---
title: "Old Scholia on Plato: Phaedrus"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Φαῖδρον"
author: Plato Commentary
eul_wid: uqe-an
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-phaedrus-uqe-an"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:6e1a178cb88bcfe46ee094bf7f449d20db23c98a38a4615e53c30242ad41c494"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Phaedrus

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Φαῖδρον*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-an` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-phaedrus-uqe-an)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΟΝ ΦΑΙΔΡΟΝ

`227a`

ΦΑΙΔΡΟΣ. Φησὶν Ὀλυμπιόδωρος ἐν τῷ εἰς τὸν πρῶτον Ἀλκιβιάδην ὑπομνήματι, ὡς πρῶτος ὁ Φαῖδρος διάλογος τῷ Πλάτωνι γέγραπται.

Λυσίου. ῥήτωρ ὁ Λυσίας.

Ἀκουμενῷ. ἰατρὸς οὗτος ἦν.

ἐν τοῖς δρόμοις. ὅτι δρόμοι τόποι τινὲς ἦσαν, ὅπου ἔτρεχον οἱ νέοι. ἐκείνων οὖν τῶν ἐν τοῖς δρόμοις γυμνασίων ἀκοπώτεροι οἱ περίπατοι. ὡς κατὰ σχολὴν καὶ κατὰ βραχὺ γυμνάζοντες καὶ τὰς ἀναπαύλας αὐτοῦ πλησίον ἔχοντες· ὅτε γάρ τις βούλεται, δύναται καθέζεσθαι.

`227b`

Μορυχίᾳ. τῇ ἀπὸ Μορύχου. Μόρυχος δὲ γάστρις τις ἄνθρωπος, ὃν καὶ ἡ κωμῳδία ὡς γαστρίμαργον διαβάλλει. ἐν τῇ τοῦ τοιούτου οὖν οἰκίᾳ τὸν ἀκόλαστον Λυσίαν προσμένειν εἰκός.

ἀσχολίας. ἀσχολία ἡ περὶ τὰ ἀνθρώπινα πράγματα διατριβὴ καὶ τὸν θνητὸν βίον περιολκή. σχολὴ γὰρ ἡ ἀπόθεσις τούτων καὶ ἀνθολκὴ ἐπὶ τὸ νοερώτερον καὶ καθαρώτερον. διὸ καὶ σχολαστικὸς λέγεται κατὰ τὴν εἰς ἑαυτὸν στροφὴν ἢ ἀπόθεσιν τῶν ἀνθρωπίνων, ὡς Ἀριστοτέλης φησίν.

`227c`

πειρώμενον ... κεκόμψευται. τὸ πειρώμενον παθητικῶς ἀκουστέον, ἀντὶ τοῦ πειραζόμενον παρά τινος, τουτέστι προσπαιζόμενον καὶ προσβαλλόμενον. τὸ δὲ κεκόμψευται, ὅτι πάντα τὰ ἔνυλα κομψὰ καὶ ἀπατηλά.

χαριστέον. τὸ χαριστέον ἐστὶν ἢ τὸ διδόναι τί τινι χωρὶς ἀντιδόσεως, ἢ τὸ ἐν λόγοις τινὶ ὑποκλίνεσθαι, ἢ ὡς νῦν, τὸ πρὸς ἀφροδίσιον ἑαυτὸν συνουσίαν ἐπιδιδόναι τινί.

`227d`

Ἡρόδικον. ὁ Ἡρόδικος Σηλυμβριανὸς ἰατρὸς ἦν καὶ τὰ γυμνάσια ἔξω τείχους ἐποιεῖτο, ἀρχόμενος ἀπό τινος διαστήματος οὐ μακροῦ ἀλλὰ συμμέτρου, ἄχρι τοῦ τείχους, καὶ ἀναστρέφων.

`228a`

κατὰ σχολήν. ἐπʼ αὐτὸ τοῦτο ἢ ἐν εὐκαιρίᾳ.

πολλοῦ γε δέω. πόρρω λίαν εἰμὶ τοῦ λέγειν.

οὐδέτερα. τὸ Σωκράτη καὶ Φαῖδρον ἀγνοεῖν καὶ ἑαυτοῦ ἐπιλελῆσθαι.

ἐκεῖνος. κατʼ ἀποστροφὴν πρὸς Φαῖδρον ὁ λόγος, ὡς δῆθεν μὴ ἐκεῖσε παρόντος αὐτοῦ.

`228b`

νὴ τὸν κύνα. ὁ Ῥαδαμάνθυος ὅρκος ὁ κατὰ κυνὸς ἢ χηνὸς ἢ πλατάνου ἢ κριοῦ ἤ τινος ἄλλου τοιούτου

  
οἷς οὖν ἦν μέγιστος ὅρκος  
  
ἐν παντὶ λόγῳ κύων ἔπειτα χὴν  
καὶ τἆλλα· Κρατῖνος Χείρωσιν. κατὰ τούτων δὲ νόμος ὀμνύναι, ἵνα μὴ κατὰ θεῶν οἱ ὅρκοι γίγνωνται.

συγκορυβαντιῶντα. συνενθουσιῶντα.

`228c`

ἁμῶς γέ πως. ὁπωσδήποτε, ἐν γέ τινι, καθʼ ὁντιναοῦν τρόπον.

`228d`

ὦ φιλότης. ἀντὶ τοῦ ὦ φίλε, ἀπὸ τῆς διαθέσεως τὸ διακείμενον καλῶν.

`229a`

Ἰλισόν. ποταμὸς ἐν Ἀττικῇ.

`229c`

τὸ ἐν Ἄγρας. Ἀγραίας Ἀρτέμιδος ἱερὸν ἵδρυσαν Ἀθηναῖοι διὰ τὸ ἔφορον εἶναι παντὸς ἀγρίου τὴν θεὸν καὶ πᾶν τὸ ἄγριον καὶ ἀνήμερον καταστέλλειν.

`229d`

Ἀρείου πάγου. δικαστήριον Ἀθήνῃσιν ἐν ἀκροπόλει οὕτω καλούμενον, πάγος μὲν ὅτι ἐν τόπῳ ὑψηλῷ τοῦτο, Ἄρειος δὲ παρʼ ὅσον οἱ φόνοι ἐκεῖσε κρίνονται, ὁ δʼ Ἄρης τούτων ἔφορος. ἢ ὅτι τὸ δόρυ ἔπηξεν ἐκεῖσε, ὁπότε δίκην ἔλαχε πρὸς Ποσειδῶνα, τὸν τούτου υἱὸν Ἁλιρόθιον ἀνελών, ὃς Ἀλκίππην ἐβιάσατο τὴν Ἄρεως αὐτοῦ καὶ Ἀγραύλου τῆς Κέκροπος θυγατρός.

`229e`

γράμμα. γράμμα τὸ γνῶθι σαυτὸν Δελφικόν, ἐπὶ τοῦ προπυλαίου τοῦ ἐν Δελφοῖς ἱεροῦ γεγραμμένον. Δελφοὶ δὲ πόλις ἐπὶ τοῦ Παρνασοῦ πρὸς τῇ Φωκίδι.

`230a`

Τυφῶνος. Τυφὼν Γῆς καὶ Ταρτάρου υἱός, γεννηθεὶς ἐν Σικελίᾳ, εἶδος ἔχων συμμιγὲς ἀνδρὸς καὶ θηρίων.

ἐπιτεθυμμένον. ὑπὸ πυρὸς ἐκκεκαυμένον ἢ βεβλαμμένον.

`230b`

ἄγνου. ἄγνος φυτόν τι θαμνῶδες, ἥ ἐστιν ἡ λύγος.

Ἀχελῴου. ποταμὸς Αἰτωλίας.

`230e`

ἄκουε δή. ὁ Λυσίου λόγος ἐντεῦθεν ἄρχεται.

`231a`

ὡς ἐκείνοις μὲν κτλ. ἐπιχειρήματα.

αʹ ὡς ἐκείνοις μὲν κτλ. ὅτι μεταμέλει τοῖς ἐρῶσιν ὧν εὖ ἐποίησαν τὸν ἐρώμενον ἐπειδὰν παύσωνται τῆς ἐπιθυμίας.

βʹ ἔτι δὲ οἱ μὲν κτλ. δεύτερον ὅτι τοὺς πόνους ὑπολογίζονται οὓς ἔσχον ἐν τῷ ἐρᾶν καὶ ὅσα ἠμέλησαν τῶν οἰκείων, καὶ διὰ τούτων ἡγοῦνται τοῖς ἐρωμένοις ἱκανῶς ἀποδεδωκέναι τὴν ἀξίαν.

γʹ ἔτι δὲ εἰ διὰ τοῦτο κτλ. τρίτον ὅτι λέγοντες οὓς ἐρῶσι φιλεῖν ὑπὲρ πάντας, δῆλον ὅτι τοὺς γενομένους πρότερον ἐρωμένους, κακῶς διαθήσουσιν αὐτοὺς διὰ τοὺς ὕστερον.

δʹ καὶ γὰρ αὐτοὶ κτλ. τέταρτον ὅτι ὁμολογοῦσι καὶ αὐτοὶ νοσεῖν καὶ μὴ σωφρονεῖν.

εʹ καὶ μὲν δὴ εἰ κτλ. πέμπτον ὅτι εἰ τοὺς ἐπιτηδειοτέρους πρὸς φιλίαν δεῖ αἱρεῖσθαι, ἐκ τῶν μὴ ἐρώντων εὐμαρεστέρα ἡ ἐκλογὴ πλειόνων ὄντων, χαλεπωτέρα δὲ ἐκ τῶν ἐρώντων· ὀλιγώτεροι γάρ.

ϛʹ εἰ τοίνυν τὸν νόμον κτλ. ἕκτον ὅτι τὴν αἰσχύνην δεδιότας χρὴ φυλάσσεσθαι τοὺς ἐρῶντας· ἀλαζονεύονται γὰρ πρὸς τοὺς ἄλλους δεικνύντες ὅτι οὐ μάτην ἐπόνησαν.

ζʹ ἔτι δὲ τοὺς μὲν κτλ. ἕβδομον ὅτι καὶ προστάττουσι τὰ τοιαῦτα ὥστε εἰς ὑποψίαν τοὺς ἔξωθεν ἀφικέσθαι ὅτι ἢ γεγένηται αὐτοῖς ἢ μέλλει πληρώσεσθαι ἡ ἐπιθυμία.

ηʹ καὶ μὲν δὴ κτλ. ὄγδοον ὅτι τῶν πρὸς τοὺς ἄλλους ἀποτρέπουσι συνουσιῶν, δεδοικότες μὴ παρευδοκιμηθῶσιν.

θʹ καὶ μὲν δὴ κτλ. ἔνατον ὅτι οἱ μὴ τὸν τρόπον γνόντες ἀλλὰ τοῦ σώματος ἐπιθυμήσαντες ἀντιποιοῦνται τῶν παιδικῶν, διὸ εὐχερεῖς εἰς μεταβολήν.

ιʹ καὶ μὲν δὴ κτλ. δέκατον ὅτι καὶ ἐπαινοῦσι καὶ ψέγουσι παρὰ τὸ προσῆκον, τὰ μὲν κακῶς κρίνοντες διὰ τὴν νόσον, τὰ δὲ δεδιότες μὴ ἀπέχθωνται.

`232a`

οὐκ ἄλλως. οὐ μάτην.

`233c`

εἰ δʼ ἄρα σοι κτλ. ἀνθυποφοραί. ιαʹ εἰ δʼ ἄρα σοι κτλ. ὅτι φιλία βέβαιος οὐ δύναται ἄνευ ἔρωτος συστῆναι· λύει δʼ αὐτὴν διὰ τοῦ πρὸς πατέρας καὶ ἀδελφοὺς καὶ ἡλικιώτας γίγνεσθαι φιλίας βεβαίους χωρὶς ἔρωτος. ιβʹ ἔτι δὲ κτλ. ὅτι τοῖς δεομένοις δεῖ μᾶλλον παρέχειν ἢ τοῖς μή. λύει δὲ καὶ ταύτην ὅτι οὕτως ἂν τοῖς αἰτοῦσι τροφῶν καὶ τὰς ἑστιάσεις παρέχομεν καὶ οὐ τοῖς ἀξίοις. ιγʹ ἴσως ἂν κτλ. κοινῇ εἰ δεῖ πᾶσι τοῖς μὴ ἐρῶσι χαρίζεσθαι. τοῦτο δέ φησι καὶ οἱ ἐρασταὶ οὐκ ἀξιοῦσιν, ὥστε πᾶσι τοῖς ἐρῶσι παρέχειν.

`234b`

σὺ οὖν κτλ. ιδʹ ὅτι τοὺς ἐρῶντας καὶ οἱ οἰκεῖοι νουθετοῦσιν ὡς κακοῦ ὄντος τοῦ ἐπιτηδεύματος, τοὺς δὲ μὴ ἐρῶντας οὐδεὶς αἰτιᾶται.

`234c`

ἐρώτα. ἕως ὧδε ὁ τοῦ Λυσίου λόγος.

`234d`

δαιμονίως. πανούργως, δολίως, κεκρυμμένως.

γάνυσθαι. φαιδρύνεσθαι, χαίρειν, διαχεῖσθαι.

συνεβάκχευσα. σὺν σοὶ ἐπὶ τὸ κρεῖττον παρήλλαξα.

`234e`

φιλίου. τοῦ τὰ περὶ φιλίας ἐπισκοποῦντος.

`235c`

Σαπφοῦς ... Ἀνακρέοντος.

Σαπφὼ λυρικὴ ποιήτρια, Σκαμανδρωνύμου, Μιτυληναία. Ἀνακρέων δέ, καὶ οὗτος λυρικὸς ποιητής, Σκυθίνου ἢ Παρθενίου, Τήϊος.

`235d`

οἱ ἐννέα ἄρχοντες.

οἱ ἐννέα ἄρχοντες, κατʼ ἐνιαυτὸν καθιστάμενοι, ὤμνυον μὴ παρανομήσειν, εἰ δὲ φωραθεῖεν, ἐκ καταδίκης τῷ Ἀπόλλωνι πέμπειν εἰκόνα χρυσῆν, ἐπὶ καταδίκῃ τοῦ ἄρχοντος, χαριστήριον δὲ τῷ θεῷ παρὰ Ἀθηνῶν. Σωκράτει γοῦν ὑπισχνεῖται Φαῖδρος, εἰ καλλίω λόγον εἴποι Λυσίου, καθάπερ οἱ ἄρχοντες, εἰκόνα καὶ αὑτοῦ καὶ Σωκράτους χρυσῆν εἰς Δελφοὺς τῷ Ἀπόλλωνι ἀναθήσειν.

ὁ πολέμαρχός ἐστιν ἄρχων ᾧ κατηγγύων τοὺς ξένους· ἔστι δὲ ὥσπερ λοχαγὸς τοῦ βασιλέως, ὃς καὶ ἀπόντος αὐτοῦ ἐπιμελεῖται τῶν κατὰ τὴν πόλιν. ὁ δὲ βασιλεὺς μυστηρίων προνοεῖται καὶ τὰς θυσίας τὰς πατρίους διοικεῖ. ἄρχων δέ ἐστιν ὁ ἐπώνυμος τοῦ ἐνιαυτοῦ. οἷς πᾶσι καὶ ἑορταὶ καὶ θεοὶ οἷς θύουσι καὶ δίκαι τινὲς ἀπονέμονται. οἱ δὲ θεσμοθέται ἕξ εἰσι τὸν ἀριθμόν, ἀφʼ ὧν καὶ ὁ τόπος, ὅπου συνῄεσαν καὶ ἐσιτοῦντο, θεμίστιον ἐκαλεῖτο. εἶχον δὲ ἐξουσίαν τοῦ ὑπογράψαι τὰ δικαστήρια, καὶ τὰς εἰσαγγελίας εἰσῆγον καὶ τὰς χειροτονίας καὶ προβολὰς καὶ γραφὰς παρανόμων καὶ ἄλλα τινά.

`236a`

τοιαῦτα ... τοιούτων. τοιαῦτα καὶ τοιούτων περὶ τῶν ἀναγκαίων φησίν, ὧν τὴν εὕρεσιν ἡ φύσις πορίζει, τὴν δὲ διάθεσιν ἡμεῖς. παρʼ ἣν καὶ ἔπαινος ἢ ψόγος ἔστιν ἡμῖν. τῶν δὲ μὴ ἀναγκαίων λέγει τῶν χρησίμων, ὧν καὶ ἡ εὕρεσις καὶ ἡ διάθεσις ἐξ ἡμῶν· παρʼ ἃς δὴ καὶ ἐπαινούμεθα ἢ ψεγόμεθα. οἷον ἀναγκαῖόν ἐστι καὶ Λυσίᾳ καὶ Σωκράτει καὶ πᾶσι τοῖς κατὰ φύσιν ἔχουσι τὸ λέγειν ὡς ὁ ἐρῶν ἀκόλαστον ἔρωτα μαίνεται, ὁ δὲ μὴ τοῦτον ἐρῶν σωφρονεῖ. ἡ δὲ περὶ τούτου διάθεσις ἐπαινετὴ Σωκράτους, ὅτι ἀληθής, Λυσίου δὲ οὔ. κατὰ προσποίησιν γάρ.

`236b`

Κυψελιδῶν. Κύψελος Περιάνδρου πατὴρ ἦν, οὗπερ οἱ υἱεῖς Κορίνθου τύραννοι γεγονότες ὑπὸ Κορινθίων κατελύθησαν. ηὔξαντο οὖν οὗτοι, εἰ πάλιν τὴν ἀρχὴν ἀνακτήσαιντο, χρυσοῦν ἀνδριάντα τῷ θεῷ ἀναθήσειν ἐν Ὀλυμπίᾳ ὁλόσφυρον. οἳ δὴ κρατήσαντες Κορίνθου ἀνέθεσαν ἐκεῖσε μέγιστον ἄγαλμα χρυσοῦν τοῦ Διός. Ὀλυμπία δʼ ἐστὶ τόπος τις κατὰ τὴν Πελοπόννησον, ἐν Πίσῃ πόλει τῆς Ἤλιδος χώρας, ἔνθα τὰ Ὀλύμπια καὶ ἀγὼν πενταετηρικός, Μουνυχιῶνος μηνὸς ἤγετο τῷ Διί, ἐν οἷς κότινος στέφανος ἆθλον ἐδίδοτο τῷ νικήσαντι. τινὲς δʼ οὐ κότινον, ἀλλʼ ἐκ τῆς λεγομένης καλλιστεφάνου ἐλαίας. διαφέρειν δὲ κότινον ἐλαϊκὸν ἀγριελαίας. ἤγετο δὲ καὶ κατʼ ἐνιαυτόν, ἅπερ ἐλάττω ἐκάλουν.

σφυρήλατος. διʼ ὅλου βάθους ναστός.

εἰς τὰς ὁμοίας λαβάς. ἀπὸ μεταφορᾶς εἴρηται τῶν παλαιόντων, οἳ τοῦ ἀφωρισμένου αὐτοῖς πρὸς τὸ παλαίειν τόπου ὁπότʼ ἂν ἐκπέσοιεν, εἶτα ἐπὶ τοῦ αὐτοῦ καὶ τόπου καὶ σχήματος εἰ πάλιν ἔλθοιεν, εἰς ὁμοίας ἐληλυθέναι λέγονται λαβάς, ὡς καὶ νῦν ὁ Σωκράτης εἰς τὴν αὐτὴν τῷ Φαίδρῳ περιῆλθεν προσποίησιν τοῦ μὴ δύνασθαι λέγειν.

`236c`

τῶν κωμῳδῶν. ἔθος ἦν αὐτοῖς τὸ τοῖς ἐρωτῶσιν, οἷον «δέδωκας μοι τόδε», πάλιν τὸ αὐτὸ λέγειν τοὺς ἀποκρινομένους, «δέδωκας μοι τοῦτο». οὕτως οὖν καὶ πρὸς Σωκράτη Φαῖδρον εἰπεῖν, «εἰ ἐγὼ Σωκράτη ἀγνοῶ», καὶ τὰ ἑξῆς.

`237a`

Λιγύων. ἔθνος τι ἠπειρωτικὸν τῶν ἑσπερίων οὕτω μουσικώτατον τὸ Λιγύων εἶναί φασιν, ὡς καὶ μηδʼ ἐν τοῖς πολέμοις πανστρατιᾷ μάχεσθαι, ἀλλὰ τὸ μέν τι τοῦ στρατεύματος πολεμοῦντος ἀγωνίζεσθαι, τὸ δὲ ᾄδειν.

`237b`

ἦν οὕτω δὴ κτλ. ἐντεῦθεν ὁ τοῦ Σωκράτους λόγος.

αἱμύλος. ποικίλος, πυκνός, πανοῦργος, δολερός· καὶ αἱμυλία ἀσινότης ἐπίχαρις.

`239d`

χήτει. ἀπορεῖ, στέρεται. ἔνδεια, σπάνη.

`240c`

ἥλικα γὰρ κτλ. παροιμία εἴρηται μὲν ἐνταῦθα τῷ Πλάτωνι οὕτως· ἥλικα γὰρ καὶ ὁ παλαιὸς λόγος τέρπειν τὸν ἥλικα. τὸ δὲ τέλειον ἔχει

  
ἥλιξ ἥλικα τέρπε, γέρων δέ τε τέρπε γέροντα,  
ὥς φησι Ξενοφῶν Γεροντοκομικῷ. ἐπὶ τῶν.

`241b`

ὀστράκου μεταπεσόντος. παροιμία ὀστράκου περιστροφὴ ἐπὶ τῶν διὰ τάχους εἰς φυγὴν ὁρμώντων. εἴρηται δὲ ἀπὸ παιδιᾶς τοιαύτης. διελόντες ἑαυτούς οἱ παῖδες ὡς ἰσαρίθμους ἑκατέρους γενέσθαι, οἱ μὲν πρὸς ἀνατολὴν ἵστανται οἱ δὲ πρὸς δυσμάς· ἄλλος δέ τις μεταξὺ ἑκατέρων καθήμενος ὄστρακον εἶχεν, ἐκ μὲν τοῦ ἑνὸς μέρους κεχρισμένον λευκη, ἐκ δὲ θατέρου μέλανι· καὶ ἔρριπτε τοῦτον ὀρθόν. καὶ εἰ μὲν κατεφέρετο τὸ λευκὸν μέρος ἄνω, οἱ πρὸς ἀνατολὰς ἑστῶτες ἐδίωκον τοὺς πρὸς ταῖς δυσμαῖς· εἰ δὲ τὸ μέλαν ἄνω, οἱ πρὸς ταῖς δυσμαῖς ἐδίωκον, ἕως καταλάβοιεν. καταληφθέντες δὲ ἐβαστάζοντο ὑπʼ αὐτῶν ἀφʼ οὗ κατελήφθησαν τόπου, ἕως ἐπανέλθωσιν ἐπὶ τὸν τόπον ἀφʼ οὗ τὴν ἀρχὴν ἔφυγον. Πλάτων Φαίδρῳ.

`241d`

ὡς λύκοι κτλ. παροιμία. παρῳδεῖ τὸ Ὁμηρικὸν εἰρημένον ἐν τῇ ψ ῥαψωδίᾳ

  
ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,  
  
οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν.  
ἡ παροιμία ἐπὶ τῶν ἐρωτικῶς ἐχόντων.

`242a`

σταθερά. σταθερὸν τὸ σφόδρα θερμόν, ἀπὸ τῆς ἐν τῷ θέρει μεσημεριας. καὶ Ἀντίμαχος· θέρεος σταθεροῖο. καὶ τὸ ἑστὼς δὲ καὶ ἠρεμοῦν σταθερὸν λέγουσιν.

`242b`

οὐ πόλεμόν γε ἀγγέλλεις. οὐ πόλεμον ἀγγέλλεις, ἐπὶ τῶν ἀγαθὰ ἀγγελλόντων. ἐμνήσθη ταύτης καὶ ἐν τῷ τρίτῳ τῶν Νόμων.

`242c`

ἀφοσιώσωμαι. ἀποπληρώσω τὴν παραλελειμμένην ὁσιότητα. ἔστι γὰρ ἀφοσίωσις ὁσιότητος παραλελειμμένης ἀποπλήρωσις.

ἔθραξε. ἐτάραξεν, ἠνώχλησεν, ἔνυξεν, ἐκίνησεν, ἐδυσώπησεν.

ἐδυσωπούμην. ἀντὶ τοῦ ηὐλαβούμην.

`242d`

ἀμβλακών. ἁμαρτών.

`243b`

Πέργαμα. τὰ ὑψηλά.

παλινῳδίαν. ἐναντία ᾠδὴ ἢ ῥῆσις τῆς προτέρας.

`243c`

πολλοῦ δʼ ἂν δεῖν. οὐδὲ ὅλως.

`243d`

οὕτω· σοῦ γάρ. γρ. καὶ οὐ γὰρ.

`243e`

οὑτωσὶ τοίνυν, κτλ. ἀρχὴ τῆς Σωκράτους παλινῳδίας.

`244a`

εἰ μὲν γὰρ κτλ. ἐπιχειρήματα, ὅτι ἡ μανία σοφίας κρείττων. αʹ. ἀπὸ τῆς οὐσίας. βʹ. ἀπὸ τῆς ἐνεργείας. γʹ. ἀπὸ τοῦ ὀνόματος.

`244b`

Δωδώνῃ. πόλις τῆς Μολοσσίδος, ἐν ᾗ τὸ μαντεῖον

Σίβυλλαν.

Σίβυλλαι μὲν γεγόνασι δέκα, ὧν πρώτῃ ὄνομα Σαμβήθη. Χαλδαίαν δέ φασιν αὐτὴν οἱ παλαιοὶ λόγοι, οἱ δὲ μᾶλλον Ἑβραίαν· καὶ δὴ καὶ ἑνὶ τῶν παίδων τοῦ Νῶε εἰς γυναῖκα ἁρμοσθῆναι, καὶ συνεισελθεῖν αὐτῷ τε καὶ τοῖς ἄλλοις ἐν τῇ κιβωτῷ. ταύτην καὶ τὰ περὶ τῆς πυργοποιίας χρησμῳδῆσαί φασι, καὶ ὅσα τοῖς τούτων συνέβη τολμήμασιν· χρησμῳδῆσαι δὲ πρὸ τῆς διαιρέσεως τῶν γλωσσῶν γεγενημένην γλώσσῃ φασὶ τὰ χρησμῳδηθέντα τῇ Ἑβραΐδι· οὐ μόνον δέ, ἀλλὰ καὶ τὰ κατὰ τὸν Ἀλέξανδρον τὸν Μακεδόνα προειπεῖν· ἧς καὶ μνήμην Νικάνωρ ὁ τὸν Ἀλεξάνδρου βίον ἀναγράψας πεποίηκεν. Δευτέρα δὲ Λίβυσσα, ἧς μνήμην ἐποιήσατο ἐν τῷ τῆς Λαμίης προλόγῳ Εὐριπίδης· ὄνομα δὲ αὐτῆς οὐ πάνυ σαφηνίζουσιν. Τρίτη Δελφίς, ἡ ἐν Δελφοῖς τεχθεῖσα, περὶ ἧς ἱστόρησεν Χρύσιππος. Τετάρτη Ἰταλική, ἡ ἐν ἐρημίᾳ τῆς Ἰταλίας τὴν διατριβὴν λαχοῦσα· Πέμπτη ἡ Ἐρυθραία, ἥτις καὶ τὰ κατὰ τὸν Τρωϊκὸν πόλεμον συνενεχθέντα προηγόρευσεν· περὶ ἧς Ἀπολλόδωρος ὁ Ἐρυθραῖος διεξέρχεται. Ἕκτη ἡ Σαμία, ἧς τὸ κύριον ὄνομα Φυτώ φασιν. Ἑβδόμη ἡ Κυμαία μὲν γένος, ὄνομα δὲ Ἀμαλθία· οἱ δὲ Ἐρωφίλην φασί· παρά τισιν δὲ κλῆσιν ἠνέγκατο Ταράξανδρα· Βιργίλιος δὲ ὁ Ῥωμαίων ποιητὴς Δηιφόβην αὐτὴν ὀνομάζει. Ὀγδόη ἡ Ἑλλησποντία, ἥτις ἐν κώμῃ Μαρμισσῷ τὴν γένεσιν ἔσχεν περὶ τὴν πολίχνην Γεργετίωνα· ὑπὸ τὴν ἐνορίαν δὲ αὕτη τῆς Τροίας ἐτύγχανεν. Ἐνάτη ἡ Φρυγία. Ἐπὶ πᾶσι δεκάτη ἡ Τιβουρτία μὲν γένος, ὄνομα δὲ Ἀλβουναία. Ταύτας δέ φασι τῶν φρενῶν ἐξισταμένας τὰ μέλλοντα χρησμῳδεῖν· τῶν ὑπολαμβανόντων δὲ γραφῇ τοὺς χρησμοὺς οὐκ ἐχόντων σοφίαν τὰ χρησμῳδούμενα γράφειν ἀπταίστως, ἄλλως τε δὲ καὶ τῷ τάχει τῆς φορᾶς τῶν λόγων οὐκ ἐχόντων καθυπηρετουμένας τὰς χεῖρας, συμβῆναι πολλοὺς τῶν χρησμῶν εἰς χωλιάμβους διαπεσεῖν καὶ μηκέτι τυχεῖν διορθώσεως, ἅτε δὴ τῶν μὲν χρησμῳδῶν γυναίων ἐν ἐκστάσει καθεστώτων, ἐπειδὰν τὴν ὕπαρξιν προηγόρευον τῶν μελλόντων, πεπαυμένων δὲ τοῦ χρησμολογεῖν μηδαμῶς αἴσθησιν ἐχόντων μήτε ὧν ἔλεγον μήτε τί ἂν βούλοιντο τὰ κεχρησμῳδημένα.

πολλαὶ σίβυλλαι· πᾶσαι δὲ μαντικαί· ἥδε δὲ ἡ Ἐρυθραία ἐστὶν Ἐριφύλη καλουμένη· φασὶ δʼ αὐτὴν γεννηθεῖσαν εὐθὺς προσειπεῖν ἐξ ὀνόματος ἕκαστον καὶ ἔμμετρα φθέγξασθαι καὶ εἰς βραχὺν χρόνον τέλειον εἶδος ἀνθρώπου λαβεῖν.

`244c`

ἀπειροκάλως. κυρίως τῷ ἀπειροκάλως ἐχρήσατο· αὐτὸ γὰρ τὸ καλὸν ἔχοντες ὄνομα τὸ τῆς μανίας, ἀπειρίᾳ τοῦ καλοῦ ἠγνόησαν τὸ καλὸν τοῦ ὀνόματος.

`246a`

ἐοικέτω δή. γρ. ἐοικέτω δὴ.

`248a`

ὑποβρύχιαι. ὑπὸ τὸ ὕδωρ, ὅ ἐστι τὴν γένεσιν, ποντισθεῖσαι.

`248c`

ὅταν δὲ κτλ. αἴτια διʼ ἃ ψυχὴ ἐπὶ τὴν γένεσιν φέρεται.

`248d`

ἐν τῇ πρώτῃ γενέσει. βίοι οὓς αἱρεῖται ψυχὴ κατιοῦσα εἰς γένεσιν.

`251c`

ἀνακηκίει. ἀναπηδᾷ.

`254e`

ὕσπληγος. ἀφετήριον, πληγή, ὥσπερ νῦν, πάσσαλος, κεράτινος κρίκος, πάντα θηλυκῶς.

ἐρείσας. ἑλκύσας.

`257a`

ἐννέα χιλιάδας. ἐννέα χιλιάδας εἶπεν, ἐπειδὴ ἐν τῇ πρώτῃ γενέσει ἡ περίοδος ἡ ἀπὸ τοῦ νοητοῦ ἐπὶ τὰ τῇδε οὐδεμίαν κάκωσιν ἔχει.

`257b`

τρέψον. τὸν Λυσίαν.

ὁ ἐραστής. ὁ Φαῖδρος.

ἐπαμφοτερίζῃ. Λυσίᾳ καὶ ἐμοὶ Σωκράτει ἕπηται.

τὸν βίον ποιῆται. μέχρι τῶνδε ἡ Σωκράτους εἰς τὸν ἔρωτα παλινῳδία.

`257c`

λογογράφον. λογογράφους γὰρ ἐκάλουν οἱ παλαιοὶ τοὺς ἐπὶ μισθῷ λόγους γράφοντας καὶ πιπράσκοντας αὐτοὺς εἰς δικαστήρια, ῥήτορας δὲ τοὺς διʼ ἑαυτῶν λέγοντας.

`257d`

γλυκὺς ἀγκών. παροιμία γλυκὺς ἀγκὼν ἐπὶ τῶν κατειρωνευομένων. τόπος δέ ἐστιν ἐν τῇ Μέμφιδι Ἀγκὼν προσαγορευόμενος ἀπὸ τῶν πλεόντων κατʼ ἀντίφρασιν ἴσως διὰ τὸ δυσχερές. ἔνιοι δὲ τάττουσιν αὐτὴν ἐπὶ τῶν εὐθυμούντων, παρʼ ὅσον τὸν ἀγκῶνα οἱ εὐφραινόμενοι τιθέασιν.

`258b`

ἐμμένῃ. τουτέστι δεχθῇ καὶ μὴ ἐκβληθῇ ὁ λόγος.

`258c`

Λυκούργου ἢ Σόλωνος. Λυκοῦργος Λακεδαιμονίων, Σόλων Ἀθηναίων νομοθέται, Δαρεῖος δὲ τρίτος ἀπὸ Κύρου Περσῶν βασιλεύς.

`258e`

ἀνδραποδώδεις. ἀνδραποδώδεις εἰσὶν ἡδοναὶ αἱ ἄλλων παθῶν ἀπεχόμεναι, ὑπὸ ἄλλων δὲ κρατούμεναι.

πνίγει. θάλπει, καύματι.

`259a`

μεσημβριάζοντα. ἐν μεσημβρίᾳ νυστάζοντα καὶ καθεύδοντα, κηλούμενα.

`259b`

λέγεται δʼ ὥς. μῦθος περὶ τεττίγων.

`259c`

γέρας τοῦτο. σημείωσαι ὅτι τοὺς τέττιγας λέγεται τὸ παράπαν μὴ δεῖσθαι τροφῆς, τῇ δὲ δρόσῳ ἀρκεῖσθαι μόνῃ.

`259d`

ἱᾶσιν. πέμπουσι.

`260c`

περὶ ὄνου σκιᾶς. παροιμία ὄνου σκιᾶς: ἐπὶ τῶν μηδενὸς ἀξίων. φασὶ δὲ εἱλκύσθαι τὴν παροιμίαν ἀπὸ τοῦ Δημοσθένει τῷ ῥήτορι συμβάντος. δίκην γάρ ποτε, ὥς φησιν Ἀριστείδης, ἀπολογούμενος, ἧς τὸ τίμημα ἦν τί χρὴ παθεῖν ἢ ἀποτίσαι, τοῦ κατηγόρου δεινῶς εἰρηκότος καὶ προεξειργασμένου διότι ὁ εὐθυνόμενος οὐδενὶ δικαίῳ μόνῃ δὲ τῇ Δημοσθένους δεινότητι πέποιθεν, οἱ δικασταὶ μετεωρισθέντες οὐ προσεῖχον τῷ Δημοσθένει, ἀλλʼ ἐθορύβουν κωλύοντες ἀπολογεῖσθαι, καὶ τούτου συμβαίνοντος ἐπὶ πλείονα χρόνον, διαλειπόντων ποτὲ μικρὸν καὶ γενομένης βραχείας ἡσυχίας «ἄνδρες» ἔφη «δικασταί, μικρόν μου χρόνον ἀνάσχεσθε, καὶ συγχωρήσατέ μοι λόγον οὐ πάλαι γεγονότα διηγήσασθαι.» τῶν δὲ συγχωρησάντων διὰ τὸ μέγα τι ὑπολαβεῖν τὸ ὑπʼ αὐτοῦ μέλλον λέγεσθαι, «νεανίσκος τις» ἔφη «τῶν ἐπὶ φιλολογίαν εἰς τὴν πόλιν ἡμῶν παραγεγονότων, ὅτε ἀποτρέχειν ἔμελλεν, ἐμισθώσατο ὄνον πρὸς τὸ τὰ σκεύη αὑτοῦ διακομίσασθαι μέχρι Μεγαρέων. ὑπὸ κύνα δὲ τῆς ὥρας ὑπαρχούσης, κατὰ τὸ μέσον τῆς ἡμέρας ἐκκαίοντος τοῦ ἡλίου σφοδρότερον, οὔτε τὸ ὑποζύγιον συνέβαινεν ἐθέλειν ὁδοιπορεῖν οὔτε αὐτὸν ἀκολουθεῖν δύνασθαι. καταλύσαντος οὖν τὸ φορτίον τοῦ ὀνηλάτου, καὶ τὸν ὄνον στήσαντος ἐκτὸς τῆς ὁδοῦ, μὴ δύνασθαι ὑπομένειν τὸ καῦμα, ἀλλὰ κακῶς διακείμενος ὑπὸ τὴν τοῦ ὄνου σκιὰν ὑποδὺς μένειν οἷός τε ἦν. τοῦ δὲ ὀνηλάτου ἐκεῖνον μὲν κωλύοντος, ἑαυτῷ δὲ ἐπιβάλλειν λέγοντος διὰ τὸ καὶ τὸν ὄνον ἴδιον εἶναι καὶ τὴν ἀπʼ αὐτοῦ σκιὰν ὑπάρχειν ἰδίαν· μεμισθωκέναι γὰρ μόνον τὸν ὄνον διακομίσοντα αὐτοῦ τὰ σκεύη, οὐ μὴν τὴν σκιὰν αὐτοῦ. ὡς δὲ καὶ ὁ νεανίσκος ἀντέλεγε πάλιν, φάσκων τὴν ἡμέραν ὅλην αὐτοῦ τὸν ὄνον εἶναι, καὶ πολλὴν ἀντιλογίαν, συνέβαινεν ἐκ τούτου εἰς μάχην ὁρμῆσαι.» ἐπεὶ δʼ ὁ μὲν ταῦτα εἰπὼν κατέβαινεν ἀπὸ τοῦ βήματος, οἱ δὲ δικασταὶ κατεῖχον ἀξιοῦντες τὸ γενόμενον πέρας ἐξηγήσασθαι, ἐπιστραφεὶς «ἄνδρες» εἶπεν, «ὑπὲρ μὲν ὄνου σκιᾶς βούλεσθε ἀκοῦσαι, ὑπὲρ ἀνθρώπου δὲ κινδυνεύοντος τῷ βίῳ κωλύετε λέγειν;» οὕτω τοὺς δικαστάς, συγχωρήσαντας ὀρθῶς ὑπὸ τοῦ ῥήτορος ἐπιπεπλῆχθαι, λέγειν ἐφεῖναι. ὅθεν τό τε τοῦ διηγήματος εὔστοχον καὶ τὸ τοῦ φρονήματος παρρησιαστικὸν διαμνημονευθὲν παροιμίας ἔλαβε τάξιν.

`260d`

καρπὸν ὧν ἔσπειρε θερίζειν.

σημείωσαι ἀπὸ παροιμίας τῆς ὁ κακὰ σπείρων κακὰ θερίζει.

καρπὸν ὃν ἔσπειρας θέριζε, ἐπὶ τῶν τοιαῦτα πασχόντων οἷα ἔδρασαν. παρῆκται δὲ ἀπὸ τοῦ στίχου

  
εἰ δὲ κακὰ σπείραις, κακά κεν ἀμήσαιο,  
καὶ πάλιν

  
ὃς δὲ κακὰ σπείρει, θεριεῖ κακὰ κήδεα παισίν.  

ἐκεῖνο. τὸ ἀληθές.

ἐμέ. τὴν τοῦ πείθειν δύναμιν.

`260e`

ἔτυμος τέχνη. ἄνευ τοῦ ἀγαθοῦ καὶ τῆς ἀληθείας, φησὶν ὁ Λάκων ῥήτωρ, τέχνην εἶναι ἀμήχανον.

`261a`

ἱκανῶς φιλοσοφήσῃ. οἱ γὰρ ἄριστοι ῥήτορες καὶ φιλόσοφοι, ὡς Περικλῆς Ἀναξαγόρας, ὡς Δημοσθένης Πλάτωνος γεγονότες μαθηταί.

`261b`

περὶ τὰς δίκας. ἔθος ἦν παλαιὸν ἐν τοῖς δικαστηρίοις δημοσίοις τε λόγοις τοὺς ῥήτορας διατρίβειν, οὐ μὴν ἐν ταῖς γινομέναις συνουσίαις ἰδίᾳ.

`261c`

Γοργίαν Νέστορα κτλ. Γοργίας παράλληλος Νέστορι ὡς αἰδήμων καὶ πολυετής· ὀκτὼ γὰρ καὶ ἑκατὸν ἔζησεν ἔτη· ὡς δεινοὶ οἱ ἄλλοι Ὀδυσσεῖ.

`261d`

Ἐλεατικὸν Παλαμήδην. Ζήνωνά φησι τὸν Παρμενίδου ἑταῖρον, ὅτι δὴ πανεπιστήμων σχεδὸν ἦν ὁ ἀνήρ, ὡς καὶ Παλαμήδης.

`262a`

ἦ. σύνδεσμος ἀπορηματικὸς ἀντὶ τοῦ ἆρα τὸ ἦ, ὡς τὸ—

  
ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων  
  
Ἀτρεῖδαι;  

`262c`

ψιλῶς. τὸ μὴ ἐπὶ ὑποδείγματός φησι.

`262d`

προσπαίζων. τουτέστιν ὁ φιλόσοφος ὡς παιδιᾷ χρῆται τοῖς τῶν ῥητόρων λόγοις, καὶ ὅπερ ἐκεῖνοι μετὰ σπουδῆς ποιοῦσι, τὸ διὰ τῶν ὁμοιοτήτων παράγειν τοὺς ἀκούοντας, οὗτος ἐν παιδιᾶς μοίρᾳ ἔχει.

τοῦτο τὸ γέρας. τὸ δύνασθαι διακρίνειν τοὺς κατὰ τέχνην λέγοντας καὶ μή.

`263b`

πρῶτον μὲν δεῖ κτλ. ὅτι ὁ ῥήτωρ εἰδέναι τὴν φύσιν ὀφείλει τοῦ πράγματος καὶ διαιρεῖσθαι καὶ ὁρίζεσθαι.

πλῆθος. γρ. καὶ τὸ εἶδος

`263d`

ἀμηχάνως. ἀντὶ τοῦ θαυμάσιον πάνυ ὡρίσω.

`264a`

ἦ πολλοῦ δεῖν. ὄντως, οὐδαμῶς.

διανεῖν. διακολυμβᾶν, διαπερᾶν.

`264e`

ἑτέρους λόγους. τοὺς μετὰ ἀληθείας.

`267a`

μνήμης χάριν. ἐπειδὴ τὰ ἔπη τῶν καταλογάδην εὐμνημονευτότερα.

`267b`

μουσεῖα λόγων. τὰ πάρισα, ὡς τὸ «καὶ φιλοκίνδυνον τὸν βίον κατέστησεν, τῆς δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν ἐποίησεν».

`267c`

διπλασιολογίαν. ὡς τὸ φεῦ φεῦ.

γνωμολογίαν ... εἰκονολογίαν. τὸ διʼ εἰκόνος καὶ διʼ ὑποδείγματός τι δηλοῦν· γνωμολογία δὲ ὡς τὸ «δεινὸν ἡ πονηρία».

Λικυμνίων. Λικυμνίων· ὁ Λικύμνιος δὲ Πώλου διδάσκαλος, ὃς διῄρει τὰ ὀνόματα εἰς κύρια, σύνθετα, ἀδελφά, ἐπίθετα, καὶ εἰς ἄλλα τινά.

`268a`

ἤτριον. ἱμάτιον εὐυφὲς καὶ ἀραιόν.

`271b`

οὔτοι. γρ. οὕτω.

`272c`

τί μήν; καταφατικόν ἐστιν ἐν ἴσῳ τὸ οἴομαι.

τὸ τοῦ λύκου εἰπεῖν. παροιμία λύκου ῥήματα, ἐπὶ τοῦ καὶ λόγοις καὶ ἔργοις ἀδικοῦντος. ἰδὼν γὰρ λύκος ποιμένα ἐσθίοντα προβάτεια εἶπεν «ἡλίκος ἂν ἤρθη θόρυβος, εἰ ἐγὼ ταῦτʼ ἐποίουν;» ἐμνήσθη ταύτης ἐνταῦθα Πλάτων.

`274a`

ὅτι μή. εἰ μὴ ὅτι.

`276b`

Ἀδώνιδος κήπους. παροιμία Ἀδώνιδος κῆποι ἐπὶ τῶν ἀώρων καὶ ὀλιγοχρονίων καὶ μὴ ἐρριζωμένων. ἐμνήσθη δὲ αὐτῆς καὶ Εὐριπίδης Μελανίππῃ καὶ ἐνταῦθα Πλάτων.

`279c`

κοινὰ ... τὰ τῶν φίλων. παροιμία κοινὰ τὰ φίλων, ἐπὶ τῶν εὐμεταδότων. φασὶ δὲ λεχθῆναι πρῶτον τὴν παροιμίαν περὶ τὴν μεγάλην Ἑλλάδα, καθʼ οὓς χρόνους ὁ Πυθαγόρας ἔπειθεν τοὺς αὐτὴν κατοικοῦντας ἀδιανέμητα πάντα κεκτῆσθαι. φησὶ γοῦν ὁ Τίμαιος ἐν τῇ εʹ οὕτως· «προσιόντων δʼ οὖν αὐτῷ τῶν νεωτέρων καὶ βουλομένων συνδιατρίβειν οὐκ εὐθὺς συνεχώρησεν, ἀλλʼ ἔφη δεῖν καὶ τὰς οὐσίας κοινὰς εἶναι τῶν ἐντυγχανόντων.» εἶτα μετὰ πολλά φησι «καὶ διʼ ἐκείνους πρῶτον ῥηθῆναι κατὰ τὴν Ἰταλίαν ὅτι κοινὰ τὰ φίλων.» ἐμνήσθη δὲ ταύτης καὶ Ἀριστοτέλης ἐν τῷ θʹ τῶν Ἠθικῶν. Κλέαρχος δέ φησιν ὑπὸ Χαλκιδέων τῶν ἐν Εὐβοίᾳ πεμφθῆναι δῶρα εἰς Δελφοὺς Ἀπόλλωνι καὶ Ἀρτέμιδι. τῶν δὲ Δελφῶν μαντευομένων εἰ ἐξ ἴσης τὴν ἀνάθεσιν ποιήσωνται, ἔφησεν ὁ θεὸς «κοινὰ τὰ τῶν φίλων.» καὶ Μένανδρος Ἀδελφοῖς βʹ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-an`.
