---
title: "Old Scholia on Plato: Laches"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Λάχητα"
author: Plato Commentary
eul_wid: uqe-au
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-laches-uqe-au"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:693c9b15c88fbb3a2efeaceabe46538d73ee56515c3bef1037635fdc2bf77cb3"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Laches

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Λάχητα*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-au` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-laches-uqe-au)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΟΝ ΛΑΧΗΤΑ

`181b`

Δηλίου. χωρίον Βοιωτίας τοῦτο.

`184a`

στύρακος. κέντρον, κέρας, ἐπιδορατίς.

`187b`

ἐν τῷ Καρὶ ... ὁ κίνδυνος. παροιμία ἐπὶ τῶν ἐπισφαλέστερον καὶ ἐν ἀλλοτρίοις κινδυνευόντων· Κᾶρες γὰρ δοκοῦσι πρῶτοι μισθοφορῆσαι, ὅθεν καὶ εἰς πόλεμον αὐτοὺς προέταττον. ἐντεῦθεν γὰρ καὶ τοὺς μικροὺς στρατιώτας τινὲς Καρίωνας προσηγόρευον· καὶ τὸ παρʼ Ὁμήρῳ δὲ «ἐν Καρὸς αἴσῃ» ἐν τῷ τυχόντι τινὲς ἀκούουσιν. μέμνηται δὲ αὐτῆς Ἀρχίλοχος λέγων

  
καὶ δὴ ʼπίκουρος ὥστε Κὰρ κεκλήσομαι,  
καὶ Ἔφορος ἐν αʹ ἱστοριῶν, καὶ Φιλήμων ἐν Γάμῳ

  
ἐν Καρὶ τὸν κίνδυνον· οἶδα, δέσποτα,  
καὶ Εὐριπίδης Κύκλωπι

  
δράσω τάδε· ἐν Καρὶ κινδυνευτέον.  
καὶ Κρατῖνος Βουκόλοις

  
ἐν Καρὶ τὸν κίνδυνον· ἐν ἐμοὶ δὴ δοκεῖ  
  
πρώτῳ πειρᾶσθαι.  
καὶ Πλάτων ἐνταῦθα.

ἐν πίθῳ ἡ κεραμεία. παροιμία, ἐν πίθῳ τὴν κεραμίαν, ἐπὶ τῶν τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, ἁπτομένων δὲ τῶν μειζόνων καὶ ἤδη τῶν τελειοτέρων. κέχρηται δὲ αὐτῇ Ἀριστοφάνης ἐν Προάγωνι καὶ Πλάτων ὁ φιλόσοφος ἐν Γοργίᾳ, λέγων «τὸ λεγόμενον δὴ τοῦτο, ἐν πίθῳ τὴν κεραμίαν ἐπιχειρεῖν μανθάνειν,» καὶ ἐνταῦθα.

`188b`

Σόλωνος. ἀεὶ γηράσκω πολλὰ διδασκόμενος.

`191c`

γερροφόροις. τὰ σκεπάσματα πάντα οἱ Ἀττικοὶ γέρρα ἔλεγον. τινὲς δὲ δερμάτινα σκεπάσματά τινα καὶ Περσικά, οἷς ἀντὶ ἀσπίδων ἐχρῶντο. οἱ δὲ γέρρα τὰς σκηνάς φασι, καὶ γερροφόρους τοὺς τὰ εἰρημένα φέροντας.

`196d`

οὐκ ἂν πᾶσα ὗς γνοίη. σημείωσαι παροιμίαν κἂν κύων κἂν ὗς γνοίη, ἐπὶ τοῦ ῥᾳδίου καὶ εὐγνώστου, ὥστε καὶ τὰ ἀμαθέστατα ζῶα καταμαθεῖν.

`197c`

Αἰξωνέα. Αἰξωνὶς δῆμος Κεκροπίδος, καὶ Αἰξωνεῖς οἱ ἐκεῖθεν, οἳ καὶ βλάσφημοι ἐκωμῳδοῦντο εἶναι· παρʼ ὃ καὶ αἰξωνεύεσθαί φασι τὸ βλασφημεῖν· ὃ καὶ ἡ Πλατωνικὴ ῥῆσις δηλοῖ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-au`.
