---
title: "Old Scholia on Plato: Timaeus"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Τίμαιον"
author: Plato Commentary
eul_wid: uqe-bg
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-timaeus-uqe-bg"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:5dbc1f882139dc913636c0c092496f840a0fed723e6c2ad6d3c174659d92f549"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Timaeus

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Τίμαιον*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-bg` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-timaeus-uqe-bg)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ

Ὑπόθεσις. Σωκράτης εἰς Πειραιᾶ ἀφικόμενος τῆς τῶν Βενδιδίων ἑορτῆς ἕνεκα καὶ πομπῆς διείλεκται περὶ πολιτείας ἐκεῖ πρός τε Πολέμαρχον τὸν Κεφάλου καὶ Γλαύκωνα καὶ Ἀδείμαντον καὶ δὴ καὶ Θρασύμαχον τὸν σοφιστήν· τῇ δὲ ὑστεραίᾳ τῆς ἡμέρας ταύτης ἐν ἄστει πρὸς Τίμαιον καὶ Ἑρμοκράτη καὶ Κριτίαν καὶ τέταρτον ἐπὶ τούτοις ἄλλον ἀνώνυμον διηγεῖται τὴν ἐν Πειραιεῖ ξυνουσίαν, ὡς ἐν τῇ Πολιτείᾳ ὑπόκειται, διηγησάμενος δὲ παρεκάλεσε καὶ τοὺς ἄλλους οἰκείοις αὐτὸν ἀνταφεστιάσαι λόγοις τῇ ταύτης ὑστεραίᾳ. συνεληλύθασιν οὖν ἀκροασόμενοί τε καὶ ἐροῦντες εἰς τήνδε τὴν ἡμέραν, τρίτην οὖσαν ἀπὸ τῆς ἐν Πειραιεῖ συνουσίας. ἔν τε γὰρ τῇ Πολιτείᾳ τὸ «Κατέβην χθὲς» εἴρηται, κἀνταῦθα τὸ «τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων». πάρεισι δὲ εἰς τήνδε τὴν ἀκρόασιν οὐ πάντες, ἀλλʼ ὁ τέταρτος διʼ ἀσθένειαν ἀπολείπεται.

`17a`

ὁ δὲ δὴ τέταρτος κτλ. ὁ Ἀττικός, φησὶν ὁ Πρόκλος, ὀρθῶς περὶ τοῦ τετάρτου τοῦδε ἐπισημαίνεται. ἔοικεν γὰρ ὁ ἀπολειπόμενος οὗτος εἶναι τῶν μετὰ Τιμαίου ξένων, διὸ καὶ ὁ Σωκράτης αὐτὸν ἐρωτᾷ τὸν Τίμαιον ὅπου ποτε εἴη ὁ τέταρτος, καὶ ἐκεῖνος ὡς περὶ ἐπιτηδείου τινὸς ἀπολογεῖται, τὴν ἀπουσίαν ἀναγκαίαν αὐτῷ καὶ ἀβούλητον δεικνύς.

`17b`

ἀνταφεστιᾶν ἀνταφεστιᾶν φησίν, ἀλλʼ οὐκ ἀνθεστιᾶν· ἡ γὰρ ἀφεστίασις τὴν ὁλοτελῆ τῆς ἑστιάσεως ἀποπλήρωσιν συνείληφεν.

`18c`

διὰ τὴν ἀήθειαν. ὅτι τὸ ἄηθες εὐμνημόνευτον· κινεῖ γὰρ μᾶλλον τὴν φαντασίαν ὡς παράδοξον, καὶ τὸν τύπον ἑαυτοῦ τρανέστερον ἡμῖν ἐντίθησιν.

`18e`

τύχην ἡγουμένοις αἰτίαν. ὑπὸ γὰρ τῶν ἀρχόντων κατὰ τὸ καθῆκον ἑκάστῳ λάθρᾳ τῶν κλήρων γιγνομένων τῆς συνέρξεως καὶ οὐ φανερῶς, ὑπολαμβάνειν ἀνάγκη τυχηρῶς τοὺς φαύλους συναρμόζεσθαι αὐτοὺς ταῖς φαύλαις καὶ οὐ κατά τινα πρόνοιαν.

προσέοικεν δὲ δή.

`19c`

ταῦτʼ οὖν, ὦ Κριτία

`19d`

καὶ τὸ μέν κτλ.

`19e`

τὸ δὲ τῶν σοφιστῶν

καταλέλειπται δή

προσέοικεν δὴ κτλ. ὅτι Σωκράτης ποθεῖ μετὰ τὴν πολιτείαν ταύτην ἰδεῖν κινουμένην τὴν πόλιν τὴν κατὰ αὐτὴν εἰς ἀγῶνας καὶ ἄθλους, ἵνα μετὰ τὴν εἰρηνικὴν ζωὴν ἣν παραδέδωκεν τὰς περιστατικὰς ἐνεργείας ἱστορήσῃ.

ταῦτʼ οὖν ὦ Κριτία. ὅτι τούς τε ἄνδρας καὶ τὴν πόλιν οὐκ ἔστιν ἱκανὸς Σωκράτης ἐγκωμιάσαι.

καὶ τὸ μὲν ἐμόν κτλ. ὅτι οὐδὲ τῶν ποιητῶν οὐδεὶς ἱκανός.

τὸ δὲ τῶν σοφιστῶν κτλ. ὅτι οὐδὲ τὸ τῶν σοφιστῶν γένος.

καταλέλειπται δή κτλ. ὅτι μόνοι ἂν οἱ ἀκροαταὶ ποιήσαιεν ἀξίως τὸ σπουδαζόμενον ὑπὸ Σωκράτους.

`20a`

Τίμαιος ... Κριτίαν ... Ἑρμοκράτους. Τίμαιος ἐκ Λοκρῶν τῶν Ἐπιζεφυρίων, τῆς ἐν Ἰταλίᾳ πόλεως, φιλόσοφος Πυθαγόριος, ἔγραψε μαθηματικά τε καὶ περὶ φύσεως σύγγραμμα τὸν Πυθαγορικὸν τρόπον. ἔνθεν ὁ Πλάτων καὶ τὸν διάλογον εἰς αὐτὸν ἔγραψεν, καθὰ ὁ σιλλογράφος φησὶ περὶ αὐτοῦ—

  
πολλῶν δʼ ἀργυρίων ὀλίγην ἠλλάξατο βίβλον,  
  
ἔνθεν ἀφορμηθεὶς τιμαιογραφεῖν ἐπεχείρει.  
ἐκ ταύτης τῆς πόλεως καὶ Ζάλευκος ὁ νομοθέτης ἦν. ὁ δὲ Κριτίας ἦν μὲν γενναίας καὶ ἁδρᾶς φύσεως, ἥπτετο δὲ καὶ φιλοσόφων συνουσιῶν, καὶ ἐκαλεῖτο ἰδιώτης μὲν ἐν φιλοσόφοις, φιλόσοφος δʼ ἐν ἰδιώταις. ἐτυράννευσεν δὲ καὶ αὐτὸς εἷς τῶν λʹ γεγονώς. ὁ δʼ Ἑρμοκράτης Συρακούσιός ἐστι στρατηγός, κατὰ νόμον ζῆν ἐφιέμενος· διὸ καὶ πολιτικῆς πως μετεῖχεν καὶ φιλοσοφίας.

`20d`

ἄκουε δή. τοῦτο παροιμιῶδές ἐστιν ἐφʼ ὧν ἐκκαλέσασθαι βουλόμεθα τὸν ἀκούοντα, ἴσον ὂν τῷ δέχου δὴ τὰ ἄξια ἀκοῆς.

ἀτόπου. ἄτοπον· ἢ τὸ θαύματος ἄξιον, ὡς νῦν, ἢ τὸ παράλογον, ἢ τὸ παράδοξον, ἢ τὸ θαυμαστόν.

τῶν ἑπτά.

`20d,c1–20d,c1.8`

σοφοί Θαλῆς Σόλων Χίλων Πιττακός Βίας Κλεόβουλος Περίανδρος

`20d,c2–20d,c2.8`

πατέρες τούτων Ἑξαμύου Ἐξηκεστίδου Δαμαγήτου Ὑρραδίου Τευταμίδου Εὐαγόρου Κυψέλου

`20d,c3–20d,c3.8`

πατρίδες Μιλήσιος Ἀθηναῖος Λακεδαιμόνιος Μυτιληναῖος Πριηνεύς Λίνδιος Κορίνθιος

`20e`

οἰκεῖος. λέγονται γὰρ οἰκεῖοι καὶ οἱ συγγενεῖς.

Δρωπίδου τοῦ προπάππου.

Ἐξηκεστίδης

Σόλων

Δρωπίδης οὗ

Κριτίας ὁ πρῶτος Κάλλαισχρος οὗ Κριτίας ὁ δεύτερος Γλαύκων Χαρμίδης Περικτιόνη Πλάτων Γλαύκων Ἀδείμαντος

ἐν τῇ ποιήσει.

  
εἰπέμεναι Κριτίῃ ξανθότριχι πατρὸς ἀκούειν·  
  
οὐ γὰρ ἁμαρτινόῳ πείσεται ἡγεμόνι.  

`21a`

Κριτίας. ὁ παλαιὸς δηλαδή.

`21b`

ἡ δὲ Κουρεῶτις κτλ. Ἀπατούρια ἑορτὴ Ἀθήνηισιν εἰς Διόνυσον, ἐκ τοῦδε· Μελάνθιος ἀντὶ Θυμοίτου τοῦ βασιλέως Ἀθηναίων Ξανθίῳ μονομαχῶν τῷ Βοιωτῷ ἀπατήσειεν αὐτὸν εἰπών· «Παρὰ τὴν ὁμολογίαν, ὦ Ξάνθιε, δεύτερος ἥκεις.» τοῦ δὲ Ξανθίου ἐπιστραφέντος ἵνʼ ἴδοι τὸν δεύτερον, αὐτὸν μὲν μηδένα ἰδεῖν, Μελάνθιον δὲ τοῦτον ἐξ ἐπιδρομῆς ἀνελεῖν, καὶ οὕτως ἐξ ἀπάτης νικῆσαι Ἀθηναίους, ὑπὲρ Οἰνόης πολεμοῦντας Βοιωτοῖς. ἑώρταζον δὲ ἡμέρας τρεῖς, ὧν ἡ αʹ ἐκαλεῖτο ἀνάρρυσις· τὰ γὰρ θύματα λέγεται ἀναρρύματα παρὰ τὸ ἄνω ἐρυόμενα θύεσθαι· καὶ γὰρ ἐν ταύτῃ πολλὰ ἐθύετο· ἡ δὲ βʹ δορπία, καθʼ ἣν εὐωχίαι καὶ δεῖπνα πολλά, ἡ δὲ γʹ κουρεῶτις· ἐν ταύτῃ γὰρ τοὺς κούρους ἐνέγραφον εἰς τοὺς φράτερας, τριετεῖς ἢ τετραετεῖς ὄντας. ἐν ᾗ καὶ τῶν παίδων οἱ ἐντρεχέστεροι ποιήματα ἄττα ᾖδον, τὰ τῶν παλαιῶν ῥαψῳδοῦντες.

φρατέρων. Ἀθήνῃσιν αἱ φυλαὶ μετὰ μὲν Ἴωνα δʹ, ἀπὸ δὲ Κλεισθένους ιʹ, μετὰ δὲ ταῦτα ιβʹ. διῃρέθη δʼ ἑκάστη εἰς τρία, καὶ τὸ τρίτον ἐκλήθη τριττύς, εἶτα πατριὰ καὶ φρατρία, καὶ φράτορες οἱ εἰς τὴν αὐτὴν φυλὴν ταττόμενοι καὶ φρατρίαν ὡς ἀλλήλοις συγγενεῖς, καὶ εἰς τούτους τοὺς φράτερας ἡ ἐγγραφὴ τῶν κόρων ἐγίγνετο.

`21d`

τί κτλ. τί, τὸ ἔργον· πῶς, τίνα τρόπον· παρὰ τίνων, τῶν διασωσαμένων αὐτὸ μέχρι τῆς Σόλωνος ἀκοῆς.

`21e`

νομός. ἀπὸ τοῦ νενεμῆσθαι τὴν γῆν οὕτω λέγεται.

Σάϊς.

ἐκ τῶν Μανεθὼ Αἰγυπτιακῶν ιζη δυναστεία ποιμένες ἦσαν ἀδελφοὶ Φοίνικες ξένοι βασιλεῖς, οἳ καὶ Μέμφιν εἷλον, ὧν αʹ Σαΐτης ἐβασίλευσεν ἔτη ιθʹ, ἀφʼ οὗ καὶ ὁ Σαΐτης νόμος ἐκλήθη, οἳ καὶ ἐν τῷ Σεθροΐτῃ νόμῳ πόλιν ἔκτισαν, ἀφʼ ἧς ὁρμώμενοι Αἰγυπτίους ἐχειρώσαντο· βʹ τούτων Βνῶν ἔτη μʹ, γʹ Ἀρχάης ἔτη λʹ, δʹ Ἄφωρις ἔτη ιδʹ· ργʹ· ὁ δὲ Σαΐτης προσέθηκεν τῷ μηνὶ ὥρας ιβʹ, ὡς εἶναι ἡμερῶν λʹ, καὶ τῷ ἐνιαυτῷ ἡμέρας ϛʹ, καὶ γέγονεν ἡμερῶν τξεʹ. σημείωσαι ὅτι τὴν Σάιν ἀκίνητόν φησιν ὑπὸ σεισμῶν. διὸ καὶ Αἰγύπτιοι εἰς τὴν Ἄρκτον αὐτὴν ἱερατικῶς ἀναπέμπουσιν, ὡς μετέχουσάν τινος ἐκεῖθεν ἀπορροίας, διὰ τὸν περὶ τὸν πόλον τόπον δεξαμένην ἑδραίαν στάσιν.

`22a`

περὶ Φορωνέως. Φορωνεὺς Ἰνάχου καὶ Μελίας, Ἀργείων βασιλεύς. Νεόβη δὲ τούτου παῖς καὶ Τηλοδίκης τῆς Ξούθου. Δευκαλίων δὲ καὶ Ἐπιμηθεὺς Προμηθέως καὶ Κλυμένης. Πύρρα δὲ Ἐπιμηθέως καὶ Πανδώρας τῆς ὑπὸ θεῶν πεπλασμένης.

κατακλυσμόν. ὅτι τρεῖς ἱστοροῦσι γενέσθαι κατακλυσμούς, πρῶτον τὸν ἐπὶ Ὠγύγου, ὃς ἦν τῆς Ἀττικῆς βασιλεύς, δεύτερον τὸν ἐπὶ Δευκαλίωνος, ὅτε καὶ τὰ κατὰ τὴν Θετταλίαν ὄρη διέστη καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχύθη πάντα, τρίτον τὸν ἐπὶ Δαρδάνου τοῦ Διὸς καὶ Ἠλέκτρας τῆς Ἄτλαντος, ὃς Δάρδανος ἐβασίλευσε μετὰ τὸν κατακλυσμὸν τῆς ἀντίπερα Σαμοθρᾴκης ἠπείρου, διὰ σχεδιᾶς αὐτόσε κομισθείς.

`22b`

τινα ... τῶν ἱερέων. Πατενεΐτ τοὔνομα.

`22c`

τὸ γὰρ οὖν κτλ. ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους γενέσθαι φασὶ τόν τε περὶ Θεσσαλίαν καὶ τοὺς ἐκείνῃ τόπους κατακλυσμόν, καὶ τὴν ἐν Αἰθιοπίᾳ ὑπὸ τοῦ Φαέθοντος ἐκπύρωσιν.

`22d`

παράλλαξις. παράλλαξιν τὴν ἀσυμμετρίαν τῶν ἐν γῇ πρὸς τὰς ἐκ τοῦ οὐρανοῦ ἡκούσας εἰς αὐτὴν ἀπορροίας φησίν· συμμέτρως γὰρ ἔχοντα διαμένει, ἀσυμμέτρως δέ, φθείρεται. ἢ τὸν τῶν οὐρανίων ποικίλον σχηματισμόν· οὗτοι γάρ εἰσιν οἱ κατʼ οὐρανὸν περὶ γῆν ἰόντες, καὶ ἄλλοτε ἄλλα σχήματα δεικνύντες διὰ τὰς ποικίλας νοήσεις τῶν ψυχῶν· γράμματα γὰρ ἐκείνων τὰ σχήματά ἐστι καὶ τύποι τινὲς δραστήριοι διʼ ἐκείνους.

λυόμενος. Ἀττικῶς ἀντὶ τοῦ λύων τῆς ἀπορίας ὁ Νεῖλος ἡμᾶς.

`22e`

κατὰ δὲ τήνδε κτλ. κατὰ τὴν ἄνω Αἴγυπτον δῆλον ὅτι· κατὰ γὰρ τὴν κάτω, ἣν ἔργον τοῦ ποταμοῦ φησιν Ἀριστοτέλης, ὄμβροι εἰώθασι γίνεσθαι. ἐπανιέναι δὲ λέγει οὐ τὸ κάτωθεν ἀναβλυσθαίνειν, ἀλλὰ τὸ τὸ ὕδωρ ἀλλαχόθεν αὐξόμενον ἀνωτέρω τῆς γῆς χωρεῖν, ὑδάτων καταρρηγνυμένων εἰς τὸν Νεῖλον ἐξ ἄλλων τόπων τῶν κατὰ τὰ Σεληναῖα ὄρη, ἀφʼ ὧν αἱ τούτου πηγαί, ἐκ τῆς γιγνομένης ἐν αὐτοῖς πιλήσεως τῶν νεφῶν ὑπὸ τῶν Ἐτησίων ἀνέμων, ὡς Θεόφραστός φησι. ταῦτα δὲ τὰ ὄρη ὑψηλότατά ἐστι.

`23a`

καί τινα διαφορὰν ἄλλην ἔχον. ἀντὶ τοῦ παραδόξως ἐκβεβηκός.

διʼ εἰωθότων ἐτῶν. ὅτι κατά τινας ἐπιτελοῦνται περιφορὰς καὶ αἱ τοιαῦται φθοραί, ἐχούσας τινὰ καὶ αὐτὰς ἀκολουθίαν πρὸς τὴν ὅλην τοῦ θείου γενητοῦ περίοδον.

`23e`

Γῆς τε καὶ Ἡφαίστου. Ζεὺς Μήτιδι συνελθὼν καὶ γενομένην ἔγκυον καταπίνει, ἐπείπερ ἔλεγεν παῖδα γεννήσειν μετὰ τὴν μέλλουσαν ἐξ αὐτῆς γεννᾶσθαι κόρην, ὃς δυναστεύσει οὐρανοῦ. ὡς δʼ ὁ καιρὸς τῆς ταύτης ἐνέστη γεννήσεως, δεῖται Ἡφαίστου πρὸς τοῦτο συνεργοῦ, ὡς κατὰ τῆς κεφαλῆς πλήξειεν αὐτόν· ἐπὶ ταύτης γὰρ ἐκυοφόρει τὸ ἔμβρυον. ὁ δὲ οὐκ ἄλλως ὑπακοῦσαι κατένευσεν, εἰ μὴ τῇ γεννωμένῃ συγχωρηθείη συνελθεῖν εἰς εὐνήν. ὑποστάντος δὲ τοῦ Διός, πελέκει πλήττει τούτου τὴν κεφαλὴν Ἥφαιστος. καὶ γεννᾶται μὲν οὕτως ἐξ αὐτῆς Ἀθηνᾶ, ἐπιδιώκων δʼ αὐτὴν Ἥφαιστος ἀποσπερμαίνει μὲν εἰς τὸν ταύτης μηρόν, ἡ δὲ λαβοῦσα ἔριον τὸ σπέρμα ἐξέμαξεν ἔρριψέ τε εἰς γῆν. καὶ οὕτως ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονὸς δρακοντόπους ἄνθρωπος ἐγένετο, Ἐριχθόνιος τοὔνομα. τοῦτο οὖν ἐνταῦθά φησιν, ὅτι Ἀθηναῖοι τοῦτον λέγουσι γενέσθαι παρʼ αὐτοῖς αὐτόχθονα.

`24a`

παραδείγματα. παραδείγματα νῦν, ὥς φησι Πρόκλος, τὰς εἰκόνας καλεῖ, ἐπείπερ αὗται γίγνονται παραδείγματα τοῖς ἀπʼ αὐτῶν ἀναπεμπομένοις, καὶ διʼ αὐτῶν τὰ πρῶτα γιγνώσκουσιν.

πρῶτον μέν. μετὰ δέ τό τε τῶν καὶ τὸ τῶν τό τε τῶν

`24b`

τὸ μάχιμον  <span class="gap">…</span> τὸ δʼ αὖ τὰ ἐν τῇ πόλει γένη αʹ ἱερατικόν βʹ δημιουργικόν γʹ νομευτικόν δʹ θηρατικόν εʹ γεωργικόν ϛʹ μάχιμον ζʹ φρονήσεως ἐπιμελόμενον

`24c`

μαθήματα. γεωμετρία, ἀστρονομία, λογιστική, ἀριθμητική, καὶ αἱ ταύταις συγγενεῖς.

`24e`

Εὐρώπην. Εὐρώπη κέκληται ἀπὸ Εὐρώπης τῆς Ἀγήνορος ἢ Φοίνικος ἢ Τιτυοῦ, Ἀσία δὲ ἀπὸ Ἀσίας τῆς Οὐρανοῦ καὶ Γῆς, Λιβύη δὲ ἀπὸ Λιβύης τῆς Ἐπάφου, βασιλέως Αἰγύπτου, καὶ Μέμφεως τῆς Νείλου· οἱ δὲ Ἀμφιρροῆς.

Ἀτλαντικοῦ πελάγους. τὸν Ἡρακλέα λόγος πολλὰς ἀβάτους διαπορευθέντα εἰς τὸν Ἄτλαντα, τὸ ὄρος, ἐξ οὗ καὶ τὸ πέλαγος ὠνομάσθη, ἐλθεῖν· ὃ ἐξ Ἄτλαντος τοῦ Ποσειδῶνος καὶ Κλειτοῦς καλεῖται, ὃ διὰ τὸ ὕψος ἐπʼ αὐτοῦ φέρεσθαί φασι τὸν οὐρανόν. καὶ γὰρ τοῦ αἰθέρος αὐτοῦ λέγει Μάρκελλος τὴν τοῦδε ψαύειν κορυφήν. καὶ σκιὰν ἐκπέμπειν ἄχρι πεντακισχιλίων σταδίων· ἀπὸ γὰρ θʹ ὥρας ἡμερινῆς κρύπτεσθαι τὸν ἥλιον ὑπʼ αὐτοῦ μέχρι τελέας καταδύσεως, καὶ ὁ Ἄθως ἐπὶ ἑπτακοσίους σταδίους ἕως Λήμνου σκιάζει. Πτολεμαῖος δὲ τὰ Σεληναῖα ὄρη τὸ ὕψος ἄπλετον ἔχειν φησί. καὶ Ἀριστοτέλης τοῦ Καυκάσου τὴν κορυφὴν τὸ τρίτον μετὰ δυσμὰς καὶ τὸ γʹ πρὸ ἀνατολῶν μέρος τῆς νυκτὸς ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων καταυγάζεσθαι.

Ἡρακλέους στήλας. Ἡρακλῆς ἧκεν μὲν εἰς Ἐρύθειαν, ἣ νῆσός ἐστιν Ὠκεανοῦ κειμένη πλησίον, ἣ νῦν Γάδειρα καλεῖται, ἐπὶ δὲ τῷ τὰς βοῦς ἀγαγεῖν Γηρυόνου τοῦ Χρυσάορος καὶ Καλλιρρόης τῆς Ὠκεανοῦ, ὃς ἦν τρία σώματα ἔχων συμφυέντα εἰς ἓν ἀπὸ λαγόνος τε καὶ μηρῶν, εἶχεν δὲ βοῦς φοινικᾶς, βούκολον Εὐρυτίωνα, κύνα φύλακα Ὄρθον δικέφαλον, τὸν Ἐχίδνης καὶ Τυφῶνος. διʼ Εὐρώπης οὖν πορευθεὶς Λιβύης ἐπέβη, καὶ παρελθὼν Ταρτησσὸν ἵστησι μὲν σημεῖα τῆς πορείας ἐπὶ τῶν ὅρων Εὐρώπης καὶ Λιβύης ἀντιστοίχους δύο στήλας, ἐλαύνει δὲ πρὸς Εὐρυσθέα τὸν Τίρυνθος βασιλέα τὰς βοῦς, ᾗ προσετάγη ὑπʼ αὐτοῦ.

ἡ δὲ νῆσος. ὅτι μὲν ἐγένετο τοιαύτη τις νῆσος καὶ τηλικαύτη, δηλοῦσί τινες τῶν ἱστορούντων τὰ περὶ τῆς ἔξω θαλάσσης. εἶναι γὰρ καὶ ἐν τοῖς αὐτῶν χρόνοις ἑπτὰ μὲν νήσους ἐν ἐκείνῳ τῷ πελάγει Περσεφόνης ἱεράς, τρεῖς δὲ ἄλλας ἀπλέτους, τὴν μὲν Πλούτωνος, τὴν δὲ Ἄμμωνος, μέσην δὲ τούτων ἄλλην Ποσειδῶνος χιλίων σταδίων τὸ μέγεθος, καὶ τοὺς οἰκοῦντας ἐν αὐτῇ μνήμην ἀπὸ τῶν προγόνων διασῴζειν περὶ τῆς Ἀτλαντίδος, ὄντως γενομένης νήσου ἐκεῖ παμμεγεθεστάτης, ἣν ἐπὶ πολλὰς περιόδους δυναστεῦσαι πασῶν τῶν ἐν τῷ Ἀτλαντικῷ πελάγει νήσων, Ποσειδῶνος καὶ αὐτὴν οὖσαν ἱεράν. ταῦτα μὲν οὖν Μάρκελλος ἐν τοῖς Αἰθιοπικοῖς γέγραφεν, ἡμεῖς δὲ ἀπὸ τῶν Πρόκλου ἐξελόντες παρεθέμεθα.

`25a`

βασιλέων. δέκα γὰρ βασιλεῖς ἦσαν ἐν αὐτῇ, τεχθέντες δίδυμοι πεντάκις· καὶ τἆλλα δὴ τὰ ἐνταῦθα λεγόμενα ἐν τῷ Κριτίᾳ διαρρήδην ἱστόρηται. Ποσειδῶνος δὲ καὶ Κλειτοῦς οὗτοι, ὧν ὁ πρῶτος, ὡς ὁ Πρόκλος φησί, Ἄτλας ἐκαλεῖτο, ἐξ οὗ καὶ ἡ νῆσος ὠνόμασται.

`25b`

Αἴγυπτον ... Τυρρηνίας. Αἴγυπτος κέκληται ἀπὸ Αἰγύπτου τοῦ Βήλου καὶ Ἀγχιρόης τῆς Νείλου, τοῦ βασιλέως Αἰγυπτίων. τοῦτον ὁ πατὴρ ἐν Ἀραβίᾳ κατοικίζει. ὁ δὲ καταστρεψάμενος τὴν Μελαμπόδων χώραν ἀφʼ ἑαυτοῦ ὠνόμασεν Αἴγυπτον. Τυρρηνία δὲ ἀπὸ Τυρρηνοῦ τοῦ Ἄγρωνος, τοῦ Ἄτυος, τοῦ Λυδοῦ· καὶ δὴ καὶ τὸ Τυρρηνικὸν πέλαγος. οὗτος κατὰ χρησμὸν ἐκ Λυδίας ἀπάρας εἰς τούσδε ἀφίκετο τοὺς τόπους, ἐκ Σαρδοῦς τε τῆς αὐτοῦ γυναικός, ἀφʼ ἧς καὶ κατὰ Λυδίαν Σάρδεις ἡ πόλις, καὶ ἡ ἀργυρόφλεψ νῆσος τὸ πρίν, Σαρδὼ νῦν ὀνομάζεται.

`25c`

σεισμῶν. Πρόκλου. ὅτι ὅπου ἅμα σεισμῷ γίνεται κατακλυσμός, κῦμα τούτου τοῦ πάθους αἴτιον. ὅτʼ ἂν γὰρ τὸ τὸν σεισμὸν ποιοῦν πνεῦμα, μηδέπω ῥέον ὑπὸ γῆν, τὴν θάλατταν ὑπό τινος ἐναντίου πνεύματος αὐτῷ κινουμένην, ἐξ ἐναντίας φερόμενον ἀπῶσαι μὲν εἰς τοὐπίσω μὴ δυνηθῇ διὰ τὸν προωθοῦντα ἄνεμον αὐτήν, ἱστᾷ δὲ καὶ ἐμποδίζον αὐτῆς τὴν πρόοδον αἴτιον γίγνεται τοῦ πολλὴν ὠθουμένην ὑπὸ τοῦ ἐναντίου τούτῳ πνεύματος ἀθροισθῆναι, τότε δή, πολλῆς τῆς θαλάττης γενομένης διὰ τὸ ἀπʼ ἐναντίας ὠθοῦν, αὐτὸ μὲν ὑπὸ γῆν ἔδυ, τῆς ῥοῆς ἀθρόας ἐπιχυθείσης, καὶ ἐποίησεν τὸν σεισμόν, ἡ δὲ θάλασσα ἐπέκλυσε τὸν τόπον. τοῦτον γὰρ τὸν τρόπον καὶ περὶ Ἀχαίαν γενέσθαι τὸν σεισμὸν ἅμα καὶ τὴν τοῦ κύματος ἔφοδον τοῦ ἐπικλύσαντος τὰς παραθαλασσίους πόλεις, βοῦραν καὶ Ἑλίκην.

`25d`

κάρτα. λίαν, μεγάλως.

ὃν ἡ νῆσος κτλ. τοῦτο καὶ οἱ τοὺς ἐκείνῃ τόπους ἱστοροῦντες λέγουσιν, ὡς πάντα τεναγώδη τὸν ἐκεῖ εἶναι χῶρον. τέναγος δέ ἐστιν ἰλύς τις ἐπιπολάζοντος ὕδατος οὐ πολλοῦ καὶ βοτάνης ἐπιφαινομένης τούτῳ· ἢ πηλώδη πελάγη· ἢ διάβροχοι ἢ κάθυγροι τόποι.

`38a`

ἐν χρόνῳ. ἔν τινι.

`41a`

θεοὶ θεῶν κτλ. σημείωσαι τὴν τοῦ δημιουργοῦ δημηγορίαν.

`52e`

πλοκάνων πλόχανόν ἐστι πλέγμα τι, ᾧ ὁ σῖτος καθαίρεται.

`76a`

λέμμα. λέμμα· φλοιός, λέπισμα.

`81b`

δρυόχων. τὰ στηρίγματα τῆς πηγνυμένης νεὼς δρυόχους φασίν.

`84b`

εὐρῶτος. σεσηπυίας ὑγρότητος.

σφακελίσαν. σφακελισμός ἐστι σῆψις μυελοῦ, καὶ σφάκελος ἡ μετὰ σπασμοῦ τῆς χολῆς πρόεσις, ὁ δὲ σπασμὸς οὗτος μετὰ φλεγμονῆς. ἰατροὶ δὲ τὴν μελανίαν ἢ τὴν σφοδρὰν ὀδύνην, ἔνιοι δὲ τὴν τῶν ὀστέων σῆψιν. λέγεται δὲ καὶ ὁ σφυγμὸς καὶ ὁ παλμός, ἀλλὰ καὶ ὁ μέσος τῆς χειρὸς δάκτυλος.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-bg`.
