---
title: "Old Scholia on Plato: Republic"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὴν Πολιτείαν"
author: Plato Commentary
eul_wid: uqe-bf
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-republic-uqe-bf"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:17250c4ceab2c966b1d8fe3cd209f6062cb9aec5769fd8378c068b95bb342448"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Republic

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὴν Πολιτείαν*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-bf` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-republic-uqe-bf)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΗΝ ΠΟΛΙΤΕΙΑΝ

`R.327a`

Πειραιᾶ. Πειραιεὺς πόλις Ἀττικῆς καὶ ἐπίνειον Ἀθηναίων. ἤτοι λιμήν, ἢ ὁρμητήριον.

τὴν ἑορτήν. ἑορτὴν ἐνταῦθα τὴν τῶν μικρῶν Παναθηναίων φησίν· ἦν γὰρ καὶ μεγάλα. καὶ ταῦτα μὲν ἦγον εἰς ἄστυ Ἑκατομβαιῶνος μηνὸς τρίτῃ ἀπιόντος· ἐν οἷς πέπλος τις ἀνήγετο τῇ Ἀθηνᾷ, καθʼ ὃν ἐδείκνυτο ἡ κατὰ τῶν Γιγάντων ταύτης τε καὶ ἡ τῶν Ὀλυμπίων νίκη θεῶν. τὰ δὲ μικρὰ Παναθήναια κατὰ τὸν Πειραιᾶ ἐτέλουν, ἐν οἷς καὶ πέπλος ἄλλος ἀνεῖτο τῇ θεῷ, καθʼ ὃν ἦν ἰδεῖν τοὺς Ἀθηναίους, τροφίμους ὄντας αὐτῆς, νικῶντας τὸν πρὸς Ἀτλαντίνους πόλεμον· ἃ δὴ τοῖς Βενδιδίοις καλουμένοις εἴπετο. τούτων δὲ καὶ Θρᾷκες ἐκοινώνουν, ἐπεὶ καὶ Βένδις παρʼ αὐτοῖς ἡ Ἄρτεμις καλεῖται, καὶ αὕτη τιμωμένη κοινῇ παρʼ ἀμφοῖν. ταῦτα δὲ ἐτελεῖτο Θαργηλιῶνος ἐνάτῃ ἐπὶ δέκα.

`R.328b`

Παιανιᾶ. Παιανίαι, δῆμος Πανδιονίδος, ἐξ οὗ οὗτος.

`R.328c`

θαμίζεις. συχνάζεις.

χρῆν. ἔδει.

ἦ. ἀντὶ τοῦ ἤμην Ἀττικῶς.

`R.328d`

ὡς εὖ ἴσθι κτλ. ὡς φιλολόγου Σωκράτους καὶ ζητητικοῦ ὄντος, καὶ λόγων εἰωθότος ἀνευρίσκειν πηγάς, οἱ προκείμενοι λόγοι Κεφάλῳ.

`R.329a`

τὴν παλαιὰν παροιμίαν. τὴν κολοιὸς ποτὶ κολοιὸν ἱζάνει· φιλάλληλον γὰρ τουτὶ τὸ ζῷον. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ὁμοίοις προσομιλούντων.

`R.329b`

προπηλακίσεις. ὕβρεις ἢ διασυρμούς.

ὑμνοῦσιν. ἀντὶ ὀδύρονται, λοιδοροῦσι, μέμφονται, κατʼ εὐφημισμόν.

`R.329e`

Σεριφίῳ. Σέριφος νῆσος μία τῶν Κυκλάδων καὶ πόλις ἐν αὐτῇ. οἱ δʼ ἐξ αὐτῆς Σερίφιοι.

`R.330b`

χρηματιστής. χρημάτων ποριστής.

`R.331a`

ἀτάλλοισα. τρέφουσα, τιθηνοῦσα, σαίνουσα.

συναορεῖ. συνήρτηται.

`R.331c`

τὸ ἀποδιδόναι κτλ. ὅτι δικαιοσύνη τὸ ἀποδιδόναι τὰ παραδοθέντα κατὰ τὸν Κεφάλου λόγον, καὶ τούτου ἔλεγχος.

`R.331d`

ἔφη. Πολέμαρχος.

`R.331e`

ὅτι, ἦ δʼ ὅς, κτλ. ὅτι δικαιοσύνη τὸ τὰ ὀφειλόμενα ἑκάστῳ ἀποδοῦναι κατὰ Πολέμαρχον, καὶ τούτου ἔλεγχος.

`R.332d`

εἰ μέν τι κτλ. ὅτι δικαιοσύνη ἡ τοῖς φίλοις ὠφελίας, βλάβας δὲ τοῖς ἐχθροῖς παρέχουσα τέχνη κατὰ Πολέμαρχον, καὶ τούτου ἔλεγχος.

`R.332e`

εἶεν. ἄγε δή· συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα.

`R.333a`

συμβόλαια. σημείωσαι τίνα τὰ συμβόλαιά φησιν, ὅτι τὰ κοινωνήματα.

`R.333c`

ὅταν παρακαταθέσθαι κτλ. ὅτι ὁ δίκαιος χρήσιμος ὅταν παρακαταθέσθαι δεῖ ἀργύριον καὶ σῶν εἶναι, ὥς φησι Πολέμαρχος, καὶ τούτου ἔλεγχος.

`R.333e`

εἴτε πυκτικῇ. περὶ πυκτικῆς εὑρήσεις ὁποία τις ἦν μετὰ φύλλα δύο, ἐν ᾧ καὶ περὶ παγκρατίου διαλαμβάνεται.

`R.334b`

κεκάσθαι. οἶμαι γράφεσθαι ὀφείλει ὑπὲρ πάντας ἀνθρώπους κεκάσθαι.

ἔμοιγε δοκεῖ ἔτι κτλ. ὅτι τῆς δικαιοσύνης ὠφελεῖν μὲν τοὺς φίλους, βλάπτειν δὲ τοὺς ἐχθρούς, οὓς φίλους καὶ ἐχθρούς, κἂν μὴ ὦσιν, νομίζει, ὥς φησι Πολέμαρχος, καὶ τούτου ἔλεγχος.

`R.334e`

τὸν δοκοῦντά τε κτλ. ὅτι δικαιοσύνης τὸ τοὺς ὄντας καὶ δοκοῦντας φίλους ὠφελεῖν, καὶ τοὺς ἐχθροὺς βλάπτειν ὁμοίως καὶ αὐτοὺς ἔχοντας κατὰ Πολέμαρχον, καὶ τούτου ἔλεγχος.

`R.335b`

βλαπτόμενοι δʼ ἵπποι κτλ. ὅτι δικαιοσύνης καὶ δικαίου τὸ πάντας ὠφελεῖν.

`R.335c`

ἀφίππους. ἀπείρως ἔχοντας ἱππικῆς.

`R.336c`

εὐηθίζεσθε. μωραίνετε, ἀνοηταίνετε, εὐφήμως.

`R.337a`

σαρδάνιον.

παροιμία ἐπὶ τῶν ἐπʼ ὀλέθρῳ σφῶν αὐτῶν γελώντων. οἱ γὰρ τὴν Σαρδὼ κατοικοῦντες, ὥς φησι Τίμαιος, ἐπειδὰν αὐτοῖς ἀπογηράσωσιν οἱ γονεῖς καὶ νομίσωσιν ἱκανὸν βεβιωκέναι χρόνον, ἄγουσιν αὐτοὺς ἐπὶ τὸν τόπον ἐν ᾧ μέλλουσι θάψαι, κἀκεῖ λάκκους ὀρύξαντες ἐπʼ ἄκρων χειλῶν τοὺς μέλλοντας ἀποθνῄσκειν καθίζουσιν, ἔπειτα ἕκαστος αὐτῶν σχίζαν ἔχων τύπτει τὸν αὑτοῦ πατέρα καὶ εἰς τοὺς λάκκους περιωθεῖ· τοὺς δὲ πρεσβύτας χαίροντας ἐπὶ τὸν θάνατον παραγίνεσθαι ὡς εὐδαίμονας, καὶ μετὰ γέλωτος καὶ εὐθυμίας ἀπόλλυσθαι. ἐπεὶ οὖν γελᾶν μὲν συνέβαινεν, οὐ πάνυ δὲ ὁ γέλως ἐπʼ ἀγαθῷ τινι ἐγίνετο, παρὰ τοῖς Ἕλλησι τὴν προκειμένην ῥυῆναι παροιμίαν. Κλείταρχος δέ φησι τοὺς Φοίνικας, καὶ μάλιστα Καρχηδονίους, τὸν Κρόνον τιμῶντας, ἐπάν τινος μεγάλου κατατυχεῖν σπεύδωσιν, εὔχεσθαι καθʼ ἑνὸς τῶν παίδων, εἰ περιγένοιντο τῶν ἐπιθυμηθέντων, καθαγιεῖν αὐτὸν τῷ θεῷ. τοῦ δὲ Κρόνου χαλκοῦ παρʼ αὐτοῖς ἑστῶτος τὰς χεῖρας ὑπτίας ἐκτετακότος ὑπὲρ κριβάνου χαλκοῦ, τοῦτον ἐκκαίειν τὸ παιδίον. τῆς δὲ φλογὸς τοῦ ἐκκειμένου πρὸς τὸ σῶμα ἐμπιπτούσης, συνέλκεσθαί τε τὰ μέλη, καὶ τὸ σῶμα σεσηρὸς φαίνεσθαι τοῖς γελῶσι παραπλησίως, ἕως ἂν συσπασθὲν εἰς τὸν κρίβανον παρολίσθῃ. τὸν οὖν σεσηρότα γέλωτα σαρδάνιον ἐντεῦθεν λέγεσθαι, ἐπεὶ γελῶντες ἀποθνῄσκουσιν· σαίρειν δέ ἐστι τὸ διέλκειν τὸ στόμα καὶ χαίνειν. Σιμωνίδης δὲ ἀπὸ Τάλω τοῦ χαλκοῦ, ὃν Ἥφαιστος ἐδημιούργησε Μίνῳ φύλακα τῆς νήσου ποιήσασθαι, ἔμψυχον ὄν, τοὺς πελάζοντάς φησι κατακαῖον ἀνῄρει· ὅθεν ἀπὸ τοῦ σεσηρέναι διὰ τὴν φλόγα τὸν σαρδάνιόν φησι λεχθῆναι γέλωτα. ὁμοίως καὶ Σοφοκλῆς ἐν Δαιδάλῳ. ἤκουσα δέ, φησὶν ὁ Ταρραῖος, ἐγχωρίων λεγόντων ὅτι ἐν Σαρδόνι γίγνοιτο βοτάνη σελίνῳ παραπλήσιος, ἦς οἱ γευσάμενοι δοκοῦσι μὲν γέλωτι, σπασμῷ δὲ ἀποθνῄσκουσιν· οὕτω δὲ Σαρδόνιος ἂν λέγοιτο, καὶ οὐ Σαρδάνιος. μήποτε οὖν τὸ Ὁμηρικόν, ὅθεν καὶ ἡ παροιμία ἴσως ἐρρύη,

  
μείδησε δὲ θυμῷ  
  
σαρδάνιον μάλα τοῖον,  
τὸν ἀπʼ αὐτῶν τῶν χειλέων γέλωτα καὶ μέχρι τοῦ σεσηρέναι γινόμενον σημαίνει.

παροιμία ἐπὶ τῶν ἐπʼ ὀλέθρῳ τῷ σφῶν αὐτῶν γελώντων, ὅτι οἱ Σάρδωνα κατοικοῦντες αἰχμάλωτοι τοὺς ὑπὲρ τὰ οʹ ἔτη τῷ Κρόνῳ ἔθυον, γελῶντας ἕνεκα τοῦ τὸ ἔπανδρον ἐμφῆναι, ἢ ὅτι τοὺς γηράσαντας ἐν Σαρδοῖ συνωθουμένους σχίζαις ὑπὸ τῶν υἱῶν εἰς βόθρον γελᾶν· οἱ δὲ ἀπὸ τοῦ σεσηρέναι μετʼ ἀνίας· οἱ δὲ ὅτι ἐν Καρχηδόνι ἐν ταῖς μεγάλαις εὐωχίαις ταῖς χερσὶ τοῦ Κρόνου — ἔστι δὲ χαλκοῦς ὑφʼ ᾧ κρίβανος — παῖδα ἐπιτίθενται, ὃς συνελκόμενος ὑπὸ τοῦ πυρὸς δοκεῖ γελᾶν· οἱ δὲ ὅτι λάχανόν ἐστι παρὰ τοῖς Σαρδωνίοις ἡδὺ σελίνῳ ἐμφερές, οὗ τοὺς γευσαμένους τάς τε σάρκας καὶ σιαγόνας ἑαυτῶν ἀποδάκνειν· ἔνιοι δὲ ὡς καὶ Ὅμηρος τοὺς ἐπὶ κακῷ γελῶντας—

  
μείδησε δὲ δῖος Ὀδυσσεὺς  
  
σαρδάνιον  
ἄλλοι δὲ  <span class="gap">…</span> Τάλω τὸν Ἡφαιστότευκτον πρὸ τῆς εἰς Κρήτην πρὸς Μίνω ἀφίξεως, ἐλθεῖν εἰς Σαρδὼ καὶ διαφθεῖραι πολλούς, οὓς σεσηρέναι τελευτῶντας.

Ὦ Ἡράκλεις. ἐπίφθεγμα θαυμαστικόν.

εἰρωνεία Σωκράτους. εἰρωνεία ἐστὶ προσποίησις ἀδυναμίας ὧν δύναταί τις ποιεῖν, ἧς ἐναντίον ἀλαζονία, προσποίησις δυναμέως ὧν οὐ δύναταί τις ποιεῖν.

`R.338c`

ἄκουε δή κτλ. ὅτι δίκαιον τὸ τοῦ κρείττονος συμφέρον κατὰ Θρασύμαχον καὶ τούτου ἔλεγχος.

Πουλυδάμας. οὗτος ὁ Πουλυδάμας ἀπὸ Σκοτούσσης ἦν, πόλεως Θεσσαλίας, διασημότατος παγκρατιαστής, ὑπερμεγέθης, ὃς ἐν Πέρσαις παρʼ Ὤχῳ γενόμενος τῷ βασιλεῖ λέοντας ἀνεῖλεν καὶ ὡπλισμένους γυμνὸς κατηγωνίσατο.

παγκρατιαστής. ὁ παγκράτιον ἀγωνιζόμενος. ἔστι δὲ τοῦτο ἀγών τις ἐξ ἀτελοῦς πάλης καὶ ἀτελοῦς πυγμῆς συγκείμενος. καὶ δήλη μὲν ἡ πάλη, πυγμὴ δὲ τὸ πρὶν ἐσκευάζετο οὕτως. εἰς στρόφιον, ὅ ἐστι στρογγύλον ζωνάριον, οἱ τέσσαρες τῶν δακτύλων ἐνεβιβάζοντο, καὶ ὑπερέβαλλον τοῦ στροφίου τοσοῦτον ὅσον, εἰ συνάγοιντο, πὺξ εἶναι. ξυνείχοντο δὲ ὑπὸ σειρᾶς, ἣν καθάπερ ἔρεισμα ἐβέβληντο ἐκ τοῦ πήχεος. νυνὶ δὲ αὖ μεθέστηκε· ῥινοὺς γὰρ τῶν πιοτάτων βοῶν ἑψόντες, ἱμάντα ἐργάζονται πυκτικὸν ὀξὺν καὶ προεμβάλλοντα· ὁ δὲ ἀντίχειρ οὐ συλλαμβάνει τοῖς δακτύλοις τὸ πλήττειν, ὑπὲρ συμμετρίας τῶν τραυμάτων, ὡς μὴ πᾶσα ἡ χεὶρ μάχοιτο. ταῦτα Φιλόστρατός φησιν ἐν τῷ Περὶ γυμναστικῆς.

`R.340d`

συκοφάντης. συκοφάντης λέγεται ὁ ψευδῶς τί τινος κατηγορῶν, κεκλῆσθαι δʼ οὕτω παρʼ Ἀθηναίοις πρῶτον εὑρεθέντος τοῦ φυτοῦ τῆς συκῆς, καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν τὰ σῦκα. τῶν δὲ φαινόντων τοὺς ἐξάγοντας συκοφαντῶν κληθέντων, συνέβη καὶ τοὺς ὁπωσοῦν κατηγοροῦντάς τινων φιλαπεχθημόνως οὕτως προσαγορευθῆναι.

`R.341b`

ὡς ἔπος εἰπεῖν. τὸν ὡς φαίνεται μόνον, καὶ ὡς ἐν λόγῳ μόνον εἰπεῖν.

`R.341c`

ξυρεῖν ἐπιχειρεῖν λέοντα. παροιμία ἐπὶ τῶν καθʼ ἑαυτῶν τι ἢ ἀδύνατον ποιεῖν ἐπιχειρούντων λεγομένη.

`R.343a`

τίτθη. μάμμη, ἡ πρὸς πατρὸς ἢ μητρὸς μήτηρ.

κορυζῶντα. μωραίνοντα, μυξώζοντα· κόρυζα γὰρ, ἡ μύξα, ἣν οἱ Ἀττικοὶ κατάρρουν φασίν.

`R.344a`

ὅσια.

ὅσια τὰ βέβηλα, εἰς ἃ ἔστιν εἰσιέναι, ὡς Ἀριστοφάνης Λυσιστράτῃ—

  
ὦ πότνιʼ Εἰλήθυα, ἐπίσχες τοῦ τόκου,  
  
ἕως ἂν εἰς ὅσιον ἀπέλθω χωρίον.  
καὶ ὅσια χρήματα τὰ μὴ ἱερά. λέγεται δὲ καὶ τὸ διονύσιον ὅσιον.

Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους τὰ μὲν τῶν θεῶν χρήματα ἱερά, τὰ δὲ κοινὰ τῆς πόλεως ὅσια ὀνομάζει.

`R.344b`

κατὰ μέρη ἀδικοῦντες. τὸ ἑξῆς οὕτως· οἱ κατὰ μέρη τῶν τοιούτων κακουργημάτων ἀδικοῦντες.

`R.344c`

οὕτως, ὦ Σώκρατες. ὅτι ἡ ἀδικία τῆς δικαιοσύνης δεσποτικώτερον καὶ ἐλευθεριώτερον, ὡς Θρασύμαχος.

`R.346c`

ἀρνυμένους. ἀντὶ τοῦ καταλλαττομένους.

`R.346e`

προῖκα. χωρὶς μισθοῦ.

`R.347a`

ζημίαν. τὸ ὑπὸ πονηροτέρου ἄρχεσθαι, ὡς μετʼ ὀλίγον ἐρεῖ.

`R.347d`

ἐπιτρέψαι. τὴν ἀρχὴν ἀναλαβέσθαι δηλαδή.

πράγματα. ἀντὶ τοῦ φροντίδος· ἐξ οὗ καὶ πολυπράγμων ὁ πολύφροντις.

`R.348a`

ἀντικατατείναντες. ἀντὶ τοῦ διεξελθόντες λόγον μακρόν.

`R.348b`

ἀνομολογούμενοι. ἀντὶ τοῦ ὁμολογοῦντες.

οὕτως, ἔφη, κτλ. ὅτι κατὰ Θρασύμαχον ἡ δικαιοσύνη γενναία εὐήθεια· ἡ δὲ ἀδικία σοφία ἀληθινή, καὶ τούτου ἔλεγχος.

`R.349b`

ἀστεῖος. νῦν γελοιώδης· σημαίνει γὰρ καὶ τὸν εὐσύνετον καὶ εὐπρόσωπον καὶ χαρίεντα.

`R.350d`

ἔφαμεν δὲ δή κτλ. ὅτι ἡ δικαιοσύνη ἀσθενεστέρα φύσει τῆς ἀδικίας, ἐρρωμενεστέρα δὲ ἡ ἀδικία κατὰ Θρασύμαχον, καὶ τούτου ἔλεγχος.

`R.352a`

ἀδύνατον ποιεῖ πράττειν. ἀντὶ τοῦ μετὰ πίστεως καὶ ἀσφαλείας τι πράττειν.

`R.352b`

εὐωχοῦ. ἀντὶ τοῦ ἀπόλαυε.

`R.352c`

κομιδῇ. πάνυ.

`R.352d`

εἰ δὲ καὶ ἄμεινον κτλ. ὅτι κατὰ Θρασύμαχον εὐδαιμονέστερον ἀδικία δικαιοσύνης, καὶ τούτου ἔλεγχος.

`R.353a`

σμίλῃ. σμίλη ἐστὶν ὄργανον τμητικόν, ἰσόπεδον τὴν βάσιν ἔχον, ὡς τοὐναντίον ὁ τομεὺς κυκλοτερῆ. ἔστι δὲ σκυτοτομικὸν ἐργαλεῖον.

`R.354a`

Βενδιδίοις. προγέγραπται τίνα τὰ Βενδίδια ἐν τῇ τοῦ λόγου ἀρχῇ.

`R.357b`

ἆρά σοι δοκεῖ κτλ.

τὸ ἀγαθόν αὐτὸ αὑτοῦ ἕνεκα χαίρειν ἀβλαβέσιν ἡδοναῖς καὶ αὐτὸ αὐτοῦ ἕνεκα καὶ διὰ τὰ ἀπʼ αὐτοῦ γινόμενα φρονεῖν ὁρᾶν ὑγιαίνειν τῶν ἀπʼ αὐτοῦ γινομένων ἕνεκα γυμνάζεσθαι ἰατρεύεσθαι

`R.358e`

πεφυκέναι γὰρ δή κτλ. τίς ἡ παρὰ τοῖς πολλοῖς δικαιοσύνη καὶ ποία καὶ ὅθεν γίνεται.

τὸ μὲν ἀδικεῖν ἀγαθόν κτλ.

αʹ ἀδικεῖν ἧττον ἀγαθόν μὴ διδόναι δίκην βʹ μήτʼ ἀδικεῖν ΔΙΚΑΙΟΝ μέσον ἀμφοῖν

  
μήτʼ ἀδικεῖσθαι  

γʹ ἀδικεῖσθαι μᾶλλον κακόν μὴ δύνασθαι τιμωρεῖν.

`R.359b`

ὡς δὲ καὶ οἱ κτλ. ὅτι κατὰ τοὺς πολλοὺς πάντες αὐτὴν οἱ ἐπιτηδεύοντες ἄκοντες ἐπιτηδεύουσιν, ὡς ἀναγκαῖον ἀλλʼ οὐχ ὡς ἀγαθόν.

`R.359d`

εἶναι μὲν γὰρ αὐτόν κτλ. σημείωσαι τὴν κατὰ Γύγην τὸν Λυδὸν ἱστορίαν καὶ τὸν δακτύλιον.

`R.360e`

τὴν δὲ κρίσιν κτλ. ὅτι κατὰ τοὺς πολλοὺς εἰκότως ὡς ἀναγκαῖον ἀλλʼ οὐχ ὡς ἀγαθὸν τὴν δικαιοσύνην δρῶσιν. πολὺ γὰρ ἀμείνων ὁ τοῦ ἀδίκου ἢ ὁ τοῦ δικαίου βίος, ὡς λέγουσιν.

πρῶτον μὲν οὖν κτλ. σημείωσαι τὴν ἐπιβολήν.

ὁ ἄδικος ὥσπερ κτλ.

`R.360e,c1–R.360e,c1.6`

ὁ ἄδικος τὰ ἀδύνατα καὶ τὰ δυνατὰ διαισθανόμενος ἱκανὸς ἐπανορθοῦσθαι σφαλλόμενος λανθάνων ἐν τῷ ἀδικεῖν λέγειν ἱκανὸς πρὸς τὸ πείθειν καὶ ἔτι βιάζεσθαι

`R.360e,c2–R.360e,c2.6`

ὁ δίκαιος ἁπλοῦς γενναῖος οὐ δοκῶν ἀλλʼ εἶναι θέλων τοὐναντίον τοῦ ἀδίκου ποιῶν

`R.361b`

κατʼ Αἰσχύλον. Αἰσχύλου ἐξ Ἀμφιαράου—

  
οὐ γὰρ δοκεῖν δίκαιος ἀλλʼ εἶναι θέλων,  
  
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,  
  
ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.  

`R.361c`

τέγγεσθαι. εἴκειν, ἐνδιδόναι, ὡς νῦν, ἢ βρέχεσθαι.

`R.361e`

ἀγροικοτέρως. ἀντὶ σκληρότερον.

`R.362a`

ἀνασχινδυλευθήσεται. ἀνασκολοπισθήσεται.

`R.362d`

ἀδελφὸς ἀνδρὶ παρείη. παροιμία ἀδελφὸς ἀεὶ παρείη ὅτι προτιμητέον τοὺς οἰκείους εἰς βοήθειαν. Πλάτων ἐμνήσθη ἐνταῦθα. παρῆκται δὲ ἴσως παρὰ τὸ Ὁμηρικὸν—

  
ἦ τι κασιγνήτοις ἐπιμέμφεαι οἷσί περ ἀνὴρ  
  
μαρναμένοισι πέποιθεν, καὶ εἰ μέγα νεῖκος ὄρηται.  

`R.363d`

παῖδας γὰρ παίδων. ἐξ Ἡροδότου, ἀπὸ τοῦ δοθέντος χρησμοῦ Γλαύκῳ τῷ Λάκωνι—

  
ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.  

`R.364a`

ὡς ἐπὶ τὸ πλῆθος. ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πολύ.

`R.364b`

ἀγύρται. οἱ ἀγείροντες ὄχλον ἐφʼ ἑαυτοὺς χυδαῖον.

`R.364c`

ἀκεῖσθαι. θεραπεύειν.

τὴν μὲν κακότητα κτλ. Ἡσιόδου.

`R.364d`

ἀνάντη. τραχεῖαν.

λιστοί. ἀντὶ λιταζόμενοι, λιταῖς εἴκοντες.

`R.364e`

βίβλων. περὶ ἐπῳδῶν καὶ καταδέσμων καὶ καθαρσίων καὶ μειλιγμάτων καὶ τῶν ὁμοίων.

ὅμαδον. συναγωγήν, ἢ θόρυβον, ἀπὸ τοῦ ὁμοῦ αὐδᾶν.

`R.365a`

ἃς δὴ τελετὰς καλοῦσιν. σημείωσαι τίνας λέγει τὰς τελετάς.

`R.365c`

τὰν ἀλάθειαν βιᾶται. σημείωσαι τὸ δοκεῖν καὶ τὴν ἀλήθειαν βιᾶται.

κύριον. τὸ δοκεῖν κύριόν ἐστιν.

`R.367b`

κατατείνας λέγω. ἀντὶ τοῦ μακρὸν λόγον διεξέρχομαι.

`R.367c`

ὅτι τὸ μὲν δίκαιον κτλ. σημείωσαι τὸ δριμὺ τῆς ἐπιβολῆς.

ὡμολόγησας. εἶπε γὰρ ἐν ἀρχῇ ὅτι δικαιοσύνην θετέον ἐν τῷ καλλίστῳ εἴδει τοῦ ἀγαθοῦ, ὃ καὶ διʼ αὑτὸ καὶ διὰ τὰ ἀπʼ αὐτοῦ γιγνόμενα ἀγαπητέον τῷ μέλλοντι μακαρίῳ ἔσεσθαι.

`R.367d`

τῶν μὲν ἄλλων. ὧν προεῖπε ποιητῶν.

`R.367e`

ἀτάρ. καὶ δή, πλήν, ἢ ἅτε δή, ἢ ὅμως, ἢ ἀντὶ τοῦ δέ.

`R.368a`

ἐλεγείων. ᾠδαὶ τὰ ἐλεγεῖα, ἢ θρῆνοι, ἢ μῦθοι· ἔνθεν καὶ τὰ ἐπιτάφια ποιήματα ἐλεγεῖα καλοῦνται.

Μεγαροῖ. Μέγαρα πόλις περὶ τὸν Ἰσθμόν, ἀνὰ μέσον Πελοποννήσου καὶ τῆς Ἀττικῆς καὶ Βοιωτίας.

`R.368d`

ἕρμαιον. τὸ ἀπροσδόκητον κέρδος, ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν.

`R.369b`

ἐπειδὴ τυγχάνει κτλ. σημείωσαι τὴν αἰτίαν διʼ ἣν γίγνεται πόλις.

`R.370d`

σμινύην. σκαφίον. τινὲς δὲ ἀξίνην ἐκ τοῦ ἑτέρου μέρους δικελλοειδῆ.

`R.371d`

καπήλους. τίνες οἱ κάπηλοι.

τοὺς δὲ πλανήτας. τίνες οἱ ἔμποροι.

`R.372b`

ἄλφιτα. ἄλφιτα κυρίως μὲν τὰ ἀπὸ πεφρυγμένων καὶ ἀλεσθεισῶν κριθῶν θραύσματα, καταχρηστικῶς δὲ καὶ τὰ ἀπὸ πυρῶν ἢ φακῶν.

τὰ μὲν ... τὰ δέ. τὰ ἄλφιτα. τὰ ἄλευρα.

πέψαντες. ἀρτοποιήσαντες.

μάξαντες. φυράσαντες, ζυμώσαντες.

`R.372c`

βολβούς. βοτάνης ὄνομα ποιᾶς.

τραγήματα. παρὰ Λάκωσι τὰ παρʼ ἡμῖν τρωγάλια. τραγήματα· βολβούς, μύρτα, φηγούς.

σποδιοῦσιν. σποδιοῦσιν ἀντὶ τοῦ εἰς σποδὸν ἤτοι εἰς ἀνθρακιὰν ἐσβεσμένην ἑψήσουσιν.

`R.372e`

φλεγμαίνουσαν. τρυφῶσαν, ἐπῃρμένην, μεγαλαυχουμένην.

`R.373a`

πέμματα. πλακούντια.

`R.373b`

ῥαψῳδοί. ῥαψῳδούς φασι τοὺς τὰ Ὁμήρου ἔπη ἐν τοῖς θεάτροις ἀπαγγέλλοντας· ἐκλήθησαν δὲ οὕτως ἐπεὶ ῥάβδους δαφνίνας ἔχοντες ἀπήγγελλον· ῥαψῳδῆσαι δὲ λέγεται καὶ τὸ φλυαρῆσαι, ἢ τὸ ἁπλῶς λαλεῖν καὶ ἀπαγγεῖλαι χωρὶς ἔργου τινός.

`R.373c`

κομμωτριῶν. κόμμι λέγεται τὸ ἐκ τῶν δένδρων ἅτε δὴ δάκρυον ἀπορρέον ὑγρόν, ᾧ χρῶνται πρὸς τὰς τρίχας τῶν γυναικῶν ὥστε μὴ διαχεῖσθαι ἀλλὰ μένειν ὡς ἄγαν συνημμένας ἐφʼ οὗ βεβούληνται σχήματος αἱ κομμώτριαι, παρʼ ὃ καὶ ἀπὸ τοῦδε τοῦ κόμμεος λέγονται, καὶ ἡ τέχνη κομμωτική.

συβωτῶν. σημείωσαι ὅτι τὰς σῦς ἀπαγορεύει Πλάτων τοῦ ἐσθίεσθαι ἐν τῇ ἀρίστῃ πολιτείᾳ.

`R.375a`

οἷον ὀξύν κτλ.

ἀρεταὶ φύλακος εὐαισθησία αʹ

ταχυτής βʹ ἰσχύς γʹ ἀνδρεία δʹ φιλομαθία εʹ

διωκάθειν. διώκειν.

`R.376a`

κομψόν. νῦν τὸ σπουδαῖον καὶ ἀγαθόν· σημαίνει δὲ καὶ τὸ πανοῦργον καὶ ἀπατητικὸν καὶ πιθανὸν καὶ τεχνικὸν καὶ ἀστεῖον καὶ περίλαλον.

`R.376b`

φιλομαθές. ὅτι οἱ φιλομαθεῖς φιλόσοφοι.

`R.376d`

προὔργου. πρὸ ἔργου, συμφέρον, πλέον.

`R.377a`

ἄλλως τε. μάλιστα.

`R.377b`

κομιδῇ. πάνυ.

`R.378c`

πολλοῦ δεῖ. πόρρω λίαν εἶναι· ἢ οὐδὲ ὅλως.

`R.379a`

τοιοίδε που κτλ. τύπος θεολογικὸς ὅτι πάντων ἀγαθῶν ὁ θεὸς αἴτιος· τῶν κακῶν δʼ οὐδενός.

`R.379b`

οὐκοῦν ἀγαθός κτλ. ὅτι οὐκ ἔστιν ὁ θεὸς αἴτιος τῶν κακῶν.

ὠφέλιμον τὸ ἀγαθόν; ὅτι οὐ πάντων αἴτιος· οὐδὲ γὰρ καὶ τῶν κακῶν.

`R.379c`

τῶν δὲ κακῶν. ὅτι τῶν κακῶν ἄλλα αἴτια, οὐχ ὁ θεός.

`R.379d`

δοιοί τε πίθοι. περὶ τῶν παρʼ Ὁμήρῳ δύο πίθων τοῦ Διός.

βούβρωστις. πονηρία, καὶ μεγάλη λιμός, οἱ δὲ οἶστρον ἢ ἀσθένειαν.

`R.380d`

τί δὲ δή κτλ. τύπος θεολογικὸς ὅτι ὁ θεὸς ἀμετάβλητος.

`R.380e`

εἱλήσεων. τῶν ὑπὸ τοῦ ἡλίου ἐκκαύσεων.

`R.381e`

ἐκδειματούντων. ἀντὶ τοῦ ἐκδειματούτωσαν, Ἀττικῶς.

`R.382a`

τί δέ; κτλ. τύπος θεολογικὸς ὅτι ὁ θεὸς ἀληθής.

`R.382b`

ἡ ἐν τῇ ψυχῇ ἄγνοια κτλ. ὅρος ψεύδους.

`R.382d`

ἔνι. ἀντὶ τοῦ ἔστιν Ἀττικοί.

`R.383b`

παιᾶνʼ. ἀλαλαγμὸν ἐπʼ εὐτυχίᾳ, ὡς νῦν, ἢ νίκῃ.

`R.383c`

χορὸν οὐ δώσομεν. ἀντὶ τοῦ οὐκ εὐδοκιμήσομεν καὶ νικήσομεν. χορὸν διδόναι γὰρ ἔλεγον ἐν ἴσῳ τῷ εὐδοκιμεῖν καὶ νικᾶν. παρὰ γὰρ τοῖς Ἀθηναίοις χοροῦ ἐτύγχανον κωμῳδίας καὶ τραγῳδίας ποιηταὶ οὐ πάντες, ἀλλʼ οἱ εὐδοκιμοῦντες καὶ δοκιμασθέντες ἄξιοι.

`R.386a`

τί δὲ δή κτλ. ὅτι δεῖ τοὺς φύλακας πάντων φοβερῶν ἀνηκόους εἶναι εἰ μέλλοιεν ἀνδρεῖοι καθίστασθαι.

`R.387c`

ἐνέρους ... ἀλίβαντας. ἐνέρους· νεκρούς, ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ, ὅ ἐστι γῇ, κεῖσθαι. ἀλίβαντας δὲ τόπους ἐν Ἅιδου εἶναι μυθεύονται, διὰ τὴν τῆς λιβάδος ἀμεθεξίαν τῶν νεκρῶν.

`R.388d`

σχολῇ. ἀντὶ τοῦ οὐδαμῶς.

ἐπιπλήξειεν. ἀπὸ κοινοῦ τὸ σχολῇ ἂν ἑαυτὸν ἐπιπλήξειεν. οὐ μόνον, φησί, τοὺς ἄλλους οὐ κωλύσει, ἀλλʼ οὐδὲ ἑαυτόν.

`R.388e`

ἀλλὰ μήν κτλ. ὅτι φιλογέλωτας οὐ δέον εἶναι.

`R.389a`

οὐκοῦν Ὁμήρου κτλ. ταῦτα πρὸς τὸν Ἀδείμαντον ἔτι Σωκράτης λέγει, τῇ συνήθει χρώμενος εἰρωνείᾳ.

`R.389b`

ἀλλὰ μὴν καί κτλ. ὅτι ἀλήθειαν χρὴ περὶ πολλοῦ ποιεῖσθαι αὐτούς.

`R.389c`

παιδοτρίβην. ἀλειπτήν, γυμναστήν.

`R.389d`

τί δέ; σωφροσύνης κτλ. ὅτι καὶ σωφροσύνης δεήσει αὐτοῖς.

ὡς πλήθει. ὡς ἐπίπαν, ὡς ἐπὶ τὸ πολύ.

`R.389e`

τὰ δὴ τοιάδε κτλ. αʹ.

τὰ πρὸς σωφροσύνην ἐπιτήδεια ἀρχόντων ὑπηκόους εἶναι

  
ἄρχειν ἡδονῶν  
  
τῶν περὶ πότους  
  
τῶν περὶ τὰ ἀφροδίσια  

`R.390a`

τί δέ; ποιεῖν κτλ. βʹ.

`R.390b`

ἢ Δία, καθευδόντων κτλ. γʹ.

`R.390d`

οὐ μὲν δή κτλ. ὅτι οὔτε δωροδόκους οὔτε φιλοχρημάτους αὐτοὺς εἶναι χρή.

`R.391a`

ὀκνῶ. ἀντὶ τοῦ εὐλαβῶς ἔχω.

ὅτι οὐδʼ ὅσιον κτλ. ὅτι οὐδʼ ὑπερηφάνους οὔτε πρὸς θεοὺς οὔτε πρὸς ἀνθρώπους.

καὶ αὖ ὡς κτλ. ἀπὸ κοινοῦ τὸ οὐδʼ ὅσιον.

`R.391c`

μὴ τοίνυν κτλ. ὅτι παυστέον προσάγειν αὐτοῖς μύθους ἁρπαγὰς εἰσηγουμένους.

`R.391e`

ἀγχίσποροι. ἐγγὺς γένους.

`R.392a`

τί οὖν κτλ. ὅτι δικαιοσύνη ὡς λυσιτελής, δοξάζειν αὐτοὺς τῷ ἔχοντι χρή.

`R.392b`

ἀπερεῖν. ἀπαγορεύειν.

οὐκοῦν ἐάν κτλ. ἐὰν, φησίν, ἀβασανίστως ὁμολογήσῃς ἀγαθὸν εἶναι τὴν δικαιοσύνην, κακὸν δὲ τὴν ἀδικίαν, ἔχω τὸ ζητούμενον. εἰ δὲ λόγῳ δουλεύοιμεν, δεῖ πρῶτον ἡμᾶς διορίσασθαι τὴν τῆς δικαιοσύνης οὐσίαν.

`R.392d`

γελοῖος, ἦν δʼ ἐγώ κτλ. ἀστεῖον.

`R.393b`

Ἰθάκῃ. νῆσος πρὸς τῇ Κεφαλληνίᾳ.

`R.393e`

οἱ. αὐτῷ.

`R.394c`

τραγῳδία τε καὶ κωμῳδία.

τραγῳδία ἐστὶ ποίησις ἔμμετρος πρὸς ἅμιλλαν ᾠδῆς ἐπὶ δεινοπαθείᾳ προσώπων τε καὶ πραγμάτων γιγνομένη, καθʼ ἣν τῷ νικήσαντι τράγος ἔπαθλον ἐδίδοτο, ἐξ οὗ καὶ τὸ ὄνομα ἔσχεν. κωμῳδία ἐστὶ πόησις ἔμμετρος καὶ αὕτη πρὸς ἅμιλλαν ᾠδῆς, πρότερον μὲν ἐπʼ ἱλαρότητί τινι καὶ καρπῶν συγκομιδῇ γιγνομένη, μετὰ τοῦτο δὲ καὶ ἐπὶ διαβολῇ καὶ ἐνδείξει πονηρῶν προσώπων τε καὶ πραγμάτων εἰς σωφρονισμὸν ποιουμένη, καθʼ ἣν τῷ νικήσαντι γλεῦκος ἆθλον ἐδίδοτο, ὃ τρύγα ἐκάλουν. παρὸ καὶ ἥδε τὸ πρὶν τραγῳδία κοινῶς ἐλέγετο· ὕστερον δέ, ἀπὸ τοῦ κατὰ κώμας ἄρξασθαι ταύτην πρὶν εἰς ἄστυ μετελθεῖν, κωμῳδία ὠνομάσθη.

ἐν διθυράμβοις. ὁ διθύραμβος γράφεται μὲν εἰς Διόνυσον, κεκινημένος καὶ πολὺ τὸ ἐνθουσιῶδες μετὰ χορείας ἔχων, κέκληται δὲ ἀπὸ τῶν συμβάντων περὶ αὐτόν. ὀνομάζεται γὰρ οὕτως ἢ ἀπὸ τοῦ κατὰ τὴν Νύσαν ὑπὸ ἄντρῳ διθύρῳ τραφῆναι, ἢ διὰ τὸ λυθέντων τῶν ῥαμμάτων ἐκ τοῦ Διὸς μηροῦ εὑρεθῆναι, ἢ διὰ τὸ δόξαι γενέσθαι δίς, ἔκ τε τῆς Σεμέλης καὶ τοῦ μηροῦ τοῦ Διός. εὑρεθῆναι δὲ τὸν διθύραμβον ἐν Κορίνθῳ ὑπὸ Ἀρίονός φασι, τῶν δὲ ποιητῶν τῷ μὲν αʹ βοῦς ἔπαθλον ἦν, τῷ δὲ βʹ ἀμφορεύς, τῷ δὲ γʹ τράγος, ὃν τρυγὶ κεχρισμένος ἀπῆγεν.

`R.394d`

χρείη. δέοι.

`R.395b`

ἢ αὐτὰ ἐκεῖνα. τὸ η ἀντὶ τοῦ καί.

εἰ ἄρα τὸν πρῶτον κτλ. ὅτι τοῖς φύλαξι λέξει χρηστέον μετεχούσῃ διηγήσεως τε καὶ μιμήσεως ἀνδρὸς ἀγαθοῦ, σμικρὸν δέ τι μέρος ἐν πολλῷ λόγῳ τῆς μιμήσεως, ἢ οὐδέν.

`R.396b`

εἰ ἄρα, ἦν δʼ ἐγώ, κτλ. τὸ ἀπαγγελτικὸν ἅμα καὶ τὸ τῶν σπουδαίων μιμητικόν. τοῦτο γὰρ μόνον τὸ εἶδος τῆς διηγήσεως ἀγαπᾷ Πλάτων ἐν τῇ ἀριστοκρατίᾳ.

`R.397d`

ἡ ἐμὴ ... νικᾷ. κατʼ ἔλλειψιν τοῦ ψῆφος ἢ γνώμη.

αἱρῇ. ἁλίσκῃ.

`R.398a`

μύρον κατὰ τῆς κεφαλῆς.

παροιμία ἐπὶ τῶν ἀπὸ τῆς χρείας ἀφιεμένων. καὶ γὰρ ἐπὶ τῶν ἑορτῶν ἐοίκασιν οἱ ἄνθρωποι μύρῳ κατὰ τῆς κεφαλῆς καταχεῖσθαι, ὡς ἂν σχολάζοντες ἀπὸ τῶν ἔργων καὶ μόνῃ σχολάζοντες θυμηδίᾳ. καὶ πάλιν τοῖς ἀπὸ δουλείας μεταγομένοις ἐπʼ ἐλευθερίαν ἐρίου κάταγμα κατὰ τῆς κεφαλῆς ἐνδεσμούμενον τὸ ἐπίσημον. μύρον καταχέειν τῶν ἐν τοῖς ἁγιωτάτοις ἱεροῖς ἀγαλμάτων θέμις ἦν, ἐρίῳ τε στέφειν αὐτά, καὶ τοῦτο κατά τινα ἱερατικὸν νόμον, ὡς ὁ μέγας Πρόκλος φησίν.

`R.398c`

ἆρʼ οὖν οὐ πᾶς κτλ. ὅτι καὶ ἁρμονίᾳ τῇ δωριστὶ καὶ φρυγιστὶ χρηστέον αὐτοῖς, ἀκολουθούσῃ λόγῳ.

`R.398d`

ὅτι τὸ μέλος κτλ.

τὸ μέλος σύγκειται ἐκ λόγου ἁρμονίας ῥυθμοῦ

`R.398e`

τίνες οὖν κτλ.

ἁρμονίαι μιξολυδιστί

  
συντονολυδιστί  
  
θρηνώδεις ὀδυρτικαί  
  
ἰαστί  
  
λυδιστί  
  
μαλακαὶ συμποτικαί  
  
δωριστί  
  
φρυγιστί  
  
πολεμικαὶ σώφρονες  

`R.399a`

κινδυνεύει σοι κτλ. ὁ Πρόκλος φησὶ τὴν μὲν Δώριον ἁρμονίαν εἰς παιδείαν ἐξαρκεῖν ὡς καταστηματικήν, τὴν δὲ Φρύγιον εἰς ἱερὰ καὶ ἐνθεασμοὺς ὡς ἐκστατικήν.

`R.399b`

μεταπείθοντι. ἵνα ἄλλον νοήσωμεν προσερχόμενον τῷ μουσικῷ χάριν τινὸς δεήσεως καὶ ὧν λέγει, ἵνα μὴ πεισθῇ τῷ προσιόντι καὶ μεταπείθοντι ὁ μουσικός.

`R.399c`

ἃς νυνδή. δωριστὶ καὶ φρυγιστί.

`R.399e`

πρὸ Μαρσύου Μαρσύας Ὀλύμπου μὲν τοῦ αὐλητοῦ υἱὸς ἦν, ἄκρος δὲ τὴν τέχνην οὗτος, ὡς διαμιλληθῆναι θαρρῆσαι τῷ Ἀπόλλωνι περὶ μουσικῆς. δεξαμένου δὲ τούτου τὴν πρόκλησιν, κατήκουσαν μὲν αἱ Μοῦσαι ἀμφοῖν, γίνεται δὲ ἡ ψῆφος Ἀπόλλωνι. δαρείς τε εἰς τιμωρίαν ὁ Μαρσύας μετέδωκε κλήσεως τῷ ποταμῷ τῆς αὐτῆς, τῷ ἀπὸ τῆς ῥοῆς τοῦ αἵματος αὐτοῦ γεγονότι.

νὴ τὸν κύνα. Ῥαδαμάνθυος ὅρκοι ὁ κατὰ κυνὸς, ἢ χηνός, ἢ κριοῦ, ἢ πλατάνου, ἤ τινος ἄλλου τοιούτου,

  
οἷς ἦν μέγιστος ὅρκος  
  
ἅπαντι λόγῳ κύων, ἔπειτα χήν, θεοὺς δʼ ἐσίγων.  
Κρατῖνος Χείρωσιν· τοιοῦτοι δὲ καὶ οἱ Σωκράτους ὅρκοι.

ἴθι δή κτλ. ὅτι καὶ ῥυθμοῖς χρηστέον αὐτοῖς ἁπλοῖς, καὶ κοσμίῳ καὶ ἀνδρώδει βίῳ προσήκουσιν.

`R.400b`

ἐνόπλιον ... ἡρῷον. ὁ ἐνόπλιος σύνθετός ἐστιν ἐξ ἰάμβου καὶ δακτύλου καὶ τῆς παριαμβίδος, ἀνδρικὸς πρὸς πράξεις ἀναγκαίας καὶ ἀκουσίους, ἐξορμητικὸς εἰς πόλεμον. ὁ δὲ ἡρῷος δάκτυλος, ἁπλοῦς, κοσμιότητος ποιητικὸς καὶ ὁμαλότητος, παιδευομένοις προσήκων ὡς ἰσότητι κεκοσμημένος, ὡς ἐν τῷ εἰς ταῦτα ὑπομνήματι Πρόκλος φησίν.

`R.400c`

ὅτι τὸ τῆς εὐσχημοσύνης κτλ. περὶ εὐσχημοσύνης.

`R.400e`

ὑποκοριζόμενοι. διασύροντες, ὡς Ξενοφῶν, ἢ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντες, ὡς Δημοσθένης.

`R.401e`

ἐκεῖ. ἐν τῇ ἀριστοκρατίᾳ.

`R.402e`

παιδικά. καὶ ἐπὶ θηλειῶν καὶ ἐπὶ ἀρρένων ἐρωμένων ἡ λέξις εὕρηται, κατὰ μεταφορὰν δὲ τὴν ἀπὸ τούτων καὶ ἐπὶ πάντων τῶν σπουδαζομένων πάνυ, ὡς ἐν Φαίδρῳ φησίν· «Ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην ἐρεσχηλῶν σε.» ἡ δὲ λέξις ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων.

`R.403c`

ἀπειροκαλίας. τῆς ἀπειράτως τοῦ καλοῦ ἐχούσης ἕξεως.

οἷ. ὅπου.

μετὰ δὴ μουσικὴν κτλ. ὅτι καὶ γυμναστικῇ θρεπτέοι οἱ φύλακες ἁπλῇ τινι καὶ ἐπιεικεῖ.

`R.404b`

ἀκροσφαλεῖς. ἄκρως σφαλλομένους.

`R.404c`

ἡδυσμάτων. ἀρτυμάτων.

`R.404d`

πεμμάτων. πλακούντων.

`R.404e`

οὐκοῦν ἐκεῖ μέν κτλ.

κατὰ μουσικήν

ἁπλότης σωφροσύνη ποικιλία ἀκολασία ἐν ψυχαῖς

κατὰ γυμναστικήν ἁπλότης ὑγίεια ποικιλία νόσος ἐν σώμασιν

`R.405a`

ἀκολασίας δέ κτλ. ὅτι οὐχ ὡς ἐπακτῷ, ἀλλʼ ὡς οἰκείῳ δεῖ τῷ δικαίῳ κεχρῆσθαι τοῖς οὕτω καλῶς τραφεῖσιν φύλαξι· καὶ διὰ τοῦτο οὐδὲ δικαστήρια εἶναι αὐτοῖς.

`R.405c`

λυγιζόμενος. στρεφόμενος, καμπτόμενος, ἀπὸ τῶν λύγων· λύγος δέ ἐστι φυτὸν ἱμαντῶδες. τινὲς δὲ καὶ τὸ μετὰ τιμωρίας βασανίζειν λυγίζειν φασίν. καὶ αἱ μάστιγες αἷς οἱ ἀθληταὶ τύπτονται λύγοι καλοῦνται.

τὸ δὲ ἰατρικῆς κτλ. ὅτι καὶ ἰατρικῆς αὐτοῖς δεῖ τῆς θεραπευτικῆς τραυμάτων καὶ ἐπετείων νοσημάτων, οὐ τῆς παιδαγωγικῆς τῶν ἄλλων παρὰ ταῦτα.

`R.405d`

νοσήμασιν ὀνόματα τίθεσθαι κτλ. περὶ τοῦ διαιτητικοῦ τῆς ἰατρικῆς μέρους, καὶ ὅτι οὐκ ἦν ἐπὶ τῶν ἡρωϊκῶν χρόνων, ἀλλʼ ἤρξατο ἀπὸ Ἡροδίκου τοῖς Ἕλλησιν.

ἄτοπα. ἄτοπα νῦν ἃ μὴ ἔστι τοπάσαι, ὅ ἐστιν ὑπονοῆσαι, σημαίνει δὲ καὶ κακὸν καὶ ἄλογον καὶ θαυμάσιον.

`R.405e`

οἶνον Πράμνειον. Πράμνειος οἶνος ἤτοι ὁ ἀπὸ τῆς Πραμνίας ἀμπέλου, ἢ ὁ πραΰνων τὸ μένος. τινὲς δὲ ἐπειδὴ ἐν Πράμνῳ πρῶτον ἄμπελος ἐφυτεύθη τῇ ἐν Ἰκάρῳ.

`R.406a`

Ἡρόδικον. τὸν Σηλυμβριανόν φησιν ἰατρόν.

`R.406b`

ἀπέκναισε. διέφθειρεν, ὡς νῦν. σημαίνει δὲ καὶ διέκοψε καὶ ἐλύπησεν.

`R.406c`

σχολή. προσεδρεία.

`R.406e`

πραγμάτων. ἀντὶ τοῦ φροντίδων· διὸ καὶ πολυπράγμων ὁ πολύφροντις.

`R.407a`

πότερον μελετητέον τοῦτο. τὸ ἀρετὴν ἀσκεῖν.

`R.407b`

ἐμπόδιον. ἡ νοσοτροφία.

`R.408b`

κυκεῶνα. κυκεών ἐστι κρᾶμα ἐξ οἴνου καὶ μέλιτος καὶ ἀλφίτων καὶ τυροῦ καὶ ὕδατος ἀναμεμιγμένον, ᾧ ἐχρῶντο πρὸς πόσιν.

νοσώδη δὲ φύσει κτλ.

ὁ νοσώδης ἢ ἐκ φυσικῆς δυσκρασίας ἐστίν ἢ ἐξ ἀκολασίας καὶ κακῆς διαίτης

Μίδου πλουσιώτεροι. Μίδας Φρυγῶν βασιλεύς, ὃς δοκεῖ πλουσιώτατος γεγονέναι. τοῦτόν φασι καὶ ὄνου ὦτα ἔχειν, διὰ τὸ πρῶτον ὠτακουσταῖς αὐτὸν χρήσασθαι, παρόσον καὶ τὸ ζῷον ὁ ὄνος ἀκουστικώτατον.

Ἀπόλλωνος μέν φασιν κτλ. σημείωσαι περὶ Ἀσκληπιοῦ.

`R.409b`

γέροντα. σημείωσαι ὅτι δεῖ τὸν δικαστὴν γέροντα εἶναι.

`R.410b`

ὅτι μὴ ἀνάγκη. εἰ μὴ ὅπερ ἐπάναγκες.

`R.411a`

μινυρίζων. θρηνῶν, ἢ ἠρέμα ᾄδων.

γεγανωμένος. λελαμπρυσμένος.

`R.411c`

ἀκράχολοι. ἄκρως χολούμενοι.

`R.411e`

ἐπὶ δὴ δύʼ ὄντε κτλ.

μουσική γυμναστική φιλόσοφον θυμοειδές

`R.412d`

ἐκλεκτέον ἄρʼ ἐκ τῶν ἄλλων κτλ. ὅτι ἐκ τῶν φυλάκων ἐκλεκτέον τοὺς ἀρίστους καὶ γέροντας τῆς πόλεως ἄρχοντας.

`R.412e`

δόξαν. τὸ δόγμα.

φαίνεταί μοι δόξα κτλ.

ἡ δόξα ἐκ διανοίας ἔξεισιν ἑκουσίως τοῦ μεταμανθάνοντος ψευδής· ἡ ἀρετὴ ἀνωφελὴς κακοῦ στέρησις ἀκουσίως πᾶσα ἡ ἀληθής· ἡ ἀρετὴ ὠφέλιμος ἀγαθοῦ στέρησις

`R.413a`

καί μοι δοκοῦσιν κτλ.

οἱ ἄκοντες ἀληθοῦς δόξης στερισκόμενοι

  
κλέπτονται  
  
χρόνῳ  
  
λόγῳ  
  
βιάζονται  
  
ὀδύνῃ  
  
ἀλγηδόνι  
  
γοητεύονται  
  
ἡδονῇ  
  
φόβῳ  

`R.413c`

τὸν μὲν μνήμονα κτλ. αʹ.

`R.413d`

καὶ πόνους κτλ. βʹ.

καὶ τὸν μὲν μνήμονα κτλ.

ἡ τῶν φυλάκων ἐκλογὴ τριχῶς εἰ μνήμονες καὶ δυσεξαπάτητοι τοῦ παρʼ αὐτοῖς δόγματος εἰ πόνους καὶ ἀλγηδόνας καὶ ἀγῶνας φέροιεν εἰ ὑπὸ φόβων καὶ ἡδονῶν μὴ μεταβάλλοιντο

οὐκοῦν, ἦν δʼ ἐγώ, κτλ. γʹ.

`R.414b`

τούτους μὲν φύλακας κτλ.

τῶν τῆς πόλεως φυλάκων οἱ μὲν φυλακικώτατοι καὶ ἄριστοι γέροντες, ἄρχοντες οἱ δὲ νέοι, ἐπίκουροι καὶ βοηθοὶ τοῖς τῶν ἀρχόντων δόγμασι

`R.414c`

Φοινικικόν. τὸ ψεῦδος Φοινικικόν φησιν ἀπὸ τῶν κατὰ τὸν δράκοντα καὶ τοὺς Σπαρτοὺς καὶ Κάδμον ψευδῶς λεγομένων. οὗτος γὰρ Ἀγήνορος τοῦ Ποσειδῶνος καὶ Λιβύης ἦν, ἧς ἡ Φοινίκη χώρα.

`R.414d`

ὡς ἄρʼ ἃ ἡμεῖς κτλ. σημείωσαι τὸν μῦθον.

`R.414e`

οὐκ ἐτός. ὁτὲ μέν, οὐ μάτην· ὁτὲ δέ, οὐκ ἀλόγως.

`R.415d`

οἱ ὕστερον. ἀπὸ κοινοῦ τὸ πεισθεῖεν.

ἀγάγῃ. τὸ τοὺς ἔπειτα πεῖσαι.

`R.416d`

πρῶτον μὲν οὐσίαν κτλ. τρόποι καθʼ οὓς οἱ φύλακες καὶ ζήσουσι καὶ οἰκήσουσιν.

πρῶτον μὲν κτλ. αʹ. ἔπειτα οἴκησιν κτλ. βʹ. ταμιεῖον κτλ. γʹ. τὰ δʼ ἐπιτήδεια κτλ. δʹ.

ἂν μὴ πᾶσα ἀνάγκη. εἰ μὴ τὴν ἀναγκαίαν, ἱμάτιόν φημι καὶ βρώματα εὐτελῆ.

`R.416e`

φοιτῶντας κτλ. εʹ. χρυσίον κτλ. ϛʹ.

`R.419a`

ἀτεχνῶς. ἀληθῶς, ἁπλῶς, ἀπανουργεύτως, τελείως, ἰσχυρῶς, παντελῶς.

`R.420a`

ἐπισίτιοι. οἱ τροφῆς χάριν ἐργαζόμενοι.

`R.420c`

φάρμακα. νῦν τὰ χρώματα, ἢ βάμματα.

`R.420e`

ξυστίδας. ξυστίς ἐστι λεπτὸν ὕφασμα, περιβόλαιον, ἢ χιτὼν ποδήρης γυναικεῖος. οἱ δὲ τραγικὸν ἔνδυμα ἐσκευοποιημένον καὶ ἔχον ἐπιπόρπημα, ὅ ἐστιν ἐπὶ τῇ πόρπῃ προσκόσμημα ἢ λίθινον ἢ χρυσοῦν ἢ ἀργυροῦν· πόρπη δέ ἐστιν ἡ ἄνω τῆς χλαμύδος σύνδθεσις. οἱ δὲ ξυστίδα τὸ λεπτόν, παρὰ τὸ ἐξύσθαι. ἰδίως δὲ τὸ τῶν τραγῳδῶν ἔνδυμα.

`R.421a`

νευρορράφοι. νευροράφους εἶπε Λυκοῦργος τοὺς τὰ νεῦρα ῥάπτοντας ταῖς λύραις.

`R.421d`

χυτρεύς. κεραμεύς, ἀφʼ ἑνὸς εἴδους τῶν κεραμευομένων, τῆς χύτρας.

`R.422c`

ἀμέλει. τοιγαροῦν.

`R.422e`

πόλεις. πόλεις παίζειν εἰδός ἐστι πεττευτικῆς παιδιᾶς· μετῆκται δὲ καὶ εἰς παροιμίαν.

`R.423a`

οὐ τῷ εὐδοκιμεῖν κτλ. σημείωσαι τίνα τὴν μεγάλην πόλιν λέγει.

`R.423c`

φαῦλον. τὸ ῥᾴδιον, ὡς νῦν, εὕρηται δὲ σημαῖνον καὶ τὸ ἁπλοῦν καὶ κακὸν καὶ μοχθηρὸν καὶ τυχὸν καὶ μέγα.

`R.423e`

τήν τε τῶν γυναικῶν κτλ. σημείωσαι ὅτι περὶ τῆς τῶν γυναικῶν καὶ γάμων καὶ παιδοποιΐας κοινῆς κτήσεως ἐνταῦθά φησιν.

`R.424a`

κοινὰ τὰ φίλων. Τίμαιός φησι ταύτην λεχθῆναι τὴν παροιμίαν κατὰ τὴν μεγάλην Ἑλλάδα καθʼ οὓς χρόνους Πυθαγόρας ἀνέπειθε τοὺς ταύτην κατοικοῦντας ἀδιανέμητα κεκτῆσθαι χρήματα, κοινῶν τε πρὸς τούτοις καὶ θυσιῶν μετέχειν.

`R.426a`

χαριέντως. εὐτραπέλως, σκωπτικῶς.

`R.426e`

Ὕδραν τέμνουσιν. ὕδραν τέμνειν, παροιμία ἐπὶ τῶν ἀμηχάνων εἰρημένη, διὰ τὰς τῆς ὕδρας κεφαλὰς ἃς τέμνων Ἡρακλῆς οὐδὲν μᾶλλον ἐκράτει, ταύτης ἀναδιδούσης ἄλλας ἀντὶ τῶν κοπτομένων κεφαλάς.

`R.427b`

Δελφοῖς. Δελφοὶ πόλις ἐπὶ τοῦ Παρνασσοῦ πρὸς τῇ Φωκίδι.

`R.427c`

τῷ πατρίῳ. φασί τινες Ἀθηναίους αὐτόχθονας φῦναι, καὶ τούτῳ γονέας ἔχειν Γῆν καὶ Ἥλιον, ὃς ὁ αὐτός ἐστιν Ἀπόλλωνι. οἱ δὲ ὅτι Κρεούσῃ τῆς Ἐρεχθέως μιγεὶς Ἀπόλλων Ἴωνα ἐγέννησεν, ἀφʼ οὗ καὶ τοὺς Ἀθηναίους ποτὲ Ἴωνας κληθῆναι, καὶ διὰ ταῦτα ἄμφω πάτριον αὐτοὺς Ἀπόλλωνα ἔχειν.

ἐν μέσῳ τῆς γῆς. σημείωσαι ὅτι τοὺς Δελφοὺς ὀμφαλὸν τῆς γῆς καὶ μέσον φησίν.

`R.429e`

δευσοποιόν. ἔμμονον, δυσαπόπλυτον, ὡς νῦν. σημαίνει δὲ καὶ τὸν βαφέα.

ῥυμμάτων. τριμμάτων, σμηγμάτων.

`R.430a`

χαλεστραίου. Χαλάστρα πόλις τῆς Μακεδονίας καὶ λίμνη, ἔνθα τὸ χαλαστραῖον νίτρον γιγνόμενον διὰ ἐνναετηρίδος πήγνυται, ὁμοίως δὲ καὶ λύεται.

`R.430b`

κονίας. σμῆγμα, σποδός.

`R.430d`

πραγματευώμεθα. φροντίζωμεν· πρᾶγμα γὰρ καὶ ἡ φροντίς.

`R.430e`

κόσμος πού τις. περὶ σωφροσύνης.

`R.431a`

ἔνι. ἔνεστιν ἢ ἔστιν.

`R.431e`

ἐπιεικῶς. τὸ ἱκανῶς, ὡς νῦν. σημαίνει δὲ καὶ τὸ πάνυ, καὶ παραδόξως, καὶ παρʼ ἐλπίδα, καὶ μετὰ χρηστότητος, καὶ μετρίως ἢ συμμέτρως.

`R.432a`

ὅρα τί σωφροσύνη.

`R.432b`

οὐκοῦν, ὦ Γλαύκων, κτλ. περὶ δικαιοσύνης.

`R.432c`

εἰ γὰρ ὤφελον. εὐκτικὸν ἐπίρρημα.

`R.432d`

ἰοὺ ἰού. σχετλιαστικὸν ἐπίρρημα.

βλακικόν. εὔηθες καὶ ἀνόητον· ἀπὸ τοῦ βλακός, ὅς ἐστι τοιοῦτος. εἴρηται δὲ ἀπʼ ἰχθύος τινὸς ὁμοίου σιλούρῳ, ἀχρήστου δὲ οὕτως ὡς μηδὲ κύνα αὐτῷ χρῆσθαι.

`R.433a`

ὅρα τί δικαιοσύνη.

`R.433d`

τοῦτο μάλιστα. τοῦτο, τοῦτʼ ἔστι τὸ τέταρτον, ὅπερ ἐστὶν ἡ δικαιοσύνη.

`R.434a`

μεταλλαττόμενα. ἀντὶ τοῦ πάσας τὰς ἄλλας τέχνας ἀμειβομένας ὑπʼ αὐτοῦ μίαν, εἶτα ἑτέραν, εἶτα πάλιν ἄλλην καὶ ἄλλην.

`R.435b`

καὶ δίκαιος ἄρα κτλ.

`R.435b,c1–R.435b,c1.4`

δικαιοσύνη σοφία ἀνδρεία σωφροσύνη

`R.435b,c2–R.435b,c2.4`

ὅλη πόλις ἄρχοντες στρατιῶται χρηματισταί

`R.435b,c3–R.435b,c3.4`

ὅλος ἄνθρωπος λόγος θυμός ἐπιθυμία

`R.435c`

χαλεπὰ τὰ καλά. Περίανδρος ὁ Κορινθίων δυνάστης κατʼ ἀρχὰς δημοτικὸς ὢν ὕστερον εἰς τὸ τυραννικὸς εἶναι μετῆλθεν, καὶ τοῦτο Πίττακον ἀκούσαντα, τότε Μιτυληναίων δυναστεύοντα, καὶ δείσαντα περὶ τῆς ἑαυτοῦ γνώμης, καθίσαι τε ἐπὶ τὸν βωμὸν ἱκέτην καὶ ἀπολυθῆναι τῆς ἀρχῆς ἀξιοῦν· τῶν δὲ Μιτυληναίων πυνθανομένων τὴν αἰτίαν, εἰπεῖν τὸν Πίττακον ὡς Χαλεπὸν ἐσθλὸν ἔμμεναι· τοῦτο δὲ μαθόντα Σόλωνα εἰπεῖν· Χαλεπὰ τὰ καλά, καὶ ἐντεῦθεν εἰς παροιμίαν ἐλθεῖν. οἱ δʼ ἐπὶ τοῦ ἀδυνάτου τὸ χαλεπὸν ἀκούουσιν, ἐπὶ πάντα γὰρ γενέσθαι ἀγαθὸν ἀδύνατον.

`R.436d`

χαριεντίζοιτο. εὐτραπελεύοιτο, σκώπτοι, ὡς Ἀριστοφάνης—

  
χαριεντίζεις καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει.  

`R.437a8`

ἤ. διασαφητικὸν τὸ η, ἀντὶ τοῦ ἤπερ, οἷον εἴπερ ταύτῃ.

`R.439b`

εἴ ποτέ τι. ὁ λόγος.

τῷ αὐτῷ. τῷ ἑαυτοῦ μέρει· ἡ μὲν γὰρ ἐπιθυμία ἄγει πρὸς τὸ πιεῖν, ὁ δὲ λόγος ἀνθέλκει.

`R.440a`

κακοδαίμονες. ὀφθαλμοὶ δηλαδή.

`R.440b`

αὐτὸν κοινωνήσαντα. τὸν ἄνθρωπον.

`R.440b6`

τοῦ τοιούτου. τοῦ τοιούτου λέγει τοῦ συμμαχεῖν τῷ λόγῳ τὸν θυμόν. ὁ δὲ νοῦς οὗτος· ταῖς δὲ ἐπιθυμίαις σε κοινωνήσαντα ταῖς εὐλογίστοις, καὶ γινώσκοντά σε τοῦτο ἐκ τῆς πείρας, οὐχ ὑπολαμβάνω σε εἰπεῖν ὅτι ᾔσθημαι ἐν ταῖς τοιαύταις ἀγαθαῖς ἡδοναῖς τὸν θυμὸν ἀντιπράττοντα ταῖς ἐπιθυμίαις, ὥσπερ ἐπὶ ταῖς τοῦ Λεοντίου ἀλόγοις ἡδοναῖς ἀντέπραττεν.

`R.440e`

πολλοῦ δεῖν. οὐδὲ ὅλως.

ἢ καθάπερ ἐν τῇ πόλει κτλ.

`R.440e,c1–R.440e,c1.4`

ἐν πόλει χρηματιστικόν ἐπικουρητικόν βουλευτικόν

`R.440e,c2–R.440e,c2.4`

ἐν ψυχῇ ἐπιθυμητικόν θυμικόν λογιστικόν

`R.441c`

διανενεύκαμεν. ἀντὶ τοῦ ἐπεραιώθημεν.

`R.443d`

νεάτης τε καὶ ὑπάτης. νεάτη ἤτοι νήτη ὑπερβολαίων ἡ ἐσχάτη χορδὴ τοῦ δὶς διὰ πασῶν συστήματος, ὑπάτη δὲ ἡ μετὰ τὸν προσλαμβανόμενον λεγόμενον φθόγγον πρώτη χορδὴ τούτου δὶς διὰ πασῶν συστήματος. μέση δὲ καὶ αὕτη ἤτοι φθόγγος ἢ χορδὴ ἡ τελευταία μὲν τοῦ πρώτου διὰ πασῶν, ἀρχὴ δὲ τοῦ δευτέρου, ὡς εἶναι τούτων κοινή, ὡς Πτολεμαῖός τέ φησι καὶ οἱ ἄλλοι μουσικοί.

`R.449a`

ᾖα. ᾖα δισυλλάβως τὸ ἐπορευόμην. σὺν τῷ ἰῶτα γράφεται· οἱ γοῦν Ἴωνες ἤϊα λέγουσι, καὶ ἤϊσαν τὸ ἤεσαν· καὶ παρὰ Θουκυδίδῃ οὕτως ἀναγνωστέον· «ὅτι ἀκμάζοντές τε ἤϊσαν ἐς ταὐτόν.» οἱ δὲ Ἴωνες ἤεσαν καὶ ἤισαν.

`R.450d`

ὄκνος. εὐλάβεια.

ἦ που. ἴσως, σχεδόν· τὸ δὲ ἤπουγε πολλῷ πλέον.

`R.451a`

προσκυνῶ δὲ Ἀδράστειαν. τρεῖς Μοίρας εἶναι θυγατέρας Ἀνάγκης φασίν, Κλωθώ, Λάχεσιν, Ἄτροπον, ἣν καὶ Ἀδράστειαν καλοῦσιν, ὅτιπερ οὐκ ἄν τις αὐτὴν ἀποδράσειεν, ἢ ὅτι ἀειδράστειά τις οἷόν ἐστιν, ὡς ἀεὶ δρῶσα τὰ καθʼ ἑαυτήν, ἢ ὡς πολυδράστεια· πολλὰ γὰρ δρᾷ· τοῦ ἄλφα πλῆθος δηλοῦντος ὡς ἐπὶ τῆς ἀξύλου ὕλης. ἡ δὲ αὐτὴ καὶ Νέμεσις λέγεται ἀπὸ τῆς νεμήσεως, ὡς διαιροῦσα καὶ νέμουσα τὸ ἐπιβάλλον ἑκάστῳ.

`R.452b`

χαριέντων. νῦν τῶν ἐν ἔργῳ τὸ σκώπτειν ποιουμένων.

`R.452e`

φιλοπαίσμων. Ἀττικῶς ὁ φιλοπαίγμων.

`R.453d`

νεῖ. νῦν κολυμβᾷ· σημαίνει δὲ καὶ τὸ νήθει.

νευστέον. κολυμβητέον.

δελφῖνά τινα.

ὡς τὸν Ἀρίονα δῆλον ὅτι τὸν Μηθυμναῖον. Μήθυμνα πόλις ἐν Λέσβῳ τῇ νήσῳ, ἀφʼ ἧς Ἀρίων, κιθαρῳδὸς Περιάνδρου τοῦ Κορινθίων τυράννου. οὗτος ἱκανῶς ἔχων χρημάτων, ἐπιθυμίᾳ πλειόνων εἰς τε Ἰταλίαν καὶ Σικελίαν ἧκεν, ἀφʼ ὧν ἀπὸ τῆς τέχνης χρήματα συλλέξας πολλὰ εἰς Κόρινθον ἐπαναπλεῖ. ἐν ᾧ τῶν ναυτῶν διὰ τὰ τοῦδε χρήματα βουλομένων αὐτὸν ἀνελεῖν, τούτων μὲν ἐκείνοις, εἰ ἀφεῖεν, ἐξίστατο, πείθειν δὲ οὐκ ἔχων ἐδεῖτο αὐτῶν ἐπὶ τῆς πρώρας ᾆσαι βραχύ, εἶτα εἰς τὴν θάλασσαν ἅλλεσθαι, καὶ οἱ μὲν ἔδωκαν, ὁ δὲ ᾄσας ἑαυτὸν ἔρριψεν. δελφὶς δὲ ὑποθεὶς ἑαυτὸν τῷ κιθαρῳδῷ εἰς Ταίναρον κομίζει τὸ τῆς Λακωνικῆς ἀκρωτήριον. περὶ ταύτης οὖν τῆς ἱστορίας ἐνταῦθά φησιν.

`R.454a`

ἦ. ἦ, διασαφητικόν, ὡς νῦν, ψιλούμενον καὶ περισπώμενον. ἔστι δὲ καὶ ἀπορηματικόν, ἀλλὰ δὴ καὶ ἐρωτηματικόν. εἰ δὲ βαρύνοιτο, διαζευκτικὸν δηλοῖ.

μῶν. ἀντὶ τοῦ ἆρα.

`R.454b`

ἀνδρείως. ἀντὶ τοῦ θρασέως.

`R.454c`

ἐκεῖνο τὸ εἶδος. τὸ ἐπιτήδειον.

`R.455c`

ποπάνων ... ἑψημάτων. πλακουντίων πλατέων καὶ λεπτῶν καὶ περιφερῶν. ἕψεμα δέ ἐστιν ὃ ἔνιοι σίραιον καλοῦσιν, οἱ δὲ γλυκύ.

`R.456b`

εὐχαῖς ὅμοια. τὰ μὴ καθήκοντα· ἔστι γὰρ ὅτε καὶ τοιαῦτα εὐχόμεθα.

`R.457a`

ἀμφιέσονται. γρ. ἀμφιέσονται.

`R.457c`

τὰς γυναῖκας ταύτας κτλ. σημείωσαι ὡς ἐνταῦθα σαφῶς περὶ κοινογαμίας διατάττεται.

`R.458d`

οὐ γεωμετρικαῖς γε. σημείωσαι ὅτι τῶν γεωμετρικῶν αἱ ἐρωτικαὶ ἀνάγκαι δριμύτεραι πρὸς τὸ πείθειν τὸν πολὺν λεών.

`R.460c`

σπαργῶσι.

Ὅμηρος· «οὔθατα γὰρ σφαραγεῦντο.» τοὺς μαστοὺς πλήρεις ἔχουσι γάλακτος, καὶ σπαράττονται ὑπὸ θλίψεως, δέονταί τε τοῦ ἐκκριθῆναι αὐτό. σημαίνει δὲ καὶ ὁρμῶσι καὶ ὀργῶσι καὶ ταράττονται.

`R.460d`

τίτθαις. ταῖς τοὺς τίτθους παρεχούσαις, τροφοῖς δὲ ταῖς τὸν ἄλλον ἀναδεχομέναις πόνον, αἳ καὶ τιθηνοὶ καλοῦνται, αἵτινες περιφέρουσι, προσπαίζουσι, καὶ τῆς ἄλλης τροφῆς τῆς μετὰ τὸν ἀπογαλακτισμὸν ἐπιμέλειαν ἔχουσιν.

`R.461a`

φιτύοντος. γεννῶντος, ὅπερ ἐπὶ πατρὸς τίθεται, οὐ μὴν ἐπὶ μητρός, ἀλλὰ γεννώσης. λέγεται δὲ καὶ τὸ γέννημα φίτυ, ὡς Εὔπολις Αὐτολύκῳ—

  
ἀτὰρ ἤγαγες καινὸν φίτυ τῶν βοῶν.  

`R.461d`

τηθάς. μάμμας.

`R.461e`

ἀδελφοὺς δέ κτλ. σημείωσαι ὅτι καὶ ἀδελφογαμεῖν ἐπιτρέπει.

`R.464e`

βιαίων ... αἰκίας. βιαίων δίκη βίας δίκης διαφέρει. βιαίων μὲν γάρ ἐστιν εἴ τις βίᾳ ἐπεισελθών τι ἔλαβεν ἀλλότριον ἢ εἰς χωρίου ἢ ἐξ οἰκίας, βιαίων ἐκρίνετο. ἐν δὲ ταῖς σχολικαῖς ὑποθέσεσιν βίας ἔγκλημά ἐστι κατὰ τῶν κόρην ἁρπασάντων ἢ παῖδα ἐλεύθερον. σημειωτέον δὲ ὅτι βιαίων γράφουσι τὴν δίκην οἱ παλαιοί, καὶ οὐδεὶς βίας. αἰκίας δὲ δίκη ἐστιν ὅταν ἐκ προχείρου πάθους τινὸς καὶ μὴ ἐκ προνοίας ἀδίκων τις ἄρξῃ χειρῶν. εἰσήγετο δὲ πρὸς τοὺς τεσσαράκοντα.

`R.465c`

πάντως. κλέψαντες, ἤ τι τοιοῦτο.

οἰκέτας. οἰκέτας τοὺς οἰκείους, οὐχὶ δὲ τοὺς δούλους μόνον, ὡς ἡ νῦν συνήθεια. ἔστι καὶ παρʼ Ἡροδότῳ ἡ χρῆσις.

`R.465d`

ὀλυμπιονῖκαι. Ὀλυμπιονῖκαι οἱ τοὺς ἐν Ὀλυμπίᾳ νικῶντες ἀγῶνας. μετὰ Πίσον γὰρ καὶ Πέλοπα καὶ Ἡρακλέα, τοὺς πρώτους διαθεμένους αὐτούς, ἠμελήθη ἐπὶ ὀκτὼ καὶ εἴκοσιν ὀλυμπιάδας. Ἴφιτος δὲ καὶ Λυκοῦργος οἱ Ἡρακλεῖδαι καὶ Κλεοσθένης ὁ Κλεονίκου ἐπιγενόμενοι, καὶ εἰς ὁμόνοιαν τοὺς Πελοποννησίους παρακαλοῦντες, πέμπουσι περὶ τοῦ ἀγῶνος ἐρωτῶντες εἰς Δελφούς. καὶ ὁ Ἀπόλλων χρᾷ τοῦτον ἀνανεοῦν, καὶ τοῖς νικῶσιν ἆθλον διδόναι κότινον, ὅ ἐστιν ἐξ ἀγριελαίας στέφανον. οἱ δὲ τοῖς Ἠλείοις ἐπιτρέπουσι διαθεῖναι τὸν ἀγῶνα, οὗτοι δὲ τοῖς Πισάταις. ἄγεται δὲ διὰ πέντε ἐτῶν, μέσον τεσσάρων συντελουμένων. Ἦλις δὲ καὶ Πίσα πόλεις Πελοποννήσου, τριακοσίους σταδίους ἀλλήλων ἀπέχουσαι.

ἀναδοῦνται. ἀναπλέκονται, στέφονται.

`R.465e`

ὅτου. τοῦ Ἀδειμάντου δηλονότι. ἐξέκλινε δὲ τὸ τοῦ λόγου σκληρὸν διὰ τοῦ ἀορίστου.

`R.466c`

τὸν Ἡσίοδον ὅτι κτλ. ἐν Ἔργοις καὶ Ἡμέραις—

  
νήπιοι οὐδʼ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός.  

`R.467c`

ἀλλὰ σμικρὸν οἴει κτλ. ὁ νοῦς οὗτος· ἆρα, ὦ Γλαύκων, ἡγεῖ οὐκ εἶναι μέγιστον κέρδος τὸ τοὺς μέλλοντας γενήσεσθαι παῖδας ἐμπειροπολέμους μετὰ χρόνον αὐτοπτεῖν ἢ μὴ τὰ περὶ τὸν πόλεμον; σχεδὸν δὲ τὸ Ὁμηρικὸν παραφράζει—

  
πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι, διδασκόμενος πολέμοιο,  
  
Εὔφορβος.  

ἦ γάρ; ἀντὶ τοῦ οὐχ οὕτως, καθʼ ὑπόκρισιν.

ὅσα ἄνθρωποι. ἀντὶ τοῦ κατὰ ἀνθρωπίνην φύσιν· οἱ γὰρ θεοὶ πάντα ἴσασιν.

`R.468b`

πάντων, ἔφη, μάλιστα. συγκαταθετικώτερον δοκεῖ μοι.

`R.468c`

ὅτι μὲν γάρ κτλ. ἀγαθοὶ πλεῖστοι ἐκ τοῦ τιμᾶσθαι. τὸ Ὁμηρικὸν δὲ λέγει—

  
ἐπεὶ οὐκ ἄρα τις χάρις ἐστίν:  
  
ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζει.  

`R.468d`

ταῦτά γε. τοῦτο πρὸς ἀντιδιαστολὴν τῶν ῥαπισθέντων Ὁμηρικῶν λόγων ἐν τοῖς πρώτοις.

`R.469c`

ὅλῳ καὶ παντί. ὅλῳ καὶ παντὶ διαφέρειν· παροιμία ἐπὶ τῶν πάντῃ διαφερόντων λεγομένη, παρʼ ὅσον τὰ πράγματα καὶ ὅλα τυγχάνει ὄντα, καθὸ συνεχῆ ἐστιν ἑαυτοῖς καὶ μέρη ἔχει, καθὸ καὶ διωρισμένα τούτοις πᾶσίν ἐστι. τὸ οὖν πάντῃ διαφέρον τινός, ἅτε δὴ καὶ καθʼ ὅλον καὶ κατὰ μέρος τοῦδε πᾶν διενεγκόν, ὅλῳ καὶ παντὶ λέγεται διαφέρειν.

`R.469e`

τῶν ἀναιρέσεων. τὰς ὑπὸ τῶν ἐν πολέμῳ ἡττηθέντων ἀναλήψεις τῶν νεκρῶν σωμάτων παρὰ  <span class="gap">…</span> τῶν οἰκείων αὐτοῖς.

`R.470a`

ἐμοὶ μὲν τοίνυν κτλ. διαφορὰ πολέμου καὶ στάσεως.

`R.470b`

ἀπὸ τρόπου. ἀπὸ τρόπου τὸ αἰτίας χωρίς, πρὸς τρόπου δὲ τὸ κατʼ αἰτίαν.

`R.470d`

ἀλιτηριώδης. ἀλιτηριώδης πρὸς βιὰν ποιουμένη, ἢ ἁμαρτανομένη, ἐκ τοῦ ἀλιτήριοι ὀνόματος παρηγμένη. κατὰ Διονύσιον γὰρ τὸν Ἁλικαρνασέα, λιμοῦ γενομένου Ἀθήνῃσιν οἱ πένητες τὰ προφερόμενα ἄλευρα διήρπαζον· ἐλέχθησαν οὖν οἱ τοὺς ἀλοῦντας ἐπιτηροῦντες ἀλιτήριοι, διέτεινε δὲ τὸ ὄνομα, ὥστε καὶ ἐπὶ πάντων τῶν μετὰ βίας τί ποιούντων ἢ ἁμαρτανόντων λέγεσθαι.

`R.472b`

μὴ διάτριβε. μὴ καθʼ ὑπέρθεσιν λέγε.

`R.473a`

ἆρʼ οἷόν τε κτλ. ὁ νοῦς οὕτως· ἆρα ἀκριβῶς, ὡς ὁ λόγος ἀπαιτεῖ, ἐνδέχεται τοὺς ἀνθρώπους πράττειν, ἢ ἡ πρᾶξις κατὰ φύσιν ἧττον ἅπτεται ἀληθείας ἤπερ ἡ λέξις καὶ ὁ λόγος· ἀλλʼ ἐν μὲν τῷ οὐρανῷ εὑρίσκομεν καὶ κύκλον ἐν σώματι καὶ σφαίρας καὶ τάξιν καὶ ἁρμονίαν καὶ ἀναλογίαν καὶ ὁμοιότητα καὶ ἰσότητα καὶ ἁπλῶς πάντα σύμφωνα τῷ λόγῳ, ἐν δὲ γῇ τοῦτο γενέσθαι δυσχερές;

φύσιν ἔχει. ἀντὶ τοῦ πέφυκέ τις· πρᾶξις ἅπτεσθαι μᾶλλον τῆς λέξεως, ἧττον δὲ τῆς ἀληθείας ὅπερ ἐστὶν ἧττον εἶναι ἢ ὡς λέγεται.

`R.473c`

ἐὰν μή κτλ. σημείωσαι τί λέγει, ὅπερ ἐπὶ Μάρκου τοῦ φιλοσόφου, βασιλέως Ῥωμαίων, ἀπέβη.

σημείωσαι τὸ πολυθρύλληται τοῦ Πλάτωνος.

`R.473d`

τῷ ἀνθρωπίνῳ γένει. τῶν πολλῶν ἀνθρώπων. τοῦτο δὲ καὶ Εὐριπίδης λέγει—

  
πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουμένων.  

`R.474a`

τωθαζόμενος. σκώπτων, λοιδορῶν, χλευάζων, αὐχῶν.

`R.474c`

ἁμῇ γέ πῃ. ὁπωσδήποτε, καθʼ ὅτι οὖν. λέγεται δὲ καὶ ἁμωσγέπως, καὶ ἁμόθεν, καὶ ἁμουγέπου, καὶ ἁμοιγέποι καὶ ἁμοσέποι.

`R.474e`

ὑποκοριζομένου. κολακεύοντος, ἢ ὑποκρινομένου. σημαίνει δὲ καὶ διασύροντος, καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντος.

`R.475a`

τριττυαρχοῦσιν. Ἀθήνῃσι δέκα μὲν ἦσαν φυλαί, διῄρητο δʼ ἑκάστη τούτων εἰς τρία, εἰς τριττύας, εἰς ἔθνη, εἰς φατρίας. οἱ οὖν ἑκάστης τριττύος ἄρχοντες τριττύαρχοί τε καλοῦνται καὶ τριττυαρχοῦσιν.

`R.475c`

κακόσιτον. κακόχυμον, βεβλαμμένον.

τὸν δὲ δὴ εὐχερῶς κτλ. περὶ φιλομαθίας καὶ φιλοσοφίας.

`R.475d`

Διονυσίοις. ἑορτὴ Ἀθήνῃσι Διονύσῳ ἤγετο, τὰ μὲν κατʼ ἀγροὺς μηνὸς Ποσειδεῶνος, τὰ δὲ Λήναια μηνὸς Μεμακτηριῶνος, τὰ δὲ ἐν ἄστει Ἐλαφηβολιῶνος.

`R.475e`

τοὺς τῆς ἀληθείας κτλ. σημείωσαι τίνας τοὺς φιλοσόφους φησίν.

`R.477a–R.477a.11`

εἰ δὲ δή κτλ. ὅτι μεταξὺ γνωστοῦ τε καὶ ἀγνώστου δόξα.

γνῶσις ὄν γνωστόν δόξα πῇ ὄν δοξαστόν ἄγνοια μὴ ὄν ἄγνωστον

`R.479c`

παίδων αἰνίγματι. Κλεάρχου γρῖφος—

  
αἶνός τίς ἐστιν ὡς ἀνήρ τε κʼ οὐκ ἀνὴρ  
  
ὄρνιθά τε κʼ οὐκ ὄρνιθα ἰδών τε κʼ οὐκ ἰδὼν  
  
ἐπὶ ξύλου τε κʼ οὐ ξύλου καθημένην τε κʼ οὐ καθημένην  
  
λίθῳ τε κʼ οὐ λίθῳ βάλοι τε κʼ οὐ βάλοι.  
Ἄλλως— ἄνθρωπος οὐκ ἄνθρωπος, ἄνθρωπος δʼ ὅμως, ὁ εὐνοῦχος ὄρνιθα κʼ οὐκ ὄρνιθα, ὄρνιθα δʼ ὅμως, ῥοπτερίδα ἐπὶ ξύλου τε κʼ οὐ ξύλου καθημένην νάρθηκος λίθῳ βαλών με κʼ οὐ λίθῳ διώλεσεν κισήρει νυκτερίδα ὁ εὐνοῦχος νάρθηκος κισήρει.

`R.479d`

ηὑρήκαμεν ἄρα κτλ.

`R.479d,c1–R.479d,c1.3`

ὄν ὂν ἅμα καὶ μὴ ὄν μὴ ὄν

`R.479d,c2–R.479d,c2.3`

ἐπιστήμη δόξα ἄγνοια

`R.479d,c3–R.479d,c3.3`

ἐπιστητόν δοξαστόν ἄγνωστον

`R.485a`

τοῦτο μὲν δή κτλ.

σημείωσαι τὰ γνωρίσματα τῆς φιλοσόφου φύσεως. τὰ τῆς φιλοσόφου γνωρίσματα φύσεως. αʹ. εἰ μαθήματός ἐστιν ἐραστὴς τῆς ἀεὶ οὔσης οὐσίας. βʹ. εἰ πάσης ταύτης καὶ οὐ μέρους αὐτῆς. γʹ. εἰ φιλαλήθης καὶ ἀψευδής. δʹ. εἰ πρὸς μόνα τὰ μαθήματα καὶ τὴν τῆς ψυχῆς ἡδονὴν ἐπιθυμητικῶς ἔχοι. εʹ. εἰ μεγαλοπρεπὴς τὴν διάνοιαν καὶ θεωρητικὸς παντὸς χρόνου καὶ πάσης οὐσίας. ϛʹ. εἰ δίκαιος τὴν ψυχὴν καὶ ἥμερος. ζʹ. εἰ εὐμαθής. ηʹ. εἰ μνημονικός. θʹ. εἰ ἔμμετρος καὶ εὔχαρις.

`R.485b`

ἐν τοῖς πρόσθεν. ὅτε ἔλεγεν ὅτι τριττυαρχοῦσιν οἱ φιλότιμοι πολλάκις, καὶ οἱ ἐρωτικοὶ συμπάσχοντες μελιχλώρους καλοῦσι τοὺς ὠχρούς.

`R.485c`

τὴν ἀψεύδειαν κτλ.

φιλαλήθης φιλοψευδής φιλόσοφος

ἑκόντας. ἀντὶ τοῦ ἐθελουσίους, τὸ δʼ εἶναι παρέλκει Ἀττικῶς.

του. ἀντὶ τοῦ τινός.

ἦ οὖν κτλ. συπμ.

`R.485d`

ὅτῳ γε εἰς ἕν τι αἱ ἐπιθυμίαι σφόδρα ῥέπουσιν. ἐντεῦθεν καὶ τὸ τοῦ μεγάλου Γρηγορίου· τὸ οὗ μὲν φιλεῖ τὸ περί τι ἐρωτικῶς διακείμενον, καὶ τὰ ἑξῆς.

ᾧ δὴ πρὸς τά κτλ. σημείωσαι ὡς ἀληθέστατά φησι.

`R.486a`

ἀνελευθερίας ... σμικρολογία. ἀνελευθερία ἐστὶν ἕξις φαύλη περὶ χρήματα, μὴ ἀναλίσκουσα ταῦτα εἰς ἃ δεῖ καὶ ὅσα δεῖ καὶ ὅτε δεῖ. σμικρολογία δέ ἐστι φειδωλία περὶ χυδαίων τινῶν ἢ φροντίδα ἢ συλλογὴν ποιουμένη.

μεγαλοπρέπεια. μεγαλοπρέπειά ἐστιν ἕξις βελτίστη περὶ δαπάνας, ἃς τῷ μεγάλῳ καὶ πρέποντι γίγνεσθαι προσήκει.

`R.487a`

ἰδιώματα τοῦ πρὸς τὴν τῆς πόλεως ἐπιτροπὴν ἐπιτηδείου. εὐμαθής μνήμων μεγαλοπρεπής εὔχαρις φιλαλήθης δίκαιος ἀνδρεῖος σώφρων ἔμμετρος.

`R.487b`

πρὸς μὲν ταῦτα κτλ. ὁ νοῦς οὗτος· οἱ πολλοὶ τῶν ἀκουόντων ταῦτα, διὰ τὸ μὴ εἶναι διαλεκτικοί, ἐπιστομίζονται ῥᾳδίως ὑπὸ σοῦ, ὦ Σώκρατες, ὄντος δεινοῦ ἐν διαλεκτικῇ. καὶ σὺ μὲν οὐκ ἀληθῆ λέγεις λέγων ταῦτα, ἐκεῖνοι δὲ ἀδυνατοῦσιν ἐλέγχειν σε. ἀλλʼ ἐκεῖνοι μὲν μὴ τολμῶντες πρὸς σὲ ἀντιλέγειν σιωπῶσιν· αὐτὰ δὲ τὰ πράγματα ἐναργῶς φαίνονται μὴ συμφωνοῦντα τοῖς ὑπὸ σοῦ λεγομένοις.

`R.487c`

σφεῖς. ἐκεῖνοι.

`R.487d`

ἀλλοκότους. ἐξηλλαγμένους, ἐναντίους, ξένους, πλημμελεῖς, ἀλλοφυεῖς.

`R.488a`

εἰκάζω εἰκάζω τὸ ὁμοιῶ, καὶ τὸ εἰκονίζω τὸ αὐτὸ δηλοῖ. χρῆται δὲ τῇ λέξει ὅ τε Ξενοφῶν καὶ ὁ Ἀριστοφάνης καὶ ἄλλοι.

`R.488c`

ἀλλὰ ἄλλοι μᾶλλον. ἀλλὰ μᾶλλον πείθωσιν, ἀπὸ κοινοῦ.

μανδραγόρᾳ. ὑπνωτικὸς ὁ καρπὸς τοῦδε τοῦ φυτοῦ. Θεόφραστος δὲ ἐν τῇ περὶ φυτῶν πραγματείᾳ τὴν ῥίζαν τοῦδε ξυσθεῖσάν τε καὶ ὄξει δευθεῖσαν πρός τε τὰ ποδαγρικὰ καὶ πρὸς ὕπνον μᾶλλον εἶναι χρησίμην φησί, καὶ δὴ πρὸς φίλτρα. διδόασι δὲ ἐν οἴνῳ ἢ ὄξει.

`R.489a`

ἀδολέσχην. μακρολόγον, φλύαρον.

`R.489b`

κομψευσάμενος.

πανουργευσάμενος. κομψευσάμενον τὸν Εὔβουλόν φησιν, ὃς ὑπὸ Σωκρατοὺς ἐρωτηθεὶς ὡς «ὦ Εὔβουλε, σοφὸς ἐθέλεις εἶναι ἢ πλούσιος;» ἔφη· πλούσιος· τοὺς γὰρ σοφοὺς ὁρᾶν ἐπὶ ταῖς τῶν πλουσίων θύραις καθεύδοντας. πρὸς ὃ τὸν Σωκράτη πάνυ ἀγχίνως εἰπεῖν ὡς «οἱ μὲν σοφοί, ὦ Εὔβουλε, ἴσασιν ὧν δέονται, τῆς πρὸς τὴν τῶν ἀναγκαίων χρείαν γὰρ χορηγίας, ἧς οἱ πλούσιοι, εἰ βούλοιντο, χορηγοί· αὐτοὶ δʼ οὗτοι οἱ πλούσιοι οὐκ ἴσασιν· τῆς ἀνθρωπίνης γὰρ ἀρετῆς, ἣ διὰ τῆς διδασκαλίας τῶν σοφῶν τῷ βουλομένῳ παντὶ οἵα τʼ ἐστὶ παραγίνεσθαι.»

`R.490b`

ᾧ προσήκει. τῷ λογιστικῷ.

`R.490e`

ταύτης δή κτλ. πολλοί, φησίν, ἀρξάμενοι φιλοσοφεῖν ἐγένοντο πονηρότατοι· μικρὰ δέ τις αὐτῶν μοῖρα καὶ ὀλίγιστοι ἐκφεύγουσι τὴν φθορὰν ταύτην καὶ οὐ γίγνονται πονηροί, ἄχρηστοι δὲ ὅμως.

καὶ μετὰ τοῦτο κτλ. τὸ ἑξῆς· καὶ μετὰ τοῦτο αὖ τὰς τῶν ψυχῶν φύσεις, τὰς εἰς τὸ τῆς φιλοσοφίας ἐπιτήδευμα καθισταμένας καὶ μιμουμένας τὰς τῶν ἀγαθῶν ἀνδρῶν πράξεις, δεῖ θεάσασθαι οἷαι οὖσαι εἰς μεῖζον ἑαυτῶν ἐπιτήδευμα ἀφικόμεναι, πλημμελοῦσαι ψόγον κατὰ τῆς φιλοσοφίας προσῆψαν.

`R.492e`

θεῖον μέντοι κτλ. σημείωσαι τὸ ἐξαιρῶ λόγου ὅτι παροιμιῶδες.

`R.493a`

οὗτοι οὗτοι οἱ δημαγωγοί, οὓς σοφιστὰς μεγίστους ἄρτι ἔλεγεν.

ταῦτα τὰ τῶν πολλῶν. τὰ τῆς ἐπικρατούσης ἤτοι δημοκρατίας ἢ τυραννίδος ἢ τῶν ἄλλων.

θρέμματος. διὰ τοῦ θρέμματος ἐξετραγῴδησε τὴν ἀλογίαν τῶν τοιούτων ὄχλων.

`R.493d`

τούτοις. τοῖς ἰδιώταις, τοῖς ἀπαιδεύτοις.

ἡ Διομηδεία κτλ. Διομήδειος ἀνάγκη, παροιμία ἐπὶ τῶν κατʼ ἀνάγκην τι πραττόντων εἰρημένη, ἀφʼ ἱστορίας τοιαύτης, ἧς καὶ Ἀριστοφάνης μέμνηται ἐν Βατράχοις, ὅτι Διομήδης καὶ Ὀδυσσεὺς τὸ Παλλάδιον κλέψαντες ἐξ Ἰλίου νυκτὸς ἐπανήεσαν ἐπὶ τὰς ναῦς σελήνης ὑποφαινούσης, φιλοτιμούμενος δʼ Ὀδυσσεὺς αὐτοῦ μόνου δόξαι γενέσθαι τὴν πρᾶξιν ἐπεχείρησεν τὸν Διομήδη μετὰ τοῦ παλ παλλαδίου προηγούμενον ἀνελεῖν. ὁ δὲ κατὰ τὸ τῆς σελήνης φῶς τὴν κατʼ αὐτοῦ θεασάμενος τοῦ ἐπιφερομένου ξίφους σκιάν, συλλαμβάνει τε τὸν Ὀδυσσέα, καὶ τὰς χεῖρας τοῦδε συνδεῖ, προάγειν τε κελεύει, καὶ τύπτων αὐτοῦ πλατεῖ τῷ ξίφει τὸ μετάφρενον ἐπὶ τοὺς Ἕλληνας παραγίνεται.

`R.495b`

ἄλλως. μάλιστα, ὡς νῦν, ἢ μάτην, ἢ κατὰ ἄλλον τρόπον.

`R.495e`

ἀποτεθρυμμένοι. ἀπηγριωμένοι. εἴρηται κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν θρύων, ὅ ἐστι βοτάνη τις ἀγρία καὶ ἄγονος.

βαναυσίας. οἶμαι βαναυσίας ἐνταῦθα κοινότερον λέγεσθαι τὰς κατὰ τὰς τέχνας ἀναστροφάς, ἀπὸ τῶν διὰ πυρὸς ἐργαζομένων τεχνῶν εἰρημένας· βαῦνος γὰρ ἡ κάμινος· οὐ μὴν βαναυσίαν ἐν τούτοις ἤτοι ἀπειροκαλίαν· ἣν ἀμφότερα μὲν οὕτως Ἀριστοτέλης ἐν τοῖς Νικομαχίοις ἠθικοῖς καλεῖ, ἐν τοῖς μεγάλοις δὲ σαλακωνίαν. ἔστι δὲ περὶ χρημάτων δαπάνας ὑπερβολή, ἔλλειψις δὲ μικροπρέπεια, ὧν μεγαλοπρέπεια μεσότης ἐστί.

`R.497e`

οὐ τὸ μὴ βούλεσθαι κτλ. εἰπόντος Ἀδειμάντου ὅτι τέλος ἐχέτω τὰ περὶ τούτων, ὁ Σωκράτης φησὶν ὅτι κωλύομαι ὑπακοῦσαι σοι βουλόμενος, ἀλλʼ οὐ δύναμαι· ἔτι γὰρ δεῖ περὶ τῶν αὐτῶν λέγειν ἀναγκαίως.

`R.498a`

τοῦ Ἡρακλειτείου ἡλίου.

Ἡράκλειτος ὁ Ἐφέσιος, φυσικὸς ὤν, ἔλεγεν ὅτι ὁ ἥλιος ἐν τῇ δυτικῇ θαλάσσῃ ἐλθὼν καὶ καταδὺς ἐν αὐτῇ σβέννυται, εἶτα διελθὼν τὸ ὑπὸ γῆν καὶ εἰς ἀνατολὴν φθάσας ἐξάπτει πάλιν, καὶ τοῦτο αἰεὶ γίγνεται. Ἡράκλειτος Βαθέωνος, Ἐφέσιος, μεγαλόφρων γεγονὼς καὶ ὑπερόπτης παρʼ ὅντινʼ οὖν. οὗτος τὸ τοῦ ἡλίου ἔλεγεν εἶναι σχῆμα σκαφοειδὲς καὶ ὑπόκυρτον, καὶ τὴν ἔκλειψιν αὐτοῦ συμβαίνειν κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίγνεσθαι, τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν. ἀλλὰ μὴν καὶ Ξενοφάνη τὸν Κολοφώνιον κατὰ σβέσιν τὴν ἡλιακὴν ἔκλειψιν λέγειν γίγνεσθαι φασίν, καὶ πάλιν πρὸς ταῖς ἀνατολαῖς ἀνίσχειν αὐτόν.

`R.498b`

μειρακιώδη παιδείαν. διὰ τῆς εἰωθυίας εἰρωνείας Σωκράτης νῦν λανθανόντως ὑποτίθεται ἡμῖν ὅτι δεῖ τοὺς νέους μειρακιώδη φιλοσοφίαν μανθάνειν. λέγει δὲ τὴν μαθηματικήν· οἰκεία γὰρ αὕτη τοῖς νέοις θεοῖς. καὶ γὰρ διʼ αὐτῆς τὰς κινήσεις τῶν νέων θεῶν διδασκόμεθα. ἡ δὲ διαλεκτικὴ τοῖς τοιούτοις ἀνδράσιν ἐπισφαλής. καὶ ὁ Πλωτῖνος τοιοῦτο λέγει τὸ παραδοτέον τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως.

`R.498d`

προὔργου. πλέον ὡς νῦν, ἢ συμφέρον.

εἰς μικρόν. ἀντὶ τοῦ εἰς μέγαν, εἰρωνικῶς.

`R.498e`

τοιαῦτʼ ἄττα ῥήματα κτλ. πικρὸν τὸ λέγειν ὅτι ἔργῳ μὲν τὰ νῦν λεγόμενα καλῶς οὐκ εἶδον οἱ πολλοί, ἀλλὰ «πολὺ μᾶλλον τοιαῦτα ῥήματα» εἶδον. καὶ γὰρ ὁ Θουκυδίδης, ἐπιπλήττων τοὺς Ἀθηναίους, λέγει ὅτι «ὑμεῖς θεαταὶ μέν ἐστε τῶν λόγων, ἀκροαταὶ δὲ τῶν ἔργων.» τὸ δὲ ἐξεπίτηδες ἀντὶ τοῦ ἐκ παρασκευῆς καὶ ἐπιμελίας πιθανῶς συντεθέντα. καὶ τὸ πολὺ μᾶλλον ἔμφασιν πολλὴν ἔχει τῆς τῶν πολλῶν ἀφροσύνης, καὶ τὸ ὡμοιωμένα ἀλλήλοις εἶναι τὰ τοιαῦτα ῥήματα καὶ οὐχὶ τοῖς οὖσιν ἐδήλωσεν διὰ τοῦ ἑξῆς, ὅτι ἄνδρα ὡμοιωμένον ἀρετῆς ἔργῳ πρῶτον, εἶτα λόγῳ, οὐκ εἶδον οἱ τοιοῦτοι.

ἀπὸ τοῦ αὐτομάτου. εἰρωνικῶς. ἡ γὰρ ἀλήθεια αὐτομάτως ὡς εἰπεῖν συνέρχεται· οὐ γὰρ ἀγράφῳ γραμματείῳ ἔοικεν ἡ ψυχή.

ἑτέρᾳ τοιαύτῃ. ἀριστοκρατουμένῃ.

`R.499a`

τοῦ γνῶναι χάριν. δεῖ πορίσασθαι ἐκ τούτων ὅτι ἡ τῆς ἀληθείας εὕρεσις αὐτὴ καθʼ ἑαυτήν ἐστιν αἱρετὴ καὶ οὐ πρὸς ἄλλο σκοπεῖ, ἀλλὰ μόνον ἡ γνῶσις αὐτῆς ἀρκεῖ πρὸς εὐδαιμονίαν.

`R.499b`

κατήκοοι. ἀντὶ τοῦ κατακουόμενοι.

`R.499c`

εὐχαῖς ὅμοια λέγοντες. τοῦτο καὶ κενήν φασι μακαρίαν.

`R.500a`

ἀλλοίαν τοι φήσεις κτλ. ὅτι εὐμετάβολον τὸ τῶν πολλῶν πλῆθος δηλοῖ καὶ Ὅμηρος ἀπεικάζων τὴν ὁρμὴν αὐτῶν κύμασι «παντοίων ἀνέμων» καὶ τοῖς τοιούτοις. ἀλλὰ καὶ νῦν τοῦτο λέγει, ὅτι κἂν λόγῳ τίς αὐτοῖς ἐνδείξηται τὸν ἀληθῆ φιλόσοφον, κἂν αὐτῷ ἔργῳ τοιοῦτος ᾖ φαινόμενος, ῥᾳδίως ἂν πείσει αὐτούς, καὶ τοσούτῳ ῥᾷον ὅσῳ ἂν εἶεν πλείους. καὶ γὰρ οἱ πλείους μᾶλλον τῇ τῆς ὕλης ἀταξίᾳ ἀναλογοῦσι, καὶ μᾶλλον εὐάλωτοι πρὸς ἑκάτερα ἤπερ οἱ ὀλιγώτεροι.

ἀμέλει. ἀντὶ τοῦ τοιγαροῦν.

`R.500b`

οὐ προσῆκον ἐπεισκεκωμακότας. οὐ προσηκόντως εἰσεληλυθότας.

`R.501a`

τί μήν; κατάφασιν δηλοῖ ἀντὶ τοῦ πῶς γὰρ οὔ; διὰ τί γὰρ οὔ;

`R.501b`

ἀποβλέποιεν. οἱ ἀληθῶς φιλόσοφοι.

ἐκεῖνʼ. τὸ ἐν τῇ φύσει.

ἀπʼ ἐκείνου. ἀπʼ ἐκείνου τοῦ φύσει μιμούμενοι.

`R.501d`

τὴν φύσιν αὐτῶν. τὴν φύσιν τῶν φιλοσόφων.

οὕς τοὺς ἔξωθεν ἐπεισκεκωμακότας.

`R.503a`

βασανιζόμενον. βασανιζόμενον οὐ τὸν αἰκιζόμενον καὶ τιμωρούμενον σημαίνει παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸν ἀνακρινόμενον καὶ ἐλεγχόμενον καὶ δοκιμαζόμενον ἢ διὰ λόγων ἢ πραγμάτων, οἷος τίς ἐστιν, ἀπὸ λίθου γένους τινὸς καλουμένου βασάνου, ᾧ τὸ καθαρὸν χρυσίον δοκιμάζεται.

`R.503b`

ὄκνος. ἀνάδυσις, εὐλάβεια, ἀναβολή.

`R.503e`

δυνατή ἡ τῶν ἀρχόντων φύσις.

`R.504d`

ὧν διήλθομεν. ὅτε πρὸ ὀλίγου τὸ ἀνδρείκελον ἐνέγραφεν καὶ θεοείκελον ἐν τῷ πίνακι.

`R.505a`

ἐπεὶ ὅτι γε κτλ. ἐντεῦθεν οἱ περὶ τοῦ ἀγαθοῦ λόγοι. ἀπειράκις γὰρ ἡ ἀΐδιος ψυχὴ ταῦτα καὶ ἤκουσεν καὶ ἐπελάθετο.

`R.506b`

πάλαι καταφανής. τὸ πάλαι καταφανής· ἐξ ἀϊδίου γὰρ αἱ ψυχαὶ ἀλλήλας γιγνώσκουσι. διὰ τὸ ὀρεκτὸν εἶναι τὸν νοῦν καὶ τὴν ἐπιστήμην κατὰ φύσιν αὐταῖς, καὶ τὸ δοξαστὸν ὡς ἐπίκτητον ἀποπέμπεσθαι, οὐκ ἀποχρήσει αὐταῖς ἡ δόξα.

`R.506d`

παρʼ ἄλλων. παρὰ τῶν κρειττόνων ἡμῶν γενῶν.

καὶ μάλα ἀρκέσει. τὸ γὰρ θεῖον πᾶν οὐ μόνον αὐταρκὲς ἀλλὰ καὶ ἱκανόν.

ὅπως μή. ἐλλειπὴς ἡ φράσις· τοῦτο δὲ ἔθος Ἀττικόν. λείπει γὰρ τὸ σκόπει ἤ τι τοιοῦτο.

`R.506e`

πλέον γάρ μοι φαίνεται κτλ. παρὰ τὴν τῶν καταδεεστέρων ἀνεπιτηδειότητα τὰ κρείττονα ἀδυνατοῦσιν ἐνεργεῖν.

`R.507c`

τῷ. τίνι.

οὐ πάνυ. ἀντὶ τοῦ οὐδαμῶς.

`R.508a`

ἆρʼ οὖν ὧδε πέφυκεν ὄψις κτλ.

`R.508a,c1–R.508a,c1.5`

τἀγαθόν ἥλιος νοῦς ὄψις νοητά ὁρατά νοητὸς τόπος ὁρατὸς τόπος νοεῖσθαι ὁρᾶσθαι

`R.508a,c2–R.508a,c2.5`

ἡλιακὸν φῶς νυκτερινὸν φέγγος ἀλήθεια εἰκός νόησις δόξα ὄν γενητόν ὁρᾶν ἀμβλυώττειν

`R.508b`

τὸν τοῦ ἀγαθοῦ ἔκγονον, ὃν τἀγαθὸν ἐγέννησεν. ἐντεῦθεν τὸ τοῦ θεολόγου Γρηγορίου.

ὅτιπερ αὐτό κτλ.

τἀγαθὸν νοητόν νοῦς νοούμενα ἥλιος ὁρατόν ὄψις ὁρώμενα

`R.509a`

εὐφήμει. σιώπα, μὴ ἀκαιρολόγει.

`R.509c`

γελοίως.

τὸ γελοίως διὰ τὴν ὑπερβολήν. ἀσύγκριτον γὰρ τἀγαθὸν ἁπλῶς πρὸς πάντα. τὰ γὰρ κρείττονα ἡμῶν γένη διαπορθμεύουσι τὰ παρὰ θεῶν εἰς ἡμᾶς ἀγαθά. ἡ δὲ θεία ἀνάγκη τῇ θείᾳ βουλήσει ἡ αὐτή, καὶ ὅμοιον ἥ τε αἵρεσις τῷ κλήρῳ, καὶ τὸ ἑλέσθαι τῷ λαχεῖν, καὶ τὸ εἶναι τῷ ἐνεργεῖν, καὶ τὸ βούλεσθαι τῷ δύνασθαι, καὶ εἶναι ἁπλῶς ἐν θεῷ πάντα ἑνιαίως. τὸ γελοίως ἤτοι ἐγκοσμίως. οἱ γὰρ νέοι καὶ ἐγκόσμιοι θεοὶ τοῦτο αἰνίττονται. παίγνιον γὰρ τὸ σωματικὸν πᾶν τοῖς νοητοῖς παραβαλλόμενον, τὸ δὲ παίζειν καὶ γελᾶν τῶν νέων οἰκεῖον. καὶ τὸ—

  
ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι  
περὶ τῶν ἐγκοσμίων εἴρηται θεῶν. ὁ γʼ οὖν Γλαύκων ἀναλογῶν ἐγκοσμίῳ προσώπῳ εἰκότως γελοίως λέγει. τὸ δὲ Ἄπολλον οἰκεῖον τῷ τε ἡλίῳ εἰς ταὐτὸν ἐρχομένῳ τῷ Ἀπόλλωνι, καὶ τῷ λέγοντι ἐπιγνόντι τὸν ἑαυτοῦ βασιλέα ἥλιον καὶ Ἀπόλλωνα τὸν αὐτόν.

Ἄπολλον. ἐπίφθεγμα θαυμαστικόν, ὡς τὸ Ἡράκλεις.

`R.509d`

ἐν μὲν τῷ ὁρωμένῳ κτλ.

`R.510a`

τὸ τοίνυν ἕτερον κτλ.

`R.510b`

ᾗ τὸ μέν κτλ.

ἀλλʼ ἐπὶ τελευτήν κτλ.

`R.510b,c1–R.510b,c1.6`

γʹ μαθηματική ἐξ ὑποθέσεως ἐπὶ τέλος ἰοῦσα διʼ αἰσθητῶν εἰκόνων διάνοια

`R.510b,c2–R.510b,c2.6`

δʹ διαλεκτική ἐξ ὑποθέσεως ἐπʼ ἀρχὴν ἰοῦσα ἀνυπόθετον διʼ αὐτῶν τῶν εἰδῶν νοῦς

τὸ δʼ αὖ κτλ.

`R.510d,c1–R.510d,c1.6`

ὁρατά δόξα ἥλιος σκιῶδες φυσικόν εἰκασία πίστις γένεσις

`R.510d,c2–R.510d,c2.6`

νοητά νόησις τʼ ἀγαθόν μαθηματικόν θεολογικόν διάνοια ἐπιστήμη οὐσία

`R.510d`

Σχόλιον ἐκ τῶν Ἀρχύτου καὶ Βροντίνου καὶ Ἰαμβλίχου ἐπιτμηθέν κτλ.

`R.514a`

Μετὰ ταῦτα δή κτλ. τάδε ἔνεστιν ἐν τῷ ἑβδόμῳ τῆς πολιτείας. αʹ. εἰκὼν τῆς τῶν παιδευτῶν διαθέσεως. βʹ. ὅτι ἀριθμητικὴν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν παραδοτέον. γʹ. τῷ προσέοικεν ἡ ἡμετέρα φύσις παιδείας τε πέρι καὶ ἀπαιδευσίας.

ἀπείκασον κτλ. αʹ. εἰκὼν τῆς τῶν παιδευτῶν διαθέσεως.

ἰδέ. Ἀττικοὶ καὶ τὸ ἰδέ ὀξύνουσι καὶ τὸ λαβέ καὶ τὸ φαγέ, ὁμοίως τῷ ἐλθέ, εὑρέ, εἰπέ.

`R.516e`

γνωματεύοντα. διακρίνοντα, διαγιγνώσκοντα ἀκριβῶς.

`R.517b`

τὴν μὲν διʼ ὄψεως κτλ.

`R.517b,c1–R.517b,c1.4`

διʼ ὄψεως φαινομένη ἕδρα πυρὸς ἐν αὐτῇ φῶς ἄνω ἀνάβασις καὶ θέα τῶν ἄνω

`R.517b,c2–R.517b,c2.4`

δεσμωτηρίου οἴκησις ἡλίου δύναμις εἰς τὸν νοητὸν τόπον τῆς ψυχῆς ἄνοδος

`R.517c`

ἐνταῦθα. ἐν τῷ νοητῷ.

`R.517d`

περὶ τῶν τοῦ δικαίου. σκιαὶ δικαίου, ἡ γένεσις· ἀγάλματα δικαίου, ὁ οὐρανός, ἡ ψυχή, ὁ νοῦς.

`R.518b`

μετρίως. ἀντὶ τοῦ ἐπιεικῶς, πάνυ.

`R.518d`

αἱ μὲν τοίνυν κτλ. ὅτι αἱ μὲν ἄλλαι τρεῖς ἀρεταὶ ἐγγύς εἰσι σώματος· ἔθεσι γὰρ καὶ ἀσκήσεσι προσγίγνονται· ἡ δὲ φρόνησις ἐγγύς ἐστι τοῦ νοῦ καὶ τοῦ ἀϊδίου.

`R.519c`

μήτε τοὺς ἐν παιδείᾳ κτλ. σημείωσαι τί λέγει.

ἐν μακάρων νήσοις. ὡς Πτολεμαῖος ὁ μέγας ἐν δʹ Γεωγραφουμένων φησὶ τὰς μακάρων νήσους ἓξ τὸν ἀριθμὸν ἐν τῇ ἐντὸς Λιβύῃ κατὰ τὸ Ἀτλαντικὸν πέλαγος.

`R.519e`

μηχανᾶται. μηχανᾶται ξυναρμόττων ὁ νόμος.

`R.520b`

τοιοῦτοι. οἱ φιλόσοφοι.

`R.520e`

εἰ μὲν βίον κτλ. μέν. εἰ μὲν εὕροις, φησί, βίον ἀμείνω φιλοσόφου βίου. λέγοι δʼ ἂν θεοῦ μόνον· καὶ γὰρ θεὸς ἀμείνων φιλοσόφου μόνος.

`R.521b`

ἔχεις οὖν κτλ. περὶ παιδευτικῶν νόμων δʹ, ἢ περὶ μαθηματικῆς.

`R.521c`

ὀστράκου ... περιστροφή. παροιμία ἐπὶ τῶν ταχέως τι ποιούντων λεγομένη. ἔστι δὲ καὶ ὄνομα παιδιᾶς.

οὐκοῦν δεῖ κτλ. βʹ. ὅτι ἀριθμητικὴν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν παραδοτέον.

`R.521e`

τετεύτακεν. πεπραγμάτευται, ἐπὶ πολὺ διατρίβει ἐν τῷ αὐτῷ, ἢ ἐπιστρεφῶς τι πράττει, ἢ ἐνεργεῖ, ἢ σπουδάζει, ἃ πάντα δυνατὸν ἐπὶ τοῦ παρόντος ἐκλαβεῖν. σημαίνει δὲ καὶ τὸ ἡσυχάζει, ἢ σκευωρεῖται, ἢ στραγγεύεται, ὅ ἐστι σκολίως διάκειται· πρὸς τούτοις καὶ ταυτολογεῖ καὶ φλυαρεῖ· πολύσημος γὰρ ἡ λέξις ἥδε.

`R.522c`

οἷον τοῦτο τὸ κοινόν. αʹ μάθημα. ἀριθμητική.

`R.523a`

δείκνυμι κτλ. τίνα ἔστι τὰ νοητὰ καὶ τίνα τὰ αἰσθητὰ ἐφʼ ἑκατέρων;

τὰ μέν κτλ. τὰ αἰσθητά.

`R.523b`

τὰ δέ κτλ. τὰ ἐν τῇ διανοίᾳ.

οὐ πάνυ. ἀντὶ τοῦ οὐδαμῶς.

τὰ μὲν οὐ παρακαλοῦντα κτλ. τὰ αἰσθητὰ κρίνεται πράγματα

`R.523b,c1–R.523b,c1.6`

αἰσθήσει οὐ παρακαλεῖ τὴν νόησιν· οὐκ ἐκβαίνει εἰς ἐναντίαν αἴσθησιν· οἷον δάκτυλος τῶν τριῶν ὁμοίως ἕκαστος. συγκεχυμένον ὁρατόν.

`R.523b,c2–R.523b,c2.7`

νοήσει παρακαλεῖ· ἐκβαίνει καὶ ἅμα τοῖς ἐναντίοις ἐμπίπτει εἰς αὐτήν· μέγεθος καὶ σμικρότης αὐτῶν καὶ ἀριθμὸς καὶ τάξις· διωρισμένον νοητόν.

`R.525b`

τί μήν; κατάφασιν δηλοῖ, ἀντὶ τοῦ πῶς γὰρ οὔ; διὰ τί γὰρ οὔ;

`R.525d`

τοῦτό γε. τὸ περὶ λογισμοὺς μάθημα.

ἀναγκάζει. τὸ μάθημα.

τοὺς ... δεινούς. τοὺς ἀριθμητικούς.

αὐτὸ τὸ ἕν. τὴν μονάδα τὴν παρὰ τοῖς μαθηματικοῖς.

`R.525e`

κερματίζῃς. κατατέμνῃς.

`R.526b`

ὀξεῖς. οἷος ἦν Θεαίτητος.

`R.526c`

μείζω πόνον κτλ. ἴσως τοῦτο βούλεται λέγειν ὁ Πλάτων, ὅτι τῶν μετὰ πολλοῦ πόνου κατορθουμένων τεχνῶν οὐκ ἔστιν οὐδεμία τοιαύτη εὔκολος ὡς ἡ ἀριθμητική.

δεύτερον δέ κτλ. βʹ μάθημα, γεωμετρία.

`R.527a`

ὡς γὰρ πράττοντες κτλ. ὅτι τὸ χρήσιμον τῆς γεωμετρίας οὐ πράξεως ἕνεκα ἀλλὰ γνώσεως, καὶ ταύτης οὐ τῶν αἰσθητῶν, ἀλλὰ τῶν ἀεὶ ὄντων, καὶ αὐτῆς τῆς τʼ ἀγαθοῦ ἰδέας.

`R.527b`

οὐ δέον. ἀντὶ τοῦ οὐ δεόντως, Ἀττικῶς.

`R.527c`

ὅλῳ καὶ παντί. παροιμία ἐπὶ τῶν πάντῃ διαφερόντων· καὶ ἡ αἰτία εἴρηται.

`R.527d`

τί δέ; τρίτον. γʹ μάθημα. ἀστρονομία.

ἡδύς. εὐήθης· ἐκάλουν δὲ οὕτω καὶ τοὺς ὑπομώρους.

ἑκάστου. ἑκάστου ἀνδρὸς τοῦ μανθάνοντος.

`R.528a`

τὸ ἑξῆς. τὸ τῆς ἀστρονομίας.

ἐπίπεδον ... ἐν περιφορᾷ ὂν ... στερεόν. ἐπίπεδον, τὴν γεωμετρίαν φησίν, στερεὸν δὲ ἐν περιφορᾷ ὄν, τὴν ἀστρονομίαν.

`R.528b`

καθʼ αὑτό τὸ στερεομετρικόν. δευτέραν " " " γεωμετρίαν. τρίτην " " " στερεομετρίαν. τοῦτο " " " τὸ διχῇ διάστατον, τὸ ἐπίπεδον. καὶ τὸ βάθους " " " τὸ τριχῇ διάστατον, σῶμα.

δοκεῖ οὔπω κτλ. ὅτι στερεομετρία οὔπω εὕρηται.

`R.528c`

κολουόμενα. ἐμποδιζόμενα ὡς νῦν, ἢ ἐλαττούμενα.

χάριτος. τέρψεως.

`R.528d`

ἀστρονομίαν. περὶ ἀστρονομίας.

γελοίως ἔχει. διὰ τὴν τῶν ζητούντων ὀλιγωρίαν.

`R.529c`

δίκην. νῦν τιμωρίαν.

`R.529e`

Δαιδάλου. Δαίδαλος ὁ Εὐπαλάμου καὶ Φρασιμήδης, ἀγαλματοποιὸς ἄριστος.

`R.530a`

τῷ ὄντι δή κτλ. ὁ τῷ ὄντι, φησίν, ἀστρονομικὸς τὸν μὲν ὁρώμενον οὐρανὸν βλέπει τε καὶ θαυμάζει διὰ τῆς εὐτάκτου κινήσεως τὸν δημιουργόν, ἄτοπον δὲ ἡγήσαιτο ἐξονυχίζειν καὶ λιπαρῶς τοῖς φαινομένοις κεχηνέναι καὶ παντὶ τρόπῳ ζητεῖν τὰς κινήσεις αὐτῶν λεπτομερῶς.

`R.530d`

ἀντίστροφον αὐτοῦ. περὶ μουσικῆς, ἥ ἐστιν ἀντίστροφος ἀστρονομίας· ἡ μὲν γὰρ ὄψει, ἡ δὲ ἀκοῇ πέπηγεν. λέγει δʼ οὐ τὴν τοῦ ἀλόγου ἐπιμέλειαν, ἀλλὰ τὴν κατὰ Πυθαγόραν ἐν λόγῳ καὶ θεωρήματι.

`R.530e`

οἷ. ὅπου.

ἀφήκειν. ἀφικέσθαι.

`R.531b`

κολλόπων. κολλόπων· κολάβων. οὕτω δὲ λέγονται τὰ τῶν χορδῶν ἐπιτόνια, περὶ ἃ εἱλοῦνται αὗται. τὸ γὰρ νωτιαῖον τοῦ τραχήλου τοῦ βοὸς μέρος κόλλοψ καλεῖται, διὰ τὸ εἰς κόλλαν εὐθετεῖν.

`R.531d`

τοῦ προοιμίου κτλ. γʹ. περὶ τοῦ νόμου τοῦ κατὰ τὴν διαλεκτικὴν δύναμιν καὶ ὅτι τούτῳ προσέοικεν ἡ ἡμετέρα φύσις παιδείας τε πέρι καὶ ἀπαιδευσίας.

`R.532a`

ἐλέγομεν. ὅτε ἀνωτέρω ἐκ τοῦ σπηλαίου ἀνῆγε τὸν λυθέντα δεσμώτην ἵνα τὸ φῶς ἴδῃ καὶ τὸν ἥλιον αὐτὸν ὕστερον.

τῷ διαλέγεσθαι ἐπιχειρῇ.

`R.532a,c1–R.532a,c1.3`

μάθημα ἕξις διαλεκτική τἀγαθόν

`R.532a,c2–R.532a,c2.3`

ὄψις ἥλιος

`R.532b c,c1`

κόσμος εἰκασία γένεσις μαθηματικά νοητά

`R.532b c,c2`

σπήλαιον σκιαί εἴδωλα ἐν ὕδασι φαντασία φῶς

`R.532d`

λέγε οὖν κτλ. τῶν παιδευτικῶν νόμων θʹ, ἡ περὶ διαλεκτικῆς.

`R.533c`

διαλεκτική. διαλεκτικὴν τὴν διακριτικὴν τῆς πραγματικῆς, οὐ τὴν νῦν λεγομένην.

`R.533d`

δέονται δέ κτλ. ὅτι τὰς μαθηματικὰς μεθόδους οὐκ ἀξιοῖ ἐπιστήμας καλεῖν, ἀλλὰ μόνην τὴν ἀνυπόθετον.

`R.533e`

πρώτην τὴν τῶν νοητῶν. δευτέραν " " τὴν τῶν μαθηματικῶν. τρίτην " " τὴν τῶν φυσικῶν. τετάρτην " " τὴν τῶν τεχνικῶν.

`R.534a`

περὶ γένεσιν κτλ.

ΝΟΗΣΙΣ αʹ ἐπιστήμη

ΟΥΣΙΑ

βʹ διάνοια ΔΟΞΑ γʹ πίστις

ΓΕΝΕΣΙΣ

δʹ εἰκασία γεωμετρικὴ ἀναλογία σύνθεσις λόγου διαίρεσις λόγου

`R.534b`

τὸν λόγον ἑκάστου κτλ. τίς ὁ διαλεκτικός.

`R.534d`

ἐπικαταδαρθάνειν. ἐπικατακοιμίζεσθαι.

`R.534e`

θριγκός. περίφραγμα, στεφάνη, τειχίον, περίβολος.

`R.535a`

διανομὴ τοίνυν κτλ. ποίους δεῖ τοὺς ἄρχοντας εἶναι τοὺς φύλακας.

`R.535b`

δριμύτητα. ὀξύτητα, σφοδρότητα, θερμότητα, ταχυτῆτα.

`R.535c`

ἄρρατον. ἰσχυρόν, στερεόν, ἢ δυσκίνητον.

`R.536a`

οἱ δὲ ἄρχουσι. οἱ ἰδιῶται.

`R.536c`

προπεπηλακισμένην. ὑβρισμένην, ἠδικημένην, διασεσυρμένην, ἐξουθενημένην.

`R.536d`

Σόλωνι. τούτου γὰρ τὸ—

  
αἰεὶ γηράσκω πολλὰ διδασκόμενος.  

νέων δὲ πάντες κτλ. ὅτι νέων τὸ μανθάνειν καὶ οὐχ ὡς Σόλων φησὶ γερόντων.

`R.536e`

ψυχῇ δὲ βίαιον κτλ. ὅτι οὐ βίᾳ παραδοτέον τὰ μαθήματα ὡς τὰ τοῦ σώματος.

`R.537a`

εἰς ἀριθμόν. ὡς Ὅμηρος· «ἐν ἀνδρῶν ἵζει ἀριθμῷ.»

`R.538c`

μέλειν τὸ μηδέν. φροντίζειν κατὰ μηδέν.

`R.539b`

τὸ μὴ νέους ὄντας κτλ. ὅτι οὐ δεῖ νέους ὄντας ἐριστικῶν ἅπτεσθαι.

`R.539c`

ὁ δὲ δὴ πρεσβύτερος κτλ. χρηστομαθές  <span class="gap">…</span> παραίνεσις καὶ ὑποθήκη.

`R.539e`

ἀμέλει. τοιγαροῦν.

`R.540c`

τὰς ἀρχούσας. σημείωσαι τὰς ἀρχούσας γυναῖκας.

`R.541a`

τρόποισι. ἤθεσι.

`R.541b`

ἅδην. ἅλις ἢ εἰς κόρον, ἱκανῶς, ἀρκούντως.

`R.543a`

Εἶεν κτλ. τάδε ἔνεστιν ἐν τῷ ὀγδόῳ τῆς Πολιτείας· αʹ. διὰ τίνας αἰτίας, ὑπὸ τίνων αἱ πολιτεῖαι εἰς ἀλλήλας μεταβάλλουσιν. βʹ. περὶ τῆς φθορᾶς τῶν ἐπὶ γῆς ζῴων αἰνίττεται, οὗ ἀρχή· θείῳ μὲν γενητῷ περίοδος, ἣν ἀεὶ θεὸς περιλαμβάνει. γʹ. ὅτι τὴν μεταξὺ λύπης καὶ χαρᾶς διάθεσιν ἡδονὴν πολλοὶ καλοῦσι, κατʼ αὐτὴν τὴν ἀλυπίαν.

`R.544a`

ἀλλʼ οὖν δή κτλ. ἀνατρέχει μετὰ τὴν παρέκβασιν ἐπὶ τὰς ἡμαρτημένας πόλεις· εἰρήκει δʼ ὅτι μία μέν ἐστιν ἀρίστη ἀριστοκρατία, δʹ δὲ φαῦλαι, τιμαρχία, ὀλιγαρχία, δημοκρατία, τυραννίς· ὥστε καὶ ἀνθρώπων πέντε κατασκευαὶ ἠθῶν· ἐντεῦθεν γὰρ καὶ αἱ πόλεις ἐφελκυσάμεναι εἰσεδύσαντο· αἱ δʼ ἄλλαι πολιτεῖαι, αἵτινες καί εἰσι δυναστεῖαι καὶ ὠνηταί, μεταξὺ τούτων εἰσίν.

`R.544b`

ὥσπερ παλαιστής. ἔθος γὰρ τούτοις, ὅταν πέσωσιν ὁμοῦ, ὡς μηδένα ἐπιπεσεῖν τοῦ λοιποῦ, πάλιν ἐγερθέντας ἐφʼ ὁμοίῳ συμπλεκῆναι σχήματι, ὅπερ τὴν αὐτὴν εἶπε λαβήν.

`R.544c`

ἥ τε ὑπὸ κτλ. καὶ δευτέρα κτλ. ἥ τε ταύτῃ κτλ. καὶ ἡ γενναία κτλ.

ὑπὸ τῶν πολλῶν. ὅτι πολιτεῖαι ἐπαινεταὶ ἥ τε Κρητικὴ καὶ ἡ Λακωνική.

`R.544d`

καὶ ἀνθρώπων εἴδη. ὅτι τρόπων ἀνθρωπίνων εἴδη ὅσα καὶ πολιτειῶν.

ἐκ δρυός ποθεν ἢ ἐκ πέτρας. τὸ ἐν τῇ τʹ τῆς Ὀδυσσείας Ὁμήρου ὑπὸ Πηνελόπης ῥηθὲν Ὀδυσσεῖ ἀναγνωριζομένῳ αὐτῇ ἐνταῦθα ἐπὶ τῶν πολιτειῶν παρῳδεῖται. ἔστι δὲ τὸ—

  
οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.  
οἱ γὰρ παλαιοὶ ἐκ δρυῶν καὶ πετρῶν τοὺς πρὸ αὑτῶν γεννηθῆναι ὑπελάμβανον, διὰ τὸ τὰς τικτούσας εἰς στελέχη καὶ σπήλαια τὰ βρέφη ἐκτιθέναι, ἐπεὶ καὶ τὰς μίξεις κατὰ τὰς ἐρημίας ἐποιοῦντο οἱ πάλαι ἄνθρωποι, δρυῶν ἢ πετρῶν πλησίον.

`R.545c`

φέρε τοίνυν κτλ. αʹ. διὰ τίνας αἰτίας καὶ ὑπὸ τίνων αἱ πολιτεῖαι εἰς ἀλλήλας μεταβάλλουσιν.

`R.545d`

ὅτι πᾶσα πολιτεία κτλ. ὅτι αἱ μεταπτώσεις τῶν πολιτειῶν κατʼ αὐτοὺς τοὺς ἔχοντας τὰς ἀρχὰς γίγνονται.

`R.545e`

πρῶτον στάσις ἔμπεσε. πρωτοεμπε. δοῖς.

`R.546a`

ὧδέ πως κτλ. ιθ. περὶ μεταπτώσεως τῶν κατὰ τὸν ἄδικον.

τὸν ἅπαντα μενεῖ χρόνον. εἰ ὁ πᾶς χρόνος αἰῶνός ἐστι τοῦ παντὸς εἰκών· λέγεται γὰρ καὶ ὁ αἰὼν πᾶς. τὸ μὲν οὖν παράδειγμα τὸν ἅπαντα αἰῶνά ἐστι, μέτρον δὲ ὁ πᾶς αἰών, μέτρον ἄρα καὶ ὁ πᾶς χρόνος. ἀλλʼ ὁ μὲν τῆς τοῦ νοητοῦ ζωῆς μέτρον, ὁ δὲ τῆς τοῦδε τοῦ κόσμου ζωῆς, ὁ χρόνος. καὶ εἴη ἂν τῆς τῶν ἐν αὐτῷ πάντων ἀσωμάτων κινήσεων καὶ σωματικῶν πασῶν κοινῆς συναποκαταστάσεως μέτρον παντελές, ὃ δὴ πολλάκις συνελισσόμενον ποιεῖ τὸν ἄπειρον χρόνον.

ἐγγείοις. τὰ φυτὰ διέστησεν τῶν ζῴων οὐ τῷ αἰσθητικῷ περιπατητικῶς· οἶδε γὰρ καὶ φυτῶν αἴσθησιν· ἀλλὰ τῷ μονίμῳ, τοῦτʼ ἐστὶ τῷ ἐγγείῳ, ὡς κατερριζωμένῳ ἐν γῇ, τὰ δὲ τῷ πορευτικῷ, ὅ ἐστι τῷ ἐπιγείῳ, ὡς φερομένῳ ἐπὶ γῆς.

`R.546b`

ἀλλὰ πάρεισιν αὐτούς κτλ. σπα.

θείῳ ... γεννητῷ. θεῖον γενητὸν οὐ τὸν ὅλον φησὶ κόσμον, εἰ καὶ προηγουμένως τοῦτον, οὔτε τὸν οὐρανὸν μόνον οὔτε τὸ ὑπὸ σελήνην, ἀλλὰ πᾶν τὸ ἀεικίνητον καὶ περιφερόμενον, εἴτʼ ἐν οὐρανῷ εἴθʼ ὑπὸ σελήνην, ὡς μὲν σωματικὸν γενητὸν καλούμενον· οὐδὲν γὰρ σῶμα αὐθυπόστατον· ὡς δʼ ἀεικίνητον, θεῖον· μιμεῖται γὰρ τὰ θειότατα τῶν ὄντων ἄγρυπνον ἔχοντα ζωήν. τὸν τέλειον δὲ ἀριθμὸν οὐ μόνον χρὴ νοεῖν ἐπὶ δακτύλων τιθέντας· οὗτος γάρ ἐστιν ἀριθμητὸν μᾶλλον ἢ ἀριθμός, καὶ τελειούμενος καὶ οὐδέποτε τέλειος ἀεὶ γινόμενος· ἀλλὰ τὴν αἰτίαν τούτου νοερὰν μὲν οὖσαν, περιέχουσαν δὲ τὸν πεπερασμένον ὅρον τῆς τοῦ κόσμου πάσης περιόδου.

`R.546c`

προμήκη δέ.

`R.547b`

στάσεως, ἦν δʼ ἐγώ. περὶ τῆς ἀπʼ ἀριστοκρατίας εἰς τιμαρχίαν μεταβολῆς.

`R.547d`

οὐκοῦν τῷ μέν κτλ. ἀριστοκρατίας ἴδια.

`R.547e`

τῷ δέ γε κτλ. ὀλιγαρχίας ἴδια.

`R.548c`

μέμεικται γάρ κτλ. τιμαρχίας ἴδιον.

`R.548d`

τίς οὖν ὁ κατά κτλ. τίς καὶ ποῖος ὁ τιμοκρατικὸς ἀνήρ.

`R.549c`

γίγνεται δέ κτλ. πῶς ὁ τιμοκρατικὸς γίνεται ἀνήρ.

`R.549e`

ὑμνεῖν. μέμφεσθαι, λοιδορεῖσθαι, κατʼ εὐφημισμόν· σημαίνει δὲ καὶ ὀδύρεσθαι.

`R.550a`

αὖ τοὺς τοῦ κτλ. ὁ γὰρ πατὴρ πλησιαίτατος, ὡς σύνοικος.

`R.550b`

τῷ μέσῳ. τῷ ἐν τῇ ἑαυτοῦ ψυχῇ.

`R.550c`

οὐκοῦν μετὰ τοῦτο κτλ. περὶ ὀλιγαρχίας.

τὴν ἀπὸ τιμημάτων.

ὅτι ἐκ τοῦ φιλοτίμου φιλόπολις γίνεται, ἀπὸ τιμημάτων οὐσῶν τῶν ἀρχῶν, ὡς Ῥωμαῖοι. ἡ τῶν Ἀθηναίων πόλις εἰς μεγάλα μέρη διῃρεῖτο τέτταρα, ταῦτα δὲ πολιτικὰ τιμήματα ἐκάλουν, ἅπερ ἦν πεντακοσιομεδίμνων, ἱππέων, ζευγιτῶν, θητικῶν· οἱ μὲν ὑπὲρ τοῦ φʹ μέτρα ξηρὰ καὶ ὑγρὰ ποιεῖν κληθέντες ἀνήλισκον εἰς τὸ δημόσιον τάλαντον· οἱ δὲ τὴν ἱππάδα τελοῦντες ἐκ μὲν τοῦ δύνασθαι τρέφειν ἵππους κεκλῆσθαι δοκοῦσιν, ἐποίουν δὲ μέτρα τʹ, ἀνήλισκον δὲ ἡμιτάλαντον· οἱ δὲ τὸ ζευγίσιον τελοῦντες ἀπὸ σʹ μέτρων διελέγοντο, ἀνήλισκον δὲ μνᾶς ιʹ· οἱ δὲ τὸ θητικὸν οὐδεμίαν ἀρχὴν ἦρχον οὐδὲ ἀνήλισκον.

`R.550d`

οὐκοῦν ὡς μεταβαίνει κτλ. περὶ τῆς ἀπὸ τιμαρχίας εἰς ὀλιγαρχίαν μεταβολῆς.

`R.551a`

φιλοχρηματισταί. φιλοχρηματισταὶ οἱ φιλοῦντες πορίζειν χρήματα, φιλοχρήματοι δὲ οἱ φιλοῦντες χρήματα.

`R.551b`

ἀλλὰ τίς δή κτλ. τίς ὁ τῆς ὀλιγαρχίας τρόπος, ποῖά τε τὰ ταύτης ἁμαρτήματα.

`R.551c`

πρῶτον μέν κτλ.

`R.551d`

τί δέ; τόδε κτλ.

ἀλλὰ μήν κτλ.

`R.551e`

τί δέ; ὃ πάλαι κτλ.

`R.552a`

τὸ ἐξεῖναι κτλ.

`R.552c`

κηφήν. εἶδος μελίσσης ἀκέντρου ὃ κατεσθίει τὸ μέλι μόνον, ἀργὸν δέ· ἀφʼ οὗ καὶ τοὺς μηδὲν δυναμένους δρᾶν οὕτω φασίν.

ἐνίους. τοὺς ἐν τῇ ὀλιγαρχίᾳ δυναστάς.

`R.553a`

ἆρʼ οὖν ὧδε κτλ. πῶς ὁ τιμοκρατικὸς εἰς ὀλιγαρχικὸν μεταβάλλει.

`R.553c`

γλίσχρως. πάνυ ῥυπαρῶς καὶ μετὰ φειδωλίας.

ἆρʼ οὐκ οἴει ... εἰς κτλ. ὅτι τὸ θυμοειδὲς ἐν τῷ τιμοκρατικῷ ἄρχει, ἐν δὲ τῷ ὀλιγαρχικῷ τὸ ἐπιθυμητικὸν καὶ φιλοχρήματον.

τιάρας. τιάρα ἐστὶν ἡ λεγομένη κυρβασία. ἔστι δὲ κόσμος ἐπικεφάλαιος ᾗ οἱ Περσῶν βασιλεῖς μόνοι ὀρθῇ ἐχρῶντο, οἱ δὲ στρατηγοὶ κεκλιμένῃ. Ἡρόδοτος δὲ ἀρσενικῶς τὸν τιάραν φησί. τινὲς δὲ καὶ κίταριν λέγουσι τὸ αὐτό· Θεόφραστος δʼ ἐν τῷ περὶ βασιλείας Κυπρίων εἶναι λέγει τὴν κίταριν.

στρεπτοὺς καὶ ἀκινάκας. ὅρμους περὶ τὸν τράχηλον ἢ τὰς χεῖρας, οὓς καὶ «στεφάνους χειρῶν» λέγει Ἴων ἐν Φρουροῖς ἀκινάκαι δὲ Περσικόν τι ξίφος, ἢ δόρυ μικρὸν Περσικόν.

`R.553e`

ἆρʼ οὖν οὗτος κτλ. σημείωσαι ὅτι ὁ φιλοχρήματος ὀλιγαρχικός.

`R.554a`

αὐχμηρός. στυγνός, σκοτεινός.

`R.554b`

τυφλόν. τὸν Πλοῦτον, οἶμαι, φησί.

`R.554d`

οὐ πείθων. ἑαυτὸν δῆλον ὅτι, οὐδὲ ῥυθμίζων τὰ τῆς ψυχῆς αὑτοῦ μόρια, καὶ διὰ τὸ ἄμεινον ἐπιτηδεύων τὴν ἀρετήν.

`R.555b`

δημοκρατίαν δή κτλ. περὶ δημοκρατίας.

οὐκοῦν, ἦν δʼ ἐγώ, κτλ. περὶ τῆς ἀπὸ ὀλιγαρχίας εἰς δημοκρατίαν μεταβολῆς.

`R.555d`

ἐπιεικῶς. τὸ ἐπιεικῶς ἐπίρρημα σημαίνει τὸ πάνυ, ἔτι δὲ τὸ παραδόξως, τὸ παρʼ ἐλπίδα, τὸ μετʼ ἐπιεικείας, καὶ τὸ μετρίως καὶ ἱκανῶς.

`R.556a`

οὔτε γʼ ἐκείνῃ. οὔτε διδάσκοντες λόγῳ, φησί, τοὺς νέους εἴργουσιν ἀκολασταίνειν, οὔτε βίᾳ κολάζοντες.

`R.556c`

θεωρίας. ἑορτάς, ἀπὸ τῆς εἰς θέαν συνδρομῆς τῶν ἐν αὐταῖς τελουμένων παρηλλαγμένως τοῖς κατὰ τὸν ἄλλον τοῦ βίου χρόνον γιγνομένοις λεγομένας οὕτως.

`R.556d`

οἴει αὐτὸν οὐχ κτλ. τὸν πένητα, οἶμαι.

`R.557c`

οὕτω καὶ αὕτη κτλ. ὅτι πάντα τὰ γένη τῶν πολιτειῶν ἐν δημοκρατίᾳ.

`R.558b`

ὡς μεγαλοπρεπῶς κτλ. ἡ καταφρόνησις τῶν ἀγαθῶν ἀνδρῶν.

`R.558c`

ἄθρει κτλ. τίς ὁ δημοκρατικὸς ἀνήρ.

`R.558d`

χρηματιστικαί. χρημάτων ποριστικαί.

βούλει οὖν κτλ.

τῶν ἐπιθυμιῶν αἱ μὲν ἀναγκαῖαι

  
αἱ δὲ οὐκ ἀναγκαῖαι  
  
ὠφέλιμοι  
  
οὐκ ὠφέλιμοι  
  
αἱ μὲν οὐδὲν ἀγαθὸν δρῶσιν  
  
αἱ δὲ κακὸν πᾶν  

`R.559d`

αἴθωσι. ὀξέσι τὴν ὁρμήν.

`R.560c`

Λωτοφάγους.

τοὺς ψευδεῖς καὶ ἀλαζόνας λόγους καὶ δόξας, δῆλον ὅτι ἀλληγορικῶς. ὁ λῶτος δένδρον ἐστὶν ἐν Λιβύῃ κατὰ τὴν Μέμφιν φυόμενον, εὐμέγεθες, ἡλίκον ἄπιος ἢ μικρῷ ἔλαττον· φύλλον δὲ ἐντομὰς ἔχον καὶ πρινῶδες· τὸ δὲ ξύλον μέλαν. γένη δὲ αὐτοῦ πλείω, διαφορὰς ἔχοντα τοῖς καρποῖς. ὁ δὲ καρπὸς ὥσπερ κύαμος· πεπαίνεται δὲ ὥσπερ οἱ βότρυες μεταβάλλον τὰς χρόας. φύεται δὲ καθὰ τὰ μύρτα παράλληλα πυκνὸς ἐν τοῖς βλαστοῖς. ἐσθιόμενος δὲ ἐν τοῖς Λωτοφάγοις καλουμένοις γλυκύς ἐστι καὶ ἡδὺς καὶ ἀσινής, καὶ ἔτι πρὸς τὴν κοιλίαν ἀγαθός· ἡδίων δʼ ὁ ἀπύρηνος. ποιοῦσι δὲ καὶ οἶνον ἐξ αὐτοῦ. τὸ δένδρον δὲ καὶ πολύκαρπον, καὶ παρὰ τὴν Λωτοφαγίδα νῆσον, ἀπέχουσαν τῆς χώρας μικρὸν ὡσαύτως.

`R.560d`

καὶ τὴν μὲν αἰδῶ κτλ.

`R.560d,c1–R.560d,c1.4`

αἰδώς σωφροσύνη μετριότης κοσμιότης

`R.560d,c2–R.560d,c2.4`

ἠλιθιότης ἀνανδρία ἀγροικία ἀνελευθερία

`R.560e`

ὕβριν μέν κτλ.

`R.560e,c1–R.560e,c1.4`

ὕβρις ἀναρχία ἀσωτία ἀναίδεια

`R.560e,c2–R.560e,c2.4`

εὐπαιδευσία ἐλευθερία μεγαλοπρέπεια ἀνδρεία

`R.561a`

ἐκβακχευθῇ. ἐκμανῇ.

`R.562a`

ἡ καλλίστη δή κτλ. περὶ τυραννίδος.

φέρε δή κτλ. περὶ τῆς ἐκ δημοκρατίας εἰς τυραννίδα μεταβολῆς.

`R.562b`

ἡ πλούτου τοίνυν κτλ. ὅτι ἡ μεταβολὴ ἐξ ἀπληστίας τοῦ ἐν ἑκάστῳ δοκοῦντος ἀγαθοῦ εἶναι· οἷον ἐξ ἀπληστίας πλούτου ἡ ὀλιγαρχία γίνεται δημοκρατία, οὕτως ἐξ ἀπληστίας ἐλευθερίας τυραννίς.

`R.562b,c1–R.562b,c1.2`

ὀλιγαρχία δημοκρατία

`R.562b,c2–R.562b,c2.2`

πλοῦτος ἐλευθερία

`R.562b,c3–R.562b,c3.1`

ἀγαθά

`R.562e`

μέτοικον. μέτοικός ἐστιν ὁ ἐνοικῶν ξένος πᾶς ἐν τῇ πόλει, καὶ τελῶν ἕκαστος ἀνὰ δραχμὰς ιβʹ τοῦ ἐνιαυτοῦ εἰς τὸ δημόσιον καὶ τριώβολον τῷ γραμματεῖ.

`R.563a`

εὐτραπελίας. εὐτραπελία ἐστὶν ἕξις τις ἐν μεσότητι θεωρουμένη βωμολοχίας καὶ ἀγροικίας· ἔστι δὲ περὶ σκώμματα ἣ τὸν ἔχοντα παρέχεται δύνασθαί τε σκῶψαι ἐμμελῶς ἢ ὑπομένειν σκωπτόμενον. βωμολοχία δὲ ἡ πάντα καὶ πάντας οἰομένη δεῖν σκώπτειν· ἀγροικία δὲ ἡ μήτε σκώπτειν μήτε σκωφθῆναι βουλομένη, ὀργιζομένη δὲ ἐπʼ ἀμφοῖν.

χαριεντισμοῦ. χαριεντισμός ἐστι σκῶμμα μετὰ τέρψεως καὶ χάριτός τινος.

`R.563c`

ἐνταῦθα. ἐν τῇ ἀκράτῳ ἐλευθερίᾳ.

αἵ τε κύνες κτλ.

σημείωσαι τὴν παροιμίαν, αἱ κύνες οἷαί περ αἱ δέσποιναι, ἐπὶ τῶν ὁμοιουμένων πάντων ἀρχομένων τοῖς αὐτῶν ἄρχουσι. ἔστι δὲ ἡ ὅλη—

  
οἵα περ ἡ δέσποινα, τοία χʼ ἡ κύων.  

`R.563d`

οὐδὲ τῶν νόμων φροντίζουσιν. ὅτι ἡ ἄγαν ἐλευθερία οὐδὲ νόμου δεσπότου ἀνέχεται.

`R.563e`

τὸ ἄγαν τι ποιεῖν κτλ. ὅτι τὸ ἄγαν τι ποιεῖν μεγάλην φιλεῖ εἰς τοὐναντίον μεταβολὴν ἀνταποδιδόναι.

`R.564b`

τὸ μὲν ἀνδρειότατον κτλ. δύο κηφήνων εἴδη φησὶν ἐν ταῖς πολιτείαις, ἀργῶν καὶ δαπανηρῶν ἀνδρῶν, τὸ μὲν ἀνδρεῖον καὶ κεκεντρωμένον, οἷον χολὴ ἐν σώματι, τὸ δʼ ἄκεντρον οἷον φλέγμα. οὗτοι δριμύτεροί εἰσιν ἐν δημοκρατίᾳ, ὡς ἂν καὶ ἄρχειν εἰθισμένοι.

`R.564d`

ἓν μὲν γάρ που κτλ.

`R.564e`

ἄλλο τοίνυν.

`R.565a`

δῆμος δʼ κτλ.

τὰ ἐν δημοκρατίᾳ τρία εἴδη τὸ προεστὸς αὐτῆς καὶ περὶ τὸ βῆμα προσίζον τὸ τῶν πλουσίων καὶ κοσμίων ὅ ἐστι κηφήνων βοτάνη τὸ δημῶδες ὑπὸ τῶν προεστώτων ὑποποιούμενον διὰ τῆς τῶν πλουσίων τοῦ πλούτου διανομῆς

βλίττει. ἀφαιρεῖ τὸ μέλι ἀπὸ τῶν κηρίων.

`R.565c`

εἰσαγγελίαι. εἰσαγγελία ἐστὶ κυρίως ἡ περὶ καινῶν καὶ δημοσίων ἀδικημάτων εἰσαγομένη δίκη ὑπὸ τῶν πρυτάνεων, περὶ ὧν διαρρήδην μὲν οὐδὲν λέγουσιν οἱ νόμοι, συγχωροῦσι δὲ κρίσεις γίγνεσθαι. καὶ τοῦτό ἐστιν οἷον τὸ ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς μελετώμενον, τὸ τῶν ἀγράφων ἀδικημάτων.

`R.565d`

ἢ δῆλον ὅτι κτλ. πῶς ἐκ προστάτου γίνεται τύραννος.

τῷ ἐν τῷ μύθῳ κτλ. τὸν μῦθον σημείωσαι περὶ τῆς ἐν Ἀρκάσιν ἀνθρωποθυσίας.

`R.566b`

τὸ δὴ τυραννικόν κτλ. τοῦτο Πεισιστράτου. Ἀθηναῖος γὰρ οὗτος ὤν, ἐπιβουλεύων τυραννίδι κατὰ τῶν πολιτῶν, πολλαῖς καὶ χαλεπαῖς πληγαῖς ἑαυτὸν κατατρώσας, ἐνεδείξατο τοῖς Ἕλλησιν ὡς ὑπὸ τῶν ἐχθρῶν ταύτας πάθοι, καὶ ᾔτησεν φύλακας τοῦ ἑαυτοῦ σώματος, καὶ ἔλαβε τριακοσίους δορυφόρους ἐκ τῆς πόλεως, οὓς εἰσοικισάμενος καὶ θεραπεύσας ἐτυράννησεν Ἀθηναίων.

`R.566c`

πολυψήφιδα κτλ. Κροῖσος υἱὸς Ἀλυάττου, Λυδὸς γένος, βασιλεὺς τῶν ἐντὸς Ἅλυος ποταμοῦ, ὃς περὶ τῆς ἀρχῆς, εἰ πολυχρόνιος ἔσται, χρηστηριαζόμενος, ἀνεῖλεν ὁ Ἀπόλλων χρησμὸν τοιοῦτον αὐτῷ—

  
ἀλλʼ ὅτʼ ἂν ἡμίονος βασιλεὺς Μήδοισι γένηται,  
  
καὶ τότε, Λυδὲ πόδαβρε πολυμελαμψηφίδα παρʼ Ἕρμον  
  
φεύγειν, μὴ δὲ μένειν, μηδʼ αἰδεῖσθαι κακὸς εἶναι.  
καὶ οὗτος μὲν ὁ ὅλος χρησμός· ἡμίονον δὲ τὸν Κῦρόν φησιν, ἐπείπερ Ἀρυήνης τῆς Ἀλυάττου θυγατρός, Λυδῆς οὔσης αὐτῆς, καὶ Ἀστυάγους τοῦ Μηδῶν βασιλέως Μανδάνη γίγνεται παῖς, ταύτης δὲ καὶ Καμβύσου, Πέρσου τινός, ὁ Κῦρος υἱός, ὁ καθελὼν Κροῖσον τε καὶ δὴ καὶ αὐτὴν τὴν βασιλείαν Λυδῶν.

`R.566d`

μέλλει. ἔοικεν, φαίνεται, δοκεῖ, ὡς νῦν. παρὰ δὲ Σοφοκλεῖ ἐν Τρωΐλῳ, μένει.

οὐ ταῖς μὲν πρώταις κτλ. ὁποῖος ὁ τύραννός ἐστι κατʼ ἀρχάς.

`R.567a`

ἐνδοὺς ... ἕτοιμον μᾶλλον. ἔν τισι δος. τὸ μᾶλλον αὐξητικόν.

`R.568a`

οὐκ ἐτός. ὁτὲ μὲν οὐ μάτην, ὁτὲ δʼ οὐκ ἀλόγως· παρὰ τὸ ἐτώσιον, ὅ ἐστι τὸ μάταιον, οἱ δὲ οὐκ εἰκότως.

`R.568b`

σοφοὶ τύραννοι κτλ. τοῦτο Σοφοκλέους ἐστὶν ἐξ Αἴαντος τοῦ Λοκροῦ. ἐνταῦθα δὲ Εὐριπίδου λέγεται τὸ ἰάμβιον εἶναι, καὶ θαυμαστὸν οὐδὲν εἰ συμπίπτοιεν ἀλλήλοις οἱ ποιηταί.

`R.568c`

καλὰς φωνάς. τὰς τῶν ὑποκριτῶν.

`R.571a`

Αὐτὸς δὴ λοιπός κτλ. περὶ τῆς ἀπὸ δημοκρατικοῦ εἰς τυραννικὸν ἄνδρα μεταβολῆς.

`R.572e`

βοηθοῦντά τε. τὸ τίθει ἀπὸ κοινοῦ.

ἔρωτά τινα κτλ. ἀπὸ κοινοῦ τὸ τίθει μηχανωμένους αὐτῷ ἔρωτα, ὅταν ἐλπίσωσι μὴ ἄλλως τὸν νέον, ὑπόπτερον ὄντα κηφῆνα καὶ μέγαν, καθέξειν.

`R.573d`

σὺ καὶ ἐμοὶ ἐρεῖς. παροιμία· σὺ καὶ ἐμοὶ ἐρεῖς· ἡνίκα τις ἐρωτηθείς τι ὑπὸ γινώσκοντος τὸ ἐρωτηθέν, αὐτὸς ἀγνοῶν, οὕτως ἀποκρίνηται· «σὺ καὶ ἐμοὶ ἐρεῖς».

κῶμοι. ᾠδαὶ ἢ ὀρχήσεις μετὰ μέθης.

`R.574c`

πληγαῖς. σημείωσαι τὴν σύνταξιν, «πρεσβύτην πατέρα πληγαῖς τε δοῦναι».

`R.574d`

νεωκορήσει. ἀντὶ τοῦ ἱεροσυλήσει, ὡς νῦν. παρὰ δὲ τοῖς πολλοῖς τὸ κοσμήσει τὸν ναόν· κορεῖν γὰρ σημαίνει τὸ κοσμεῖν.

τὰς δικαίας. αἱ κακαὶ ἐπιθυμίαι.

δορυφοροῦσαι. δικαίων δοξῶν αἱ κακαὶ φαντασίαι.

`R.574e`

ὑπὸ Ἔρωτος. κακοῦ ἔρωτος.

ὀλιγάκις. ὅτε εἴδωλα κακὰ ἐν τῇ φαντασίᾳ ἀνέπλαττεν.

`R.575c`

ἵκταρ. ἴκταρ σημαίνει ταῦτα, τὸ ἐγγύς, ἀπὸ τοῦ ἱκνεῖσθαι, τὸ πρόσφατον, τὸ ἄρτι, τὸ ταχέως, τὸ πυκνῶς, τὸ ἐξαπίνης, καὶ παροιμία οὐδʼ ἴκταρ ἥκει, ὥσπερ καὶ τὸ οὐδʼ ἴκταρ βάλλει τοῦτʼ ἔστιν οὐδὲ ἐγγύς ἐστιν. εἴρηται δὲ κατὰ γλῶτταν, ὥσπερ τὸ διωλύγιον κακὸν σημαίνει τὸ μέγα, οὗ μνημονεύει Πλάτων ἐν τῷ Θεαιτήτῳ.

`R.575d`

μητρίδα. σημείωσαι ὅτι τὴν πατρίδα Κρῆτες μητρίδα φασίν.

`R.576c`

πολλά. ἀντὶ τοῦ ψεύδη· τὸ γὰρ ψεῦδος πολυχοῦν, «ἁπλοῦς δʼ ὁ μῦθος τῆς ἀληθείας ἔφυ».

`R.577e`

ὡς περὶ ὅλης εἰπεῖν κτλ. τὸ γὰρ λογιστικὸν τῆς τοῦ τυράννου ψυχῆς, ὑπὸ θυμοῦ ἢ ἐπιθυμίας κρατούμενον, οὐ ποιεῖ ἃ βούλεται καθαυτό, ὥστε κʼ ἂν κατὰ τὰ χείρονα μέρη ποιεῖ ἃ βούλεται ἡ ψυχή, ἀλλὰ κατὰ κρεῖττον μὴ ποιοῦσα αὐτῆς διὰ τοῦτο λέγεται, ἥκιστα ποιήσει ἃ ἂν βουληθῇ ὡς περὶ ὅλης εἰπεῖν τῆς ψυχῆς· καὶ γὰρ οὐχ ὅλη τότε ποιεῖ.

`R.582a`

καλῶς κριθήσεσθαι.

τὰ κριτήρια ἐμπειρία φρόνησις λόγος

σκόπει δή κτλ.

`R.582d`

καὶ μὴν μετά γε κτλ.

διὰ λόγων που κτλ.

`R.583b`

τὸ δὲ τρίτον ὀλυμπικῶς. ἐκ μεταφορᾶς εἴρηται τοῦ ἐν ταῖς συνουσίαις ἔθους. Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι. ἐκιρνῶντο γὰρ ἐν αὐταῖς κρατῆρες τρεῖς, καὶ τὸν μὲν πρῶτον Διὸς Ὀλυμπίου καὶ θεῶν Ὀλυμπίων ἔλεγον, τὸν δὲ δεύτερον ἡρώων, τὸν δὲ τρίτον Σωτῆρος, ὡς ἐνταῦθά τε, καὶ δὴ ἐν Φιλήβῳ. ἔλεγον δὲ αὐτὸν καὶ τέλειον, ὡς Εὐριπίδης Ἀνδρομέδᾳ καὶ Ἀριστοφάνης ἐν Τηγανισταῖς.

`R.584d`

νομίζεις τι, εἶπον, κτλ.

ἄνω ἡδονή μέσον ἄλυπον κάτω λύπη

`R.586c`

Στησίχορος. σημείωσαι τί περὶ Στησιχόρου λέγεται καὶ τοῦ τῆς Ἑλένης εἰδώλου.

`R.587c`

ἀπὸ τοῦ ὀλιγαρχικοῦ κτλ.

βασιλικός αʹ

τιμοκρατικός βʹ ὀλιγαρχικός γʹ δημοκρατικός θʹ τυραννος ϛʹ

`R.587d`

τριπλασίου ἄρα κτλ. εἰλήφθω κατὰ τὴν μονάδα αὐτὴν ὁ βασιλικός, κατὰ δὲ τὸν γʹ ὁ ὀλιγαρχικός, τῆς μονάδος πολλαπλασιασθείσης ἐπʼ αὐτόν, κατὰ τὸν θʹ δὲ ὁ τυραννικός, τοῦ γʹ γεγονότος ἐφʼ ἑαυτόν. τοῦ τριπλασίου ἄρα τῆς μονάδος τοῦ γʹ, τοῦτʼ ἐστὶ τοῦ ὀλιγαρχικοῦ τοῦ πρὸς τὸν βασιλικὸν ἀφεστῶτος τριπλάσιον, ὡσαύτως τριπλάσιον τῷ θʹ ἀριθμῷ ἀφέστηκεν ὁ τυραννικός. ἔστι δὲ οὗτος ἐπίπεδος ἀριθμὸς κατὰ τὸ μῆκος τὸν γʹ, τὸ πλάτος τὸν γʹ καὶ αὐτὸν ὄντα, πολλαπλασιασθείς. εἴδωλον δὲ τὸν τυραννικόν φησι τοῦ βασιλικοῦ τὸ ἔσχατον, δύναμιν δὲ τὸν γʹ καλεῖ, ὅτι δὴ καὶ ἡ μονὰς, καὶ αὐτὸς ὁ γʹ ἐφʼ ἑαυτόν, καὶ ὁ θʹ κατʼ αὐτὸν ἐπολλαπλασιάσθησαν, οὗ μὲν γʹ, οὗ δὲ θʹ, οὗ δὲ κζʹ ποιήσαντα. τρίτην δὲ αὔξην λέγει τὴν τοῦ θʹ ἐπὶ τὴν δύναμιν τὸν γʹ πολλαπλασίασιν, καὶ ποιήσασαν τὸν κζʹ, τὸ βάθος ἤτοι στερεὸν ἀριθμόν. δευτέρα γὰρ ἦν ἡ ἀπὸ τοῦ γʹ ἐφʼ ἑαυτὸν γενομένου, καὶ ποιήσαντος τὸν θʹ, τὸ πλάτος ἤτοι τὸν ἐπίπεδον· ὥσπερ ἡ τῆς μονάδος ἐπὶ τὸν γʹ πολλαπλασίασις πρώτη αὔξη τὲ ἦν καὶ τὸ μῆκος ἐποίει αὐτό. τελεωθεῖσαν δὲ πολλαπλασίωσιν τὴν τοῦ κζʹ ἐφʼ ἑαυτὸν γιγνομένην. αὕτη γὰρ ποιεῖ τὸν ψκθʹ.

`R.588c`

Χιμαίρας ... Σκύλλης ... Κερβέρου. ἡ Χίμαιρα τὸ εἰδός ἐστι—

  
πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα—  
τοῦτʼ ἐστὶν αἴξ—

  
δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο  
ἣν Ἡσίοδος μὲν Τυφῶνος καὶ Ἐχίδνης, Ὅμηρος δὲ τραφῆναι ὑπὸ Ἀμισωδάρου φασίν. Σκύλλα δὲ Κραταιΐδος καὶ Τυρρηνοῦ ἢ Φόρκου, πρόσωπον ἔχουσα καὶ στέρνα γυναικός, ἐκ λαγόνων δὲ κυνῶν κεφαλὰς ἓξ καὶ πόδας δώδεκα. ὁ δὲ Κέρβερος Ἅιδου μὲν κύων λέγεται εἶναι, εἶχε δὲ οὗτος τρεῖς μὲν κυνῶν κεφαλάς, οὐρὰν δὲ δράκοντος, κατὰ τοῦ νώτου δὲ παντοίων ὄφεων εἶχε κεφαλάς.

`R.590a`

Ἐριφύλη. Κάδμος ὁ Ἀγήνορος καὶ Τηλεφάσσης λαμβάνει μὲν γυναῖκα παρὰ Διὸς Ἁρμονίαν τὴν Ἄρεως καὶ Ἀφροδίτης, ὧν κατὰ τοὺς γάμους εὐωχοῦνται πάντες οἱ θεοί. Κάδμος δὲ παρὰ Ἡφαίστου πέπλον καὶ ὅρμον λαβὼν ἡφαιστότευκτον Ἁρμονίᾳ δῶρον γαμήλιον δίδωσιν. ὃς ὅρμος εἰς Πολυνείκην τὸν Κάδμου κατήχθη ἀπόγονον. οὗτος δὲ πρὸς Ἐτεοκλέα τὸν ἀδελφὸν περὶ τῆς Θηβῶν βασιλείας πόλεμον ἀράμενος ἄλλους τε πολλοὺς λαμβάνει συνεργούς, καὶ δὴ καὶ μάντιν ἄριστον, Ἀμφιάραον τὸν Ὀϊκλέους, πεισθέντα ὑπὸ τῆς γυναικὸς τῆς ἰδίας, Ἐριφύλης τῆς Ταλάου καὶ Λυσίππης, λαβούσης ἐπὶ τοῦτο δῶρον παρὰ Πολυνείκους τὸν ὅρμον· στρατευσάμενοι οὖν ἄλλοι μὲν ἄλλως ἀπώλοντο, Ἀμφιάραος δὲ φεύγων ἐποχούμενος ἅρματι παρὰ τὸν Ἰσμηνὸν κεραυνοῦται ποταμόν. καὶ διὰ τοῦτο λέγεται τὴν Ἐριφύλην ἐπὶ τῇ τοῦ ἀνδρὸς τὸν ὅρμον δέξασθαι ψυχῇ.

`R.595c`

τραγικῶν. τῶν συμφορᾶς μεστῶν· ἐπὶ τῶν τοιούτων γὰρ ταῖς τραγῳδίαις ἐχρῶντο.

ἦ που. ἴσως, σχεδόν· ἤπουγε δὲ πολλῷ πλέον.

`R.596d`

εἰ θέλεις λαβών κτλ. σημείωσαι τὸν σοφισματώδη δημιουργόν.

`R.597d`

δίκαιον γοῦν κτλ.

θεός φυτουργός κλινοποιός δημιουργός ζῳγράφος μιμητής.

`R.599d`

διὰ Λυκοῦργον. Λυκοῦργος Σπαρτιάτης ἢ Λακεδαιμόνιος γέγονε τῶν Τρωϊκῶν μετὰ ἔτη μθʹ. ἦν δὲ κατὰ Σιμωνίδην Πρυτάνιδος μὲν υἱός, Εὐνόμου δὲ ἀδελφός, καὶ θεῖος τοῦ Εὐνόμου υἱοῦ, Χαριλάου τοῦ βασιλεύσαντος τῆς Σπάρτης, ἧς ἦρξεν καὶ Λυκοῦργος αὐτὸς ἔτη ιηʹ, ὅτε καὶ τοὺς νόμους ἔγραψεν, ἐπιτροπεύων τὸν ἀδελφιδοῦν. κατὰ δὲ τοὺς πλείστους Προκλέους μὲν τοῦ Ἀριστοδήμου Σόος, οὗ Εὐρυτίων, οὗ Πρύτανις, οὗ Εὔνομος, οὗ Πολυδέκτης ἐκ προτέρας γυναικός, ἐκ δὲ Διωνάσσης ὑστέρας Λυκοῦργος, ὃν καὶ τοὺς νόμους ἐκ Κρήτης φασὶν μετενεγκεῖν εἰς Λακεδαίμονα.

`R.599e`

Χαρώνδαν. Χαρώνδας ἐκ Κατάνης, πόλεως Σικελίας, διάσημος νομοθέτης τῶν Ἀθήνησιν ἐλθόντων εἰς Θουρίους ἐποικῶν, φευγόντων δέ· τῷ πατρὶ συνακολουθήσας κατῴκησεν ἐν Χαλκίδι· τὴν δὲ ὄψιν ἐλευθέριος ἦν. γενόμενος δὲ τῶν Πυθαγορίων εἷς διήνεγκε τῷ προτρεπτικῷ.

Σόλωνα. Σόλων Ἀθηναῖος, Ἐξηκεστίδου υἱός, σοφὸς καὶ νομοθέτης καὶ δημαγωγὸς γεγονώς. οὗτος Πεισιστράτου κατειπὼν μέλλοντος τυραννεῖν ἀπεδήμησεν διὰ τὴν ἐξ αὐτοῦ ἐπιβουλὴν εἰς Αἴγυπτον καὶ Κύπρον, ἀλλὰ καὶ πρὸς Κροῖσον τὸν βασιλέα Λυδῶν, εἶτα εἰς Κιλικίαν, οὗ κτίζει πόλιν Σόλους λεγομένην, ἐν ᾗ τοὺς κατοικισθέντας ὑπʼ αὐτοῦ Ἀθηναίους, πολλὰ τῆς Ἑλλάδος φωνῆς διὰ τὸ χρόνῳ βαρβαρωθῆναι παραφθεγγομένους, σολοικίζειν καὶ σολοίκους ἔλεγον, ἐξ οὗ καὶ σολοικισμός. τούτου τὸ μηδὲν ἄγαν. ἔγραψεν δὲ νόμους οὓς ἄξονας ἐκάλεσεν, καὶ ὑποθήκας διʼ ἐλεγείας. ἔτη δὲ γεγονὼς ὀγδοήκοντα ἐν Κύπρῳ τελευτᾷ.

`R.600a`

Θάλεω. Θάλης Ἐξαμύου Μιλήσιος, Φοῖνιξ δὲ καθʼ Ἡρόδοτον. οὗτος πρῶτος ὠνομάσθη σοφός· εὗρεν γὰρ τὸν ἥλιον ἐκλείπειν ἐξ ὑποδρομῆς σελήνης, καὶ μικρὰν ἄρκτον αὐτὸς ἔγνω καὶ τὰς τροπὰς πρῶτος Ἑλλήνων, καὶ περὶ μεγέθους ἡλίου καὶ φύσεως, ἀλλὰ καὶ ἄψυχα ψυχὴν ἔχειν ὁπωσοῦν ἐκ τῆς μαγνήτιδος καὶ τοῦ ἠλέκτρου. ἀρχὴν δὲ τῶν στοιχείων τὸ ὕδωρ· τὸν δὲ κόσμον ἔμψυχον ἔφη καὶ δαιμόνων πλήρη. ἐπαιδεύθη ἐν Αἰγύπτῳ ὑπὸ τῶν ἱερέων. τούτου τὸ γνῶθι σαυτόν. ἐτελεύτησεν δὲ μονήρης, γηραιός, γυμνικὸν ἀγῶνα θεώμενος, ὑπὸ καύματος ἐκλυθείς.

Ἀναχάρσιος Ἀνάχαρσις Γνούρου υἱὸς τοῦ βασιλέως Σκυθῶν, μητρὸς δʼ Ἑλληνίδος· διὸ καὶ δίγλωσσος ἦν. οὗτος ἐξενώθη ἐν Ἀθήναις Σόλωνι, καὶ ἐπανελθὼν εἰς τὴν Σκυθίαν ἔθη Ἑλληνικὰ περιδιδάξαι, ἐτοξεύθη ὑπὸ τοῦ ἀδελφοῦ, καὶ ἀποπνέων ἔφη· διὰ μὲν τὸν λόγον ἐκ τῆς Ἑλλάδος ἐσώθην, διὰ δὲ τὸν φθόνον ἐν τῇ πατρίδι ἀνῃρέθην.

`R.600b`

Πυθαγόρας. Πυθαγόρας Μνησάρχου δακτυλιογλύφου, Τυρρηνός. νέος δʼ ὢν ἦλθεν ἐκ Τυρρηνῶν εἰς Σάμον, καὶ διήκουσε Φερεκύδους τοῦ Συρίου. εἶτα Ἑρμοδάμαντος, ἐν Σάμῳ ἀμφοῖν, εἶτα Ἀβάριδος τοῦ Ὑπερβορέου καὶ Ζάρατος τοῦ μάγου. μεθʼ οὓς ὑπὸ Αἰγυπτίων καὶ Χαλδαίων ἐπαιδεύθη. εἶτα εἰς Σάμον ἐλθὼν διὰ Πολυκράτη τὸν τύραννον ἀπῇρεν εἰς Κρότωνα τῆς Ἰταλίας καὶ τʹ ἔσχε μαθητάς, προτέρους τε ἀδελφοὺς Εὔνομον καὶ Τυρρηνόν, καὶ δοῦλον Ζάμολξιν, ᾧ Γέται θύουσιν ὡς Κρόνῳ, γαμετήν τε Θεανώ, ἐξ ἧς παῖδες Τηλαύγης ὁ σχολαρχήσας μετʼ αὐτὸν καὶ Δάμων ἢ ὥς τινες Μνήσαρχος, θυγάτηρ δὲ Μυῖα, ἢ ὥς τινες Ἀριγνώτη. συνεγράψατο δὲ βιβλία τρία, παιδευτικόν, πολιτικόν, φυσικόν. τὸ δὲ φερόμενον ὡς Πυθαγόρου Λύσιδός ἐστι τοῦ Ταραντίνου, μαθητοῦ αὐτοῦ, φυγόντος εἰς Θήβας ἐκ τοῦ ἐμπρησμοῦ καὶ καθηγησαμένου Ἐπαμεινώνδα. τινὲς δʼ ἄρα καὶ τὰ χρυσᾶ ἔπη Πυθαγόρου φασὶν εἶναι. ἀπείχετο δὲ τῶν ἐμψύχων καὶ κυάμων, καὶ τὴν ψυχὴν ἔφη ἀθάνατον. ἐνενηκοντούτης δὲ τελευτᾷ μετὰ μαθητῶν μʹ ἐμπρησθέντων ἐν οἰκίᾳ τῇ αὐτῇ. ἄλλοι δέ φασιν ὅτι πολεμῶν μετὰ τῶν μαθητῶν ὑπὸ Ἀκραγαντίνων ἀπώλετο.

Κρεώφυλος. Κρεώφυλος Χῖος, ἐποποιός. τινὲς δὲ αὐτὸν ἱστόρησαν γαμβρὸν Ὁμήρου ἐπὶ θυγατρί, καὶ ὅτι ὑποδεξάμενος Ὅμηρον ἔλαβεν παρʼ αὐτοῦ τὸ ποίημα τῆς Οἰχαλίας ἁλώσεως.

`R.600c`

Πρωταγόρας. Πρωταγόρας Ἀρτέμωνος, Ἀβδηρίτης. οὗτος φορτοβαστάκτης ἦν, ἐντυχὼν δὲ Δημοκρίτῳ ἐφιλοσόφησεν καὶ ἐπὶ ῥητορείαν ἔσχεν, καὶ πρῶτος λόγους ἐριστικοὺς εὗρεν, καὶ μισθὸν ἔπραξεν τοὺς μαθητὰς μνᾶς ρʹ. διὸ καὶ ἐπεκλήθη λόγος. τούτου μαθητὴς Ἰσοκράτης ὁ ῥήτωρ καὶ Πρόδικος ὁ Κῖος. ἐκαύθη δὲ τὰ τούτου βιβλία ὑπʼ Ἀθηναίων· εἶπε γάρ· περὶ θεῶν οὐκ ἔχω εἰδέναι οὔτε ὥς εἰσιν οὔτε ὡς οὔκ εἰσιν. ἔγραψε δʼ εἰς αὐτὸν ὁ Πλάτων διάλογον. πλέοντος δʼ αὐτοῦ εἰς Σικελίαν ἐτελεύτησεν ναυαγήσας ἐτῶν ϛʹ, σοφιστεύσας ἔτη μʹ.

Πρόδικος. Πρόδικος Κῖος φυσικὸς φιλόσοφος, Δημοκρίτου σύγχρονος τοῦ Ἀβδηρίτου, Γοργίου δὲ καὶ Πρωταγόρου μαθητής. τελευτᾷ κώνιον πιὼν ὑπὸ Ἀθηναίων ὡς τοὺς νέους διαφθείρων.

`R.601d`

περὶ ἕκαστον κτλ.

αἱ περὶ ἕκαστον τέχναι ἢ χρησομένη ἢ ποιήσουσα ἢ μιμησομένη

χρώμενος ἐπιστήμη ποιητής πίστις ὀρθή μιμητής οὐδέτερα

`R.602d`

ἐπιθεμένη. ἐπαναστᾶσα.

`R.605a`

ἀντίστροφον. ἀντὶ τοῦ ἰσόστροφον.

`R.605d`

κῆδος. λύπη, ὡς νῦν, ἢ μέριμνα, ἢ ἐπὶ γάμῳ συναλλαγή.

`R.606c`

βωμολοχίας. βωμολοχία ἐστὶ προσεδρεία τις περὶ τοὺς βωμοὺς ὑπὲρ τοῦ τι παρὰ τῶν θυόντων λαβεῖν. μεταφορικῶς δὲ καὶ ἡ παραπλησίως ταύτῃ ὠφελείας ἕνεκά τινος κολακεία καὶ βωμολόχος ὁ κατʼ αὐτὴν διακείμενος, ἢ ὁ εὐτράπελος καὶ γελωτοποιός· τινὲς δὲ τὸν μετά τινος εὐτραπελίας κόλακα, ἢ τὸν πανοῦργον καὶ συκοφάντην, καὶ βωμακεύματα καὶ βωμολοχεύματα, ὡς Ἀπολλόδωρος ὁ Κυρηναῖος.

`R.607b`

λακέρυζα. μέγα κράζουσα.

`R.609a`

ἐρυσίβην. θηρίδιόν τι ἐν τῷ σίτῳ γιγνόμενον, ὃ λυμαίνεται τὸν καρπόν. τινὲς δὲ νόσον ἐκ τοῦ περιέχοντος ἐπιγιγνομένην τοῖς σπέρμασιν.

`R.610e`

σχολῇ. νῦν ἀντὶ τοῦ οὐδαμῶς. σημαίνει δὲ καὶ τὴν περί τι προσεδρείαν καὶ σπουδήν, καὶ τοὐναντίον τὴν ἀπό τινος ἀργίαν, ἔτι δὲ καὶ τὴν κατὰ τὴν παιδευτικὴν ἐν λόγοις διατριβήν.

`R.611d`

τὸν θαλάττιον Γλαῦκον. τὸν Γλαῦκόν φασι Σισύφου καὶ Μερόπης εἶναι υἱόν, γενέσθαι δὲ θαλάττιον δαίμονα. οὗτος γὰρ περιτυχὼν τῇ ἀθανάτῳ πηγῇ καὶ κατελθὼν εἰς αὐτὴν ἀθανασίας ἔτυχεν, μὴ δυνηθεὶς δὲ ταύτην τισὶν ἐπιδεῖξαι εἰς θάλασσαν ἐρρίφη. καὶ περιΐησι τοὺς αἰγιαλοὺς πάντας καὶ τὰς νήσους ἅπαξ τοῦ ἐνιαυτοῦ ἅμα τοῖς κήτεσι. μαντεύεται δὲ πάντα φαῦλα· καὶ γὰρ ἐπιτηροῦσιν οἱ ἁλιεῖς νύκτα, καθʼ ἣν αὐτοῖς χρᾷ σὺν πατάγῳ πολλῷ, καὶ καταδῦντες εἰς τὸ κοῖλον τῆς νεὼς ἐστραμμένης αὐτῆς, ἀόρατος γὰρ ὁ δαίμων αὐτοῖς, θυμιῶσιν, ἐπευχόμενοι ἀπαλλαγὴν ὧν προαγορεύει. ὁ δὲ προσνηξάμενος τῇ πέτρᾳ ὀλοφύρεται τὴν ἀθανασίαν Ἑλλάδι φωνῇ αἰολιζούσῃ καὶ προλέγει ζῴων καὶ καρπῶν φθοράν. οἱ δʼ ἀπεύχονται ἀπόσιτοι καὶ ἄποτοι διατελοῦντες.

`R.612b`

Ἄιδος κυνῆν. νέφος τὴν ἄϊδος κυνέην φασὶν ἀθάνατον καὶ ἀφανές, ἤτοι ἀορασίαν, ὃ περιβάλλονται οἱ θεοὶ ὅτʼ ἂν ἐθέλωσιν ἀλλήλοις μὴ γιγνώσκεσθαι. εἴληπται δὲ εἰς παροιμίαν ἐπὶ τῶν ἀφανῶς τι ποιούντων.

`R.614b`

ἀλλʼ οὐ μέντοι κτλ.

ἀρχὴ τοῦ μύθου. Ἦρ μέν ἐστιν ὁ τοῦ μύθου πατήρ, Ἀρμενίου τοὔνομα υἱός, Πάμφυλος γένος. τοῖς δὲ μυθικοῖς πλάσμασι ποιητικῆς χάριτος δεῖ καὶ τῶν τοῦ κάλλους σχημάτων, ὧν ἡ ποίησις διακορής. καὶ τούτῳ τὸν Ἀλκίνου ἀπόλογον ἐνταῦθα παρειλεῖφθαί φαμεν, ἥ ἐστι τοῦ Ὀδυσσέως νέκυια, καὶ τὰ ἐν Ἅιδου θεάματα, τῷ ψυχούλκῳ τῶν σφαγίων χρησαμένου αἵματι. ὅθεν καὶ εἰς παροιμίαν παρελήφθη τὸ τὸν περὶ τῶν ἐν Ἅιδου τί λέγοντα λέγεσθαι Ἀλκίνου λέγειν ἀπόλογον. ἀντιπαρατείνεται οὖν τῷ Ἀλκινόου λόγῳ ὑπὸ τοῦ Ὀδυσσέως ῥηθέντι ὁ ὑπὸ τοῦ Ἠρός. πλὴν ἐκεῖ μὲν ὁ Ἀλκίνους πρὸς εἰρήνην ὑπόκειται βλέπων καὶ τρυφήν· ἐνταῦθα δὲ γεννάδας τις ὁ Ἦρ ἱστόρηται καὶ πολεμικός, καὶ μετὰ τὸ κατὰ τὸν πόλεμον ἀποθανεῖν ἃ χωρισθείσης αὐτῷ τῆς ψυχῆς ἴδοι ἐν Ἅιδου ἀπαγγέλλων δείματα.

`R.616a`

ἀσπαλάθων. ἀσπάλαθός ἐστι φυτὸν ἀκανθῶδες.

`R.617c`

Λάχεσιν μέν κτλ.

Λάχεσις γεγονότα Κλωθώ ὄντα Ἄτροπος μέλλοντα

`R.621b`

ἐπὶ τῇ πυρᾷ. τέλος τοῦ μύθου.

μῦθος ἐσώθη. τοῖς μὲν οὖν πολλοῖς προστιθέναι τοῖς μύθοις ἔθος ἦν ὅτι μῦθος ἀπώλετο, δεικνύναι βουλομένοις ὡς ἄρα οἱ μῦθοι λέγουσι μὴ ὄντα, καὶ ἅμα ἐρρέθησαν καὶ οὔκ εἰσι. Πλάτων δὲ τοὐναντίον πανταχοῦ σῴζεσθαί τε καὶ σῴζειν φησὶ τοὺς μύθους τοὺς παρʼ αὐτῷ, μάλα γε εἰκότως. τῶν γὰρ ὄντων εἰσὶν ἐξηγηταί, καὶ ὠφέλιμοι διὰ τοῦτο. τοὺς γὰρ πειθομένους αὐτοῖς ἐπανάγουσιν αὐτοφυῶς ἐπὶ τὴν τῶν ὄντων ἀλήθειαν, καίπερ ἄνευ εἰκότων καὶ ἀποδείξεων διδάσκοντες, ὡς ἂν τοῖς ἀδιαστρόφοις ἡμῶν προλήψεσι περὶ τῶν πραγμάτων συνᾴδοντες.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-bf`.
