---
title: "Old Scholia on Plato: Menexenus"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Μενέξενον"
author: Plato Commentary
eul_wid: uqe-bd
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-menexenus-uqe-bd"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:b04e312ee5269a5a8dbc670d00fbc2bc2fc790b3eb81855fb7a78835c3a2ae94"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Menexenus

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Μενέξενον*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-bd` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-menexenus-uqe-bd)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΟΝ ΜΕΝΕΞΕΝΟΝ

`235c`

ἐξ ὑπογύου. παρʼ αὐτά, ἀπερισκέπτως, ἐκ τοῦ σύνεγγυς.

αὐτοσχεδιάζειν. αὐτομάτως, ἀσκέπτως εἰπεῖν.

`235e`

Ἀσπασίαν. Ἀσπασία αὕτη Ἀξιόχου, Μιλησία, γυνὴ Περικλέους, παρὰ Σωκράτει πεφιλοσοφηκυῖα, ὡς Διόδωρος ἐν τῷ περὶ Μιλήτου συγγράμματι φησίν. ἐπεγήματο δὲ μετὰ τὸν Περικλέους θάνατον Λυσικλεῖ τῷ προβατοκαπήλῳ, καὶ ἐξ αὐτοῦ ἔσχεν υἱὸν ὀνόματι Ποριστήν, καὶ τὸν Λυσικλέα ῥήτορα δεινότατον κατεσκευάσατο, καθάπερ καὶ Περικλέα δημηγορεῖν παρεσκεύασεν, ὡς Αἰσχίνης ὁ Σωκρατικὸς ἐν διαλόγῳ Καλλίᾳ καὶ Πλάτων ὁμοίως Πεδήταις. Κρατῖνος δὲ Ὀμφάλῃ τύραννον αὐτὴν καλεῖ, χείρων Εὔπολις Φίλοις· ἐν δὲ Προσπαλτίοις Ἑλένην αὐτὴν καλεῖ· ὁ δὲ Κρατῖνος καὶ Ἥραν, ἴσως ὅτι καὶ Περικλῆς Ὀλύμπιος προσηγορεύετο. ἔσχεν δʼ ἐξ αὐτῆς ὁ Περικλῆς νόθον υἱόν, ἐφʼ ᾧ καὶ ἐτελεύτα τῶν γνησίων προαποθανόντων, ὡς Εὔπολις Δήμοις.

`236a`

Ῥαμνουσίου. Ῥαμνοῦς δῆμος Αἰαντίδος, ἐξ οὗ οὗτος.

`236d`

ἔργῳ κτλ. ἐπιτάφιος.

`237d`

βοτά. τὰ βοσκήματα. κατὰ πάντων δὲ χερσαίων καὶ πτηνῶν καὶ ἐνύδρων λέγεται, ζῷα ὅσα βόσκεται.

`239c`

περὶ τῶν ἐν Μαραθῶνι πολεμησάντων.

`239e`

ὁ δὲ υἱός. τὸν Καμβύσην φησίν.

`240a`

Σάρδεσιν. Σάρδεις πόλις Λυδίας.

`240b`

Ἐρέτριαν. πόλις Εὐβοίας.

`240c`

Μαραθῶνα. Μαραθὼν τόπος τῆς Ἀττικῆς, ἀπέχων τῶν Ἀθηνῶν σταδίους τριακοσίους, τῇ φύσει τραχύς, δυσίππαστος, ἔχων ἐν ἑαυτῷ πηλούς, τενάγη, λίμνας.

τῇ ὑστεραίᾳ. νόμος γὰρ ἦν αὐτοῖς μὴ ἄλλως ἐξάγειν ἐπὶ πόλεμον, εἰ μὴ πανσέληνος ᾖ.

`241a`

περὶ τῶν ἐν Σαλαμῖνι καὶ Ἀρτεμισίῳ ναυμαχησάντων.

Σαλαμῖνα ... Ἀρτεμισίῳ. Σαλαμὶς πρὸς τῇ Ἀττικῇ νῆσός τε καὶ πόλις. Ἀρτεμίσιον δὲ ἄκρα τῆς Εὐβοίας, ἡ τείνουσα ἐπὶ θάλασσαν. ἕτερος αὐλὼν παράκειται τῇ θαλάσσῃ, ἐν ᾧ ἡ ναυμαχία ἐγένετο.

`241c`

περὶ τῶν ἐν Πλαταιαῖς πολεμησάντων.

Πλαταιαῖς. πόλις Βοιωτίας.

`241d`

περὶ τῶν ἐπʼ Εὐρυμέδοντι Παμφυλίας ποταμῷ ναυσὶ καὶ πεζῇ μαχεσαμένων ἐπί τε Κύπρον καὶ Αἴγυπτον ἐλθόντων.

`242a`

περὶ τῶν ἐν Τανάγρᾳ μαχεσαμένων.

Τανάγρᾳ. πόλις τῆς Βοιωτίας.

`242e`

περὶ τῶν ἐν Σικελίᾳ καὶ Ἑλλησπόντῳ καὶ Μιτυλήνῃ ναυμαχησάντων.

Σικελίαν. Ἄλεξίς φησιν ὁ κωμικός—

  
τῶν ἑπτὰ νήσων ἃς δέδειχεν ἡ φύσις  
  
θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος,  
  
ἐστὶν μεγίστη, καὶ δὲ Σαρδὼ δευτέρα,  
  
τρίτη τε Κύρνος, καὶ τετάρτη θʼ ἡ Διὸς  
  
Κρήτη τροφός ...................  
  
Εὔβοια πέμπτη στενοφύης, ἕκτη Κύπρος  
  
Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦσʼ ἔχει.  
Σικελία δʼ ἐκλήθη ἀπὸ Σικελοῦ τοῦ βασιλεύσαντος Αὐσόνων, οἳ ἀπὸ Ἰαπύγων ἐξαναστάντες διέβησαν εἰς τὴν πάλαι Σικανίαν καλουμένην.

`243a`

Ἑλλήσποντον. Ἀθάμαντος γυναῖκες Νεφέλη καὶ Ἰνώ. αὕτη ἐπιβουλεύουσα Φρίξῳ καὶ Ἕλλῃ, τοῖς ἐκ Νεφέλης τούτου παισίν, πείθει τοὺς ὑπʼ αὐτοῦ πεμφθέντας εἰς Δελφοὺς διὰ τὸν λιμὸν εἰπεῖν ὅτι παύσεσθαι τοῦτον ὁ Ἀπόλλων εἶπεν, εἰ Φρίξον αὐτῷ σφαγιάσειεν. Νεφέλη δὲ μαθοῦσα τοῦτο λαμβάνει παρʼ Ἑρμοῦ κριόπρωρον πλοῖον ὑπόχρυσον, ἐμβάλλει τε τοὺς παῖδας ἐν αὐτῷ πλεῖν καὶ φεύγειν. τῶν δὲ κατὰ τὴν μεταξὺ Σιγίου καὶ Χερρονήσου γενομένων θάλασσαν, ἡ μὲν Ἕλλη ἐκ τοῦ πλοίου εἰς τὸν βυθὸν ὤλισθεν, τῷ δὲ πελάγει τοὔνομα δίδωσιν ἀπʼ αὐτῆς.

`243c`

Μυτιλήνῃ. πόλις ἐν Λέσβῳ τῇ νήσῳ.

`243e`

Πειραιῶς. Πειραιεύς· πόλις Ἀττικῆς καὶ λιμήν.

Ἐλευσῖνι. Ἐλευσίς· δῆμος καὶ πόλις Ἀττικῆς.

`245d`

ἐντέτηκε. ἐγκεκόλληται, πέπηγεν.

`245e`

ἐν Κορίνθῳ. Κόρινθος πόλις ἐν Πελοποννήσῳ, κειμένη ἐν τῷ Ἰσθμῷ. Λέχαιον δὲ ἐπίνειον Κορίνθου, ὥσπερ ὁ Πειραιεὺς Ἀθηνῶν. εἰς τούτους δὲ τοὺς τόπους ἀπεδίδρασκον οἱ οἰκέται.

`247e`

τὸ μηδὲν ἄγαν. παράγγελμα Σόλωνος.

`248a`

τῇ παροιμίᾳ. τῇ μηδὲν ἄγαν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-bd`.
