---
title: "Old Scholia on Plato: Meno"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Μένωνα"
author: Plato Commentary
eul_wid: uqe-az
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-meno-uqe-az"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:df2fe764c249e197e903b7005f23e098397f3dca8df4cc95d4a1809339e4bc1c"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Meno

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Μένωνα*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-az` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-meno-uqe-az)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΟΝ ΜΕΝΩΝΑ

`70a`

Θετταλοί. Θεσσαλία χώρα τις ὑπὸ τὴν Μακεδονίας ἐπαρχίαν, οἱ δʼ ἀπʼ αὐτῆς οὗτοι.

`70b`

Λαρισαῖοι Λάρισσα πόλις Θεσσαλίας.

Ἀλευαδῶν. Ἀλευάδαι οἱ ἐν Λαρίσσῃ τῆς Θετταλίας εὐγενέστατοι, ἀπὸ Ἀλεύου βασιλέως τὸ γένος ἔχοντες.

`75b`

τοῦτο σχῆμα. ὅρος σχήματος.

`79b`

πολλοῦ δεῖς. λείπῃ καὶ ἐνδεὴς εἶ εἰπεῖν· οἷον πολλοῦ δέῃ.

`79d`

περὶ τοῦ σχήματος. ἔλεγεν γὰρ ὅτι σχῆμά ἐστιν ὃ ἀεὶ χρόᾳ ἕπεται, αὕτη δὲ ἀγνοεῖσθαι ὑπέκειτο.

`80b`

ὡς γόης ἀπαχθείης. ὡς κακοῦργος παραδοθείης εἰς τὸ δεσμωτήριον.

`80c`

ἡ νάρκη αὐτή. σημείωσαι περὶ τῆς θαλαττίας νάρκης.

`82b`

γιγνώσκεις τετράγωνον. σημείωσαι τὸν παρὰ τῷ Μένωνι λόγον, οὗ καὶ ὁ δαιμόνιος Ἀριστοτέλης μνημονεύει ἐν τῇ λογικῇ πραγματείᾳ.

`83a`

μὴ ταύτῃ μὲν κτλ. οὕτω γὰρ ἑτερόμηκες εἴη οἷον—

ἑτερόμηκες

`83b`

ἀναγραψώμεθα δὴ κτλ.

τὸ ὅλον πόδες ιϛʹ

`83c`

τοῦδε μὲν διπλάσιον. τοῦ τετράποδος.

τούτου δὲ ἥμισυ. τοῦ ἑξκαιδεκάποδος.

`83e`

ἥμισυ ταύτης. τῆς δίποδος δηλονότι. ἔστι δʼ ἕν, ὃ σὺν αὐτῇ τῇ δίποδι ληφθὲν τὴν τρίποδα ποιεῖ, κατά τε μῆκος καὶ πλάτος.

`84a`

ᾤετο. λέγων εἶναι τὴν διπλασίαν τῆς δίποδος.

`84b`

προὔργου. συμφέρον ἢ πλέον, ὡς νῦν.

`84d`

ἄλλο τι οὖν γένοιτʼ ἂν κτλ. χωρίον προσθετόν προσθετόν ἀναπληρωθέν

`85a`

πόσα οὖν τηλικαῦτα κτλ.

`87a`

τρίγωνον ἐνταθῆναι. περὶ τῆς τοῦ τριγώνου εἰς τὸν κύκλον ἐντάσεως.

`90b`

ἔθρεψεν. ὁ πατὴρ δηλαδή.

`91c`

Ἡράκλεις. ἐπίφθεγμα θαυμαστικόν.

εὐφήμει. σιώπα, μὴ ἀκαιρολόγει.

`93d`

ἐδιδάξατο. ἐδιδάξατο καὶ ἐπαιδεύσατο διʼ ἑτέρου· αὐτὸς μέντοι Θεμιστοκλῆς διʼ ἑαυτοῦ οὐδὲν τούτων.

`97d`

δεδεμένα. τῶν πάλαι δημιουργῶν πλαττόντων τὰ ζῷα συμμεμυκότας ἔχοντα τοὺς ὀφθαλμοὺς καὶ οὐ διεστηκότας τοὺς πόδας, ἀλλʼ ἑστῶτα σύμποδα, Δαίδαλος ἄριστος ἀγαλματοποιὸς ἐπιγεγονὼς πρῶτος ἀναπετάννυσί τε τὰ τούτων βλέφαρα, ὡς δόξαι βλέπειν αὐτά, καὶ τοὺς πόδας, ὡς νομίσαι βαδίζειν, διίστησιν· καὶ διὰ τοῦτο δεδέσθαι, ἵνα μὴ φύγοιεν, ὡς δῆθεν ἐμψύχων ἤδη γεγονότων αὐτῶν. τοῖς δεδεμένοις οὖν τὰς ἀληθεῖς ἐοικέναι δόξας φησί, τοῖς λελυμένοις δὲ τούτων τὰς ψευδεῖς.

`100a`

οἷος πέπνυται. ἐν τῇ κʹ τῆς Ὀδυσσείας φησὶν Ὅμηρος περὶ Τειρεσίου

  
μάντιος ἀλαοῦ τοῦ τε φρένες ἔμπεδοί εἰσι  
  
τῷ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια  
  
οἴῳ πέπνυσθαι· τοὶ δὲ σκιαὶ ἀΐσσουσιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-az`.
