---
title: "Old Scholia on Plato: Euthyphro"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Εὐθύφρονα"
author: Plato Commentary
eul_wid: uqe-ac
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-euthyphro-uqe-ac"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:d50badd89f325c3022bd78af1f15fca48ee78fb8b1579ac8334e2bdfe64a48cd"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Euthyphro

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Εὐθύφρονα*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-ac` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-euthyphro-uqe-ac)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

`2a`

δίκη. ἡ ὑπὲρ ἰδιωτικῶν ἀδικημάτων κρίσις.

γραφήν. ἡ ὑπὲρ δημοσίων.

`2b`

ἀγνώς. ἄγνωστος καὶ ἄκανθα δέ τις φασὶ λέγεται γοῦν σφανίας καὶ ἰχθὺς ποι–ό- –ς.

Πιτθεύς: Πιτθὶς δῆμος Αἰγηΐδος Ἀθήνῃσιν, ἐξ οὗ οὗτος.

`3a`

ἀτεχνῶς· ἀτεχνῶς· παντελῶς ἢ ἀντὶ τοῦ λίαν, περισπωμένως· βαρυτόνως δὲ τὸ ἀπείρως. ἁπλῶς ἢ καθάπαξ, ἰσχυρῶς ἢ τελέως. οἱ δὲ ἐν ἴσῳ τῷ ὄντι καὶ ἀληθείᾳ. οἱ δὲ δηλοῦν τὸ παράπαν καὶ καθόλου κατʼ ἀλήθειαν.

ἀφʼ ἑστίας: ἀπὸ τῶν οἰκειοτάτων· ἑστία γὰρ ἡ οἰκία. παροιμία ἐπὶ τῶν ἐν δυνάμει γινομένων καὶ πρώτους ἀδικούντων τοὺς οἰκείους, ἐπεὶ ἔθος ἦν τῇ Ἑστίᾳ πρώτῃ τῶν ἄλλων θεῶν θύειν. φέρεται δέ τις καὶ περὶ αὐτῆς μῦθος τοιοῦτος· μετὰ γὰρ τὸ καταλυθῆναι τὴν τῶν Τιτάνων ἀρχήν φασι τὸν Δία τὴν βασιλείαν παραλαβόντα ἐπιτρέψαι τῇ Ἑστίᾳ λαβεῖν ὅ τι ἂν βούλοιτο, τὴν δὲ τὴν παρθενίαν αἰτήσασθαι καὶ τὰς ἀπαρχὰς παρὰ τῶν ἀνθρώπων. ἄλλως, ἀφʼ ἑστίας. παροιμία, μετήνεκται δὲ ἀπὸ τῶν περὶ τὰ ἱερὰ δρωμένων· ἔθος γὰρ ἦν τῇ Ἑστίᾳ τὰς ἀπαρχὰς ποιεῖσθαι.

`4a`

ἦ που ἤπου· ἴσως, σχεδόν.

`4c`

πελάτης.

ὁ ἀντιστρωφῶν καὶ ὑπηρετῶν καὶ προσπελάζων. ἀπὸ τοῦ πέλας καὶ ἐγγὺς ἐκαλεῖτο· ὁ διʼ ἔνδειαν προσιών, μίσθιος δὲ ὁ ὑπηρετῶν.

ἐξηγητοῦ. τοῦ τοὺς νόμους ἐξηγουμένου.

`5a`

αὐτοσχεδιάζοντα. ἐκ τοῦ αὐτομάτου καὶ προχείρου καὶ ἑτοίμου λέγοντα, χωρὶς αἰτίας.

`5b`

λάχε δίκην. κλήρῳ γὰρ εἰσῆγον τὰς δίκας διʼ εὐταξίαν.

`6c`

ἐπὶ σχολῆς. ἐπὶ τῆς παρὰ τοῖς πολλοῖς λεγομένης εὐκαιρίας.

`12b`

ἵνα γὰρ δέος κτλ. σημείωσαι παροιμίαν· ἵναπερ δέος, ἔνθα καὶ αἰδώς, ἐπὶ τῶν κατὰ φόβον ἐπιεικῶν. εἴρηται δὲ ἐκ τῶν Στασίνου Κυπρίων Ζῆνα δὲ τὸν ῥέξαντα καὶ ὃς τάδε πάντʼ ἐφύτευσεν οὐκ ἐθέλει νεικεῖν, ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς.

ἵνα. ἀντὶ τοῦ ὅπου.

`12d`

σκαληνός. ὁ σκολιὸς καὶ πολυγώνιος· τοῦ γὰρ τριγώνου ἐστιν εἴδη τρία, ἰσόπλευρον, ἰσοσκελές, σκαληνόν.

`14d`

οὐ χαμαὶ πεσεῖται. παροιμία· οὐ μὴ χαμαὶ πέσῃ, ἐπὶ τῶν διακενῆς οὐδὲν λεγόντων, ἀλλʼ ἐπιτυγχανόντων.

`15d`

εἴπερ τις ἄλλος. ὡς οὐδεὶς ἄλλος.

θητός. θὴς θητός, ὁ μισθοῦ δουλεύων.

διωκάθειν. διώκειν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-ac`.
