---
title: "Old Scholia on Plato: Theaetetus"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Θεαίτητον"
author: Plato Commentary
eul_wid: uqe-ah
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-theaetetus-uqe-ah"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:31be7737b5f50b0e2d0307c5a58eaa831d29fdefd2343e106e85210018e39e1c"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Theaetetus

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Θεαίτητον*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-ah` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-theaetetus-uqe-ah)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΟΝ ΘΕΑΙΤΗΤΟΝ

`142a`

ἄρτι. ἄρτι· τοῦτο σημαίνει τὸ παρὸν καὶ ὑπόγυιον καὶ τὸ παραυτίκα μέλλον γίνεσθαι.

ἐπιεικῶς. ἱκανῶς, ἐπίπαν, φιλικῶς παρὰ Πλάτωνι καὶ ἐπιεικὴς ὁ μέτριος.

`142b`

αἱρεῖ. καταλαμβάνει, νῦν δὲ τὸ καταπονεῖ.

`142d`

ἀτάρ. καὶ δή, ὡς νῦν. σημαίνει δὲ καὶ ὅμως καὶ ἅτε δὴ καὶ πλὴν καὶ δέ.

`143c`

οὐδέν γε ἀπὸ τρόπου. οὐ πόρρω τοῦ καθήκοντος.

`143d`

Εἰ μὲν τῶν ἐν Κυρήνῃ. ἀρχὴ τοῦ Σωκράτους διαλόγου.

ἐπίδοξοι. ἔνδοξοι, ἢ ὡς νῦν, προσδόκιμοι.

`143e`

προσέοικε δὲ σοὶ κτλ. σημείωσαι οἷος Σωκράτης τὸ εἶδος ἦν.

`144a`

ἀνερμάτιστα. ἀστήρικτα· ἕρματα γὰρ τὰ ἐρείσματα ἢ στηρίγματα.

`144c`

ἔξω δρόμῳ. τόποι τινὲς ἦσαν, ὁ μὲν ἐντὸς ἄστεος, ὁ δὲ ἐκτός, ἀπὸ τῶν ἐν αὐτοῖς τελουμένων ὑπὸ τῶν νέων δρόμοι καλούμενοι.

`144e`

νῷν. ἡμῶν.

`146a`

καθεδεῖται ... ὄνος. παροιμία ὄνος καθοῦ, ἐπὶ τῶν ἐν πράγματι ἡττωμένων. εἴρηται δὲ ἀπὸ τῶν παίδων τῶν σφαιριζόντων καὶ τὸν νικηθέντα ὡς ὄνον καθιζόντων. ἐμνήσθη δὲ ταύτης ἐνταῦθα Πλάτων.

`146c`

ἀπειθεῖν. γρ. καὶ ἀπιστεῖν.

`147a`

ἰπνοπλαθῶν. γρ. καὶ κοροπλαθῶν.

`148e`

ἀπαλλαγῆναι τοῦ μέλειν. γρ. καὶ μέλειν.

`152b`

ἔοικεν. διὰ τοῦ ἔοικεν ὁ Θεαίτητος φαίνεται ἀγαπῶν τὸ Πρωταγόρου δόγμα καὶ μένων τῇ ἐξ ἀρχῆς ἑαυτοῦ ἀποκρίσει.

`152c`

ἆρʼ οὖν κτλ. πρώτη κατασκευὴ ὑπὲρ τοῦ Πρωταγορείου δόγματος.

συρφετῷ. κονιορτῷ τῷ μετὰ κόπρων. οἱ δὲ χειμὼν καὶ σύρμη καὶ σύρφη φρύγανα.

`153b`

κινήσεων ὄντων. σημείωσαι τὴν σύνταξιν, ὅτι οὐδετέρως εἶπεν ὄντων πρὸς τὰ πράγματα· οὐδέτερον γὰρ τὸ πρᾶγμα.

`153c`

τὸν κολοφῶνα κτλ. παροιμία. δώδεκα πόλεις τῆς Ἰωνίας συνῄεσαν εἰς τὸ Πανιώνιον λεγόμενον, περὶ τῶν κοινῶν βουλευσόμεναι, καὶ εἴ ποτε ἴσοι αἱ ψῆφοι ἐγένοντο, οἱ Κολοφώνιοι περιττὴν ἐτίθεντο τὴν νικῶσαν· Σμυρναίους γὰρ ἐλθόντας εἶχον συνοίκους, ὑπὲρ ὧν καὶ τήνδε τὴν ψῆφον ἐτίθεντο. ὅθεν ἐπὶ τῆς κρατούσης καὶ βεβαιοτάτης ψήφου ἡ παροιμία ἐτίθετο, οἷον τὸν Κολοφῶνα ἐπιτίθημι ἢ τὸν Κολοφῶνα ἀναγκάζω προσβιβάζων.

`153d`

ἄνω κάτω πάντα. παροιμία ἐπὶ τῶν τὴν τάξιν μεταστρεφόντων. Μένανδρος Ἐγχειριδίῳ καὶ ἐν Χήρᾳ—

  
τὸ λεγόμενον τοῦτʼ ἔστιν νῦν,  
  
τἄνω κάτω, φασίν, τὰ κάτω δʼ ἄνω.  

ὑπόλαβε κτλ. δευτέρα κατασκευὴ ὑπὲρ τῶν Πρωταγόρᾳ δοκούντων.

`153e`

προσήκουσαν. ἀντὶ τοῦ σύμμετρον.

`154a`

ἴδιον. ἀντὶ τοῦ μερικόν.

`154b`

ᾧ παραμετρούμεθα. ᾧ παραμετρούμεθα, τοῦτο ἔστιν τῷ αἰσθητηρίῳ. ἔστι δὲ τὸ ῥῆμα μέσης διαθέσεως. οὗ δὲ ἐφαπτόμεθα λέγει τοῦ αἰσθητοῦ. τὸ δʼ αὐτὸ εὐθὺς καὶ παραμετρούμενον λέγει, ἐφαπτόμενον δὲ τὸ αἰσθητήριον.

`155a`

φάσματα. φάσματα λέγει ταῦτα ὡς τῶν ψυχῶν ἀπατηλά, εἰ μή τις ὀρθῶς αὐτὰ μεταλάβοι.

κομιδῇ. πᾶν, παντελῶς· συναγωγή, ἐπιμέλεια. καὶ κομίστρια ἡ τροφός.

`155b`

ἀλλά. ὁ Πρόκλος τὸ ἀλλὰ παρέλκειν λέγει.

`155c`

ὑπερφυῶς ὡς κτλ. μέχρι τοῦδε τὰ τῆς δευτέρας κατασκευῆς τῶν Πρωταγορείων δογμάτων.

`155e`

ἀπρίξ. προσπεφυκότως, ἰσχυρῶς, ὃ οὐχ οἷόν τε πρίσαι διὰ τὴν σύμφυσιν.

`156c`

πρὸς τὰ πρότερα. πρὸς τὰ πρότερα λέγει, πρὸς τὸ «πάντων χρημάτων μέτρον εἶναι τὸν ἄνθρωπον,» καὶ τὰ τοιαῦτα.

ὅσον μὲν οὖν κτλ. οἷον ὡς τὸ ἁπτὸν καὶ τὸ γευστόν. παρέλιπεν δὲ ὄψιν καὶ ἀκοὴν ταχέως γινόμενα· τούτων γὰρ σχεδὸν ἀχρόνως αἰσθανόμεθα, διὰ δὲ τὸ ἐναργῆ αὐτὰ εἶναι παρέλιπεν. ἑξῆς δὲ ὅταν λέγῃ «τὰ δὲ γεννώμενα οὕτω δή,» εἰς τὸ δὴ ὑποστικτέον· οὕτω δὴ γὰρ λέγει, τουτέστι τὰ βραδέα, ἅπερ εἰσὶ γευστὰ καὶ ἁπτά.

`156e`

τῆς δὲ λευκότητος. καὶ γάρ, φησίν, ἡ αὐτὴ αἴσθησις τῶν ἀντικειμένων οὐκ ἔστιν, οὐδὲ τὸ αὐτὸ αἰσθητὸν πάσης ἐστίν, ἀλλὰ μία ὄψις ἡ τοῦ λευκοῦ αἰσθητοῦ ἑνός. καὶ τὸ λευκὸν οὐ δύναται ἡ τοῦ μέλανος αἴσθησις ἀντιλαβέσθαι, ἀλλʼ ἡ τοῦ λευκοῦ, καὶ ἔμπαλιν. ἑκατέρου δὲ λέγει, οἷον τῆς τοῦ μέλανος ὄψεως ἐπὶ τὸ λευκὸν αἰσθητόν. ἐφεξῆς δὲ ὄψιν μὲν λέγει τὴν ὀπτικὴν δύναμιν, λευκότητα δὲ τὴν λευκαντικὴν δύναμιν.

`157a`

ἐξ ἀρχῆς. ὅτε ἔλεγεν τάχος καὶ βραδύτης ἔνι καὶ πάλιν φθαρτός ἐστι, καὶ τὰ τοιαῦτα.

`157b`

χρῆσθαι αὐτῷ. αὐτῷ· τῷ εἶναι, ὡς ὁ τῶν Πρωταγορείων.

ἁθροισθέντων. ἀντὶ τοῦ συντεθέντων.

`157d`

διῇμεν. γρ. διῆμεν.

`157e`

μὴ τοίνυν κτλ. ἔτι συνηγορῶν τῷ Πρωταγόρᾳ τὰς πρὸς αὐτὸν ἐνστάσεις δοκεῖ διαλύειν.

`158b`

ὀνειρώττοντες. ἐντεῦθεν ἄρχεται διαλύειν τὰς πρὸς Πρωταγόραν ἐνστάσεις διὰ τὸ ἄπορον εἶναι τὸ περὶ τῶν ἐνυπνίων.

`158e`

οὕτως ἐρωτῶντες. ἔτι συνηγορεῖ καὶ ἐν τούτοις τῷ τοῦ Πρωταγόρου δόγματι, λαμβάνων τρία αἰτήματα.

μή πῄ τινα δύναμιν κτλ. οἷον ὡς ἵππος καὶ ἄνθρωπος ταὐτόν ἐστι κατὰ τὸ αἰσθητικόν. ἀλλʼ οὐ λέγω, φησίν, οὕτως.

`159a`

πολλὰ μὲν εἴη. ἐν τοῖς κατὰ τὸν Πρωταγόραν.

`160a`

ἐμαυτῷ τοιοῦτος. κατὰ τὴν αἴσθησιν τοιοῦτος. κατὰ κοινοῦ δὲ ἡ ἄρνησις.

`160c`

ὅτε δὴ τό κτλ. ὥστε, φησίν, οὐδὲν ἄτοπον συμβαίνει διὰ τὰς ἐνστάσεις, οἷον τὰς ὀνειρώξεις καὶ τὰ τοιαῦτα.

`160d`

κατὰ δὲ Θεαίτητον. ἕπεται γὰρ ταῖς ἐκείνων θέσεσιν ὁ τοῦ Θεαιτήτου λόγος.

`160e`

ἀμφιδρόμια. ἡμέρα πέμπτη τοῖς βρέφεσιν ἐκ γενέσεως, οὕτω κληθεῖσα παρʼ ὅσον ἐν ταύτῃ καθαιρόμεναι τὰς χεῖρας αἱ συναψάμεναι τῆς μαιώσεως, τὸ βρέφος περὶ τὴν ἑστίαν φέρουσιν τρέχουσαι κύκλῳ, καὶ τοὔνομα τίθενται τούτῳ, δῶρά τε πέμπουσι τῷ παιδί, ὡς ἐπὶ τὸ πλεῖστον πολύποδας, οἵ τε φίλοι τε καὶ οἰκεῖοι καὶ ἁπλῶς οἱ προσήκοντες.

`161c`

τῆς Ἀληθείας. τὸ τοῦ Πρωταγόρου σύγγραμμα, ἐν ᾧ ταῦτα δοξάζει, Ἀλήθεια ἐκαλεῖτο ὑπὸ Πρωταγόρου.

γυρίνου. τὸ ἐκ τοῦ βατράχου παιδίον.

`161e`

δημούμενον. δημοκοποῦντα, παίζοντα, θωπεύοντα.

`162a`

διωλύγιος. μεγάλη, ἢ ἐπὶ πολὺ διήκουσα.

`162b`

εἰ οὕτως ... σοι φίλον, οὐδʼ ἐμοὶ ἐχθρόν. παροιμία ἐπὶ τῶν ἔν τισι συμφερομένων.

`162d`

δημηγορεῖτε. τὸν δοκοῦντα ἔλεγχον, ὃν ἄρτι ἔλεγεν ὁ Σωκράτης κατὰ Πρωταγόρου, ὅτε τοῦ κυνοκεφάλου ἐμέμνητο, δημηγορίαν νῦν καλεῖ, διὰ τῆς εἰρωνείας τὸν λόγον παραμυθησάμενος, ἵνα πάλιν διεγείρῃ τὸν νέον.

`162e`

εἰ ἐθέλοι κτλ. καὶ γὰρ εἰ τὴν τῶν πολλῶν κρίσιν λάβοιμεν ἐπὶ γεωμετρίας κυρίαν, γελοῖοι ἂν ὦμεν, ἀσύμμετρα λέγοντες ἀλλήλοις μεγέθη, καὶ τὴν πεπερασμένην εὐθεῖαν διαιρετὴν εἶναι εἰς ἄπειρον, καὶ τὰ τοιαῦτα. ἐκ δὲ τῆς τῶν κυβευόντων συνηθείας ἔλαβε τὸ οὐδʼ ἑνὸς μόνου, ὅταν ἐκεῖ πέσῃ ἐν τῷ παίζειν ἓν τὸ ἐλάχιστον.

`163a`

ἐπιστήμη τε καὶ αἴσθησις. πρόκειται νῦν τῷ Σωκράτει ἐλέγξαι τὴν ἐξ ἀρχῆς θέσιν τοῦ Θεαιτήτου τιθεμένου τὴν ἐπιστήμην αἴσθησιν εἶναι.

`163c`

οὔτε αἰσθάνεσθαι κτλ. καίτοι ἠδύνατο λέγειν, εἰ οὐκ ἐπίσταται ὁρῶν ὁ ἀγράμματος, ἄλλο ἐστὶν ἐπιστήμη καὶ ἄλλο ὅρασις ἤτοι αἴσθησις.

`163d`

εἴ τις ἔροιτο. καὶ τοῦτο πειραστικόν ἐστιν δίλημμα τοῦ ἑξῆς.

`164a`

τὸν πρόσθε. τὸν τὴν αἴσθησιν θέμενον εἶναι ἐπιστήμην.

`164c`

φαινόμεθά μοι κτλ. πάλιν ἐν τούτοις πρόκειται τῷ Σωκράτει ἀνακαλέσασθαι τὸν διὰ τὴν ἀπειρίαν ἑαυτοῦ κατασυλλογισθέντα Θεαίτητον.

`164d`

μῦθος ἀπώλετο. παροιμία ἐπὶ τῶν τὴν διήγησιν μὴ ἐπὶ πέρας ἀγαγόντων.

`164e`

προπηλακίζομεν. ἀδικοῦμεν, ὑβρίζομεν, διασύρομεν, ἐξουθενοῦμεν.

`165a`

σκέψαι οὖν. πάλιν ἐπιχειρεῖ ἐλέγχειν ἐν τούτοις τὰ τοῦ Πρωταγόρου καὶ Θεαιτήτου δόγματα.

`165d–165d.8`

πόρρωθεν δὲ μή.

αʹ συλλογισμὸς ἐν γʹ σχήματι ἐπίστασθαι πᾶς οὐχ ὁρᾶν τίς ἀμβλύ βʹ συλλογισμὸς ἐν βʹ σχήματι ὀξὺ καὶ ἀμβλύ οὐδείς ἐπίστασθαι τίς ὁρᾶν

`165e`

λέγειν. κατὰ κοινοῦ τὸ ἐρεῖ.

`166c`

ἐξέλεγξον. ἐκ τῶν δύο, φησί, θάτερον ἔλεγξον, εἴπερ δύνασαι· ἢ γὰρ ὡς οὐκ εἴσιν αἱ αἰσθήσεις ἴδιαι, ἢ τούτων ἰδίων οὐσῶν οὐκ ἔστι τὰ αἰσθητὰ ἴδια ἑκάστῳ.

ὑηνεῖς. ὑεικόν τι καὶ ζωῶδες ποιεῖς.

`166d`

πολλοῦ δέω. πόρρω λίαν εἰμί, οὐ βούλομαι λέγειν, σιωπῶ.

`166e`

τἀναντία. κατὰ γὰρ τὴν Πρωταγόρου δόξαν τὸ μὲν αἰσθητὸν πᾶν δοκεῖ εἶναι, μὴ ὄν, τὸ δὲ δίκαιον τὸ καλόν ἐστι μέν, ἀλλʼ οὐ φύσει, θέσει δὲ μόνον, οἷον οἱ νόμοι παρʼ ἑκάστοις. μόνον τὸ ἀγαθὸν φύσει.

`167c`

ἀληθεῖς ἐμποιεῖν. πρὸς τί γάρ, φησί, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὡς τὸ καλὸν καὶ τὸ δίκαιον; τὸ δὲ ἑξῆς, ὥσπερ, φησίν, ἡ κακὴ ψυχὴ δοξάζει συγγενῆ ἑαυτῇ πονηρά, οὕτως ἡ χρηστὴ χρηστά. ἑκατέρως δὲ τῇ δοκήσει τὸ ἀληθὲς καὶ πρός τι.

`167d`

σῴζεται γὰρ κτλ. σῴζεται ὁ λόγος ὁ λέγων μέτρον πάντων εἶναι τὸν ἄνθρωπον. ἐν τούτοις δὲ τοῖς ἀγαθοῖς καὶ κακοῖς τοῖς ἀληθῆ μὲν δοξάζουσιν ἑκατέροις, διαφέρουσι δὲ τῷ χείρονι καὶ κρείττονι μόνῳ.

`168b`

πρεσβύτεροι. οἱ γὰρ νέοι φιλόνεικοι.

`168c`

καί μοι εἰπέ κτλ. τὸν Θεόδωρον νῦν παρακαλεῖ πρὸς τὴν διάλεξιν, ἵνα διʼ αὐτοῦ οἱ ἀληθεῖς ἔλεγχοι κατὰ Πρωταγόρου γένωνται. καὶ ἤτοι διὰ τὸ ἀξιόπιστον τοῦ πρεσβυτικοῦ προσώπου τοῦτο ποιεῖ, ἢ καταβάλλων τὸ τοῦ νέου, ὡς εἰκός. οἴημα.

`168d`

χαριεντισμόν. χαριεντισμὸν ἀντὶ τοῦ παίγνιον.

`169a`

ὀλίγον. μετὰ γὰρ τοὺς τοῦ Πρωταγόρου ἐλέγχους πάλιν ἐπὶ τὴν Θεαιτήτου μαιείαν ἀναδραμεῖται.

`169b`

μυρίοι γὰρ κτλ. οἱ Θρασύμαχοι, Καλλικλεῖς, Διονυσόδωροι, Εὐθύδημοι, καὶ οἱ τοιοῦτοι.

`169c`

ὧν προτίθεσαι. οἷον τοῦ ἐλέγχου μόνου, πλέον δὲ ἄλλο οὐδέν, οἷον τὰ περὶ ἐπιστήμης.

`170a`

ὥσπερ πρὸς Θεοὺς κτλ. ἀντὶ τοῦ ἐκθειάζειν τοὺς ἐν ἑκάστοις ἐπιστήμονας· οἷον καὶ τὸ Ὁμηρικὸν «θεοῖς ἐναλίγκια μήδεα ἔχοντα» καὶ «ἴσος Ἐνυαλίῳ» καὶ τὰ τοιαῦτα.

`170b`

ἄρχοντας. οἷον ποιμένας, ἡνιόχους, κυνηγούς.

`170c`

τῷ λόγῳ. τῷ κατασκευασθέντι τῷ ἐκ τῆς κοινῆς ἐννοίας τῶν πολλῶν.

`170d`

ὅταν σὺ κτλ. οἷον περὶ προνοίας, περὶ τοῦ ἐφʼ ἡμῖν καὶ τῶν τοιούτων.

`171a`

οἷς μὴ δοκεῖ. οὐ γάρ ἐστι ποιότης ἐν τοῖς τοιούτοις ποσοῖς.

`171c`

τότε καὶ ὁ κτλ. ὅταν, φησίν, ὁ Πρωταγόρας συναίσθηται τῆς τοῦ λόγου ἀτοπίας.

`171d`

τὰ δοκοῦντα ἀεὶ ταῦτα λέγειν. ἕπου θεῷ, ἕπου λόγῳ.

`171e`

τὰ μὲν πολλά. τὰ σωματικὰ καὶ πρός τι.

`172b`

ἃ ἂν θῆται πόλις τὸ γὰρ συμφέρον, φησί, φύσει, ὁ δὲ νόμος θέσει.

μὴ παντάπασι ἀντὶ τοῦ μὴ ἕως τοῦ ἀγαθοῦ καὶ κακοῦ.

`172c`

οὐκοῦν σχολὴν ἄγομεν κτλ. σημείωσαι οἷα περὶ τῶν φιλοσοφούντων λέγει.

τοῖς τοιούτοις. οἷον ἐργαστηρίοις, ἐμπορίαις.

`172e`

ἀντωμοσίαν. ἀντωμοσία ἐπὶ δίκῃ λέγεται, διὰ τὸ ὀμνύναι ἑκατέρους, τὸν μὲν ἐγκαλοῦντα ὅτι ἠδίκηται, τὸν δὲ ἐγκαλούμενον μὴ ἠδικηκέναι. οἱ δὲ ἀντωμοσίαν τὴν ἐπὶ πράγμασιν ἀμαρτύροις καὶ ἀνεγγράφοις εἰς ὅρκον περιισταμένην δίκην, ἐφʼ οἷς οἱ κριταὶ δοξάζουσιν. ἔνιοι ὅταν ἐπὶ δημοσίῳ ἀγῶνι σκηπτομένου τινὸς κάμνειν ὁ ἀντίδικος ἀντομνύηται, φάσκων προσποιεῖσθαι αὐτόν, καὶ περὶ τούτου διαλαμβάνωσιν οἱ δικασταί.

τὴν ἄλλως. ἀντὶ τοῦ ματαίως καὶ ὡς ἔτυχεν.

`173c`

φαύλως διατρίβοντας. οἷον τοὺς πολιτικούς.

`173d`

θαλάττης χόες. παροιμία ἐπὶ τοῦ πολυμαθοῦς καὶ ἐμπείρου.

`174a`

φύσιν ἐρευνωμένη. γενικῶς τὸ φθαρτόν.

ἔμπροσθεν γρ. καὶ τὰ δʼ ἔμπροσθεν

`174b`

μανθάνεις γάρ που κτλ. ὅτι ἐν τούτοις τὸν ὡς ἀληθῶς μαθηματικὸν ἄνδρα εἰς ταὐτὸν ἄγει τῷ ὄντως φιλοσόφῳ, ἔτι δὲ καὶ τὸν φυσικόν, ἢ μᾶλλον ὡς μέρη τοῦ φιλοσόφου βούλεται εἶναι τοὺς ἄλλους ἐπιστήμονας.

`174c`

τῶν ἐν ὀφθαλμοῖς. ἐπὶ τῶν ὑλαίων πραγμάτων καὶ εἰδωλικῶν.

`174d`

βδάλλοντα. ἀμέλγοντα.

βδάλλειν. ἀμέλγειν.

`174e`

γίγνεσθαι. νομίζει γίγνεσθαι κατὰ κοινοῦ.

`175e`

θῶπας. ἀπατηλούς.

ἀναβάλλεσθαι. τῶν γὰρ ἀπαιδεύτων καὶ τὸ ἔνδυμα καὶ τὸ σχῆμα θορυβῶδες.

`176d`

βάναυσοι. βάναυσοι οἱ ἑδραῖοι τεχνῖται καὶ παρὰ βαύνῳ, ὃ σημαίνει καμίνῳ, τὶ ἔργον διατιθέμενοι. οἱ δὲ βάναυσον τὸν ἀπάνθρωπον καὶ ὑπερήφανον. ἔνιοι δὲ βαναύσου χειρὸς τῆς ὑβριστικῆς ἢ τεχνικῆς. δηλοῖ δὲ τοὺς χειροτέχνας καὶ δημιουργούς.

τῷ οὖν ἀδικοῦντι κτλ. ἀλλὰ δεῖ ἐπιτιμᾶν αὐτοῖς, φησί, τὸ Ὁμηρικὸν «ἐτώσιον ἄχθος». τὸ γὰρ φυσικὸν βάρος καλόν, τὸ δὲ ἄλλως καὶ μάταιον κακόν.

`177a`

παντάπασιν ὡς δεινοί. τοὺς γὰρ τὰ συμφέροντα διδάσκοντας σοφοὺς οἱ δεινοὶ ὡς ἀνόητα φάσκοντας ἐκφαυλίζουσιν, ὡς ὁ τοῦ Ὁμήρου Πάρις

  
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.  

`177e`

μὴ γὰρ λεγέτω τὸ ὄνομα. ἀντὶ τοῦ μὴ ὄνομα μόνον ψιλὸν λέγωμεν, οἷον τὸ ὠφέλιμον καὶ βλαβερόν.

`178a`

εἰ περὶ παντὸς κτλ. τὸ γὰρ ἁπλῶς μέλλον καθολικώτερον τοῦ ὠφελίμου.

τοῦτο δὲ «μέλλον» κτλ. τοῦτο τὸ γενικὸν μεταλαβεῖν τὴν ἐρώτησιν, καὶ μὴ ἐπὶ μόνου τοῦ ὠφελίμου.

`178e`

ὦ μέλε. ὦ μέλε παρὰ τοῖς νεωτέροις ὑπὸ γυναικῶν λέγεται μόνον, ὡς τὸ ὦ τάλαν, παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπʼ ἀνδρῶν, ὡς ἐν Ἱππεῦσιν Ἀριστοφάνους, καὶ ἐν Μενάνδρου Συνερῶσιν—

  
ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε;  
σημαίνει δέ, ὦ δείλαιε, ὦ πονηρέ. ἔνιοι δέ, ὦ ἐπιμελείας ἄξιε καὶ οἷον μεμελημένε.

`179c`

καὶ οἱ φάσκοντες. ἐντεῦθεν εἰσβάλλει εἰς τοὺς κατὰ τοῦ Ἡρακλείτου ἐλέγχους. εἰ γὰρ πάντα, φησί, κινεῖται συνεχῶς καὶ ἀόριστά ἐστι καὶ ἄστατα, ἡ Πρωταγόρου δόξα ἀνάλωτός ἐστιν.

`179d`

διακρούοντα. ἐκ μεταφορᾶς τῶν διακωδωνούντων τὰ κεράμια, εἰ ἀκέραιά εἰσιν.

`179e`

ἔμπειροι. ἀλλʼ οὐκ ἐπιστήμονες διὰ τὸ ἄστατον τῶν ἀεὶ κινουμένων.

ἀτεχνῶς. ἀτεχνῶς· ἁπλῶς ἢ καθάπαξ, ἰσχυρῶς ἢ τελέως· οἱ δὲ ἐν ἴσῳ τῷ ὄντι καὶ ἀληθείᾳ· οἱ δὲ δηλοῦν τὸ παράπαν καὶ καθόλου κατʼ ἀλήθειαν.

κατὰ τὰ συγγράμματα. τὰ τοῦ Ἡρακλείτου συγγράμματα. ἠγριωμένοι καὶ μεγαλόφρονες· τοιοῦτος γὰρ ὁ Ἡράκλειτος γέγονεν, οὗ καὶ ἀπόφθεγμα φέρεται τοιοῦτον «πολυμαθίη νόον οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην».

`180b`

τούτῳ. τῷ στασίμῳ διὰ τὴν ἑαυτῶν θέσιν πάντα κινεῖσθαι λέγουσαν.

`180c`

πρόβλημα. γεωμετρικῶς δεῖ, φησίν, ἐκθεμένους τὸ πρόβλημα ζητεῖν ἀποδεικτικῶς, πότερον πάντα κινεῖται ἢ οὔ.

`180e`

κατὰ σμικρὸν γὰρ κτλ. ἀπὸ μὲν Θεαιτήτου εἰς Ἡράκλειτον, εἶτα εἰς Παρμενίδην καὶ Μέλισσον.

`181a`

ῥέοντας. πικρὰ λέξις καὶ σκωπτική.

στασιῶται. γλυκεῖα λέξις καὶ ἐγκωμιαστικὴ τῶν ἀμφὶ Παρμενίδην.

`181b`

ἀκίνητα κινούντων.

ἀκίνητα κινεῖν παροιμία καθʼ ὑπερβολήν, ὅτι μὴ δεῖ ἔδη μηδὲ βωμοὺς κινεῖν ἢ τάφους ἢ ὅρους. ἐμνήσθη ταύτης καὶ ἐν Νόμων ὀγδόῳ. ἔτι διασύρει τὸν Ἡρακλείτου χορὸν ὡς ἀσεβῆ· τὰ γὰρ ἱερὰ ἀκίνητα.

`181c`

στρέφηται. ὡς ὁ στρόβιλος.

`181e`

τὸ μέν τι ἀμφοτέρως. ἔστι καὶ τρίτον σκέλος τῆς διαιρέσεως τὸ λέγον οὐδὲν ἀμφοτέρως, ὅπερ σὺν τῷ δευτέρῳ ἐλέγχεται.

φάναι ἀμφοτέρως. ἀντὶ τοῦ τὰ πάντα κατὰ τὰς δύο κινοῦνται κινήσεις.

φανεῖται. τὸ γὰρ μὴ ἀλλοιούμενον, καθʼ ὃ οὐκ ἀλλοιοῦται, οὐ κινεῖται ἀλλʼ ἵσταται.

`182a`

ἀλλόκοτόν τε. ἐκ τούτου δῆλον ὅτι τὸ τῆς ποιότητος ὄνομα Πλάτων ἐστὶν ὁ πρῶτος θεὶς ἐν τοῖς Ἕλλησιν.

ἁθρόον. γενικῶς.

κατὰ μέρη. εἰδικῶς.

`182c`

τὰ μὲν τοίνυν ἄλλα. τὰ τῶν Ἡρακλειτείων ἄλλα δοξάσματα.

`183a`

ὁμοίως ὀρθὴ εἶναι. ἀντὶ τοῦ συνδραμεῖν τὴν ἀντίφασιν.

`183b`

οὐδὲ γὰρ τοῦτο. εἰ γάρ, ὥς φασι, πάντα παντοίως κινεῖται, εἴ τι δʼ ἄν τις εἴποι, οὐδʼ ἐκεῖνο ἔσται, ἀλλὰ καὶ αὐτὴ αὐτῶν ἡ δόξα κινεῖται καὶ μεταβάλλεται.

οἰκειοτάτη ... διάλεκτος. ἡ λέγουσα ἀπειραχῶς τὸ οὐδὲ οὕτως.

`183d`

τοὺς φάσκοντας. τοὺς περὶ Μέλισσον.

ἱππέας εἰς πεδίον. παροιμία ἱππῆς προκαλεῖσθαι εἰς πεδίον, ἐπὶ τῶν τοὺς ἔν τισι βελτίους καὶ ἐπιστημονεστέρους αὑτῶν εἰς ἔριν παρακαλούντων. Πλάτων Θεαιτήτῳ καὶ Μένανδρος Καταψευδομένῳ. γράφεται δὲ καὶ ἵππον εἰς πεδίον προκαλεῖσθαι, ἐπὶ τῶν εἰς ἃ βούλεταί τις προκαλούντων.

`183e`

ἕνα ὄντα.

  
ἀντί νυ πολλῶν  
  
λαῶν ἐστιν ἀνήρ, ὅν τε Ζεὺς κῆρι φιλήσῃ.  

`184a`

βάθος τι. φαίνεται καὶ Ἀριστοτέλης σεμνύνων τὸν Παρμενίδην. καὶ νῦν φησι φοβεῖσθαι ἕξ τινας καὶ διὰ τοῦτο μὴ ἐπιχειρεῖν βασανίζειν τὰ τοῦ Παρμενίδου.

`184b`

τῷ. ἐρωτηματικὸν ἀντὶ τοῦ τίνι.

`184e`

πάντα τὰ τοιαῦτα. πάντα τὰ τοιαῦτα λέγει τὰ αἰσθητά· εἰς τὸ σῶμα δέ, εἰς τὰ αἰσθητήρια.

`185a`

εἴ τι ἄρα κτλ. τὴν διάνοιαν καὶ τὴν κοινὴν αἴσθησιν νῦν εἰς ταὐτὸν ἄγει διὰ τὸ πρόχειρον· καὶ μετʼ ὀλίγον δὲ διαστέλλει.

`185b`

ἀμφοτέρω. φωνὴν καὶ χρόαν.

`185c`

τό τʼ ἐπὶ πᾶσι. τὸ τῶν πέντε αἰσθήσεων γενικῶς.

ποῖα ἀποδώσεις. τὸν ἐπὶ τούτοις ὁρισμόν.

`185d`

διὰ τίνος ποτέ. νῦν τὸ διανοητικὸν ἐκ τῆς κοινῆς αἰσθήσεως διέκρινεν.

τούτοις. τῇ τε κοινῇ αἰσθήσει καὶ τῇ διανοίᾳ.

`186a`

ποτέρων. τῶν μετὰ σώματος ἢ τῶν ἄνευ σώματος.

`186b`

πρὸς τὰ μέλλοντα. οἱ γὰρ πολλοὶ τὸ ἀγαθὸν ἐν τοῖς πρακτοῖς τίθενται μόνοις· καὶ διὰ τοῦτο εἶπεν οὕτω πρὸς μέλλοντα.

`187d`

θράττει. ταράττεις, ἐνοχλεῖς.

`187e`

πῶς οὖν κτλ. τρία ἐπιχειρήματα κατὰ τῆς ψευδοδοξίας ἐκτίθεται· εἶτα προβὰς τῷ λόγῳ καὶ ἐπικρίνων λέγει ὅτι τὸ μὲν πρῶτον καὶ τὸ τρίτον δεῖταί τινος λύσεως, τὸ δὲ δεύτερον ἀποδέχεται, διότι μὴ ὂν ἐλάμβανε τὸ μηδαμῶς ὄν.

ψευδῆ φαμεν. ἐπιχείρημα κατασκευάζον ὅτι οὐκ ἔστι ψευδῆς δόξα.

`188c`

ἆρʼ οὖν οὐ ταύτῃ. οὐκ ἀπὸ τῶν γνώσεων, φησί, καὶ τῶν γινωσκόντων, ἀλλʼ ἀπὸ τῶν γνωστῶν.

`188d`

μὴ ἁπλοῦν ᾖ. ὁμολογεῖται παρὰ πᾶσι, φησίν, ὅτι ὁ ψευδῆ δοξάζων τὰ μὴ ὄντα δοξάζει. ἐπιχείρημα κατασκευάζον ὅτι οὐκ ἔστι ψευδὴς δόξα.

κἂν ὁπωσοῦν. κἂν ᾖ, φησίν, ἐπιστημονικώτατος.

περὶ τῶν ὄντων του. περὶ τῶν ὄντων του· οἷον εἰ λέγοι τις πρὸς ἡμᾶς ἀπορῶν, «ἆρα ψευδοδοξῶν περί τινος τῶν ὄντων ψευδοδοξήσει, οἷον ἵππου, οἰόμενος τὸν ἵππον μὴ εἶναι, ἢ αὐτὸ τὸ μὴ ὂν λέγων, ἆρα ἔστι τὸ μὴ ὂν ἢ οὐκ ἔστιν;»

`189c`

ὀρθότατά μοι νῦν κτλ. τὸ καθʼ ἑτερότητα μὴ ὂν λέγει.

`189d`

τοῦτο μὲν οὖν κτλ. ὡς εἰ ἔλεγεν, οὐκ εἴσι τὰ τοιαῦτα ἁμαρτήματα μεγάλα.

`191a`

τῶν ἄλλων. τῶν ἐνισταμένων κατὰ τῆς ψευδοδοξίας.

ἐκτὸς τοῦ γελοίου. γελοῖόν ἐστι τὸ αἰσχρὸν μετὰ ἀσθενείας, αἰσχρὸν δὲ τὸ τὰ ψευδῆ ὁμολογεῖν, ἀσθένεια δὲ τὸ μὴ δύνασθαι τὰ σοφίσματα λύειν.

ναυτιῶντες. διὰ τὸν τῆς ψυχῆς ἐν τῇ γενέσει κλύδωνα.

`191b`

ὁρῶν ἄλλον. ἡ συμπλοκὴ τῆς αἰσθήσεως καὶ τῆς δόξης ἔλυσε τὸ ἄπορον.

ἀπέστημεν αὐτοῦ. τοῦ ὁμολογεῖν εἶναι ψευδοδοξίαν.

μὴ γὰρ οὕτω κτλ. μὴ οὕτω τιθῶμεν, φησίν, ὡς ἔμπροσθεν, καὶ ἡμῖν συγχωρήσει τις εἶναι δυνατὸν ἃ οἶδέν τις δοξάσαι αὐτὰ ἄττα εἶναι ὧν οὐκ οἶδεν· ἴσως δὲ ἀντιτενεῖ. καὶ γὰρ τοῦτο προσέθηκεν, εἰδὼς ὅτι κἂν ἐν μίξει τοῦ εἰδέναι πρὸς τὸ αἰσθάνεσθαι δείξωμεν ψευδῆ δόξαν ἐνοῦσαν, οὐχ ἕξομέν τι λέγειν πρὸς τὸν ἀποροῦντα περὶ τούτων, ἐπειδὰν ἡμᾶς ἐρωτᾷ περὶ τῶν ἔξω τῆς αἰσθήσεως, εἰ δυνατὸν συστῆναι ψευδοδοξίαν, οἷον ἐπὶ τῶν παρὰ τοῖς γεωμέτραις καλουμένων ψευδαριθμῶν. οὐ γὰρ διὰ μίξιν αἰσθήσεως ψευδογραφοῦσιν.

`194e`

λάσιον. τὸ λάσιον οἱ φιλόσοφοι προ τοῦ τραχὺ ἀκούει. τὸ δὲ πάνσοφος ἡ εἰωθυῖα ἐστὶν τοῦ Σωκράτους εἰρωνεία· τὸ γὰρ λάσιον καὶ τραχὺ οὐκ ἔστιν ἐπαινετόν, ὥστε σκώπτει τὸν ἐπαινέσαντα Ὅμηρον.

`195d`

ὃν διανοούμεθα. τὸ νοητὸν παράδειγμα, τὴν ἰδέαν.

`196d`

ἀμφότερά γε. τὸ τὴν ἀντίφασιν συντρέχειν.

ἀναισχυντεῖν. τὸ ἐν ἀρχῇ αἰτεῖσθαι.

`197a`

προὔργου. συμφέρον ἢ πλέον.

μὴ ἀπεχομένῳ. διὰ τοὺς ἀντιλογικούς.

`200e`

δείξειν αὐτό. παροιμία· ὁ τὸν ποταμὸν καθηγούμενος, αὐτὸ δείξει. ἐπὶ τῶν ἐκ τῆς πείρας γινωσκομένων. κατιόντων γάρ τινων εἰς ποταμὸν πρὸς τὸ διαπεράσαι, ἤρετό τις τὸν προηγούμενον εἰ βάθος ἔχοι τὸ ὕδωρ· ὁ δὲ ἔφη «αὐτὸ δείξει».

`201b`

τί μήν; καταφατικόν ἐστιν, ἐν ἴσῳ τὸ οἴομαι.

`206d`

ἐνεός. ἄφωνος.

`207a`

οἷον καὶ Ἡσίοδος κτλ. Ἡσίοδος—

  
φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἅμαξαν  
  
νήπιος· οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούραθʼ ἁμάξης  
  
τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήϊα θέσθαι  
  
εὖτʼ ἂν δὴ πρώτιστʼ ἄροτος θνητοῖσι φανείη  
  
δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτός.  

`209b`

Μυσῶν τὸν ἔσχατον. παροιμία Μυσῶν ἔσχατος, ἐπὶ τῶν εὐτελεστάτων. Μάγνης Ποαστρείᾳ—

  
οὐκ ἔστιν οὐδείς, οὐδʼ ὁ Μυσῶν ἔσχατος.  
καὶ Μένανδρος Ἀνδρογύνῳ—

  
Μυσῶν ἔσχατος πολέμιος.  

`209d`

ὑπέρου ... περιτροπή. παροιμία ὑπέρου περιτροπὴ ἐπὶ τῶν ταὐτὰ ποιούντων πολλάκις καὶ μηδὲν ἀνυόντων, ἢ ἐπὶ τῶν ταχέως τι πραττόντων. μέμνηται δὲ αὐτῆς Φιλήμων ἐν Ἥρωσιν καὶ ἐνταῦθα Πλάτων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-ah`.
