---
title: "Lexicon of Names: Book X"
title_greek: "Ὀνομαστικόν, Ιʹ"
author: Pollux of Naucratis
eul_wid: qsq-aaj
eul_aid: qsq
canonical: "https://eulogikon.org/works/pollux-naucratis-lexicon-book-10-qsq-aaj"
lang: grc
period: Roman
dialect: Attic
content_hash: "sha256:773ff4d82a0ffe09f4c7fd519fd3dce5c728f8e055d8e80d1fa7553be04ed030"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon of Names: Book X

*Ὀνομαστικόν, Ιʹ*

**Author:** Pollux of Naucratis

**eul_wid:** `qsq-aaj` · [HTML page](https://eulogikon.org/works/pollux-naucratis-lexicon-book-10-qsq-aaj)

## Text

<!-- 10.1 -->Κομμόδῳ Καίσαρι Ἰούλιος Πολυδεύκης χαίρειν. ἐνέτυχόν ποτε βιβλίῳ τῳ τὸν Ξενοφῶντος Ἱππικῶν ἐξηγεῖσθαι λέγοντι. εὑρὼν δὲ ὀνόματος κρίσει τοῦτο Ἐρατοσθένην ἐν τῷ Σκευογραφικῷ λέγειν, ἐπῆλθέ μοι ζητεῖν τὸ τοῦ Ἐρατοσθένους βιβλίον διὰ τὸ προσαγωγὸν τῆς χρήσεως· ὡς δʼ εὗρον μόλις, οὐδὲν εἶχεν ὧν ἤλπισα. τὸ τοίνυν ὑπʼ ἐμοῦ μὲν ἐλπισθέν, ὑπʼ ἐκείνου δʼ οὐ πληρωθὲν ἔγνων αὐτὸς ἐκτελέσαι. καὶ οἶμαί σοι πειρωμένῳ φανεῖσθαι τουτὶ τὸ βιβλίον ὑπὲρ πάντα τῇ χρείᾳ· <!-- 10.2 -->καὶ γὰρ εἰ μηδὲ τῶν ἄλλων μηδὲν ἔξω τοῦ χρησίμου, τοῦτο γοῦν διὰ τῶν συνηθεστάτων ἥκει καὶ ὧν ἑκάστοτε χρῄζομεν. διὰ τοῦτο καὶ πλείους ἐπηγαγόμην ἐνταῦθα τοὺς μάρτυρας, ὅτι τὰ πλείω τῶν ὀνομάτων ἀπολογίας ἢ θράσους ἐδεῖτο. εἰ δέ τινα τῶν νῦν εἰρημένων κἀν τούτῳ γέγραπται, μὴ πάνυ θαυμάσῃς· ἀθροίζοντα γὰρ τὰς τῶν σκευῶν προσηγορίας οὐκ ἐκ τῶν παλαιῶν συλλέγειν μόνον ἀλλὰ κἀκ τῶν ἰδίων ἔδει. εὐτύχει κύριε.

<!-- 10.10 -->Σκεύη τὰ κατʼ οἰκίαν χρήσιμα καὶ κατʼ ἀγροὺς ἢ τέχνας ἔδοξέ μοι καλῶς ἔχειν συναγαγεῖν, ἵνʼ ἔχῃς, ὅτου ἂν ἑκάστοτε χρῄζῃς, ὥσπερ ἐκ σκευοθήκης λαβών· αὐτὸ μὲν γὰρ τοὔνομα τῆς σκευοθήκης εὕροις ἂν ἐν τοῖς Αἰσχύλου Ψυχαγωγοῖς

  
καὶ σκευοθηκῶν ναυτικῶν τʼ ἐρειπίων,  
καὶ παρʼ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος, «σκευοθήκην δὲ ᾠκοδόμουν·» Θουκυδίδης δὲ ἀποθήκην αὐτὴν καλεῖ, φήσας «τοῖς τε χρήμασι καὶ τοῖς σκεύεσιν ἀποθήκην.» αὐτὰ δὲ τὰ σκεύη καλοῖτʼ ἂν ἔπιπλα ἤγουν ἡ κούφη κτῆσις, τὰ ἐπιπολῆς ὄντα τῶν κτημάτων· ὁ γοῦν Εὔπολις ἐν τοῖς Κόλαξι προειπὼν

  
ἄκουε δὴ σκεύη τὰ κατʼ οἰκίαν,  
ἐπήγαγε

παραπλησίως τε συγγέγραπται τοῖς τὰ ἔπιπλα. Ἡρόδοτος δὲ αὐτὰ ἐπίπλοα εἴρηκεν, οἷον ἃ καὶ πλέων ἄν τις ἐπικομίζοιτο, ὡς ἔγγειος καλεῖται κτῆσις ἡ λοιπή. <!-- 10.11 -->Ἰσαῖος δὲ ἐν τῷ πρὸς Διοκλέα περὶ χωρίου κατὰ τὴν ἑνικὴν χρῆσιν ἔπιπλον εἶπεν. δύναιτο δʼ ἂν ταῦτα καὶ ἀπόθετα σκεύη καλεῖσθαι, καὶ ἡ κατʼ οἶκον κατασκευή· νεώτερον γὰρ ἂν εἴη μᾶλλον ἡ ἀποσκευή. εἴποις δʼ ἂν αὐτὰ καὶ οἰκητήρια σκεύη καὶ χρηστήρια, τὸ μὲν Ἀλκαίου τοῦ ποιητοῦ εἰπόντος ἐν Πασιφάῃ

  
καὶ ναὶ μὰ Δίʼ ἄλλα σκευάριʼ οἰκητήρια,  
τὸ δὲ ἀπὸ τῆς χρήσεως ὀνομάσας. καίτοι με οὐ λέληθεν ὅτι τὰ πρὸς θεωρίαν ἢ θυσίαν σκεύη ὠνόμαζον χρηστήρια, ὡς καὶ Πλάτων ἐν τῇ Ἑλλάδι εἴρηκεν ὁ κωμικός· ἀλλὰ ἐγὼ κρίνω καὶ ἐπὶ τῶν κατʼ οἰκίαν χρησίμων καταχρῆσθαι τῷ ὀνόματι. ἐκαλεῖτο <!-- 10.12 -->δὲ ταῦτα ὑπὸ τῶν νεωτέρων καὶ μαλακὰ οἷον εὐμεταχείριστα, ὡς εἶπε Μένανδρος ἐν τῇ Περινθίᾳ

  
ὡσʼ ἐστὶ μαλακὰ συλλαβών  
  
ἐκ τῆς πόλεως τὸ σύνολον ἐκπηδᾷ θᾶττον,  
καὶ Δίφιλος ἐν Ἀπολιπούσῃ

  
εἴ τι μαλακὸν ὦ δύστηνʼ ἔχεις,  
  
σκευάριον ἐκπωμάτιον ἀργυρίδιον;  
  
ἐκδραμεῖ λαβὼν τόδε, δώσεις ἐμοί  
  
παρακαταθήκην;  
τὴν δὲ τοιαύτην κατασκευὴν ἐνδομενίαν οἱ πολλοὶ καλοῦσιν· ἐγὼ δὲ οὐκ ἐπαινῶ μὲν τοὔνομα, μηνύω δέ, ὅστις εἰπὼν αὐτὸ ἀπολογεῖσθαι βούλοιτο ὡς ἔστιν ἔν τινι βιβλίῳ, ὅτι ἐν Ὀλυμπιάδος ἀπογραφῇ, τῇ κατʼ ὄνομα περὶ τῶν φαμένων ἀφῃρῆσθαι τὰς δόσεις, οὕτως ἐγγέγραπται. κάλλιον δὲ ταύτην τὴν ἐνδομενίαν παγκτησίαν ἢ παμπησίαν ὀνομάσαι, ὡς ἐν Ἐκκλησιαζούσαις Ἀριστοφάνης· <!-- 10.13 -->τραγικώτερον γὰρ ἡ παγκληρία. τὰ δὲ σκεύη καὶ σκευάρια φίλον τοῖς κωμῳδοῖς καλεῖν. ὠνομάζετο δέ τινα σκεύη ἔμπυρα καὶ ἄπυρα, ὥσπερ καὶ σκεύη τριηρικὰ καὶ σκεύη ναυτικά, ἐφʼ ὧν ὁ μὲν Ξενοφῶν σκεύη ξύλινα καὶ κρεμαστά, ὁ δὲ Δημοσθένης ἀποτριβὴν τῶν σκευῶν. ὀνόματα δὲ ἀπʼ αὐτῶν πεποίηται τὸ κατασκευάσασθαι τὴν οἰκίαν τοῖς σκεύεσιν ἢ τὸν ἀγρὸν ἢ ὁτιδήποτε. <!-- 10.14 -->καὶ μέντοι ἡ σκευή, εἴτε ἡ ὁπλιτικὴ εἴτε ἡ τῶν ὑποκριτῶν εἴτε ἡ τῶν ὑποζυγίων, ἀφʼ ἧς εἴρηται τὸ «ἐπεσκευασμένα ἦν τὰ ὑποζύγια» οἷον ἐστρωματισμένα· καὶ σκευαγωγοὶ δʼ ἅμαξαι, καὶ τὰ σκευοφόρα καὶ ἐν Βατράχοις Ἀριστοφάνους σκευοφόρος, καὶ τὸ ῥῆμα σκευαγωγεῖν καὶ σκευοφορεῖν, καὶ τὸ ἀνασκευάζεσθαι τὰ ἐκ τῶν ἀγρῶν, καὶ τὸ ἐνεσκευάσθαι τινὰ σκευήν, καὶ τὸ ἐνσκευάσαι τι πρᾶγμα, καὶ οἱ παρὰ Θουκυδίδῃ ὅμοροι τοῖς Σκύθαις καὶ ὁμόσκευοι, καὶ αὐτόσκευος ὁ αὐτουργός, καὶ ἄσκευος ὁ ψιλός, καὶ ἀκατάσκευος ὁ εὐτελής. <!-- 10.15 -->τάχα δʼ ἀπὸ τούτων καὶ ἡ σκευωρία καὶ ἡ σκευοποιία καὶ τὸ ἐσκευοποιημένον πρᾶγμα, ὡς Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀρχεπόλιδος κλήρου «διαθηκῶν δὲ τεττάρων ὑπʼ αὐτῶν ἐσκευοποιημένων.» ὁ δʼ αὐτὸς ῥήτωρ ἐν τῷ πρὸς Λυσίβιον ἔφη «τοιαῦτα μέντοι οὗτοι ἐπὶ τῷ τεθνεῶτι σκευοποιοῦντες.» σκευοποιήματα δὲ Ὑπερείδης ἐν τῷ πρὸς Δημέαν καὶ σκευασίαν δὲ Ὑπερείδης καὶ σκευάσαι, καὶ συσκευασάμενοι τὰ πλείστου ἄξια, καὶ ἀσυσκεύαστον <!-- 10.16 -->ὡς Ξενοφῶν, καὶ σκευοποιοί, καὶ διασκευασάμενος τὴν οὐσίαν, ὡς φησὶ Δημοσθένης· καὶ σκευασάμενοι, ὡς Δείναρχος, τὰ ἐκ τῆς οἰκίας· καὶ ἀπεσκευασμένος τὰ χρήματα, καὶ ἀνασκευασθῆναι τὴν τράπεζαν, καὶ ἐπισκευάσαι τὸ τεῖχος, καὶ πομπείων ἐπισκευαστής. Κρατῖνος δʼ ἐν Πανόπταις τὸν σκευοφύλακα ἔοικε σκευωρὸν καλεῖν. τοῦτον δὲ καὶ σκοῖδόν τινες ὠνόμαζον, τὸν ἐπὶ τῶν σκευῶν ἐν ταῖς βαρβαρικαῖς ἀποσκευαῖς· ἕτεροι δὲ οὕτως οἴονται κεκλῆσθαι τὸν ἐπὶ τῶν σιτίων. τὸ μέντοι ἥψηται ἐσκεύασται ἐν τῷ ἕκτῳ Παιδείας Ξενοφῶν ἔφη· «καὶ τὰ ἑφθὰ πάντα μεθʼ ὕδατος τὰ πλεῖστα ἐσκεύασται.» Δημοσθένης δʼ ἔφη σκευωρούμενον.

<!-- 10.17 -->ὅτῳ δὲ τὰ σκεύη ἐκομίζετο, σκευοφόριον μὲν τοῦτʼ Ἀριστοφάνης καλεῖ τὸ ξύλον, Πλάτων δὲ ἐν Διὶ κακουμένῳ καὶ τὸ τόξον ἐν παιδιᾷ παρεικάζων ἔφη

  
κεράτινον εἶχε σκευοφόριον καμπύλον.  
ἀλλὰ μὴν καὶ ἀνάφορον κατὰ τὴν τῶν πολλῶν χρῆσιν εἴη ἂν ταὐτὸ τοῦτο εἰρημένον ἐν Ἀριστοφάνους Φοινίσσαις

  
καὶ τὸν ἱμάντα μου  
  
ἔχουσι καὶ τἀνάφορον·  
ἔτι δὲ σαφέστερον ἐν Βατράχοις,

  
μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.  
τὸν μέντοι σκευοφόρον ἐν Ταξιάρχοις Εὔπολις σκευοφοριώτην παίζων ἐκάλεσεν.

<!-- 10.18 -->ἵνα δʼ ἐπιπράσκετο τὰ σκεύη, τῆς ἀγορᾶς τὸ μέρος τοῦτο ὠνομάζοντο κύκλοι, ὡς Ἄλεξις ὑποδηλοῦν ἔοικεν ἐν Καλασίριδι

  
ποῖ δή μʼ ἄγεις διὰ τῶν κύκλων;  
σαφέστερον δὲ ἐν τῷ Μαινομένῳ Δίφιλος

  
καὶ προσέτι τοίνυν ἐσχάραν καινὴν κάδον  
  
στρώματα συνὸν ἀσκοπήραν θύλακον,  
  
ὥς που στρατιώτην ἄν τις ἀλλὰ καὶ κύκλον  
  
ἐκ τῆς ἀγορᾶς ὀρθὸν βαδίζειν ὑπολάβοι·  
  
τοσοῦτός ἐσθʼ ὁ ῥῶπος ὅσον σὺ περιφέρεις.  
καὶ μὴν εἰ γυναικείαν ἀγορὰν τὸν τόπον οὗ τὰ σκεύη τὰ τοιαῦτα πιπράσκουσιν ἐθέλοις καλεῖν, εὕροις ἂν ἐν ταῖς Συναριστώσαις Μενάνδρου τὸ ὄνομα. εἴποις δʼ ἂν τὴν πρᾶσιν τῶν ἐπίπλων τὴν ὑπὸ κήρυκι γιγνομένην, ἣν νῦν ἀπαρτίαν καλοῦσιν, ἀγορὰν καὶ παμπρασίαν. τοὔνομα δὲ ἡ ἀπαρτία ἔστι μὲν Ἰωνικόν, ὠνομασμένων <!-- 10.19 -->οὕτω παρʼ αὐτοῖς τῶν κούφων σκευῶν, ἃ ἔστι παραρτήσασθαι, ᾗ διανοίᾳ καὶ τὰ ἔπιπλα ὠνομάσθαι φαμέν· ἀπὸ μέντοι τῶν σκευῶν ἤδη καὶ τὸ πρᾶγμα τῆς πράσεως αὐτῶν καὶ τὸν τόπον οὕτω κεκλήκασιν, ὥσπερ οἱ Ἀττικοὶ ἀπὸ τῶν πιπρασκομένων καὶ τὰ χωρία ὠνόμαζον, λέγοντες εἰς τοὖψον καὶ εἰς τὰ μύρα καὶ εἰς τὸν χλωρὸν τυρὸν καὶ εἰς τὰ ἀνδράποδα. εἰ μέντοι καὶ ἐν βιβλίῳ τινὶ τοὔνομα τὴν ἀπαρτίαν εὑρεῖν ἐθέλοις, ὡς ὑπὲρ τῶν λεγόντων ἀπολογοῖο, εὑρήσεις ἔν τε τῷ δευτέρῳ τῶν Ἱππώνακτος ἰάμβων

  
ἀκήρατον δὲ τὴν ἀπαρτίαν ἔχει,  
καὶ παρὰ Θεοφράστῳ ἐν τῷ δεκάτῳ Νόμων.

<!-- 10.20 -->Τὸν μὲν οὖν τοῦ παντὸς οἴκου δεσπότην ὅτι καὶ ναύκληρον καὶ ἱστιοπάμονα Δωρικῶς καὶ στέγαρχον καὶ στεγανόμον κλητέον, ἐπεὶ καὶ τὸ ἐνοίκιον οὐ ναῦλον μόνον ἀλλὰ καὶ στεγανόμιον, ἔχεις προειρημένον. παίζων δʼ εἰ καὶ σταθμοῦχον ἐθέλοις αὐτὸν καλεῖν, ἐρεσχηλῶν τινὰ ἢ ἐκπειρώμενος, ὁ δὲ δεινὸς ὢν εἰς ὀνομάτων χρῆσιν λαμβάνοιτο τοῦ ῥήματος ὡς οὐκ ἂν εἴη δόκιμον, οὐδὲ σὺ μὲν ἂν αὐτὸ πάντῃ δόκιμον εἶναι νομίζοις, οὐ μέντοι οὐδὲ παντελῶς ἀδόκιμον· ὅτι δὲ ἔστιν εἰρημένον εἰ γνωρίζοις, φιλότιμος εἶναι δόξεις. εἴρηται τοίνυν ἐν Αἰσχύλου Σισύφῳ

  
σὺ δʼ ὁ σταθμοῦχος εὖ κατιλλώψας ἄθρει.  
<!-- 10.21 -->Ἀντιφάνης δὲ ἐν Ὀβρίμῳ φησὶν

  
ἂν κελεύῃ με σταθμοῦχος.—ἡ σταθμοῦχος δʼ ἔστι τίς;  
  
ἀποπνίξεις γάρ με καινὴν πρός με διάλεκτον λαλῶν.  
  
ἤτε τάκτοιμι στεγάρχον.  
ἀλλὰ μὴν τὸ κοινότατον τουτὶ καὶ μᾶλλον τεθρυλημένον, τὸν οἰκοδεσπότην καὶ τὴν οἰκοδέσποιναν, οὐκ ἀποδέχομαι μὲν τοὔνομα, ὡς δὲ ἔχῃς εἰδέναι, μηνύω σοι ὅτι καὶ ταῦτα ἄμφω εὗρον ἐν Θεανοῦς τῆς Πυθαγόρου γυναικὸς ἐπιστολῇ πρὸς Τιμαρέταν γραφείσῃ. ὁ δὲ οἰκοδεσπότης ἔστι καὶ Ἀλέξιδος ἐν Ταραντίνοις.

<!-- 10.22 -->Τῶν δὲ σκευῶν εἰ πρῶτα τὰ περὶ τὰς θύρας ῥητέον, μοχλοὶ καὶ ὀχλεῖς καὶ κλεῖδες εἰσὶν καὶ κληῖδες, καὶ βάλανοι καὶ βαλανάγραι, καὶ κλεῖθρα καὶ κλῇθρα καὶ ἐπίσπαστρον καὶ ῥόπτρον—τὸ γὰρ ἐπικροῦον τὴν θύραν οὕτως ὠνόμαζον—καί που καὶ στρόφιγγες καὶ γιγγλύμοι καὶ κορῶναι καὶ κόρακες Ποσείδιππος γοῦν ἐν Γαλάτῃ φησὶ «κόρακι κλείεθʼ ἡ θύρα.» παρὰ δὲ τοῖς νεωτέροις τούτοις καὶ ἀντίκλειδες εἴρηνται· παρὰ δὲ Ἀριστοφάνει ἐν Σφηξὶ κατάκλειδες τὰ κατακλείοντα τὰς θύρας. <!-- 10.23 -->παρὰ δὲ Ἡροδότῳ καὶ ἐπισπαστῆρες· φησὶ γοῦν ἐν τῷ ἕκτῳ βιβλίῳ «ἐπιλαβόμενος δὲ τῶν ἐπισπαστήρων εἴχετο.» ἐν δὲ τοῖς Δημιοπράτοις καὶ ἐμμόχλια σιδηρᾶ. οἱ μὲν οὖν ἀκριβέστερον ἑρμηνεύειν πειρώμενοι τὰς κλεῖς οἴονται προσήκειν λέγειν, ὅτι καὶ παρὰ Δημοσθένει ἐπὶ τοῦ ἐν τῷ σώματι μέρους εἴρηται «τὴν κλεῖν κατεαγότα·» ὁμώνυμον δʼ ἐστὶν ἑκάτερον ἑκατέρῳ τοὔνομα, τό τε μέρος τῷ σκεύει καὶ τὸ σκεῦος τῷ μέρει. ἐν δὲ τῷ Λυσίου πρὸς Φίλιππον ἐπιτροπῆς τὰς κλεῖδας εὑρήκαμεν, <!-- 10.24 -->παρὰ δὲ Ἀριστοφάνει ἐν Αἰολοσίκωνι καὶ κλειδίον, ἐν μέντοι τοῖς Πλάτωνος τοῦ κωμικοῦ Μετοίκοις

  
σημεῖα παρασημεῖα, κλεῖν παρακλείδιον.  
αἱ μὲν οὖν θύραι καὶ σανίδες καὶ πτύχες ὀνομάζονται· θύραι δʼ αὐτὸ τὸ χάσμα ἐστὶ τῆς θύρας. ἐν δὲ τοῖς Δημιοπράτοις πέπραται θύρα διάπριστος καὶ θύραι συνδρομάδες· <!-- 10.25 -->ἐν δὲ Κρατίνου Διονυσαλεξάνδρῳ εἴρηται

  
παραστάδας καὶ πρόθυρα βούλει ποικίλα.  
ἡ δὲ ὀπὴ εἴρηται ἐν Αἰολοσίκωνι Ἀριστοφάνους

  
καὶ διʼ ὀπῆς κἀπὶ τέγους.  
καὶ ἀπὸ μὲν τῶν μοχλῶν τὸ «μόχλωσον τὴν θύραν» ἐν Λημνίαις Ἀριστοφάνους, ἀπὸ δὲ τῶν κλειδῶν τὸ κλεῖσαι συγκλεῖσαι παρακλεῖσαι ἐπικλεῖσαι, ἐφʼ οὗ καὶ τὸ προσθεῖναι τὴν θύραν καὶ συναγαγεῖν καὶ ἐπισπάσασθαι καὶ ἐπιβαλεῖν καὶ ἐπιφράξαι καὶ ἐπαγαγεῖν <!-- 10.26 -->καὶ κατακλῖναι καὶ ἐπικλῖναι, ὥσπερ καὶ τῷ ἀνοῖξαι ταὐτόν ἐστι τὸ ἀνακλῖναι ἀνεῖναι ἐκπετάσαι ἀναπετάσαι, παρὰ δὲ τοῖς κωμῳδοῖς καὶ τὸ ἀναζυγῶσαι ταὐτὸν τῷ ἀνοῖξαι σημαίνει, ὥσπερ τῷ κλεῖσαι τὸ ἐπιζυγῶσαι. καὶ τὸ ζυγώθρισον δὲ ἐπὶ τοῦ κλεῖσον εἰώθασι τάττειν. καὶ μὴν καὶ βαλανῶσαι τὴν θύραν ἐκεῖνοι λέγουσι, καὶ

  
οὐδεὶς βεβαλάνωκε τὴν θύραν  
ἐν ταῖς Δαναΐσιν ἔφη Ἀριστοφάνης. <!-- 10.27 -->ὁ δὲ Θουκυδίδης στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου ἔφη κεχρῆσθαί τινα ἐς τὸν μοχλόν. τῷ δὲ κλεῖσαι ἴσον καὶ τὸ πακτοῦν καὶ τὸ ἐπιπακτοῦν τὰς θύρας ἐστίν, ὥσπερ τῷ ἀνοίγειν ταὐτὸν τὸ λύειν, ὡς ἔφη Εὐριπίδης «λῦε πακτὰ δωμάτων·» ὡς τοὐναντίον Ἀριστοφάνης «προπύλαια πακτοῦν» ἢ πάλιν «καὶ ἐπιπακτοῦν τὰς θύρας·» ἢ ὡς Ἀρχίλοχος πακτῶσαι τὸ κλεῖσαι.

<!-- 10.28 -->Ἐπεὶ δὲ τῷ πυλωρῷ τὸ καθαίρειν καὶ καταρραίνειν τὴν οἰκίαν ἀναγκαῖόν ἐστιν, εἴπωμεν τὰ πρόσφορα τούτῳ τῶν σκευῶν, οἷον τὸ κόρημα· καλεῖται δʼ οὕτω καὶ τὸ σκεῦος καὶ τὸ κάθαρμα τὸ κορούμενον. τὸ δὲ ῥῆμα κορεῖν ἂν λέγοις. καὶ τὸ μὲν σκεῦος κόρημα ὑπὸ Εὐπόλιδος εἴρηται ἐν τοῖς Κόλαξι

  
τουτὶ λαβὼν τὸ κόρημα τὴν αὐλὴν κόρει·  
<!-- 10.29 -->τὸ δὲ κορούμενον ἐν Σκηνὰς καταλαμβανούσαις Ἀριστοφάνους

  
ὥσπερ ἐν Καλλιππίδῃ  
  
ἐπὶ τοῦ κορήματος καθέζομαι χαμαί.  
εἰ δὲ καὶ καλλύνειν φαίης ἂν τὸ κορεῖν, ἦ που καὶ τὸ κόρημα κάλλυντρον. εἰ δὲ καὶ σαίρειν φήσεις τὸν θυρωρόν, τί κωλύει κἀκεῖνο καλεῖν σάρον; ἡ χρῆσις γὰρ ἀπὸ τῆς ἅλω καὶ ἐπὶ τὰς οἰκίας ἄγει τοὔνομα, ὥσπερ καὶ μυλήκορον ἄν τις αὐτὸ καλέσειεν· καίτοι σαφὲς ὅτι τοῦτο μύλωνι προσήκει· ἀλλʼ ὅμως Ἄρχιππος εἴρηκεν ἐν Ἰχθύσι

  
τὴν ἀγορὰν μυληκόρῳ.  
<!-- 10.30 -->τὸ δὲ ῥαίνειν καὶ διαρραίνειν καὶ καταρραίνειν καὶ ψεκάζειν καὶ ῥανίζειν ἔστιν εἰπεῖν, τὸ δʼ ἀγγεῖον ἐν ᾧ τοῦτο ποιεῖ κρωσσόν, ὑδρίαν ὑδρεῖον, ἀμφορέα ἀμφορίσκον ἀμφορείδιον, κεράμιον, κώθωνα, στάμνον, κάλπιν, ἄγγος ἀγγεῖον ἀγγείδιον, τεῦχος κεραμεοῦν γήινον χυτρεῖον χαλκοῦν. διʼ ὧν δὲ τὸ ὕδωρ φέρεται, ἀμάραι, ὑδρορρόαι, ὀχετοί, σωλῆνες. ὀχετόκρανα δʼ ἂν εἴποις τὰς τῶν ὀχετῶν ἀρχάς, ὡς Ὑπερείδης ἐν τῷ περὶ ὀχετοῦ. <!-- 10.31 -->διʼ ὧν δὲ ἐκφέρεται τὸ ὕδωρ, κρουνοί. εἰ δὲ καὶ ἐκ φρεάτων ἢ λάκκων τὸ ὕδωρ ἀπαντλεῖς, δέοιτʼ ἂν σκευῶν ἀντλητῆρος, ἀντλίας, ἱμονιᾶς, ἱμάντος, κάλου, σχοινίου, κάδου, τροχαλίας, τάχα δὲ καὶ κηλωνείου. μέρη δὲ τροχαλίας τονία τοπεῖα ἀξόνια. τῷ δὲ προσδεῖ καὶ ἁρπάγης καὶ κρεάγρας καὶ λύκου· οὕτω γὰρ ἐκάλουν τὰ σκεύη οἷς τοὺς ἐκπεσόντας τῶν κάδων ἐκ τῶν φρεάτων ἀνέσπων· ὅτι γὰρ καὶ κρεάγραν καλοῦσι τὴν ἁρπάγην, δηλοῖ ἐν Ἐκκλησιαζούσαις Ἀριστοφάνης λέγων

  
τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνοίμεθʼ ἄν;  

<!-- 10.32 -->Πρὸ μὲν οὖν τοῦ κοιτῶνος ἐπὶ ταῖς θύραις παραπετασμάτων σοι δεῖ, εἴτε ἁπλοῦν εἴη τὸ παραπέτασμα λευκὸν ἐξ ὀθόνης, εἴτε καὶ τρίχαπτόν τι βαπτόν, εἴτε πολύχρουν, ἐφʼ οὖ Ἀριστοφάνης ἂν εἴποι

  
τὸ παραπέτασμα τὸ Κύπριον τὸ ποικίλον.  
ἐν δὲ τῷ κοιτῶνι δεῖ μὲν εἶναι καὶ κλίνην τινὰ ἢ κλινίδιον ὡς ἐν Λυσιστράτῃ Ἀριστοφάνης, ἢ κλινάριον ὡς ἐν Δαιταλεῦσιν, ἢ κλινίδα ὡς ἐν Ὀδυσσεῦσι Κρατῖνος<!-- 10.33 -->. ἐπὶ δὲ τῶν κλινῶν ἀκουστέον, ὅταν φῇ

  
οἱ δʼ ἀλυσκάζουσιν ἐπὶ ταῖς κλινίσιν·  
οὐ μέντοι ἀγνοῶ ὅτι κλινὶς ἐκαλεῖτο τὸ ἐπὶ τῆς ἁμάξης καταστορνύμενον, ὅταν μετίωσι τὰς νύμφας, ἐφʼ οὗ κάθηται ἡ νύμφη μεταξὺ τοῦ παρόχου τε καὶ τοῦ νυμφίου. καλεῖται δὲ τὸ κλινίδιον καὶ κλιντήριον, ὡς ἐν Διονύσῳ ναυαγῷ Ἀριστοφάνης ἔφη

  
τί ὦ πονηρέ μʼ ἐξορίζεις ὥσπερ  
  
κλιντήριον;  
<!-- 10.34 -->μέρη δὲ κλίνης ἐνήλατον καὶ ἐπίκλιντρον, ὑπὸ Ἀριστοφάνους εἰρημένον. Σοφοκλῆς δʼ ἐν Ἰχνευταῖς σατύροις ἔφη «ἐνήλατα τρίγομφα διάτορος ἐρείδεται.» εἴδη δὲ κλίνης ἀργυρόπους, παράπυξος, ὡς ἐν τῷ Διονυσαλεξάνδρῳ Κρατίνου «κλίνην τε παράπυξον,» καὶ ἀμφίκολλος· οὕτω γὰρ τὴν κατακεκολλημένην ὠνόμασεν ἐν ταῖς Ἑορταῖς Πλάτων

  
ἔπειτα κλίνην ἀμφίκολλον πυξίνην.  
<!-- 10.35 -->σὺ δὲ κἂν ἐλεφαντίνην εἴποις καὶ χελώνης καὶ σφενδάμνου καὶ σφενδαμνίνην· Ἀριστοφάνης γὰρ ἐν Ἀχαρνεῦσιν εἴρηκε σφενδάμνινοι. ἀλλὰ καὶ σκίμπους τῶν ἔνδον σκευῶν, ὃς καὶ ἀσκάντης ἐστὶν εἰρημένος καὶ σκιμπόδιον. ἐν δὲ τῇ Κρίτωνος Μεσσηνίᾳ καὶ τῷ Ῥίνθωνος Τηλέφῳ καὶ κράββατον εἰρῆσθαι λέγουσιν· ἐγὼ δʼ οὐκ ἐντετύχηκα τοῖς δράμασιν. τῶν γὰρ ἀδοξοτέρων ἡ χαμεύνη καὶ τὸ χαμεύνιον· ἐν γοῦν τῷ σατυρικῷ Σκίρωνι Εὐριπίδης φησὶ

  
σχεδὸν χαμεύνῃ σύμμετρος Κορινθίας  
  
παιδός, κνεφάλλου δʼ οὐχ ὑπερτείνεις πόδα.  
<!-- 10.36 -->ἐν δὲ τοῖς Δημιοπράτοις πέπραται Ἀλκιβιάδου χαμεύνη παράκολλος καὶ κλίνη ἀμφικνέφαλλος. καὶ μὴν τό γε τῇ κλίνῃ ἢ τῷ σκίμποδι ἐντεταμένον ὡς φέρειν τὰ τυλεῖα, σπάρτα σπαρτία, τόνος, κειρία, τάχα δὲ καὶ σχοῖνος καὶ σχοινία καὶ κάλοι· ὧν ἐπὶ τὰ ἄλλα κοινῇ κειρία ἔστιν ἐν Ὄρνισιν Ἀριστοφάνους, παραδηλοῦντος αὐτοῦ καὶ τὰ σπάρτα, ὅταν φῇ

  
Σπάρτην δʼ ἐγὼ θείμην ἂν ὄνομα τἠμῇ πόλει;  

<!-- 10.37 -->  
οὐδʼ ἂν χαμεύνῃ πάνυ γε κειρίαν ἔχων.  
ὁ δὲ τόνος ἐν τῇ Λυσιστράτῃ. καὶ Θουκυδίδης μέν φησιν «ἐκ κλινῶν τοῖς σπάρτοις ἀπαγχόμενοι,» Φιλιππίδης δʼ ἐν Λακιάδαις

  
κράτιστόν ἐστι τοῦτον ἐκτεμεῖν, γύναι,  
  
τὸν δίφρον, ἄχρηστα παντελῶς οὕτως ἔχει τὰ σπάρτα,  
  
ἕτερον δὲ καινὸν ἐμβαλεῖν αὐτῷ τόνον.  

<!-- 10.38 -->ἑπέσθω δὲ τῇ κλίνῃ τυλεῖα, κνέφαλλα, δάπιδες, τάπητες ἀμφιτάπητες· Δίφιλος γοῦν φησὶν ἐν Κιθαρῳδῷ

  
ἐξανίσταμαι  
  
τὸν ἀμφιτάπητα συστορέσας,  
καὶ Ἀλκιβιάδου δὲ ἀμφιτάπης τις πέπραται. Ὁμήρου δὲ τὴν αἰγίδα ἀμφιδάσειαν εἰπόντος, ἔστι καὶ τὴν ἀμφίμιτον στρωμνὴν ἀμφιδάσειαν καλεῖν. πρὸς δὲ τούτοις ἑπέσθω προσκεφάλαια πτιλωτά, προσκεφάλαια ὑπαρχένια. εἴποις δʼ ἂν οἶμαι καὶ χνοῦν καὶ μνοῦν ἐπὶ τῶν μαλακῶν, Ἀριστοφάνους εἰπόντος ἐν μὲν Βαβυλωνίοις «ἔχεις ἄχυρα καὶ χνοῦν,» ἐν δὲ Δαναΐσι «τῶν χειρῶν ἔργα μνοῦς ἐστιν.» <!-- 10.39 -->τὰ μὲν οὖν τυλεῖα καὶ τὰ κνέφαλλα οὐ μόνον παρὰ τοῖς κωμῳδοῖς ἔστιν, ἀλλὰ καὶ ἐν τοῖς Δημιοπράτοις πέπραται κνέφαλλον καινὸν καὶ κνέφαλλον παλαιόν. καὶ τύλη δὲ παρʼ Εὐπόλιδι ἔστιν ἰάζοντι ἐν τοῖς Κόλαξιν. ἀλλὰ καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ Ἰοκλεῖ λέγοντι «ἀλλὰ καὶ λινορραφῆ τυλεῖα·» ὧν καὶ τοὺς τεχνίτας ἔοικεν Ὑπερείδης ἐν τῷ ὑπὲρ Μίκας ὀνομάζειν, εἰπὼν «ἐμισθώσατο τυλυφάντας.» <!-- 10.40 -->ἐν δὲ Ἀμφιάρεῳ Ἀριστοφάνους

  
κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν,  
δῆλον ὅτι ὡς καὶ σκυτίνων καὶ ἐρεῶν γινομένων, ὡς καὶ ἐν τοῖς Ἀλκιβιάδου πέπραται προσκεφάλαιον σκύτινον καὶ λινοῦν καὶ ἐρεοῦν. ἐν δὲ Ἀντιφάνους Φάωνι κατὰ τὴν κοινὴν χρῆσιν ἔστιν εὑρεῖν τὰς τύλας «στρώματα κλίνας τύλας» ὥσπερ καὶ παρὰ Σαπφοῖ. οὐ μὴν φαῦλον τετηρηκέναι ὅτι τὸ ναυτικὸν ὑπηρέσιον ἰδίως Κρατῖνος ἐν ταῖς Ὥραις προσκεφάλαιον ... <!-- 10.41 -->τοῦτο μὴ καλεῖσθαι νομιζόντων, ἀλλὰ ὑπηρέσιον μόνον. ἡ μέντοι καλουμένη λυχνὶς ἀνθήλη ἐκαλεῖτο. εἰ δὲ καὶ τὸ κνέφαλλον μὴ ἐπὶ τοῦ τυλείου τις ἀκούειν βούλοιτο, ὥσπερ ἡ πολλὴ χρῆσις ἔχει, ἀλλʼ ἐπὶ τοῦ ἐμβαλλομένου πληρώματος, ὃ γνάφαλον καλοῦσι, προσχρήσεται τῷ ῥηθέντι ἐν Πανταλέοντι Θεοπόμπου, εἰ καὶ ἀμφισβητεῖται τὸ δρᾶμα· προειπὼν γὰρ ὁ ποιητὴς «ὠνητιῶν τὸ δέρμα τοῦ θηρός» ἐπήγαγε «ῥάψας ὅλον σάξαι κνεφάλλων.» ἔστι δʼ εἰπεῖν ἁπαλὴ στρωμνὴ καὶ μαλακὴ καὶ βαθεῖα. <!-- 10.42 -->τὰ δὲ στρώματα ἐπιβλήματα, περιβόλαια, ἐφεστρίδες, χλαῖναι, δάπιδες, ξυστίδες, τάχα δὲ καὶ περιστρώματα· εἴρηται γὰρ παρά τε Φιλίστῳ ἐν τῇ ἕκτῃ καὶ ἐν τῇ Σιμύλου Μεγαρικῇ. ἐπαινῶν δʼ ἂν εἴποις στρωμνὴ λεπτή, εὐυφής εὐήτριος, ὑγρά, περιρρέουσα, στιλπνή στίλβουσα, εὔχρως, ἀνθοῦσα εὐανθής πολυανθής, ποικίλη παμποίκιλος πολύμορφος, πορφυρᾶ, ἁλουργίς ἁλιπόρφυρος, πρασεῖος, ὑσγινοβαφής, ἰοειδής, κροκοειδής κόκκῳ ἀνθοῦσα, κοκκοβαφής, ὀρφνίνη, ἐπιπόρφυρος περιπόρφυρος πορφυρομιγής παραπόρφυρος καὶ κατὰ Ξενοφῶντα <!-- 10.43 -->ὁλοπόρφυρος, ἐπίχρυσος χρυσοειδής χρυσοβαφής χρυσόπαστος· ζῷα ἐνύφαντο, ἄνθη ἐνεπεποίκιλτο, θηρία ἐνεγέγραπτο, ἄστρα ἐνήστραπτεν.

καὶ μὴν τοῖς μὲν οἰκέταις ἐν κοιτῶνι ἢ προκοιτῶνι ἀναγκαῖα σκεύη χαμεύνια καὶ ψίαθοι καὶ φορμοὶ καὶ σάμαξ· ἔστι δʼ ὁ σάμαξ ῥὶψ καλάμου τοῦ καλουμένου σάκτου, μάλιστα δὲ ἐπὶ στρατείας αὐτῷ ἐχρῶντο, ὡς Χιωνίδης ἐν Ἥρωσιν

  
πολλοὺς ἐγᾦδα κοὐ κατὰ σὲ νεανίας  
  
φρουροῦντας ἀτεχνῶς κἀν σάμακι κοιμωμένους.  
<!-- 10.44 -->τοῖς δὲ δεσπόταις, τῷ μὲν ἀνδρὶ καὶ λάσανα ἀναγκαῖα καὶ ἁμίς, ἣν Σοφοκλῆς ἐν Πανδώρᾳ ἐνουρήθραν καλεῖ καὶ Αἰσχύλος οὐράνην. ὅτι δὲ οὐ μόνον ἐπὶ τοῦ ἀκινήτου ἀποπάτου τὰ λάσανα ὀνομαστέον ἀλλὰ καὶ ἐπὶ τοῦ τιθεμένου καὶ ἀναιρουμένου μαρτυροῦσιν Ἀριστοφάνης μὲν ἐν Προάγωνι εἰπὼν

  
οἴ μοι τάλας, τί μου στρέφει τὴν γαστέρα;  
  
βάλʼ ἐς κόρακας· πόθεν ἂν λάσανα γένοιτό μοι;  
<!-- 10.45 -->εἰ δὲ τοῦτο ἀμφίβολον, ἀλλὰ Φερεκράτης ἐν τοῖς Κραπατάλλοις

  
πρὸς τῇ κεφαλῇ μου λάσανα καταθεὶς πέρδεται.  
καὶ δίφρον δʼ ἂν εἴποις τὰ λάσανα εὐφημότερον, καὶ διφρίσκον. τῇ δὲ γυναικὶ σκάφιον, ὡς ἐν Αὐτολύκῳ Εὔπολις

  
τί δῆτʼ ἄν, εἰ μὴ τὸ σκάφιον αὐτῇ παρῆν;  
ἄμφω δὲ παράλληλα ἐν Πολυίδῳ Ἀριστοφάνης

  
σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἁμίς.  

<!-- 10.46 -->ἐξαναστάντι δʼ ἐξ ὕπνου τὸ πρόσωπον ἀπονίπτεσθαι δέον, ὁ παῖς πρόχουν τινὰ ἔχων προσοίσει, νεαροῦ τοῦ ὕδατος ἐπιχέων κατὰ λέβητος ἢ λουτηρίου τινός, ἐπεὶ καὶ τοῦτο τοὔνομα ἐπὶ μὲν τῶν λουτρῶν Αἰσχύλος εἴρηκεν, ἐπὶ δὲ τῶν νῦν λουτήρων Ἀναξίλας ἐν Λουτροποιῷ,

  
ἐν τοῖς βαλανείοις οὐ τίθεται λουτήρια,  
ἐπὶ δὲ τῶν παρὰ τοῖς ἰατροῖς ἐκλούτρων ὀνομαζομένων Ἀντιφάνης ἐν Τραυματίᾳ

  
κατεσκευασμένος  
  
λαμπρότατον ἰατρεῖον εὐχάλκοις παντο-  
  
λουτηριδίοις ἐξαλείπτροις, κυλικέσσι  
  
σικιέσσιν, ὑποθέτοισιν.  
οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς Δημιοπράτοις εὑρίσκομεν λουτήριον καὶ ὑπόστατον.

<!-- 10.47 -->κείσθωσαν δʼ ἐν τῷ κοιτῶνι θρόνοι, κλισμοί, δίφροι διφρίσκοι— οὕτω γὰρ ἐν Νεφέλαις Ἀριστοφάνης ἐπὶ τοῦ ἁρματίου δίφρου—δίφροι ὀκλαδίαι, δίφροι διωχεῖς ἐν Φερεκράτους Ἀγαθοῖς εἰρημένοι, οἷον οἱ δύο ὀχοῦντες, δίφροι Θετταλικοί, ὡς ἐν Αὐτολύκῳ Εὐπόλιδος «δίφρος Θετταλικὸς τετράπους,» θρᾶνοι θρανία θρανίδια ἐν Νήσοις Ἀριστοφάνους, <!-- 10.48 -->βάθρα βαθράδια ὡς ἐν Ταγηνισταῖς, σκολύθρια, ἅπερ ἐστὶ μικροὶ τρίποδες Θετταλικοὶ δίφροι· τὸ δὲ ὄνομα καὶ ἐν Εὐθυδήμῳ Πλάτωνος. καὶ θρᾶνοι δὲ δίφροι ἂν εἶναι δοκοῖεν, εἰπόντος ἐν Πλούτῳ Ἀριστοφάνους

  
ἀντὶ δὲ θράνου στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας  
  
πιθάκνης πλευρὰν ἐρρωγυῖαν.  
<!-- 10.49 -->καὶ θρανίον δὲ ὑποκορισάμενος ἂν εἴποις. καίτοι με οὐ λέληθεν ὅτι θρανίον καὶ ἄλλως ξυλήφιόν τι ἐστίν· Ἀριστοφάνης γοῦν τῷ ὀνόματι ἐπὶ πατταλίου κέχρηται ἐν τοῖς Βατράχοις, περὶ τοῦ δεῖν ἀπάγξασθαι λέγων

  
μία μὲν γάρ ἐστιν ἀπὸ κάλω καὶ θρανίου.  
ἐπιθράνους δʼ ἐκάλουν τὰ ξύλα τὰ κατακλείοντα τοὺς πλινθίνους τοίχους.

παρακεῖσθαι δέ σοι χρὴ βλαύτας βλαυτία, ὑποδήματα· καί που καὶ σανδάλια ἄν τις εἴποι καὶ διάβαθρα. καὶ τὰ μὲν εἴδη τῶν ὑποδημάτων προείρηται, τά τʼ ἀνδρεῖα καὶ τὰ γυναικεῖα· προσθετέον δʼ ὅτι Θεόπομπος ὁ κωμικὸς ἐν Παμφίλῃ <!-- 10.50 -->σανδάλια εἴρηκεν, ἀλλʼ ἐπὶ γυναικὸς Μένανδρος δὲ ἐν Μισογύνῃ καὶ σανδαλοθήκας οἶδε. ὑπεῖναι δὲ δεῖ ποδεῖα, πίλους, πέλλυτρα· οὕτω γὰρ τὰ ποδεῖα Σοφοκλῆς καλεῖ, τοὺς δὲ περὶ τοῖς ποσὶ πίλους οὐ Πλάτων μόνον ἐν Συμποσίῳ φήσας «ἐνειλιγμένων τοὺς πόδας εἰς πίλους καὶ ἀρνακίδας,» ἀλλὰ καὶ Κρατῖνος ἐν Μαλθακοῖς

  
λευκοὺς ὑπὸ ποσσὶν ἔχων πίλους.  
ἔξεστι δʼ εἰπεῖν καὶ πλεκτοὺς πίλους, καὶ ἐπὶ τῶν ὀνομαζομένων οὐδώνων πίλους τριμίτους, Λυσίππου εἰπόντος ἐν Βάκχαις «ἀλλὰ τρίμιτός ἐστι ἐπίπλεκτος.»

<!-- 10.51 -->τὰ δὲ τῆς ἐσθήσεως εἴδη προειρηκώς, οὐκ ἂν δέοι μοι ἐνταῦθα πολυλογεῖν· οὐ τοίνυν οὐδὲ δακτυλίους καὶ σφραγῖδας καὶ σφραγίδια χρὴ νῦν ἐπιλέγειν. ἀλλʼ εἰ μὲν αἰωρήσει τῇ διʼ ὀχημάτων χρῷτό τις περὶ τὴν ἕω, θέρους ὄντος, πρὶν ἢ τὸν ἥλιον περιφλέγειν, τὰ εἴδη τῶν ὀχημάτων ἰστέον, εἴθʼ ἅρματα εἴτʼ ὄχους εἴθʼ ἁμάξας εἴτε ἀπήνας εἴτε λαμπήνας αὐτὰ προσήκει καλεῖν· <!-- 10.52 -->ἔστι δὲ τοὔνομα ἡ λαμπήνη ἐν τῇ Σοφοκλέους Ναυσικάᾳ καὶ ἐν τοῖς Μενάνδρου Ἁλιεῦσιν. ἀλλὰ τὰ μὲν τῶν ὀχημάτων σκευοφόρα ἂν εἴη, τὰ δὲ ἐνθρόνια, τὰ δὲ εἰς τὸ ἐγκατακλῖναι ἐνεύναια, τὰ δὲ κατάστεγα καὶ στεγαστὰ καὶ καμάραι· οὕτω γὰρ Ἡρόδοτος ὠνόμασεν, Ξενοφῶν δὲ ἐν τῇ Παιδείᾳ τὸ ἐστεγασμένον μέρος τῆς ἁμάξης ὑποσημαίνων ἔφη «κατέκλιναν κατεκάλυψαν τὴν σκηνήν.» καὶ τὰ μὲν τετράκυκλα τὰ δὲ δίκυκλα. καὶ οὐδὲν <!-- 10.53 -->δεῖ περὶ μερῶν ἐπιλέγειν, οἷον σῶτρα ἐπίσωτρα ἁψῖδας πλήμνας κνήμας παραξόνια κερκίδας παρακύκλους ἄξονας καὶ πάνθʼ ὅσα τοιαῦτα, ἀλλὰ περὶ τούτων καθʼ ἕκαστον προείρηται· μηνύειν δὲ ὅτι ζεῦγος πᾶν ἂν καλοῖτο τὸ ἐζευγμένον, καὶ εἰ τριῶν ὑποζυγίων ἢ καὶ τεττάρων εἴη, λέγοιτο δʼ ἂν ζεύγη ὀρικὰ καὶ ζεύγη ἡμιονικὰ καί που καὶ ἱππικά. καὶ μονίππῳ δʼ ἄν τις χρῷτο ἀνδρειοτέρᾳ κινήσει ἐπινεάζων. ἀλλὰ τοῖς μὲν ὀχήμασι ταπήτων δεῖ ἢ ἀμφιταπήτων ἢ προσκεφαλαίων ἢ στρωμάτων, ὡς καὶ τοῖς ἡνιόχοις κέντρων μαστίγων <!-- 10.54 -->μυώπων ἐγκεντρίδων—καὶ γὰρ ἐγκεντρίδας ἐπὶ τῇ τῶν ὑποζυγίων χρήσει Πλάτων ὁ κωμικὸς εἴρηκεν ἐν Ἑορταῖς— ἐπὶ δὲ τοῖς μονίπποις δέοιτʼ ἄν τις ἔχειν σάγην, ἔποχον, ἔφιππον, κημούς, φιμούς, ψάλια, χαλινούς, πνιγέας—καὶ γὰρ τὸν πνιγέα ἐπὶ ἵππου Ἀριστοφάνης ἐν Ἀναγύρῳ λέγει—φάλαρα, παρώπια, ἀνθήλια. καὶ ἐγκεντρίδας δὲ, ἃς τοῖς ποσὶ κατὰ τὰς πτέρνας οἱ ἱππεύοντες περιεδοῦντο· Φερεκράτης εἴρηκεν ἐν Δουλοδιδασκάλῳ. παρὰ δὲ Κράτητι ἐν ταῖς Τόλμαις καὶ «ἀστραγαλωτή τις μάστιξ» ὠνόμασται.

<!-- 10.55 -->τῶν δʼ ἱππικῶν σκευῶν ψήκτρα, σωρακίς, ἡνία, φορβειά, κεκρύφαλος, ῥυτήρ ῥυταγωγεύς, ἀγωγεύς· ὁ γοῦν Στράττις ἐν Χρυσίππῳ λέγει

  
πρόσαγε τὸν πῶλον ἀτρέμα, προσλαβών  
  
τὸν ἀγωγέα βραχύτερον· οὐχ ὁρᾷς ὅτι  
  
ἄβολός ἐστιν;  
τὴν δὲ ψήκτραν οὐ μόνον Ἀριστοφάνης ἐν Ἀναγύρῳ εἴρηκεν, ἀλλὰ καὶ Σοφοκλῆς ἐν Οἰνομάῳ

  
διὰ ψήκτρας σʼ ὁρῶ  
  
ξανθὴν καθαίρονθʼ ἵππον αὐχμηρᾶς τριχός.  
<!-- 10.56 -->ὁ μέντοι Πλάτων ὁ κωμικὸς ἐν Κλεοφῶντι μάραγναν τὴν μάστιγα ὠνόμασεν. ἐκαλοῦντο δέ τινες καὶ αὐλωτοὶ φιμοὶ διὰ τὸ κώδωνας ἔχειν προσηρτημένους, οἷς ἐγχρεμετίζοντες οἱ ἵπποι ἦχον ἐποίουν προσόμοιον αὐλῷ. καὶ σπάθην μὲν καὶ χιλωτῆρα καὶ στόμια καὶ ὑποστόμια καὶ στομίδας καὶ ἐχίνους καὶ τρόχους καὶ δακτυλίους καὶ σκληροὺς καὶ μαλακοὺς χαλινοὺς ἔχεις ἐν τοῖς ἱππικοῖς, στόμια δὲ πριονωτὰ ἐν Ἀναγύρῳ ἔφη Ἀριστοφάνης.

<!-- 10.57 -->Εἰ δὲ ἀπὸ τῆς αἰωρήσεως ἢ καὶ ἀπό τινος περιπάτου ἐν στοᾷ ἢ δρόμῳ ἢ ἄλσει γενόμενος ἐπὶ τὴν πρὸς τὰ βιβλία συνουσίαν τις τρέποιτο, ὥρα αὐτῷ ἔχειν βιβλία, χάρτας, ἰττέλας, διφθέρας, γραμματεῖα γραμματείδια, δέλτους δελτία, ὡς εἰπεῖν γραμματείδιον δίθυρον ἢ <!-- 10.58 -->τρίπτυχον ἢ καὶ πλειόνων πτυχῶν, ἢ καθʼ Ὅμηρον πίνακα πτυκτόν· καὶ Ἀριστοφάνης δὲ ἐν Θεσμοφοριαζούσαις ἔφη

  
πινάκων ξεστῶν  
  
δέξασθε σμίλης ὁλκούς,  
  
κήρυκας ἐμῶν μόχθων.  
καὶ πινακίδας ἂν εὕροις εἰρημένας ἐν ταῖς Φιλυλλίου Πόλεσιν· λέγει γέ τοι δωρίζων

  
ἐς τὰς πινακίδας διαμπερέως, ὅτι κἂν λέγοι  
  
τὰ γράμματα ἑρμηνεύς.  
ὁ δὲ ἐνὼν τῇ πινακίδι κηρὸς ἢ μάλθη ἢ μάλθα· Ἡρόδοτος μὲν γὰρ κηρὸν εἴρηκεν, Κρατῖνος δὲ ἐν τῇ Πυτίνῃ <!-- 10.59 -->μάλθην ἔφη, Ἀριστοφάνης δὲ ἐν τῷ Γηρυτάδῃ

  
τὴν μάλθαν ἐκ τῶν γραμματείων ἤσθιον.  
οὐ μὴν ἀγνοητέον ὅτι τὸν ἐπιτήδειον εἰς τὸ κατασημαίνεσθαι κηρὸν οἱ παλαιοὶ ῥύπον ὠνόμαζον, καὶ ῥύπους ἐν Λυσιστράτῃ Ἀριστοφάνης·

  
καὶ μηδὲν οὕτως εὖ σεσημάνθαι τὸ μὴ οὐχί  
  
τοὺς ῥύπους ἀνασπάσαι.  
τῷ δὲ παιδὶ δέοι ἂν προσεῖναι γραφεῖον, παραγραφίδα, καλαμίδα, πυξίον· εἴρηται μὲν γὰρ καὶ ἐπὶ ζῳγράφου τοὔνομα ἐν Ἀναξανδρίδου Ζῳγράφοις ἢ Γεωγράφοις—ἑκατέρως γὰρ ἐπιγράφεται τὸ δρᾶμα—«πυξίον λαβὼν κάθου,» <!-- 10.60 -->οὐδὲν δὲ κωλύει καὶ εἰς ταύτην αὐτὸ τὴν χρῆσιν τὴν ἐπὶ τῷ γράφειν ὑφʼ ἡμῶν ἄγεσθαι, ἐπεὶ καὶ Ἀριστοφάνης οὕτω κέχρηται. προσθετέον δὲ τοῖς εἰρημένοις μέλαν, μελανοδόχον, καλάμους. εἰ δὲ καὶ τὸ ἀναλογεῖον ἐθέλοις προσονομάζειν, οὕτω μὲν ἐπὶ τοῦ τοῖς βιβλίοις ὑποκεισομένου παρʼ οὐδενὶ τῶν κεκριμένων εὗρον, Ἀθήνησι δὲ ἦν ὑπὲρ ὑδρείου τινός, οὗ τὸ ὕδωρ ἐπεξεχεῖτο, ποίημα καὶ ἀνάθημα Διογένους, ὃ καὶ Διογένειον ἀναλογεῖον ἐκαλεῖτο. παρὰ μέντοι Ἐρατοσθένει ἐν τοῖς περὶ κωμῳδίας, ὡς ἔχοιμέν τινα τοῦ ὀνόματος τοῦδε ἀποστροφήν, εὕροις ἂν τοὔνομα ἐπὶ τοῦ σκεύους τοῦ τοῖς βιβλίοις χρησίμου.

<!-- 10.61 -->Δικάζειν μὲν οὖν ὁπότε δέοι, σκεύη ἂν εἴη δικαστικὰ κλεψύδρα καὶ προχοίδιον καὶ δίσκοι καὶ ψῆφοι, καὶ ἡλίσκος ἐπικρούειν τὴν κλεψύδραν· τὸν γὰρ ἧλον καὶ ἡλίσκον ἐν Ἥρωσιν Ἀριστοφάνης κέκληκεν. οὕτω γὰρ τὰ Ἀττικά· κημοὶ καὶ καδίσκοι καὶ ἐχῖνοι. κιβώτια δʼ ἴσως γραμματοφόρα καὶ γραμματεῖα καὶ κάλαμοι γραφεῖς, καὶ κληρωτήριον· εἰ γὰρ καὶ ἐπὶ τοῦ τόπου ἔοικεν εἰρῆσθαι τοὔνομα ἐν τῷ Γήραι Ἀριστοφάνους, ἀλλὰ καὶ ἐπὶ τοῦ ἀγγείου ἂν ἐναρμόσειεν.

<!-- 10.62 -->Ἐπὶ δὲ γυμνάσιον ἐντεῦθεν τραπομένῳ λήκυθος ἐλαιηρά τις ἔστω ἢ καὶ ληκύθιον, καὶ στλεγγίδες. καὶ ξυστίδας δʼ αὐτὰς ἄν τις εἴποι· ἔν τε γὰρ ταῖς Ἐπιχάρμου Νήσοις εὕρηται τοὔνομα, καὶ Δίφιλός που ἐν Κιθαρῳδῷ ἀνδρὶ εἴρηκεν

  
λήκυθον ξύστιν τʼ ἔχεις;—  
  
ἐγὼ δὲ καὶ ξύστραν.  
καὶ αὐτοληκύθους δέ τινας Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος ὀνομάζει, οὓς σαφέστερον ἄν τις ἐν τῷ Ἀντιφάνους Ἀθάμαντι κεκλῆσθαι λέγοι, εἰπόντος

  
χλαμύδα καὶ λόγχην ἔχων,  
  
ξυνακόλουθος, ξηρός, αὐτολήκυθος.  

<!-- 10.63 -->Καὶ μέντοι τῶν ἐν αὐτῷ τῷ βαλανείῳ σκευῶν ὀνόματα ἀσάμινθος, πύελος, κρουνός, ἀρύταινα, ἀρύβαλλος, κατάχυτλον, Ἀριστοφάνους μὲν εἰπόντος

  
βαλανεὺς δʼ ὠθεῖ ταῖς ἀρυταίναις,  
καὶ αὖ πάλιν

  
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ,  
Εὐπόλιδος δʼ ἐν Χρυσῷ γένει

  
ἀλλʼ ὦ φίλε Ζεῦ κατάχυτλον τὴν ῥῖνʼ ἔχεις.  
πύελον δʼ ὁμοίως ἐν Ταξιάρχοις

  
ὅστις πύελον ἥκεις ἔχων καὶ χαλκίον  
  
ὥσπερ λεχὼ στρατιώτης ἐξ Ἰωνίας·  
καὶ γὰρ τὸ χαλκίον ἕν τι τῶν λουτρῶν, ὥσπερ καὶ λέβης καὶ τρίπους ὁ ἐμπυριβήτης. <!-- 10.64 -->ἀσάμινθον δʼ Ὅμηρος,

  
ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο·  
καίτοι ἔν γε τοῖς Κρατίνου Ἥρωσι τὴν ἀσάμινθον κιβωτὸν νοοῦσιν, ἔνιοι δὲ ἔκπωμα.

τῶν δὲ γυμνασίοις προσηκόντων σκευῶν καὶ σάκτας ἐστὶ καὶ μάρσιπος καὶ σάκκος, καὶ κυνοῦχος ὑποδέξασθαι τὰ ἱμάτια, καί που καὶ συρία καὶ σύρα ἡ ἄκναπτος, καὶ κύνεως σπυρίς, καὶ ἁλτῆρες καὶ τροχοὶ καὶ δίσκοι καὶ ἀποτομάδες καὶ ὠμόλινον, οὐ Κρατίνου μόνον εἰπόντος τὸ ὠμόλινον, ἀλλὰ καὶ Αἰσχύλου ἐν Προμηθεῖ Πυρκαεῖ

  
λινᾶ δέ, πίσσα καὶ ὁμολίνου μακροὶ τόνοι.  

<!-- 10.65 -->Εἰσελθόντι δὲ μετὰ γυμνάσιον, εἰ καὶ πρὸ τοῦ πιεῖν θυτέον τε καὶ σπειστέον, θυμιατήριον ἄν τις σοι προσκομίζοι· τὸ δʼ αὐτὸ καὶ ἐσχάριον, οἶμαι, καλεῖται, ὥς που ἀμέλει ὁ μείζων βωμὸς ἐσχάρα. καί που καὶ σπονδεῖον, ᾧ τὸν οἶνον ἐπισπένδεις, καὶ λοιβεῖον, ᾧ τοὔλαιον· καὶ σφαγεῖον, εἰ θύεις, ὃ ὑφέξει τις τῷ τῶν ἱερείων αἵματι. καὶ κανοῦν δὲ ἀναγκαῖον ὑπεῖναι καὶ χέρνιβας καὶ χερνιβεῖον, εἰπόντος Ἀντιφάνους ἐν Βουσίριδι

  
καὶ τὸ χερνίβιον πρῶτον· ἡ πομπὴ σαφής.  

<!-- 10.66 -->Τραπομένῳ δʼ ἐπὶ τὸ πίνειν, ἵνα μὲν τὸ ὕδωρ θερμαίνεται, θερμαντῆρες θερμαστρίς θέρμαυστρις, χαλκία θερμαντήρια, ἐσχαρίδες, λέβητες λεβητάρια ἰπνολεβήτια· ἐκπώματα δὲ καὶ ἐκπωμάτια καὶ ποτήρια καὶ κώθωνες καὶ κότυλοι καὶ κοτυλίσκοι καὶ φιάλαι καὶ κύλικες καὶ κυλίσκαι καὶ κυλίσκια καὶ σκύφοι καὶ τὰ πολλὰ εἴδη τῶν ἐκπωμάτων ἐστὶ προειρημένα. <!-- 10.67 -->προσθετέον δὲ τὰς ἐν Θρᾴτταις Κρατίνου πέλικας, ἢ κύλικας ἢ προχοίδια εἶναι δοκούσας, καὶ τὴν ἐν Ἀριστοφάνους Σκηνὰς καταλαμβανούσαις

  
λήκυθον  
  
τὴν ἑπτακότυλον, τὴν χυτρίαν, τὴν καλὴν  
  
ἣν ἐφερόμην ἵνʼ ἔχοιμι συνθεάτριαν·  
εἴρηται γὰρ νῦν ἐπὶ ἐκπώματος, ὥσπερ καὶ τὸ παρὰ τῷ Κρατίνῳ ἐν Πυτίνῃ οἰνηρὸν ὀξύβαφον, καὶ τὸ ἐν Ἀντιφάνους Μύστιδι,

  
ἐξ ὀξυβαφίων κεραμεῶν ἐπίνομεν.  
<!-- 10.68 -->ἐν δὲ Ἀχαρνεῦσιν Ἀριστοφάνους

  
ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων.  
τὸ δὲ καλούμενον κυρίλλιον πρὸς τῶν Ἀσιανῶν βομβύλιον μὲν Ἀντισθένης εἴρηκεν ἐν τῷ Προτρεπτικῷ, οἱ δὲ καὶ σύστομον αὐτὸ ὀνομάζουσιν. τὸ δὲ σύστομον ὄνομα φιλήματός ἐστιν ἐν τοῖς Τηλεκλείδου Ἀψευδέσι μετʼ ἄλλων πολλῶν εἰρημένον· μήποτʼ οὖν βέλτιον στενόστομον αὐτὸ καλεῖν, εἴρηται δὲ τοὔνομα ἐπὶ ἀμφορέως ἐν σατυρικῷ δράματι Κήρυξι τοῖς Αἰσχύλου

  
στενόστομον τὸ τεῦχος.  
<!-- 10.69 -->ἔξεστι δὲ τὴν τράπεζαν, ἐφʼ ᾗ τὰ ἐκπώματα κατάκειται, τετράπουν τε τράπεζαν εἰπεῖν καὶ μονόπουν, καὶ εἴ τις βούλοιτο φιλοτιμεῖσθαι πρὸς τὴν καινότητα τῆς χρήσεως, τραπεζοφόρον. οὐκ ἐπὶ τούτου μὲν γὰρ εὗρον τοὔνομα ἐν τοῖς Ἀριστοφάνους Γεωργοῖς· ἐπεὶ δʼ οὖν εἴρηται ὁ τραπεζοφόρος, ἔστι καταχρῆσθαι τῷ ὀνόματι ἐκεῖ ῥηθέντι ἐπὶ τοῦ τὴν τράπεζαν φέροντος, ᾗ ἐπῆσαν τοῖς ἄρχουσιν αἱ μυρρίναι.

<!-- 10.70 -->τούτοις δὲ προσακτέον τὰ τῶν οἴνων ἀγγεῖα, οἰνοφόρα, ἀκρατοφόρα, ἀμφορεῖς καὶ ἀμφορίσκους, κάδους καὶ καδίσκους· Ἀνακρέων γοῦν ἔφη

  
οἴνου δʼ ἐξέπιον κάδον,  
καὶ Ἡρόδοτος «καὶ φοινικηίου οἴνου κάδον, Κρατῖνος δʼ ἐν Πυτίνῃ

  
τοὺς μὲν ἐκ προχοιδίου,  
  
τοὺς δʼ ἐκ καδίσκου.  
ἀλλὰ μὴν καὶ μετρητὴν τὸν ἀμφορέα κεκλῆσθαί φησιν ἐν τῇ Δωδεκάτῃ Φιλύλλιος

  
σοὶ μὲν οὖν τήνδʼ ἀμφορεῦ  

<!-- 10.71 -->  
δίδωμι τιμήν, πρῶτα μὲν τοῦτʼ αὔτʼ ἔχειν  
  
ὄνομα μετρητὴν μετριότητος οὕνεκα.  
καὶ Δημοσθένης δὲ ἐν τῷ πρὸς Φαίνιππον οἴνου μετρητὰς ἔφη. Φιλόχορος δὲ ἐν τῇ Ἀτθίδι παρὰ τοῖς παλαιοῖς φησὶ τὸν ἀμφορέα καλεῖσθαι κάδον καὶ τὸ ἡμιαμφόριον ἡμικάδιον· Ἐπίχαρμος μέντοι ἐν Φιλοκλίνῃ διακρίνειν ἔοικε κάδον καὶ ἀμφορέα, εἰπὼν

  
οὔτʼ ἐν κάδῳ δηλοίμην οὔτʼ ἐν ἀμφορεῖ.  
ἐκ δὲ τῶν οἰνοφόρων ἀγγείων ἀσκὸς καὶ ἀσκίδιον, ὡς ἐν Ἀχαρνεῦσιν Ἀριστοφάνης ἔφη, <!-- 10.72 -->καὶ πυτίνη, καὶ λάγυνος καὶ λαγύνιον· Δίφιλος δʼ ἄμφω λέγει, τὸ μὲν ἐν τῇ Ἑκάτῃ πολλάκις, τὸ δὲ λαγύνιον ἐν Ἀδελφοῖς. καὶ κρατὴρ καὶ κρατηρίδιον καὶ κρατήριον, καὶ στάμνος καὶ σταμνίον. καὶ ἔνιοι μὲν οὕτως οἴονται καλεῖσθαι μόνον τὸ Θάσιον, Ἀριστοφάνης δὲ ἐν Τελμισσεῦσι λέγει

  
οἴνου τε Χίου στάμνον ἥκειν καὶ μύρον·  
καὶ οὐ μόνον ἐπὶ τοῦ Χίου τὸν στάμνον εἴρηκεν, ἀλλὰ καὶ ἐπὶ τοῦ Θασίου ἐν τοῖς Ἀχαρνεῦσι ... “τὰ Θάσιʼ ἀμφορείδια.” <!-- 10.73 -->Εὔπολις δʼ ἐν τῷ Μαρικᾷ καὶ σταμνάριον εἴρηκεν. ἐν δὲ τούτοις ὀνομάζεται καὶ βίκος καὶ κοτύλη καὶ χοῦς· ἔνιοι μέντοι τὸν χοῦν καὶ πελίκην κεκλῆσθαι νομίζουσι, καὶ εἶναι τοὔνομα Βοιωτιόν. ἀλλὰ καὶ ἀσκοπυτίνη· καὶ γὰρ τοῦτʼ ἄν τις εὕροι ἐν Ἀντιφάνους Μελεάγρῳ. “ἀσκοπυτίνην τινὰ δίψους ἀρωγόν·” καὶ Μένανδρος δʼ ἐν Καρχηδονίῳ κέχρηται τῷ ὀνόματι. ἐν δὲ τοῖς ἀγγείοις τάττοιντʼ <!-- 10.74 -->ἂν καὶ ἃς εἴρηκεν Ἀριστοφάνης ἐν Ὁλκάσιν ὕρχας οἴνου ἐν δὲ τῷ Γήραι

  
ἐφʼ ὑδρίαν δανείζειν πεντέχουν ἢ μείζονα,  
ὥστʼ οὐ μόνον ὕδατος ἀλλὰ καὶ οἴνου ἂν εἴη ἀγγεῖον ἡ ὑδρία, ἣν καὶ φιδακνίδα ἄν τις εἴποι καὶ φενακνίδα, ὡς ἐν τοῖς Δημιοπράτοις, τάχα δὲ καὶ πλημοχόην· ἔστι δὲ κεραμεοῦν ἀγγεῖον, οὐκ ἔχον ὀξὺν τὸν πυθμένα ἀλλʼ ἑδραῖόν τε καὶ στάσιμον, ᾧ χρῶνται τῇ τελευταίᾳ τῶν μυστηρίων, ἣν ἀπʼ αὐτοῦ καλοῦσι πλημοχόην. ἐν τούτοις δʼ <!-- 10.75 -->ἔστι καὶ ψυκτήρ. ᾧ δὲ δεῖ ἀρύεσθαι τὸν οἶνον, ἔστιν ἀρυστὴρ καὶ ἀρύστιχος καὶ κύαθος καὶ οἰνοχόη καὶ οἰνήρυσις καὶ ἔφηβος καὶ λεπαστή· ὅτι δὲ ἡ λεπαστὴ οὐκ ἔκπωμα μόνον ἐστὶν ἀλλὰ καὶ οἰνοχόη, σαφὲς Ἀριστοφάνης ἐν τῷ Γηρυτάδῃ ποιεῖ· “περιέφερε δὲ κύκλῳ λεπαστὴν ἡμῖν ταχὺ προσφέρων παῖς, ἐνέχει τε.” ἔστι δʼ ἐν τούτοις καὶ ὁ σίφων, καὶ τὸ παρʼ Ἀριστοφάνει γευστήριον·

  
τρέχʼ ἐς τὸν οἶνον ἀμφορέα κενὸν λαβών  
  
τῶν ἔνδοθεν καὶ βύσμα καὶ γευστήριον.  
ἐκ δὲ τούτων καὶ ἡ χώνη, ὅταν εἴπῃ Φερεκράτης ἐν Πετάλῃ

  
κύλικα τοίνυν μέλανος ἀνθοσμίου  
  
ἤντλουν διὰ χώνης·  
καὶ ὁ τρύγοιπος, καὶ ὁ σάκος ἐπὶ τοῦ τρυγοίπου εἰρημένος, καὶ ὁ ὑλιστήρ. Ἱππῶναξ δέ φησι

  
στάζουσιν ὡσπερεὶ τροπηίον σάκκος.  

<!-- 10.76 -->Καὶ μὴν ὅτῳ φίλον ἀποβλύζειν πιόντι καὶ ἐξεμεῖν, ὅπερ οἱ πολλοὶ ἀποκοτταβίζειν καλοῦσιν, εὐτρεπιστέα τούτῳ λεκάνη τις ὑποδέξασθαι τὸ ἐπαναπλέον τοῦ ποτοῦ· καὶ γὰρ ἵνα ἐξεμοῦσι, καὶ τοῦτο λεκάνην ὠνόμαζον, ὡς Κρατῖνος μὲν ἐν Ὥραις ἔφη

  
μῶν βδελυγμία σʼ ἔχει;  
  
πτερὸν ταχέως τις καὶ λεκάνην ἐνεγκάτω.  
Πολύζηλος δὲ ἐν Δημοτυνδάρεῳ

  
λεκανίῳ γάρ  
  
πρῶτον μὲν ἐναπονίψεις,  
  
ἐνεξεμεῖς, ἐνεκπλυνεῖς,  
  
ἐναποβάσεις κυανία.  
ὥστε καὶ λεκάνιον τουτὶ τὸ ἀγγεῖον κλητέον. ἔξεστι δʼ αὐτὸ καὶ λέβητα καὶ λεβήτιον καλέσαι. καὶ σκάφην εἶπεν ἐν τῷ Ἀναγύρῳ Ἀριστοφάνης· “καὶ ἡμισκάφης δʼ ὡς ἐν τι ἐμποδιλονίων ἐμοῦμαι.”

<!-- 10.77 -->ταὐτὸν δʼ ἄν τις εἴποι τοῦτο καὶ περὶ ἐκείνου τοῦ σκεύους ᾧ τοὺς πόδας ἐναπονιπτόμεθα· λεκάνην τε γὰρ αὐτὸ ὀνομαστέον καὶ λέβητα, Ὁμήρου εἰπόντος

  
γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα,  
  
τῷ πόδας ἐξαπένιπτε.  
ἔξεστι δὲ καὶ σκάφην ὀνομάσαι κατʼ Αἰσχύλον που σκάφην εἰπόντα ἐν Σισύφῳ

<!-- 10.78 -->  
καὶ νίπτρα δὴ χρὴ θεοφόρων ποδῶν φέρειν.  
  
λεοντοβάμων ποῦ σκάφη χαλκήλατος;  
καλεῖται μέντοι καὶ ποδανιπτὴρ οὐ παρʼ Ἡροδότῳ μόνον ἀλλὰ καὶ ἐν Διοκλέους Βάκχαις·

  
ὑδρία τις ἢ χαλκοὺς ποδανιπτὴρ ὁ λέβης.  
τὸ δὲ ἀπʼ αὐτοῦ ὕδωρ νίπτρον ἢ λούτριον ἢ ποδάνιπτρον, ὡς ἐν Ἥρωσιν Ἀριστοφάνης λέγει. ἰστέον δὲ ὅτι τὴν λεκάνην πέλλην οἱ τραγῳδοὶ καλοῦσιν, οἱ δʼ Αἰολεῖς πελίκαν, μάλιστα τὴν ξυλίνην, ἀπὸ τοῦ πεπελεκῆσθαι· ἵνα δὲ ἀποπλύνεται τὰ ἐκπώματα, ὁλκαῖον, τάχα δὲ καὶ λουτήριον. <!-- 10.79 -->τὸ δʼ ὑπόθημα αὐτοῦ τάχα καὶ ὑπόστατον κλητέον, ὡς ἐν τοῖς Δημιοπράτοις εὑρίσκεται τοὔνομα ἐπὶ πάντων ὑποθημάτων, ἴσως δὲ καὶ καθʼ Ὅμηρον ὑπόκυκλον, εἰπόντα

  
χρυσέα δέ σφʼ ὑπόκυκλα ἑκάστῳ πυθμένι θῆκεν.  
τὸν δὲ πυθμένα καὶ πύνδακα ἄλλοι τε καὶ Φερεκράτης ἐν Λήροις·

  
λαβοῦσα μὲν τῆς χοίνικος τὸν πύνδακʼ εἰσέκρουσεν.  
Ἀριστοφάνης γοῦν ἐν Δράμασιν ἢ Κενταύρῳ “ἐκκρουσαμένους τοὺς πύνδακας” εἴρηκεν, τὴν δʼ ἀπύθμενον κύλικα ἐν Τριπτολέμῳ Σοφοκλῆς ἀπυνδάκωτον ὠνόμασεν·

  
ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ.  

<!-- 10.80 -->Ἡ δὲ ὑποκειμένη τοῖς ὄψοις τράπεζα καὶ τρίπους ἂν καλοῖτο· εἴρηκε γοῦν Ἀριστοφάνης ἐν Τελμισσεῦσι

  
καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;  
καὶ ἐν Ἐκκλησιαζούσαις

  
καὶ τὼ τρίποδʼ ἐξένεγκε καὶ τὴν λήκυθον.  
εἴρηνται δὲ οἱ τρίποδες καὶ παρὰ Ξενοφῶντι ἐν τῇ Ἀναβάσει, ὥσπερ καὶ τριπόδια, ὡς ἐν Ἱπποκόμῳ Μενάνδρου

  
τὰ δʼ ἐκ μέσου τριπόδια καὶ τραγήματα.  
<!-- 10.81 -->τὸ δʼ ἐπίθημα τοῦ τρίποδος κύκλον καὶ ὅλμον προσήκει καλεῖν, ἐπεὶ καὶ τοῦ Δελφικοῦ τρίποδος τὸ ἐπίθημα, ᾧ ἐγκάθηται ἡ προφῆτις, ὅλμος καλεῖται, ὡς τὰ μέσα τοῦ ἐμπύρου τρίποδος γάστρα καθʼ Ὅμηρον, ἐν δὲ τοῖς Δημιοπράτοις καὶ τράπεζά τις μονόκυκλος πέπραται. καὶ μὴν καὶ τὰ ἐπιτιθέμενα τοῖς τρίποσι τράπεζαι καλοῦνται, καὶ μαγίδες, ὅστις χρῆσθαι βούλοιτο τῷ ὀνόματι κυρίως ῥηθέντι ἐπὶ τῆς μάκτρας ἢ ἐπὶ τῆς τὰ ἱερὰ δεῖπνα ἢ τὰ πρὸς θυσίαν φερούσης, ὡς παρὰ Σοφοκλεῖ εἴρηται “τὰς Ἑκαταίας μαγίδας δόρπων.” <!-- 10.82 -->Κρατῖνος δʼ ἐν Βουσίριδι εἴρηκεν

  
ὁ βοῦς ἐκεῖνος χἡ μαγὶς καὶ τἄλφιτα.  
παρὰ μέντοι Ἐπιχάρμῳ ἐν Πύρρᾳ ἢ Προμηθεῖ καὶ κατὰ τὴν ἀνθρωπίνην χρῆσιν εἴρηται, “κύλικα μαγίδα λύχνον.” σκεύη δὲ τραπεζῶν τὰ πρὸς τροφῆς ὑπηρεσίαν κύκλοι, τεύχη, χεύματα, κοῖλοι πίνακες, πίνακες ἐκπέταλοι ἢ ὕπτιοι ἢ κυκλοτερεῖς, καί που καὶ πινακίσκοι τινὲς ἰχθυηροί. Ἀριστοφάνης δʼ ἔοικε διαιρεῖν τινὰς ἀπύρους καὶ ἐμπύρους πινακίσκους, ὡς ὅταν φῇ ἐν Τελμισσεῦσι <!-- 10.83 -->“πινακίσκον ἄπυρον ἰχθυηρόν.” τάχα δʼ εἴποι τις ἂν καὶ πινάκια· οὐ φαῦλον γὰρ χρῆσθαι τούτῳ τῷ ὀνόματι. ἐπὶ μὲν γὰρ τῶν ὀψοφόρων σκευῶν οὐ μέμνημαι παρά τινι εὑρών, ἐπὶ δὲ τῶν παρὰ ζῳγράφοις Ἰσοκράτους εἰπόντος τὰ πινάκια, οὐδὲν κωλύει ὑποκόρισμα τῶν πινάκων εἶναι δοκοῦν τοὔνομα κατὰ τὴν ὑπὸ τῆς συνηθείας γνῶσιν εἰς χρῆσιν ἐλθεῖν, ἐπεὶ καὶ οἱ πίνακες αὐτοὶ οὐ μόνον τὸ ὑπὸ τοῖς ὄψοις δηλοῦσιν ἀγγεῖον, ἀλλὰ καὶ δέλτον παρʼ Ὁμήρῳ <!-- 10.84 -->καὶ σανίδα ἄλυτον καί που καὶ τὰ τῶν ζῳγράφων πινάκια, ὡς καὶ ἐν τοῖς Δημιοπράτοις ἔστιν εὑρεῖν, “καὶ πίναξ ποικίλος ἀπʼ ὀροφῆς, καὶ πίναξ ἕτερος γεγραμμένος.” ἐκεῖ δέ που καὶ πίνακες μαζηροὶ πέπρανται, ἐν δʼ Ἀντιφάνους Ἀφροδίτης Γοναῖς καὶ πινακίσκιον ἔστιν εἰρημένον. τοῖς δʼ ἀγγείοις προσαριθμητέον λεκάνας λεκάνια λεκανίδια λεκανίδας λεκανίσκας, κάναστρα, μαζονομεῖα, τὰ μὲν μαζονομεῖα Ἀριστοφάνους εἰπόντος <!-- 10.85 -->ἐν Ὁλκάσι, τὰ δὲ κάναστρα τοῦ ποιήσαντος τοὺς Κεραμέας, οὕς τινες Ἡσιόδῳ προσνέμουσιν· λέγει γοῦν

  
εὖ δὲ περανθεῖεν κότυλοι καὶ πάντα κάναστρα·  
γίνεται δʼ οὐ κεράμεα μόνον ἀλλὰ καὶ ἄλλης ὕλης, ὥσπερ οἱ κότυλοι ὅτι καὶ ἀργυροῖ ἐγίνοντο, ἱκανὸς μηνῦσαι Ἀριστοφάνης ἐν Βαβυλωνίοις εἰπὼν

  
δεῖ διακοσίων δραχμῶν.—  

  
πόθεν οὖν γένοιντʼ ἄν;—τὸν κότυλον τοῦτον φέρε.  
τὰ μέντοι κάναστρα φελλώδεις τινὲς πινακίσκοι εἶναι δοκοῦσιν, ἀφʼ ὧν καὶ τὸ ἐκκενῶσαι ἢ ἐκπιεῖν κανάξαι λέγουσι καὶ ἐκκανάξαι, ὡς <!-- 10.86 -->καὶ Εὔπολις ἐν τοῖς Φίλοις “τὴν δʼ αὐτὸς ἐκκανάξει.” ἐν δὲ τοῖς Δημιοπράτοις οὐ κάναστρον μόνον ἀλλὰ καὶ κάνυστρον εὑρίσκομεν. ἐμβάφια, λεκάνια, τρύβλια, ὀξύβαφα ὀξυβάφια· οὐ γὰρ μόνον ἐπὶ τῶν κοτταβικῶν εἴρηται τὰ ὀξύβαφα, ἀλλὰ καὶ ἐπὶ τῶν εἰς τὴν ἐδώδιμον χρείαν, ὡς ἐν Ὄρνισιν Ἀριστοφάνης

  
ὀξύβαφον ἐντευθενὶ προσθοῦ λαβὼν ἢ τρύβλιον,  
κἀν ταῖς Φρυνίχου Μούσαις

  
κἀν ὀξυβάφω χρεῖσθαι τρεῖς χοίνικας ἢ δύʼ ἀλεύρων.  
καὶ λεκίδα δὲ Ἐπίχαρμος εἴρηκεν ἐν Ἥβης γάμῳ, “λεκίδα κἐμβάφια δύο,” ἐν δὲ Σκίρωνι καὶ πηλίνων λεκίς· <!-- 10.87 -->ἐν δὲ τοῖς Δημιοπράτοις λέκος εὑρίσκομεν, Ἱππώνακτος εἰπόντος

  
κἄλειφα ῥόδινον ἡδὺ καὶ λέκος πυροῦ.  
Ἱπποκράτης δὲ ἐν τῷ πρὸς τὰς Κνιδίας δόξας λεκίσκον εἴρηκεν. τὰς δὲ παροψίδας, ἡ μὲν πλείστη χρῆσις ἐλέγχει τοὔνομα ἐπὶ μάζης ἢ ζωμοῦ τινὸς ἢ ἐδέσματος εὐτελοῦς, ὃ ἔστι παροψήσασθαι, τεθέν· <!-- 10.88 -->οὐ μὴν ἀλλὰ κἀπὶ τὸ ἀγγεῖον ἑλκτέον τὴν κλῆσιν· οὐ γὰρ ἄχθομαι τὰ συνήθη τῶν ὀνομάτων, κἂν παρά τινι τῶν ἧττον κεκριμένων εὕρω, παράγων εἰς χρῆσιν, ἐπειδὰν ἔχω τὴν πρὸς τὸν εἰπόντα ἀποστροφήν. τὸ μὲν γὰρ ἐν τῷ Μεταγένους Φιλοθύτῃ

  
ὡς ἄν  
  
πολλαῖσι παροψίσι καὶ καιναῖς εὐωχήσω τὸ θέατρον  
οἶδʼ ὅτι ἔστιν ἀμφίβολον· τὸ δὲ ἐν τῇ Ἀντιφάνους Βοιωτίᾳ σαφέστατα ἐπὶ τοῦ ἀγγείου ἐστὶν εἰρημένον,

  
καλέσας τε παρατίθησιν ἐν παροψίσιν  
  
βολβούς.  
καὶ κυλίχνας δὲ ἀγγεῖον ὀψοφόρον ἐν Ταγηνισταῖς δόξειεν ἂν Ἀριστοφάνης λέγειν εἰπὼν

  
τὸ δʼ ἔτνος ἐν ταῖς κυλίχναις τουτὶ θερμὸν καὶ τοῦτο παφλάζον.  

<!-- 10.89 -->χρηστέον δὲ καὶ μυστίλαις ἢ μυστίλοις ἢ γλώτταις ἢ μυστιλαρίοις ἢ κοχλιωρύχοις ἢ λιστρίοις, καὶ μαχαίρᾳ ἢ μαχαιρίῳ ἢ μαχαιρίδι. ἡ μαχαιρὶς μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῆς κουρίδος· ἀλλʼ ὅταν Φερεκράτης ἐν Κραπαταλοῖς φῇ

  
μαχαιρίδʼ ἆρʼ ἐνέθηκας;—οὔ.—τί μʼ εἴργασαι;  
  
ἀμάχαιρος ἐπὶ βόεια νοστήσω κρέα,  
  
ἀνὴρ γέρων ἀνόδοντος,  
ἀπὸ τῆς μαχαίρας τῷ μαχαιρίῳ καὶ τῇ μαχαιρίδι χρηστέον· <!-- 10.90 -->ἐν δὲ τοῖς Δημιοπράτοις εὑρήκαμεν μαχαίρια ἐλεφάντινα καὶ μαχαίρια κεράτινα.

καὶ χέρνιβα δὲ καὶ λέβητας καὶ πρόχους καὶ χερνίβιον, ἀναγκαῖα καὶ ταῦτα, ἐκ τῆς παρʼ Ὁμήρῳ χρήσεως,

  
χέρνιβα δʼ ἀμφίπολος πρόχοόν τʼ ἐν χερσὶν ἔχουσα.  
ῥητέον δʼ αὐτὸ καὶ χειρόνιπτρον, Εὐπόλιδος εἰπόντος ἐν Κόλαξι “φροῦδον τὸ χειρόνιπτρον.” οἷς ἐπακτέον καὶ σπόγγους καὶ σπογγίας. ἐπὶ δὲ τούτοις κανᾶ καὶ κάνητα καὶ κανήτια. καὶ κανίσκια μὲν Φερεκράτης ἐν Ἥρωσιν εἶπεν

  
ὁ κάνης δὲ τῆς κοίτης ὑπερέχειν μοι δοκεῖ·  
<!-- 10.91 -->Ἀριστοφάνης δʼ ἐν μὲν Ἀχαρνεῦσι  <span class="gap">…</span> κάνητος, ἐν δὲ Γηρυτάδῃ “ἄλλος δʼ εἰσέφερε πλεκτῷ κανισκίῳ ἄρτων περίλοιπα θρύμματα.” καὶ κανοῦν δὲ ἀρτοφόρον. εἴποις ἂν καὶ κίστην ὀψοφόρον, ὅθεν καὶ

  
μήτηρ δʼ ἐν κίστῃ ἐτίθει περικαλλέʼ ἐδωδήν.  
καί που καὶ κοίτην, ὡς ἔν τε τοῖς Βάπταις Εὐπόλιδος

  
ἀλλὰ τὰς κοίτας γʼ ἔχουσι πλουσίως σεσαγμένας,  
καὶ ἐν Φερεκράτους Μυρμηκανθρώποις

  
ἀλλὰ καὶ τὰς κοίτας οἱ ἐν ἐμοῖν ἀποβανθʼ ἃ μέλλομεν  
  
ἀριστῆσιν.  
<!-- 10.92 -->ἐν δὲ τῇ Ἴωνος Ἀλκμήνῃ ὁ εἰς τὴν τῆς τροφῆς παρασκευὴν θύλακος σάγη ὠνόμασται. καὶ σπυρίδα δὲ ὀψωνιοδόκον πλεκτὴν ὄψων σχοῖνον ἐν Ἀμφιάρεῳ Ἀριστοφάνης ἔφη· ἐν δὲ Ἀχαρνεῦσι σπυρίδιον, ὃ καὶ πλέκος εἴρηκε παρατραγῳδῶν.

καὶ τὰ μὲν τῶν ἡδυσμάτων ἀγγεῖα ἐρεῖς κυψέλας, ὀξίδας, καὶ τὴν ἐλαιηρὰν ἐπίχυσιν, ἣν Εὔπολις μακρὸν χαλκίον ὠνόμασεν. καὶ Ἀριστοφάνης δʼ ἐν Ἀχαρνεῦσιν ἔφη

  
κατάχει σύ, παῖ, τοὔλαιον ἐκ τοῦ χαλκίου.  
τὸ δὲ ὄνομα ἡ ἐπίχυσις εἴρηται ἐν Ἀριστοφάνους Δαιταλεῦσιν· <!-- 10.93 -->ἐν δὲ Ταγηνισταῖς ὠνόμασταί τι καὶ μελιτηρὸν ἄγγος. εἴποις δʼ ἂν καὶ τὴν ἡδυσματοθήκην κυμινοδόκον, Νικοχάρους εἰπόντος ἐν Γαλατείᾳ

  
σοφαῖς παλάμαις τεκτόνων εἰργασμένον,  
  
πόλλʼ ἐν αὑτῷ λέπτʼ ἔχον καδίσκια  
  
κυμινοδόκον,  
καὶ κυμινοδόκη καὶ κυμινοθήκη τῶν εἰρημένων ἐστίν. καὶ κυμινοθήκη δʼ ἐν τοῖς Δημιοπράτοις, ἐν δὲ τῷ τοῦ Γελῴου Ἀπολλοδώρου Γραμματειδιοποιῷ κυμινοδόκη·

  
μεταξὺ τῶν λόγων δέ, τουτί μοι δοκεῖ  
  
κυμινοδόκην, οὐ γραμματεῖον περιφέρειν.  

<!-- 10.94 -->εἰ δὲ ἐπὶ ταῖς ἑστιάσεσιν ἕν τι τῶν ἀναγκαίων καὶ ἡ ῥιπίς, εἴρηται μὲν ἐπὶ τῆς ῥιπιζούσης τοὺς ἄνθρακας ἐν Ἀχαρνεῦσιν Ἀριστοφάνους

  
τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα,  
οὐδὲν μὴν κωλύει καὶ ἐπὶ τῆς τὰς μυίας ἀποσοβούσης καταχρῆσθαι τῷ ὀνόματι· καίτοι καὶ τὴν μυιοσόβην ἔν τε ταῖς Μενάνδρου Φιλαδέλφοις ἔστιν εὑρεῖν καὶ ἐν Ἀναξίππου Κιθαρῳδῷ,

  
μυιοσόβην λαβὼν παράστηθʼ ἐνθάδε.  

<!-- 10.95 -->Προσαριθμητέον δὲ τούτοις καὶ τὰ τοῦ μαγείρου σκεύη, χύτρας χυτρίδια χυτρίδας—ζετραίαν δὲ τὴν χύτραν οἱ Θρᾷκες καλοῦσι— λοπάδας λοπάδια, ἐχίνους ἐχινίσκους, χαλκία χαλκίδια, ἐσχάρας, ἐσχάρας ἰχθυοπτρίδας, ἐσχαρίδας, λέβητας λεβήτια λεβητάρια, ὀβελοὺς καὶ ὀβελοὺς βουπόρους καὶ ὀβελίσκους, ὡς Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν

  
φέρε τοὺς ὀβελίσκους, ἵνα πήξω τὰς κίχλας·  
<!-- 10.96 -->ἐν δὲ τοῖς Δημιοπράτοις γέγραπται καὶ ἄρτημα ὀβελίσκων. καὶ κρατευτὰς δὲ καὶ κρατευτήρια ἐρεῖς, καὶ ὡς ἐν τοῖς Δημιοπράτοις ἔστιν εὑρεῖν, μολυβδοκρατευτάς. τὰ μὲν οὖν δημιόπρατα, οὐ μόνον τοὔνομα παρʼ Ἀριστοφάνει ἐν τοῖς Ἱππεῦσιν ἔστιν

  
ἐπίπαστα λείχων δημιόπραθʼ ὁ βάσκανος,  
ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις κωμῳδοδιδασκάλοις· <!-- 10.97 -->πρὸς δὲ καὶ Λυσίᾳ λόγος ἔστιν ὑπὲρ τῶν δημιοπράτων πρὸς Εὐθίαν. ἐν δὲ ταῖς Ἀττικαῖς στήλαις, αἳ κεῖνται ἐν Ἐλευσῖνι, τὰ τῶν ἀσεβησάντων περὶ τὼ θεῶ δημοσίᾳ πραθέντα ἀναγέγραπται· ἐν αἷς ἄλλα τε πολλὰ σκεύη ἐστὶν ὠνομασμένα καὶ μολυβδοκρατευταί· καὶ Εὔπολις δὲ ἐν τοῖς Κόλαξιν ἔφη μολυβδίνους κρατευτάς.

τῶν δὲ μαγείρου σκευῶν καὶ κοπίδες καὶ σφαγίδες, καὶ σφάγιον, ᾧ ὑποδέχονται τὸ αἷμα τῶν ἱερείων· τὸ γὰρ σφάκτρον τέλους ὄνομα ἦν ἐπὶ τοῦ καταβαλλομένον ὑπὲρ τῶν θυομένων οὕτως ἐπονομασθέν. μαγείρου δʼ ἐστὶ σκεῦος καὶ τορύνη καὶ ἐόργη καὶ εὐέργη· <!-- 10.98 -->τὸ δὲ ῥῆμα τὸ τετορύνηκας ἔστιν ἐν Εὐβούλου Παρμενίσκῳ. ἐκ δὲ τῶν σκευῶν καὶ ἐτνήρυσις καὶ ζωμήρυσις, καὶ κρεάγρα καὶ ἁρπάγη καὶ λύκος καὶ ἐξαυστήρ, καὶ λίστρον καὶ λιστρίον, ὅ τινες ταγηνοστρόφιον, καὶ τάγηνον δέ. ἀλλὰ μὴν καὶ τήγανον ἂν ἔχοις εὑρεῖν εἰρημένον ἐν Εἵλωσιν Εὐπόλιδος, καὶ ἐν Τηλεκλείδου Ἀψευδέσιν

  
τὰ δὲ τήγανα  
  
ζέοντά σοι μολύνεται.  
ὑπόφαυλοι γὰρ οἱ ἐν Ἱπποκόμῳ Μενάνδρου τηγανισμοί. τὸ μέντοι ῥῆμα τὸ τηγανίζεσθαι ἔστιν ἐν Ἀποκλειομένῃ Ποσειδίππου· <!-- 10.99 -->καίτοι τό γε δρᾶμα Ἀριστοφάνους Ταγηνισταί. τὸν δὲ καλούμενον χυτρόποδα ἔστι μὲν καὶ λάσανα κεκλημένον εὑρεῖν, ὡς Διοκλῆς ἐν Μελίτταις

  
ἀπὸ λασάνων θερμὴν ἀφαιρήσω χύτραν·  
ἐν δὲ τῷ πρώτῳ τῶν Ἱππώνακτος ἰάμβων εἴρηται χυτροπόδιον, ὥσπερ καὶ παρʼ Ἡσιόδῳ

  
μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀφελόντα.  
ἀλλὰ τοῦτο μὲν ἕτερόν τι δηλοῖ. ὅταν δὲ Δίφιλος ἐν Ἐπικλήρῳ λέγῃ “χύτρον μέγαν παρὰ τοῦ μαγείρου,” δῆλον ὅτι τὴν χύτραν λέγει ἀλλʼ οὐ τὸν χυτρόποδα. <!-- 10.100 -->εἰδέναι δὲ οὐ φαῦλον ὅτι χύτρα καὶ φιλήματος εἶδος ἦν, ὁπότε τὰ παιδία φιλοίη τῶν ὤτων ἐπιλαμβανόμενα· ὑποδηλοῖ δὲ Εὔνικος ἐν Ἀντείᾳ

  
λαβοῦσα τῶν ὤτων φίλησον τὴν χύτραν.  
οὐ μὴν ἀλλὰ καὶ βαῦνον ἂν εἴποις τὸν χυτρόποδα, καί που καὶ ἀνθράκιον, Ἀλέξιδος εἰπόντος ἐν Λημνίᾳ

  
καὶ μὴν παρῆν ἀνθράκιον ἡμῖν ἐν μέσῳ  
  
σείσων τε καὶ κυάμων μεστός·  
καὶ γὰρ ὁ σείσων ἀγγεῖον ᾧ κυάμους ἢ ἄλλο τι τοιοῦτον ἐνέφρυγον. <!-- 10.101 -->καὶ μὴν καὶ ἐσχάραν εἴποις ἂν τὸ ἀνθράκιον τοῦτο, καὶ ἐσχάριον, Ἀριστοφάνους ἐν Ταγηνισταῖς εἰπόντος ἐσχάρια, καί που καὶ ἐσχαρίδα. ὁ δὲ Στράττις ἐν Ψυχασταῖς φησὶ

  
πῶς ἂν κομίσειέ μοί τις  
  
θυμαλώπων ὧδε μεστὴν ἐσχάραν.  
καὶ εἰσὶν οἱ θυμάλωπες οἱ ἡμίκαυτοι ἄνθρακες· οὐ γὰρ ἂν εἴη πρὸς τοῦ βιβλίου τοῦδε παραδηλοῦν ὅτι καὶ οἱ καλούμενοι τῶν ἀμπέλων ἐπίτραγοι.

τῶν δὲ μαγειρικῶν καὶ ἐλεόν, ξάνιον, ἐπίξηνον, τράπεζα μαγειρική, ἣν οἱ νεώτεροι ἐπικόπανον· ἔστι δὲ τοὔνομα παρὰ Μενάνδρῳ ἐν Μεσσηνίᾳ, “ἡγεῖται μὲν ὅλως ἐπικόπανόν τι.” <!-- 10.102 -->ἔτι δὲ μάκτρα, σκάφη, μαγίς, σκαφίς, κάρδοπος, κάνεον. καὶ νεόκοπον μὲν κάρδοπον Εὔπολις ἐν Αἰξὶν εἴρηκεν, ὡς Ἀριστοφάνης ἐν Σφηξὶ νεόκοπτον μύλην· Μένανδρος δὲ ἐν Δημιουργῷ ληνὸν εἴρηκε τὴν κάρδοπον. ταὐτὸν δὲ τοῦτο καὶ θυΐα καὶ ἀντλία· τὴν γὰρ σκάφην οὕτως ὠνόμασεν Ἀριστοφάνης ἐν Εἰρήνῃ. καὶ σκαφίδα δὲ τὴν σκάφην ταύτην ἐν ταῖς Ὁλκάσιν ἂν λέγοι, συντάξας οὕτω, “σκαφίδας μάκτρας.” <!-- 10.103 -->ἐν δὲ τοῖς Δημιοπράτοις εὑρίσκεται σκάφη μακρὰ καὶ σκάφη στρογγύλη. τὴν δὲ θυΐαν καὶ θυΐδιον εἴποις ἂν κατʼ Ἀριστοφάνην ἐν Πλούτῳ λέγοντα· καὶ ἴγδιν δὲ αὐτὴν κεκλήκασι Σόλων τε ἐν τοῖς ἰάμβοις λέγων

  
σπεύσι δʼ οἱ μὲν ἴγδιν, οἱ δὲ σίλφιον,  
  
οἱ δʼ ὄξος,  
καὶ ἔτι σαφέστερον Ἀντιφάνης Κοροπλάθῳ

  
γύναι, πρὸς αὐλὸν ἦλθες. ὀρχήσει πάλιν  
  
τὴν ἴγδιν.  
ἔστι μὲν οὖν ἴγδις καὶ ὀρχήσεως σχῆμα· ὁ δὲ παίζων πρὸς τοὔνομα κωμικῶς ἐπήγαγε “τὴν θυΐαν ἀγνοεῖς;” <!-- 10.104 -->τοῦτʼ ἔστιν ἴγδις ἡ θυία. τὸ δὲ πύραυνον, ᾧ τοὺς ἐμπύρους ἄνθρακας κομίζουσιν, εἴποις ἂν ἐμῇ δόξῃ καὶ πυρφόρον.

μαγειρικὰ δὲ καὶ κοπίδες καὶ δορίδες καὶ μαχαιρίδες. Ἀριστοφάνους γοῦν ἐν Ἱππεῦσιν ὁ μάγειρος λέγει “μαχαιρίδων τε πληγάς,” ὥσπερ καὶ ἐν τῷ Γήραι ὁ αὐτὸς ποιητὴς εἴρηκεν “κοπίδι τῶν μαγειρικῶν.” ἐκ δὲ τούτων καὶ τυρόκνηστις, ἣν καὶ κύβηλιν καλοῦσιν· ὧν ἡ μὲν τυρόκνηστις ἔστιν ἐν Πλάτωνος Ἀδώνιδι καὶ ἐν Ἀριστοφάνους Αἰολοσίκωνι,

δοῖδυξ, θυΐα, τυρόκνηστις, ἐσχάρα, ἡ δὲ κύβηλις ἐν Φιλήμονος Ἁρπαζομένῳ

  
ὁρῶ μαγείρου καὶ κύβηλιν καὶ σκάφην.  
<!-- 10.105 -->προσονομαστέον δὲ τούτοις καὶ πέλυκα καὶ δοίδυκα καὶ ἀλετρίβανον. γαστρόπτης δὲ ἐν τοῖς Δημιοπράτοις πέπραται, καὶ δευτήρ, κοινὸν ἀρτοποιῷ καὶ μαγείρῳ σκεῦος, ἀπὸ τοῦ δεύειν ὠνομασμένον. ἄβακα δʼ εἰ βούλοιό τι τῶν τοῦ μαγείρου σκευῶν καλεῖν, προσχρηστέον σοι Κρατίνῳ ἐν Κλεοβουλίναις λέγοντι

  
ἐπέδωκε βαλάνων ἄβακα τῶν ἐκ φιττέως.  
καὶ ἀβάκιον δʼ ἂν αὐτὸ εἴποις· ἐφʼ ἑτέρου μὲν γὰρ εἴρηται ὑπὸ Λυσίου ἐν τῷ ὑπὲρ Καλλαίσχρου, “μετʼ ἀβακίου δὲ καὶ τραπεζίου πωλῶν ἑαυτόν,” <!-- 10.106 -->χρῆσθαι δʼ ἔξεστι τῷ ὀνόματι καὶ ἐπὶ τοῦ ὀψοφόρου σκεύους, ὥσπερ καὶ κακκάβην τὴν λοπάδα ἐρεῖς, εἰπόντος Ἀριστοφάνους ἐν Σκηνὰς καταλαμβανούσαις

  
τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου.  
ἐν δʼ Εὐβούλου Ἴωνι εἴρηται

  
τρύβλια δὲ καὶ πατάνια καὶ κακκάβια καί  
  
λοπάδια  
ὡς ἕτερον ὂν παρὰ τὴν λοπάδα τοῦτο τῷ σχήματι. καὶ κάκκαβον δὲ τὴν κακκάβην κατὰ τὴν τῶν πολλῶν χρῆσιν Ἀντιφάνης κέκληκεν εἰπὼν ἐν Παρασίτῳ

  
κάκκαβον λέγω,  
  
σὺ δʼ ἴσως ἂν εἴποις λοπάδʼ. ἐμοὶ δὲ τοὔνομα  
  
οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες  
  
χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον;  
<!-- 10.107 -->καὶ Νικοχάρης δὲ ἐν Λημνίαις εἴρηκε κακκάβους. καὶ πατάνη δὲ καὶ πατάνιον τὸ ἐκπέταλον λοπάδιον, ὅ τινες καλοῦσι, πατέλλιον, ἡ μὲν πατάνη Σώφρονος εἰπόντος ἐν Νυμφοπόνῳ “πατάνα αὐτοποίητος,” τὸ δὲ πατάνιον Εὐβούλου ἐν Κατακολλῶντι

  
καὶ πνικτὰ Σικελικὰ πατανίων σωρεύματα  
καὶ Ἀντιφάνους ἐν Εὐθυδίκῳ

  
πολύπους τετμημένος  
  
ἐν πατανίοισιν ἑφθός.  
<!-- 10.108 -->Ἄλεξις δὲ ἐν Ἀσκληπιοκλείδῃ πατάνια εἴρηκεν· ἐν δὲ ταῖς Ἱππάρχου Παννυχίσιν εὑρῆσθαί φασι κατὰ τὴν τῶν ἰδιωτῶν συνήθειαν εἰρημένον βατάνιον. οἷς μέντοι τὰς κριθὰς φρύγοντες μετέβαλλον ἢ καὶ τοὺς κυάμους, πατάλλια ταῦτα ἐκαλεῖτο. εἰ δὲ καὶ κρεωστάθμην ἐν τούτοις θετέον, ἰστέον ὅτι τὸ σπαρτίον, οὗ λαβόμενός τις ἀνέλκει τὸν ζυγόν, ἀρτάνην ὠνόμαζον. σκεῦος δὲ μαγειρικὸν καὶ ἡθμός, Εὐριπίδου ἐν Εὐρυσθεῖ σατυρικῷ εἰπόντος

  
ἢ κύαθον ἢ χαλκήλατον  
  
ἡθμὸν προσίσχων τοῖσδε τοῖς ὑπωπίοις.  
ἐν μέντοι τοῖς Δημιοπράτοις καὶ ἡθμός τις ἐπικρητηρίδιος πέπραται, ὃς ἴσως τοῖς περὶ τὸν οἶνον μᾶλλον προσήκει. <!-- 10.109 -->καὶ μὴν καὶ ἐπίχυσις χαλκίου ἓν τῶν μαγείρου σκευῶν· Ἀριστοφάνης δὲ αὐτὸ εἴρηκεν ἐν Δαιταλεῦσιν

  
οὔκ, ἀλλὰ ταῦτά γʼ ἐπίχυσις τοῦ χαλκίου.  
ἦ που δὲ καὶ φρυγεὺς καὶ φρύγετρον, τὸ μὲν φρύγετρον Πολυζήλου εἰρηκότος ἐν Διονύσου γοναῖς,

  
οὗπερ αἱ χύτραι κρέμανται καὶ τὸ φρύγετρόν γε πρός  
καὶ γὰρ εἰ τὸ φρύγετρον ταῖς κοδομαῖς προσήκειν δοκεῖ καὶ ἔστι ταὐτὸν τῷ κοδομείῳ ἢ τῷ κατὰ τοὺς πολλοὺς φωγάνῳ, ἀλλὰ νῦν ἔοικεν ὡς μαγείρου σκεῦος συντετάχθαι· τὸν δὲ φρυγέα καὶ αὐτὸν ὡς σκεῦος μαγειρικόν, εἴτε τὸ ἀγγεῖον ἐν ᾧ ἔφρυγον, εἴτε τὸ φρύγετρον, ἐν Σειρῆσι ὁ κωμικὸς Θεόπομπος <!-- 10.110 -->ὑποδηλοῖ λέγων “φρυγεὺς θυΐα λήκυθος.” καὶ μὴν καὶ Κηφισοδώρου ἐν Ὑὶ εἰπόντος “σπονδὴ δὲ παρὰ τῶν ὁλκάδων καὶ καταφαντισγός” καὶ μάτταν ἀγγεῖον ἀκούοντες ἐντεῦθεν εἰρῆσθαι νομίζουσι καὶ τὴν παρὰ Ῥωμαίοις ματέλλαν. τῶν τε μαγειρικῶν ἰπνοὶ καὶ κρίβανοι, καὶ βόες κριβανῖται ἐν Ἀριστοφάνους Ἀχαρνεῦσιν.

προσθετέον δὲ τῷ μαγείρῳ καὶ ξύλα καύσιμα καὶ κληματίδας καὶ ἐκκαύματα, εἰπόντος Σοφοκλέους ἐν Ἡρακλεῖ σατυρικῷ

  
συνέλεγον τὰ ξύλʼ ὡς ἐκκαυμάτων,  
  
μή μοι μεταξὺ προσδεήσειεν.  
<!-- 10.111 -->προσθετέον δὲ τούτοις καὶ δᾷδας καὶ δᾳδία, καὶ κορμοὺς καὶ σχίζας καὶ σχιζία, καὶ πεύκας καὶ λαμπάδας καὶ ἰπνοὺς καὶ πανούς, καὶ ἄνθρακας καὶ μαρίλην· καὶ μαρίλαν δʼ ἐκάλουν τὸν χνοῦν τῶν ἀνθράκων. τάχα δὲ καὶ λάρκους τούτοις προσονομαστέον καὶ λαρκία καὶ λαρκίδια τὰ ἀγγεῖα τῶν ἀνθράκων Ἀριστοφάνους εἰπόντος ἐν Ἀχαρνεῦσιν. Εὐριπίδης μὲν γὰρ εἴρηκεν ἐν Αὐτολύκῳ σατυρικῷ

  
τοὺς ὄνους τοὺς λαρκαγωγοὺς οἴσειν ἐξ ὄρους ξύλα·  
ἐν δὲ τῷ Ἀλέξιδος Σπονδοφόρῳ ἔστιν εἰρημένον

  
Ἀριστογείτονα  
  
τὸν ῥήτορʼ εἶδον λάρκον ἠμφιεσμένον  
  
τῶν ἀνθρακηρῶν.  

<!-- 10.112 -->Εἰ δὲ ἐπὶ τοῖς μαγειρικοῖς σκεύεσι καὶ τὰ τῶν ἀρτοποιῶν προσρητέον, ἀρτοπτεῖον μὲν τὸ ἐργαστήριον τινῶν ὀνομαζόντων οὐδὲν κωλύει καὶ τὸ σκεῦος ἐν ᾧ τοὺς ἄρτους ἐνοπτῶσιν οὕτω καλεῖν, ὃν νῦν ἀρτόπτην καλοῦσι, πλάθανον δὲ ἑκάτερον ῥητέον, ᾧ τε καὶ ἐφʼ ᾧ τοὺς ἄρτους ἔπλαττον. ἐκ δὲ τῶν ἀρτοποιικῶν ὄνος ἀλέτων, καὶ μύλη καὶ μύλη σιτοποιὸς καὶ μυλήκορον, καὶ παυσικάπη, ἣν καὶ <!-- 10.113 -->καρδοπεῖον ὠνόμαζον, ὡς ἐν Ἥρωσιν Ἀριστοφάνης

  
ἢ καρδοπείῳ περιπαγῇ τὸν αὐχένα.  
ἐκ δὲ τούτων ὀβελοί, σπάλαθρον, ἀπομάκτρα, σκυτάλη, περιστροφίς, μαγίς, χοῖνιξ, μέδιμνος ἡμιμέδιμνος, ἑκτεύς, καὶ παρʼ Ἀλκαίῳ τῷ μελοποιῷ ἐν δευτέρῳ μελῶν κύπρος, καὶ παρʼ Ἱππώνακτι ἐν πρώτῳ ἰάμβων ἡμίκυπρον, διχοίνικον δὲ καὶ ἡμίεκτον ἐν Ἀριστοφάνους Νεφέλαις. καὶ κοτύλη δὲ μέτρον οὐχ ὑγρῶν μόνον ἀλλὰ καὶ ξηρῶν, ὅταν φῇ Θουκυδίδης ἐν τῷ ἑβδόμῳ βιβλίῳ “κοτύλην ὕδατος καὶ δύο κοτύλας σίτου·” <!-- 10.114 -->δύναται δὲ καὶ τριτημόριον χοίνικος. ἀρτοποιικὸν δὲ καὶ κοδομεῖον καὶ τηλία καὶ μάκτρα καὶ σκάφη, καὶ εἴ τινα τῶν μαγειρικῶν κοινὰ τοῖς ἀρτοποιοῖς, ἦ που δὲ καὶ ὅλμος καὶ τὸ ὑπόθημα τοῦ ὅλμου ὑφόλμιον, ὡς Ἀριστοφάνης ἐν Ἀναγύρῳ. καὶ ὕπερον δὲ καὶ κόσκινον, καὶ κρησέρα καὶ κρησέριον, καὶ ἀλευρότησις, καὶ ὡς ἐν τοῖς Δημιοπράτοις ἀναγέγραπται, κόσκινον κριθοποιόν. ὁ δὲ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις ἔφη “ὥσπερ κόσκινον αἰρόπινον τέτρηται.”

<!-- 10.115 -->Λύχνοιδʼ ἐπὶ τούτοις, καὶ λύχνοι δίμυξοι, Φιλωνίδου μὲν ἐν τοῖς Κοθόρνοις εἰπόντος “ὥσπερ οἱ δίμυξοι τῶν λύχνων,” Μεταγένους δὲ “δίμυξον ἢ τρίμυξον, ὡς ἐγὼ δοκῶ.” καὶ κατὰ Ἡρόδοτον λύχνα. οὗτος μὲν γὰρ καὶ “λυχνοκαΐαν” εἴρηκεν, καὶ λυχνοκαυστεῖν μὲν ἔφη Κρατῖνος ἐν τῷ Τροφωνίῳ Μένανδρος δὲ ἐν Θεττάλῃ λύχνων ἀφάς. καὶ λύχνιον μὲν ἐφʼ οὗ ἐντίθεται ὁ λύχνος, ἡ καλουμένη λυχνία· τοῦ δὲ λυχνίου τὸ ἀπευρυνόμενον, ᾧ ἐπιτίθεται ὁ λύχνος, πινάκιον ἢ πινακίσκιον· τὸ δὲ ἐντιθέμενον τῷ λύχνῳ θρυαλλίς, ἐλλύχνιον, φλόμος. <!-- 10.116 -->ὁ δὲ νῦν φανὸς καὶ λυχνοῦχος, ὡς Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν ἔφη “φαίνειν ὑπευθύνοις λυχνοῦχος.” ἐν δὲ τῷ Λυσίου πρὸς Σμικρίνην “ἐξαίφνης τοῦ συνακολουθοῦντος οἰκέτου λίθον τις λαβὼν ἔκρουσε τὸν λυχνοῦχον. ἀποσβεσθέντος δὲ τοῦ λύχνου,” ἐν δὲ τῷ Ἀριστοφάνους Αἰολοσίκωνι

  
καὶ διαστίλβονθʼ ὁρῶμεν,  
  
ὥσπερ ἐν καινῷ λυχνούχῳ,  
  
πάντα τῆς ἐξωμίδος.  
ἐκαλεῖτο δὲ καὶ λαμπτὴρ ὁ λυχνοῦχος· ἐν γοῦν τῷ δευτέρῳ τῶν Φιλίστου βιβλίων εἴρηται “καὶ τὰς νύκτας ἐπαίρεσθαι λαμπτῆρας ἀντιπεφραγμένους·” <!-- 10.117 -->ὑποδηλοῖ δὲ τὸν ἐκ κέρατος φανόν. πανὸς μέντοι καὶ φανὸς ἡ λαμπάς, ὡς ὅταν φῇ ἐν τῇ Ἀλκμήνῃ Εὐριπίδης

  
πόθεν δὲ πεύκης πανὸν ἐξεῦρες λαβεῖν;  
καὶ γὰρ δᾷδες καὶ λαμπάδες εἰσὶ τῶν φωσφόρων. τὰς μέντοι λαμπάδας καὶ κάμακας εἴρηκεν ἐν Ξαντρίαις Αἰσχύλος·

  
κάμακες πεύκης οἱ πυρίφλεκτοι.  
<!-- 10.118 -->τὸ δὲ ὀβελισκολύχνιον, στρατιωτικὸν μέν τι τὸ χρῆμα, εἴρηται δὲ ὑπὸ Θεοπόμπου τοῦ κωμικοῦ ἐν Εἰρήνῃ·

  
ἡμᾶς δʼ ἀπαλλαχθέντας ἐπʼ ἀγαθαῖς τύχαις  
  
ὀβελισκολυχνίου καὶ ξιφομαχαίρας πικρᾶς.  
ὅταν δʼ εἴπῃ ἐν τῷ Αἰολοσίκωνι Ἀριστοφάνης “δυοῖν λυχνιδίοιν,” δῆλον ὅτι λύχνια εἴρηκεν ἀλλʼ οὐ λύχνους μικρούς, ὥσπερ καὶ ὅταν Κράτης φῇ ἐν τοῖς Γείτοσιν “οὐκ ἔστι μοι λυχνίδιον.” <!-- 10.119 -->σαφέστερον δʼ ἐν τοῖς Ἀριστοφάνους Δράμασιν ἢ Νιόβῳ

  
ἀλλʼ ὥσπερ λύχνος  
  
ὁμοιότατα καθηῦδʼ ἐπὶ τοῦ λυχνιδίου.  
Ἀριστοφάνους δʼ ἐν ταῖς Φοινίσσαις εἰπόντος

  
στίλβη θʼ ἣ κατὰ νύκτα μοι  
  
φλογάνας ἠράζεις ἐπὶ τῷ  
  
λυχνίῳ,  
οὐκ ἀφανὲς ὅτι καὶ ἡ στίλβη λύχνου τι εἶδος.

καὶ μὴν εἰ μύροις ἐπὶ τούτῳ χρηστέον, ὅτι μὲν καὶ μυρίδιον εἴρηκε τὸ μύρον Ἀριστοφάνης ἐν Ταγηνισταῖς ἰστέον, εἴρηται δʼ ὑπʼ αὐτοῦ ἐν Δαιταλεῦσι καὶ ἄγγη μυρηρά. λέγοιτο δʼ ἂν καὶ λήκυθος μυρηρά· σὺ δʼ ἂν εἴποις καὶ μυροφορεῖον. <!-- 10.120 -->ἐν δὲ Βατράχοις Ἀριστοφάνους εἴρηται καὶ τὸ ληκύθιον. Σοφοκλῆς δʼ ἐν Ἀνδρομέδᾳ “αὐτοχείλεσι ληκύθοις” ἔφη, δηλῶν ἀλαβάστους μονολίθους. καὶ τὸ μὲν εἰς τὰς ληκύθους καθιέμενον ἐπινεύματι τοῦ μύρου σπαθίδα καὶ σπάθην κλητέον, Ἀριστοφάνους μὲν εἰπόντος ἐν Δαιταλεῦσιν

  
τῆς μυρηρᾶς ληκύθου  
  
πρὶν καταχέαι τὴν σπαθίδα, γεύσασθαι μύρου  
καὶ γὰρ Εὔβουλος ἐν ταῖς Στεφανοπώλισιν τοῦτο μὲν σπαθίδα, τοὺς δὲ ἀλαβάστους ἀλαβάστια εἴρηκεν·

  
λῦε τἀλαβάστια  
  
θᾶττον σύ, καὶ τῇ σπαθίδι τὸν πώγωνά μου  
  
καὶ τὴν ὑπήνην μύρισον,  
<!-- 10.121 -->Ἀλέξιδος μέντοι ἐν τῷ Δρωπίδῃ σπάθην τὴν σπαθίδα εἰπόντος, “τὴν σπάθην ἐν τῷ μύρῳ καθῆκεν.” τὸ δὲ ἀγγεῖον εἰς ὃ ἐξεχεῖτο τὸ μύρον, ἐξάλειπτρον ἐκαλεῖτο, ὡς Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν, οὗ δὲ ἔγκεινται αἱ ἀλάβαστοι, ταῦτα τὰ σκεύη ἀλαβαστοθήκας τῶν ἄλλων λεγόντων Ἀριστοφάνης ἐν Τριφάλητι ἀλαβαστροθήκας ἔφη·

  
ἀλαβαστροθήκας τρεῖς ἔχουσαν ἐκ μιᾶς.  
<!-- 10.122 -->κοινῇ δὲ κεραμέων σκευῶν ὀνόματα ἐν Ἀξιονίκου Χαλκιδικῷ,

  
τρύβλια, χύτρα, λοπάδιον, ὀξίς, χοῦς, ἁμίς,  
  
λεκάνη, θυΐα, κάνθαρος, σείσων, λύχνος.  
  
ὑπηρεσία σοι παντελής, γραῦ, κεραμίων.  
τὰ πλείω δὲ τούτων καὶ ἄλλης ἂν ὕλης γένοιτο, ἐπεὶ καὶ Ἕρμιππος ἐν Φορμοφόροις τὸν κύαθον καὶ τὴν οἰνοχόην καὶ τὸ λύχνιον καὶ τὰ τοιαῦτα σκεύη χαλκίδια καὶ χαλκία καλεῖ ὡς ἐκ χαλκοῦ πεποιημένα.

<!-- 10.123 -->Δειπνήσαντι δὲ καὶ πρὸς κοίτην τραπομένῳ τὰ μὲν στρώματα καὶ ἐπιβλήματα προείρηται, ἐν καιρῷ δʼ ἂν εἴη τὸ παρʼ Ὁμήρῳ ἱμάτιον ἐνεύναιον καὶ παρεύναιον μέγα καὶ δασύ, καὶ ὁ παρὰ τοῖς κωμῳδοῖς χιτὼν εὐνητήρ, ὃς τοῦ νῦν ἐγκοιμήτωρ ἡδίων, ἦ που δὲ καὶ “χλαῖναι καὶ ῥήγεα σιγαλόεντα” καὶ οἱ παρὰ Μενάνδρῳ καυνάκαι, καὶ χειμῶνος σίσυραι καὶ τὸ παρʼ Ἀριστοφάνει χείμαστρον. τὴν χλαῖναν δὲ οὕτως ἐκάλουν οἱ τῆς κωμῳδίας ποιηταί, μόνα τὰ παχέα ἱμάτια ταύτης τῆς προσηγορίας <!-- 10.124 -->ἀξιοῦντες, ὥσπερ καὶ Θεόπομπος ἐν Εἰρήνῃ

  
χλαῖναν σοι  
  
λαβὼν παχεῖαν ἐπιβαλῶ Λακωνικήν·  
Ὅμηρος δὲ καὶ τὰ λεπτὰ χλαίνας καλεῖ. οἱ μέντοι Ἀττικοὶ τὸ λεπτὸν χλανίδα, καὶ τὸ ἱππικὸν χλαμύδα, ὡς Θετταλῶν. πρώτην δέ φασι χλαμύδα ὀνομάσαι Σαπφὼ ἐπὶ τοῦ ἔρωτος εἰποῦσαν

ἐλθόντʼ ἐξ ὀρανῶ πορφυρίαν ἔχοντα προιέμενον χλαμύν.

Καὶ τὰ μὲν ἐπὶ πλεῖστον ἀναγκαῖα τῇ καθʼ ἡμέραν χρήσει σκεύη προείρηται· συναπτέον δὲ διʼ ὀλίγων καὶ τὰ λοιπά, οἷον τὰ τῆς <!-- 10.125 -->γυναικωνίτιδος, ταλάρους καὶ καλάθους, οὓς καὶ καλαθίσκους ἐροῦμεν, καὶ ταλάρια δὲ καὶ καλάθια, καὶ μὴν καὶ ὄνον ἐφʼ οὗ νῶσι, καὶ ἐπίνητρον καὶ ἄτρακτον καὶ σπόνδυλον καὶ κλωστῆρα καὶ κερκίδας καὶ κτένας καὶ ἱστὸν καὶ ἱστοῦ ἀντίον καὶ κανόνα καὶ πῆχυν, καὶ κελέοντας τοὺς καὶ ἱστόποδας, καὶ λείας τὰς καὶ ἀγνῦθας, καὶ σπάθας· <!-- 10.126 -->Φιλύλλιος γὰρ ἐν Πόλεσι καὶ τὸ ἱστουργικὸν ἐργαλεῖον σπάθην ὠνόμασεν, εἰπὼν “σπαθᾶν τὸν ἱστὸν οὐκ ἔσται σπάθη·” προσθήσεις δὲ τούτοις καὶ σταθμὰ καὶ τάλαντα, ζυγόν, πλάστιγγας, τρυτάνην. καὶ σταθμία δὲ χαλκᾶ ἐν τῇ ἐπʼ Ἀλκιβιάδου ἄρχοντος ἀναγραφῇ τῶν ἐν ἀκροπόλει ἀναθημάτων ἀναγέγραπται· στάσιμα δὲ τὰ σταθμία Κηφισόδωρος κέκληκεν. τῶν δὲ γυναικείων σκευῶν κτένιον, ξάνιον, κομμώτριον, ξυρόν, κάτοπτρον, <!-- 10.127 -->οὗ τὴν θήκην λοφεῖον καλοῦσι, ψαλίς, παρωπίς, προσωπίς καὶ ὡς ἐν Δαναΐσιν Ἀριστοφάνης προσωπίδιον, θολία πλέγμα τι θολοειδὲς ἐπὶ σκιᾷ, καὶ ῥιπίς, καὶ σκιάδιον, ὃ καὶ σκιάδα ἂν εἴποις· οὕτω γὰρ τὸ Διονύσου σκιάδιον καλεῖται. καὶ πτερὸν δὲ τὸ σκιάδιον οἱ κωμῳδοποιοὶ καλοῦσιν. ὁ δὲ Στράττις ἐν Ψυχασταῖς προειπὼν ῥιπίδα, ἐπήγαγεν “εἴτε σκιάδιον.” τὰ δὲ πολλὰ τούτων ἐν ἐσθῆσιν ἢ ὑποδήμασιν ἢ κόσμοις γυναικείοις ἤδη προείρηται, ὥσπερ καὶ ἀλαβαστοθῆκαι καὶ παρὰ Μενάνδρῳ ἐν Μισογύνῃ σανδαλοθῆκαι. ἐν δὲ Ἀριστοφάνους Αἰολοσίκωνι καὶ σμηματοφορεῖον.

<!-- 10.128 -->Τῶν δʼ ἐν ἀγρῷ σκευῶν τὰ ἀναγκαῖα ἄροτρα καὶ ἀρότρου μέρη, καὶ ἅμαξα καὶ ἁμάξης μέρη. τὰ δὲ λοιπὰ πτέον, ὡς οἱ Ἀττικοὶ λέγουσιν, ἢ πτύον, ὡς Ὅμηρος· οὕτω γὰρ λέγει, ὅταν φῇ

  
ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωήν.  
καὶ θρῖναξ δὲ καὶ δρέπανον καὶ δρεπάνη, καὶ ὡς Φερεκύδης ὠνόμασε, κρώπιον· περὶ γὰρ τοῦ Κόδρου λέγων ὅτι ὡς ἐπὶ φρυγανισμὸν ἐξῆλθεν ἐν ἀγροίκῳ τῇ σκευῇ βουλόμενος λαθεῖν, φησὶν ὅτι τῷ κρωπίῳ τινὰ παίσας ἀπέκτεινεν. καὶ πλόκανον δὲ καὶ κόσκινον, <!-- 10.129 -->καὶ σκαπάνη καὶ σκάφιον, καὶ σκαλὶς καὶ μακέλη καὶ ἄμη καὶ ἀξίνη καὶ δίκελλα, καὶ σμινύη καὶ σμινύδιον, καὶ λίστρον καὶ σφῦρα βωλοκόπος καὶ πέλεκυς ξυλοκόπος. καὶ τὰ ἀγγεῖα τὰ ὑποδεχόμενα τὴν ὀπώραν, τρασιά, κόφινος, σύρισσος, ἄρριχος, σταφυλοβολεῖον· τάχα δὲ καὶ σώρακος, εἰ καὶ παρὰ τοῖς κωμῳδοποιοῖς οὕτως ὀνομάζεται, <!-- 10.130 -->τὸ ἀγγεῖον ἐν ᾧ τὰ σκεύη τῶν ὑποκριτῶν. Ἀριστοφάνης δὲ ἐν Δαναΐσιν ἔφη

  
κακῶν τοσούτων ξυνελέγη μοι σώρακος·  
Ἀλέξιδος δὲ καὶ δρᾶμα Σώρακοι. τῶν δὲ γεωργικῶν καὶ χάρακες καὶ κάμακες, καὶ τῶν ἐλαϊστῶν ῥάβδοι ῥάκτριαι, καὶ ὄρος τὸ τρῖβον τοὔλαιον ξύλον, καὶ τοπεῖον τὸ περιδονούμενον αὐτῷ σχοινίον, καὶ τριπτὴρ ὁ κρατὴρ εἰς ὃν ἀπορρεῖ τοὔλαιον. ἀλλὰ καὶ ληνὸς καὶ ὑπολήνιον, ὡς ἐν τοῖς Δημιοπράτοις πέπραται. ἦ που δὲ καὶ φορμὸς τῶν γεωργικῶν, καὶ γαῦλοι καὶ σκαφίδες, καὶ ταρσοὶ καὶ <!-- 10.131 -->ταρροὶ καὶ τάλαροι, καὶ τυροκομεῖον καὶ τυροφορεῖον, καὶ πολλὰ τῶν μαγείρου καὶ ἀρτοποιοῦ σκευῶν. τάχα δὲ καὶ σχοῖνος καὶ βάτος καὶ ὁρκάνη καὶ ῥάχος καὶ κόνυζα καὶ κνάφος, καὶ πάνθʼ ὅσα ἀκανθώδη τοῖς καρποῖς ἐπὶ φρουρὰν περιβάλλεται. καὶ καλαύροπες δὲ καὶ κορῦναι καὶ σκυτάλαι καὶ σκίπωνες καὶ βακτηρίαι προσήκουσι γεωργοῖς, καὶ πίθοι καὶ πιθάκναι καὶ πιθακνίδες, καὶ σιπύαι καὶ σιροί, καὶ διφθέρα καὶ αἰγῆ καὶ κυνῆ Σικυωνική.

<!-- 10.132 -->τὰ δὲ ἁλιέως σκεύη φέρνιον, σπυρίς σπυρίδιον σπυρίχνιον, λίνον πάναγρον, δίκτυον, ἀμφίβληστρον· Μένανδρος δὲ ἔφη ἐν Ἁλιεῖ “ἀμφιβλήστρῳ περιβάλλεται.” καὶ ἕρκη δὲ καὶ πόρκοι καὶ κύρτοι καὶ γρῖφοι καὶ γάγγαμον, ἀφʼ οὗ καὶ Αἰσχύλος τὸ δύσλυτον κακὸν ἢ δυσεξάλυκτον ἔφη “γάγγαμον ἄτης παναλώτου.” <!-- 10.133 -->τούτοις δὲ προσθετέα φελλοί, κάλαμοι, ῥάβδοι, κάμαξ, ὁρμιά, ἄγκιστρα ἀγκίστρια ἀκιδωτά, τρίχες, λίνα, σπάρτα σπαρτίναι, μολύβδαιναι, πυρία, τριόδους τρίαινα, ἰχθύκεντρον.

τὰ δὲ ναυτικὰ σκεύη κάλοι, ἱστία, κρίκοι, ἡνία, κωπίς κῶπαι, οἴακες, πηδάλια, πλῆκτρα, ὡς Σοφοκλῆς ἐν Ἀχαιῶν συλλόγῳ

  
ὡς ναοφύλακες νυκτέρου ναυκληρίας  
  
πλήκτροις ἀπευθύνουσιν οὐρίαν τρόπιν.  
<!-- 10.134 -->καὶ ὁλκία δὲ τὰ πηδάλια ἐν Ναυπλίῳ ὠνόμασε παρὰ τὸ Ὁμήρου ξεστὸν ἐφόλκαιον. σκαλμοί, τροπωτῆρες, ὑπηρέσια, ἀσκώματα, κοντοί, κάλοι, ἀντλία, κάδοι, ἀπόγυα, ἐπίγυα, πείσματα, ἄγκυραι, ὁλκοί, ἕρματα, οὖροι, ἀποβάθρα, θρανία, δέρρεις, διφθέραι, δακτύλιοι· οὕτω δὲ τοὺς τετρημένους λίθους ὠνόμαζον, ὧν τὰ πείσματα ἐξέδουν. ὀρθίαξ δὲ τὸ κάτω τοῦ ἱστοῦ καλεῖται, ὡς τὸ ἄνω καρχήσιον· καὶ ἔστι τοὔνομα τὸ ὀρθίας ἐν Ἐπιχάρμου Ὀδυσσεῖ Ναυαγῷ.

<!-- 10.135 -->τὰ δὲ περὶ θεραπείαν τῶν ἐσθήτων σκεύη πλυνοὶ καὶ πλυντήρια, καὶ γῆ σμηκτρὶς κατὰ Νικοχάρην, καὶ λίτρον καὶ Χαλέστραιον λίτρον κατὰ Πλάτωνα, κονία καὶ Κιμωλία γῆ κατὰ Ἀριστοφάνην, καὶ κνάφος, καὶ ἶπος τὸ πιέζον τὰς ἐσθῆτας ἐν τῷ γναφείῳ, ὡς Ἀρχίλοχος “κέαται δʼ ἐν ἴπῳ.” καὶ περιστροφίδα δʼ ἂν εἴποις τὸ ξύλον τὸ τὸν ἶπον περιστρέφον, ἐναρμόσαι δʼ ἂν τούτοις καὶ τὸ ἐν τοῖς Δημιοπράτοις ἐκπιεστήριον. δεῖ δʼ ἐπὶ ταῖς ἐσθῆσι καὶ ῥαμμάτων· εἴρηται δὲ τοὔνομα ἐν Πλάτωνος Ἑορταῖς, “ἐφέρεσθε δὲ <!-- 10.136 -->τὰ ῥάμματα,” καὶ ἐν Ἑρμίππου Μοίραις “ῥάμμʼ ἐπέκλωσας.” προσδεῖ δὲ καὶ ῥαφίδος, ἣν Ἕρμιππος καὶ Ἄρχιππος ἐν Πλούτῳ ὠνόμασεν

  
ῥαφίδα καὶ λίνον λαβὼν τὰ ῥήγματα σύρραψον.  
καὶ βελόνης δὲ τοὔνομα ἐν Εὐπόλιδος Ταξιάρχοις

  
ἐγὼ δέ γε στίξω σε βελόναισιν τρισίν.  
καὶ βελονίδες, ὡς Ἕρμιππος ἐν Μοίραις. ἵνα δὲ ἀποτίθενται αἱ ἐσθῆτες, χηλοί, κιβωτοί κιβώτια, κίσται κιστίδες ὡς ἐν <!-- 10.137 -->Ἀχαρνεῦσιν Ἀριστοφάνης, κοῖται κοιτίδες, καὶ φάσκωλοι ὡς ἐν Θεσμοφοριαζούσαις, θύλακοι, στρωματόδεσμα. ἐν δὲ τοῖς Δημιοπράτοις κιβωτὸς θυριδωτή, παρὰ δὲ τοῖς νεωτέροις ῥίσκοι, ὡς Ἀντιφάνης ἐν Κυβευταῖς “ῥίσκος ἦν ὃν εἶπεν.” ὡμοίωται δὲ τῷ κιβωτίῳ παραπλήσιόν τι σκεῦος κανδύτανες, οὗ μέμνηται καὶ Μένανδρος ἐν Ἀσπίδι καὶ Δίφιλος ἐν Ἐπιδικαζομένῳ·

  
ὁ δὲ κανδύτανες  
  
οὗτος τί δύναται καὶ τί ἔστιν; ὥσπερ  
  
εἴποις ἀορτάς.  
ἐμοὶ μὲν οὖν δοκεῖ τὸ σκεῦος Περσικόν, ἀπὸ τοῦ κάνδυος κληθέν, εἰς χρῆσιν δʼ αὐτὸ ἤγαγον Μακεδόνες. <!-- 10.138 -->καὶ ζύγαστρα δὲ καὶ ζυγάστρια. καὶ στρωματεῖς δὲ Ἀπολλόδωρός τε ὁ Γελῷος ἐν Ψευδαίαντι ἔφη, “μάχαιρα λόγχη στρωματεύς,” καὶ ὁ Καρύστιος Ἀπολλόδωρος ἐν Ἀντευεργετοῦντι “τοὺς στρωματεῖς λύοντα.” κέχρηται δὲ τῷ ὀνόματι καὶ Ἀντιφάνης ἐν Ἀποκαρτεροῦντι. καὶ θολίαν δὲ κίστην εἶναι λέγουσιν ἔχουσαν θολοειδὲς τὸ πῶμα. Ξενοφῶν δὲ ἐν τῇ Ἀναβάσει <!-- 10.139 -->ἔφη καὶ μαρσίπους ἱματίων. αἱ δὲ ἀορταὶ εἴρηνται ἐν Ποσειδίππου Ἐπιστάθμῳ·

  
σκηνὰς ὄχους  
  
ῥίσκους ἀορτὰς τάχανα λαμπήνας ὄνους·  
τὸ γὰρ ἐν Μισογύνῃ Μενάνδρου

  
χλαμύδα καυσίαν  
  
λόγχην ἀορτὴν ἱμάτια  
ἀμφίβολον, ὅτι ἔνιοι καὶ ἀορτῆρα γράφουσιν. ἐν δὲ τῷ τρίτῳ περὶ ζῴων Ἀριστοτέλους τῶν πρὸς τῇ ῥάχει δύο φλεβῶν ἡ ἀριστερὰ ἀορτὴ καλεῖται. παρὰ δὲ Φερεκύδει εἷς τῶν Κυκλώπων.

<!-- 10.140 -->τὰ δὲ κουρέως σκεύη κτένες, κουρίδες, μαχαιρίδες· ἐν μὲν γὰρ Κρατίνου Διονυσαλεξάνδρῳ εἴρηται

  
ἔνεισι δʼ ἐνταυθοῖ μάχαιραι κουρίδες,  
  
αἷς κείρομεν τὰ πρόβατα καὶ τοὺς ποιμένας,  
ἐν δὲ Χρυσῷ γένει Εὐπόλιδος

  
ἔπειθʼ ὁ κουρεὺς τὰς μαχαιρίδας λαβών  
  
ὑπὸ τῆς ὑπήνης κατακερεῖ τὴν εἰσφοράν.  
καὶ ψαλὶς δὲ τῶν κουρέως σκευῶν, ἣν καὶ μίαν μάχαιραν καλοῦσιν, καὶ ξυρὸν καὶ ξυροδόχη, ὡς ἐν Θεσμοφοριαζούσαις Ἀριστοφάνης

  
χρῆσόν τι ἡμῖν ξυρόν.—αὐτὸς λάμβανε  
  
ἐντεῦθεν ἐκ τῆς ξυροδόχης.  
καὶ ὀνυχιστήρια δὲ λεπτὰ εἴρηται ἐν Ποσειδίππου Πορνοβοσκῷ καὶ ξυστήρια.

<!-- 10.141 -->τὰ δὲ σκυτοτόμου σκεύη τομεὺς ἐν Πλάτωνος Ἀλκιβιάδῃ εἰρημένος, καὶ σμίλη ἐν τῇ Πολιτείᾳ, καὶ καλάπους ἐν τῷ Συμποσίῳ. καὶ περιτομεὺς δʼ ἂν ῥηθείη καὶ χηλεύματα καὶ ὄπεαρ καὶ ὀπήτιον, εἴρηται ἐν Νικοχάρους Κρησίν

  
τοῖς τρυπάνοις ἀντίπαλον ὅπερ ἀρχίλιον.  

τὰ δὲ κυνηγέτου σκεύη λίνα, δίκτυα, ἄρκυες, ἐνόδια, ἐμβόλια, στάλικες, στήριγγες, κάμακες, δίκρα, κάλοι, ἱμάντες, κυνοῦχοι, σχαλίδες σχαλιδώματα, ξίφη, δόρατα, ἀκόντια, δρέπανα, τόξα, προβόλια, ποδάγραι, ἁρπεδόναι, σειραί σειρίδες, πλεκταί· <!-- 10.142 -->πλεκτὴν γὰρ οἱ Ἀττικοὶ τὴν σειρὰν ὠνόμαζον, ὡς Πλάτων ἐν Ἑλλάδι

  
βούλει τήνδε σοι πλεκτὴν καθῶ,  
  
κἄπειτʼ ἀνελκύσω σε δεῦρο;  
πελέκεις, δέραια περιδέραια, στελμονίαι, ῥόπαλα, σκυτάλαι, ξυῆλαι, ἀρνακίδες, ἧλοι, ἐγκεντρίδες.

στρατιώτου δὲ σκεύη ἀσπὶς πέλτη, θώραξ ἡμιθωράκιον σπολάς, κράνος κόρυς περικεφαλαία, λόφος τριλοφία, χεῖρες, κνημῖδες, πῖλοι, τόξα, βέλη τοξεύματα ὀιστοί, φαρέτρα ὀιστοδόκη ὀιστοθήκη γωρυτός φαρετρεῶνες, καὶ τῆς ἀσπίδος τὸ ἔλυτρον σάγμα, καὶ τοῦ κράνους ἡ θήκη λοφεῖον, <!-- 10.143 -->δόρατα, ἀκόντια ἀκοντίσματα, κοντοί, καὶ τοῦ δόρατος τὸ ἱστάμενον σαυρωτήρ στύραξ στυράκιον, καὶ τὸ προῦχον σιδήριον λόγχη αἰχμή ἐπιδορατίς, θήκη δὲ δουροδόκη. καὶ ξυστὰ δʼ εἴποις ἂν καὶ κάμακας καὶ παλτὰ καὶ σαρίσσας καὶ σαυνία· τὸ μὲν γὰρ ὄνομα ἐπʼ ἀνδρείου αἰδοίου ἐστὶ παρὰ Κρατίνῳ, ἐπὶ δὲ τοῦ δόρατος ἐν Φιλαδέλφοις Μενάνδρου·

  
ὥστʼ ἔγωγʼ ἂν εἱλόμην που σαυνίῳ πεπληγμένος.  
<!-- 10.144 -->καὶ Ἀριστοφάνης μὲν ἔφη ἐν Ὁλκάσιν

  
λόγχαι δʼ ἐκαυλίζοντο καὶ ξυστὴ κάμαξ,  
ἐν δὲ Σκηνὰς καταλαμβανούσαις

  
καὶ τῶν πλατυλόγχων, ὡς ὁρᾷς, ἀκόντων·  
Ἄλεξις δʼ ἐν Λευκαδίᾳ

  
φέρε τὴν σιβύνην καὶ πλατύλογχα,  
Ἀμειψίας δʼ ἐν Σφενδόνῃ

  
τὸ μὲν δόρυ  
  
μετὰ τῆς ἐπιχάλκου πρὸς Πλαταιαῖς ἀπέβαλεν.  
προσθετέον δὲ τούτοις ξίφη καὶ μαχαίρας καὶ κοπίδας καὶ ἀκινάκας καὶ ξυήλας καὶ δρέπανα καὶ δορυδρέπανα καὶ ἐγχειρίδια, καὶ λαβὴν ξίφους καὶ προλαβὴν καὶ κώπην, καὶ τὴν θήκην κολεόν. <!-- 10.145 -->καὶ Εὐριπίδης μὲν ἐν Παλαμήδῃ λέγει κώπην χρυσόκολλον, Μένανδρος δὲ ἐν Ἁλιεῦσι “καὶ χρυσολαβὲς καλὸν πάνυ ἐγχειρίδιον,” Θεόπομπος δὲ ἐν Πόλεσιν ἐλεφαντοκώπους ξιφομαχαίρας.» ὅτι δὲ καὶ τὴν σπάθην ἐπὶ τοῦ ξίφους εἰρήκασιν, εὕροις ἂν ἐν Εὐριπίδου Εὐρυσθεῖ σατυρικῷ·

  
πᾶς δὲ φασγάνῳ ἐξεθέρισεν ὥστε πύρινον  
  
σπάθῃ κολούων φασγάνου μελανδέτου.  
εἰ δὲ τοῦτο ἀμφίβολον, Φιλήμων ἐν Ῥοδίαις σαφέστερον αὐτὸ ποιεῖ λέγων

  
σπάθην παραφαίνων δηλαδὴ χρυσένδετον,  
<!-- 10.146 -->καὶ ἐν τῷ Μισουμένῳ Μένανδρος, ὅταν λέγῃ «ἀφανεῖς γεγόνασιν αἱ σπάθαι.» τούτοις δʼ ἐπακτέον σφενδόνας, λίθους, μολυβδίδας, πελέκεις, σαγάρεις, πυρεῖα, δέρρεις, διφθέρας, σκηνάς, μακέλλας, κάλους, ἱμάντας, ἁλύσεις, γυλιούς, στρωματόδεσμα. καὶ τελαμῶνα δʼ ἂν καὶ ζωστῆρα εἴποις καὶ ὄχανα, καὶ κιλλίβαντας, Ἀριστοφάνους εἰπόντος

  
τοὺς κιλλίβαντας οἶσε, παῖ, τῆς ἀσπίδος.  

τέκτονος σκεύη σκέπαρνον, πρίων, σφῦρα, τέρετρον τρύπανον τρυπανοῦχος ἀρίς, ῥίνη, πέλεκυς καὶ καθʼ Ὅμηρον πέλεκκος. ἐν δὲ τῇ ἐν Ὀλυμπίᾳ στήλῃ ἀναγέγραπται τρύπανα τρυπανίας ἔχοντα, ἴσως τὴν ἀρίδα. <!-- 10.147 -->χαλκέως σκεύη ἄκμων ἀκμοθέτης, ῥαιστήρ, πυράγρα, φῦσαι φυσητήρ ἀκροφύσιον, χοάναι, ἀκόναι θηγάναι, ἐσχαρίδες, κροταφίδες. οἰκοδόμου σκεύη λεῖαι, γλαρίδες ὡς Σοφοκλῆς ἐν Πριάμῳ, τύχοι, κανών, διαβήτης, πῆχυς, στάθμη, μολύβδαινα, ὑπαγωγεύς, τάχα δὲ καὶ μοχλίον, εἰ καὶ τοῖς τοιχωρύχοις τοῦτο προστιθέασιν οἱ κωμῳδοποιοί. καὶ μοχλίσκον δὲ τὸ τοιοῦτον Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις ὠνόμασεν, εἰπὼν «τοῖχον μοχλίσκῳ καλαύειν.» <!-- 10.148 -->οἷς προσαριθμητέον καὶ τὰ ἐν Βατράχοις Ἀριστοφάνους,

  
καὶ πλαίσια ξυμπτυκτὰ πλινθεύσουσί γε  
  
καὶ διαμέτρους καὶ σφῆνας.  
ἐν δὲ ταῖς Ἀττικαῖς στήλαις ἀναγέγραπται πρίων λιθοπρίστης καὶ καρκίνος λίθους ἔχων. εἴποις δʼ ἂν καὶ μηχανὴν λιθαγωγόν. ζωγράφου σκεύη πίνακες πινάκια, κιλλίβαντες καὶ ὀκρίβαντες, γραφίδες ὑπογραφίδες, πυξία. <!-- 10.149 -->νεωλκοῦ σκεύη φάλαγγες φαλάγγια, ὁλκοί, οὐροί. μεταλλέως σκεύη θύλακες, περίοδος, σάλαξ· καὶ θυλακοφορεῖν μὲν τοὺς μεταλλέας οἱ κωμῳδοὶ λέγουσι, περίοδον δὲ καὶ σάλακα Θεόφραστος ἐν τῷ Μεταλλικῷ, περίοδον μὲν τὸ ἀγγεῖον ᾧ κατακεραννύουσι τὸν σίδηρον, σάλακα δὲ τὸ τῶν μεταλλέων κόσκινον. ὁ δὲ τορεὺς φρεωρύχων ἐργαλεῖον. ἰατροῦ σκεύη σμίλη, ὑπογραφίς, ὠτογλυφίς, ψαλίς, μηλωτρίς μήλη, ὀδοντοξέστης ὀδοντάγρα, ἐξάλειπτρον, λουτήριον, σικύα, ὑπόθετον, λεκανίς, σπογγία, ἐπίδεσμα, σπληνίον, λαμπάδιον, ποδοστράβη, κλυστήρ· ἔστι γὰρ παρʼ Ἡροδότῳ τοὔνομα. <!-- 10.150 -->τάχα δὲ καὶ βάλανος· ἐπὶ γὰρ τοῦ ἐκ στέατος καὶ λίτρου προμήκους πλάσματος, ᾧ ἀντὶ κλυστῆρος χρῶνται, βαλανίσαι Ἱπποκράτης <span class="gap">…</span> λέγει. ἐν δὲ τοῖς Δημιοπράτοις καὶ ῥάκια καὶ κηρωτὴ γέγραπται. κυβευτοῦ σκεύη ἄβαξ ἀβάκιον, κόσκινον, κύβοι, διάσειστοι κύβοι, ἀστράγαλοι, φιμοί, κημοί, τηλία, κήθια κηθίδια, ψῆφοι, πεττοί. σοροποιοῦ σκεύη σορός, πύελος, κιβωτός, ληνός. οἵ τε γὰρ περὶ Ἔραστον καὶ Κορίσκον Πλάτωνι ἐπιστέλλοντες γράφουσι «ληνὸν Ἀσσίαν τῆς σαρκοφάγου λίθου,» καὶ ἐπάγουσι περὶ τοῦ αὐτοῦ λέγοντες «σορῷ·» ὅ τε Φερεκράτης ἐν τοῖς Ἀγρίοις ἔφη

  
ἦ μὴν σὺ σαυτὸν μακαριεῖς, ὅταν  
  
οὗτοί σε κατορύττωσιν. οὐ δῆτʼ, ἀλλʼ ἐγώ  
  
τούτους πρότερον, οὗτοι δὲ μακαριοῦσί με.  
  
καίτοι πόθεν ληνοὺς τοσαύτας λήψομαι;  

<!-- 10.151 -->καὶ μιξάμενοι δʼ ἂν εἴποιμεν σκεύη, βαλάντια καὶ βαλαντίδια ὡς ἐν Αἰξὶν Εὔπολις. καὶ θυλάκιον δὲ καὶ θυλακίσκον· Ἀριστοφάνης γοῦν ἐν Τριφάλητι τοῦτο ὑποδηλοῖ, ὅταν φῇ

  
ἔπειτʼ ἐπὶ τοὖψον ἧκε, τὴν σπυρίδα λαβών  
  
καὶ θυλακίσκον καὶ τὸ μέγα βαλάντιον.  
<!-- 10.152 -->ἐπὶ τοῦ αὐτοῦ δὲ κύστιν ὑείαν ἐν Ταγηνισταῖς·

  
ὁ δὲ λύων κύστιν ὑείαν  
  
κἀξαιρῶν τοὺς δαρεικούς.  
ἐπὶ τοῦ αὐτοῦ δὲ καὶ σακίον, ὅταν φῇ ἐν Θεσμοφοριαζούσαις

  
σακίον, ἐν οἷσπερ τἀργύριον ταμιεύεται.  
καὶ πόδα δὲ βαλαντίου ὁ αὐτὸς εἴρηκεν ἐν Βαβυλωνίοις. ἀργυροθήκην δὲ Ἀντιφάνης ἐν Μίδωνι εἴρηκεν. εἰ δὲ καὶ τῷ μαρσιπίῳ τις χρῆσθαι βούλοιτο, βοηθήσει αὐτῷ Ἀπολλόδωρος ὁ Καρύστιος εἰπὼν ἐν τῇ Ἐνέα «μαρσίπιόν τι μικρόν.» ἀρύβαλλος δὲ ἐπὶ τοῦ συσπάστου βαλαντίου ἐν Ἀντιφάνους Αὑτοῦ ἐρῶντι καὶ ἐν Στησιχόρου Κερβέρῳ.

<!-- 10.153 -->γλωττοκομεῖον ἡ θήκη τῶν αὐλῶν· καὶ συβήνην δὲ τὴν τῶν αὐλῶν θήκην καλοῦσιν. καὶ αὐλοὺς ὀστεΐνους, καὶ καλαμίνους αὐλοὺς Ἀριστοφάνης ἔφη. καὶ φορβειὰν τὴν αὐλητικήν. <!-- 10.154 -->καὶ κρουπέζια τὰ τῶν αὐλητῶν ὑποδήματα. τὸ μέντοι γλωττοκομεῖον εἴρηκε Λύσιππος ἐν Βάκχαις·

  
αὐτοῖσιν αὐλοῖς ὁρμᾷ καὶ γλωττοκομείῳ.  
ὠνόμασται γὰρ ἀπὸ τῶν γλωττῶν, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τοῦ ἀγγείου γλωττοκομεῖον παρὰ τοῖς νεωτέροις ἔστιν εὑρεῖν, ὡς ἐν τῷ Τιμοκλέους Βαλανείῳ, «καὶ τὸ γλωττοκομεῖον βαλανεύεται.» καὶ ἐν Ἀπολλοδώρου τοῦ Καρυστίου Διαβόλῳ

  
μέγα  
  
ὦ Φορμίων γλωττόκομον· οὐκ ὀφθαλμιῶ.  

<!-- 10.155 -->ἐκ δὲ τῶν σκευῶν καὶ γαλεάγρα· τὸ δὲ ὄνομα ἐν τοῖς ἐπιγραφομένοις Δημοσθένους πρὸς Ἀριστογείτονα. καὶ μυάγρα· Ἀριστοφάνης δὲ ἐν Φοινίσσαις κέχρηται τῷ ὀνόματι. ἐν δὲ Πλούτῳ ἶπον τὴν μυάγραν καλεῖ. <!-- 10.156 -->καὶ Καλλίμαχος δὲ ἔφη

  
ἶπον τʼ ἀνδίκτην τε μάλʼ εἰδότα μακρὸν ἁλέσθαι,  
ὡς καὶ τὸν ἀνδίκτην ὄντα εἶδος μυάγρας. τὸ μέντοι ἐνιστάμενον ταῖς μυάγραις παττάλιον σκανδάληθρον καλεῖται, ὡς ὁ ἐν ταῖς μείζοσι πάγαις πάτταλος ῥόπτρον, τὸ δὲ σπαρτίον ᾧ συνέχεται μήρινθος. τὴν δὲ Ἀνδρομέδαν Κρατῖνος ἐν τοῖς Σεριφίοις δελεάστραν καλεῖ. Νικοφῶν δὲ τὰς τοιαύτας πάγας ἐν Ἀφροδίτης Γοναῖς δελέαστρα εἴρηκεν. πέτευρον δέ, οὗ τὰς ἐνοικιδίας ὄρνιθας ἐγκαθεύδειν συμβέβηκεν, Ἀριστοφάνης λέγει, ὥσπερ καὶ κρεμάστραν ἐν ταῖς Νεφέλαις.

<!-- 10.157 -->σὺν δὲ τούτοις λεγέσθωσαν δοκοί δοκίδες, ἰκρία, στρωτῆρες, καλυμμάτια. καὶ μετὰ τοῦ κεράμου ἐν τοῖς Δημιοπράτοις καλυπτῆρες κορινθιουργεῖς καὶ ἰκριωτῆρες. ἀκτηρίδα δὲ τὴν βακτηρίαν Ἀχαιὸς ἐν Ἴριδι ὠνόμασεν· καλεῖται δὲ οὕτως καὶ τὸ τὸν ῥυμὸν τοῦ ἅρματος ἢ τῆς ἁμάξης ἀνέχον ξύλον, ὅταν ἄζευκτος ᾖ, ὃ στήριγγα καλεῖ Λυσίας, ὥσπερ καὶ τὴν κνήμην τῆς ἁμάξης ὁ αὐτὸς ὠνόμασε κνημίαν.

<!-- 10.158 -->προσθετέον δὲ τούτοις τράπεζαν λογιστηρίαν, πιλίον πῖλον πιλίδιον, τάρπην, ἥ ἐστι πλέγμα ἐκ λύγων, ἔτι δὲ καὶ γύργαθον καὶ θωμόν, Ἀριστοφάνους ἐν Δαιταλεῦσιν εἰπόντος

  
ἢ μὴ δικῶν τε γύργαθος ψηφισμάτων τε θωμός.  
<!-- 10.159 -->καὶ οἰκίσκον δὲ ὀρνίθειον καὶ οἰκίσκον περδικικὸν Ἀριστοφάνης ἐν Ὁλκάσιν ἔφη. εἰ δὲ μὴ ψευδὴς ὁ Ὑπερείδου λόγος ὑπὲρ Ἁρπάλου, ἐν αὐτῷ γέγραπται «ἐκπηδήσαντες ἐκ τῶν περδικοτροφείων.» χοιροτροφεῖον δὲ ἐν ᾧ χοῖροι τρέφονται, ὡς Εὔπολις καὶ ἐν Ποαστρίαις Φρύνιχος, τὸ δʼ αὐτὸ καὶ χοιροκομεῖον ἐν Ἀριστοφάνους Λυσιστράτῃ. <!-- 10.160 -->καὶ γρυμέα δὲ ἀγγεῖόν τι εἰς ἀπόθεσιν, ὃ ἔνιοι πήραν νομίζουσιν. καὶ θύλακος καὶ ἀσκοθύλακος, ὡς ἐν τῷ Ἀριστοφάνους Γηρυτάδῃ, καὶ ἀσκοπήρα, ὡς ἐν ταῖς Ὥραις Ἀριστοφάνους. καὶ κέστρα δὲ σφύρας τινὸς εἶδος σιδηρᾶς, ὡς ἐν Αἰγεῖ Σοφοκλῆς

  
κέστρᾳ σιδηρᾶ πλευρὰ καὶ κατὰ ῥάχιν  
  
ἤλαυνε παίων.  
ἀλλὰ μὴν καὶ κύρτη σιδηρᾶ ἀγγεῖόν τι, οἷον οἰκίσκος ὀρνίθειος, παρὰ Ἡροδότῳ καὶ Ἀρχιλόχῳ. καὶ καλιὰ δὲ καὶ καλιὸς ὁ τοιοῦτος οἰκίσκος, ὡς Κρατῖνος Θρᾴτταις

  
ἐς τὸν καλιόν, ἢν τύχῃ, καθείργνυται.  
<!-- 10.161 -->ἤδη δὲ καὶ τὸν πρὸς οἰκήσεις ἐπιτήδειον οὕτω λέγουσιν, ὡς ἐν Ἐλπίδι Ἐπιχάρμου εἴρηται

  
τὸν τοῦ γείτονος καλιόν.  
ἐν δὲ Εὐπόλιδος Αὐτολύκῳ

  
οἰκοῦσι δʼ ἐνθάδʼ ἐν τρισὶν καλιδίοις,  
  
οἴκημʼ ἔχων ἕκαστος.  

σάγματα μὲν οὖν ὑποζυγίων κατὰ τοὺς πολλοὺς ἐν τῇ πέμπτῃ τῶν Φιλιππικῶν ἔστιν εὑρεῖν, σακκοπήραν δέ, ὡς εἴθισται τοῖς ἰδιώταις λέγειν, ἐν Ἀπολλοδώρου τοῦ Καρυστίου Ἀμφιαράῳ·

  
ἐμβαλόντες, ὦ πονηρὲ σύ,  
  
εἰς σακκοπήραν αὐτὸν ἐπιθήσουσί που  
  
ἐφʼ ὑποζύγιον.  
<!-- 10.162 -->σίφνιν δʼ ἐν τοῖς Ἀττικοῖς ὕμνοις οὐ τὴν γῆν ἔνιοι ἀκούουσιν, ἀλλὰ τὴν σιπύαν, ἐξ ἧς ἡ Δημήτηρ προυκόμιζε τὰς τροφάς. ἀορτῆρα δὲ τὸν ζωστῆρα Φερεκράτης ἐν Γραυσὶ κέκληκεν. ἡ δὲ καυσία πῖλος Μακεδονικὸς παρὰ Μενάνδρῳ, ὡς τιάρα Περσικός. καὶ κυρβασίαν δʼ Ἀριστοφάνης ἐν Τριφάλητι εἴρηκεν·

  
καὶ τὴν κυνῆν ἔχειν με κυρβασίαν ἐρεῖς·  
<!-- 10.164 -->Ἡρόδοτος <span class="gap">…</span> δὲ καὶ κίταριν. τὸ δὲ τῶν ἐφήβων φόρημα πέτασος· Φιλήμων ἐν Θυρωρῷ

  
ἐγὼ γὰρ ἐς τὴν χλαμύδα κατεθέμην ποτέ  
  
καὶ τὸν πέτασον.  
Τηλεκλείδου δʼ ἐν Ἀμφικτύοσιν εἰπόντος «δουλοπόνηρον ῥυπαρὸν σκόλυθρον» κάνυστρον ἔνιοι ἀκούουσιν. καὶ ὅταν μὲν ἐν Ἀχαρνεῦσιν εἴπῃ Ἀριστοφάνης ἀχάνας χρυσίου, τὸ ἀγγεῖον ἴσως Περσικόν· <!-- 10.165 -->ἔνιοι δὲ τὴν θεωρικὴν κίστην οὕτω κεκλῆσθαι νομίζουσιν, ἐν δὲ Ἀριστοτέλους Ὀρχομενίων πολιτείᾳ μέτρον ἐστὶν Ὀρχομένιον τετταράκοντα πέντε μεδίμνους χωροῦν Ἀττικούς. οἱ δὲ κοιτίδας τὰς τῶν Πυθῶδε ἰόντων, ὅτε καὶ τὰ λεβητάρια καλοῦσι παναγρίδας. ξίφους δὲ ὄνομα ἔοικεν εἶναι βαρβαρικὸν ἡ σκάλμη, Σοφοκλέους εἰπόντος ἐν Τρωίλῳ

  
σκάλμῃ γὰρ ὄρχεις βασιλὶς ἐκτέμνουσʼ ἐμούς.  
τὸ δὲ ὄγκιον σκεῦος πλεκτὸν εἰς ἀπόθεσιν σιδήρου ἢ ἄλλων τινῶν, παρὰ δʼ Ὁμήρῳ τῶν Ὀδυσσέως πελέκεων· Ἕρμιππος δʼ ἐν <!-- 10.166 -->Δημόταις ἔφη «ἔχοντες ἴσον ἀσπίδιον ὀγκίῳ.» παρὰ δὲ Βοιωτοῖς τὸν κάδον σκύφον κεκλῆσθαι λέγουσιν. ἡ δὲ σμινύη καττύς, δερμάτιον ἐντιθέμενον τῇ σμινύῃ, ὅταν ὁ στέλεχος ἀραιὸς ᾖ· καὶ ἔστι τοὔνομα ἐν τοῖς Ἀριστοφάνους Δράμασιν ἢ Νιόβῳ. πτανάκα δʼ ἐστὶ ψίαθος ἡ ἐν τοῖς ἀκατίοις, ἣν καὶ κάνναν καλοῦσι. κραστήριον δὲ τέτταρα ξύλα εἰς ἄλληλα ἐνηρμοσμένα, τόνῳ ἐνδεδεμένα, ἃ κατήρτων πρὸ τῆς φάτνης τῶν ὑποζυγίων φέρειν αὐτοῖς τὸν χιλόν, ὃν καὶ χόρτον καὶ πόαν καὶ κρᾶστιν τινες ἐκάλουν. ἐκφατνίσματα δὲ αἱ σανίδες αἱ ἀναιρούμεναι ἐκ τῆς φάτνης ὡς καθαίρεσθαι τὰ περιττά.

<!-- 10.167 -->ἐκ δὲ τῶν σκευῶν ἔστω καὶ προσωπεῖον καὶ μορμολυκεῖον καὶ γοργεῖον καὶ προσωπίς, καὶ ὡς ἐν τοῖς Σοφισταῖς Πλάτων ὀθόνιον πρόσωπον, καὶ κλῳὸς καὶ κλοιὸς καὶ ἅλυσις καὶ μονάλυσις. ἡ δὲ ἅλυσις οὐ μόνον ἐπὶ τοῦ δεσμοῦ ἀλλὰ καὶ ἐπὶ τοῦ γυναικείου κόσμου ὠνόμασται παρὰ Ἀριστοφάνει, «σφραγῖδας ἁλύσεις·» Φιλιππίδης δὲ ἔφη

  
ἁλύσιον εἶχε τετταράκοντα δραχμὰς ἄγον.  
δεσμὸς μέντοι σιδηροῦς καὶ σκύλαξ, οὗ μέμνηται Πλάτων ἐν Ἑλλάδι

  
λαβὼν οὖν  
  
τὸν σκύλακα τὸν τοῦ προξένου, κἄπειτα δῆσον αὐτόν.  

<!-- 10.168 -->ἐκ δὲ σκευῶν καὶ ἀναξυρίδες καὶ σκελέαι καὶ ποδίδες καὶ Περσικαί, ὡς Ἀριστοφάνης ἐν ταῖς Νεφέλαις τὰς ἀναξυρίδας ἔοικε καλεῖν, Ἀντιφάνης δʼ ἐν Σκύθαις ἢ Ταύροις «σαράβαρα καὶ χιτῶνας πάντες ἐνδεδυκότες.» ἡ δὲ ἁμαξὶς ἁμάξιον μικρόν, καὶ παίζειν τοῖς παιδίοις. καὶ κώδων δὲ ἔστι τῶν σκευῶν καὶ τρυτάνη καὶ ὑστριχίς, τάχα δὲ καὶ κῴδιον καὶ κῳδάριον καὶ ἀρνακίς, καὶ βακτήριον, καὶ σάκκος, καὶ λυχνίς, καὶ πυξίς, καὶ ἕτερόν τι τοιοῦτον καλαμίσκος ὡς ὅταν φῇ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν

  
σὺ δʼ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα  
  
εἰς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.  
<!-- 10.169 -->καὶ ἁλία δὲ σκεῦός τι ἦν πύξινον, ᾧ τοὺς ἅλας ἐντρίβουσιν· Ἄρχιππος μέν γε ἐν Ἡρακλεῖ γαμοῦντί φησιν «ἁλία πυξίνη,» Στράττις δʼ ἐν Κινησίᾳ

  
ἁλμυρόν θʼ ὕδωρ,  
  
ἕτερον τε λεπτὸν ἐν ἁλίᾳ κεκομμένον.  
καὶ ἴσως ἂν ἐοίκοι τούτῳ τῷ ἀγγείῳ ἐν ᾧ τὸ πέπερι λεαίνουσιν. ἀλλὰ μὴν καὶ φορμός φορμίον φορμίσκος φορμίς· ἐν δὲ τῷ Γηρυτάδῃ ὁ Ἀριστοφάνης λέγει «φορμῷ σχοινίνῳ,» ἐν δὲ τοῖς Δημιοπράτοις καὶ ἁλῶν τρία ἡμιφόρμια πέπραται, ὥσπερ καὶ σησάμων ἡμισάκιον. <!-- 10.170 -->τάχα δὲ κἂν ὄροφόν τις ὀνομάσειεν, ὅς ἐστι στεγαστὴρ κάλαμος, ὃν καὶ Ὅμηρος ὀνομάζειν ἔοικεν ἐπὶ τῆς Ἀχιλλέως σκηνῆς. καὶ ἐν Ἀριστοτέλους δὲ ἢ Θεοφράστου Φυσικοῖς γέγραπται «καλάμου, ὀρόφου, θρυαλλίδος, στροβίλου, πίτυος.» εἴποις δʼ ἂν καὶ ὠλένας καὶ ὠλενίδας, καὶ παρωλενίδας ἐν τοῖς Δημιοπράτοις εἰρημένας. καὶ πηνήκην δὲ καὶ προκόμιον, καὶ ὡς Ἀριστοφάνης ἐν Γηρυτάδῃ περίθεσιν· καὶ περιθέτην δέ, ὡς ἐν Ἄμφιδος Ἀλκμαίωνι καὶ Μενάνδρου Ὀλυνθίᾳ.

<!-- 10.171 -->σκεῦος δὲ καὶ ἡ κλῖμαξ· καὶ οἱ ἀναβασμοὶ τῆς κλίμακος κλιμακτῆρες, ὡς ἐν Ἀριστοφάνους Δράμασιν ἢ Κενταύρῳ· ἐν δὲ τοῖς Δημιοπράτοις κλιμάκιον, ἐν δὲ Ἀμειψίου Κόννῳ κλιμακίδα. ἦ που δὲ καὶ τύμπανα καὶ κύμβαλα, σκευῶν ἂν καὶ ταῦτα εἴη καὶ παρδαλῆ καὶ λεοντῆ, καὶ σανὶς καὶ λεύκωμα. καὶ οἷς ἂν ὀρνιθοθῆραι χρῶνται, παγίδες καὶ νεφέλαι καὶ δίκτυα· ἐν Ὄρνισι δʼ αὐτῶν Ἀριστοφάνης μνημονεύει.

<!-- 10.172 -->τὴν δὲ πήραν πηρίδιον εἴποις ἂν ὡς ἐν Σκηνὰς καταλαμβανούσαις Ἀριστοφάνης, καὶ θύλακα καθʼ Ὅμηρον <span class="gap">…</span> καὶ θύλακον καὶ θυλάκιον καὶ θυλακίσκιον, ὡς ἐν Δαιταλεῦσιν Ἀριστοφάνης, καὶ κώρυκον καὶ κωρύκιον καὶ κωρυκίδα, ὡς ἐν ταῖς Ὁλκάσιν Ἀριστοφάνους. καὶ βύσμα δʼ ἂν εἴη τῶν χρησίμων, Ἀριστοφάνους εἰπόντος «βύσμα καὶ γευστήριον.» τοῦτο δὲ βύστραν ἕτεροι κεκλήκασιν, ὡς Ἀναξανδρίδης Κιθαριστρίᾳ καὶ Ἀντιφάνης Ὀρφεῖ «βύστραν τινʼ ἐκ φύλλων τινῶν.» ἀλλὰ μὴν τῷ στεγαστῆρι ὀρόφῳ προσήκοιεν ἂν καὶ οἱ στρωτῆρες καὶ τὰ καλυμμάτια· <!-- 10.173 -->ἄμφω δὲ ἐν Ἀριστοφάνους Βαβυλωνίοις

  
πόσους ἔχει στρωτῆρας ἁνδρὼν οὑτοσί.  
καὶ αὖ πάλιν

  
ὡς οὐ καλυμματίοις τὸν οἶκον ἤρεφεν.  
φαίης δʼ ἂν κατʼ Ἀριστοφάνην λέγοντα ἐν Ὁλκάσι καὶ παττάλους ἐγκρούειν, καὶ σκύταλον ὑποσίδηρον καὶ σμινύδας καὶ ἀγκαλίδας, καὶ ὡς ἐν Ταγηνισταῖς νεβρίδα καὶ λίθους πωρίνους καὶ κηρύκιον, καὶ ὡς ἐν Ἥρωσιν

  
ἴθι δή, λαβὼν τὸν ῥόμβον ἀνακωδώνισον,  
καὶ ὡς ἐν Γήραι «πτωχικοῦ βακτηρίου,» καὶ

  
βακτηρία δὲ Περσὶς ἀντὶ καμπύλης  
καὶ «καλαμίνους αὐλούς.» τοὺς δὲ κάλως καὶ σχοινία καὶ ὅπλα ἂν εἴποις· Ὅμηρος δὲ καὶ ὅπλον βύβλινον.

<!-- 10.174 -->φαίης δʼ ἂν καὶ χρυσώματα καὶ ἀργυρώματα καὶ χαλκώματα ἐν μέρει τῶν σκευῶν, οὐ μόνον ἐν τῇ Ἀναβάσει Ξενοφῶντος εἰπόντος χαλκώμασιν, ἀλλὰ καὶ Ἀριστοφάνους ἐν Πελαργοῖς «χαλκώματα προσκεφάλαια.» Λυσίας δὲ ἐν τῷ πρὸς Κλέωνα καὶ ἀργυρώματα καὶ χρυσώματα εἴρηκεν.

<!-- 10.175 -->καὶ βαίτας δὲ τὰς τῶν ἀγροίκων διφθέρας ἐν τοῖς γυναικείοις μίμοις ὁ Σώφρων ἐκάλεσεν. εἶεν δʼ ἂν καὶ ἀμφωτίδες ἐκ τῶν σκευῶν, Πλάτωνός τε εἰπόντος καὶ ἐν Κερκυόνι Αἰσχύλου

  
ἀμφωτίδες τοι τοῖς ἐνωτίοις πέλας·  
Ἀλέξιδος δὲ καὶ δρᾶμα Ἀμφωτίς. καὶ ῥιπίδα δʼ ἄν τις φαίη πλέγμα τι ψιάθῳ ἢ φορμῷ παραπλήσιον· Κράτης δʼ ἐν τοῖς Ἥρωσιν ἔφη «ῥιπίδι κοπραγωγῷ» ἐν δὲ τοῖς Δημιοπράτοις ἀναγέγραπται «ῥιπαικὰ παγκτόν.» Ὅμηρος δʼ ἔφη <!-- 10.176 -->«ῥίπεσσι διαμπερὲς οἰσυΐνοισι·» καὶ γὰρ οἰσύα, καὶ οἰσύινα σκεύη, παρὰ δὲ Θουκυδίδῃ καὶ ἀσπίδες οἰσύιναι. καὶ λίνον δʼ ἂν εἴποις καὶ στυππεῖον, καὶ κάνναβον καὶ κάνναβιν, καὶ τὸν ἱστὸν τῶν ταῦτʼ ἐργαζομένων γέροντα. καὶ ὁλκεῖον ἀγγεῖον ὑγρῶν τε καὶ ξηρῶν, ὡς ἐπὶ τὸ πολὺ χαλκοῦν, ὡς ἐν Ἀρρηφόρῳ Μενάνδρου «ἢ χαλκοῦν μέγα ὁλκεῖον·» ἐν δὲ Φιλήμονος Γάμῳ

  
ὁλκεῖον εἶδον ἐπὶ τραπέζῃ κείμενον  
  
πυρῶν τι μεστόν.  
εἴποις δʼ ἂν καὶ μηλωτὴν τὴν τοῦ προβάτου δοράν, Φιλήμονος εἰπόντος ἐν Εὐρίπῳ «στρῶμα μηλωτήν τʼ ἔχει.» καὶ σκεῦός τι ὁλοσίδηρον, ὡς ἐν Ἀντιφάνους Φιλίσκῳ, καὶ ἄλλο μονόξυλον, ὡς ἐν Πλάτωνος Νόμοις. <!-- 10.177 -->Κρατίνου δʼ εἰπόντος ἐν Νεμέσει «ἐν τῷ κυφῶνι τὸν αὐχένʼ ἔχων» ἦ που νοητέον ὡς σκεῦος ἦν τι ἀγορανομικόν, ᾧ τὸν αὐχένα ἐνθέντα δεῖ μαστιγοῦσθαι τὸν περὶ τὴν ἀγορὰν κακουργοῦντα. καὶ νάρθηκα δʼ ἂν εἴποις, Πλάτωνος μὲν καὶ ναρθηκοφόρους ὀνομάσαντος, Ἴωνος δὲ ἐν τῷ Μεγάλῳ δράματι εἰπόντος «ψαθαρὸν νάρθηκα.» ζυγὸν δὲ εἴποις ἂν ὑποζυγίων, καὶ τὸ τῆς τρυτάνης καὶ τὸ τῆς νεὼς καὶ τὸ τοῦ ὑποδήματος καὶ τὸ τοῦ χοροῦ· Δεινόλοχος δʼ ἐν Ἀμαζόσιν ἔφη καπηλικοῦ ζυγοῦ. τὸ δὲ ξυρὸν πολλῶν εἰρηκότων, παρατηρητέον ὅτι Ἄρχιππος ἐν τῷ Ῥίνωνι ἀρρενικῶς αὐτὸ εἴρηκεν.

<!-- 10.178 -->φλοΐνην δὲ ἐσθῆτα Ἡροδότου εἰπόντος, σοὶ τοῦτο ὑπάρχει λέγειν καὶ ἐπὶ τῶν ἄλλων πλεγμάτων, οἷον φλοΐνην σπυρίδα ἢ ψίαθον ἢ ὁτιδήποτε, μάλιστα καὶ Εὐριπίδου ἐν Αὐτολύκῳ σατυρικῷ εἰπόντος «σχοινίνας γὰρ ἵπποισι φλοΐνας ἡνίας πλέκει.» ἡ δὲ ὕλη ὅθεν ἐπλέκετο, φλοῦς μὲν κατὰ τοὺς Ἴωνας, φλέως δὲ κατὰ τοὺς Ἀττικούς. <!-- 10.179 -->εἴη δʼ ἂν καὶ κόιξ ἕν τι τῶν πλεγμάτων, ὃν οἱ μὲν Δωριεῖς κόιν καλοῦσιν, ὡς Ἐπίχαρμος Πίθωνι

  
ἢ θύλακον βόειον ἢ κόιν φέρειν  
  
ἢ κωρυκίδα,  
οἱ δὲ Ἀττικοὶ κόικα, ὡς Φερεκράτης Κοριαννοῖ

  
πᾶς δʼ ἀνὴρ ἔσαττε τεῦχος ἢ κόικʼ ἢ κωρύκους.  
σαφῶς δὲ αὐτὸ Ἀντιφάνης ἐν Βομβυκιῷ δηλοῖ, εἰπὼν

  
ἀγγεῖον ἀλφιτήριον ἢ κόιξ ἐστίν.  
εἴη δʼ ἂν καὶ φείδων τι ἀγγεῖον ἐλαιηρόν, ἀπὸ τῶν Φειδωνείων μέτρων ὠνομασμένον, ὑπὲρ ὧν ἐν Ἀργείων πολιτείᾳ Ἀριστοτέλης λέγει. <!-- 10.180 -->καὶ στέγαστρον δὲ ὅστις ἐθέλοι ὀνομάζειν, ᾗπερ ἡ πολλὴ χρῆσις, τὴν στεγαστρίδα διφθέραν, τὸν σκύτινον τοῦτον χιτῶνα, καταφευγέτω ἐπὶ τὸν Αἰσχύλον εἰπόντα, «ὀστέων στέγαστρον.» κίσται δʼ οὐ μόνον ὀψοφόροι, οὐδʼ ἄλλως ἀγγεῖα εἰς ἐσθήτων ἀπόθεσιν, ἀλλὰ καὶ αἱ τῶν φαρμακοπωλῶν ἂν καλοῖντο, ὡς ἐν Ἀμφιαράῳ Ἀριστοφάνης

  
καὶ τοὺς μὲν ὄφεις, οὓς ἐπιπέμπεις,  
  
ἐκ κίστῃ που κατασήμηναι,  
  
καὶ παῦσαι φαρμακοπωλῶν·  
ὥσπερ που καὶ Θεόπομπος ἐν Ἀλθαίᾳ

  
τὴν οἰκίαν γὰρ εὗρον εἰσελθὼν ὅλην  
  
κίστην γεγονυῖαν φαρμακοπώλου Μεγαρικοῦ.  

<!-- 10.181 -->τὸ μέντοι δέρμα ᾧ ὑποζώννυνται αἱ λουόμεναι γυναῖκες ἢ οἱ λούοντες αὐτάς, ᾤαν λουτρίδα ἔξεστι καλεῖν, Θεοπόμπου εἰπόντος ἐν Παισὶν

  
τὴν δὲ περιζωσάμενος ᾤαν λουτρίδα,  
  
κατάδεσμον ἥβης περιπέτασον.  
Φερεκράτης δὲ ἐν Ἰπνῷ καταλέγων τὰ ἐργαλεῖα τῆς παιδοτριβικῆς,

  
ἤδη μὲν ᾤαν λουμένω προζώννυται.  
<!-- 10.182 -->οὕτω δὲ τὴν μηλωτὴν ἐκάλουν, ἴσως ἀπὸ τῆς ὄιος. τοῖς δὲ στρατιώταις καὶ ἀντὶ μάκτρας ὑπουργεῖ· ὅπερ ἐν Στρατιώταις Ἕρμιππος ὑποδηλοῖ, λέγων «νικᾷ δʼ ᾤα λιθίνην μάκτραν.» καὶ κέραμον δʼ ἂν εἴποις, καὶ κέραμον στεγαστῆρα· ἐν δὲ τοῖς Δημιοπράτοις καὶ κέραμον Ἀττικὸν καὶ κέραμον Κορίνθιον. κεραμίδα δὲ Θουκυδίδου εἰπόντος ἐν τῇ Πλαταϊκῇ πολιορκίᾳ, κεράμια τὰς κεραμίδας Ἀριστοφάνης ἐν Σφηξὶ καλεῖ, λέγων

<!-- 10.183 -->  
ὑποδυόμενός τις οὑτοσί  
  
ὑπὸ τῶν κεραμίων ἡλιαστὴς ὀροφίας·  
οἱ δὲ καὶ κεραμίδων γράφουσιν. καὶ σφύρᾳ μέν τι ὅμοιον ἢ κροταφίδι σιδηρᾷ εἴη ἂν ἡ κέστρα, δεσμῷ δʼ ἂν ἐοίκοιεν αἱ στραγγαλίδες, Στράττιδος ἐν Φοινίσσαις εἰπόντος «οὐδὲ σχοινίʼ οὐδὲ στραγγαλίδες εἰσίν.» κάνναι δὲ πλεγμάτιόν τι ἐστίν, οὗ μέμνηται ἐν Σφηξὶν Ἀριστοφάνης·

  
οὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω.  
καὶ Φερεκράτης ἐν Ἰπνῷ

  
σκηνὴ περίερκτος περίβολος κάνναισι.  
<!-- 10.184 -->μάλιστα δʼ ἐχρῶντο τῷ πλέγματι τούτῳ ἐς τὰ περιφράγματα, ὡς ἐν τῇ Πυτίνῃ ὁ Κρατῖνος περὶ τῶν τριήρων λέγει

  
οὐ δύνανται πάντα ποιοῦσαι νεωσοίκων λαχεῖν  
  
οὐδὲ κάννης.  
τὸν μέντοι ταύτας πλέκοντα καννηνοποιὸν Ἱππῶναξ κέκληκεν. ἐν δὲ τοῖς μέτροις τοῖς τῶν ὑγρῶν εἴη ἂν καὶ μάρις, Ἀριστοτέλους ἐν τῷ ὀγδόῳ περὶ ζῴων ἱστορίας εἰπόντος «οἴνου πέντε μάρεις. ἔστι δὲ ὁ μάρις ἓξ κοτύλαι.»

<!-- 10.185 -->καὶ γῆν δὲ κεραμῖτιν εἴποις ἂν καὶ γῆν κεραμίδα, ἢ ὡς Σαννυρίων ἐν Γέλωτι, «κεραμικὴν γαῖαν στρέφων.» οὗ μέντοι οἱ κεραμεῖς τὰς πλίνθους ἔπλαττον, πλινθεῖον καλεῖ τὸν τόπον ἐν Δράμασιν ἢ Νιόβῳ Ἀριστοφάνης, περὶ τοῦ Κυκλοβόρου τοῦ ποταμοῦ λέγων

  
ὁ δʼ ἐς τὸ πλινθεῖον γενόμενος ἐξέτρεψε.  
τοῖς δὲ σκεύεσιν εἰ βούλοιτό τις προσαριθμεῖν καὶ κάδον πίττινον ἔξεστιν, Ἀριστοφάνους ἐν Δράμασιν ἢ Κενταύρῳ εἰπόντος

  
ἀλλʼ εἰς κάδον λαβών τινʼ οὔρει πίττινον.  

<!-- 10.186 -->καὶ στόμωμα μὲν σιδηροῦν ὅστις ἐν τοῖς ἀποθέτοις σκεύεσιν ἀριθμοῖ, Κρατῖνος ἂν αὐτῷ συναινοῖ, λέγων ἐν Χείρωσι «Χαλυβδικὸν στόμωμα.» εἰ δὲ καὶ πλέγμα τι σπάρτινον ἢ σάκον σπάρτινον ἐθέλοις καλεῖν, καὶ πρὸς τοῦτο Κρατῖνός σοι βοηθεῖ ἐν Νεμέσει λέγων

  
σπάρτην λέγω γε σπαρτίδα τὴν σπάρτινον.  
φαίης δʼ ἂν καὶ σίσυρναν, Αἰσχύλου μὲν ἐν Κήρυξι σατύροις λέγοντος «καὶ τῆς σισύρνης τῆς λεοντέας,» Σοφοκλέους δʼ ἐν Μούσαις

  
ψαλίδας τιάρας καὶ σισυρνώδη στολήν.  

<!-- 10.187 -->ἐπεὶ δὲ καὶ ἀσκὸν καὶ ἀσκίδιον καὶ τὰ τοιαῦτα προειρήκαμεν, οὐδὲν κωλύει καὶ μολγὸν εἰπεῖν, ὅς ἐστι κατὰ τὴν τῶν Ταραντίνων γλῶτταν βόειος ἀσκός· ὅθεν καὶ Θεοδωρίδας τὸν Ἥφαιστον ἔφη φυσητῆρσι μολγίνοις χρῆσθαι. καὶ Ἀριστοφάνης γε χρησμόν τινα παίζει

  
μή μοι Ἀθηναίους ἀνεῖτʼ, οἱ μολγοὶ ἔσονται,  
τὸ ἄπληστον αὐτῶν ὑπαινιττόμενος. τῶν δὲ ἐν οἰκίᾳ σκευῶν καὶ σκῦτος καὶ μάστιγες καὶ τροχοὶ καὶ πέδαι καὶ στρέβλαι. καὶ ἐπὶ ἐκπώματος δʼ ἂν εἴποις, ἢ ἄλλου κατασκευάσματος, ὅτι λιθοκόλλητον ἦν, ὡς ἐν τῷ Μενάνδρου Παιδίῳ

  
χρυσοῦν ἐπόρισας. εἴθε λιθοκόλλητον ἦν.  
  
καλὸν ἦν ἂν οὕτως.  

<!-- 10.188 -->ἐπεὶ δὲ ἥλους οἱ πολλοὶ καὶ ἡλίσκους οἱ κωμῳδοὶ λέγουσιν, ἰστέον ὅτι καὶ κυνδάλους τοὺς ἥλους ὀνομάζουσιν· ἐν γοῦν τῇ τοῦ νεὼ ποιήσει, ἣν ἢ Φίλων ἢ Θεόδωρος <span class="gap">…</span> συνέθηκε, γέγραπται «κυνδάλους δὲ ἐχέτω ζυγὸν ἕκαστον.» φαίης δʼ ἂν ἐπὶ τοῦ αὐτοῦ καὶ πῶμα καὶ ἐπίθημα, οἷον πίθου ἢ λέβητος ἢ φαρέτρας. ἐν γοῦν τῇ Ἀριστοφάνους Εἰρήνῃ γέγραπται

  
τὴν δʼ ἀσπίδα  
  
ἐπίθημα τῷ φρέατι παράθες εὐθέως·  
Ὅμηρος δʼ ἔφη «ὡς εἴτε φαρέτρῃ πῶμʼ ἐπιθείη.»

<!-- 10.189 -->τὸ μὲν δὴ ξύλον ᾧ περιπλάττουσι τὸν πηλὸν οἱ κοροπλάθοι, κάναβος καλεῖται· ὅθεν καὶ Στράττις ἐν τῷ Κινησίᾳ τὸν Σαννυρίωνα διὰ τὴν ἰσχνότητα κάναβον καλεῖ· αὐτὸ δὲ τὸ πήλινον, ὃ περιείληφε τὰ πλασθέντα κήρινα, ἃ κατὰ τὴν τοῦ πυρὸς προσφορὰν τήκεται καὶ πολλὰ ἐκείνῳ τρυπήματα ἐναπολείπεται, μίλιγδος καλεῖται· <!-- 10.190 -->ὅθεν καὶ Σοφοκλῆς ἔφη ἐν Αἰχμαλώτισιν

  
ἀσπὶς μὲν ἡ μίλιγδος ὣς πύκνωμά τι.  
ἐπιπόρπαμα δὲ κιθαρῳδοῦ σκευή, ὡς Πλάτων ἐν Ταῖς ἀφʼ ἱερῶν

  
δότω τὴν κιθάραν τις ἔνδοθεν  
  
καὶ τοὐπιπόρπαμα.  
ἔξεστι δὲ καὶ ἀγγεῖα ὀστράκινα τὰ κεράμεα ἢ γήινα εἰπεῖν· ἐν γοῦν τῷ Ποιητῇ Πλάτων φησὶ

  
θαυμάζω τὸν τὴν δαπιθάκνην  
  
πότερον ὀστρακίνην ἢ βίβλον ἔχων τὴν δήποτε.  
Ἡρόδοτος δὲ καὶ κεραμίνην κύλικα ἔφη, καὶ ὁ Ἀναξίλας Βοτρυλίωνι

  
κοὐκ ἄν γέ μοι τουτὶ γένοιτο κεράμινον.  

<!-- 10.191 -->ἔστι δὲ καὶ ἑλένη πλεκτὸν ἀγγεῖον σπάρτινον, τὰ χείλη οἰσύινον, ἐν ᾧ φέρουσιν ἱερὰ ἄρρητα τοῖς Ἑλενηφορίοις. εἰ δὲ βούλει καὶ ἄλλα τῶν ἱερῶν σκευῶν, ἔστι μὲν ὑφάσματα, καλεῖται δὲ ἰστριανόν, προτόνιον, ἡμίμιτρον. ποδώνυχον ἡ ἐσθὴς ἡ τῆς ἱερείας τῆς Πανδρόσου. <!-- 10.192 -->τὰ μὲν ἄλλα καλύμματα ἱερῶν τὰ δὲ ἐπίπομπα παραπόμπεια καλεῖται. ὅταν δὲ Δημοσθένης εἴπῃ σακχυφάντας, τοὺς πλέκοντας ταῖς γυναιξὶ τοὺς κεκρυφάλους ἀκούουσιν. σκευῶν δὲ ἐν Εὐπόλιδος Πόλεσι κατάλογος,

  
καρδόπους τε καὶ  
  
κρατῆρας ὀκτὼ δὲ χύτρας δύο τρυβλίω,  
  
κνέφαλλα δέκα, θέρμαυστριν, ἓξ θρόνους, χύτραν,  
  
κάννας ἑκατόν, κόρημα, κιβωτόν, λύχνον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: qsq-aaj`.
