---
title: On Barbarism and Solecism
title_greek: Περὶ βαρβαρισμοῦ καὶ σολοικισμοῦ
author: Polybius of Sardis
eul_wid: nno-aa
eul_aid: nno
canonical: "https://eulogikon.org/works/polybius-sardis-barbarism-solecism-nno-aa"
period: Roman
dialect: Koine
domain: Oratory
format: Oration
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Barbarism and Solecism

*Περὶ βαρβαρισμοῦ καὶ σολοικισμοῦ*

**Author:** Polybius of Sardis

**eul_wid:** `nno-aa` · [HTML page](https://eulogikon.org/works/polybius-sardis-barbarism-solecism-nno-aa)

## Text

### 283

Τῶν περὶ τὰς λέξεις ἁμαρτημάτων ἃ μὲν περὶ μίαν λέξιν γίνεται, ὡς ὁ βαρβαρισμός, ἃ δὲ περὶ λόγον, ὡς ὁ σολοικισμός, ἃ δὲ περὶ ἐναλλαγὴν λέξεως ἐν συντάξει, ὡς ἡ ἀκυρολογία. βαρβαρισμός ἐστιν ἁμάρτημα ἐν μιᾷ λέξει περὶ τὴν παρ’ ἑκάστοις συνήθειαν. γίνεται δὲ κατὰ τρόπους τέσσαρας· ἔνδειαν, πλεονασμόν, μετάθεσιν, ἐναλλαγήν, ἥτις καὶ ἀντίθεσις καλεῖται. κατὰ μὲν οὖν ἔνδειαν, εἴ τις λέγοι Δημοσθένε χωρὶς τοῦ α, καὶ γέγραφαν καὶ πεποίηκαν ἀντὶ τοῦ γεγράφασι καὶ πεποιήκασι· περὶ δὲ πλεονασμόν, εἴ τις λέγοι Αἰσχίνηα σὺν τῷ α, καὶ ἐλέγοσαν καὶ ἐφέροσαν ἀντὶ τοῦ ἔλεγον καὶ ἔφερον, καὶ κοιμᾶσαι καὶ στεφανοῦσαι τὸ δεύτερον παθητικὸν δέον κοιμᾷ καὶ στεφανοῖ, ἢ εἴ τις διαιροίη μὴ καλῶς, ὡς τὸ κοῖλον κόιλον· περὶ δὲ μετάθεσιν, εἴ τις φαίη κότραφον τὸν κρόταφον καὶ δρίφον τὸν δίφρον. [5]

### 284

περὶ δ’ ἐναλλαγὴν γίνεται βαρβαρισμὸς περὶ τὰς προσῳδίας, καὶ ὅταν ἕτερα ἀνθ’ ἑτέρων λαμβάνηται γράμματα, οἷον εἴ τις λέγοι φιέλην τὴν φιάλην καὶ ὕελον τὴν ὕαλον Αἰνεία τε καὶ Λυσία τὴν γενικὴν δέον Αἰνείου καὶ Λυσίου, καὶ πετάμενος δέον πετόμενος, καὶ εἱλάμην ἀλλὰ οὐχ εἱλόμην· περὶ δὲ τὰς προσῳδίας περὶ μὲν τοὺς τόνους, εἴ τις λέγοι ὀξυτόνως μὲν φιλός, βαρέως δὲ σόφος, καὶ περισπωμένως σανιδῶν, βαρέως δὲ Θρᾴκων· περὶ δὲ τοὺς χρόνους, εἴ τις τὸν μὲν μὴ ἐργαζόμενον συνεσταλμένως ἀργὸν λέγοι, τὴν δὲ πόλιν ἐκτεταμένως Ἄργος. [10]

### 285

γίνεται δὲ καὶ ἐν γραφῇ μόνῃ βαρβαρισμός, ὅταν τις μὴ κατὰ τὸν τῆς ὀρθογραφίας λόγον γράφῃ, διὰ μὲν τῆς ει διφθόγγου τὴν νείκην, διὰ δὲ μόνου τοῦ ι τὸ νῖκος, ἢ τὸ ἐνκέφαλος διὰ τοῦ ν ἀλλ’ οὐ διὰ τοῦ γ. βαρβαρίζουσι δὲ καὶ οἱ ὅλως ἐκφύλοις ταῖς λέξεσιν ἢ καθόλου ὑπηλλαγμέναις χρώμενοι καὶ λέγοντες στίλλον μὲν τὸ γραφεῖον καὶ κράββατον τὸν σκίμποδα. σολοικισμός ἐστιν ἡμαρτημένη λέξεων σύνθεσις παρὰ τὴν παρ’ ἑκάστοις συνήθειαν. ὡσπερεὶ δὲ ὁ βαρβαρισμὸς παρὰ τοὺς βαρβάρους εἴρηται, οὕτω καὶ ὁ σολοικισμὸς παρὰ τοὺς σολοίκους· καὶ γὰρ οὕτω τινὲς προσηγόρευσαν τοὺς βαρβάρους· ἢ κατὰ τὸ ἔτυμον, σολοικισμός ἐστι σώου λόγου αἰκισμός. γίνεται δὲ κατὰ τρόπους τέσσαρας· κατὰ ἔνδειαν, ὡς ἐν τῷ ἔρχονται πεδίοι ο , ἐνδεῖ γὰρ ἡ διὰ πρόθεσις· κατὰ πλεονασμόν· σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες· πλεονάζει γὰρ ἡ ἐξ. [15]

### 286

κατὰ δὲ ἐναλλαγὴν γίνεται σολοικισμὸς ἤτοι ὅταν μέρος λόγου ἀνθ’ ἑτέρου τεθῇ, οἷον, εἰ οὕτω τύχοι, ὄνομα ἀντὶ ῥήματος· ὅν τις ὀιστεύσας ἔβαλεν τόξων εὖ εἰδώς, ἀντὶ τοῦ τοξεύειν· ἢ ὄνομα ἀντὶ ἐπιρρήματος· νέον δ ’ ἐσαγείρατο θυμό ν , ἀντὶ τοῦ νεωστί· ἢ μετοχὴ ἀντὶ ῥήματος· αἰνῶς ἀκτίνεσσιν ἐοικότες, ἀντὶ τοῦ ἐοίκασιν· ἢ ἄρθρον ἀντὶ ἀντωνυμίας· τῷ γὰρ ἐπὶ φρεσὶ θῆκεν · ἔδει γὰρ τούτῳ· ἢ ἄρθρον ἀντὶ ἐπιρρήματος· τῷ τοι προφρονέως ἐρέ ω , ἀντὶ τοῦ διό· ἢ ἐπίρρημα ἀντὶ προθέσεως· ἀλλὰ Σκάμανδρος οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον, ἀντὶ τοῦ εἰς ἱλὸς κόλπον· ἢ ὅταν τὰ συμβεβηκότα τοῖς τοῦ λόγου μέρεσιν εἰς ἄλληλα ἐναλλάσσηται, εἶδος, γένος, ἀριθμός· ἢ ὅταν αἱ διαφοραὶ τῶν ἐπιρρημάτων ἢ αἱ προθέσεις ἢ οἱ σύνδεσμοι ἢ αἱ τάξεις τῶν συνδέσμων ἐναλλάσσωνται. εἶδος ἐν μὲν ὀνόμασι· δῖα γυναικῶν ἀντὶ ὑπερθετικοῦ διοτάτη, καὶ μελάντερον ἠύτε πίσσα ἀντὶ ἀπολύτου τοῦ μέλαν ὡς πίσσα· ἐν δὲ ἀντωνυμίαις εἶδος, ὡς Ζηνόδοτος γράφει μνῆσαι πατρὸς σεῖο ἀντὶ τῆς σοῖο κτητικῆς· ἐν δὲ ἄρθροις εἶδος· καὶ θώρη χ’ , ὁ γὰρ ἦν ο ἱ , ἀντὶ τοῦ ὃς γὰρ ἦν οἱ· καὶ μῦθος δ’ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω ἀντὶ τοῦ ὁ μὲν νῦν. [20]

### 287

γένος δὲ ἐν μὲν ὀνόμασιν· Αἴθη θῆλυς ἐοῦσα ἀντὶ τοῦ θήλεια, καὶ ἡδὺς ἀυτμὴ ἀντὶ τοῦ ἡδεῖα· ἐν δὲ μετοχαῖς γένος· οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ ἀντὶ τοῦ πληγεῖσαι δυϊκῶς. ἀριθμὸς δὲ ἐν μὲν ὀνόμασι· Θέσπειαν Γραῖάν τε ἀντὶ τοῦ Θεσπείας· καὶ μειδιόων βλοσυροῖσι προσώπασιν ἀντὶ τοῦ προσώπῳ· καὶ ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ· τὸ γὰρ ἀμφότερον ἐπὶ δύο καὶ οὐκ ἐπὶ πλειόνων τάσσεται. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις τοῦ λόγου μέρεσιν εἰ ἐναλλάσσοιντο οἱ ἀριθμοί. περὶ δὲ σχῆμα, ὡς ἐν ἀντωνυμίαις· ζωγρεῖ τ’ , αὐτὰρ ἐγὼν ἐμὲ λύσομα ι , ἀντὶ τοῦ ἐμαυτὸν συνθέτου. πτῶσις δὲ ἐν μὲν ὀνόμασιν· Νεστορίδα δ ’ ὁ μὲν οὔτασεν ἀντὶ τοῦ Νεστοριδῶν· καὶ Τρωσὶν μὲν προμάχιζεν ἀντὶ τοῦ Τρώων, καὶ μητίετα Ζεὺς ἀντὶ τοῦ μητιέτης. [15]

### 288

ἐν δὲ μετοχαῖς πτῶσις· ἀστράπτων ἐπιδέξι’, ἐναίσιμα σήματα φαίνων ἀντὶ τοῦ ἀστράπτοντα καὶ φαίνοντα. ἐν δὲ ἀντωνυμίαις πτῶσις· ἡμῖν δ ’ αὖτε κατεκλάσθη φίλον ἦτορ ἀντὶ τοῦ ἡμῶν. ἐν δὲ ἄρθροις πτῶσις· δοιοὺς δ’ ἄρ’ ὑπήλυθε θάμνους ἐξ ὁμόθεν πεφυῶτας, ὁ μὲν φυλίης, ὁ δ’ ἐλαίης, ἀντὶ τοῦ τὸν μὲν φυλίης, τὸν δὲ ἐλαίης. περὶ δὲ τὰς ἐγκλίσεις· ἵνα εἴδομεν ἄμφω ἀντὶ τοῦ εἰδῶμεν, καὶ μὴ ἴομεν Δανοῖσι μαχησόμενοι ἀντὶ τοῦ μὴ ἴωμεν. διαθέσεις ἐν ῥήμασιν· ὀφθαλμοῖσιν ὁρῶμαι ἀντὶ τοῦ ὁρῶ. διαθέσεις ἐν μετοχαῖς· πόλεις εὖ ναιεταώσας ἀντὶ τοῦ εὖ ναιομένας, καὶ κρέα πολλὰ δαιόμενος ἀντὶ τοῦ δαίων καὶ μερίζων. πρόσωπα ἐν ῥήμασιν· ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ, σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος, ἀντὶ τοῦ ἐπιπειθόμεθα καὶ δεδμήμεθα. πρόσωπα ἐν ἀντωνυμίαις· δεῦτε δὴ ἐννέπετε σφέτερον πατέρ’ ὑμνείουσαι, ἀντὶ τοῦ ὑμέτερον. χρόνοι ἐν ῥήμασιν· ἐγὼ δέ κ ’ ἄγω Βρισηίδα ἀντὶ τοῦ ἄξω. [15]

### 289

ἐν δὲ μετοχαῖς χρόνοι· τοῖσι δ ’ ἀνιστάμενος μετέφη ἀντὶ τοῦ ἀναστάς. ἐν δὲ ἐπιρρήμασι γίνεται σολοικισμὸς οὕτως· καὶ εἴσω δόρπον ἐκόσμει ἀντὶ τοῦ ἔνδον, καὶ ἐγγύθεν ἱσταμένη ἀντὶ τοῦ ἐγγύς. ἐν δὲ προθέσεσιν· εἰς Ἀγαμέμνονα δῖον ἀντὶ τοῦ πρὸς Ἀγαμέμνονα, καὶ ὑπὸ Ἴλιον ἦλθον ἀντὶ τοῦ ἐπὶ Ἴλιον. ἐν δὲ συνδέσμοις· αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι, ἀλλ’ ἕταρον πέμπω, ἀντὶ τοῦ ἑταῖρον δέ, καὶ ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλεν, ἀντὶ τοῦ κρατερὸν γάρ. περὶ δὲ τὴν ἐναλλαγὴν τῆς συντάξεως τῶν συνδέσμων γίνεται σολοικισμὸς οὕτως ὡς παρὰ Μενάνδρῳ· θυγάτριον, ἡ νῦν ἡμέρα δίδωσί μοι ἢ δόξαν ἤτοι διαβολήν. ἐχρῆν γὰρ ἤτοι δόξαν ἢ διαβολήν. ταῦτα δὲ πάντα παρὰ τοῖς μὲν ποιηταῖς σχήματα, καθ’ ὑπόθεσιν δὲ ἐν χώρᾳ σολοικισμῶν παρείληπται. [15]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: nno-aa`.
