---
title: "Old Scholia on Plato: Axiochus"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Ἀξίοχον"
author: Plato Commentary
eul_wid: uqe-bs
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-axiochus-uqe-bs"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:41802971f2272d01a1f6f23bf0e2af760c80347efe8176c3e03030c844d6bbf4"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Axiochus

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Ἀξίοχον*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-bs` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-axiochus-uqe-bs)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΟΝ ΑΞΙΟΧΟΝ

`364a`

Κυνόσαργες. τόπος ἐν τῇ Ἀττικῇ Κυνόσαργες καλούμενος, ἐν ᾧ τοὺς νόθους τῶν παίδων ἔταττον. ὠνόμασται δὲ οὕτως ἀπὸ κυνὸς ἀργοῦ, τουτέστι λευκοῦ ἢ ταχέος· καὶ γὰρ Ἡρακλεῖ θύοντας κύνα τοιοῦτον ἁρπάσαντα τοῦ θυομένου τὰ μηρία αὐτοῦ καθεῖναι, καὶ ἐπερωτήσαντας τοὺς θεοὺς ποῦ Ἡρακλέους ἱδρῦσαι ἱερὸν λαβεῖν χρησμὸν ἐν ἐκείνῳ τῷ τόπῳ. ἐξ οὗ καὶ τοὺς νόθους ἐκεῖ συντελεῖν, ὅτι καὶ Ἡρακλῆς νόθος ὢν Διὸς υἱός — Ἀμφιτρύωνος γὰρ γνήσιος ἦν — ἴσα θεοῖς ἐτιμήθη. λαμβάνεται δὲ καὶ εἰς παροιμίαν ἐπὶ ὕβρει καὶ ἀρᾷ, οἷον ἴθι ἐς Κυνόσαργες.

Ἰλισόν. ποταμὸς ἐν τῇ Ἀττικῇ.

Καλλιρόην. κρήνη ἐν τῇ Ἀττικῇ.

`364b`

μορμολυττομένους. μορμολύκιά φασιν τὰ τῶν ὑποκριτῶν πρόσωπα, ἃ Δωριεῖς γόργια καλοῦσιν. ἐντεῦθεν καὶ τὸ ἐκφοβῆσαι μορμολύξασθαι καὶ μορμολυττομένους τοὺς ἐκφοβοῦντας λέγουσιν.

`364c`

ἐπιτωθάζων. ἐπιλοιδορούμενος, ἢ ἐπεμβαίνων, ἢ χλευάζων ὡς νῦν, ἢ καυχώμενος.

`365a`

συνειλεγμένον τὰς ἁφάς. συνηγμένον τὰς πληγάς.

`365b`

μόνον οὐχί. σχεδόν, ἐγγύς.

`365c`

εὐλὰς καὶ κνώδαλα. εὐλαί εἰσιν οἱ ἐν τοῖς τραύμασι γιγνόμενοι σκώληκες, κνώδαλα δὲ κυρίως τὰ θαλάττια θηρία· κινώθαλα γάρ ἐστι τὰ ἐν τῇ ἁλὶ κινούμενα. Ὅμηρος δὲ καὶ ἐπὶ χερσαίου φησί—

  
κνώδαλον ὅττι ... καὶ ἴχνεσσιν γὰρ ὀπηδεῖ.  
πλὴν κνώδαλον μικρὸν ζῷον τὸ θαλάττιον καὶ τὸ χερσαῖον.

`365e`

ζῷον ἀθάνατον κτλ. ὅρος ἀνθρώπου.

`366a`

φρουρίῳ. γρ. χωρίῳ.

ᾧ τὰ μὲν ἥδοντα ἀμυχιαῖα. γρ. ᾧ τὰ μὲν ἥδοντα μυχιαῖα.

ὀριγνωμένη. ὀρεγομένη.

`366c`

«ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει·» δός τι, καὶ λάβε τι. γρ. τὰν χεῖρα· εἰ δίδως τι, καὶ λάβοις τι.

παρὰ ἀκαρῆ. ἀντὶ τοῦ παρὰ βραχύ, παρʼ ὀξύ· ὃ οὐχ οἷόν τε κεῖραι.

θανατᾷ. θανάτου ἐπιθυμεῖ, ὡς νῦν.

`367c`

γενέσθαι. γρ. γενέσθαι.

`368b`

βαναύσους. ἔκπυροι· οἱ ἑδραῖοι τεχνῖται κτλ.

ἐν τοῖς τεθνηκόσιν κτλ. σημείωσαι τὸν περὶ τῶν ναυτικῶν τοῦ Βίαντος λόγον.

`368c`

ἐρυσίβην. θηρίδιόν τι ἐν τῷ σίτῳ γιγνόμενον, ὃ λυμαίνεται τὸν καρπόν· τινὲς δὲ νόσον ἐπιγιγνομένην τοῖς σπέρμασιν.

`368d`

ποππυσθείη. κολακευθείη, ἐκ μεταφορᾶς τῶν ἐπὶ τοῖς ἵπποις ποππυσμάτων ἐν τῷ δαμάζεσθαι.

`368e`

ἐγκαθέτους. ἐνεδρευτάς, δολίους, κατασκόπους.

κατεχειροτόνησαν.

κατεψηφίσαντο. ἡ καταχειροτονία ἐγίγνετο οὕτως. ἔλεγεν ὁ κήρυξ, οἷον «ὅτῳ Μειδίας δοκεῖ ἀδικεῖν, αἰράτω τὴν χεῖρα». εἶτα οἱ θέλοντες ἐξέτεινον τὰς χεῖρας, καὶ ἐκαλεῖτο τοῦτο πρῶτον καταχειροτονία. εἶτα πάλιν δεύτερον ἔλεγεν ὁ αὐτὸς κήρυξ «ὅτῳ μὴ δοκῇ ἀδικεῖν Μειδίας, αἰράτω τὴν χεῖρα,» καὶ ἐξέτεινόν τινες, καὶ ἐκαλεῖτο ἀποχειροτονία. καὶ λοιπὸν ἠρίθμει πάσας τὰς χεῖρας ὁ κήρυξ, τῶν τε προτέρων καὶ καταχειροτονούντων, τῶν τε ὑστέρων καὶ ἀποχειρτονούντων. καὶ ὅσων ἂν ἦσαν πλείους, ἐκείνων καὶ ἡ γνώμη ἐκράτει.

`369a`

συγκλύδων. ἐπιμίκτου, ἐπηλύτου.

`369e`

καθικέσθαι. καθάψασθαι.

`370c`

πρηστήρων κτλ. τὸ ἄστραψαν ἢ ἀναπυρωθὲν βιαίως ἄχρι γῆς διεκθεῖ κεραυνός αἰθαλώδεις ψολοέντες ταχέως διάττοντες ἀργῆτες γραμμοειδῶς φερόμενοι ἑλικίαι κατασκήπτοντες εἴς τι σκηπτοί ἢ ἡμίπυρόν ἐστι σφοδρὸν δὲ ἄλλως καὶ ἁθρόον πρηστήρ ἢ ἄπυρόν ἐστι παντελῶς τυφών

`371a`

οἱ δύο θεοί. Ἀπόλλων καὶ Ἄρτεμις.

`371d`

ἁγιστείας. ἁγιωσύνας, καθαρότητας, λατρείας.

`371e`

γεννήτῃ. Ἀριστοτέλης φησί, τοῦ ὅλου πλήθους διῃρημένου Ἀθήνησιν εἴς τε τοὺς γεωργοὺς καὶ τοὺς δημιουργούς, φυλὰς αὐτῶν εἶναι δʹ, τῶν δὲ φυλῶν ἑκάστης μοίρας εἶναι τρεῖς, ἃς τριττύας τε καλοῦσι καὶ φρατρίας, ἑκάστης δὲ τούτων τριάκοντα εἶναι γένη, τὸ δὲ γένος ἐκ τριάκοντα ἕκαστον ἀνδρῶν συνεστάναι. τούτους δὴ τοὺς εἰς τὰ γένη τεταγμένους γεννήτας καλοῦσιν.

Ἐλευσινίας. τῆς Δήμητρος, διὰ τῶν αὐτῆς τελετῶν.

ἐναύσασθαι. μεταλαβεῖν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-bs`.
