---
title: "Old Scholia on Plato: Phaedo"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Φαίδωνα"
author: Plato Commentary
eul_wid: uqe-af
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-phaedo-uqe-af"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:9125b030724e75ad74ab1260fb8e5b801882cf2182117c18ca1b94edb00fe5ba"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Phaedo

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Φαίδωνα*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-af` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-phaedo-uqe-af)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΟΝ ΦΑΙΔΩΝΑ

ΦΑΙΔΩΝ.

  
Εἴ με Πλάτων οὐ γράψε, δύω ἐγένοντο Πλάτωνες·  
  
Σωκρατικῶν ὀάρων ἄνθεα πάντα φέρω.  
  
ἀλλὰ νόθον με τέλεσσε Παναίτιος· ὅς ῥʼ ἐτέλεσσε  
  
καὶ ψυχὴν θνητήν, κἀμὲ νόθον τελέσαι.  

`58b`

Θεωρίαν ἀπάξειν. θεωρίαν ἀπάξειν ἀντὶ τοῦ θυσίαν ἀπενεγκεῖν. Θεωροὶ δέ εἰσιν οἱ πεμπόμενοι θύσαι καὶ θεραπεῦσαι τὸν θεόν· ὅθεν καὶ αἱ ὁδοὶ διʼ ὧν ἐπορεύοντο θεωρίδες κέλευθοι ἐκαλοῦντο καὶ τὰ διδόμενα θεωρικά, καὶ ἡ ναῦς ἡ εἰς Δῆλον πεμπομένη θεωρὶς καὶ ὁ ἱερεὺς θεωρός.

`60b`

ἄτοπον. ἄτοπον τὸ θαυμαστόν, ὡς καὶ ἐν Θεαιτήτῳ φησίν «Οὐδέν γʼ ἄτοπον, ἀλλὰ πολὺ θαυμαστότερον ἦν»· ἐσαφηνίσθη γὰρ διὰ τῆς ἀντιθέσεως. τάττεται δὲ καὶ ἐπὶ τοῦ ἀνυπόπτου· Εὔπολις Μαρικᾷ—

  
καὶ πόλλʼ ἀγάθʼ ἐν τοῖσι κουρίοις ἐγὼ  
  
ἀτόπως καθίζων, κοὐδὲ γινώσκειν δοκῶν.  
καὶ τὸ ἀδόκητον καὶ ἀνυπονόητον· οἱ δὲ ἄλογον.

`61c`

καθῆκε τὰ σκέλη. συντονώτερον ἀνέλαβε σχῆμα καὶ σεμνότερον, ὡς περὶ προβλήματος σεμνοτέρου μέλλων διαλέγεσθαι.

`61d`

πῶς κτλ. κατὰ τὸν Κέβητα ἡ τάξις τῶν προβλημάτων.

Φιλολάῳ. Πυθαγόριος οὗτος ἦν, ἐξ Ἰταλίας πεφευγὼς διὰ τὸν ἐμπρησμὸν τούτων τὸν ὑπὸ Γύλωνος γεγονότα διὰ τὸ ἀνεπιτήδειον αὐτοῦ πρὸς φιλοσοφίαν καὶ ἀπελαθέντα τοῦ ὁμακοΐου. ὃς καὶ διʼ αἰνιγμάτων ἐδίδασκεν, καθάπερ ἦν ἔθος αὐτοῖς. ἦλθεν οὗτος εἰς Θήβας, τεθνεῶτι τῷ διδασκάλῳ Λύσιδι χοὰς ποιήσασθαι ἐκεῖσε τεθαμμένῳ. Ἵππαρχος δὲ καὶ Φιλόλαος μόνοι τῆς εἰρημένης συμφορᾶς τῶν Πυθαγορίων διεσώθησαν. πρὸς τὸν Λύσιν δὲ τοῦτον Πλάτων ποιεῖται τὸν διάλογον.

ἴσως καὶ μάλιστα. τὸ μὲν ἴσως διὰ τὸ μυθικὸν ἐπιχείρημα, τὸ δὲ μάλιστα διὰ τὸ φιλόσοφον.

`61e`

μέχρι ἡλίου δυσμῶν. ὡς ζήσεσθαι μέλλων μέχρις ἡλίου δυσμῶν. ἐν γὰρ ἡμέρᾳ φονεύειν ἀπείρητο, καθὰ τοῖς Πυθαγορίοις τὸ ἐν μεσημβρίᾳ καθεύδειν, διὰ τὸ τὸν ἥλιον τότε μᾶλλον ἐνεργεῖν.

`62a`

τἆλλα. οἷον πλοῦτος, δόξα, ξίφος. ἐπαμφοτερίζει γὰρ καὶ τὰ ἄλλα πάντα, θάνατος δὲ μόνως ἀγαθός ἐστιν.

οἷς δὲ βέλτιον τεθνάναι. κατὰ τὸν Σωκράτην ἡ αʹ τάξις τῶν προβλημάτων· πρῶτον γὰρ δεῖ ἐθέλειν ἀποθνῄσκειν κατὰ προαίρεσιν τοῦ μὴ ἐξάγειν ἑαυτοὺς κατὰ φύσιν.

ἴττω Ζεύς. ἐγέλασεν διότι ἐκάλεσε τὸν φονεύοντα ἑαυτὸν εὐεργέτην. τὸ δὲ ἴττω ἐπιχωριάζοντός ἐστιν ἀντὶ τοῦ ίττω τῇ Βοιωτίδι διαλέκτῳ, ὃ δείκνυσιν ὅτι φύσει τὸν Σωκράτην θαυμάζει.

`62b`

ἐν ἀπορρήτοις. ἐντεῦθεν τὸ πρῶτον πρόβλημα, τὸ μὴ δεῖν ἐξάγειν ἑαυτόν· οὗ ἐπιχείρημα μυθικὸν ἐξ Ὀρφέως ληφθέν.

οὐ μέντοι. ἐπιχείρημα δεύτερον διαλεκτικὸν καὶ φιλόσοφον.

`62c`

ὃ μέντοι κτλ. ἐντεῦθεν τὸ δεύτερον πρόβλημα, τὸ τοὺς φιλοσόφους ἐθέλειν ἀποθνήσκειν.

`64a`

κινδυνεύουσι. ἀντὶ τοῦ διʼ ἀνάγκης καὶ ἀποδείξεως τοῦτο αὐτοῖς συνάγεται.

`64b`

γελασείοντα. γελαστικῶς ἔχοντα, γελάσαι θέλοντα.

θανατῶσι. θανάτου ἐπιθυμοῦσι.

`72b`

ἦ δʼ ὅς. ἦ δʼ ὅς, ἐὰν μὲν ᾖ δύο λόγου μέρη, ἔσται ἔφη δὲ ὅς, τοῦτʼ ἔστιν ἔφη δὲ οὗτος· οἱ δὲ λέγουσιν ὅτι αὐτὸ μόνον σημαίνει τὸ ἔφη. ἐὰν δὲ ᾖ ἓν μέρος λόγου, ἔσται φίλος ὡς Ἀθηναῖοι, ἢ ὄφελος ὡς Αἰγινῆται, ἢ ὄξος ὡς Χαλκιδεῖς, ᾧ πρὸς τὰ ἱερὰ χρῶνται. τάσσεται δʼ ἐπὶ παντὸς προσώπου καὶ ἀριθμοῦ ὡς τὸ ὦ τάν.

`72c`

ὁμοῦ. ὁμοῦ σημαίνει ποτὲ μὲν τὸ ἐγγύς, ὡς δηλοῖ Δημοσθένης ἐν τῷ τῆς Παραπρεσβείας· «Καίτοι τὸν μὲν ἀνδριάντα τοῦτον οὔπω πεντήκοντα ἔτη φασὶν ἀνακεῖσθαι Σαλαμίνιοι ἀπὸ Σόλωνος, ὁ δʼ ἐστὶν ὁμοῦ σ ἔτη καὶ μ.» καὶ ἐν τῷ κατʼ Ἀριστογείτονος· «Εἰσὶν ὁμοῦ πάντες δισμύριοι Ἀθηναῖοι.» καὶ Μένανδρος ἐν τῷ Ἑαυτὸν τιμωρουμένῳ—

  
Πρὸς τῆς Ἀθηνᾶς, δαίμων δύο γεγονὼς ἔτη  
  
τοσαῦτα· ὁμοῦ γάρ ἐστιν ἑξήκοντά σοι.  
καὶ Ἀριστοφάνης Τριφάλητι· ἡ γὰρ τὸν Τριφάλητα τίκτουσά φησιν—

  
λαβέσθαι· καὶ γὰρ ἔσθʼ ὁμοῦ.  
δηλοῖ δὲ καὶ τὸ ἐν ταὐτῷ· Ὅμηρος—

  
ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐφʼ ὑμετέροισι δόμοισι.  
καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους· «Οὐκοῦν εἰ μὲν ἐάσομεν τούτων συμβάντων ὑμᾶς, οὐ καθαροῖς οὖσιν ὁμοῦ διατρίψομεν.» ἔστι καὶ χρονικόν· Σοφοκλῆς Οἰδίποδι—

  
πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει  
  
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.  
ἔχει καὶ δύναμιν συλληπτικήν, ὡς παρὰ Μενάνδρῳ ἐν Ὑδρίᾳ· οἱ Θρᾷκες Λιβύτρωες καλοῦνται—

  
πάντα νῦν ἤδη ʼσθʼ ὁμοῦ,  
ὅπερ δηλοῖ τὸ ἐν τῷ αὐτῷ.

`72e`

θαμά. πυκνά.

`76e`

ἄλλως. μάτην.

`77e`

ἄλλως τε. μάλιστα.

`82b`

ἤ που. ἴσως, σχεδόν.

`84c`

μῶν. ἄρα.

`84d`

ἦ που. ἴσως, σχεδόν.

`86e`

ὑπερδικεῖν. συνηγορεῖν, καὶ ὑπέρδικοι οἱ συνήγοροι.

θρᾶττον. ταράττον, ἐνοχλοῦν.

`89c`

οὐδʼ ὁ Ἡρακλῆς. παροιμία πρὸς δύο οὐδʼ ὁ Ἡρακλῆς. ταύτης τὴν αἰτίαν Δοῦρις οὕτως ἀφηγεῖται. Ἡρακλέα γάρ φησι βωμὸν εἱσάμενον ἐπὶ τῷ Ἀλφειῷ πυγμῆς ἀγῶνα θεῖναι, καὶ νικήσαντα τὴν ἑξῆς Ὀλυμπιάδα πάλιν ἀγωνιζόμενον ὑπὸ Ἐλάτου καὶ Φεράνδρου πάλῃ ληφθῆναι, καὶ ἐξ ἐκείνου τὸ πρὸς δύο Ἡρακλῆς παροιμιασθῆναι. Ἐχεφυλλίδας δὲ αὐτὸν ὑπὸ Κτεάτου καὶ Εὐρύτου τῶν Μολιονιδῶν ἡττηθῆναι κατὰ τὴν ἐπʼ Αὐγείᾳ στρατείαν. διωχθέντα δὲ ἄχρι τῆς Βουπρασίδος καὶ περιβλεψάμενον, ὡς οὐδεὶς ἐξίκετο τῶν πολεμίων, ἀναψύξαι τε καὶ ἐκ τοῦ παραρέοντος ποταμοῦ πιόντα προσαγορεῦσαι Τοῦτο ἡδὺ ὕδωρ, ὃ νῦν δείκνυται ἰόντων ἐκ Δύμης εἰς Ἦλιν, καλούμενον ὑπὸ τῶν ἐγχωρίων Σαδὺ Ὕδωρ. τὰ δὲ αὐτὰ καὶ Φερεκύδης καὶ Κώμαρχος καὶ Ἴστρος ἐν τοῖς Ἠλιακοῖς ἱστοροῦσιν. καὶ διὰ τοῦτο θεωροὺς τοὺς Μολιονίδας ἰόντας εἰς Κόρινθον λοχήσαντα τὸν Ἡρακλέα περὶ Κλεωνὰς ἀποκτεῖναι· ὅθεν Ἠλείοις ἀπώμοτον εἶναι τὰ Ἴσθμια ἀγωνίζεσθαι, ὅτι θεωροὺς πεμφθέντας εἰς τὸν Ἰσθμὸν τοὺς Μολιονίδας ἑλὼν Ἡρακλῆς ὑπὸ Κορινθίων ἐδέχθη. Ἡρόδωρος δὲ καὶ Ἑλλάνιχός φασιν ὡς, ὅτε τὴν ὕδραν Ἡρακλῆς ἀνῄρει, τὴν Ἥραν αὐτῷ καρκῖνον ἐφορμῆσαι, πρὸς δύο δὲ οὐ δυνάμενον μάχεσθαι σύμμαχον ἐπικαλέσασθαι τὸν Ἰόλαον, καὶ ἐντεῦθεν ῥηθῆναι τὴν παροιμίαν. ἐμνήσθη δὲ ταύτης Πλάτων καὶ ἐν ιαʹ Νόμων, «Ὀρθὸν μὲν δὴ πάλαι τε εἰρημένον, ὡς πρὸς δύο μάχεσθαι χαλεπόν,» καὶ ἐνταῦθα.

`96a`

ὑπερήφανος. ὑπέρφρων.

`99b`

καρδόπῳ. τῇ μάκτρᾳ τοῦ ἀλεύρου.

`99c`

δεύτερον πλοῦν. παροιμία δεύτερος πλοῦς ἐπὶ τῶν ἀσφαλῶς τὶ πραττόντων, παρʼ ὅσον οἱ διαμαρτόντες κατὰ τὸν πρότερον πλοῦν ἀσφαλῶς παρασκευάζονται τὸν δεύτερον. ἐμνήσθη δὲ ταύτης καὶ Ἀριστοτέλης ἐν τῷ βʹ τῶν Ἠθικῶν, καὶ Μένανδρος Κεκρυφάλῳ καὶ Πλοκίῳ καὶ Θεοφορουμένῃ.

`101d`

τὴν σαυτοῦ σκιάν. παροιμία τὴν αὑτοῦ σκιὰν δέδοικεν, ἐπὶ τῶν σφόδρα δειλοτάτων. μέμνηται ταύτης Ἀριστοφάνης Βαβυλωνίοις.

`107a`

ἀναβάλλοιτο. ἀνακρούοιτο.

`107c`

ἕρμαιον. ἀπροσδόκητον κέρδος, ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν.

`108d`

Γλαύκου τέχνη. σημείωσαι παροιμίαν ἐπὶ τῶν μὴ ῥᾳδίως κατεργαζομένων ἤτοι ἐπὶ τῶν πάνυ ἐπιμελῶς καὶ ἐντέχνως εἰργασμένων. Ἵππασος γάρ τις κατεσκεύασε χαλκοῦς τέτταρας δίσκους οὕτως ὥστε τὰς μὲν διαμέτρους αὐτῶν ἴσας ὑπάρχειν, τὸ δὲ τοῦ πρώτου δίσκου πάχος ἐπίτριτον μὲν εἶναι τοῦ δευτέρου, ἡμιόλιον δὲ τοῦ τρίτου, διπλάσιον δὲ τοῦ τετάρτου, κρουομένους δὲ τούτους ἐπιτελεῖν συμφωνίαν τινά. καὶ λέγεται Γλαῦκον ἰδόντα τοὺς ἐπὶ τῶν δίσκων φθόγγους πρῶτον ἐγχειρῆσαι διʼ αὐτῶν χειρουργεῖν, καὶ ἀπὸ ταύτης τῆς πραγματείας ἔτι καὶ νῦν λέγεσθαι τὴν καλουμένην Γλαύκου τέχνην. μέμνηται δὲ τούτων Ἀριστόξενος περὶ τῆς μουσικῆς ἀκροάσεως καὶ Νικοκλῆς ἐν τῷ περὶ θεωρίας· ἔστι δὲ καὶ ἑτέρα τέχνη γραμμάτων, ἣν ἀνατιθέασιν Γλαύκῳ Σαμίῳ, ἀφʼ ἧς ἴσως καὶ ἡ παροιμία διεδόθη. οὗτος δὲ καὶ σιδήρου κόλλησιν εὗρεν, ὥς φησιν Ἡρόδοτος.

`110e`

κατεδηδεσμένοι. καταβεβρωμένοι.

`111e`

αἰώραν. ὕψωσιν, ἔπαρσιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-af`.
