---
title: Testimony
title_greek: Μαρτυρία
author: Polybius of Megalopolis
eul_wid: ldg-ac
eul_aid: ldg
canonical: "https://eulogikon.org/works/polybius-megalopolis-testimony-ldg-ac"
lang: grc
period: Hellenistic
dialect: Koine
domain: "History, Biography"
genre: Historiography
content_hash: "sha256:04dc615cde01747f49c8294b4fbdfed68f5dc28c7801b62d143d580041457f68"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Testimony

*Μαρτυρία*

**Author:** Polybius of Megalopolis

**eul_wid:** `ldg-ac` · [HTML page](https://eulogikon.org/works/polybius-megalopolis-testimony-ldg-ac)

## Text

`2b,173,T.1`

<cite>Πολύβιος</cite>

τοῦ δὲ καιροῦ τοῦ κατὰ τὴν διήγησιν ἐφεστακότος ἡμᾶς ἐπὶ τὴν ἀρχὴν τῶν Φιλοποίμενος πράξεων, καθήκειν ἡγούμεθα, καθάπερ καὶ περὶ τῶν ἄλλων τῶν ἀξιολόγων ἀνδρῶν τὰς ἑκάστων ἀγωγὰς καὶ φύσεις ἐπειράθημεν ὑποδεικνύναι, καὶ περὶ τούτου ποιῆσαι τὸ παραπλήσιον. .... εἰ μὲν οὖν μὴ κατʼ ἰδίαν ἐπεποιήμεθα τὴν περὶ αὐτοῦ σύνταξιν, ἐν ἧι διεσαφοῦμεν καὶ τίς ἦν καὶ τίνων καὶ τίσιν ἀγωγαῖς ἐχρήσατο νέος ὤν, ἀναγκαῖον ἦν ὑπὲρ ἑκάστου τῶν προειρημένων φέρειν ἀπολογισμόν. ἐπεὶ δὲ πρότερον ἐν τρισὶν βιβλίοις ἐκτὸς ταύτης τῆς συντάξεως τὸν ὑπὲρ αὐτοῦ πεποιήμεθα λόγον, τήν τε παιδικὴν ἀγωγὴν διασαφοῦντες καὶ τὰς ἐπιφανεστάτας πράξεις, δῆλον ὡς ἐν τῆι νῦν ἐξηγήσει πρέπον ἂν εἴη τῆς μὲν νεωτερικῆς ἀγωγῆς καὶ τῶν νεωτερικῶν ζήλων κατὰ μέρος ἀφελεῖν, τοῖς δὲ κατὰ τὴν ἀκμὴν αὐτοῦ κεφαλαιωδῶς ἐκεῖ δεδηλωμένοις ἔργοις προσθεῖναι καὶ κατὰ μέρος, ἵνα τὸ πρέπον ἑκατέραι τῶν συντάξεων τηρῶμεν. ὥσπερ γὰρ ἐκεῖνος ὁ τόπος ὑπάρχων ἐγκωμιαστικὸς ἀπήιτει τὸν κεφαλαιώδη καὶ μετʼ αὐξήσεως τῶν πράξεων ἀπολογισμόν, οὕτως ὁ τῆς ἱστορίας, κοινὸς ὢν ἐπαίνου καὶ ψόγου, ζητεῖ τὸν ἀληθῆ καὶ τὸν μετʼ ἀποδείξεως καὶ τῶν ἑκάστοις παρεπομένων συλλογισμῶν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ldg-ac`.
