ἐν τῷ καιρῷ τούτῳ, καθ ὃν οὐδέν ἐστι που νεῖν, ἀναπαύειν τοὺς οἰκέτας καὶ τοὺς βίας, ἵνα πάλιν ἀκμαιότεροι τοῖς πόνοις ὑπουργήσωσιν, οὐχ ὡς ἔνιοι τρύχουσιν αὐτοὺς ἄλλοις πόνοις οὐ γεωργικοῖς, παραδιδόντες εἰς οἰκοδο μὰς καὶ μαρμάρων ἕλξεις, καὶ τὰ τοιαῦτα τῶν ἔργων, οὕτω καὶ σὺ ποιεῖν. :

### 611

ΕΥ Τ’ ΑΝ Δ’ ΩΡΙΩΝ ΚΑΙ ΣΕΙΡΙΟΣ. Σαφώς ἐν τούτοις τὸν ἐπὶ τῆς γένυος τοῦ κυνὸς Σείριον λέγει, συντάξας αὐτὸν τῷ Ὠρίωνι· καὶ τούτων μεσουρανούντων, εἶπεν ἑῶον ἐπιτέλλειν τὸν ἀρκτοῦρον. Ἐν τούτῳ δ οὖν τῷ καιρῷ, ὃς ἐστιν ἡλίου ζυγὸν μετελθόντος καὶ τῆς παρθένου ἑώας ἀνισχούσης, ᾗ παρανατέλλει ὁ ἀρκτοῦρος, κελεύει τοὺς βότρυας τέμνειν· καὶ γὰρ ὁ προτρυγητὸς καλούμενος ἑπος τότε γίνεται ἐκφανής. Οὗτος τὸν κύναστρον λέγει Σείριον· ἐγγὺς γάρ ἐστι τῷ Ὠρίωνι. Δεὶ δ ἐξ ζώδια ὑπὸ γῆν εἰσὶ, καὶ ἓξ ὑπὲρ γῆν. Μεσουρανεί δὲ τὸ δ’ ζώδιον, ἀπὸ ἡλίου εἰς τὸ ἀνάπαλιν τῶν ζωδίων μετρουμένων, διὰ τὸ ἐναντίον δρόμον ποιεῖσθαι τὸν ἥλιον τῷ πόλῳ. Ὅταν οὖν γένηται ὁ ἥλιος ἐν τῷ Λέοντι, ἢ ἐν Παρθένῳ, διὰ τὸ τὸν Ὠρίωνα Ταύρω καὶ Διδύμοις πλησιάζειν, τότε ἐπιτήδειον τρυγᾷν. Ὁ δὲ Ἀρκτούρος ὁμοταγής τῇ Παρθένῳ. Ἔστι δὲ ὁ Σκορπίος ὁμοταγής τῷ Ὀφιούχῳ, ὁ καὶ δύο ζωδίων κατέχων τόπον. Ὅτε φθάνει, τουτέστιν ὁ ἥλιος γένηται ἐν Διδύμοις καὶ ἐν Καρκίνῳ ἡ δὲ κεφαλὴ αὐτοῦ πρὸς τῷ Ταύρω κεῖται, ὁ δὲ ποὺς πρὸς τοῖς Διδύμοις) τότε ἐπιτήδειον ἀροτριᾷν.

### 614

ΔΕΙΞΑΙ Δ’ ΗΕΛΙΩΝ. Τοὺς βότρυς ἐκτεμόντες ἐτίθεσαν ὑπὸ τὸν ἥλιον, ἐξικμάζοντες αὐτῶν διὰ τῆς ἡλιώσεως τὸ λεπτὸν καὶ ὑδαρὲς καὶ εὐτρεπτον· καὶ ἐκάλουν τοῦτο θειλοπεδεύειν. Μετὰ δὲ τοῦτο ἐν τῇ σκιᾷ πάλιν διετίθεντο μηχανώμενοι πυκνωθῆναι τὸν καρπὸν μετὰ τὴν ἡλίωσιν, τὴν ζέσιν ἐξιώμενοι τὴν ἀπ’ αὐτῆς διὰ τῆς σκιᾶς, καὶ τῆς ἐν αὐτῇ ψύξεως· καὶ τρίτον οὕτως ἐπάτουν ἐκθλίβοντες τὸν οἶνον, συνεστῶτα λοιπὸν καὶ εὔτονον ἔχειν νομίζοντες· ὃ δὴ καὶ ὁ Ἡσίο δος ὑφηγεῖται διὰ τούτων. ΔΕΙΞΑΙ Δ’ ἩΕΛΙΩι δέκα ἡμέρας ἁπλῶσαι τὴν σταφυλὴν ἐν τῷ ἡλίῳ καὶ ἐ ἐν τῇ σκιᾷ, καὶ τότε πατῆσαι.

### 616

ΔΩΡΑ ΔΙΟΝΥΣΟΥ. Οὐκ οἶδεν ὁ Ὅμηρος δῶρον Διονύσου τὸν οἶνον. ΑΥΤΑΡ ΕΠΗΝ ΔΗ. Τῇ ἀρχῇ τὸ τέλος συνῆψε τῶν γεωργικῶν ἔργων, τῷ ἀρότρῳ τὸ ἄροτρον· καὶ γὰρ ἤρξατο ἐντεῦθεν ἀπὸ τῆς δύσεως τῶν Πληϊάδων καὶ ἀρότρου, καὶ κατέληξεν εἰς αὐτά. Διὸ καὶ ἐπήγαγε διὰ πάντων διεξελθὼν, ὅτι ὁ πλειῶν, ὃς ἐστιν ὁ ἐνιαυτὸς, τῶν ἐπὶ γῆς ἔργων οὕτως ἂν ἔχοι τέλος ἐναρμόνιον. Πλειὼν δὲ ὁ ἐνιαυτὸς, ὡς τὰς ἡμέρας συμπληρώσας, καθ ἂς τὴν γεωργίαν διεῖλε. Τὸ δὲ ἐντεῦθεν ἐπὶ ναυτιλίαν μέτεισιν, ὡς καὶ ταύτης δυναμένης βίον πορίζειν, εἰ καὶ ἡ γεωργία πρεπωδεστέρα χθονίοις ἡμῖν οὖσι ζώοις, καὶ ἐκ γῆς τρέφεσθαι τῆς γεννησαμένης ἡμᾶς ὀφείλουσι. Διὸ καὶ τὴν εἰσβολὴν τῆς ναυτιλίας ἐποιήσατο τοιαύτην, οὐχ οὕτως ὡς τῆς γεωργίας ἐραστὴς αὐτῆς ὑπάρχων .

### 619

ΑΡΜΕΝΟΣ ΕΙΗ. Ἐὰν ταῦτα ποιήσῃς, ὁ ἐνιαυτὸς, φησὶν, ὅλος ἁρμόδιος ἔσται. Πλειὼν δὲ ὁ ἐνιαυτὸς, ἀπὸ τοῦ πάντα πεπληρώσθαι, ἢ ἀπὸ τῶν Πληϊάδων . Ἐξ αὐτῶν γὰρ οἱ στοχασμοὶ τοῦ πότε δεῖ καὶ σπεῖραι καὶ θερίσαι.

### 620

ΕΙ ΔΕ ΣΕ ΝΑΥΤΙΛΙΗΣ. Ἕως τοῦ ΔΙΟΣ ΟΜΒΡΟΣ. Καὶ διὰ τῆς εἰσβολῆς τὴν ναυτιλίαν διέβαλεν , εἰπὼν αὐτὴν δυσπέμφελον, ὡς ἐργώδη, καὶ δυσκολίαν παραπέμπουσαν τῷ βίῳ, καὶ τῷ μὴ πρότερον εἰπεῖν πότε δεῖ πλεῖν, ἀλλὰ πότε παύεσθαι τοῦ πλεῖν. Πότε οὖν τοῦτο ποιητέον; ὅταν, φησὶν, αἱ Πλειάδες δύνωσιν ἑῶαι, φυγοῦσαι τὸν Ὠρίωνα . Τοῦτο δὲ, ἐπεὶ προδύνουσι, καὶ ἐπ αὐτῶν ὁ Ὠρίων διώκειν αὐτὰς δοκῶν, καὶ οἵ γε ναυτικοὶ Πανδυσίαν καλοῦσι τοῦτον τὸν καιρόν. - Τότε οὖν παντοῖα πνεύματα πνεῖ δύσκριτα, καὶ χρῆναι μᾶλλον ἐργάζεσθαι τὴν γῆν ἢ πλεῖν . Ἀνέλκειν οὖν τὴν ναῦν καὶ ἑδράζειν ἐπὶ τῆς γῆς, λίθοις πυκάσαντα κελεύει πάν τοθεν, ἵνα μὴ σαλεύσωσιν οἱ ἄνεμοι τὴν ναῦν νεωλκηθεῖσαν , καὶ κατεάξωσιν ἀντεχόντων πανταχόθεν τῶν ὑποστηριζόντων αὐτὴν λίθων· ὅπως δὲ μὴ σήπηται ὑομένη , δεῖν τὸν χείμαρον ἐξερύσαι. Ἔστι δὲ οὗτος τρημάτιόν τι τῆς νεὼς, εἰς ὃ πλεούσης ἔμφραγμα ποιοῦσι, νεωλκηθείσης δὲ, ἀφαιροῦσι τὸ ἔμφραγμα, ἵνα ὁ ὑετὸς, ὁ ἐπ αὐτὴν φερόμενος, διεξίῃ διὰ τοῦ τρήματος, καὶ μὴ σήπῃ συνιστάμενος ἔσω τῆς νεώς· ὃ δηλοῖ λέγων καὶ αὐτὸς, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος τὴν ναῦν.

### 622

ΦΕΥΓΟΥΣΑΙ. Ὅταν δύνωσιν ἑώαν δύσιν τότε γὰρ ὁ ἥλιος ἐν Σκορπίῳ, ὅ ἐστιν ἕβδομον ζώδιον . Τὸ δὲ ΦΕΥΓΟΥΣΙ χαριέντως εἶπεν, ἐπειδὴ πλησίον ἐστιν ὁ Ὠρίων.

### 628

ΧΕΙΜΑΡΟΝ ΕΞΕΡΥΣΑΣ. Χείμαρος λέγεται ὁ ὑπὸ τὴν τρόπιν πάσσαλος, οὗ ἐξαιρουμένου, ὅταν ἔσῃ, τὸ ὕδωρ προχωρεῖ. Καλεῖται δὲ καὶ εὐδιαῖος.

### 629

ΟΠΛΑ Δ’ ΕΠΑΡΜΕΝΑ ΠΑΝΤΑ. Τὰ μὲν ὅπλα δηλοῖ τῆς νεὼς πάντα ὧν δεῖται ἡ ναῦς, τὸν ἱστὸν, τὰ ἱστία, τὰς διφθέρας, τοὺς κάλους, τὰ πηδάλια. Τούτων δὲ τὰ ἱστία, πτερὰ τῆς νεὼς ἐκάλεσεν, ὅτι διὰ τούτων κινεῖται ἀνηπλωμένων, ὡς τῶν πτερῶν οἱ ὄρνιθες. Ταῦτα οὖν εὐκόσμως στολίσαντα κελεύει οἴκοι καταθέσθαι, ἵνα μὴ ἠμελημένως ὅπου ποτὲ ῥιφέντα ἄχρηστα γένηται· καὶ ἐπὶ τούτοις τὸ πηδάλιον ὑπὲρ τοῦ καπνοῦ κρεμάσαι, ἵνα ξηραίνηται καὶ μὴ ὑπὸ τῆς ἐναπομεινάσης ὑγράνσεως κατασαπῇ κείμενον ὡς ἔτυχεν.

### 630

ΕΥΚΟΣΜΩΣ. Εὐτάκτως, φησὶ, μὴ μετὰ ρύβου. ΣΤΟΛΙΣΑΣ. Γυμνάσας συναγαγών... Σεσημείωται δὲ ὡς πρὸς τὸ ἄνω· ἐκεῖ γὰρ κατακαῦσαι σημαίνει. Καὶ Ὅμηρος, κάπνισάν τε κατὰ κλισίας.

### 632

ΑΥΤΟΣ Δ’ ὩΡΑΙΟΝ ΜΙΜΝΕΙΝ ΠΛΟΟΝ. Ἐπει δὲν ὁ πλώιμος ἔλθῃ καιρὸς, καθέλκειν τὴν ναῦν ἔχοντα προευτρεπισμένον τὸν ἐπιτήδειον φόρτον, πρὸς τὸ διακομισθῆναι εἰς ἄλλον τόπον, ἐν ᾧ χρήσιμος ἔσται τοῖς ὠνουμένοις· καὶ οὐ διαφθαρήσεται πλωϊζόμενος οὕτως, ἀλλ ἄρμενος ἔσται καὶ πρὸς τὸ σωθῆναι, καὶ πρὸς τὸ πραθῆναι. ΩΡΑΙΟΝ. Τὸν ὥριμον, τὸν δυνάμενον πλούσιόν σε ποι ῆσαι καὶ θρέψαι.

### 634

ΑΡΜΕΝΟΝ ΕΝΤΥΝΑΣΘΑΙ. Ἀντὶ τοῦ ἁρμόδιον εὐτρεπίζεσθαι.

### 635

ΩΣΠΕΡ ΕΜΟΣ ΤΕ ΠΑΤΗΡ. Τοῦτό φησι, διὰ τὸ μιμεῖσθαι τὸν πατέρα. Ἑλλάνικος δὲ Φορωνίδι ἀπὸ Ὀρφέως φησὶν εἶναι τὸν Ἡσίοδον. ὭΣΠΕΡ ΕΜΟΣ ΤΕ ΠΑΤΗΡ. Ταῦτα καὶ τὰ ἑξῆς εἰς ζῆλον ἀνεγείρει τοῦ πατρὸς τὸν Πέρσην, εἰ μὴ γεωργεῖν ἐθέλοι, ναυτίλλεσθαι· καὶ γὰρ ἐκεῖνον ἐκ τῆς Κύμης, μία δὲ αὕτη τῶν Αἰολίδων πόλεων, ἥκειν εἰς Βοιωτίαν, διὰ τὸ βίον ἐθέλειν ἑαυτῷ περιποιήσασθαι, οὐ πλοῦτον φεύγοντα, ἀλλὰ πενίαν, καὶ οἰκῆσαι τοῦτο δὴ τὸ λυπρότατον πολίχνιον, τὴν δὲ Ἄσκρην χαλεπὴν καὶ θέρους ὥρᾳ καὶ χειμῶνος ὑπάρχουσαν καταλιπεῖν. Κεῖται μὲν οὖν ὑπὲρ τὴν ὁδὸν ἢν βαδίζουσιν οἱ ἐπὶ τὸ Μουσεῖον ἀπιόντες αὕτη ἡ Ἄσκρη. Τοῦ δὲ Ἑλικῶνος ἐκκειμένου τοῖς ἀνέμοις, καὶ θαυμαστὰς μὲν ἀναπαύλας ἔχοντος ἐν θέρει, δυο σηνέμου δὲ ὄντος ἐν χειμῶνι, τὴν Ἄσκρην ἐν τῷ μεσημβρινῷ κειμένην τοῦ ὄρους, τῆς μὲν ἐκ τῶν ἀνέμων ἀπολαύειν βίας, ἐν δὲ τῷ θέρει τὸ εὔπνουν μὴ ἔχειν. οἴκητον δὲ αὐτὸ ὁ Πλούταρχος ἱστορεῖ καὶ τότε εἶναι, Θεσπιέων ἀνελόντων τοὺς οἰ κοῦντας, Ὀρχομενίων δὲ τοὺς σωθέντας δεξαμένων · ὅθεν καὶ τὸν θεὸν Ὀρχομενίοις προστάξαι τὰ Ἡσιόδου λείψανα λαβεῖν, καὶ θάψαι παρ’ αὐτοῖς, ὡς καὶ Ἀριστοτέλης φησὶ, γράφων τὴν Ὀρχομενίων πολιτείαν. Τὰ μὲν οὖν κατὰ τὴν Ἄσκρην, Τὸν δὲ πατέρα φησὶ μετανάστην γενέσθαι , ἐκ τῆς Κύμης ἐλθόντα, ἀφ ἧς καὶ Ἔφορος ἦν, βίου δεόμενον · καὶ ἐθέλων εἰπεῖν ὅτι ἦλθον εἰς Βοιωτίαν, οὕτως εἶπεν, ταῦτα. ὅς ποτε καὶ τῇδ ἦλθε, βαθὺν διὰ πόντον ἀνύσσας. Δηλοῖ γὰρ αὐτὸ τοῦτο τὸ, τῇδε, οὐκ ἄλλο τι, ἢ τὸ τῇδε καὶ ἐνταῦθα. Καὶ οἱ λεξογράφοι Κρητῶν εἶναι τὴν φωνὴν ἀνέγραψαν. Μέλει γὰρ οὐδὲν τοῖς ποιηταῖς τὴν πολλῶν συνήθειαν ἐκτρεπομένοις καὶ τοιαύταις διδόναι χώραν λέξεσι .

### 637

ὋΣ ΠΟΤΕ ΚΑΙ ΤΗ ΔΕ. Λέγουσι τὸν πατέρα Ἡσιόδου πένητα ὄντα, δανειστὰς πολλοὺς ἐσχηκέναι, διὸ καὶ πέφευγε τὴν πατρίδα. Ἔφορος δέ φησι τοῦτον εἰς Ἄσκρην ἐλθεῖν, οὐ δι’ ἐμπορίαν, ἀλλὰ φόνον ἐμφύλιον ἐργασάμενον.

### 639

ΟΥΚ ΑΦΕΝΟΣ ΦΕΥΓΩΝ. Ἐπειδή τινες φεύγουσι τὴν πατρίδα μηδενὸς δεόμενοι· οὗτος δὲ πένης ὢν διέφυγε. Μένανδρος δέ φησι· Δεῖ γὰρ ἢ πλουτεῖν ὅπως μὴ μάρτυρας πολλοὺς ἔχειν Τοὺς ὁρῶντας, Ἐν εἰρωνείᾳ δέ φησι· πένης γὰρ ἦν. Τρισὶ δ ἐσοδυναμούσαις ἐχρήσατο λέξεσιν οὗτος.

### 642

ΑΣΚΡΗ, ΧΕΙΜΑ ΚΑΚΗ. Ἄριστον τὸ σχῆμα ἐκ παραλλήλου. ΑΣΚΡΗ, ΧΕΙΜΑ ΚΑΚΗ. Εὔδοξος οὖν φησι ταύ την ἀνήλιον εἶναι ἐν χειμώνι, διὰ τὸ ὄρος τὸ ἐν Ἑλικῶνι, ἔστι δὲ τοῦτο τῆς Βοιωτίας· καὶ ἐν τῷ θέρει φλέγεσθαι. Ἔστιν οὖν ἡ Ἄσκρη δυσχείμερος· ἀνάγκη γὰρ χιονίζεσθαι αὐτὴν οὖσαν ἐγγὺς τοῦ ὄρους, Τὸν καιρὸν μεμνήσθαι

### 643

ΤΥΝΗ Δ’ Ω ΠΕΡΣΗ. διδάσκει, καθάπερ ἐπὶ τῆς γεωργίας, καὶ ἐπὶ τῆς ναυτιλίας. Καὶ πρὸς τοῦτον εἰ θέλοι φόρτον ἐντιθέναι, μὴ ὀλίγην ναῦν, ἀλλὰ μεγάλην παρασκευάζεσθαι. ΤΗΝ δὲ ΟΛΙΓΗΝ ΑΙΝΕΙΝ, τουτέστι χαίρειν ἐῶν τὴν μικρὰν ναῦν, ὥστε ὁ αἶνος εἴρηται κατ εἰρωνείαν. Εἰ οὖν βούλει, φησὶ, συλλέξαι βίον ἑαυτῷ ἀντὶ γεωργίας ναυτιλίαν αἱρούμενος· καὶ πάλιν ΛΕΣΙΦΡΟΝΑ εἴρηκε τὸν τοῦτο αἱρούμενον, ναῦν δὲ μείζονα παραλαμβάνειν· καὶ γὰρ μεῖζον τὸ κέρδος, καὶ ἧττον τὸ κινδυνεύειν. Καὶ πεί Θεσθαι τὸν καιρὸν αὐτῷ διδάσκοντι εἰ καὶ μὴ ἔχοι πεῖραν τῶν κατὰ θάλατταν. Περὶ ναυτιλίης μάλιστα μελέτω σοι. Ἡ γὰρ ἐν τῇ γῇ ἀστοχία ζημίαν μόνον οὐσίας ποιεῖ, ἡ δὲ θάλασσα καὶ αὐτῆς τῆς ζωῆς.

### 645

ΝΗ ΟΛΙΓΗΝ. Τὴν μικρὰν ναῦν εἰς τὸ πλεῖν δὲ ἀπόκρισιν, διὰ τὸ σύντομον· τὴν δὲ μεγάλην, εἰς τὸ ἐμπορεύ ἐσθαι. Αἰνεῖν δέ τινες παραιτεῖσθαι παρέλαβον, ὥσπερ ἐπαινὴν Περσεφόνειαν. Ὁπόταν ἐπὶ τῷ

### 648

ΕΥΤ’ ΑΝ ΕΠ’ ΕΜΠΟΡΙΗΝ. ἐμπορεύεσθαι τρέψας ἑαυτὸν βουληθῇς τὰ χρέα σου φυγεῖν, καὶ τὸν τῆς ἀργίας λιμόν, ἐγώ σοι δείξω πότε δεῖ πλεῖν, οὐκ · ἔμπειρος ὢν τοῦ πλοῦ· οὐ γάρ ποτ ἔπλευσα εἰ μὴ εἰς Χαλκίδα τῆς Εὐβοίας ἀπὸ τῆς Αὐλίδος, ὅτε ἠγωνισάμεθα ἐπὶ τῷ τάφῳ Ἀμφιδάμαντος τοῦ βασιλέως Εὐβοίας.

### 651

ΟΥΤΕ ΤΙ ΝΑΥΤΙΛΙΗΣ. Σημειοῦται ὁ στίχος οὗτος. Εἰπὼν γὰρ εἶναι ἄπειρος ναυτιλίας πῶς ὑποτίθεται αὐτὴν, ΕΙ ΜΗ ΕΙΣ ΕΥΒΟΙΑΝ, οὐχ ἡμείρων τοῦ πλοῦ. Ἐκλήθη δὲ Εὔβοια, ἀπὸ Εὐβοίας τῆς θρεψαμένης τὴν Ἥραν.

### 652

ΟΥ ΓΑΡ ΠΩΠΟΤΕ ΝΗΙ Γ’ ΕΠΕΠΛΩΝ. Ταῦτα πάντα περὶ τῆς Χαλκίδος τοῦ Ἀμφιδάμαντος, καὶ τοῦ ἄθλου, καὶ τοῦ τρίποδος, ἐμβεβλῆσθαί φησιν ὁ Πλούταρχος οὐδὲν ἔχοντα χρηστόν. Τὸν μὲν οὖν Ἀμφιδάμαντα ναυμαχοῦντα πρὸς Ἐρετριέας ὑπὲρ τοῦ Ληλάντου ἀποθανεῖν· ἆθλα δὲ ἐπ αὐτῷ καὶ ἀγῶνες ἐγένοντο τελευτήσαντος παρὰ τῶν ἑαυτοῦ παίδων· νικῆσαι δὲ ἀγωνιζόμενον τὸν Ἡσίοδον, καὶ ἆθλον μουσικὸν τρίποδα λαβεῖν, καὶ ἀναθεῖναι τοῦτον ἐν τῷ Ἑλικῶνι, ὅπου καὶ κάτοχος ἐγεγόνει ταῖς Μούσαις, καὶ ἐπίγραμμα ἐπὶ τούτῳ θρυλοῦσι. Πάντα οὖν ταῦτα ληρώδη λέγων ἐκεῖνος ἀπ’ αὐτῶν ἄρχεται τῶν εἰς τὸν καιρὸν τοῦ πλοῦ συντεινόντων, ἤματα πεντήκοντα λέγων. Τὸ δὲ Η ΠΟΤ’ ΑΧΑΙΟΙ ἀντὶ τοῦ ὅπου ποτὲ οἱ Ἕλληνες συνήχθησαν.

### 657

ΤΑ ΔΕ ΠΡΟΠΕΦΡΑΔΜΕΝΑ. Τὰ ἆθλα, τῶν ἀγωνιζομένων δηλονότι, προκεκηρυγμένα ἦσαν.

### 659

ΥΜΝΩ, ΝΙΚΗΣΑΝΤΑ. Ἄλλοι γράφουσιν, "Ὕμνω νικήσαντ’ ἐν Χαλκίδι θεῖον Ὅμηρον.

### 660

ΤΟΝ Τριπόδα ἐγώ, φησὶν, ἀνέθηκα εἰς τὸν τόπον, ὅπου ἐποίησάν με ἐκ ποιμένος ἀοιδὸν αἱ Μοῦσαι.

### 661

ΕΝΘΑ ΜΕ ΤΟ ΠΡΩΤΟΝ. Ἢ ἐν Χαλκίδι, ἢ ἐν ἄλλῳ τόπῳ, ὅπου πρῶτον ὑπήντησαν αὐτῷ αἱ Μοῦσαι.

### 663

ΝΟΟΝ ΑΙΓΙΟΧΟΙΟ. Το θέλημα τοῦ Διός. τὸ πότε ἐστὶ πλεῖν ἀφόβως.]

### 665

ΗΜΑΤΑ ΠΕΝΤΗΚΟΝΤΑ. Οὐ λέγει μετὰ πεντή κοντα τῆς τροπῆς τῆς θερινῆς ἡμέρας ὡραῖον εἶναι τὸν πλοῦν, ἀλλὰ μετὰ τὴν τροπὴν ὡραῖον εἶναι, πεντήκοντα πάσας ἡμέ ρας, εἰ μή τις θεομηνία συμπεσοῦσα τῶν θαλαττίων δαιμόνων κατεάξοι τὴν ναῦν, ἢ καὶ αὐτοῦ τοῦ Διός· ἐν γὰρ τούτοις εἶναι τὸ τέλος καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν τῶν κατὰ θάλατταν· Ποσειδῶνι μὲν ὡς λαχόντι τὸν κλῆρον τοῦτον· Διὶ δὲ, ὡς διὰ τοῦ ἀέρος παντοίως κινοῦντι τὴν θάλασσαν. Τότε δ οὖν εὐκρινεῖς εἶναι τοὺς ἀνέμους καὶ ἀπήμονα τὸν πλοῦν· καὶ γὰρ μεθ ἡμέραν ἐτήσιοι πνέουσι, καὶ νύκτωρ ἐκ τῶν δρόσων αὖραι γίνονται μέτριαι τοῖς παρὰ τὴν γῆν πλέουσιν. κοντα ἡμέρας τῆς τροπῆς τοῦ θέρους, τότε γὰρ λεπτότεροι καὶ καθα Μετὰ πεντήφώτεροι εἰσιν οἱ ἄνεμοι. Μετὰ γὰρ τὰς πεντήκοντα θερινὰς ἡμέρας πνέουσιν οἱ ἄνεμοι οἱ ἐτήσιοι, ὅτε ὁ ἥλιος ᾗ ἐν Λέοντι· Ἕλληνες δὲ ἐν Καρκίνῳ τὸν ἥλιον εἶναί φασιν, ὅταν θέρος γένηται· Αἰγύπτιοι δὲ ἐν Κριών Χαλδαῖοι δὲ ἄλλως.

### 669

ΕΙ ΔΗ ΜΗ ΠΡΟΦΡΩΝ. ὁ θεὸς ὀργισθῇ. Ἐὰν μὴ ἰδικῶς αὐτοῖς

### 672

ΤΗΜΟΣ Δ’ ΕΥΚΡΙΝΕΕΣ Τ’ ΑΥΡΑΙ. Εὐκρινεῖς, οἷον εὐδιηνοὶ καὶ εὐδιάγνωστοι.

### 675

ΣΠΕΥΔΕΙΝ Δ’ ΟΤΤΙ ΤΑΧΙΣΤΑ. Τῶν ἐτησίων παυομένων οἱ νότοι ἐμπίπτουσι, τῆς μεσημβρίας ἀνταπόδοσιν ποιούσης, καὶ ὄμβρους κινοῦσι, καὶ ἐνταῦθα πάλιν ὠθοῦντες τὰ νέφη τὰ ὑπὸ τῶν ἐτησίων εἰς ἐκεῖνον ἀπωσθέντα τὸν τόπον, καὶ εἰκότως τόν τε ἀέρα καὶ τὴν θάλατταν ἐκταράττουσιν. Τὸ γὰρ

### 676

ΜΗ ΔΕ ΜΕΝΕΙΝ ΟΙΝΟΝ ΤΕ ΝΕΟΝ. μετοπωρινὸν μεγάλοι ὄμβροι καταῤῥέονται, καὶ ἅμα τῷ ὄμβρῳ νότος· τοῖς γὰρ ἐτησίοις παυομένοις ἐπακολουθεῖν νότος εἴωθεν, ὃς ποιεῖ τὸν ὄμβρον.

### 680

ΑΛΛΟΣ Δ’ ΕΙΑΡΙΝΟΣ ΠΕΛΕΤΑΙ ΠΛΟΟΣ. Τὸν ἐαρινὸν πλοῦν λέγει παραβολώτατον εἶναι, διὸ καὶ ἁρπακτι κὸν αὐτὸν καλεῖ. Τὸ γὰρ συνεχὲς οὐκ ἔχει τὰ πνεύματα, καὶ μόλις ἄν τις ἁρπάσειεν ἐπιτηδείου πνεύματος προσβολὴν εἰς τὸ διανύσαι τὸν πλοῦν, ὃν στέλλεται, μετ ὀξύτητος. Φράζων δὲ τὸν καιρὸν τοῦτον εἶναί φησιν ἐν ᾧ τῆς συκῆς τὰ ἄκρα φύλλα ποδὶ κορώνης ἐστὶν ὅμοια· τοιαῦτα γὰρ τῷ σχήματι καὶ τηλε καῦτα τὰ φύλλα τότε ποδὶ κορώνης τὴν θέσιν, καὶ τὰς σχέσεις ὁμοίας ἔχοντα· καὶ πάλιν οἰκείοις σημείοις χρῆται καὶ γνωρί μοις, καὶ ταῖς τροπαῖς, ὡς ταῖς φωναῖς τῶν ὀρνίθων γεράνου τινὸς ἢ κόκκυγος, οὕτως καὶ τῆς ἀπὸ τῶν φυτῶν, ὡς τῷ σκολύμῳ ἀνθοῦντι πρότερον, καὶ νῦν τοῖς φύλλοις τῆς συκῆς. Πλείων μὲν οὖν ἡ θάλασσα ἤδη τῆς συκῆς τὰ φύλλα τοιαῦτα σχούσης· ἁρπακτικὸς δὲ ὁ πλοῦς, καὶ οὐκ ἂν ῥᾳδίως ἐκφύγῃ τις τὸν κίνδυνον, ἐμπίπτων ἐξαίφνης εἰς πνεύματα ἐναντία, δοκοῦντα οὔρια, οἷς πιστεύοντες κινδυνεύουσιν. Οὗτος μὲν ὁ πλοῦς ἄριστος καὶ ἀβλαβής, ὃν ἄνω εἴρηκεν. "Ἄλλον δέ σοι λέγω δεύ τερον πλοῦν, οὐ χρηστὸν μὲν, ἀλλὰ διὰ τὴν ἀπληστίαν τῶν ἀνθρώ πων, ὅτε γένηται τὸ φύλλον τῆς συκῆς ὅσον ἐπιβᾶσα ἡ καρώνη ἐν τῇ γῇ ποιεῖ τύπον τοῦ ποδὸς, τὸ μέγεθος τοῦ φύλλου ὅτε ᾖ τοσοῦτον, πλεῦ σον. Ἔχει δὲ ἐμφερὲς ἡ κορώνη τὸ τοῦ ποδὸς εἶδος τοῖς φύλλοις τῆς συκῆς. Κράδας δὲ λέγοναι τοὺς νέους συκίνους βλαστούς, ἀπὸ τοῦ εὐκραδάντους ὑπάρχειν.

### 683

ΑΜΒΑΤΟΣ ΕΣΤΙ ΘΑΛΑΣΣΑ. Ἀττικῶς πέφραδεν, ὡς καὶ κλυτὸς Ἱπποδάμεια, καὶ θερμὸς ἀντμή.

### 686

ΑΡΠΑΚΤΟΣ. Ἁρπακτικός, φησὶν, ὁ τοιοῦτος πλοῦς. Ἐὰν οὖν ἐπιτύχῃς, ἥρπασας αὐτόν.

### 688

ΧΡΗΜΑΤΑ ΓΑΡ. Τὰ γὰρ χρήματα τὴν ψυχὴν νομίζουσιν οἱ ἄθλιοι τῶν ἀνθρώπων, ὡσανεὶ οἱ φιλάργυροι,

### 694

ΔΕΙΝΟΝ Δ’ ΕΙ Κ’ ΕΦ’ ΑΜΑΞΑΝ. Δεινὸν δ’ ἐστὶ τὸ εἰς ἅμαξαν θεῖναι πολὺν φόρτον, ἀλλ ἐν ἅπασι καλὸν ἡ εὐμετρία καὶ ἡ εὐκαιρία .

### 695

ΤΑ ΔΕ ΦΟΡΤΙ ΑΜΑΥΡΩΘΕΙΗ. Τὰ δὲ φορτία ἀφανισθῇ καὶ ἐλαττωθῇ δύναται δὲ καὶ κατὰ συναλοιφὴν ἀκούειν ἀμαυρωθείη· δύναται δὲ καὶ μαυρωθῇς καὶ γὰρ ἐν ἄλλοις, Ῥεία τό μὲν μαυροῦσι θεοί.

### 696

ΜΕΤΡΑ ΦΥΛΑΣΣΕΣΘΑΙ. Εἰπὼν μὴ δεῖν πάντα τῇ νηΐ πιστεύειν, ἀλλ οἴκοι τὰ πολλὰ καταλείπειν, διὰ τὴν ἀδηλίαν τῶν ἀνέμων, καὶ παραδείγματι τῷ τῆς ἁμάξης χρησά μενος (καὶ γὰρ ἐκείνῃ φόρτον ἐπιτιθέναι πολὺν οὐκ εὖ ἔχει, μήποτε κατάξῃ τις αὐτήν ) πανταχοῦ παρακελεύεται τοῦ μέτρου στοχάζεσθαι, καὶ πρὸ πάντων εἰς τὸν καιρὸν ὁρῶν. Ἔστι γὰρ οὗτος ἱκανὸς συλλήπτωρ ὧν ἐνεργοῦμεν, ὥσπερ καὶ δύσμαχος παρεφθείς. Ἐναρμόζει γὰρ ἡμῶν τῷ παντὶ τὰς πράξεις, καὶ ποιεῖ πρὸς τὴν τοῦ παντὸς σύλληψιν αὐτὰς ἐπιτηδείους ὀρθῶς καὶ τοῦ Πλάτωνος αἰτιωμένου τῶν ἀποβαινόντων τῷ καιρῷ, οὐ μόνον ἐν τοῖς γάμοις τῆς τῶν παίδων τῶν ἀφυῶν καὶ εὐφυῶν γενέσεως, ἀλλὰ καὶ ἐν πᾶσιν ἁπλῶς τοῖς πρακτικοῖς τούτοις, τύχην αὐτοῖς ἐπιστήσεις καὶ μετὰ θεοῦ τὰ ἀνθρώπεια κυβερ νῶντος.

### 697

ΩΡΑΙΟΣ ΔΕ ΓΥΝΑΙΚΑ. Τὰ μὲν περὶ ναυτιλίας αὐτῷ διδάγματα τέλος ἔχει· τὰ δὲ ἑπόμενα, κοινά εἰσιν εἰς πᾶ σαν τείνονται τὴν τῶν ἀνθρώπων ζωὴν, οὐ γεωργησόντων, οὐδὲ θαλαττουργησόντων ὧν πρῶτόν ἐστι τὸ περὶ γάμου, καὶ τὸν καιρὸν ὁρίζει καὶ τῷ γαμήσοντι καὶ τῇ γαμηθησομένῃ, καὶ γὰρ τοῦτο ἀκόλουθον ἦν τῷ τὸν καιρὸν ἄριστον εἶναι πᾶσι. Τοῦ γάμου τοίνυν καιρὸν ὑπάρχειν, τὸν περὶ τριάκοντα ἔτη τῷ ἀνδρέ· τῇ δὲ γυναικὶ τὸν τῶν ἐννεακαίδεκα χρόνον ἐτῶν. Τὸν μὲν γὰρ ἀξιοῖ γαμεῖν ἐγγὺς ὄντα τῶν λ· δεῖν γὰρ τὸν πρῶτον τῆς ἀκμῆς χρόνον ἀφέντας ἀφυβρίσαι, τὸν ἤδη σταθεί τὸν αἱρεῖσθαι πρὸς κοινωνίαν παιδουργίας· διὸ καὶ Πλάτων κολάζει τὸν εἰς πέμπτον καὶ τριάκοντα· ἔτος ἄγαμον ἐλθόντα τὴν δὲ γαμεῖσθαι μετὰ τὴν ἥβην, ἔτος πέμπτον ἄγουσαν. Εἶναι δὲ τὴν ἥβην τεσσαρεσκαιδέκατον ἔτος· τὴν γὰρ δικιλίες ὑποδέχεται μᾶλλον ὀργῶσα, καὶ τὰς ἐκτροφὰς τῶν κυημάτων ἀποδίδωσιν ἐῤῥωμενεστέρας· τοῦτο οὖν δηλοῖ τὸ, ΤΕΤΟΡ ἩΒΑΝ, ΠΕΜΠΤΩ ΔΕ ΓΑΜΕΙΣΘΑΙ, μετὰ τὴν δευτέραν τετράδα, τὴν πεντάδα προσθὲν τὸ ἔπος.

### 698

ΜΗΤΕ ΤΡΙΗΚΟΝΤΩΝ. Ὡρίμως μὴ παρὰ και ῥᾶν γήμῃς, ἀλλ ὅτε ᾖς δυνατὸς διοικῆσαι οἶκον. λ’ ἐτῶν μή τε κάτωθεν μηδὲ πλέον.

### 700

ΤΕΤΟΡ' ΗΒΩΟΙ. Μετὰ τὸ παρελθεῖν αὐτὴν τὰ ιβ. ἔτη ἄλλα δ’, τότε φησὶν ἐπιτρέπει αὐτὴν γαμεῖσθαι, τουτέστιν ἐκκαίδεκα ἐτῶν. Τέτορε γὰρ σημαίνει δ’· ἔστι δὲ καὶ τῷ πεντεκαιδεκάτω γαμεῖσθαι, ἢ μετὰ τεσσαρεσκαίδεκα, καὶ ἄλλα δ’.

### 701

ΠΑΡΘΕΝΙΚΗΝ ΔΕ ΓΑΜΕΙΝ. Εἰκότως ἀξιοῖ παρθένον ἄγεσθαι, μᾶλλον γὰρ αὕτη εὐάγωγος τῆς ὑπ ἀλ λοτρίοις ἤθεσιν ἤδη τραφείσης· τὸ δὲ, ΜΗ ΓΕΙΤΟΣΙ ΧΑΡΜΑΤΑ ΓΗΜΗΣ, καὶ διὰ τοῦτο χρῆναι βουλεύεσθαι, ἐμ φρόνως εἴρηται, πρὸς τὸ, τὸν σκοπὸν εἰς εὐζωΐαν ὁρᾷν, ἀλ λὰ μὴ τὴν τυχοῦσαν εἰσφέρειν εἰς τὸν οἶκον, ἐπονείδιστον αὐτ τὸν ποιοῦσαν. Δηλοῖ δὲ ταῦτα καὶ τὰ ἑξῆς, ὁ τῆς ἀγαθῆς γυναικὸς ἔπαινος, καὶ ἡ κατηγορία τῆς μοχθηρᾶς. Τὴν δὲ δειπνολόχην καὶ τὴν καίουσαν ἄνευ δαλοῦ, καὶ τὴν ὠμὸν τὸ γῆρας τῷ ἀνδρὶ τιθεῖσαν, ταύτην εἶναι λέγει. Τὴν μὲν οὖν δειπνολόχην ῥητέον, ἢ τὴν δειπνεῖν μόνον εἰδυῖαν, ἀργὸν, ἢ τὴν συνδειπνοῦσαν καὶ λοχῶσαν τὸν ὁμόκοιτον πρὸς τὸ δρᾶσαι τι κακὸν, ἢ τοῖς ἄλλοις συνδειπνοῦσαν παρὰ τὴν τοῦ ἀνδρὸς βούλησιν. Ἡ δὲ ἄνευ δαλοῦ καίουσα, τὴν εἰς ὀργὴν κινοῦσαν καὶ ἀεὶ παροξυντικὴν σημαίνει· εἰ δὲ βούλει, καὶ τὴν δάπανον καὶ ἀφανιστικὴν τῶν ὄντων, ὡς τὸ πῦρ. Ἡ δὲ εἰς ὠμὸν γῆρας ἄγουσα, δηλοῖ τὴν ὀδυνῶν πρόξενον, καὶ πάσης ἂν τῷ ἀνδρὶ γινομένην αἰτίαν, καὶ τὸ γῆρας ἐπιπονώτερον αὐτῷ ποιοῦσαν. Τούτοις δὴ πᾶσιν ἡ ἀγαθὴ γυνὴ τὴν ἐναντίαν ἔχει διάθεσιν, ἐπικουφίζουσα τῷ ἀνδρὶ τὸ γῆρας, περισώζουσα τὰ ὄντα μετὰ τῆς περὶ τὸν ἄνδρα θεραπείας καὶ ἀταραξίας, συνδειπνήσεις ποιουμένη τοιαύτας, οἵας ὁ ἀνὴρ βούλεται. Τοῦτο οὖν ἀνασκοποῦντα χρῆναι, κἂν παρθένον τις ἄγηται, γάμον αἱρεῖσθαι.

### 706

ΔΕΙΠΝΟ ΛΟΧΗΣ. Τῆς καθημένης καὶ ἀσωτενομένης καὶ παρεδρευομένης τῷ δείπνῳ.

### 703

ΕΥ Δ’ ΟΠΙΝ ΑΘΑΝΑΤΩΝ. Τοῦτο μετὰ τοὺς περὶ γάμου λόγους προοίμιόν ἐστι τῶν ῥηθησομένων παιδευ μάτων· δεῖ γὰρ πρὸ πάντων στοχάζεσθαι τοῦ κεχαρισμένου τοῖς θεοῖς. Καὶ γὰρ καὶ Πλάτων φησὶν, ὁ βλέπων εἰς τὸ θεῖον ἐξ ἀσελγημάτων αὐτοῦ φυλάττειν ἑαυτὸν σπουδάζει καὶ ἀσεβη μάτων πάντων· καὶ γὰρ ὁ τοὺς ἀγαθοὺς ἄνδρας αἰσχυνόμενος, παρόντων αὐτῶν ἀπέχεται τούτων, μὴ ὅτι γε τοὺς θεούς. Καὶ τί λέγω τοὺς ἀγαθοὺς αὐτούς; ἀλλὰ καὶ εἰκόνας ἀγαθῶν τινες σέβονται, καὶ ὑπ αὐταῖς ὀκνοῦσί τινα πονηρὰν πρᾶξιν πρᾶξαι, ὡς ἡ μὴ προσιεμένη τὸν ἐραστὴν ἑταῖρα δρᾶσαι τι ἄσχημον ὑπὸ τῇ Ξενοκράτους εἰκόνι τοῦ σώφρονος, πολλῷ μᾶλλον ἐπὶ θεῶν τοῦτο χρὴ ποιεῖν. Τὴν κατὰ φύσιν ἡμῶν

### 709

ΜΗΔΕ ΚΑΣΙΓΝΗΤΩΝ. σχέσιν πρὸς ἀλλήλους τῆς κατὰ προαίρεσιν εἶναι τιμιωτέραν φησὶν οὗτος ὁ λόγος· καὶ γὰρ τὴν μὲν ἀποθέσθαι ἐφ ἡμῖν, τῆς δὲ τὸν δεσμὸν ἐπήγαγε, τὸ πᾶν αὐτὴν φυλάττειν βέβαιον · δεῖν οὖν μείζονα τιμὴν νέμειν ἀδελφοῖς , ἢ ἑταίροις· καὶ γὰρ τοῖς πατράσιν οὕτω φίλα πράττοντας δεῖ μετὰ θεοὺς τιμῶν, ὡς ἀγάλματα, φησὶν, ὄντας ἐφ ἑστία θεῶν· οὕτω δὲ καὶ τὴν οἰκείαν πόλιν τινὲς εἶπον ἐγγιωτέραν τῆς μὴ οἰκείας, κἂν μᾶλ λόν τις ἐν ταύτῃ τυγχάνῃ τιμώμενος, διὰ τὴν κατὰ φύσιν σχέ Καὶ ὀρθῶς ὁ Παναίτιος, πολίτην αὐτὸν Ἀθηναίων ποιεἴσθαι σπευδόντων, εἶπεν· Τῷ σώφρονι μὲν μίαν πόλιν ἀρκεῖν. Καὶ ὁ τῶν Σπαρτιατῶν δὲ βασιλεὺς πρὸς τὸν Ἀρκάδα τὸν ξέ σιν. εἰπόντα πρὸς αὐτὸν ὅτι φιλολάκων οἴκοι καλοῖτο, Κάλα λιόν τοι, εἶπεν, εἰ φιλόπολις ἐκάλου μᾶλλον ἢ φιλολάκων. Οὕτως αἱ κατὰ φύσιν ἡμῶν σχέσεις παρὰ πᾶσι τῶν κατὰ προαίρεσιν εἶναι δοκοῦσι κρείττους. Δεῖν μὲν οὖν τὸν ἀδελφὸν τοῦ ἑταίρου πάντως ἐπὶ μείζονος ἄγειν σπουδῆς· τούτῳ δὲ ἀκόλουθον τὸ ἑξῆς, ὅτι εἴ τινα ποιησόμεθα φίλον, ἀπροσκρούστους εἶναι δεῖ πρὸς αὐτόν. Καὶ γὰρ ἡ τῶν Πυθαγορείων παραίνε σις, οὐχ ὅτι προτέρους ἁμαρτάνειν εἰς φίλον διακωλύσειεν ἂν, ἀλλὰ καὶ τὰ τοῦ φίλου ἁμαρτήματα ὑπομένειν καὶ φέρειν, Καὶ ἔχει τὸ παράγγελμα ἕως ἂν δυνώμεθα, παρακελεύεται. πρὸς τῇ ἄλλῃ δικαιοσύνῃ καὶ τὸ ἔμφρον· ... εἰκὸς γὰρ ἡμᾶς καὶ θαῤῥήσαντας ἔστιν ὅτε τινὰ τῷ φίλῳ, καὶ δεῖ μηδὲν εἰς αὐτὸν ποιεῖν ἐναντίον, λύον τὴν σχέσιν. Τοῦ ἀδελφοῦ σου μὴ προτίμα τὸν φίλον σου, Ἐὰν δὲ καὶ ποιήσῃς φίλον, μὴ πρότερος αὐτὸν ἀτιμάσῃς, μὴ δὲ καταψεύσῃς αὐτοῦ· ἐὰν δὲ αὐτὸς ἀρχὴν ποιήσῃ τοῦ ἀτιμάσαι σε, διπλασίασον αὐτῷ τὸ κακὸν καὶ ἀπόδος, μεμνημένος ὧν εἰς σὲ διεπράξατο· ἐὰν δὲ πάλιν διαλλαγῆναι, καὶ φιλιωθῆναι βουληθῇ, καὶ προσπέσῃ σοι, δέξαι αὐτόν.

### 711

ΜΗΔΕ ΨΕΥΔΕΣΘΑΙ ΓΛΩΣΣΗΣ ΧΑΡΙΝ. Μὴ μόνον παραιτεῖσθαι τὸν φίλον λυπεῖν διά τινος ἔργου προσκρούοντα, ἀλλὰ μηδὲ ψευδόμενον πρὸς αὐτὸν φαίνεσθαι, διὰ περιττὴν καὶ ἀνόνητον τῆς γλώττης ὁρμήν· καὶ γὰρ τοῦτο λυπηρὸν καὶ προάγον εἰς ἀπέχθειαν· ὁ γὰρ ψευδόμενος καὶ ἀπα τῶν, οὐ φίλος· ὅθεν τοῦτο παραιτητέον. Ο καὶ Πλάτων εἶπεν, τὴν ἑκουσίως ψευδόμενον, ἄπιστον εἰκότως εἶναι· τὸν δὲ ἄπιστον, ἄφιλον. Μέγα οὖν σημεῖον ἤθους οὐ φιλητικοῦ τὸ ψευδολόγον εἶναι πρὸς ἂν οἴεται φίλον, καὶ ἐπιθολοῦν τὴν φιλίαν. ΕΙ ΔΕ ΣΕ Γ’ ΑΡΧΗΝ. Τοῦτο κινητικόν ἐστι τοῦ ἀμυν τικοῦ τῆς ψυχῆς· δεῖν γάρ φησιν ἐὰν ἐκεῖνος προκατάρχη λόγων ἡμῖν ἀποθυμίων ἢ ἔργων ἐπεξιέναι, διπλασίοις τιννύμενον καὶ ἀμυνόμενον. Ἐχθρὸν γὰρ αὐτὸν ἀντὶ φίλου τιθέναι χρή ναι, καὶ ποιεῖν ὡς ἐχθρὸν κακῶς, ὡς μὴ φυλάξαντα τὰ φιλικὰ καθήκοντα. Σιμωνίδης γοῦν ταύτην εἶναι δικαιοσύνην ὡρίσατο, τους φίλους εὖ ποιεῖν· ἄμεινον δὲ ὁ Πυθαγόρειος λόγος εἰπὼν, χρῆναι φέρειν τὰ ἁμαρτήματα τῶν φίλων εἰς δύναμιν. .

### 713

ΕΙ ΔΕ ΚΕΝ ΑΥΘΙΣΗΓΗΤ’ ΕΣ ΦΙΛΟΤΗΤΑ Καὶ ἀμύνασθαι τὸν ἁμαρτάνοντα παραινεῖ, καὶ προσιόντα μὴ ἀτιμάζειν, καὶ μάλιστα εἰ ἑαυτῷ δίκην τινὰ ἐπάγειν ἕτοιμος εἴη τοῦ ἁμαρτήματος· δῆλος γάρ ἐστιν ἑαυτοῦ καταψηφισάμε νος, καὶ ἐν μεταμελεία γεγονώς, ὥστ εἰκὸς αὐτὸν μηκέτι του τὸν παθεῖν. Κοινὸν δὲ ἁπλῶς ἐπέθηκε παράγγελμα τοῖς περὶ φιλίας λόγοις, τὰς εὐχερεῖς μεταβολὰς τῶν φίλων ἀνθρώποις ἀθλίοις οἴεσθαι πρέπειν. Εἰσὶ δὲ ἄθλιοι πάντες οἱ τῶν θε σμῶν ὑπερόπται τῶν εἰς κοινωνίαν συντεινόντων, ὧν εἷς ἐστι καὶ ὁ περὶ τὰς τῶν φίλων καταστάσεις. Ὅτι μὲν οὖν τὸ μετα βάλλειν τὰς φιλίας, ἄτοπον καὶ οὐχ ἁπλῶς, ἀλλ ἄθλιον εἶπε καὶ αὐτός. Πλάτων δὲ καὶ τῆς φρουρᾶς τῆς περὶ φιλίαν εἰκό να παραδέδωκε, τὰς μὲν ἡμετέρας εἰς τοὺς φίλους εὐποιΐας μικροτέρας ἡγεῖσθαι τῶν φίλων, τὰ δὲ ἐκείνων εἰς ἡμᾶς γινό μενα, μείζω κρίνειν ἢ ἐκεῖνοι νομίζουσι. Ταῦτα φυλάττοντες ἀσάλευτον τὴν φιλίαν φυλάξομεν. ’ Φησὶν οὖν ὁ Ἡσίοδος παραινῶν ἀφαιρεῖν τὴν εὐχέρειαν.

### 716

ΣΕ ΔΕ ΜΗ ΤΙ ΝΟΟΝ. Τουτέστι μὴ τὸ μὲν φαινόμενον εὔσχημον πειρῶ φυλάττειν, τὴν δὲ τῆς ψυχῆς εὐ · σχημοσύνην μὴ φυλάττειν· τίς γὰρ ἂν ἡμῶν ἕλοιτο κατὰ πρόσ ὦπον ἀλλοιώσεις ὑπομένειν παντοίας; ἄτοπον δὴ τὸ μὲν εἶδος εἶναι τοιούτους ἐθέλειν, ἐλέγχεσθαι δὲ κατὰ τὴν ψυχὴν εὐτρέ πτους ὄντας. Τῶν γὰρ τοιούτων τὸ εἶδος κατηγορεῖ τοῦ ἤθους τὸ ὅμοιον ἀεὶ τοῦ ἀνομοίου, τὸ βέβαιον τοῦ εὐχερούς . Εἰς δὲ δὲ μὴ ὁ νοῦς ἄφιλος ὢν καὶ ὁ λογισμὸς ἐλεγχέτω τὴν ἰδέαν τοῦ προσώπου. Εἰς σὲ μὴ τὸ συνειδὸς ἐλεγχέτω τὴν ἰδέαν , ἀλλ οἷον τὸ συνειδὸς ἔστω καὶ τὸ εἶδος, ἐν !

### 717

ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΝ, ΜΗΔ’ ΑΞΕΙΝΟΝ. Εὐκαταφρόνητον τὸ πολλοὺς ξενίζειν· τὸ δὲ ἄξεινον, μὴ πολλούς φησι φίλους κτήσῃ, μηδὲ μὴν ἄφιλος ἔσο· ὡς ἂν συμμύστας σχῆς ὀλίγους, καὶ μὴ γένῃ ἑταῖρος τῶν κακῶν , μηδὲ ὑβριστής τῶν ἀγαθῶν, μηδὲ κακῶς εἴπῃς τοῖς ἀγαθοῖς . ΜΗ ΔΕ ΠΟΛΥΞΕΙΝΟΝ. Τὸ μὲν μήτε πολύξεινον εἶναι μήτ’ ἄξεινον, ὅρον. ἐπιτίθησι μετὰ τὰς φιλικὰς παραινέσεις ταῖς περὶ τοὺς ξένους ἡμῶν σπουδαῖς, μήτε δι ’ εὐχέρειαν πλῆ θος εἰσδέχεσθαι ξένων κωλύων, μήτε δι’ ἀγριότητα πρὸς πάντα ξένον ἀποκλείειν τὸν οἶκον. Τὸ δὲ μήτε κακοῖς συγκολλῶν ἑαυτὸν, μήτε εἰς τοὺς ἀγαθοὺς ὑβρίζειν, καὶ Πλάτωνος κρατ τύναντος τὴν κρίσιν· αὐτὸς γοῦν ἔστιν ὁ λέγων ἐπ οὐδένι τὸν θεὸν οὕτω νεμεσῶν, ὡς ἐπὶ τῷ τὸν ὅμοιον αὐτῷ ψέγειν, ἐπαινεῖν δὲ τὸν ἀνόμοιον· θεῷ δὲ ὁ ἀγαθὸς ὅμοιος, ὃν οὐ δεῖ νεικείειν· ὁ δὲ κακὸς ἀνόμοιος, ὃν οὐ δεῖ ἀσπάζεσθαι .

### 719

ΜΗΔΕ ΠΟΤ’ ΟΥΛΟΜΕΝΗΝ ΠΕΝΙΗΝ. Τὴν πενίαν, ἣν ἡμεῖς αὐτοὶ προξενοῦμεν, διχῶς, ἢ δι ἀργίαν, ἢ δι ἀσωτίαν πενόμενοι, ἢ ἀπὸ τοῦ παντὸς ἔχομεν ἀποκληρωθεῖσαν ἡμῖν. Ταύτην οὖν ἀξιοῦ μὴ ὀνειδίζειν, ὡς τήν γε παρ ’ ἡμᾶς ἀξίαν εἶναι μυρίων ὀνειδῶν, οὐ βοηθουμένην ὑφ ἡμῶν. Οὕτω δὴ καὶ νόσον τὴν μὲν εἱμαρμένην οὐ δεῖ ὀνειδίζειν, τὴν δὲ ἀπὸ τῆς ἡμετέρας ἀκρασίας διὰ τὴν ἀκρασίαν ὀνειδιστέον, οἷς ἐξὸν ὑγιαίνειν, οὐχ ὑπάρχει τοῦτο δι’ αὐτήν.

### 721

ΓΛΩΣΣΗΣ ΤΟΙ. Ὁ μὲν θησαυρὸς τῆς γλώττης ἐστὶν ἡ κρύψις τῶν νοημάτων ἡ ἐν τῇ ψυχῇ, καὶ τῶν φαντασιῶν τῶν μὴ γενομένων ἐκφόρων ὑπὸ τῆς γλώττης προπετώς κινουμένης· δεῖ γὰρ τὴν κίνησιν ἐπιμετρεῖν τῇ γλώσσῃ, καὶ τὸν καιρὸν τῆς κινήσεως, ἀλλ οὐ ταύτην κυρίαν εἶναι ἑαυτῆς. Τὸ δὲ πλείστην μὲν ἑαυτῆς εἶναι χάριν, μετρίας οὔσης, ἀρχὴν δὲ γίνεσθαι μειζόνων καὶ ἀλγεινοτέρων ἀκουσμάτων τὴν προπέτειαν αὐτῆς, ἄμφω παρέστησε, καὶ ὅτι αἱρετὸν τοῦτο τὸ μόν ριον, καὶ ὅτι φευκτόν. Ὡς Πιττακόν φασι πέμψαντος αὐτῷ τοῦ Ἀμάσιδος ἱερεῖον, καὶ ἀξιώσαντος ἀντιπέμψαι τῶν μορίων αὐτῷ τὸ κάλλιστον ἅμα καὶ χείριστον, ἐξελόντα τὴν γλῶσσαν ἀποστείλαι. Καὶ διὰ τοῦτο δέδωκεν ἡ φύσις διὰ μὲν τῶν · ἰδόντων ἕρκος αὐτῇ πρόσθεν κατακλειουσαν, μαλακὴν αὐτὴν οὖσαν καὶ εὐκίνητον· τὸν δὲ ἐγκέφαλον ἄνωθεν ὑπάρχοντα, τοῦ λόγου τὸ μέτρον αὐτῇ παρέχειν ἐνδεικνυμένην. Τῆς φθεγγομένης δηλονότι τὰ μέτρια» λείπεται δὲ τό ἐστιν· καὶ ἔστιν ὑπερβατόν· καὶ γλώσσης φειδωλῆς, τῆς κεχαλινωμένης, τῆς σμικρολόγου,

### 723

ΕΙ ΔΕ ΚΑΚΟΝ ΕΙΠΟΙΣ. Ἀλκαῖος" Εἶν εἶποις τὰ θέλεις ἀκούσαις τὰ κ οὐ θέλεις, καὶ Ὅμηρος, Ὁποῖον κ’ εἴπησθα ἔπος, τοῖόν κ’ ἐπακούσαις.

### 724

ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΥ ΔΑΙΤΟΣ. Ταῦτά χώραν δίδωσι ταῖς καλουμέναις συμβολαῖς· αὗται γὰρ πολύξεινοι ἂν εἶεν ἐκ κοινοῦ πολλοῖς συσσιτεῖν προξενοῦσαι. Μὴ οὖν εἶναι δυσπρόσιτον ἐν ταύταις καὶ δύσκολον, ἐχούσαις δαπάνην μὲν ἐλαχίστην, χάριν δὲ πλείστην διὰ τὴν κοινωνίαν· οὕτως γὰρ πάλαι συνεσίτουν καὶ παρὰ Λάκωσιν, καὶ παρ ἄλλοις, συνεισ φέροντες εἰς τὸ κοινὸν ἕκαστοι, καὶ μετ ἀλλήλων ἑστιώμενοι. Μὴ ἀποστρέφου, φησί, τὰς τῶν φίλων εὐωχίας· ἡ γὰρ ἐξ ἐράνων εὐωχία, καὶ δαπάνην ἐξκουσσεύει καὶ πολλὴν ἀνάπαυσιν ἔχει.

### 726

ΜΗΔΕ ΠΟΤ’ ΕΞ ΗΟΥΣ ΔΙΙ. Τοῦτο καθαρότη τός ἐστι παράγγελμα. Πολλὰ γὰρ αἱ χεῖρες τῶν ἀναγκαίων μὲν, ἀκαθάρτων δὲ ποιοῦσι· εἰς οὖν πρὸς τὸ θεῖον ἐνέργειαν δέονται καθάρσεως, διότι τὸ θεῖον καθαρόν. Δεῖ δὲ τὸ ὅμοιον αὐτοῖς ὑπηρετεῖν· μὴ σπένδειν οὖν μὴ προκαθάραντας τὰς χεῖρας· πολλῷ ἄρα μᾶλλον τῷ ὅλῳ σώματι δεῖ καθαρῶς πράττειν τὰ πρὸς θεούς· ἐκ γὰρ ἀκαθάρτων ὀργάνων εἰ τιμῴημεν αὐτοὺς, ἀποπτύουσιν ἡμῶν τὰς ἐπὶ τοῖς τοιούτοις ἔργοις ἀράς αὗται γάρ εἰσιν αἱ ἐπαραὶ ταῖς θυσίαις, ἢ ταῖς σπονδαῖς ἐπι δόμεναι. Ἐν μὲν οὖν Σπάρτῃ τοῖς εἰς ἀρχὴν καθισταμένοις οἱ ἔφοροι προεκήρυττον μὴ τρέφειν μύστακας, ἵνα τοὺς τὸ φαῦλον τοῦτο καὶ εὐτελὲς παραβάντας μειζόνως κολάζωσιν· ὁ δὲ Ἡσίο δος νίπτεσθαι τὰς χεῖρας παραινῶν πρὸ τοῦ σπένδειν, ἐνδεί κνυται τὸν τοῦτο μὴ πεισόμενον μείζονος ἄξιον εἶναι καταγνώ σεως, ὡς ἀνεπιτήδειον πρὸς παιδείαν.

### 729

ΜΗΔ’ ΑΝΤ’ ΗΕΛΙΟΙΟ ΤΕΤΡΑΜΜΕΝΟΣ. Διὰ τούτων εἰς εὐσχημοσύνην παιδεύει καὶ τὰ ἀναγκαῖα κελεύων εὐσχημόνως ἐκπληροῦν. Μήτ οὖν ἀπεναντίας ἡλίου μήτ’ ἀνιόντος, ὅ ἐστι πρὸ μεσημβρίας, μήτε εἰς δύσιν ἰόντος, ὅ ἐστι μετὰ μεσημβρίαν, οὐρεῖν, ἔνθα δηλαδὴ τὴν πορείαν οὗτος ἀνύων ἐστὶ, μήτε προβάδην, ὅ ἐστι κινούμενον, τοῦτο πράττειν, ἢ ἐν ὁδῷ, ἢ ἐκτὸς ὁδοῦ σεβόμενον ὅπου μὲν τὴν εἰνοδίαν θεὸν, ὅπου δὲ τὴν ἀκτῖνα τοῦ ἡλίου τὴν πάσης ζωοποιὸν τῆς ὕλης, ὅπου δὲ ἁπλῶς τὴν ἀσχήμονα τοῦ σώματος διάθεσιν λογιζόμενον· δεῖ οὖν τὸν εὔνοιαν ἔχοντα θεοῦ ἢ καθήμενον ἐκπλη ῥοῦν τὴν ἀνάγκην, ἢ πρὸς τοῖχόν τινα εἴσω τῆς αὐλῆς, οἷον ἀποκρύπτοντα τὸ αἶσχος τῆς φύσεως, καὶ ἐν παραβύστῳ πληροῦντα τὰ ἐλαττώματα τῆς γενέσεως. Ἐπειδὴ δὲ ἐν νυξὶν εἴω θε τὰ τοιαῦτα καταφρονεῖσθαι πολλοῖς καὶ τὸ ἀπογυμνοῦσθαι δοκεῖ τισιν ἐν ταύταις μὴ ἄξιον εἶναι μάρτυρα τῆς ἀσχημοσύνης, ἐμνημόνευσε μετὰ τῆς πρὸς ἡλίου ἀπογυμνώσεως, καὶ τοῦ μὴ ἐν νυκτὶ τοῦτο χρῆναι ὁρᾷν· ὡς μακάρων εἶναι τὰς νύκτας, ὡς τότε μάλιστα ἐπιφανειῶν θείων γινομένων, διὰ τὴν ἡσυχίαν τὴν ἀπὸ τοῦ πλήθους· τιμητέον οὖν αὐτὸς, καὶ οὐδὲν ἄσχημον πρακτέον.

### 735

ΜΗΔ’ ΑΙΔΟΙΑ ΓΟΝΗι. Ταῦτα τῆς ἀπαιδευσίας ὄντα ἔκγονα, κἂν σμικρὰ ᾖ, δεῖ παραφυλάττειν, καλῶς τοῦ Πλουτάρχου λέγοντος, ὅτι καθάπερ ἐν λόγοις τὸ μὴ σολοικί ζειν οὐ θαυμαστὸν, ἀλλὰ τὸ σολοικίζειν καταγέλαστον· καὶ ἐν τοῖς ἔργοις οὐ τὸ μὴ πράττειν τὰ τοιαῦτα ἐπαινετόν, ἀλλὰ τὸ πράττειν ἐπονείδιστον. Δεῖν οὖν μεμολυσμένον ἀπὸ γονῆς ἀποκρύπτειν τὰ αἴτια τοῦ μολυσμοῦ, καὶ μὴ γυμνοῦν· ἐγγὺς τῆς ἑστίας· βωμὸς γὰρ καὶ αὕτη τῶν θεῶν, καὶ καθημερινῶν θυσιῶν καὶ σπονδῶν ὑποδοχή. Μὴ οὖν ἀπογυμνούμενον μας λύνειν τὴν ἑστίαν. Ἑστίῃ κυρίως μὲν τῇ ἑστίᾳ, οὐχ ὡς θερ νῦν δὲ ἐπὶ τοῦ πρώτου ἐστὶ τῷ ἐν τῷ οἴκῳ βωμῷ. ΕΜΠΕ ΛΑΔΟΝ δὲ ἢ πλησίον, ἢ τῇ γονῇ.

### 737

ΜΗΔ’ ΑΠΟ ΔΥΣΦΗΜΟΙΟ ΤΑΦΟΥ. Τὴν ἀρχὴν ἑκάστου τῶν σπουδαίων ἔργων θεῖόν τι δεῖ νομίζειν· μιμεῖται γὰρ τὴν κυρίως ἀρχὴν θεὸν οὖσαν. Σπουδαῖον δὲ καὶ ἡ τέ κνωσις, ἅτε συντελοῦσα πρὸς τὴν ἀειγενεσίαν. Οὐ δεῖ οὖν ποι εῖσθαι ταύτην ἀπὸ μιασμάτων, ἀλλ ἀπὸ καθαρότητος, πρὸς τὸ καὶ ὑπεναντίαν εἶναι τὴν τέκνωσιν τῇ τῶν τάφων ἐννοίᾳ· καὶ γὰρ γένεσίς ἐστι καὶ φθορά. Δεῖ οὖν ἀπὸ δαιτὸς θεῶν, τουτέστι θεοῖς προσελθόντα καὶ εὐωχηθέντα καὶ παρακαλέσαντα τοὺς θεοὺς οὕτω παιδουργεῖν, ἀπὸ τῶν κοινῶν πατέρων τῆς τιμῆς ἀρχόμενον τῆς παιδουργίας. Δύσφημος δὲ ὁ τάφος ἐκεῖ γὰρ κλαυθμοὶ γίνονται ὁμοῦ καὶ ὀδυρμοί πολλοί. Ἢ ἀπὸ τοῦ περιδείπνου λέγει. Τάφος γὰρ λέγεται τὸ περίδειπνον, ὡς Ὅμηρος, δαίνυ τάφον Ἀργείοισι. Πλάτων δὲ, μὴ μεθύοντα μίγνυσθαι.

### 739

ΜΗ ΔΕ ΠΟΤ’ ΑΕΝΑΩΝ ΠΟΤΑΜΩΝ. Οἱ παλαιοὶ καὶ πᾶσαν μὲν τὴν τῶν ὑδάτων φύσιν ὡς τρόφιμον καὶ αὐξη τικὴν τῶν φύσεων ἱερὰν ἐνόμιζον εἶναι τῶν ζωογόνων θεῶν μάλιστα δὲ τοὺς ἀενάους ποταμοὺς θείους ἐνόμιζον, τὴν ἀνέκ λειπτον τῶν θεῶν οὐσίαν ἱκανῶς μιμουμένους, καὶ δυνάμεις ᾤοντο θείας ἔχειν ἐφεστώσας αὐτοῖς. Εἰκότως οὖν διὰ πάν των ἡμᾶς παιδεύων εἰς εὐσέβειαν ἀξιοῦ μὴ διαβαίνειν εἰς δέ ναον ποταμὸν πρὶν εὐξώμεθα βλέποντες εἰς αὐτόν· εὔχεσθαι δὲ ἀπονιψαμένους πρότερον. Τὸν γὰρ ἄνιπτον διϊόντα διὰ κακίαν τοῦτο ποιεῖν τὴν καταφρονοῦσαν ὧν δεῖ μὴ καταφρο νεῖν· καὶ ἔστι καὶ τοῦτο σημεῖον θεοσεβοῦς ζωῆς, τὸ μηδὲ ἐν τούτοις ἀμελεῖν τοῦ καθήκοντος.

### 742

ΟΣ ΠΟΤΑΜΟΝ ΔΙΑΒΗι. Ἄλλοι γράφουσι ΚΑ ΚΟΤΗΤΑ· ἐπὶ κακότητα εἶδεν, ἀντὶ τοῦ ἐκακώθη. Ἀρίσταρ χος δὲ ἀθετεῖ τὸν στίχον τοῦτον. Ἄλλοι κακότητα ἔπι, οἱονεὶ ἐπὶ κακῷ ἑαυτόν. Πέντοζον μὲν και

### 744

ΜΗΔ’ ΑΠΟ ΠΕΝΤΟΖΟΙΟ. λεῖ τὴν χεῖρα, τοὺς δακτύλους ὄζοις εἰκάζων. ΧΛΩΡΟΝ δὲ, τὸ σαρκώδες τῶν ὀνύχων, ὡς ζῶν καὶ ὡς ἁπαλόν. ΑΥΟΝ δὲ τὸ ἄκρον τοῦ ὄνυχος, ὃ δὴ καὶ ἄζον ἐστὶ καὶ ἀναίσθητον. Παρακελεύεται τοίνυν μὴ ἐν εὐωχίαις θεῶν τέμνειν τοὺς ὄνυχας· τέ μνοντας γὰρ πρότερον καὶ κεκαθαρμένους τῇ ἑορτῇ παραβάλ λειν, ἀλλ οὐκ ἐν αὐταῖς τοῦτο ποιεῖν. Καὶ γὰρ τρόπον τινὰ νέκρωσίς ἐστι τῶν ἐν ἡμῖν μορίων τοῦτο, ἀφαιροῦντος αὐτὰ τοῦ σώματος, ὡς συμπεφυκότα τούτῳ καὶ συνυπάρχοντα τρέφεται. Χρὴ οὖν εἰ μὴ ταῦτα προαποθήσεις τοῦ λοιποῦ σώματος πρότερον, τουτέστιν ἐκτμηθέντα ποιήσεις, ἐν ταῖς τῶν ἄσβεστον ἐχόντων ζωὴν θεῶν εὐωχίαις, μὴ ἀποστερεῖν ταῦτα ζωῆς· ἀλλότριον γὰρ ἐκείνων τὸ τοιοῦτον. Πεντάκλαδος ἡ χείρ. Φησὶν οὖν ξηρὸν τὸν ὄνυχα, χλωρὸν δὲ τὸ ζωτικὸν αἷμα. Ἀσεβὲς δὲ ὀνυχίζεσθαι ἐν ἑορταῖς θεῶν.

### 746

ΜΗΔΕ ΠΟΤ’ ΟΙΝΟΧΟΗΝ. Πολλὰ τοιαῦτα καὶ τοῖς Πυθαγορείοις ἐλέγετο· ζυγὸν μὴ ὑπερβαίνειν, καὶ χελι δόνα μὴ εἰσδέχεσθαι, καὶ μαχαίρᾳ πῦρ μὴ σκαλεύειν συμβα λικῶς παραινοῦντας τῶν ὀργιζομένων μὴ ἐπεγείρειν διὰ λόγων παροξυντικῶν τὸ πάθος, καὶ φλυάρους μὴ εἰσάγειν εἰς τὸν οἶ κον καὶ λάλους, καὶ μὴ δεῖν τὸ δίκαιον ὑπερβαίνειν. Τοιοῦτον οὖν καὶ τὸ ἐπιτιθέναι τῷ κρατῆρι τὴν οἰνοχόην συμβολικὸν παί δευμα: τουτέστι, μὴ ἐπίπροσθεν ἄγειν τοῦ κοινοῦ τὸ ἴδιον. Ὁ μὲν γὰρ κρατὴρ προὔκειτο κοινὸς ἐν ταῖς τραπέζαις· ἐκ δὲ τῆς οἰνοχόης ἀρυόμενοι ἔπινον οἱ συνδειπνοῦντες. Μήτ οὖν τὸ μέρος νομίζειν τοῦ ὅλου ὑπέρτερον, μήτε τὸ ἴδιον τοῦ κοινοῦ προτιμότερον χαλεπὴν γὰρ εἶναι τὴν ἐπ’ αὐτῷ μοῖραν ὡς ἑπομένην ἔχοντι ποινὴν ἀπὸ τοῦ παντὸς, ἐν ᾧ τὰ ὅλα τῶν μερῶν ἐθέλει κρατεῖν. Οἰνοχόην κύαθον λέγουσι· τοῦτο δὲ εἶπεν, ἐπεὶ ὁ κρατὴρ ἱερός ἐστι καὶ κοινός· ἡ δὲ οἰνοχόη διακονητικὴ, ἡ τὸν οἶνον ἑκάστῳ διανέμουσα. Ἀπαγορεύει οὖν μὴ ποιεῖσθαι τὸ χεῖρον ἐπίπροσθεν τοῦ βελτίονος, καὶ τοῦ δεχομένου καὶ φυλάττοντος τὸ ἐξαντλοῦν καὶ ἀναλίσκον. "Ἄλλοι δὲ λέγουσι, μηδέποτ ἐν δείπνῳ πρόσκεισο τῷ Μόνοι γὰρ οἱ ἀεὶ πίνοντες ἀεὶ ἔχουσιν ἐπὶ τοῦ κρατῆρος τὴν οἰνοχόην· ἄλλοι δὲ μή φασι τὸ τρεφόμενον τοῦ τρέφοντος προτιμήσῃς, μηδὲ τὸ ἧττον τοῦ κρείττονος.

### 748

ΜΗΔΕ ΔΟΜΟΝ ΠΟΙΩΝ. Οἱ μὲν, ὅτι δεῖ τὰς οἰκίας πρὸ χειμῶνος συντελεῖν· ὁ γὰρ κρωγμὸς τῆς κορώνης χειμῶνος σύμβολον· οἱ δὲ, ὅτι μὴ ἀτελῆ δεῖν τὸν οἶκον ἐν, μὴ ψόγον ἐπαγάγῃ παρ ἄλλων, οὓς τῇ κορώνῃ ἀπείκασεν, ὡς πολλὰ ἂν φθεγξαμένους νεμεσῶντας ἐπὶ τῷ ἐλλειπεῖ. Δεῖ δὲ καὶ ἐπὶ τὰ ἄλλα τὸ παράγγελμα διατείνειν, καὶ μηδὲν τῶν ἡμετέρων ἔργων ἀτελὲς περιορᾷν φερόμενον, ἀλλ ἑκάστῳ τὸ προσῆκον ἐπάγειν τέλος. ΑΝΕΠΙΞΕΣΤΟΝ. Ἀφιλοκάλητον, ἀκόσμητον. Ἔνιοι δὲ ΑΝΕΠΙΤΡΕΠΤΟΝ γράφουσι, τουτέστιν ἀθυμίατον.

### 750

ΜΗΔ’ ΑΠΟ ΧΥΤΡΟΠΟΔΩΝ ΑΝΕΠΙΤΡΕΚΤΩΝ. Θυσίαν ταύτην ὁ Πλούταρχος πρόχειρον καὶ καθημε ρινὴν εἶπεν ὀρθῶς ἀφ ὧν μέλλομεν ἐσθίειν, ἱερὰ πάντα ποιοῦντας διὰ τοῦ ἀπάρξασθαι. Καὶ γὰρ αἱ τῶν ἱερῶν τραπεζώ σεις τοῦτο εἶχον· ἀπαρξάμενοι γὰρ ἀπ’ αὐτῶν ἐδαίνυντο. Χρή ναι δὲ καὶ ἐπὶ τῶν λουτρῶν τὸ αὐτὸ δρᾷν· ἐλούοντο δὲ περιχεύμενοι κατὰ κρατός τε καὶ ὤμων· χρῆν οὖν καὶ τούτου πρότερον ἀφορίσαι τι πρὸ τῆς ἡμετέρας χρήσεως τοῖς ἱεροῖς θεοῖς, καὶ οὕτω τὸ λοιπὸν εἰς τὴν ἀναγκαίαν χρείαν παραλαμβάνειν. ΧΥΤΡΟΠΟΔΩΝ. Τῶν ἐσχάρων τῶν μαγείρων. Περι φραστικῶς δὲ χύτραν εἶπε. Τουτέστιν ἀπὸ χύτρας μὴ πρῶτον φάγῃς, πρὶν σπείσῃς ἐξ αὐτῶν τοῖς θεοῖς. ΑΝΕΠΙΡΡΕΚΤΩΝ δὲ, τουτέστιν ἀθύτων, ἐφ ὧν θυσίαν οὐκ ἐποίησας· ῥίζειν γὰρ τὸ θύειν τουτέστι, σπένδε πρῶτον, καὶ τότε θύε. Μηδὲ μὴν λούσῃ, ἐὰν μὴ εὔξῃ καὶ σπείσῃς.

### 752

ΜΗΔ’ ΕΠ’ ΑΚΙΝΗΤΟΙΣΙ. Τὸ μὲν τετριμμένον ἐπὶ τάφων τὰ παιδία μὴ ἱδρύειν· ἀκινήτους γὰρ τούτους εἶναι δεῖν. Ἀλλ’ οὐ μόνον δωδεκαταῖον παῖδα ἢ δωδεκάμηνον, ἀλλὰ καὶ πάντα ἄνθρωπον φεύγειν τὰς τοιαύτας ἕδρας. Μήποτε κάλλιον Πλούταρχος· ὅτι μὴ δεῖν τὰ νεογνὰ ἀκίνητα ἐᾷν, καὶ ἀποτίθεσθαι ἐν ἀκινήτοις· ἀσθενέστερα γὰρ γίνεται· κινεῖν δὲ αὐτὰ ὅτι μάλιστα, κἂν ἐπὶ τινων αὐτά τις καθιζάνῃ κινουμέ των, καθιζάνειν καὶ σαλεύειν διὰ τούτων, οἷα τισιν εὐκίνητα κλινίδια μεμηχάνηται πρὸς τὴν τῶν παιδίων εὐνήν. Οἱ μὲν ἐπ ἀκινήτῳ τάφῳ ἢ βωμῷ· νόμος γὰρ παρὰ Ῥωμαίοις, ὅστις φησὶ τάφον μὴ κινεῖν, τουτέστιν ὀρύττειν. Ποτὲ οὖν φησι μὴ ἐάσῃς τὸν παῖδά σου δώδεκα ἐτῶν ἐπὶ τάφῳ καθέζεσθαι· ἐπεὶ, καὶ ἀνὴρ ἂν τοῦτο ποι ήσῃ, βλάπτεται, πολλῷ μᾶλλον ὁ παῖς. — Ἄλλοι δέ φασι μὴ ἀγύμναστον ἀφήσῃς τὸν παῖδά σου ἀπὸ δώδεκα ἐτῶν, οὐ μὴν οὐδὲ δωδε κάμηνον· ὅθεν ἐπενοήθη τὸ ἀεὶ κινεῖν τὰ παιδία.

### 755

ΜΗΔΕ ΓΥΝΑΙΚΕΙΩΙ ΛΟΥΤΡΩΙ. Μὴ δεῖν συναπογυμνοῦσθαι ταῖς γυναιξὶ τοὺς ἄνδρας· πρὸς γὰρ τῷ ἀσχήμονι, καὶ ἀπόῤῥοιαί τινες ἐκ τῶν γυναικείων σωμάτων καὶ περιττωμάτων χωροῦσιν, ὧν ἀναπίμπλασθαι τοὺς ἄνδρας μου λυσματῶδές ἐστι· καὶ τοῖς εἰς τὸν αὐτὸν ἀέρα εἰσιοῦσι, καὶ τοῖς εἰς τὸ αὐτὸ ὕδωρ, ἀνάγκη τούτων ἀπολαύειν. Διὸ καὶ ἐπὶ χρόνον τινά φασι ποινὴν παραμένειν τοῖς τοῦθ ὑπομείνασιν, ἐν τὸν μολυσμὸν ἀνάγκη μένειν ἐπ’ αὐτοῖς. ΜΗ ΔΕ ΓΥΝΑΙΚΕΙΩΙ. Περιεργασίας δίκην γυναικών· οἱ δὲ ὅτι κελεύει μὴ συλλούεσθαι γυναικὶ, ἢ μὴ, ὡς γυνή, ὡραΐζου λουόμενος, οἷον μὴ μύροις ἢ τισὶ χρίσμασι χρώ, ἢ ὅτι αἱ γυναῖκες κόσμου χάριν κέχρηνται τῷ λουτρῷ, οἱ δὲ ἄνδρες διὰ κόπων ἀνάπαυσιν λούονται .

### 757

ΜΗΔ’ ἹΕΡΟΙΣΙΝ. ῥοῖς εὑρεθῆναι, μέμψῃ τὰ μυστήρια· μέμφεται. Μηδὲ ἐὰν συμβῇ σοι ἐν ἱε ταῦτα γὰρ ὁ θεὸς πάνυ

### 758

ΜΩΜΕΥΕΙΝ ΑΙΔΗΛΑ. Μὴ ἀδήλως κατὰ σεαυτὸν καὶ ἐν τῇ ψυχῇ σου μωμεῖν τὰ ἱερά. Ἔστι δὲ καὶ τοῖς ἑξῆς συνάψαι, ἄδηλα Θεός νύ τοι καὶ τὰ νεμεσσᾶ, Ἀδήλως δηλονότι ἐπὶ τῶν τοιούτων μέμφεται. Ἢ οὕτως· μὴ ἐπὶ τοῖς αἰθυμένοις ἱεροῖς ἀΐδηλα, τουτέστι μάταια, διανοη θῇς, θεὸς γὰρ καὶ ταῦτα μέμφεται. Οὐ μόνον ὅτι δεῖ μὴ μα μεύειν τὰ ἱερά· τοῦτο γὰρ παντὸς ἦν εἰπεῖν· ἀλλὰ τὸν παραβάλλοντα ἱεροῖς δρωμένοις μηδένα βλάσφημον λόγον λέγειν, μηδὲ ὑβρίζειν μη δένα· καὶ γὰρ ταῦτα ἀδηλά ἐστι, καὶ ἀφανῆ ὄντα ποίαν ἕξει ποινὴν, παραιτητέον· νεμεσᾶν γὰρ αὐτοῖς τὸν Θεὸν ὡς ἀλλοτρίοις τῆς ἰσότητος.

### 759

ΜΗΔΕΠΟΤ’ ΕΝ ΠΡΟΧΟΑΙΣ. Ταῦτα διαγράφει Πλούταρχος, ὡς εὐτελῆ καὶ ἀνάξια παιδευτικῆς Μούσης, μὴ οὐρεῖν ἐν προχοαῖς ποταμῶν ἢ κρηνῶν, μηδ ἀποπατεῖν, τοῦτο γὰρ τὸ ἀποψύχειν. Ἴσως δὲ καὶ ταῦτα παρακελεύεται τῆς ἰδιω τείας τῶν πολλῶν στοχαζόμενος. Οὐ γὰρ πάντες ἔχουσι νοῦν, . ἀλλὰ καὶ ταῦτά τινες ἂν παρίδοιεν. Ἀποψύχειν, ἀφοδεύειν, ἢ ἀποπνευματίζειν, ἢ ἀναψύξεως χάριν τοῦ σώματος, τοῖς ποταμίοις ῥεύμασιν ἵστασθαι, ἢ ἀποπλύνειν, ἢ ἀπονίπτειν.

### 762

ΩΔ’ ΕΡΔΕΙΝ. Τοῦτο τὸ τέλος ἐστὶ τῶν παραγ γελμάτων, ἱκανὸν δὲ εἰς τὸ παιδεῦσαι ἡμᾶς τὸ ἑαυτὸν ἦθος · εὐλαβουμένους τὴν φήμην. Οὐ γὰρ ὅσον ἀρετῆς οἱ ἄνθρωποι σφάλλονται, τοσοῦτον καὶ κρίσεως ἀρετῆς, φησὶν ὁ Πλάτων. Τὴν οὖν χαλεπὴν φήμην φυλακτέον εἰς δύναμιν. Ἡ γὰρ κακὴ φήμη, κούφη μέν ἐστιν ὑπενεγκεῖν, κεντοῦσα τοὺς ὑπ’ αὐτῆς ὀνειδίστους γινομένους, ἔτι δὲ καὶ ἀρξαμένην ταύτην παῦ σαι χαλεπόν· εἰώθασι γὰρ οἱ ἄνθρωποι πολλαπλασιάζειν, ἃς ἂν παραλάβωσι φήμας, καὶ ἐκ σμικρῶν μεγάλας ποιεῖν. Καὶ τέλος προσέθηκεν, ὅτι κινδυνεύει καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀλη θὴς εἶναι πᾶσα φήμη, ἣν λαοὶ πολλοὶ φημίξωσι· καὶ διὰ τοῦτο · ἔχειν τι καὶ αὐτὴν θεῖον. Πολλάκις γοῦν ὁ μὲν ἄρξας αὐτῆς οὐκ ἔστιν, εὔστοχος δὲ αὕτη δι’ αὐτῶν ἀναφαίνεται τῶν ἀποβαινόν των, ὥστε εἰκότως δεῖ φυλάττεσθαι τὴν κακὴν φήμην. Καὶ τοῦτο οὖν χρήσιμον, τὸ δεῖν καὶ δόξαν ὑφορᾶσθαι τὸν παιδευόμενον. Οὐ γὰρ ἁπλῶς ἀληθὲς ὃ λέγει Γοργίας· ἔλεγε δὲ, Τὸ μὲν εἶναι, ἀφανές, μὴ τυχὸν τοῦ δοκεῖν· τὸ δὲ δοκεῖν, ἀσθε -νὲς, μὴ τυχὸν τοῦ εἶναι. Παρὰ γὰρ τοῖς πολλοῖς καὶ τὸ δο κεῖν ἰσχὺν ἔχει, καὶ τὰ ἐκ τοῦ δοκεῖν ἀποβαίνοντα δυσχερή δεί κνυται οὐκ ὄντα ὀλίγα. Μᾶλλον οὖν ὡς Ξενοκράτης ἔλεγε, Τοῦ μὲν οὖν φίλον Ἀλέξανδρον ἔχειν ἕνεκα, μηδ ἂν τὸν δάκτυ λον κινῆσαι, τοῦ δὲ μὴ ἐχθρὸν, πάντα ἂν πράξαι· οὕτω καὶ Ἡσίοδος τῆς μὲν παρὰ τοῖς πολλοῖς δόξης ἀξιοῖ ποιεῖσθαι λό γον μηδένα, τῆς δὲ ἀδοξίας, ἵνα μὴ συμβῇ, πάντα ποιεῖσθαι λόγον.

### 767

ΗΜΑΤΑ Δ’ ΕΚ ΔΙΟΘΕΝ. Αἱ περὶ τῆς τῶν ἡμε ρῶν ἐκλογῆς καὶ ἀπεκλογῆς παραινέσεις ἔχουσι μὲν τὰς ἀρχὰς ἐκ τῶν παρατηρήσεων. Ἄλλαι δὲ παρ ἄλλοις ἐκράτησαν, ἐπεὶ καὶ παρ’ Ὀρφεῖ τινες αὐτῶν διακρίσεις, καὶ ἐν τοῖς Ἀθηναίων πατρίοις διωρίσθησαν, καὶ αἱ μὲν ἀγαθαί τινες, αἱ δὲ φαύλαι, μέσαι δέ τινες εἶναι. Καὶ οὐχ ὅλας ἡμέρας μόνον ὑπέλαβόν τινες εὐκαιρίαν ἔχειν πρὸς καταρχάς τινων πράξεων, ἀλλὰ καὶ μόρια τῆς ἡμέρας, ὅτε μὲν τὰ ἑωθινὰ ἐπαινοῦντες, ὅτε δὲ τὰ περὶ δείλην ὀψίαν, ὅπου δὲ καὶ τοῖς μὲν θεοῖς οἰκεῖα τὰ πρὸς μεσημβρίαν εἰρήκασιν, ἥρωσι δὲ τὰ μετὰ μεσημβρίαν. Ο γοῦν Ἡσίοδος τὰς πολλὰς ἐν τούτοις εἰδὼς τῶν κατ αὐτὸν παρατηρήσεις εἰς τὰς ἡλίου κινήσεις καὶ σελήνης, καὶ τὰ πρὸς ἀλλή λους σχέσεις αὐτὸς ἀποβλέψας, ἀνάγει τὰς τῶν ἐπιτηδείων καὶ ἀνεπιτηδείων διαφορὰς, ἀφ ὧν μάλιστα γίνεται πάντα μὲν τὰ θνητὰ τῶν κινουμένων, ἄλλα δὲ μᾶλλον ἄλλων· πρὸς τὰς δὲ τὰς περιόδους αὐτῶν οἰκείως ἢ ἀλλοτρίως ἔχει τῶν γινομένων. Δηλοῖ δὲ καὶ τῶν φυτῶν τὰ μὲν σελήνῃ συγκινούμενα, τὰ δὲ ἡλίῳ. Τὰ μὲν γὰρ ῥόδα καὶ ἴα καὶ μετὰ τούτων τὰ ἡλιοτρόπια, πρὸς ἥλιον ἀνίσχοντα τρέπει τὰ φύλλα, καὶ πρὸς καταδυόμε νον ὡσαύτως εἰς ἑσπέραν ῥέποντα· τὰ δὲ τῶν ἐλαιῶν φύλλα διδάσκει καὶ τοὺς γεωργικοὺς γεγονέναι τροπὺς ἢ χειμερινὰς ἢ θερινὰς, διὰ τῆς ἑαυτῶν περιτροπῆς, ὅτε μὲν ἄνω τὸ μελάν τερον ἰσχόντων, ὅτε δὲ τὸ λευκόν. Τὰ δὲ τῶν αἰλούρων ὄμματά φασι καὶ τὰ σπλάγχνα τῶν μυῶν πάντων φθίνειν μὲν σελή της ληγούσης, αὔξεσθαι δὲ ἀκμαζούσης. Εἰ μὲν περὶ πανσέ ληνον ἐξαιρεθείη, τὴν γόνιμον ἀρχὴν ἔτι φυλάττει, καὶ αὖθις βλαστάνει κατὰ τὴν προσήκουσαν ὥραν· εἰ δὲ φθινούσης, ἄγος νον γίνεται· καὶ ἁπλῶς, τὰ μὲν πληρουμένης, εὐθηνεῖται, τὰ δὲ ληγούσης αὐτῆς, τοῖς μὲν ὠφελίμου τῆς ὑγρότητος οὔσης, ἣν διαχεῖ τὸ σεληναῖον φῶς αὐξόμενον, τοῖς δὲ βλαβεράς. Ἀρ χεται οὖν ὁ Ἡσίοδος ἐκ τῆς τριακάδος, καθ ἣν ἡ ἀληθής ἐστι σύνοδος, ὅτε μὲν οὖσαν τριακάδα ἄνευ ἐξαιρέσεως, ὅτε δὲ αθ’, ὅτε καὶ ὑπεξαιρεῖται ἡ πρὸ αὐτῆς ὑπὸ Ἀθηναίων, αὐτὸς ἀξιῶν τὴν οὖσαν τριακάδα λαμβάνειν εἶπεν, αὖτ’ ἂν δή μιν λαοὶ κρίναντες ἄγωσιν. Διὸ καὶ Εἰκότως δὲ ἀπὸ ταύτης ἤρξατο, καθ ἣν ἡ σύνοδος, Δεῖ γὰρ τὴν κοινωνίαν αὐτὴν ὡς μίαν ἀρχὴν οὖσαν ἀμφοτέρων ἀρχὴν ποιεῖσθαι καὶ τῶν ἡμερῶν, ἃς ἐκ τῆς πρὸς ἀλλήλους ποιοῦσι σχέσεις. Βούλεται δὲ ἐν ταύτῃ τά τε ἔργα τοῦ μηνὸς ἐφορῶν πάντα, καὶ τὴν τροφὴν ἀπομερίζειν τοῖς ἐργάταις, τὸ μὲν εἰς τὴν τοῦ παρελθόντος συντεῖνον ἐπίσκεψιν τῶν ποιηθέντων, τὸ δὲ εἰς τὴν τοῦ μέλλοντος συντελοῦν προτροπὴν τῶν πραχθητ σομένων..... ΗΜΑΤΑ Δ’ ΕΚ ΔΙΟΘΕΝ. Οὐ ταύτας μόνον, ὡς · ἀπὸ τοῦ Διὸς λέγει εἶναι, τὰς δὲ λοιπὺς οὐχί. Διαιρεῖ δὲ μόνον ταύτας, τὰς μὲν ὡς πρὸς γνῶσιν καὶ τὸ φιλοσοφεῖν συμβαλλομένας, τὰς δὲ ὡς ἐργαστικὰς, καὶ τὰς μὲν, ὡς ἐν τῇ ἡμῶν σπουδῇ, τὰς δὲ, ὡς ἐν τῇ τοῦ ἀέρος φύσει κειμένας.

### 768

ΤΡΙΗΚΑΔΑ ΜΗΝΟΣ ΑΡΙΣΤΗΝ. Διότι ἡ Ν ἀπομιμεῖται τὴν ἀλήθειαν, κατὰ γὰρ ταύτην ἡ σελήνη τῷ ἡλίῳ συνέρχεται καὶ συνήνωται. Καὶ ἐπεὶ ἴδιον τῆς ἀληθείας τὸ μονοειδὲς ἐναντίως τοῦ ψεύδους ἐχούσης, τὸ γὰρ ψεῦδος που λυσχιδές, διὰ ταῦτα ὡς ἑνοποιὸς ἡ λ’ τῇ μονοειδεῖ ἀληθείᾳ ἀπείκασται.

### 770

ΕΥΤ’ ΑΝ ΑΛΗΘΕΙΗΝ. Ὁπόταν τὴν ἀληθῆ σύνοδον οἱ λαοὶ διακρίνοντες ἄγωσι. Τοῦτο δέ φησιν, ὅτι ἄλλοι ἐν εἰκοσιοκτώ ἡμέραις, ἕτεροι δ ἐν πλείοσι, τὴν σύνοδον για νεσθαί φασιν· ἀλλὰ μὴν καὶ ἐμβολιμαίους ἀναπλάττονται μηνας. Ὅταν μετὰ ἀληθείας κρίνωσιν οἱ ἄνθρωποι τὰς ἡμέρας, ἤτοι ὅταν τὴν ἀληθῆ ἐπίστανται σύνοδον, καὶ μετὰ ἀκριβείας γινομένην. Ἄλλοι γὰρ ἀλλοίως δοξάζουσιν, ἐπειδὴ καὶ ἐμβολιμαίους μήνας εἰώθασι τιθέναι. Αὗται γὰρ αἱ ἡμέραι εἰσὶ παρὰ τοῦ Θεοῦ, αἱ τῆς σελήνης, οὐχὶ τοῦ μηνός· ἐπειδὴ αἱ τοῦ μηνὸς ἡμέραι, οὐχ αἱ αὐταὶ πανταχοῦ, αἱ δὲ τῆς σελήνης, αἱ αὐταί, Τὴν μὲν οὐκ ἐργά Φασὶ γοῦν

### 771

ΑΙ ΔΕ ΓΑΡ ΗΜΕΡΑΙ ΕΙΣΙ ΔΙΟΣ. τριακάδα πεποίηται ἀρχὴν, δι ἣν εἴπομεν αἰτίαν, ζεσθαι ἀξιώσας ἐν αὐτῇ, ἀλλ ἐποπτεύειν τὰ ἔργα. τινες τότε καὶ τοὺς μύρμηκας ἡσυχίαν ἄγειν· ἐπιδήλως καὶ τοῦτο πολλοῖς γίνεται τεκμήριον τοῦ εἶναι τριακάδα, καὶ τὴν σελήνην σύνοδον ποιεῖσθαι πρὸς ἥλιον. Τὴν δὲ σῦν ἀνίερον Αἰγύπτιοι φασιν, ὅτι μίξεσι χαίρει κρυπτομένης ὑπὸ τοῦ ἡλίου τῆς σελήνης. Καὶ μήποτε καὶ τοῦτο τὸ ζῶον, ὡς χθόνιον καὶ γεννήσεσι χαῖρον, οἰκεῖόν ἐστι πρὸς ταύτην εἰκότως μάλιστα τῆς θεοῦ τὴν συνοδικὴν φύσιν, ἣν πρὸς ἥλιον λόγον ἔχειν ὡς θήλεος πρὸς ἄῤῥενά φασι. Μετὰ δὲ ταύτην ἀπὸ τῆς νουμη νίας ἀρξάμενος ἐπαινεῖ τὰς τρεῖς, τὴν ἵνην, οὕτως καλῶν τὴν νουμηνίαν παρὰ τὸ ἓν, τὴν τετράδα, τὴν ἑβδόμην, καὶ πάν σας ἱερὰς λέγων, τὴν δὲ ἑβδόμην καὶ ὡς Ἀπόλλωνος γενέθλιον ὑμνῶν, διὸ καὶ Ἀθηναῖοι ταύτην ὡς Ἀπολλωνιακὴν τι μῶσι δαφνηφοροῦντες, καὶ τὸ κανοῦν ἀποστρέφοντες, καὶ ὑμνοῦντες τὸν θεόν. Ἔχουσι δὲ αἱ τρεῖς μεσότητα ἀριθμητι κὴν, καὶ ἡ τετρὰς μετὰ τῆς ἑβδομάδος τὸν εἴκοσι καὶ ὀκτὼ ἀριθμὸν, καθόσον ἡ σελήνη δίησι τὸν Ζωδιακόν. Αἱ γὰρ λοιπαὶ ἐπικινήματα αὐτῆς ἔχουσιν, ἵνα καταλάβῃ τὸν ἥλιον. Ἡ μὲν οὖν πρώτη, ἡ καὶ ἕνη ῥηθεῖσα, ὡς ἀρχὴ, θεῖόν ἐστι, καὶ γὰρ πᾶσαν ἀρχήν φησι Πλάτων εἶναι θείαν, καὶ γενέθλιος αὐτοῦ καλεῖται τοῦ μηνός. Καὶ ὁ μὴν ἐν αὐτῇ παρ’ Ὀρφεῖ προσαγορεύεται μονόκερως μόσχος. Ἁπλῶς μὲν γὰρ ὁ μὴν, ὡς γενέσεως ἐργάτης, λέγεται βοῦς· ὡς δὲ πρώτην ἔχων τότε τῆς οἰκείας οὐσίας τὴν ἔκφασιν, μόσχος· καὶ διὰ τὸ μοναδικὸν, μονόκερως. Ἡ δὲ τετράς ἐστιν ἐν τῇ μονάδι συγγενής· διότι καὶ αὐτὴ πάντας περιέχει τοὺς ἁρμονικοὺς λόγους, οὓς εἶχεν ἡ μονὰς σπερματικῶς, τὸν μὲν ἐπίτριτον ποιοῦσα πρὸς τὴν τριάδα, τὸν δὲ διπλασίονα πρὸς τὴν δυάδα, τὸν δὲ τετραπλασίονα πρὸς τὴν αὐτὴν μονάδα. Οὗτοι δέ εἰσιν οἱ ἁρμονικοί λόγοι· ὁ διὰ τεσσάρων, ὁ διὰ πασῶν, ὁ δὶς διὰ πασῶν. Ἡ δὲ ἑβδομὰς ἄλλως ἐναρμόνιος, ἐκ μονάδος οὖσα, καὶ δυάδος, καὶ τετράδος, καὶ ἔχουσα δὶς τὸ διὰ πασῶν, καὶ ταύτῃ μὲν τῇ τετράδι συγγενής, τῇ τε μονάδι, καθόσον ἀπ αὐτῆς γεννᾶται μόνης τῶν εἴσω δεκάδος· τῶν δ ἄλλων, ὁ μὲν ὑφ ἑνὸς, ὡς τετρὰς καὶ ἐννεάς· ὁ δὲ ὑπὸ δυοῖν, ὡς ἡ ἑξὰς, ὑπὸ τοῦ δύο καὶ τρία, καὶ ἡ ὀγδοὰς, ὑπὸ τοῦ δύο καὶ τέσσαρα· καὶ οὐδένα γεννα, καθάπερ ἡ δυὰς καὶ ἡ τριὰς γεννῶσιν, ἡ μὲν ἄλλον, ἡ δὲ ἄλλον. Διὰ μὲν οὖν τὸ ἐναρμόνιον, Ἀπόλλωνος ἥρμοσε γενέσει διὰ δὲ τὸ ἀμήτορα καὶ ἀθήλυντον εἶναι, τῆς Ἀθηνᾶς αὐτὴν εἶπεν ἱεράν.

### 772

ΠΡΩΤΟΝ ΕΝΗ, ΤΕΤΡΑΣ ΤΕ. Ἀντὶ τοῦ ἡ πρώτη ἡμέρα τῆς γεννήσεως. Φιλόχορος δὲ ἐν τῷ περὶ ἡμε ρῶν, ἡλίου καὶ Ἀπόλλωνος λέγει αὐτήν· ἡ δ’ Ἡρακλέους καὶ Ἑρμοῦ ἐστιν· ἡ δὲ ἑβδόμη ἱερὰ Ἀπόλλωνος, ἐν αὐτῇ γὰρ ἐτέχθη· διὸ καὶ ἑπτάτονος αὐτοῦ ἡ κιθάρα ἡ τετράς, Ἡρακλέους· ἐν αὐτῇ γὰρ ἐτέχθη. Καὶ λέγομεν ὅτι Τετράδι κοῦρος ἔγεντο, καὶ οὔποτε πάγκακὸς ἔσται. Τὴν ἔνην πρώτην φησὶν ὡς τῇ ἀριθμητικῇ ἁρμόζουσαν, ἣ πρώτη τῶν μαθηματικῶν, ἐν ᾗ προηγεῖται ἡ μονάς. Τὴν δὲ τετάρτην, ὡς τοὺς ἁρμονικούς περιέχουσαν λόγους· καὶ τὸν διὰ τεσσάρων, τὸν καὶ ἐπίτριτον τρία γὰρ καὶ ἓν, τέσσαρα· τὸν διὰ πασῶν, τὸν καὶ διπλάσιον· δύο γὰρ καὶ δύο, τέσσαρα τὸν δὶς διὰ πασῶν, τὸν καὶ δὶς δι πλασιαζόμενον· δὶς γὰρ δ’ ὀκτώ.

### 774

ΟΓΔΟΑΤΗ ΤΗ ΕΝΑΤΗ ΤΕ. Τὴν ὀγδόην καὶ ἐνάτην εἰκότως καὶ ὡς συντελεστικὰς ἐπαινεῖ, καὶ διὰ τοῦτο ἡγεῖ σθαι αὐτὰς τῶν ἀνθρωπίνων ἔργων. Ἡ μὲν γὰρ πρώτη πάσας ἔσχε τὰς διαστάσεις, κύβος οὖσα ἐκ τῆς δυάδος, καὶ τὴν ἐπὶ τῇ πρώτῃ ποιησαμένη πρόσοδον· ἡ δὲ δευτέρα πρώτη τετραγωνικὸν ἔχεν εἶδος, ἀπὸ περιττοῦ τῆς τριάδος αὐτὴν γεννη σαμένης. Διὸ καὶ ἡ μὲν ὡς τελείως διαστᾶσα, ἡ δὲ, ὡς ἀπὸ τελείου γενομένη, τέλος ἐπάγουσι τοῖς κατειργασμένοις ἐν αὐταῖς.

### 775

ΕΞΟΧΟ ΑΕΞΟΜΕΝΟΙΟ. Μετὰ τὴν ζ’ γίνεται ἀμφίκυρτος, ἤτοι ὑπὲρ τὸ ἥμισυ φωτιζομένη. Διὰ τοῦτό φησιν, Ἔξοχ ἀεξομένοιο. Τὴν δὲ ἑβδόμην ὡς ὑπὸ μόνης γεννωμένην τῆς μονάδος, καὶ ὡς μὴ γεννῶσάν τινα τῶν ἐντὸς δεκάδος ἀριθμῶν· τὴν δὲ ὀγδόην, ὡς κύβον καὶ πρώτην τὴν τριχῆ διάστασιν δεχομένην. Τοῦ γὰρ τετραγώνου ἐπιπέδου ὄντος (δὶς γὰρ δύο τέσσαρα) ὁ κύβος στερεός ἐστιν, ὡς τὴν εἰς μῆκος καὶ βάθος καὶ πλάτος ἔχων κίνησιν· δὶς γὰρ τέσσαρα, ὀκτώ· ὅθεν καὶ συντελεστι κός ἐστι πάσης ἐργασίας· τὴν δὲ ἐννάτην, ὡς ἀπὸ τοῦ γ’ τετραγωνιζομένην, ὡς ἔστιν ἰδεῖν ἐν τῷ πλίνθῳ. Τετράγωνος δὲ ἀριθμός ἐστιν, ὁ ἰσάκις ἶσος μετρούμενος, ἤτοι ὑπὸ δύο ἴσων ἀριθμῶν· ὡς τὸ δὶς δύο, δ’. κύβος δὲ, ὁ ἰσάκις ἶσος Ἰσάκις, ἤτοι ὁ ὑπὸ τριῶν ἴσων ἀριθμῶν μετρούμενος, ὡς τὸ, δὶς δύο, δ’. καὶ τετράκις δύο, ὀκτώ. Ὁ τοίνυν ὄγδοος ἀπὸ τοῦ β’ κύβος γίνεται. Λέγεται ἡ θ’ καὶ κατὰ τοῦτο συμφέρον εἶναι, ὡς ἀπὸ τελείου ἀριθμοῦ γενομένη τοῦ τρία, ἀρχὴν ἔχοντος τὴν μονάδα, μέσην τὴν δυάδα, καὶ τέλος τὴν τριάδα, ἤτοι τὴν τριχῆ διάστασιν καὶ τὸν τετραγωνισμόν. Πᾶς δὲ ἀριθμὸς ὁ ὑφ ἑαυτὸν πολυπλασιαζόμενος τετράγωνος λέγεται, ὡς τὸ τρὶς τρεῖς ἐννέα.

### 776

ΕΝΔΕΚΑΤΗ ΤΕ. Τῶν μετὰ τὴν δεκάδα ἀριθμῶν ἡ ἑνδεκάτη τὴν μονάδα ἀποστοιχειοῦται. Διὸ καὶ ταύτην, ὡς ἀναλογοῦσαν πρὸς ἐκείνην, ἐπήνεσεν, εἴς τε τὸ πόρους προβάτων ἐξαιρεῖν, καὶ καρποὺς ἐκ τῆς γῆς ἀμᾶσθαι· συγγενῆ γὰρ ταῦτα ἀλλήλοις, ἐπεὶ καὶ τὸ θερίζειν, κείρειν καλοῦσι τὴν γῆν, καὶ τὸ κείρειν, οἷον θερίζειν ἐστὶ τοὺς ὄϊς. Ἄμφω δὲ εἰς τὴν τοῦ σώματος τείνει θεραπείαν· τὸ μὲν, εἰς τὴν τροφὴν, τὸ δὲ, εἰς τὴν σκέπην. Καὶ οἰκεῖα τῇ ἑνδεκάτῃ μὲν, ὡς ἀρχῇ τῆς τρίτης πεντάδος, τῆς μάλιστα αὐξητικῆς τοῦ σεληναίου φωτός· τῶν γὰρ τριῶν πεντάδων ἡ πρώτη, ἀτελεστάτη· ἡ δὲ τρίτη, · τελειοτάτη. Καὶ εἴτε τροφὴν αὐτῆς, εἴτε περίβλημα τὸ ἀφ’ ἡλίου φῶς λέγειν ἐθέλεις, οἰκείαν ἐρεῖς τὴν ἑνδεκάτην, ἀρχὴν οὖσαν τῆς τελειωτικῆς τοῦ φωτὸς πεντάδος, εἰς τε θερισμόν, καὶ εἰς κουρὰν τῶν προβάτων. Τῇ δωδεκάτῃ δὲ, ὡς ἔτι μειζόνως αὐξητικὴ τοῦ φωτὸς, οὕτως τὴν ἀρχὴν εἶχε τῆς τελείας ἐπιδόσεως πρὸ αὐτῆς· ἔχει δὲ καὶ τὴν ἐννέα μετὰ τῆς πλευρᾶς καὶ μέχρι τῆς ἀπὸ τοῦ τρία τελειότητος, καὶ τῆς ἀπὸ τοῦ ἐννέα ἰσότητος. Εἰ δὲ καὶ δὶς ἔχει τὴν ἑξάδα τὴν πρώτην τοῖς ἑαυτοῦ μέρεσιν ἴσην καὶ διὰ τοῦτο τελείαν, εἰκότως ἔπρεπε ταῖς ἀπὸ τῶν τελείων καρπώσεσι. Διό καὶ μᾶλλον ἐσθλὴ λέγεται καὶ εἰκότως, διότι καὶ αὐτῶν ἐστι τῶν θεῶν ἀριθμὸς, τήν τε ἀῤῥενοποιὸν αὐτῶν ἐξάδα καὶ τὴν θηλυπρεπῆ περιλαβὼν οὗτος ὁ ἀριθμός. Ὅτι δὲ καὶ φυσικὴν ἔλαχεν ὁ ἀριθμὸς οὗτος οἰκειότητα πρὸς τὰ ὑφάσματα, ὧν ἕνεκεν καὶ τοὺς ὄϊς κείρουσι διὰ τῶν ἑπομένων ὑπομιμνήσκει.

### 777

ΠΕΙΚΕΙΝ δὲ κυρίως τὸ ξαίνειν· ὅθεν καὶ τὸ, πεξαμένη χερσί νῦν δὲ τὸ κείρειν. ΕΥΦΡΟΝΑ ΚΑΡΠΟΝ. Ηδύτατον, τέρ ποντα τὴν ψυχὴν, ἢ εὐφραίνοντα.

### 779

ΤΗ ΓΑΡ ΤΟΙ ΝΕΙ ΝΗΜΑΤΑ. Ὁ μὲν ἀράχνης φυσικῶς κινεῖται πρὸς τὰς ὑφάνσεις, ἔχων τι κατὰ τὴν φαντασίαν εὐδιάρθρωτον, ὡς δηλοῖ, κύκλους ἐπὶ κύκλοις ἐξυφαί νων, καὶ αὐτὸς ἐν τῷ κέντρῳ τῶν κύκλων ἐνεδρεύων τὰ θηρώ μενα, ἵνα ἐξ ἴσου πάντων ἀπέχῃ τῶν ἐμπιπτόντων· καὶ θαυμαστὸν οὐδέν· ὥσπερ ἄλλα τῶν ζώων κινεῖται κατὰ φύσιν ὑπ ἄλλου τῆς φύσεως, ὃ καὶ προεῖπε πρότερον, τὰ μὲν συνοδι κῶς, τὰ δὲ πληροσελήνων, οὕτω καὶ τὸν ἀράχνην πρὸς ταύτην ἔχειν συμπαθῶς τῶν πλήρεις οὐσῶν ἡμερῶν τελευταίαν. Εἰ γὰρ μετὰ γένοιτ’ ἂν ἀποκρουστικὴ, καὶ ἀφαίρεσιν ἀναγάγοι τοῦ φωτός· αὕτη δὲ ἀεὶ αὐξητικὴ μόνως, καὶ τοῦτο ἔχει τελευταία. Δεῖ δὲ κἀκεῖνο συνορῶν, ὅτι μάλιστα δεῖ τοῖς ὑφαί νουσι φωτός, ὅπερ αὐτὴ προξενήσει, τέλειον ἔχουσα τὸ φῶς ἄδεκτον ἐλαττώσεως. Ὁ μὲν οὖν ψυχρὸς ἀὴρ καὶ νεφελώδης ἐμποδών ἐστι τοῖς ἔργοις· ὁ δ ὑπὸ τοῦ φωτὸς ἑκατέρου θερ μαινόμενος συμπράττει πρὸς πάντα τὰ τοιαῦτα. Τὸ μὲν οὖν ἄρχεσθαι τῶν ἔργων ἐν αὐτῇ καλόν· καὶ τοῦτο φυσικῶς μὲν οἱ ἀράχναι, κατὰ δὲ πεῖραν οἱ ἄνθρωποι γινώσκουσι. Τὸ δ ἐναντίον, τὸ καθαίρειν τοὺς ἱστοὺς περὶ πανσέληνον, αἴτιον εἶναι τοῦ κόπτεσθαι τὰ ὑφάσματα, τῶν ἄκρως ἐστὶ δεδημευ μένων. Ἐν ᾗ νήθει τὰ νήματα αὐτοῦ ὁ ἐν τῷ ἀέρι πετόμενος ἀράχνης, ὅταν ὡς ἔμπειρος ἀνὴρ, ὁ μύρμηξ θησαυρὸν ἑαυτοῦ σωρεύῃ ἐκ πληρεστέρας ἡμέρας ὑπὲρ τὴν νύκτα, Ἰουλίου καὶ Αὐγούστου. ἐργαστικωτέρας οὔσης τῆς δωδεκάτης, τῷ νήματι τῆς ἀράχνης χρῆται· Ὡς ΛΕΡΣΙΠΟΤΗΤΟΣ ΔΕ, τῆς ἐν ἀέρι πετομένης.

### 780

ΗΜΑΤΟΣ ΕΚ ΠΛΕΙΟΥ. Καθὸ τὸν φωτισμὸν ἡ - σελήνη πλήρη ἔχει ἐν αὐτῷ. ΗΜΑΤΟΣ ΕΚ ΠΛΕΙΟΥ. Ἢ ἐν μεγάλῃ ἡμέρᾳ, ἢ ἐκ τοῦ πλείστου τῶν ἡμερῶν. ΙΔΡΙΣ δὲ νῦν ὁ ἔμπειρος μύρμηξε σωρὸς δὲ ὁ θησαυρός.

### 782

ΜΗΝΟΣ Δ’ ἹΣΤΑΜΕΝΟΥ. Καλῶς ἐπέστησεν ὁ Πλούταρχος, ὅτι τὸ σπεῖραι καὶ τὸ φυτεῦσαι, οὐχ ὑπὸ τῶν αὐτῶν ἔοικεν ὠφελεῖσθαι. Τὸ μὲν γὰρ σπέρμα δεῖ καταβληθὲν κρυφθῆναι πρῶτον εἴσω τῆς γῆς καὶ σαπῆναι, καὶ οὕτως ἑαυτοῦ διαδοῦναι τὴν δύναμιν εἰς τὴν περικρύψασαν αὐτὸ γῆν, ἵν ἐξ ἑνὸς πυροῦ τυχὸν ἢ κριθῆς γένηται πλῆθος. Διὸ καὶ ὑετοῦ δεῖσθαι καὶ πάχνης αὐτό φασι τὴν ἀρχὴν πιεζόντων ἔσω καὶ χεόντων τὰς ἐν αὐτῷ φυσικὰς δυνάμεις. Τὸ δὲ φυτὸν ῥιζωθὲν βλαστῆσαι χρὴ καὶ ἀναδοῦναι τὴν ἐν τῇ ῥίζῃ κρυπτόμενον λόγον, οἷον διοχευθείσῃ διὰ φωτός· ὥστ’ εἰκότως τὴν τρισκαι δεκάτην πρὸς μὲν τὸ σπείρειν ἀνεπιτήδειον εἶναι, πρὸς δὲ τὸ φυτεύειν ἐπιτηδείαν. Τὸ γὰρ προκαλέσασθαι τὸν ῥιζικὸν λόγον καὶ εἰς ἐπίδοσιν ἄγειν καὶ βλάστην, ἐσήμῃνεν διὰ τοῦ ὀνόματος πρὸς ἃ συντελεῖ, πλεῖον ἂν τὸ ἐκ τῆς σελήνης ἐν ταύτῃ φῶς. Ἱστάμενον μήνα, ὡς εἰκάδα ἔλεγον· μετὰ δὲ τοῦτο πρώτην φθίνοντος, δευτέραν φθίνοντος. Φιλόχορος δὲ πάσας τὰς τρεῖς ἱερὰς λέγει τῆς Ἀθηνᾶς.

### 784

ΕΚΤΗ Δ’ Ἡ ΜΕΣΣΗ. Τὴν ἐκκαιδεκάτην μέσην ἕκτην εἰπὼν, ὠφέλιμον εἶναι τοῖς φυτοῖς φησιν, δι ἣν εἴπο μεν αἰτίαν· τὸ γὰρ φῶς χλιαρὸν ἂν τὸ σεληναῖον τότε καὶ ὑ γρὸν προσκαλεῖται τὴν βλάστην αὐτῶν· τῶν δὲ ἀνθρώπων πῶς ἄῤῥεσι μὲν σπέρμασι σύμφορον, θήλεσι δὲ ἀσύμφορον· αἴτιον δὲ τούτων, ὅτι τὸ μέν ἐστι ξηρότερον, τὸ δὲ ὑγρότερον τῶν σπερμάτων, οἷς καὶ αὐτὸ τὸ ἄῤῥεν διαφέρει τοῦ θήλεος. Καὶ διὰ ταῦτά φασι καὶ τὰς συλλήψεις τὰς μὲν βορείων πνευμάτων ὄντων γινομένας εἶναι ἀῤῥενογόνους, τὰς δὲ νοτίων θηλυγόνους· καὶ μέντοι καὶ τὰς διαρθρώσεις τῶν θηλέων ἐμβρύων βραδυτέρας γίνεσθαι, ἢ τῶν ἀῤῥένων, διὰ τὸ ἐκεῖ τὴν ὑγρό τητα μὴ ῥαδίως κρατεῖσθαι ὑπὸ τῆς δημιουργούσης ἐν τῇ φύσει θερμότητος. Φυσικῶς οὖν εἴρηται τὴν ἑκκαιδεκάτην ἀῤῥενογόνον μὲν ἄριστον εἶναι, θήλεσι δὲ ἀσύμφορον· ἔχει δέ τινα καὶ πρὸς γάμους ἐναντίωσιν, τῆς σελήνης πάμπολυ τοῦ ἡλίου διεστώσης. Διὸ καὶ Ἀθηναῖοι τὰς πρὸς σύνοδον ἡμέρας ἐξελέγοντο πρὸς γάμους, καὶ τὰ θεογάμια ἐτέλουν, τότε φυσικῶς εἶναι πρῶτον οἰόμενοι γάμον τῆς σελήνης οὔσης πρὸς ἡλίου σύν ὁδόν. Εξκαιδεκάτη οὐκ ἐπιτηδεία τοῖς φυτοῖς· τὸ γὰρ τῆς σελήνης φῶς χλιαρὸν ὂν σηπτικόν ἐστι. Τότε οὖν τὰ τμηθέντα ξύλα σήπεται, καὶ ὁ μεταχεόμενος οἶνος ὀξίζει.

### 787

ΟΥΔΕ ΜΕΝ Η ΠΡΩΤΗ. Τὴν πρώτην ἕκτην ἀνεπιτηδείων πρὸς κόρης γέννησιν εἶναι βούλεται, καί τοι τῆς Ἀρτέμιδος οὖσαν ἱερὰν, ὡς γενέθλιον τῆς θεοῦ. Διὸ καὶ προτέραν γενέσθαι φασὶ τοῦ Ἀπόλλωνος, ἵνα καὶ μαιεύσηται τὸν ἀδελφόν. Καὶ πῶς γὰρ οὐ μέλλει θεοῦ λοχείας εἶναι πρεπόν τως ἱερὰ ἡ ἕκτη, πρώτη τελεία οὖσα, καὶ τῆς λοχείας, οὐ τῶν ἔτι ἀτελῶν οὔσης, ἄμβλωσις γὰρ ἡ ἐκείνων ἐστὶ διάκρισις, ἀλλὰ καὶ τῶν τελείων; Ἡ μὲν οὖν Ἄρτεμις τελεσιουργὸς οὖσα τῶν κυημάτων, καὶ ἐκφαντικὴ τῶν φυσικῶν λόγων, τῶν κρατησάντων τῆς ὕλης, εἰκότως ἐν τῇ ἕκτῃ γενέσθαι μυθολογεῖται. Ταῖς δὲ τῶν θνητῶν θηλείων γενέσεσιν εἰκότως ἐστὶν ἀνάρμο στος αὕτη, διότι κρατεῖ μὲν ἡ θεὸς αὕτη τῶν σεληνιακών φωτισμῶν, ἔστι δὲ παρθένος καὶ γεννῖν οὐκ ἐθέλουσα. Προς οὖν τὴν τῶν θηλείων γένεσιν ταύτην ἀνεπιτήδειον δείκνυσι, συμ φέρουσαν δὲ, ὡς ἐρεῖ, πρὸς τὴν ἀνδρῶν· ἐκτομαῖς δὲ ἐρίφων καὶ ἀρνίων, οὓς εἶπε ΠΩΕΑ ΜΗΛΩΝ, ἐμπρέπουσαν, ὡς τὸ γόνιμον καὶ τούτων τῆς ἐκτομῆς ἀφαιρούσης. Μήποτε δὲ καὶ αὕτη φυσικῶς ἡ ἑξὰς ἀνδράσι μὲν εἰς τελείωσιν οἰκεία, γυναιξὶ δὲ οὐ, δυοῖν ἔγγονος οὖσα, δυάδος καὶ τριάδος, καὶ τῆς τριάδος ἐν αὐτῇ κρατούσης. Ἔστι γὰρ τριμερὴς, ἐκ μονάδος, δυάδος, καὶ τριάδος, οἷς ἐστιν ἴση, καὶ διὰ τοῦτο τελεία. Προς μὲν οὖν θείαν γένεσιν εὖ ἔχει, πρὸς δὲ θνητὴν ἀσυμμέτρως τὴν τοῦ ὁμόρου γένους. .

### 790

ΕΣΘΛΗ Δ’ ΑΝΔΡΟΓΟΝΟΣ. Εἰ ὁ περισσὸς ἄῤῥην δυσδιαίρετος ὢν, ὡς ὁ ἄρτιος θῆλυς εὐδιαίρετος, καὶ ὁ μὲν μονάδι φίλος, ὁ δὲ δυάδι, πρῶτον ὄντα τὸν τρία περισσὸν εἰκότως ἂν εἴποις ἀῤῥενοπώτατον. Οὗτος δὲ καὶ συντεθεὶς ἑαυτῷ καὶ διπλασιασθεὶς ἐποίησε τὸν ἕξ, καὶ ἐπεὶ μονὰς καὶ δυὰς καὶ τριάς εἰσιν οὗτοι μόνη πρόοδος ἐπιστροφὴ τὸν ἕξ ἀπετέλεσεν· ὥστ’ εἰκότως ἀῤῥενογόνος ἑξὰς οὐκ οὖσα, τοῖς γεννᾷν ὀφείλουσιν εὐάρμοστος, ἀλλὰ τοῖς ἀναινομένοις τὴν γέννησιν. Εἰ δὲ φιλοψευδεῖς οἱ ἐν ταύτῃ γεννώμενοι λέγονται, καὶ παραλογισμοῖς χαίροντες, καὶ κρυφίαις συνουσίαις, οὐ θαυμαστόν. Καὶ γὰρ ἡ φύσις αὐτὴ τὸ εἶδος προφαίνει τῆς διχοτομίας ψευδόμενον· οὐ γάρ ἐστι κατὰ ἀλήθειαν ἶσον τῷ φωτιζομένῳ τὸ σκιερόν. Καὶ ὅτι εἰ ἀόρατος δυὰς εἰς τὴν γέν νεσιν αὐτῆς παρείληπται, τὸ ψεῦδος ὑποικουρεῖν μετὰ τῶν κρυφίων βαρισμῶν οὐκ, ἂν θαυμάσαις. ΑΝΔΡΟΓΟΝΟΣ. Τίκτειν παῖδας ἄῤῥενας ἐν αὐτῇ ἀγαθὸν, τὸ δὲ θηλείας, οὐ καλὸν, οὔτε εἰς τὸ γαμηθῆναι, οὔτε εἰς τὸ γεννηθῆναι.

### 792

ΜΗΝΟΣ Δ’ ΟΓΔΟΑΤΗ. Τὴν ὀγδόην τοῦ μηνός, τοῦ Ποσειδώνος ἱερὰν ὡς ἐπὶ τρία διαστᾶσαν, πρώτην τῷ τρι αἰνούχῳ θεῷ προσήκειν εἰκότως λέγουσι, καὶ τριχίτωνι τριῶν ἄρχοντι τῶν ἐν κινήσει στοιχείων. Διὸ καὶ τοὺς ταύρους αὐτῷ φέροντες ἀνῆκαν, ὡς ὁρμητικοὺς, καὶ τοὺς κάπρους· ἄμφω γὰρ διὰ θυμὸν ἀκάθεκτοι γίνονται, πραΰνονται δὲ ἐκτμηθέντες· εἰκότως οὖν τὴν τῷ κινητικῷ θεῷ προσήκουσαν ἡμέραν [ὡς καὶ τὴν ἀκίνητον γῆν κινεῖν Ἐνοσίχθων καλούμενος] ὠκεί ὤσαν ταῦτα τὰ ζῶα ὁρμητικὰ ὄντα· καὶ μήποτε τὸν μὲν ταῦ ρον ὡς τῆς ὑγρᾶς οὐσίας τὰς ἀστάτους τῶν κινουμένων ὁρμὰς κινοῦντα. Διὸ καὶ ὁ Θεὸς οὗτος οὐ μόνον Ἐνοσίχθων, ἀλλὰ · καὶ Ἀσφάλειος ὑμνεῖται. Καὶ οἱ τοὺς σεισμοὺς παύειν ἐθέ λοντες, Ποσειδώνι θύουσιν. Ἔχει ἄρα καὶ ἡ πραΰνουσα διὰ τῆς τομῆς τὰ ζῶα οἰκεῖα τῷ θεῷ πρᾶξις οἰκειότητα πρὸς τὴν ἱερὰν τοῦ Ποσειδῶνος ταύτην ἡμέραν. ’ ΑΛΛΕΡΓΟΥΣ.

### 793

ΟΥΡΗΑΣ ΔΕ ΔΥΩΔΕΚΑΤΗ Τὰς ἡμιόνους οἰκειοῦσι τῇ σελήνῃ· διὸ καί τινες αὐτήν φασιν ἐφ ἡμιόνων ὀχεῖσθαι. Καὶ γὰρ ὁ μὲν ἵππος ἡλιακόν ἐστι ζώον, ὡς εὔδρομον, ὡς χθόνιον, καὶ τυφῶνι φίλον, καὶ συνουσιαστι κόν· ἡ δὲ σελήνη μέση ἀμφοῖν, γῆς μὲν ἔχουσα τὸ σκοτίζεσθαι, ἡλίου δὲ τὸ οἰκεῖον εἰληχέναι φῶς. Ταύτῃ μὲν οὖν οἰκείωται πρὸς αὐτὴν ἡ ἡμίονος. Τῇ δὲ δυοκαιδεκάτῃ προσέταξε τού τους δαμάζειν, ἵνα πραότεροι γίνωνται, διότι τὸ στάσιμον ἡ δυοδεκὰς ἔχει πέρας οὖσα τῶν αὐξήσεων πρῶτον, ὡς προείπου μεν. Ἔχει δὲ καὶ ἡ πρὸς τὸ περατοῦν ἄλλως ἡ δυοδεκὰς οἰκειότητα, τοῖς εἴδεσι τοῦ ἀριθμοῦ τὸ πέρας ἐπάγουσα. Πρώτη γὰρ αὕτη περισσάρτιος, ὃς οὐκ ἦν πρὸ αὐτῆς, οὐδ εἴσω δεκάδος. Συγκλείουσα οὖν τὰ εἴδη τῶν ἀριθμῶν εἰκότως περι τωτική ἐστι, καὶ ἱστᾶσα τὴν πρόοδον τῶν λόγων, ὅθεν δαμαστικαῖς πράξεσιν ἐμπρέπειν ἔδοξε, καὶ ἡμιόνων τῶν μικτὴν ἐχόντων γένεσιν καὶ αὕτη μικτὴ οὖσα ὡς περισσάρτιος, καθάπερ εἴπομεν. Δεῖν οὖν ἐν ταύτῃ δαμάζειν ἡμιόνους, ἐπιβάλ λοντα τω χεῖρε καὶ πωλοδαμνοῦντα τοῦτο τὸ ζῶον..

### 794

ΕΙΚΑΔΙ Δ’ ΕΝ ΜΕΓΑΛΗι. Μεγάλην λέγει, παρ’ ὅσον τὸ πλεῖστον τῶν ἡμερῶν τοῦ μηνὸς ἔχει. Διὰ τοῦτο διὰ πάσης ἡμέρας ἐπιτηδεία εἰς τὸ γεννᾶσθαι. ΜΕΓΑΛΗΝ δὲ τὴν εἰκοστὴν εἶπεν, οἱονεὶ μεγάλων ἀποτελεστικήν. Ἄριστος δὲ καὶ πολυΐστωρ ὁ ἐν ταύτῃ τικτόμενος.

### 799

ΠΡΗΥΝΕΙΝ. Ἀντὶ τοῦ ῥαδίως τις ἐπιθεὶς χεῖρα πᾶν ὁτιοῦν ἡμερώσει. Φυλάττουσι δὲ μὴ λυπεῖσθαι ἡ τετάρτη καὶ ἡ εἰκὰς τετάρτη, ἐπειδὴ ἱεραί εἰσιν αἱ ἡμέραι καὶ τέλειαι εἰς τὸ βλάψαι. ΠΕΦΥΛΑΞΟ ΔΕ ΘΥΜΩΝ. Τοὺς πρὸ τούτων δ’ στίχους οὐδὲ μνήμης ὁ Πλούταρχος ἠξίωσεν, ὡς ἂν μὴ φερομέν νους, τούτους δὲ ἐξηγούμενος ἀξιοῖ μὴ ἐγκαλεῖν τῷ Ἡσιόδῳ, ὡς ἂν γελοίως εἰπόντι, μὴ χρῆναι λύπας ἑαυτῷ κινεῖν ἐν ταύ ταις, ὡς δέον ἐν ἄλλαις τισὶ τοῦτο ποιεῖν· οὐ γὰρ τοῦτο λέγει, ἀλλ ὡς ἐν ἱεραῖς ταύταις μάλιστα τὰς λυπηρὰς ἀποσκευάζεσθαι ἐνεργείας· ἃς εἰ καὶ ἄλλοτε δεῖ ὡς ἀναγκαίας αἱρεῖσθαι, ἐν ταύταις οὐ δέον. Τὰς δὲ τετράδας ἄμφω εἶναι ἱεράς· τὴν μὲν ὡς μάλιστα τὸ σεληναῖον ἐκφαίνουσαν φῶς· τὴν δὲ, ὡς τοῦτον ἔχουσαν πρὸς τὴν τετράδα λόγον, ὃν ἡ ἑβδόμη πρὸς τὴν νουμηνίαν. Καὶ γὰρ ἡ τετάρτη καὶ εἰκοστὴν ἑβδόμην ἔχει τάξιν πρὸς τὴν ἐσχάτην.

### 802

ΕΝ ΔΕ ΤΕΤΑΡΤΗ, ΜΗΝΟΣ ΑΓΕΣΘ’ ΕΙΣ ΟΙΚΟΝ ΑΚΟΙΤΙΝ. Ὅτι μὲν ἀρχαία ἡ διὰ τῶν οἰωνῶν μαν τεία, καὶ ταῦτα δηλοῖ, καὶ ὅτι οἱ αὐτοὶ οἰωνοὶ πρὸς ἄλλα μὲν δεξιοί, πρὸς ἄλλα δὲ ἐναντίοι, σαφῶς ἐδήλωσεν, εἰπὼν, οἱ ἐπ ἔργματι τούτῳ ἄριστοι. τὴν δὲ τετάρτην εἶναι γαμικὴν, εἰκότως, ὡς πρώτην καὶ κατὰ σύνθεσιν καὶ κατὰ πολλαπλασιασμὸν, ἐκ τῆς γονίμου γενομέ την δυάδος, ἧς τὸν γάμον ἱερὸν εἶναί φαμεν· καὶ ὡς τῶν ἁρμονικῶν λόγων περιεκτικὴν, ὧν ἔμπροσθεν εἴπομεν, τοῦ διὰ τεσσάρων, τοῦ διὰ πασῶν, τοῦ δὶς διὰ πασῶν, καὶ ὡς μητέρα τῆς δεκάδος, ἥτις κοσμικός ἐστιν ἀριθμὸς, καὶ ὡς μεσότης μου νάδος καὶ ἑβδομάδος, κατὰ τὴν ἀριθμητικὴν μεσότητα· διὰ γὰρ ταῦτα πάντα γάμοις οἰκεία. Καλὴ μὲν ἐστιν ἡ τετάρτη εἰς τὸ γαμεῖν, ἀλλ ὅμως οἰωνοσκόπησον πρώτως. -- Η τετάρτη ἱερὰ Ἀφροδίτης καὶ Ἑρμοῦ, καὶ διὰ τοῦτο πρὸς συνουσίαν ἐπιτηδεία.

### 804

ΠΕΜΠΤΑΣ Δ’ ΕΞΑΛΕΑΣΘΑΙ. Ὅτι μὲν ἡ πεμπτὰς δίκης ἐστὶν ἀριθμὸς, καὶ τῶν Πυθαγορείων ἠκούσαμεν λεγόντων, καὶ λέγονται σαφῶς αἰτίαι παρ ἐκείνοις. Διττὸν δέ ἐστι τὸ ἔργον τῆς δίκης, ἢ τὸ παραβαῖνον κολάζειν, καὶ τὴν πλεονεξίαν · ἀφαιρεῖν, ἢ τὸ ἔλασσον ἐπανισοῦν καὶ εὐεργετεῖν. Ἄμφω οὖν αἱ πέμπται δικαστικαὶ ἂν εἶεν· ἡ μὲν αὐξητικὴ, ὡς προσθετικὴ τοῦ λείποντος, ἡ δὲ φθινὰς ὡς ἀφαιρετικὴ τοῦ πλεονάζοντος. Εἰ δὲ ταῦτ ἀληθῆ, δηλονότι καὶ τὸν ὅρκιον θεὸν κολαστικὸν ὄντα τῶν συγχεόντων τοὺς ὅρκους εἰκότως ἐν τῇ πέμπτῃ γενέσθαι τῇ φθινάδι φασὶ, καὶ τὰς τιμωροὺς δαίμονας τὴν γένεσιν αὐτοῦ πενταδικὴν οὖσαν περιέπειν, καὶ γὰρ αὐτὴν τὴν πρωτίστην δίκην περιέχειν· καὶ τούτων τὴν αἰτίαν ὑμνοῦσιν, ὡς οὖσαν τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρὸν, ὥς φησι Πλάτων. Εἰκότως δ ἄρα τὸν Ὅρχον εἶναι τῆς Ἔριδος παῖδά φησι, διότι καὶ ἡ Ἔρις πασῶν ἐστι μονὰς Καὶ αἰτιῶντῶν ἐπιτροπευόντων τὰς κακεργέτιδας δυνάμεις. ται αὐτήν· προείρηται δὲ ἡμῖν πλείω περὶ τούτων ἐν ἄλλοις.

### 807

ΜΕΣΣΗ Δ’ ΕΒΔΟΜΑΤΗ. Τὴν ἑπτακαιδεκάτην ἐπιτηδείαν τίθεται πρός τε τὴν τῶν καρπῶν εἰς τὴν ἅλω θέσιν, καὶ πρὸς ὑλοτομίαν, τῶν τε πρὸς θαλάμους οἰκείων ξύλων εἰς ὀροφὴν, καὶ τῶν πρὸς νεῶν κατασκευήν. Τὸ μὲν οὖν ὑλοτομεῖν τηνικαῦτα συμβαίνει τοῖς ἔμπροσθεν, ἐν οἷς εἶπε, τότε χρῆναι τοῦτο ποιεῖν, ὅταν ἄρχηται τὸ μετόπωρον.

### 808

ΕΥ ΜΑΛ’ ΟΠΙΠΤΕΥΟΝΤΑ. Καλῶς περιβλεψά μενος τοὺς ἄνδρας, τῇ ἅλωνι ἐν τῇ ἑβδόμῃ ἀποθέσθαι τὰ γεν νήματα, τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρω, μετρίως ξηρῶν ὄντων τῶν ξύλων, ὑγρότητός τέ τινος οὐκ ἐπι δεῶν. Εἰ γὰρ καὶ αὐτὴ τῆς ὥρης εὔκαιρος, καὶ μηνὸς ἡ ἑπτακαιδεκάτη χρήσιμος, ὅτε τὸ μὲν φῶς τῆς σελήνης πρόσθεσιν οὐκ ἔτ ἔχει πανσελήνου γεγονυίας, ἄνικμα δέ πώς ἐστι τὰ ξύλα, καὶ διὰ τῆς ἐλαττώσεως τοῦ φωτὸς ἐλασσοῦται τὸ ὑγρὸν, ἀφ οὗ συμβαίνειν εἴωθεν ἡ σῆψις. Τὸ δὲ τῆς τῶν καρπῶν εἰς τὴν ἅλω συγκομιδῆς εὖ ἔχει, διότι μετὰ πανσέληνον τρέπεται ὁ ἀὴρ, καὶ ἀνέμων γίνονται κινήσεις, οἳ τοῖς λικμῶσιν εἰσι χρή σιμοι, διασκεδαννύντες ἀπὸ τῶν καρπῶν τὸ ἄκαρπον. Εἰ δὲ, ὥς φησιν Ὀρφεὺς, τῇ ἄτῃ ἀνεῖται ἡ ἑπτακαιδεκάτη, καὶ διὰ τοῦτο τῇ τε τομῇ τῆς ὕλης ἐστὶν οἰκεία, καὶ τῇ τοῦ καρποῦ γυμνώσει τῶν περικαρπίων, καὶ Ἡσίοδος οὐκ ἀμούσως τούτοις τοῖς ἔργοις ἀνῆκε τὴν ἡμέραν.

### 811

ΤΕΤΡΑΔΙ Δ’ ΑΡΧΕΣΘΑΙ. Καὶ τοῦτο συμβαίνει τοῖς περὶ τῆς τετράδος ἀξιώμασιν. Εἰ γὰρ στιγμῇ μὲν ἡ μου νὰς ἀνάλογος, γραμμῇ δὲ ἡ δυὰς, ἐπιπέδῳ δὲ ἡ τριὰς, δῆλον ὡς τῷ στερεῷ προσήκοι ἂν ἡ τετράς· εἰκότως οὖν ἐπιτηδεία πρὸς σύμπηξιν τῶν νεῶν. Εἰ δὲ καὶ πρώτη τὸ ἰσάκις ἶσον ἔχει, καὶ πρώτη πάντας τοὺς ἁρμονικοὺς περιέχει λόγους, καὶ εἴπομεν καὶ ταύτῃ πρὸς τὸ εἰρημένον ἔργον εὐκαιρίαν δίδωσιν. Οὐδὲν γὰρ οὕτως ἁρμονίας δεῖται τῶν ἔργων, ὡς ναῦς μέλλουσα καὶ ἀέρος κινήσει μαχεῖσθαι, καὶ θαλάσσῃ πολλῇ, καὶ μόνὴν ἔχουσα τὴν ἀπὸ τῆς ἁρμονίας βοήθειαν τοῦ σώζεσθαι, τάχα καὶ Ὁμήρου διὰ τοῦτο μόνον καλέσαντος Ἁρμονίδην τὸν ναυπηγόν· εἰ δὲ τὰς ναῦς ὡς κούφας, ἀραιὰς ἐκάλεσε (δεῖ γὰρ αὐτὰς εἶναι κούφας ἐπιπλεῖν μελλούσας) δῆλός ἐστι καὶ αὐτὸς τὴν μὲν πύκνωσιν βαρύτητος αἰτίαν, τὴν δὲ μάνωσιν κουφότη τος ὑπολαβών. ΤΕΤΡΑΔΙ Δ’ ΑΡΧΕΣΘΑΙ. Πρῶτος γὰρ ὁ τῆς τετράδος ἀριθμὸς τετράγωνος ἀπὸ ἀρτίου γεγονὼς συνήρμοσται· διὸ ἀγαθὸν ἐν αὐτῇ ταῦτα ποιεῖν. Ἀραιὰς δὲ τὰς βλαπτικὰς, ἢ μᾶλλον τὰς λεπτὰς καὶ ἐλαφρὰς, ἢ μᾶλλον τὰς στενὰς καὶ περιμήκεις· ἐξ οὗ καὶ Ὅμηρος, Λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ.

### 812

ΕΙΝΑΣ Δ’ Ἡ ΜΕΣΣΗ. Τὴν ἐννεακαιδεκάτην, ὡς καὶ τὴν ὀκτωκαιδεκάτην, τὰ πάτρια τῶν Ἀθηναίων καθαρμοῖς ἀποδίδωσι καὶ ἀποτροπαῖς, ὡς Φιλόχορος λέγει καὶ ἀμφοτε ρὸς ἐξηγηταὶ τῶν πατρίων ἄνδρες. Τάχ οὖν καὶ διὰ τοῦτο ὁ Ἡσίοδος λέγει τὴν ἡμέραν ἱερὰν ταύτην, καὶ μάλιστα μετὰ μεσημβρίαν, διότι πρὸς τὰς καθάρσεις ἐπιτήδειον τοῦτο τὸ μέρος, ὡς ἐλαττωτικὸν πρὸς τὴν ἀφαίρεσιν τῶν περὶ ἡμᾶς μολυσμάτων.

### 813

ΠΡΩΤΙΣΤΗ Δ’ ΕΙΝΑΣ. Τὴν ἐννάτην ἱσταμένην ἐπιτηδείαν εἶναι πρὸς πάντα, καὶ πρὸς φυτείαν, καὶ πρὸς γένεσιν ἀῤῥένων ἠδὲ θηλειῶν γυναικῶν· ἀπὸ γὰρ τοῦ πρώτου τελείου τοῦ γ’ γεγονυῖα, ἀρχὴν καὶ μέσην καὶ τελευτὴν ἔχοντος, ἰσάκις ἴση πάσαις εὐκαιρίαν πράξεσι δίδωσι, καὶ μάλιστα ταῖς τῶν γενέσεων· καὶ γὰρ ὡς ἐννέουσα τὴν ἐπωνυμίαν ἔσχεν ἐννεάς· καὶ γέγονε μὲν ἀπὸ τῆς ὀγδόης μονάδα προσλαβούσης, γεννᾷ (δὲ ἀφαιρέσει τῆς αὐτῆς μονάδος τὴν δέκα παντέλειον· τοῦτο δέ ἐστιν ἀπὸ τοῦ κύβου κατ ἐνέργειαν τῇ δυνάμει κύβον προσλαβούσης [γεννᾷ δὲ ἀφαιρέσει τῆς αὐτῆς μονάδος τὸν δέκα παντέλειον ἀριθμόν· ] διὸ καὶ φυτείαις καὶ γενέσεσίν ἐστιν εὐάρμοστος.

### 816

ΠΑΥΡΟΙ Δ’ ΑΥ Τ’ ΙΣΑΣΙ ΤΡΙΣΕΙΝΑΔΑ. Τρίτην ἐνάδα, τὴν εἰκοστὴν εἶπεν ἐνάτην, ἣν ὀλίγους εἰδέναι ἀρίστην οὖσαν ἀνοίγειν πίθους, καὶ καταζευγνύναι βόας, καὶ ἡμιόνους, καὶ ἵππους. Φησὶ γὰρ, τῆς σελήνης ἀρχομένης ἀποκρύπτεσθαι δοκεῖ καὶ τὰ θυμοειδέστερα τῶν ἀλόγων ἀμβλύνειν τὸν θυμὸν, καὶ μὴ ὁμοίως ἀνθίστασθαι τοῖς δαμάζουσιν ἀσθενέστερα γινόμενα. Καὶ τὸ περὶ τὴν ἄνοιξιν δὲ τοῦ πίθου φυσικῶς εἴρηκε. Μάλιστα γάρ φασι περὶ τὰς πανσελή νους ἐξίστασθαι τὸν οἶνον, διὰ τὴν ἀπὸ τῆς σελήνης ὑγρὰν Θέρμην, ὥστ’ εἰκότως, ὅτ ἂν ἥκιστα τοῦτο προβάλῃ, κελεύει τὸν πίθον ἀνοίγειν, καὶ τοῦ οἴνου πεῖραν λαμβάνειν. ΠΑΥΡΟΙ Δ’ ΑΥΤ’. Ἄλλοι τὴν εἰκάδα, ἑβδόμην λέγουσιν, ἄλλοι τὴν κθ’. ὀλίγοι δὲ αὐτὴν ἐπίστανται ἀγαθὴν οὖσαν. Τὴν δὲ κζ’, ὅλην αὐτὴν εἶναι καλὴν, ὡσανεὶ οὐδεὶς τὴν κθ’ ἐπαινεῖ, ὡς ἀφώτιστον αὐτὴν οὖσαν, ἀλλὰ φυλάττον μηδὲν τούτων ποιεῖν ἐν αὐτῇ. Ὅτι ἐν ταῖς πανσελή νοις θέρμης ὅτι πλείστης καὶ ὑγρότητος οὔσης, τὸ τηνικαῦτα κελεύει τὸν πίθον μὴ ἀνοίγειν , ὡς εἰς ὀξίνην μεταβαλλομένου. Ἐν δὲ τῇ τρίτῃ ἐνάτῃ κελεύει τοῦ οἴνου πεῖραν λαμβάνειν, ἤδη καὶ τῆς θέρμης ληγούσης, καὶ τῆς ὑγρότητος. Ἐν δὲ τῇ ιδ’ τοῦτο προτρέπει, διὰ τὸ τὴν ἐκ τῆς αὐξήσεως βλάβην βοηθεῖσθαι τῇ ταύτης μειώσει. Ἑκατέρων γὰρ μετέχει ἡ μέση τετράς. Τοῦτ ἐναργές

### 819

ΝΗΑ ΠΟΛΥΚΛΗΙΔΑ ΘΟΗΝ. ἐποίησεν, ὅτι τρίτην εἰνάδα κέκληκεν, οὐ κατὰ Ἀθηναίους τὴν δευτέραν καὶ εἰκοστὴν ἀνάπαλιν ἀριθμοῦντας τὰς φθινούσας, δεκάτην, ἐννάτην, ὀγδόην, καὶ ἑξῆς, ἀλλὰ τὴν πρὸ τριακάδος, περὶ γὰρ ταύτης ἀμφιβάλλουσιν εἴτε ἐσχάτη ἐστὶν, εἴτε πρὸ τῆς ἐσχάτης . Εἰκότως οὖν ὀλίγοι τὴν ὡς ἀληθῶς ἐννάτην καὶ εἰκοστὴν καλοῦσιν· ἐν δ οὖν ταύτῃ καθέλκειν προστάττει ναῦς εἰς θάλασσαν· ὅτε γὰρ οὐ δεῖ πλεῖν, δεῖ παρασκευάζε σθαι πρὸς τὸ πλεῖν, οἷον δὴ τὸ καθέλκειν ἐστί. Πλοῦ δὲ και ρὸς ἥκιστα οὗτος. Ταραχώδης γὰρ ἀὴρ ὡς ἐπὶ τὸ πᾶν ἐν ταῖς σύνεγγυς ἡμέραις τῶν συνόδων· διόπερ ὅσοι πλεῖν τότε τύχωσι, τοὺς ὅρμους καταλαμβάνουσιν, ἕως ἂν ἐκφανῇ ὁ μήν. τε τὴν κθ’ ἀληθῶς καλὴν εἶναί φασιν εἰς τὸ τὴν ναῦν καθέλκειν εἰς Ὀλίγοι θάλασσαν. Πλὴν εἰ μὴ εἰς τὸ ἑτοίμην εἶναι μετὰ παρέλευσιν τοῦ τοιούτου καιροῦ ἀποπλεῦσαι.

### 821

ΤΕΤΡΑΔΙ Δ’ ΟΙΓΕ ΠΙΘΟΝ. Τὴν μέσην τετράδα, ταύτην λέγει ιδ’, ἣν καὶ ἐπαινεῖ ὡς πίθοιγον, καὶ ὡς ἐν πᾶσιν ἀρίστην· καὶ γὰρ τὸ φῶς τῆς σελήνης πλούσιον ἅμα τῷ ἡλίῳ καταδυομένῳ ἀνατελλούσης. Καὶ τὸν ἥμισιν ἀριθμὸν ἔχει τοῦ πλήθους, ἐν ᾧ τὸν κύκλον ἡ σελήνη συμπληροῖ τὸν ἑαυτῆς, ὥστε καὶ αὐτὴ τελεσιουργός ἐστιν, εἴπερ ἐν τῷ ἡμίσει ὑπὸ τοῦ παντὸς κύκλου το τέλειον. Αἱ δὲ αὐξομειώσεις ἐφ ἑκάτερα τοῦ μέσου πᾶσαι. Ἴδιος δὲ αὐτῆς κύκλος πληρούμενος διὰ τῶν ὀκτὼ καὶ εἴκοσιν ἡμερῶν· διὸ καὶ τοσαῦται λέγονται τῆς σελήνης αἱ φεγγοφόροι εἶναι ἀκτῖνες. Και τις Αἰγύπτιος μυθολογεῖ μῦθος τὸν Ὄσιριν τοσαῦτα ἔτη βασιλεῦσαι, ὁπόσος ἐστὶν ὁ τῶν ἡμερῶν τούτων ἀριθμὸς, ἐνδεικνύμενος, ὡς ἐμοὶ δοκεῖ, πάντων αὐτὸν εἶναι τῶν γεννητῶν δημιουργὸν καὶ τελεσιουργὸν, μετὰ τῶν σεληνιακῶν ἀκτίνων τέχνῃ τεύχοντα τὴν γένεσιν τῶν τε αὐξητικῶν καὶ τῶν μειωτικῶν, ἵνα καὶ γίνηται τὰ τῇδε καὶ φθείρηται.

### 822

ΠΑΥΡΟΙ Δ’ ΑΥΤΕ ΜΕΤ’ ΕΙΚΑΔΑ ΜΗΝΟΣ ΑΡΙΣΤΗΝ. Εἴρηται μὲν ἐλλειπτικῶς τὸ πρότερον διστιχίδιον. Ἔστι γὰρ πλῆρες, τὴν μετ εἰκάδα τοῦ μηνὸς τετάρτην ἀρίστην οὖσαν παῦροι ἴσασι. Καὶ τὸ δεύτερον μετὰ ἀναστροφῆς. Οὕτω γὰρ ἂν γένοιτο σαφές, εἰ λέγοιτο, ἐπιδείελα δ ἐστὶ χερείων τους γινομένης. Εἰ δὲ ταῦτα κρατοίη, πάσας ἐπαινεῖ τὰς τετράδας, τὴν πρώτην, τὴν μέσην, τὴν τρίτην πλὴν ὅτι τὴν τρίτην ὀλίγους γινώσκειν ἀμείνονα εἶναι ἐν τοῖς ἑωθινοῖς μέρεσι. Καὶ εἰκότως· συνάπτει γὰρ κατὰ τὴν δείλην τῇ πέμπτῃ. Ταύ την δὲ εἶπεν ὡς χαλεπήν.

### 823

ΗΟΥΣ ΓΙΝΟΜΕΝΗΣ. Ἕως τῆς ἕκτης ὥρας οὕτω καλεῖ. Ὀλίγοι δὲ τὴν μετὰ τὴν εἰκάδα τοῦ μηνός τετάρτην ἀρίστην πρωΐας οὔσης φασὶν, χείρονα δὲ τῇ δείλῃ.

### 824

ΑΙ ΔΕ ΜΕΝ ΗΜΕΡΑΙ εἰσὶν, ἕως τοῦ ΑΛΛΟΤΕ ΜΗΤΗΡ. Τὰς μὲν ἐπιτηδείας ἡμέρας εἰς Δία ἀναπέμπει, τὰς δὲ παρεμπιπτούσας μεταξὺ τούτων, καλεῖ ΜΕΤΑΔΟΥΠΟΥΣ, ΑΚΗΡΙΟΥΣ, καὶ ΟΥ ΤΙ ΦΕΡΟΥΣΑΣ, σημαίνων ὅτι πρακτοί εἰσι, καὶ μηδὲν ὄνειας περιποιῆσαι δυνάμεναι. Ἐκάλε σε δὲ τὰς μεταξὺ πιπτούσας, διότι δηλοῖ τὸ δουπῆσαι τὸ πεσεῖν. Καὶ τὸ ἀκήριον δὲ αὐτὸ τὸ ἀκέραιον σημαίνειν ἔοικε. Τούτοις δὲ προσέθηκεν, ὅτι οἱ μὲν ἄλλας ἐπαινοῦσιν, οἱ δὲ ἄλλας· καὶ γὰρ Ὀρφεὺς εἶπε περὶ τῶν ἡμερῶν τούτων, ἄλλας ἐπαινῶν, καὶ ἄλλας ἐκβάλλων. Καὶ Ἀθηναῖοι κατὰ τὴν παρατήρησιν ἴδια περὶ αὐτῶν ἐδόξασαν. Κατὰ πάντα δὲ αἱ μέν εἰσι ἄρισται τῶν ἡμερῶν, ἃς μητράσιν αὐτὸς ἀπείκασεν· αἱ δὲ φυλακτέαι, αἷς τὰς μητρυιὰς ἐπεφήμισεν. ΜΕΤΑΔΟΥΠΟΙ ἀβέβαιοι αἱ μετ ταξὺ τούτων πεπτωκυῖαι, οὔτε ἀγαθαὶ, οὔτε κακαί· ΑΚΗΡΙΟΙ δὲ, ὡς ἐπὶ ἀνθρώπων εἶπεν, ἄψυχοι, ἢ ἀσθενεῖς, ἢ μὴ ἔχουσαι εἱμαρμένην ἀγαθοῦ καὶ κακοῦ.

### 825

ΜΕΤΑΔΟΥΠΟΙ. Πίπτουσαι, ἤτοι ἄστατοι καὶ ἀβέβαιοι, καὶ ἄψυχοι. Το ΑΚΗΡΙΟΙ, ἤγουν ἀσθενεῖς καὶ . ἄκαρποι, διὸ ἐπάγει ΟΥ ΤΙ ΦΕΡΟΥΣΑΙ· ἢ αἱ μεταξὺ τῶν ῥηθεισῶν πίπτουσαι, ἢ ἄζωοί εἰσιν, ἢ ἄμοιροι ἐνεργείας τῆς εἰς τὸν βίον παρεκτικῆς.

### 827

ΑΛΛΟΤΕ ΜΗΤΡΥΙΗ. Ἐπειδὴ ἡ μήτηρ ἤπιος, ἡ δὲ μητρυιὰ κακὴ, εἶπεν· αἱ μὲν τῶν ἡμερῶν εἰσι μητέρες, ὡς ἂν ἀγαθαί· αἱ δὲ μητρυιαὶ, ὡς ἂν κακαί.

### 828

ΤΑΩΝ ΕΥΔΑΙΜΩΝ ΤΕ ΚΑΙ ΟΛΒΙΟΣ. Δια τούτων ὁρίζεται τίς ὁ ἀληθῶς εὐδαίμων. Ο γὰρ γνῶσιν ἔχων ἡμερῶν, ἐν αἷς τὸ τῶν τε ἔργων, ἃ δεῖ πράττειν, καὶ τῶν πραττόμενον τοῦ οἰκείου τεύξεται τέλους; οὗτός ἐστιν εὐδαίμων· ἀναίτιος μὲν παρὰ τοῖς θεοῖς, ὡς ἀνέγκλητος διαμένων διὰ τὸ σκοπὸν ἔχειν πάντα δίκαιον, δύο δὲ ταῦτα σπουδάζων ἀεὶ, τὰ μὲν ἄδηλα τῷ ἀνθρωπίνῳ λογισμῷ διὰ μαντικῆς ὁρᾶν, τοῦτο γὰρ τὸ, τοὺς ΟΡΝΙΘΑΣ ΚΡΙΝΕΙΝ, τὰ δὲ κατὰ λογισμὸν πράττειν, ἐκκλίνων τὰς παραβάσεις τοῦ ὀρθοῦ καὶ καλοῦ σκοποῦ, τοῦτο γὰρ δηλοῖ τὸ τὰς ΥΠΕΡΒΑΣΙΑΣ ΑΛΕΕΙΝΕΙΝ. Τοῦτο τέλος ἐπέθηκεν ὁ Ἡσίοδος τῷ ποιήματι, τὸν εὐδαίμονα ὁρισάμενος, ὅστις ποτέ ἐστι. Δεῖ γὰρ εἰς τοῦτο βλέπειν πᾶσαν ἡμῶν τὴν ζωὴν, καὶ τὴν τῶν ἔργων αἵρεσιν, καὶ τὴν τῶν ἡμερῶν ἐκλογήν. Τούτων ὅστις εἰδὼς πασῶν τὰς ἀποτελέσεις ἐργάζεται, εὐσεβῶν μέντοι εἰς Θεὸν, οὗτος εὐδαίμων ἀνήρ ὑπερβασίας δὲ τὰς ὑπερβάσεις τοῦ καλῶς ἔχοντος. Τούτοις δὲ ἐπάγουσί τινες τὴν ὀρνιθομαντείαν, ἅ τινα Ἀπολλώνιος ὁ Ῥόδιος ἀθετεῖ,

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqy-au`.
