---
title: "Spurious: On Justice"
title_greek: "Νόθοι, Περὶ Δικαίου"
author: Plato of Athens
eul_wid: ffk-aza
eul_aid: ffk
canonical: "https://eulogikon.org/works/plato-spurious-on-justice-ffk-aza"
lang: grc
period: Classical
dialect: Attic
content_hash: "sha256:a2b387159aff3be23d233aa731b0e36cfd9866fe0358ed25818611709a723862"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Spurious: On Justice

*Νόθοι, Περὶ Δικαίου*

**Author:** Plato of Athens

**eul_wid:** `ffk-aza` · [HTML page](https://eulogikon.org/works/plato-spurious-on-justice-ffk-aza)

## Text

Part of [Spurious](/works/plato-spurious-ffk-az)

`372`

Ἔχεις ἡμῖν εἰπεῖν ὅτι ἐστὶν τὸ δίκαιον; ἢ οὐκ ἄξιόν σοι δοκεῖ εἶναι λόγον περὶ αὐτοῦ ποιεῖσθαι; **—**

Ἔμοιγε καὶ μάλα. **—**

Τί οὖν ἐστιν; **—**

Τί γὰρ ἄλλο γε ἢ τὰ νομιζόμενα δίκια; **—**

Μή μοι οὕτως, ἀλλʼ ὥσπερ ἂν εἰ σύ μʼ ἔροιο τί ἐστιν ὀφθαλμός, εἴποιμʼ ἄν σοι ὅτι ᾧ ὁρῶμεν, ἐὰν δὲ καὶ δεῖξαί με κελεύῃς, δείξω σοι, καὶ ἐάν με ἔρῃ ὅτῳ ψυχὴ ὄνομα, ἐρῶ σοι ᾧ γιγνώσκομεν, ἐὰν δὲ ἔρῃ αὖ τί ἐστιν φωνή, ἀποκρινοῦμαί σοι ᾧ διαλεγόμεθα, καὶ σὺ οὕτω φράσον ὅτι δίκαιόν ἐστι ᾧ τί χρώμεθα, ὥσπερ ἃ νυνδὴ ἠρόμην. **—**

Οὐ πάνυ ἔχω σοι οὕτως ἀποκρίνασθαι. **—**

Ἀλλʼ ἐπειδὴ οὐχ οὕτως ἔχεις, ἴσως τῇδέ πῃ ῥᾷον αὐτὸ εὕροιμεν ἄν; φέρε, τὰ μείζω καὶ τὰ ἐλάττω τίνι σκοποῦντες διαγιγνώσκομεν; ἆρα οὐ μέτρῳ; **—**

Ναί. **—**

Μετὰ δὲ τοῦ μέτρου τίνι τέχνῃ; ἆρʼ οὐ μετρητικῇ;

`373.a–374.a`

**—**

Μετρητικῇ. **—**

Τί δὲ τὰ κοῦφα καὶ βαρέα; ἆρʼ οὐ σταθμῷ; **—**

Ναί. **—**

Μετὰ δὲ τοῦ σταθμοῦ τίνι τέχνῃ; οὐ τῇ στατικῇ; **—**

Πάνυ γε. **—**

Τί δὲ δή; τὰ δίκαια καὶ τἄδικα τίνι σκοποῦντες διαγιγνώσκομεν ὀργάνῳ, καὶ μετὰ τοῦ ὀργάνου τίνι τέχνῃ πρόσθεν; ἆρα οὐδʼ οὕτω πώς σοι καταφανές ἐστιν; **—**

Οὔ. **—**

Ἀλλὰ πάλιν ὧδε· ὅταν ἀμφισβητῶμεν περὶ τῶν μειζόνων καὶ τῶν ἐλαττόνων, τίνες ἡμᾶς διακρινοῦσιν; οὐχ οἱ μετρηταί; **—**

Ναί. **—**

Ὅταν δὲ περὶ τῶν πολλῶν καὶ ὀλίγων, τίνες οἱ διακρίνοντες; οὐχ οἱ ἀριθμηταί; **—**

Ἀλλὰ τί; **—**

Ὅταν δὲ περὶ τῶν δικαίων καὶ ἀδίκων ἀμφισβητῶμεν ἀλλήλοις, ἐπὶ τίνας ἐρχόμεθα καὶ τίνες ἡμᾶς οἱ διακρίνοντές εἰσιν ἑκάστοτε; εἰπέ. **—**

Ἆρά γε δικαστὰς λέγεις, ὦ Σώκρατες; **—**

Εὖ γʼ ηὗρες. ἴθι δὴ καὶ τόδε πειράθητι εἰπεῖν. τί ποιοῦντες διακρίνουσιν οἱ μετρηταὶ περὶ τῶν μεγάλων καὶ σμικρῶν; ἆρʼ οὐ μετροῦντες; **—**

Ναί. **—**

Τί δὲ περὶ τῶν βαρέων καὶ κούφων; οὐχ ἱστάντες; **—**

Ἱστάντες μέντοι. **—**

Τί δὲ περὶ τῶν πολλῶν καὶ ὀλίγων; ἆρα οὐκ ἀριθμοῦντες; **—**

Ναί. **—**

Τί δὲ δὴ περὶ τῶν δικαίων καὶ ἀδίκων ἄρα; ἀπόκριναι. **—**

Οὐκ ἔχω. **—**

Λέγοντες, φάθι. **—**

Ναί. **—**

Λέγοντες ἄρα ἡμᾶς διακρίνουσιν, ὅταν περὶ τῶν δικαίων καὶ ἀδίκων κρίνωσιν οἱ δικασταί; **—**

Ναί. **—**

Μετροῦντες δέ γε περὶ τῶν σμικρῶν καὶ μεγάλων οἱ μετρητικοί· μέτρον γὰρ ἦν ᾧ ταῦτʼ ἐκρίνετο. **—**

Οὕτως. **—**

Ἱστάντες δʼ αὖ περὶ τῶν βαρέων καὶ κούφων οἱ στατικοί· σταθμὸς γὰρ ἦν ᾧ ταῦτʼ ἐκρίνετο. **—**

Ἦν γάρ. **—**

Ἀριθμοῦντες δʼ αὖ περὶ τῶν πολλῶν καὶ ὀλίγων οἱ ἀριθμητικοί· ἀριθμὸς γὰρ ἦν ᾧ ταῦτʼ ἐκρίνετο. **—**

Οὕτως. **—**

Λέγοντες δέ γε, ὡς ἄρτι ὡμολογήσαμεν, περὶ τῶν δικαίων καὶ ἀδίκων κρίνουσιν ἡμᾶς οἱ δικασταί· λόγος γὰρ ἦν ᾧ ταῦτʼ ἐκρίνετο. **—**

Εὖ λέγεις, ὦ Σώκρατες. **—**

Ἀληθῆ μὲν οὖν· καὶ λόγος ἐστίν, ὡς ἔοικεν, ᾧ τὰ δίκαια καὶ ἄδικα κρίνεται. **—**

Φαίνεται γοῦν. **—**

Τί ποτε ὄντα τὰ δίκαια καὶ τἄδικα; ὥσπερ ἂν ἡμᾶς εἴ τις ἤρετο, ἐπειδὴ μέτρον καὶ μετρητικὴ καὶ μετρητικὸς τὸ μεῖζον καὶ τὸ ἔλαττον διακρίνει, τί ὂν τὸ μεῖζον καὶ τὸ ἔλαττον; εἴποιμεν ἂν αὐτῷ ὅτι τὸ μὲν μεῖζον ὑπερέχον, τὸ δὲ ἔλαττον ὑπερεχόμενον. ἐπειδὴ δὲ τὸ βαρὺ καὶ τὸ κοῦφον σταθμὸς καὶ στατικὴ καὶ στατικὸς διακρίνει, τί ὂν τό τε βαρὺ καὶ τὸ κοῦφον; εἴποιμεν ἂν αὐτῷ ὅτι τὸ μὲν κάτω ῥέπον ἐν τοῖς ζυγοῖς βαρύ, τὸ δὲ ἄνω κοῦφον. οὕτω δὴ εἰ καὶ ἔροιτο ἡμᾶς, ἐπειδὴ δὲ τὸ δίκαιον καὶ τὸ ἄδικον λόγος τε καὶ δικαστικὴ καὶ δικαστής ἐστιν ἡμῖν ὁ διακρίνων, τί ποτε ὂν τὸ δίκαιον καὶ τἄδικον; τί ἕξομεν αὐτῷ ἀποκρίνεσθαι; ἢ οὐδέπω ἔχομεν εἰπεῖν; **—**

Οὐκ ἔχομεν. **—**

Πότερον δὲ ἑκόντας οἴει ἔχειν τοῦτο τὸ ἄδικον τοὺς ἀνθρώπους ἢ ἄκοντας; ὧδε δὲ λέγω. ἑκόντας οἴει ἀδικεῖν καὶ ἀδίκους εἶναι ἢ ἄκοντας; **—**

Ἑκόντας ἔγωγε, ὦ Σώκρατες· πονηροὶ γάρ εἰσιν. **—**

Ἑκόντας ἄρα σὺ οἴει πονηροὺς εἶναι καὶ ἀδίκους ἀνθρώπους; **—**

Ἔγωγε· σὺ δʼ οὔ; **—**

Οὔκ, εἴ γέ τι δεῖ τῷ ποιητῇ πείθεσθαι. **—**

Ποίῳ ποιητῇ; **—**

Ὅστις εἶπεν—

  
οὐδεὶς ἑκὼν πονηρὸς οὐδʼ ἄκων μάκαρ.  
Ἀλλά τοι, ὦ Σώκρατες, εὖ ἡ παλαιὰ παροιμία ἔχει, ὅτι πολλὰ ψεύδονται ἀοιδοί.

`374.b–374.c`

**—**

Θαυμάζοιμʼ ἂν εἰ τοῦτό γε ἐψεύσατο οὗτος ἀοιδός, ἐπεὶ εἴ σοι σχολή ἐστιν, ἐπισκεψώμεθα αὐτὸν εἴτε ψευδῆ εἴτε ἀληθῆ λέγει. **—**

Ἀλλὰ σχολή. **—**

Φέρε δή, πότερον ἡγῇ δίκαιον εἶναι ψεύδεσθαι ἢ ἀληθῆ λέγειν; **—**

Ἀληθῆ ἔγωγε. **—**

Ψεύδεσθαι ἄρα ἄδικον; **—**

Ναί. **—**

Πότερον δʼ ἐξαπατᾶν ἢ μὴ ἐξαπατᾶν; **—**

Μὴ ἐξαπατᾶν δήπου. **—**

Ἐξαπατᾶν ἄρα ἄδικον; **—**

Ναί. **—**

Τί δέ; βλάπτειν δίκαιον ἢ ὠφελεῖν; **—**

Ὠφελεῖν. **—**

Βλάπτειν ἄρα ἄδικον; **—**

Ναί. **—**

Ἔστιν ἄρα ἀληθῆ μὲν λέγειν καὶ μὴ ἐξαπατᾶν καὶ ὠφελεῖν δίκαιον, ψεύδεσθαι δὲ καὶ βλάπτειν καὶ ἐξαπατᾶν ἄδικον. **—**

Ναὶ μὰ Δία σφόδρα γε. **—**

Ἦ καὶ τοὺς πολεμίους; **—**

Οὐδαμῶς. **—**

Ἀλλὰ βλάπτειν δίκαιον τοὺς πολεμίους, ὠφελεῖν δὲ ἄδικον; **—**

Ναί. **—**

Οὐκοῦν καὶ ἐξαπατῶντας δίκαιον βλάπτειν τοὺς πολεμίους; **—**

Πῶς γὰρ οὔ; **—**

Τί δὲ ψεύδεσθαι ἵνα ἐξαπατῶμεν καὶ βλάπτωμεν αὐτούς; οὐ δίκαιον;

`374.d`

**—**

Ναί. **—**

Τί δέ; τοὺς φίλους οὐκ ὠφελεῖν φῂς δίκαιον εἶναι; **—**

Ἔγωγε. **—**

Πότερον μὴ ἐξαπατῶντας ἢ ἐξαπατῶντας ἐπʼ ὠφελίᾳ τῇ ἐκείνων; **—**

Καὶ ἐξαπατῶντας νὴ Δία. **—**

Ἀλλʼ ἐξαπατῶντας μὲν δίκαιον ἄρα ὠφελεῖν, οὐ μέντοι ψευδομένους γε; ἢ καὶ ψευδομένους; **—**

Καὶ ψευδομένους δίκαιον. **—**

Ἔστιν ἄρα, ὡς ἔοικεν, ψεύδεσθαί τε καὶ ἀληθῆ λέγειν δίκαιον καὶ ἄδικον. **—**

Ναί. **—**

Καὶ μὴ ἐξαπατᾶν καὶ ἐξαπατᾶν δίκαιον καὶ ἄδικον. **—**

Ἔοικεν. **—**

Καὶ βλάπτειν καὶ ὠφελεῖν δίκαιον καὶ ἄδικον; **—**

Ναί. **—**

Ταὐτὰ δή, ὡς ἔοικεν, πάντα τὰ τοιαῦτα ὄντα καὶ δίκαια καὶ ἄδικά ἐστιν.

`374.e`

**—**

Ἔμοιγε φαίνεται. **—**

Ἄκουε δή. ὀφθαλμὸν ἐγὼ ἔχω δεξιὸν καὶ ἀριστερὸν ὥσπερ καὶ οἱ ἄλλοι ἄνθρωποι; **—**

Ναί. **—**

Μυκτῆρα δεξιὸν καὶ ἀριστερόν; **—**

Πάνυ γε. **—**

Καὶ χεῖρα δεξιὰν καὶ ἀριστεράν; **—**

Ναί. **—**

Οὐκοῦν ἐπειδὴ τὰ αὐτὰ ὀνομάζων τὰ μὲν δεξιὰ φῂς εἶναι, τὰ δὲ ἀριστερὰ τῶν ἐμῶν, εἴ σε ἐγὼ ἐροίμην ὁπότερα, ἆρʼ ἂν ἔχοις εἰπεῖν ὅτι τὰ μὲν πρὸς τοῦ δεξιά ἐστιν, τὰ δὲ πρὸς τοῦ ἀριστερά; **—**

Ναί. **—**

Ἴθι δὴ καὶ ἐκεῖ, ἐπειδὴ τὰ αὐτὰ ὀνομάζων τὰ μὲν δίκαια φῂς εἶναι, τὰ δὲ ἄδικα, ἔχεις εἰπεῖν ὁπότερα τὰ δίκαια καὶ ὁπότερα τὰ ἄδικα;

`375.a`

**—**

Ἐμοὶ μὲν τοίνυν δοκεῖ ἐν μὲν τῷ δέοντι καὶ τῷ καιρῷ ἕκαστα τούτων γιγνόμενα δίκαια εἶναι, ἐν δὲ τῷ μὴ δέοντι ἄδικα. **—**

Καλῶς γέ σοι δοκοῦν. ὁ μὲν ἄρα ἐν τῷ δέοντι ἕκαστα τούτων ποιῶν δίκαια ποιεῖ, ὁ δὲ μὴ ἐν τῷ δέοντι ἄδικα; **—**

Ναί. **—**

Οὐκοῦν ὁ μὲν τὰ δίκαια ποιῶν δίκαιος, ὁ δὲ τἄδικα ἄδικος; **—**

Ἔστι ταῦτα. **—**

Τίς οὖν ὁ ἐν τῷ δέοντι καὶ καιρῷ οἷός τε τέμνειν καὶ κάειν καὶ ἰσχναίνειν; **—**

Ὁ ἰατρός. **—**

Ὅτι ἐπίσταται ἢ διʼ ἄλλο τι;

`375.b–375.c`

**—**

Ὅτι ἐπίσταται. **—**

Τίς δʼ ἐν τῷ δέοντι σκάπτειν καὶ ἀροῦν καὶ φυτεύειν οἷός τε; **—**

Ὁ γεωργός. **—**

Ὅτι ἐπίσταται, ἢ ὅτι οὔ; **—**

Ὅτι ἐπίσταται. **—**

Οὐκοῦν καὶ τἆλλα οὕτως; ὁ μὲν ἐπιστάμενος οἷός τε τὰ δέοντα ποιεῖν ἐστιν καὶ ἐν τῷ δέοντι καὶ ἐν τῷ καιρῷ, ὁ δὲ μὴ ἐπιστάμενος οὔ; **—**

Οὕτως. **—**

Καὶ ψεύδεσθαι ἄρα καὶ ἐξαπατᾶν καὶ ὠφελεῖν, ὁ μὲν ἐπιστάμενος οἷός τε ποιεῖν ἕκαστα τούτων ἐν τῷ δέοντι καὶ τῷ καιρῷ, ὁ δὲ μὴ ἐπιστάμενος οὔ; **—**

Ἀληθῆ λέγεις. **—**

Ὁ δέ γε ταῦτα ποιῶν ἐν τῷ δέοντι δίκαιος; **—**

Ναί. **—**

Διʼ ἐπιστήμην δέ γε ταῦτα ποιεῖ. **—**

Πῶς δʼ οὔ; **—**

Διʼ ἐπιστήμην ἄρα δίκαιος ὁ δίκαιος. **—**

Ναί. **—**

Οὐκοῦν ὁ ἄδικος διὰ τὸ ἐναντίον ἄδικός ἐστιν τῷ δικαίῳ; **—**

Φαίνεται. **—**

Ὁ δὲ δίκαιος διὰ σοφίαν δίκαιος. **—**

Ναί. **—**

Διʼ ἀμαθίαν ἄρα ὁ ἄδικος ἄδικος. **—**

Ἔοικε. **—**

Κινδυνεύει ἄρα ὃ μὲν οἱ πρόγονοι ἡμῖν κατέλιπον σοφίαν δικαιοσύνη εἶναι, ὃ δὲ ἀμαθίαν, τοῦτο δὲ ἀδικία.

`375.d`

**—**

Ἔοικεν. **—**

Ἑκόντες δὲ ἀμαθεῖς εἰσιν οἱ ἄνθρωποι ἢ ἄκοντες; **—**

Ἄκοντες. **—**

Ἄκοντες ἄρα καὶ ἄδικοι; **—**

Φαίνεται. **—**

Οἱ δὲ ἄδικοι πονηροί; **—**

Ναί. **—**

Ἄκοντες ἄρα πονηροὶ καὶ ἄδικοι; **—**

Παντάπασι μὲν οὖν. **—**

Διὰ δὲ τὸ ἄδικοι εἶναι ἀδικοῦσιν; **—**

Ναί. **—**

Διὰ τὸ ἀκούσιον ἄρα; **—**

Πάνυ γε. **—**

Οὐ μὲν δὴ διὰ τὸ ἀκούσιόν γε τὸ ἑκούσιον γίγνεται. **—**

Οὐ γὰρ οὖν. **—**

Διὰ δὲ τὸ ἄδικον εἶναι τὸ ἀδικεῖν γίγνεται. **—**

Ναί. **—**

Τὸ δὲ ἄδικον ἀκούσιον. **—**

Ἀκούσιον. **—**

Ἄκοντες ἄρα ἀδικοῦσιν καὶ ἄδικοί εἰσιν καὶ πονηροί. **—**

Ἄκοντες, ὥς γε φαίνεται. **—**

Οὐκ ἄρα ἐψεύσατο τοῦτό γε ἀοιδός. **—**

Οὐκ ἔοικεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ffk-aza`.
