---
title: "Scholia on Pindar (Selections/Glosses): Pythian Odes"
title_greek: "Σχόλια εἰς Πίνδαρον, Πυθιονῖκαι"
author: Pindar Commentary
eul_wid: ppu-agb
eul_aid: ppu
canonical: "https://eulogikon.org/works/pindar-comm-scholia-pythian-ppu-agb-ppu-agb"
lang: grc
period: Roman
dialect: Attic
content_hash: "sha256:c5f38b06c61d1c3c688ed3c40e02b4fafb2bf3c261c31ac539c12c8247623b8e"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Pindar (Selections/Glosses): Pythian Odes

*Σχόλια εἰς Πίνδαρον, Πυθιονῖκαι*

**Author:** Pindar Commentary

**eul_wid:** `ppu-agb` · [HTML page](https://eulogikon.org/works/pindar-comm-scholia-pythian-ppu-agb-ppu-agb)

## Text

Part of [Scholia on Pindar (Selections/Glosses)](/works/pindar-comm-scholia-ppu-ag)

ΠΥΘΙΩΝ ΕΙΔΟΣ Αʹ.

Τὸ προοίμιον προσφωνητικόν.

Τοῦ σοφωτάτου μαγίστρου σχόλια. Πινδάρου Πύθια Κυραῖοι, ἔθνος περὶ τὸν Παρνασσόν, τοὺς εἰς τὴν Πυθίαν ἰόντας λοχῶντες ἀνῄρουν. Εὐρύλοχος οὖν ὁ Θεσσαλὸς Ἀμφικτύονας συμπαραλαβών, ἐπιθέμενος αὐτοῖς κατεστρέψατο· ἀνθʼ ὧν ἀμοιβὴν τῆς νίκης καθίστησι πανήγυριν τῷ Ἀπόλλωνι, τὰ λεγόμενα Πύθια, τελουμένην κατὰ χρόνους πέντε, ὡς καὶ ἡ τῶν Ὀλυμπίων. Πυθὼν δὲ ἐκαλεῖτο διὰ τὸ σεσῆφθαι ἐκεῖ τὸν ὑπʼ Ἀπόλλωνος ἀνῃρημένον δράκοντα· πύθω γὰρ τὸ σήπω· ἢ διότι οἱ δεόμενοι περί τινων μαθεῖν ἐκεῖσε ἀφικνούμενοι ἐμάνθανον. Ποιεῖται δὲ τὸν λόγον πρὸς τὴν τοῦ Ἀπόλλωνος κιθάραν, ὅτι τε αὐτὸς ἐν μουσικῇ ᾖδε τὰ ποιήματα, καὶ ὅτι ἡ παροῦσα ἑορτή, καθʼ ἣν ποιεῖται τοὺς ὕμνους, τοῦ Ἀπόλλωνος ἦν· εἰ καί τινές φασι διὰ τοῦτο πρὸς τὴν φόρμιγγα ποιεῖσθαι τὸν λόγον, διότι Ἱέρων αὐτῷ χρυσῆν κιθάραν ὑπέσχετο, ἵνα αὐτὸν ἀναμνήσῃ.

`P 1.1`

Χρυσέα φόρμιγξ Χρυσῆ ὦ κιθάρα.

`P 1.2`

Ἰοπλοκάμων Ἀνθηρὸν ἐχουσῶν τὸν πλόκαμον, ὁποῖόν ἐστι τὸ ἴον.

`P 1.3`

Σύνδικον Σύντροπον, κοινόν. —Κτέανον Κτῆμα· κιθαρίζοντι γὰρ τῷ Ἀπόλλωνι αἱ Μοῦσαι χορεύουσι.

`P 1.4`

Τᾶς Τῆς κιθάρας. —Βάσις Ὁ ῥυθμός. —Ἀγλαΐας Εὐφροσύνης. —Βάσις ἀγλαΐας Τὸ βάσις οἱ μὲν τὸν ῥυθμὸν νοοῦσι· τῆς γὰρ κιθάρας ὁ ῥυθμὸς ἀκούει, ἤγουν κατὰ τὸ μέλος ἐκείνης συντίθεται· οἱ δὲ διὰ τοὺς τῶν χορευτῶν πόδας· ἀκούουσι γὰρ ἐκεῖνοι τῆς κιθάρας· τουτέστιν, ὁποῖόν ἐστι τὸ μέλος αὐτῆς, καὶ οὗτοι κινοῦνται. Λέγει δὲ τὴν βάσιν ἀρχὴν ἀγλαΐας, ἢ διότι ὁ ῥυθμὸς τὸ πᾶν ἐστι τοῦ λόγου, ἢ ὅτι ἡ κατʼ ἀρχὰς τοῦ χοροῦ κίνησις μεγίστης εὐφροσύνης ὕστερον ἀπʼ αὐτοῦ ἐσομένης ἀρχή ἐστιν.

`P 1.5`

Πείθονται Ὑπακούουσιν. —Ἀοιδοὶ Οἱ μελῳδοί. — Σάμασιν Τοῖς παρὰ σοῦ τύποις, ἤγουν, ὅπως αὐτῇ τὰ μέλη τυπώσῃς, καὶ ἡ παρʼ ἐκείνων ᾠδὴ φέρεται.

`P 1.6`

Ἀγησιχόρων Τῶν τοὺς χοροὺς ἀγόντων· πρὸς γὰρ τὰ ᾄσματα καὶ οἱ χοροὶ ἄγονται.

`P 1.7`

Ἀμβολὰς Ἤγουν ᾄσματος, ἀπὸ τοῦ ἀναβάλλομαι τὸ προοιμιάζομαι. —Τεύχῃς Ποιῇς. —Ἐλελιζομένα Κινουμένη τοῖς κρούμασιν.

`P 1.8`

Καὶ τὸν αἰχματὰν Ὃν Ζεὺς δίκην αἰχμῆς φέρει. — Κεραυνὸν σβεννύεις Ἤτοι τὸν Δία τῆς ὀργῆς παύεις καὶ μειλίχιον καθιστᾷς, ὁπόταν ἀκούῃ σου. —Σβεννύεις Παύεις, πραΰνεις.

`P 1.9`

Ἀενάου πυρὸς Τοῦ ἀϊδίου· ἄσβεστον γὰρ τὸ πῦρ τοῦ παρὰ τῷ Διῒ κεραυνοῦ.

`P 1.9-10`

Εὕδει Καθεύδει, ὑπνοῖ. —Ἀνὰ σκάπτῳ Διὸς Τῇ ῥάβδῳ τοῦ Διός. —Εὕδει δʼ ἀνὰ σκάπτῳ Φασὶν ὅτι ἐν τῷ τοῦ Διὸς σκήπτρῳ ἀετὸς κάθηται, δεικνύων τὸ τοῦ Διὸς ἡγεμονικόν, ἐπειδὴ οὗτος βασιλεὺς ἁπάντων πτηνῶν· ὅντινα ἀετόν, φησίν, ἀκούοντα τῆς Ἀπόλλωνος κιθάρας, εἰς ὕπνον τρέπεσθαι θελγόμενον τῇ ᾠδῇ.

`P 1.10-11`

Ὠκεῖαν Ταχεῖαν. —Ἀμφοτέρωθεν Ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτοῦ. —Χαλάξαις Χαλάσας, καταγαγών.

`P 1.13-14`

Ἀρχὸς οἰωνῶν Ὁ ἡγεμὼν τῶν ὀρνέων. — Κελαινῶπιν Τὴν εἰς σκότος τοὺς ὀφθαλμοὺς ἄγουσαν. —Οἱ Αὐτῷ. —Νεφέλαν Ἤγουν τὸν ὕπνον.

`P 1.15`

Ἀγκύλῳ κρατὶ Τῇ ἐστραμμένον ῥάμφος ἐχούσῃ κεφαλῇ αὐτῆς. —Βλεφάρων Τῶν ὀφθαλμῶν.

`P 1.16`

—Ἁδὺ Γλυκύ. —Κλαῖστρον Κλεῖθρον. —Κατέχευας Τὸ κατέχευας ἢ πρὸς τὸ βλεφάρων συναπτέον, ἢ πρὸς τὸ κρατί, ἵνʼ ᾖ τὸ γλεφάρων πρὸς τὸ κλάϊστρον. Ὁ γὰρ ὕπνος ὥσπερ τι κλεῖθρον τῶν ὀφθαλμῶν, κλείων αὐτοὺς καὶ οὐκ ἐῶν ἠνεῳγμένους εἶναι. —Κνώσσων Κοιμώμενος.

`P 1.17`

Ὑγρὸν Εὔχυτον, ἢ ὑγρότητά τινα ἐμφαῖνον ἔχειν. —Αἰωρεῖ Χαλᾷ, ἢ ὥσπερ κυρτὸν δείκνυσι. —Τεαῖς Ταῖς σαῖς.

`P 1.18-19`

Ῥιπαῖσι Τοῖς μέλεσι. —Κατασχόμενος Ἀνδραποδιζόμενος καὶ κηλούμενος. —Βιατὰς Ἄρης Ὁ θρασὺς καὶ ἀμείλικτος. —Βιατὰς Ἄρης Δείκνυσιν ἐντεῦθεν τὴν τῆς μουσικῆς δύναμιν. Εἰ γὰρ τὸν ἀμείλικτον καὶ θρασὺν Ἄρην θέλγει, τίνα οὐκ ἂν τοῦτο ἐργάσηται; —Τραχεῖαν Τὴν σκληρὰν καὶ δειλήν. —Ἄνευθε Μακράν.

`P 1.20`

Ἐγχέων Ἤγουν τὰ ἔγχη. —Ἀκμὰν Τῶν δοράτων τὴν ὀξύτητα. —Ἰαίνει Εὐφραίνει. —Καρδίαν Τὴν ἑαυτοῦ.

`P 1.21`

—Κώματι Τῷ μέλει καὶ τῇ ᾠδῇ. —Κῆλα δὲ Ἤγουν: τὰ θελκτήρια γάρ.

`P 1.22-24`

Δαιμόνων θέλγει Οὐ μόνων τῶν ἀνθρώπων, ἀλλὰ καὶ θεῶν εὐφραίνει. Ἀμφὶ Περί. —Λατοΐδα τοῦ Ἀπόλλωνος. —Λατοΐδα Συνίζησις. —Σοφίᾳ Τῇ τῆς μουσικῆς ἐπιστήμῃ. —Βαθυκόλπων Βαθυζώνων. —Τε Καί. —Μοισᾶν Μουσῶν.

`P 1.25`

Ὅσσα Ἀττικῶς ἀντὶ ὅσα. —Πεφίληκε Ἠγάπησεν. —Ὅσσα δὲ μὴ πεφίληκε Τὸ ὅσα μὴ πεφίληκε πρὸς τὸ γᾶν συναπτέον.

`P 1.26`

Ἀτύζονται Μισοῦσι καὶ ἄτην ἡγοῦνται. —Βοὰν ᾨδήν.

`P 1.27`

Πιερίδων Τῶν ἐν τῇ Πιερίᾳ γεγεννημένων Μουσῶν. —Ἀΐοντα Ἀκούοντα.

`P 1.28`

Γᾶν Κατά. —Ἀμαιμάκετον Ἀκαταπόνητον καὶ μέγαν, διὰ τὸ μέγεθος — περὶ τοῦ Τυφῶνος.

`P 1.29`

Αἰνᾷ Τῇ χαλεπῇ. —Ταρτάρῳ Ἤγουν ὑπὸ τὴν ῥίζαν τῆς Αἴτνης.

`P 1.30`

Πολέμιος Ὁ ἐχθρός.

`P 1.31`

Τυφὼς Ὁ Τυφὼς χεῖρας ἀντάρας τῷ Διῒ ἐκεραυνώθη ὑπʼ αὐτοῦ ἐν Σικελίᾳ, ἔχων ἐπικείμενον τὴν Αἴτνην τὸ ὄρος. Εἰπὼν δὲ ἄνω: ὅσα μὴ πεφίληκε Ζεύς, ἐπάγει ὅστις ἐστὶν ὁ Τυφώς· τοῦτον γὰρ οὐ φιλεῖ. Εἰκότως δὲ ἐπέβαλε τὴν περὶ αὐτοῦ ἱστορίαν, ἐπειδὴ καὶ ὁ νῦν ἐπαινούμενος Ἱέρων Σικελιώτης ἐστίν, ἔνθα οὗτος κολάζεται. —Ἑκατοντακάρανος Ἑκατοντακέφαλος. —Τόν ποτε Ὅν τινα Τυφῶνα.

`P 1.32-33`

Κιλίκιον Τὸ ἐν τῇ Κιλικίᾳ. —Θρέψε Ἤγουν ἐγέννησε καὶ ἀνέθρεψε. —Πολυώνυμον ἄντρον Πολυθρύλλητον σπήλαιον. —Νῦν γε μὰν Νῦν δὲ μήν.

`P 1.34`

Ταί θʼ Αἱ καί. —Κύμας Τὴν Κύμην τινές φασι νῆσον παρακειμένην τῇ Σικελίᾳ, λέγοντες τὸ ὄχθαι ἀντὶ ὑπερκειμένης τῆς Κύμης Σικελίᾳ· οὓς αὐτὸς μὴ μεμφόμενος τὴν Κύμην νόει πόλιν ἐν Σικελίᾳ, ἵνα ᾖ τὸ ὄχθαι ἁλιερκέες διὰ τὴν Αἴτνην τὸ ὄρος, ἐν τέλει Σικελίας οὖσαν καὶ πλησιάζουσαν θαλάττῃ. —Ἁλιερκέες Περίῤῥυτοι.

`P 1.35`

Σικελία τʼ αὐτοῦ Ἡ Σικελία καὶ Τυφῶνος. —Πιέζει Δαμάζει.

`P 1.36-37`

Στέρνα λαχνάεντα Τὰ στήθη, ἤγουν αὐτοῦ, τὰ δασέα ταῖς θριξί· τοιαῦτα γὰρ τὰ τῶν ἰσχυρῶν στήθη. — Κίων δʼ οὐρανία Ἡ μέχρις οὐρανοῦ φθάνουσα τῷ ὕψει. —Κίων δʼ οὐρανία Κίονα οὐρανίαν τὴν Αἴτνην καλεῖ διὰ τὸ μέχρις οὐρανοῦ τῷ ὕψει φθάνειν.

`P 1.38`

Νιφόεσσʼ Χιονώδης. —Αἴτνα Ὄρος. —Πάνετες Διʼ ὅλου τοῦ ἔτους.

`P 1.39`

Ὀξείας Τῆς ταχέως τιτρωσκούσης τῷ ψύχει. — Ὀξείας Ὀξεῖαν δὲ τὴν χιόνα, ἢ τὴν ταχεῖαν αἴσθησιν τοῦ ἐν αὐτῇ ψυχροῦ τοῖς δεχομένοις ποιοῦσαν, ἢ διότι οἱ ἐφαπτόμενοι ταύτης ὅμοιόν τι πάσχουσι τοῖς κεντουμένοις, βαλλόμενοι τῇ ψυχρότητι. —Τιθήνα Τροφός, διὰ τὸ ἀεὶ ἐμφιλοχωρεῖν αὐτὴν τὴν χιόνα.

`P 1.40-41`

Τᾶς Τῆς Αἴτνης. —Ἐρεύγονται Ἀναδίδονται. —Ἀπλάτου Ἀπροσεγγίστου. —Ἁγνόταται Λαμπρόταται ἢ καθαρτικαί· τοιοῦτον γὰρ τὸ πῦρ.

`P 1.42`

Ἐκ μυχῶν Ἐκ τῶν ῥιζῶν δηλαδὴ τοῦ ὄρους. — Ποταμοὶ Πυρός.

`P 1.43`

Ἁμέραισι Ἐν ἡμέραις. —Προχέοντι Προχέουσι. —Ῥόον Ῥεῦμα.

`P 1.44`

Αἴθωνʼ Μέλανα ἢ καυστικόν. —Ὄρφναισι Ἐν νυξί.

`P 1.45`

Φοίνισσα Πυρώδης. —Κυλινδομένα Συστρεφομένη.

`P 1.46`

Πόντου πλάκα Ἤγουν τὸν πόντον περιφραστικῶς. —Πατάγῳ Ἤχῳ, κτύπῳ.

`P 1.47`

Ἁφαίστοιο Πυρός. —Κρουνοὺς Ῥεύματα. —Ἑρπετὸν Ἤγουν ὁ Τυφώς, διὰ τὸ πρηνὴς κεῖσθαι.

`P 1.48-51`

Δεινοτάτους Σφοδροτάτους. —Ἀναπέμπει Ἐπὶ τὴν κορυφὴν ἀνάγει. —Τέρας μὲν θαυμάσιον Σημεῖόν τι θαύματος ἄξιον. —Προσιδέσθαι Ἰδόντα τινὰ μαθεῖν. —Παρεόντων Τῶν ἐκεῖ ἐλθόντων. —Ἀκοῦσαι Τινὰ ἐκείνων. —Ἀκοῦσαι Ἰστέον ὅτι ἐν τῇ Αἴτνῃ ἡμέρας μὲν φωτὸς δίχα καπνὸς καυστικὸς ἀναδίδοται, νυκτὸς δὲ πέτραι ἀποσφαιρίζονται ἔξω κεκαυμέναι καὶ ζέουσαι καὶ κτύπον τῇ φορᾷ ἐμποιοῦσαι· πίπτουσι δὲ ἐν τῇ θαλάττῃ· τοὺς γὰρ πόδας τῆς Αἴτνης ἡ θάλαττα βρέχει.

`P 1.52-53`

Οἷον Ὁποῖον. —Μελαμφύλοις Τὸ μελαμφύλοις λέγει ἢ ταῖς δασείαις καὶ σκιὰν ὑπὸ τοῦ δάσους ποιούσαις, ἢ ταῖς μέλανα φύλλα ἐχούσαις ὑπὸ τοῦ ἐκεῖθεν ἀναδιδομένου καπνοῦ. Λέγει δὲ ἐν ταῖς κορυφαῖς καὶ τῷ πέδῳ δεδέσθαι αὐτόν, διὰ τὸ ὑπʼ ἐκείνων συνέχεσθαι. —Δέδεται Δεδέσμηται. —Κορυφαῖς Ἐν ταῖς κορυφαῖς τῆς Αἴτνης.

`P 1.54-55`

Στρωμνὰ δὲ Ἤτοι ἐν τοῖς μυχοῖς τοῦ ὄρους ἡ ἑαυτῶν κοίτη. —Χαράσσοισʼ Κατατέμνουσα. —Ἅπαν νῶτον Τὴν ῥάχιν αὐτοῦ. —Ποτικεκλιμένον Κείμενον αὐτόν. — Κεντεῖ Πλήττει διὰ τὸ ἐπικείμενον βάρος.

`P 1.56`

Εἴη Ζεῦ Ὦ Ζεῦ — εὐχή. —Τὶν Σοί. —Ἁνδάνειν Ἀρέσκειν μοι.

`P 1.57-58`

Τοῦτʼ Τὴν Αἴτνην. —Ἐφέπεις Διοικεῖς. — Ὄρος Ἐνταῦθα γὰρ ἱερὸν αὐτοῦ. —Εὐκάρποιο Πολυκάρπου Σικελίας. —Μέτωπον Τὸν ὀφθαλμὸν τοῦ ὄρους. —Μέτωπον Μέτωπον Σικελίας λέγει τὴν Αἴτνην, οἱονεὶ ὀφθαλμόν· εἰς ὕψος γὰρ διήκουσα σκοπιὰν τῆς τε θαλάσσης καὶ πάσης τῆς Σικελίας ἔχει.

`P 1.59`

Κλεινὸς οἰκιστὴρ — Περὶ τοῦ Ἱέρωνος — Ὁ ἔνδοξος Ἱέρων. —Ἐκύδανε Ἐτίμησε. —Πόλιν Πλησίον γὰρ τοῦ ὄρους πόλιν κτήσας, Αἴτνην ἀπʼ αὐτοῦ ὠνόμασε.

`P 1.60`

Γείτονα Τῷ ὄρει. —Πυθιάδος Τῆς ἐν τῇ Πυθῶνι πανηγύρεως.

`P 1.61-62`

Ἐν δρόμῳ Τῇ διὰ τοῦ δρόμου νίκῃ τοῦ ἅρματος. —Ἀνέειπέ νιν Τὸ: ἀνέειπέ νιν λέγει, ἢ ὅτι ἔθος ἦν καὶ τὰς πατρίδας τῶν νικησάντων ὑπὸ τοῦ κήρυκος ἀναγορεύεσθαι, ἢ ὅτι ἡ ἐκείνων ἀναγόρευσις καὶ τῆς πόλεως αὐτῶν ἐστιν, οἷς τοιούτοις προήνεγκεν. —Ἀνέειπέ νιν Ἀνηγόρευσεν αὐτήν. — Ἀγγέλλων Μηνύων. —Ἱέρωνος τοῦ οἰκιστοῦ αὐτῆς.

`P 1.63`

Καλλινίκου Τοῦ νικήσαντος ἐν ἅρματι. —Καλλινίκου Ἐπειδή, ἡνίκα ἐκτίσθη ἡ Αἴτνη, τὸ τοῦ Ἱέρωνος ἅρμα ἐν Πυθίᾳ ἐνίκησε, μέγιστον τοῦτο τεκμήριον ποιεῖται τῆς ἐς ὕστερον συμβησομένης αὐτῇ εὐτυχίας, λέγων ὅτι, ὥσπερ τοῖς ἀρχομένοις ἀπό τινος τόπου πλέειν, ἢν εὐθὺς ἐξ οὐρίας τὸν πλοῦν ποιήσωνται, πάρεστιν ἐντεῦθεν τεκμαίρεσθαι καὶ περὶ τῆς ἐπανόδου, ὡς ἄρα τοιάδε αὐτοῖς ἔσται, οὕτω καὶ ἡ πόλις ἡ μετὰ τὴν οἰκοδομὴν τιμηθεῖσα, καὶ εἰς τὸν ἔπειτα χρόνον ἀνθήσει. Ἰστέον ὅτι οὐκ ἀπῆλθεν Ἱέρων ἐν τοῖς Πυθίοις, διὰ τὸ νόσῳ κατέχεσθαι, ὡς προϊὼν ἐρεῖ, ἀλλὰ τὸ αὐτοῦ ἅρμα.

`P 1.64`

Ναυσιφορήτοις Τοῖς ἐν ναυσὶ φερομένοις.

`P 1.65`

Πρώτα Κατʼ ἀρχὰς τοῦ πλοῦ. —Χάρις Ἡδονὴ καὶ εὐτυχία.

`P 1.66-67`

Ἐς πλόον ἀρχομένοις Ἤγουν ἀρχὴν ποιουμένοις τοῦ πλοῦ. —Πομπαῖον Πόμπιμον. —Οὖρον Ἄνεμον. — Ἐοικότα Ἤγουν εἰκός ἐστι τοῖς οὕτω πλέουσι.

`P 1.68-69`

Κᾀν τελευτᾷ Ἐν τῷ τέλει τοῦ πλοῦ. —Φερτέρου Καλίστου. —Νόστου Ἐπανόδου. —Ὁ δὲ λόγος Οὗτος ὁ ῥηθείς. —Ὁ δὲ λόγος Ἤγουν ὁ ῥηθεὶς περὶ τῶν ναυσιφόρων ἀνδρῶν λόγος ἔχει ὑπόληψιν, τουτέστιν ἐκ τούτου ὑπονοεῖν ἐστιν ἡμῖν ὡς ἀεὶ εὐδαίμων ἔσται.

`P 1.70`

Ταύταις ἐπὶ συντυχίαις Ἤγουν τῷ τῆς νίκης συμβάματι. —Δόξαν φέρει ὑπόληψιν ἔχει.

`P 1.71`

Λοιπὸν Εἰς τὸ ἑξῆς. —Ἔσεσθαι τὴν πόλιν.

`P 1.72`

Κλυτὰν Ἔνδοξον.

`P 1.73`

Εὐφώνους Διὰ τὸ ἐν αὐταῖς αὐλοὺς καὶ κιθάρας εἶναι. —Θαλίαις Πανηγύρεσι. —Ὀνομαστὰν Ὀνομαστήν.

`P 1.74`

Λύκιε — Εὐχή — Τὸ Λύκιε, ἢ ἀντὶ τοῦ ἐν τῇ Λυκίᾳ τιμώμενε νόει, ἢ ὅτι ἐπίθετον ἦν Ἀπόλλωνος. Λύκιος γὰρ ἐτιμᾶτο ἐν Ἄργει, διὰ τὸ Λύκον τινὰ ἀπεκτονέναι ποτέ. —Δάλοιο Δήλου. —Ἀνάσσων Ἄρχων.

`P 1.75`

Φοῖβε ὦ Ἄπολλον. —Παρνασσῷ Τὴν ἐν τῷ Παρνασσῷ. —Κράναν Πηγήν.

`P 1.76`

Κασταλίαν ὠνομασμένην. —Φιλέων Φιλῶν.

`P 1.77`

Ταῦτα νόῳ Ἃ ὑπὲρ τῆς πόλεως ἔφην. —Ταῦτα νόῳ Ἀντὶ τοῦ εὐμενῶς δεξάμενος ταῦτα ἐθελήσαις πράττειν καὶ συμπεραίνειν.

`P 1.78`

Τιθέμεν Τιθέναι. —Εὔανδρον Ἀντὶ τοῦ ἀνδρείους ἔχουσαν πολίτας, ἵνα, τούτων νικώντων, αὐτὴ τιμῷτο.

`P 1.79`

Ἐκ θεῶν γὰρ μαχαναὶ Ἤγουν οἱ θεοὶ πάντα τὰ ἀγαθὰ ἀνθρώποις παρέχουσιν. —Μαχαναὶ Βοήθειαι, χορηγίαι.

`P 1.81-82`

Χερσὶ βιαταὶ Ἰσχυροί, δυνατοί. —Περίγλωσσοι Ῥήτορες. —Ἔφυν Ἐγένοντο θεόθεν. —Κεῖνον τὸν Ἱέρωνα.

`P 1.83`

Αἰνῆσαι Ἐπαινέσαι. —Μενοινῶν Προθυμούμενος. —Μενοινῶν Μενοινῶν δὲ καὶ προθυμούμενος αἰνῆσαι καὶ ἐπαινέσαι ἐκεῖνον τὸν ἄνδρα, ἤτοι τὸν Ἱέρωνα, ἔλπομαι καὶ ἐλπίζω μὴ βαλεῖν καὶ ῥίψειν τὸν λόγον ἔξω τοῦ ἀγῶνος, ὡσεὶ καὶ ὥσπερ ἄκοντα χαλκοπάραον δονέων καὶ συστρέφων ἐν τῇ παλάμῃ· τουτέστιν ἐλπίζω μὴ ἀπορήσειν περὶ αὐτοῦ πραγμάτων φερόντων εἰς ἐγκώμιον· ἀλλʼ ὅσα ἂν περὶ αὐτοῦ εἴπω, ἀξίως ἐρῶ, καὶ προσήκοντα αὐτῷ εἰρῆσθαι. Παρεικάζει οὖν τὸν αὑτοῦ λόγον ἄκοντι· διὸ καὶ εἶπε τὸ: παλάμῃ δονέων· πάλλουσι γὰρ οἱ ἄνδρες ἐν ταῖς χερσὶ τὰ ἀκόντια. —Ἔλπομαι Ἐλπίζω.

`P 1.84-85`

Χαλκοπάραον Τὸν χαλκῆν παρειὰν ἤγουν αἰχμὴν ἔχοντα ἄκοντα, ὥσπερ τοῦ ἐν τῷ ἀγῶνι σκοποῦ. — Βαλεῖν Ῥίψειν τὸν λόγον. —Παλάμᾳ δονέων Τῇ χειρὶ στρέφων.

`P 1.86`

Ῥίψαις Τὸν λόγον. —Ἀμεύσασθʼ ἀντίους Νικῆσαι, θανατῶσαι τοὺς ἐχθροὺς Ἱέρωνος. —Ἀμεύσασθʼ ἀντίους Τοῦτο λέγει, ὅτι ὁ ἐμὸς ἔπαινος πρὸς Ἱέρωνα τοὺς φθονοῦντας αὐτῷ τρώσει.

`P 1.87-90`

Εἰ γὰρ Τινὲς τὸ: εἰ γὰρ ὀξύνοντες ἀντὶ τοῦ εἴθε φασί, στίζοντες εἰς τὸ παράσχοι· ἐγὼ δὲ ἀντὶ τοῦ ἐὰν λέγων, ὑποστίζω πρὸς τὸ παράσχοι, καί τινα τῶν βιβλίων συμμαρτυροῦντα ἔχων. —Χρόνος Αὐτοῦ. —Ὄλβον Τιμήν. — Οὕτω ὡς νῦν. —Κτεάνων Κτημάτων. —Δόσιν εὐθύνοι Χορηγίαν διεξάγοι καὶ οἰκονομοίη. —Καμάτων Ἤγουν τῆς νῦν κατεχούσης αὐτὸν νόσου. —Καμάτων Τὸ δὲ καμάτων λέγει, ἐπειδὴ ὁ Ἱέρων δυσουρίᾳ κατεχόμενος καὶ φορείῳ ἐν πολέμοις ἀγόμενος κατώρθου τὰς μάχας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ γὰρ εὐδαιμονοίη καὶ κατὰ πλοῦτον καὶ τιμήν, καὶ τοῦ πιέζοντος ἀπαλλαγείη νοσήματος, ὄντως ἂν ἐνθυμήσειεν ἡμᾶς τὰς αὑτοῦ ἀνδραγαθίας, ἤτοι εἰς ἔπαινον ἡμᾶς τούτων ὠνήσειεν. Ἔστι δὲ τὸ μνήσειε διπλοῦν, ἢ ὁ Ἱέρων, ἢ ὁ χρόνος· κρεῖττον δέ ἐστι διὰ μόνον τὸν Ἱέρωνα λέγεσθαι· τὸ δὲ κεν καὶ τὸ ἂν ἐκ παραλλήλου. —Ἐπίλασιν Λήθην. Ἡ γὰρ τούτων ἀπαλλαγὴ λήθην παράσχοι αὐτῷ.

`P 1.91`

Ἦ κεν Ὄντως ἄν.

`P 1.92`

Μάχαις Ἀγωνίσμασι.

`P 1.93-94`

Τλάμονι ψυχᾷ Καρτερικῇ ψυχῇ. —Παρέμεινʼ Ἤγουν, ἐπιμείνας ἠγωνίσατο. —Τλάμονι ψυχᾷ παρέμεινʼ Παραβάλλει τὸν Ἱέρωνα διὰ τὴν κατέχουσαν αὐτὸν νόσον τῷ Ποίαντος υἱῷ Φιλοκτήτῃ· οὐχ ὅτι τὴν αὐτὴν νόσον εἶχον ἀμφότεροι, ἀλλʼ ὅτι, ὥσπερ Φιλοκτήτης νοσῶν ἐκ τῆς Λήμνου εἰς Τροίαν ἀνεκομίσθη πρὸς τὴν ταύτης ἅλωσιν, οὕτω καὶ Ἱέρων νοσῶν εἰς πολέμους ἐχώρει. Ἡ δὲ ἱστορία τοῦ Φιλοκτήτου τοιαύτη. Ἱστορία. Ἑλένου τοῦ Πριάμου υἱοῦ μάντεως ὄντος, καὶ ἁλόντα ὑφʼ Ἑλλήνων, ἔλαβον ἀπʼ αὐτοῦ χρησμόν, μὴ ἂν ἄλλως πορθηθῆναι τὸ Ἴλιον, εἰ μὴ τὰ ὀστᾶ Πέλοπος ἐκ Λετρίνης ἐνέγκοιεν, καὶ τὸν Ἀχιλλέως υἱὸν Νεοπτόλεμον, καὶ τὸν Φιλοκτήτην ἐκ Λήμνου. Μετακομισθέντων οὖν τῶν ἄλλων, Φιλοκτήτης μόνος ἐναπολέλειπτο. Μετεκλήθη οὖν ὑπʼ Ὀδυσσέως καὶ Νεοπτολέμου ἐκ Λήμνου· ἐκεῖ γὰρ αὐτὸν ἔῤῥιψεν Ὀδυσσεὺς δηχθέντα ὑπὸ ὄφεως ὕδρου, ὅτε ἐκάθαιρον Ἕλληνες τὸν κεχωσμένον βωμὸν Ἀθηνᾶς. Ἐλθὼν οὖν εἰς τοὺς Ἕλληνας, ἰᾶται τὸ σκέλος ὑπὸ Μαχάονος τῇ ὀφίτιδι λίθῳ. Ἕτεροι δέ φασιν, ὡς, Ἀπόλλωνος ὕπνον αὐτῷ ἐμβαλόντος, τεμὼν ὁ Μαχάων καὶ βοτάνην θεὶς ἰᾶται. —Ἁνίχʼ Ὅτε. —Εὑρίσκοντο Εὕρισκε. —Παλάμαις Βοηθείαις. —Τιμὰν Τιμήν.

`P 1.95`

Οὔ τις Οὐδείς. —Δρέπει Καρποῦται.

`P 1.96`

Πλούτου στεφάνωμʼ Ὥσπερ ὁ στέφανος τιμὴ τῷ δεξαμένῳ τυγχάνει, οὕτω καὶ ἡ τῶν ἔργων νίκη τιμὴ τοῦ πλούτου ἐστίν. —Στεφάνωμʼ Δόξαν λέγω. —Ἀγέρωχον Μέγιστον καὶ θαυμάσιον. —Γε Ἀντὶ δέ.

`P 1.97`

Τὴν Φιλοκτήταο Τὴν Φιλοκτήτου. —Δίκαν ἐφέπων Τρόπον διεξάγων. Ἔστι δὲ τὸ ἐφέπων τὴν δίκην ἀντὶ: κατὰ τὸν ὅμοιον τρόπον.

`P 1.98`

Ἐστρατεύθη Ἐστράτευσεν — περὶ τοῦ Φιλοκτήτου. —Ἀνάγκᾳ Τῇ ἐκ τῆς νόσου. —Φίλον Αὐτὸν τὸν Ἱέρωνα. — Φίλον Οἱ γράφοντες φίλων, τὸ λων ὦ μέγα, ἀμαθεῖς· τὸ δέ ἐστι τοιοῦτον, ἔσανέ τις αὐτὸν φίλον, τουτέστι διὰ κολακείας ὑπελθὼν φίλον ἐποίησεν.

`P 1.99-102`

Καί τις Ὁ Ἀναξίλαος. —Μεγαλάνωρ Ὑπέρφρων καὶ σοβαρός. Οὗτος γὰρ ὁ Ἀναξίλαος Γηρύνων βασιλεὺς ὤν, καὶ θέλων τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς καταπολεμήσειν, ἐκωλύθη ἀπειλαῖς Ἱέρωνος, ὥστε ὑπελθεῖν αὐτὸν ὕστερον καὶ φίλον ποιῆσαι. —Φαντὶ Φασί. —Λαμνόθεν Ἀπὸ τῆς Λήμνου νήσου. —Ἕλκει Τῷ τοῦ ποδὸς τραύματι. —Μεταλλάσσοντας Ζητήσοντας. —Ἐλθεῖν Ἐκ Τροίας.

`P 1.103-104`

Ἥρωας Ὀδυσσέα καὶ Νεοπτόλεμον. — Ἀντιθέους Ἰσοθέους. —Ποίαντος υἱὸν Τὸν Φιλοκτήτην.

`P 1.105-106`

Ὃς Φιλοκτήτης. —Πριάμοιο Πριάμου. — Πέρσε Ἐπόρθησε τοξεύσας Ἀλέξανδρον. —Τελεύτασεν Εἰς τέλος ἤγαγε. —Τε Καί. —Πόνους Οὓς εἶχον Τροίαν πολιορκοῦντες.

`P 1.107`

Ἀσθενεῖ Νοσερῷ σώματι· λέγει δὲ διὰ τὸ τοῦ σκέλους ἄλγος.

`P 1.108`

Μοιρίδιον ἦν Μεμοιραμένον ὑπʼ ἐκείνου Τροίαν ἑλεῖν Ἕλληνας.

`P 1.109`

Ὀρθωτὴρ πέλοι Βοηθὸς ὑπάρχοι. —Ὀρθωτὴρ πέλοι Εἰ μὲν συνάψεις τὸ ὀρθωτὴρ πρὸς τὸ ὧν ἔραται, οὕτως ἐρεῖς: Οὕτω δὲ τῷ Ἱέρωνι πέλοι θεὸς ὀρθωτὴρ ὧν ἔραται καὶ ἐπιθυμεῖ, διδοὺς αὐτῷ τὸν προσέρποντα χρόνον καιρόν, ἤτοι εὐκαιρίαν καὶ εὐτυχίαν· εἰ δὲ οὐ συνάψεις, οὕτως: Οὕτω δὲ τῷ Ἱέρωνι πλέλοι θεὸς ὀρθωτήρ, ἤτοι βοηθὸς καὶ εὐτυχίας παρεκτικός, διδοὺς αὐτῷ τὸν προσέρποντα καὶ προσερχόμενον χρόνον τῶν πραγμάτων, ὧν ἐπιθυμεῖ, καιρόν, ὥσπερ φαμέν: ἥδε ἡ ἡμέρα πολλῶν ἀγαθῶν ἡμέρα μοι γέγονεν, οὕτω καὶ τοῦτοι

`P 1.110`

Προσέρποντα Προσερχόμενον.

`P 1.111`

Ἔραται Ἐπιθυμεῖ. —Καιρὸν διδοὺς Εὐκαιρίαν καὶ εὐτυχίαν αὐτῷ.

`P 1.112`

Μοῖσα Ὦ Καλλιόπη. —Περὶ τοῦ υἱοῦ τοῦ Ἱέρωνος. —Πὰρ Δεινομένει Ἐν τῷ υἱῷ Ἱέρωνος. —Κελαδῆσαι Ὑμνῆσαι.

`P 1.113`

Πείθεό μοι ποινὰν τεθρίππων Πιθοῦ μοι ἀμοιβὴν τῆς νίκης, ἣν τὸ πατρὸς αὐτοῦ ἅρμα νενίκηκε.

`P 1.114-115`

Χάρμα Χαρά ἐστι. —Δὲ Γάρ. —Οὐκ ἀλλότριον Ἀλλʼ οἰκεῖον. —Νικαφορία πατέρος Ἡ νίκη τοῦ πατρὸς αὐτοῦ τοῦ Δεινομένους. —Νικαφορία πατέρος Τοῦ πατρὸς αὐτοῦ τοῦ Δεινομένους· τουτέστιν ἡ τοῦ Ἱέρωνος νίκη καὶ τοῦ αὐτοῦ παιδός ἐστιν. Εἶπε δὲ τοῦτο, ἵνα μή τις αὐτῷ εἴπῃ, τίνος χάριν τὴν Μοῦσαν ἐπὶ τῷ Δεινομένει καλεῖς; οὐ γὰρ αὐτός, ἀλλʼ ὁ πατὴρ αὐτοῦ νενίκηκεν.

`P 1.116`

Ἄγε Ὦ Μοῦσα. —Αἴτνας Τῆς πόλεως. —Βασιλεῖ Τῷ Δεινομένει.

`P 1.117`

Φίλιον ἐξεύρωμεν Προσφιλῆ ἐπινοήσωμεν.

`P 1.118`

Τῷ πόλιν κείναν Τῷ καὶ ᾧτινι Δεινομένει ἔκτισεν ὁ Ἱέρων ἐκείνην τὴν πόλιν σὺν ἐλευθερίᾳ θεοδμήτῳ ἐν νόμοις Ὑλλίδος στάθμης, ἤτοι Δωρικοῦ τόπου. Ἔκτισεν οὖν τὴν πόλιν, οὕτω ἀντὶ τοῦ κτίσας στρατηγεῖν αὐτῷ ταύτης ἐπέτρεψε. Δέον δʼ εἰπεῖν θεοδμήτως ἔκτισε σὺν ἐλευθερίᾳ, θεοδμήτῳ εἶπε πρὸς τὸ ἐλευθερίᾳ. Φασὶ γὰρ ὅτι, οὓς ἐγκατῴκισεν ἐν τῇ Αἴτνῃ, ἐλευθερίαν καὶ ἀτέλειαν αὐτοῖς ἐδωρήσατο. Ἐπεὶ δὲ τὸ τῆς ἐλευθερίας μέγιστόν ἐστι καὶ ἄντικρυς θεῖον, διὰ τοῦτο λέγει τὸ θεοδμήτῳ σὺν ἐλευθερίᾳ, ἤτοι ἐν θείᾳ ἐλευθερίᾳ, ἐπὶ τῇ δομήσει τῆς πόλεως γενομένῃ. Τὸ δὲ Ὑλλίδος στάθμας νόμοις λέγει, ἐπειδὴ Λακωνικοὺς νόμους ἐν τῇ Αἴτνῃ Ἱέρων ἐθέσπισεν, ἢ ὅτι οἱ ἐν τῇ πόλει κατοικισθέντες Γελῷοι καὶ Συρακούσιοι ἄποικοι Δωριέων εἰσίν. Ἔστι δὲ τὸ Ὑλλίδος ἀπὸ Ὕλλου ἀνδρὸς ἐπιφανεστάτου τῶν Δωριέων, ἄρξαντος τῶν ἐν Ἰταλίᾳ οἰκησάντων. Κρεῖττον δέ ἐστι τὸ λέγειν τό: Ὑλλίδος ἐν νόμοις διὰ τοὺς ἐγκατοικισθέντας ἐν τῇ Αἴτνῃ Γελῴους καὶ Συρακουσίους, Δωριέων ὄντας ἀποίκους, ἐπεὶ τὸ ἐπαγόμενον μαρτυρεῖ. Οἳ δὲ ἔκγονοι τοῦ Παμφύλου καὶ τῶν Ἡρακλειδῶν, ναίοντες καὶ οἰκοῦντες ὑπὸ ταῖς ὄχθαις τοῦ Ταϋγέτου, Λακωνικοῦ ὄρους, ἤτοι ἐν Λακεδαιμονίᾳ, θέλοντι καὶ θέλουσι μένειν αἰεὶ καὶ πάντοτε ἐν τοῖς νόμοις τοῦ Αἰγιμιοῦ, ποταποί; Δωριεῖς· τουτέστιν οἱ Λάκωνες, ἐάν τε κατὰ χώραν, ἐάν τε ἄλλῃ ποι οἰκήσωσι, τὸ πάτριον σώσουσι φρόνημα καὶ τοὺς αὑτῶν νόμους· ὥστε καὶ οἱ ἀποικισθέντες ἐν Σικελίᾳ Δωριεῖς οὐ μετέβαλον τὸ ἐξ ἀρχῆς ἦθος. Ὁ δὲ Πάμφυλος πρόγονος ἦν Δωριέων, οὗ καὶ φυλὴ ἐπώνυμος ἐν Λακεδαίμονι, Παμφυλίς. Κατήγοντο γοῦν οἱ Δωριεῖς, οἱ μὲν ἀπὸ Παμφύλου, οἱ δὲ ἀφʼ Ἡρακλειδῶν· ὁ δὲ Αἰγιμιός, ὡς μέν τινές φασι, νομοθέτης ἦν Δωριέων, ὡς δέ τινες, Λυκούργου ἐπίπαππος τοῦ Λακεδαιμονίων νομοθέτου. —Τῷ ᾯ τινι Δεινομένει. —Πόλιν κείναν Τὴν Αἴτνην. —Θεοδμάτῳ Θείας ἐπὶ τῇ δομήσει τῆς πόλεως γενομένης. Φασὶ γὰρ ὅτι ἐλευθερίαν καὶ ἀτέλειαν τῇ πόλει ἐδωρήσατο.

`P 1.120`

Ὑλλίδος Δωρικοῦ τόπου ἀπὸ Ὕλλου τινός.

`P 1.121`

Νόμοις Λακωνικοῖς τουτέστιν.

`P 1.122-124`

Καὶ μὰν Καὶ μήν. —Ἡρακλειδᾶν Ἡρακλειδῶν. —Ὑπὸ Ταϋγέτου ναίοντες, αἰεὶ Ὑπὸ ὄρους Λακωνικοῦ κατοικοῦντες ἀεί. —Τεθμοῖσιν Νόμοις. —Αἰγιμίου Νομοθέτου αὐτῶν.

`P 1.125`

Ἔσχον Πάλαι οἱ Δωριεῖς. —Ἀμύκλας Τὴν Λακεδαιμονίαν, ἀπὸ μέρους. —Ὄλβιοι Εὐδαίμονες.

`P 1.126`

Πινδόθεν Πίνδος ὄρος Περεβοίας, ἐν ᾧ τέσσαρες πόλεις εἰσίν· ὧν μία ἐπώνυμος τῷ ὄρει, ἀφʼ ἧς ἀναστάντες οἱ τῶν Δωριέων πρόγονοι, ἀφικνοῦνται εἰς τὴν μεταξὺ Οἴτης ὄρους καὶ Παρνασσοῦ Δωρίδα· ὅθεν καὶ τοὔνομα ἔσχον. Ἐν δὲ τῇ Δωρίδι ταύτῃ ἓξ πόλεις ἦσαν Ἐρινεὸν, Κύτιον, Βοιόν, Κάρφαια, Δρυόπη, Λίλαιον ὅθεν μετὰ τῶν Ἡρακλειδῶν εἰς Λακεδαίμονα ἐλθόντες οἰκοῦσι. Γείτονας δὲ λέγει τῶν Τυνδαριδῶν, ἐπεὶ ὁ τούτων πατὴρ Τυνδάρεως ἐνταῦθα ἦρχε· διὸ κηδεύσας Μενέλαον, ἔδωκεν αὐτῷ προικὸς χάριν τὴν Σπάρτην. —Πινδόθεν Ἀπὸ Πίνδου πόλεως Πεῤῥεβοίας. —Ὀρνύμενοι Κινούμενοι.

`P 1.127-129`

Τυνδαριδᾶν Τυνδαριδῶν. —Βαθύδοξοι Μεγάλην τιμὴν ἔχοντες. —Ὧν Τυνδαριδῶν. —Κλέος ἄνθησεν Ἡ δόξα ἐξέλαμψεν. —Αἰχμᾶς Ἀνδρείας.

`P 1.130-133`

Ζεῦ τέλειʼ Ζεῦ πληρέστατε εὐχή. —Τοιαύτην Οἵαν νῦν ἔχουσιν. —Ἀμένα τοῦ Ἀμένου ποταμοῦ Σικελίας. —Αἶσαν ἀστοῖς Μοῖραν πολίταις. —Βασιλεῦσι Κεχωρισμένως τῶν ἄλλων παρέχειν θέλε. —Βασιλεῦσι Τινὲς πρὸς τὸ βασιλεῦσιν ὑποστίζοντες καὶ τὸ δίδου ἔξωθεν λαμβάνοντες, τὸ διακρίνειν πρὸς τὸ ἔτυμον λόγον συνάπτουσιν· οὓς αὐτὸς ἐάσας, τὸ μὲν δίδου μὴ λάμβανε ἔξωθεν, ὥσπερ ἐκεῖνοι· πρὸς δὲ τὸ διακρίνειν ὑποστίζων, ἀντὶ τοῦ διάκρινε, λέγε οὕτως: Αἰεὶ δὲ καὶ πάντοτε, ὦ Ζεῦ τέλειε, θέλε διακρίνειν, ἤγουν κεχωρισμένως τῶν ἄλλων πάρεχε, παρὰ τὸ ὕδωρ τοῦ ἐν Σικελίᾳ Ἀμένα ποταμοῦ, τοῖς ἀστοῖς καὶ τοῖς βασιλεῦσιν αἶσαν καὶ μοῖραν τοιαύτην, οἵαν νῦν ἔχουσιν, ἔτυμον καὶ ἀληθῆ λόγον ἀνθρώπων, τουτέστι παρὰ πάντων ἀληθῶς θρυλλεῖσθαι τὴν αὐτῶν εὐτυχίαν· ὁ γὰρ ἀληθῶς εὐτυχῶν καὶ τὴν περὶ αὑτοῦ φήμην ἀληθῆ ἔχει καὶ οὐ δύναταί τις περὶ αὐτοῦ λέγων ψεύσασθαι, φανερᾶς οὔσης τῆς προσούσης αὐτῷ εὐτυχίας. —ἔτυμον Ἀληθῆ.

`P 1.134-136`

Σὺν τοὶ Ἤγουν μετὰ τῆς σῆς βοηθείας. — Κεν Ἄν. —Σύν τοί τίν κεν Σὺν σοί, ὦ Ζεῦ, ἤγουν μετὰ τῆς σῆς βοηθείας, ὁ ἁγητὴρ καὶ ἡγεμὼν τῆς Σικελίας Ἱέρων τράποι ἂν καὶ εἰς τὸ ἑξῆς πορεύοιτο εἰς ἡσυχίαν καὶ εἰρηναίαν κατάστασιν σύμφωνον, ἐπιτελλόμενος καὶ ἐντελλόμενος ταύτην τῷ υἱῷ αὑτοῦ Δεινομένει καὶ γεραίρων καὶ τιμῶν τὸν δῆμον ταῖς αὑτοῦ ἀρεταῖς. Εἰ γὰρ μὴ πολέμους ἔχων ἐν αὐτοῖς ἀσχολοῖτο, ἐν ἡσυχίᾳ διάγων, νίκας ἑαυτῷ ἐκ τῶν ἐν εἰρήνῃ ἀγώνων ἐργάσεται, διʼ ὧν τοῖς ὑπʼ αὐτὸν τιμὴ ἔσται. Τὸ δὲ σύμφωνον ἡσυχίαν λέγει ἢ ὁμόφωνον καὶ ὁμοίαν ᾗ νῦν χρῆται, ἢ ὅτι ἐν τῇ ἡσυχίᾳ ὁμόνοιά ἐστι καὶ ταὐτὰ πάντες φρονοῦσι καὶ λέγουσιν, ἐν δὲ τῷ πολέμῳ ἑτερότητές εἰσι λόγων καὶ βουλῶν. — Ἁγητὴρ Ὁ ἡγεμὼν Ἱέρων. —υἱῷ Αὑτοῦ. —Ἐπιτελλόμενος Ἐντελλόμενος ταύτην. —Δᾶμον Δῆμον. —Γεραίρων Τιμῶν ταῖς αὑτοῦ ἀρεταῖς. —Τράποι Πορεύσοιτο εἰς τὸ ἑξῆς. —Σύμφωνον ἡσυχίαν Ὁμοίαν τῇ παρούσῃ.

`P 1.137-139`

Ὄφρα Ἵνα. —Κατʼ οἶκον Τὸν αὑτοῦ. — Ἅμερον ὄφρα κατʼ οἶκον Μὴ λέγε τὸ ἅμερον ἀντὶ τοῦ πράως, ὥσπερ τινὲς συνάπτοντες πρὸς τὸ νεῦσον· ἔχει γὰρ τὸ ἅμερον τὴν δύναμιν πρὸς τὸ ἔχῃ, οὕτως: Ὄφρα καὶ ἵνα ὁ Φοῖνιξ καὶ ὁ Τυρσηνὸς κατὰ τὸν οἶκον ἔχῃ ἥμερον καὶ ἥσυχον, ἤτοι ἡσυχάζῃ· ἔστι γὰρ τὸ ἥμερον οὐδέτερον. Τὸ δὲ Φοῖνιξ, εἰ μὲν βούλει, μὴ σύναπτε πρὸς τὸ ἀλαλατός, ἀλλὰ μεμονωμένον λέγει εἰ δὲ μή, σύναπτε οὕτως: Ὁ Φοῖνιξ ἀλαλατὸς καὶ ὁ Τυρσηνὸς ἀλαλατός. —Ὁ Φοῖνιξ Ἤγουν οἱ Φοίνικες. —Τυρσανῶν Τυρσηνῶν. —Ἀλαλατὸς Ὁ θόρυβος, ἤγουν οἱ Τυρσηνοὶ περιφραστικῶς.

`P 1.140`

Ναυσίστονον ὕβριν Ὁπότε Ξέρξης ἐπὶ τὴν Ἑλλάδα στρατεύειν ἔμελλε, Φοίνικας καὶ Τυρσηνούς, ὑπηκόους ὄντας αὐτῷ, ἐκέλευσε μετὰ τοῦ αὑτῶν ναυτικοῦ Σικελίαν παραγενομένους πορθῆσαι, εἰδὼς ὅτι, ταύτης χειρωθείσης, ἥ τε Πελοπόννησος καὶ ἡ ἄλλη Ἑλλὰς εὐχείρωτος ἔσται. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ Ἀθηναῖοι καὶ Πελοποννήσιοι πρὸς Γέλωνα πρεσβείαν ἔπεμψαν, ἀξιοῦντες αὐτὸν μετὰ τῶν Ἑλλήνων καὶ μὴ μετὰ τῶν βαρβάρων γενέσθαι. Καὶ ὃς ὑπακούσας καὶ ναῦς διακοσίας ἐξαρτύσας καὶ δισχιλίους ἱππεῖς καὶ πεζοὺς μυρίους, ἐπεὶ τὸ Φοινίκων ναυτικὸν ἐν τῇ πρὸ τῆς Σικελίας νήσῳ Κύμῃ παρεγένετο, ναυμαχήσας αὐτοὺς κατεστρέψατο. —Ναυσίστονον ὕβριν Τὴν ἀπὸ τῆς τῶν νηῶν καταβολῆς ἐγγενομένην αὐτῷ ἀτιμίαν.

`P 1.141`

Τὰν πρὸ Κύμας Τὴν συμβᾶσαν ἐπὶ τῇ Κύμῃ, τῇ πρὸ τῆς Σικελίας νήσῳ.

`P 1.142-143`

Οἷα Ὁποῖα — περὶ τοῦ Γέλωνος. —Ἀρχῷ Ἡγεμόνι, τῷ Γέλωνι τῷ ἀδελφῷ Ἱέρωνος. —Δαμασθέντες πάθον Καταπολεμηθέντες ἔπαθον πάλαι.

`P 1.144`

Ὠκυπόρων Ταχέως θεουσῶν. —Ναῶν Πλοίων.

`P 1.145`

Ὃς Ὁ Γέλων. —Σφιν Τῶν Φοινίκων καὶ Τυρσηνῶν. —Ἐν πόντῳ βάλεθʼ Ἤγουν κατεπόντισε τοὺς ἐν ταῖς ναυσὶ μαχομένους αὐτῶν. —Ἁλικίαν Νεότητα. —Ἁλικίαν Εἰκότως δὲ εἶπε τὸ ἁλικίαν, ἐπειδὴ οἱ ἐν ἡλικίᾳ μάχονται καὶ οὐχ οἱ γέροντες. —Τὸ δὲ ὠκυπόρων ἀπὸ ναῶν ἢ πρὸς τὸ πάθον συναπτέον ἢ πρὸς τὸ βάλετο.

`P 1.146-147`

Ἑλλάδʼ Τὴν Ἑλλάδα. —Ἐξέλκων Ἐξαιρούμενος καὶ ἐλευθερῶν. —Βαρείας δουλείας Τῆς χαλεπῆς καὶ θλιβερᾶς.

`P 1.148`

Πὰρ μὲν Σαλαμῖνος Ἰστέον ὅτι ἐν μὲν Σαλαμῖνι τὸ τοῦ Ξέρξου ναυτικὸν κατεστράφη ὑπʼ Ἀθηναίων· ἐν δὲ τῇ Βοιωτίᾳ τὸ πεζὸν αὐτοῦ ὄν, Λακεδαιμόνιοι κατηγωνίσαντο· ἐν δὲ τῇ Σικελίᾳ ὁ Γέλων, ὡς ἄνω ἔφημεν, τὸ Φοινίκων καὶ Τυρσηνῶν ναυτικὸν διέφθειρε. Ζητεῖται δὲ πῶς, Λακεδαιμονίων νεῶν καὶ ἑτέρων Ἑλληνίδων μετʼ Ἀθηναίων ἐν Σαλαμῖνι οὐσῶν, μόνοι Ἀθηναῖοι τὴν νίκην ἐργάσασθαι λέγονται. Καί φαμεν ὅτι μόνοι οὗτοι ἦσαν οἱ τὴν νίκην ποιήσαντες ταῖς Θεμιστοκλέους βουλαῖς καὶ τῷ τῶν νεῶν πλήθει καὶ τῇ κατὰ θάλατταν ἐμπειρίᾳ, ὥσπερ καὶ Λακεδαιμόνιοι τὴν ἐν Πλαταίᾳ τῇ τοῦ Παυσανίου στρατηγίᾳ καὶ τῷ κατὰ γῆν ἄριστοι εἶναι τὰ τακτικά. Λέγει οὖν· αἱρέομαι καὶ προκρίνω μισθὸν μὲν παρὰ τῆς Σαλαμῖνος χάριν καὶ ἀρετὴν τῶν Ἀθηναίων· τουτέστιν ἐν αὐτῇ οἱ Ἀθηναῖοι τὸ τῶν Περσῶν ναυτικὸν διέφθειραν. Λέγει δὲ τὴν νίκην μισθὸν τῆς Σαλαμῖνος κατὰ τοῦτο· ὥσπερ γὰρ ὁ μισθὸς ὀφείλεται, οἷς δίδοται, οὕτω καὶ ἡ συμβᾶσα ἐν αὐτῇ νίκη ὥσπερ ὠφείλετο καὶ πρέπουσα ἦν γενέσθαι· ἢ ἐπειδὴ μέρος ἦν τῆς Ἑλλάδος, ἔδει καὶ ταύτην ἀναγκαίως εἰσενεγκεῖν τι εἰς τὴν ὑπὲρ τοῦ κοινοῦ σωτηρίαν· εἰσήνεγκεν οὖν τὸ ἐν αὐτῇ γενέσθαι τὴν νίκην· ἢ ἐπειδὴ οἱ Ἀθηναῖοι τὴν αὑτῶν πόλιν καταλιπόντες πρὸς αὐτὴν ταῖς ναυσὶ κατέφυγον, ὥσπερ μισθὸν αὐτοῖς ἀπέδωκε τῆς καταφυγῆς, τὸ νικητὰς ἐν αὐτῇ γενέσθαι.

`P 1.149`

Ἐν Σπάρτᾳ δʼ ἐρέω Ἐρέω δὲ καὶ λέξω ἐν τῇ Σπάρτῃ τὴν μάχην τὴν πρὸ τοῦ Κιθαιρῶνος· τουτέστιν εἴπω Σπαρτιάτας τὸ τῶν Περσῶν πεζὸν νικῆσαι ἐν τῇ Πλαταιέων πόλει, τῇ πρὸ τοῦ Κιθαιρῶνος ὄρους κειμένῃ πλησίον Βοιωτίας. —Ταῖσι Ἤγουν τῇ Σαλαμῖνι ἐξ Ἀθηναίων καὶ τῇ Σπάρτῃ, ἤτοι τῷ ἀπʼ αὐτῆς λαῷ, ἐν τῇ Πλαταίᾳ κάμον καὶ κατεπολεμήθησαν οἱ ἀγκυλότοξοι Μῆδοι. Παρὰ δὲ τὴν εὔανδρον ἀκτὴν τοῦ Σικελικοῦ ποταμοῦ Ἱμέρα, ἤτοι παρὰ τὴν Σικελίαν, ἐρέω καὶ εἴπω ἀπὸ κοινοῦ ὕμνον τοῖς παισὶ τοῦ Δεινομένους, τελέσας καὶ πληρώσας τοῦτον ὥσπερ τινὰ ὀφειλήν· ὁ γὰρ ἔπαινος μισθός ἐστιν ἀρετῆς. Ἀποροῦσι δέ τινες πῶς, τοῦ Γέλωνος μόνου τότε νικήσαντος, οὗτος τοῖς τρισὶν ἀνατίθησι τὴν νίκην· καί φαμεν ὅτι τῇ τοῦ Γέλωνος γνώμῃ ἕπεται. Ἐκεῖνος γὰρ τρίποδας τρεῖς χρυσοῦς ἀναθεὶς τῷ Ἀπόλλωνι, ἕνα μὲν διʼ ἑαυτόν, δύο δὲ διὰ τοὺς ἀδελφούς, αἰτίους καὶ αὐτοὺς ἐν τούτοις ἐπέγραψεν.

`P 1.155`

Ἐδέξαντʼ Ἔλαβον. —Ἀμφʼ ἀρετᾷ Ἐπὶ τῇ αὐτῶν ἀριστείᾳ καὶ κατορθώμασι καὶ ἕνεκα τῆς ἀνδραγαθίας.

`P 1.156`

Καμόντων Καταπολεμηθέντων καὶ ἰσχυρῶς νικηθέντων.

`P 1.157`

Καιρὸν εἰ φθέγξαιο Αἰσθόμενος ἑαυτὸν ὁ Πίνδαρος ἀκαίρως ἐκβεβηκότα, φησίν: εἰ φθέγξαιο, ὦ θυμέ, καιρὸν τὸν πρέποντα, ἤγουν εἰ ἐγκαίρως τοὺς λόγους ποιήσαιο, συντανύσας καὶ συνάξας ἐν βραχεῖ καὶ ἐν ὀλίγῳ πέρατα καὶ τέλη πολλῶν πραγμάτων, τουτέστιν ἀφεὶς τὸ πολλὰ λέγειν, συντεμὼν εἰς ὀλίγα, μείων καὶ ἐλάττων καὶ οὐδεὶς μῶμος ἕπεται παρὰ τῶν ἀνθρώπων, ἤγουν οὐδεὶς ψόγον ἐπαγάγῃ σοι ὡς πολυλογοῦντι. Μὴ λάβῃς δὲ πρὸς τὸ καιρὸν ἔξωθεν εἰς, ὥς τινες· ἀλλʼ ἔστιν αὕτη ἡ αἰτιατικὴ πρὸς τὸ φθέγξαιο· ὁ γὰρ φθεγγόμενος ἔγκαιρα, καιρὸν φθέγγεται.

`P 1.160`

Ἀπὸ γὰρ κόρος ἀμβλύνει Ἀπαμβλύνει γὰρ καὶ καταβάλλει ὁ κόρος τῶν λόγων τὰς ταχείας ἐλπίδας τῶν ἀκροατῶν, ποταπός; αἰανὸς καὶ σκοτεινός, ἤτοι τὸ λελογισμένον αὐτῶν σκοτίζων· τουτέστιν ἐλπίδα ἔχοντες οἱ ἀκροαταὶ ταχέως ἀκούσεσθαί τι περὶ τοῦ ἐπαινουμένου, σκοτίζονται ὑπὸ τοῦ πολλὰ ἀκούειν μεταξὺ λεγόμενα καὶ τὴν ἐλπίδα αὑτῶν ἀπολύουσιν ἀπαγορεύοντες. Αἰανὸς δὲ κόρος λέγεται οὐχ ὅτι αὐτὸς σκοτεινός ἐστιν, ἀλλʼ ὅτι τοὺς ἄλλους σκοτίζει. Οἱ δὲ λέγοντες τὸ ἐλπίδας ἀντὶ τοῦ γνώμας ἀμαθεῖς.

`P 1.161`

Ἀπάδις

`P 1.162-163`

Ἀστῶν δʼ ἀκοὰ Τὸ ἀκοὰ πρὸς τὸ βαρύνει σύναπτε, τὸ δὲ θυμὸν πρὸς τὸ πολιτῶν, οὕτως: Ἡ ἀκοὴ τῶν προσόντων τισὶν ἀγαθῶν βαρύνει καὶ καταβάλλει τὸν θυμὸν τῶν πολιτῶν, ποταπόν; κρύφιον, μάλιστα καὶ περισσοτέρως ἐπὶ ἀλλοτρίοις καὶ ξένοις ἐσθλοῖς. Τοῦτο δὲ λέγει ὡς φθονουμένου τοῦ Ἱέρωνος τοῖς αὐτοῦ πολίταις. Δέον δὲ εἰπεῖν κρυφίως, κρύφιον εἶπε πρὸς τὸ θυμόν. Τὸ δὲ μάλιστα εἶπεν, ἵνα δείξῃ ὅτι περισσοτέρως ἡ τῶν ἀλλοτρίων ἀγαθῶν ἀκοὴ τούτους λυπεῖ ἢ ἄλλο τι. —Βαρύνει Πιέζει καὶ θλίβει. —Ἐσλοῖσιν Καλοῖς.

`P 1.164`

Κρέσσων γὰρ οἰκτιρμῶν φθόνος Ὁ μὲν γὰρ βέλτιστος φθονεῖται διὰ τὰ προσόντα αὐτῷ πλεονεκτήματα, ὁ δὲ μὴ τοιοῦτος ἐλεεῖται.

`P 1.166-168`

Ἀψευδεῖ δὲ πρὸς ἄκμονι Τοῦτο λέγει ὡς ἐπαγγειλαμένου τοῦ Ἱέρωνος αὐτῷ δοῦναί τι καὶ οὐ δόντος. Διὸ δὴ ἐπαίρει αὐτὸν ἐκτελέσαι τὴν ὑπόσχεσιν. —Χάλκευε γλῶσσαν Ἤγουν παρασκεύαζε καὶ ἔθιζε τὴν γλῶσσαν μὴ ψευδηγορεῖν· ἔστι δὲ ὁ λόγος τροπικός.

`P 1.169-170`

Παραιθύσσει Σύναπτε τὸ παραιθύσσει πρὸς τὸ πὰρ σέθεν. Τὸ γὰρ μικρὸν τῶν βασιλέων ἁμάρτημα μέγα δοκεῖ τοῖς ἄλλοις.

`P 1.172`

Πιστοὶ Πίστεως ἄξιοι.

`P 1.173`

Ὀργᾷ Ἤγουν προθυμίᾳ καὶ γνώμῃ.

`P 1.177`

Ἱστίον ἀνεμόεν Δεῖ γάρ, ἀνέμου πνεύσαντος, τὸ ἱστίον ὑποχαλᾶν, ἵνα μή, ὄντος τεταμένου, ὑπὸ τοῦ ἀνέμου εἰς τοὔμπαλιν ἀνατραπείη τὸ σκάφος.

`P 1.178`

Δολωθῇς Ἤγουν ζημιούμενος καὶ στερούμενος λάθῃς. —Δολωθῇς Μὴ τοὺς ὀφειλομένους τισὶ μισθοὺς ἀποστερῶν κερδαίνειν τι λογίζου· τοῦτο γὰρ τὸ κέρδος αἰσχρὸν καὶ τὸν κερδαίνοντα μιαίνει.

`P 1.181`

Οἶον ἀποιχομένων Οἶον καὶ μόνον τὸ αὔχημα τῆς δόξης, ἤτοι ἡ ἀρετὴ καὶ ὁ ἔπαινος, ποταπόν; ὀπισόμβροτον καὶ ὑπὸ τῶν ἐσομένων βροτῶν ᾀδόμενον, μηνύει καὶ λογίοις καὶ ἀοιδοῖς τὴν δίαιταν καὶ τὴν διαγωγὴν τῶν ἀποιχομένων ἀνδρῶν, τῶν κτησαμένων τοῦτο τὸ αὔχημα· τουτέστιν ἐάν τις καλὸν ἐργάσηται καὶ ἐπαινεθῇ, ἐν τοῖς ἔπειτα ᾄδεται λογοποιοῖς καὶ ποιηταῖς, ὁποῖός τις ἦν, διεξιοῦσι τὸν ἐπʼ αὐτῷ γενόμενον ὕμνον.

`P 1.185`

Τὸν δὲ ταύρῳ χαλκέῳ Περίλαός τις Ἀθηναῖος ἐλθὼν εἰς Φάλαριν τὸν Ἀκραγαντίνων τύραννον, ὑπέσχετο αὐτὸν ταῦρον ποιήσειν χαλκοῦν, ἵνα ἐντὸς αὐτοῦ, ὃν ἂν καταδικάσῃ, ἐμβάλλων καὶ τῷ πυρὶ προσάγων, οὕτω κολάζῃ· οὗ γενομένου, πρῶτος εἰσεβλήθη Περίλαος, οὐκ ἄξιον τοῦ Φαλάριδος κεκρικότος ἕτερον πρὸ αὐτοῦ κολασθῆναι, ἀλλʼ ἢ τὸν δημιουργόν, ὅπως ἂν μόνος δείξει τὸ αὑτοῦ δημιούργημα. Λέγει οὖν ὡς κακὸν πάντες ᾄδουσι Φάλαριν. Καὶ ἡ μὲν τοῦ Κροίσου ἀρετὴ ἀεὶ ἐν συμποσίοις καὶ πανηγύρεσιν ὑπὸ τῶν παίδων ἐμμελῶς ᾄδεται, ὁ δὲ Φάλαρις οὐκ ἔχει χώραν ἐν συμποσίοις. Δέον δὲ εἰπεῖν ὁμορόφιον ὁμορόφιαι εἶπε πρὸς τὸ φόρμιγγες. Εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν τοὺς ξένους ὑποδεχομένων. Μὴ λάβῃς δὲ εἰς τὸ κοινωνίαν τὸ εἰς, ὥς τινες, ἀλλʼ ἔστιν ἡ αἰτιατικὴ πρὸς τὸ δέχονται, οὕτως: οὐ δέχονταί μιν καὶ αὐτὸν κοινωνίαν, ἤτοι οὐ κοινὸν παραλαμβάνουσιν.

`P 1.186`

Νηλέα νόον Μὴ λέγε πρὸς τὸ νόον ἔξωθεν τὸ κατά, ἀλλʼ ἔστι τὸ νόον καὶ τὸ Φάλαριν ταὐτόν. Ὥσπερ γάρ φαμεν: Ὁ Πλάτων σοφὴ διάνοιά ἐστιν, οὕτω καὶ τοῦτο, κατέχει τὸν Φάλαριν φήμη ἀνηλεῆ νοῦν, ἤγουν κακὸν καὶ ἀμείλικτον ᾄδουσιν.

`P 1.191`

Ἀέθλων Τινὲς πρὸς τὸ ἀέθλων λαμβάνουσιν ἔξωθεν ἀπό, οὕτω: Τὸ δὲ εὖ παθεῖν καὶ εὐτυχῆσαι ἀπὸ ἀέθλων καὶ ἀγώνων πρῶτον ὑπάρχει. Ἐγὼ δὲ οὕτω: Τὸ δὲ εὖ παθεῖν καὶ εὐτυχῆσαι, ἤτοι νίκης ἀξιωθῆναι ἀγωνιζόμενον, πρῶτον τῶν ἄθλων ἐστί, τουτέστι τοῦτο πρῶτον οἱ ἀγῶνες παρέχουσι· δευτέρα δὲ μοῖρά ἐστιν εὖ ἀκούειν, ἤτοι ἐγκωμιάζεσθαι, ὡς τῆς μὲν νίκης πρῶτον γινομένης, ἔπειτα δὲ ἐπακολουθοῦντος τοῦ ὕμνου. Οἱ δὲ πολλοὶ ἀγνοοῦντες καὶ ἀέθλω χωρὶς τοῦ ν γράφουσιν.

`P 1.192-193`

Δευτέρα μοῖρʼ Ἤγουν ἡ τάξις. Δεῖ γὰρ πρῶτον τῆς νίκης τυχεῖν καὶ μετὰ τὴν νίκην τῶν ἐγκωμίων. — Ἀμφοτέροισι Καὶ νίκῃ καὶ ὕμνῳ.

`P 1.194`

Ἕλῃ Ἐπικρατὴς γένηται.

`P 1.195`

Δέδεκται Ἔσχε καὶ ἔλαβεν.

ΠΥΘΙΩΝ ΕΙΔΟΣ Βʹ.

Τὸ προοίμιον ἀπὸ τῆς πόλεως τοῦ νικητοῦ.

Τοῦ αὐτοῦ Μαγίστρου σχόλια.

`P 2.1-2`

Μεγαλοπόλιες ὦ Συράκοσαι Ἐπειδὴ αἱ Συράκουσαι πόλις ἐστὶν ἐν Σικελίᾳ, εἰς ἃς ὁ Ἱέρων ἐποιεῖτο τὴν οἴκησιν, διὰ τοῦτο πρὸς αὐτὰς ἀποτείνει τὸν λόγον, φάσκων αὐτὰς μεγαλοπόλιας, ἢ διότι τέσσαρας πόλεις Ἱέρων καταστρεψάμενος αὐτὰς ἐποίησεν, Ἀρκαδίνον, Νεάπολιν, Ἐπιπολάς, Τύχην, ἢ διὰ τὸ τῆς πόλεως θαυμαστὸν καὶ ἐξαίρετον.

`P 2.3`

Τέμενος Ἄρεος Τέμενος δὲ Ἄρεως διὰ τὸ τῶν ἐνοικούντων πολεμικόν.

`P 2.4`

Σιδαροχαρμᾶν Σιδήρῳ χαιρόντων. —Σιδαροχαρμᾶν Ἤγουν ὅπλοις καὶ μάχαις χαιρόντων, κατὰ συνεκδοχήν· ἐκ τοῦ σιδήρου γὰρ τὰ ὅπλα· τοῖς ὅπλοις δὲ ἐν ταῖς κατὰ πόλεμον μάχαις χρώμεθα.

`P 2.8`

Ἀγγελίαν Τὸ ἀγγελίαν εἶπεν, ἐπειδὴ ὁ ὑπὲρ τῆς νίκης τοῦ τετραόρου γενόμενος ὕμνος ἀγγελεῖ αὐτὸ ταῖς Συρακούσαις.

`P 2.10-11`

Ἀνέδησεν Ἤγουν ἐστεφάνωσε καὶ ἐκόσμησε. —Ὀρτυγίαν Τὸ Ὀρτυγίαν τινὲς νῆσόν φασι παρακειμένην τῇ Σικελίᾳ, πατρῷον αὐτοῦ κτῆμα. Κρεῖττον δὲ φάσκειν αὐτὴν πόλιν ἐν Σικελίᾳ διὰ τὸ ἐπαγόμενον. —Στεφάνοις Ταῖς ἀπὸ τῆς νίκης εὐφημίαις καὶ ἐπαίνοις.

`P 2.12`

Ποταμίας ἕδος Ἀρτέμιδος Φασὶ τὸν Ἀλφειὸν ποταμὸν τῆς ἐν Σικελίᾳ Ἀρεθούσης πηγῆς ἐρῶντα, ἐκ Πελοποννήσου διὰ μέσης τῆς θαλάττης ἀγόμενον συμμίγνυσθαι τῇ πηγῇ. Ἔστι δὲ ἡ πηγὴ πλησίον τῆς Ὀρτυγίας πόλεως. Διὰ δὲ τὸ παρʼ Ἀλφειῷ τὸ ἐν Σικελίᾳ ἱερὸν ἢ ἄγαλμα Ἀρτέμιδος εἶναι, διὰ τοῦτο τὴν Ὀρτυγίαν ἕδος ἤτοι τέμενος λέγει.

`P 2.16-17`

Ἐπὶ γὰρ ἰοχέαιρα Τὸ ἐπὶ πρὸς τὸ τίθησι συναπτέον· τὸ δὲ διδύμᾳ χερὶ ἢ πρὸς τὴν Ἄρτεμιν νοητέον ἀντὶ τοῦ μεγάλῃ βοηθείᾳ· ὁ γὰρ ἀμφοτέραις χερσὶ συμμαχῶν μεγίστην παρέχει βοήθειαν· ἢ τὸ διδύμᾳ χερί, τῇ τοῦ Ἱέρωνος· ἀμφοτέραις γὰρ ταῖς χερσὶ τὰς τοῦ ἅρματος ἡνίας κατεῖχεν, ἵνα λέγῃ ὅτι τεχνικῶς καὶ καλίστως πρὸς τὸν δρόμον τὸ ἅρμα ὁ Ἑρμῆς καὶ ἡ Ἄρτεμις ἐλάσαι παρέσχον.

`P 2.21-22`

Ἔν θʼ ἅρματα Ἡ ἐν ἀντὶ τῆς εἰς, ὡς ὁ αὐτὸς

  
ἐν πάντα δὲ νόμον .......  
—Πεισιχάλινα Πείθονται γὰρ τὰ ὀχήματα τοῖς χαλινοῖς, ὡς αἱ νῆες τοῖς πηδαλίοις. —Πεισιχάλινα Τὸ ἅρματα πεισιχάλινα καὶ τὸ ἵππειον σθένος ταὐτόν ἐστιν· ἅρματα γὰρ πεισιχάλινα ἡ μετὰ τῶν ἵππων ἅμαξα· οὐ γὰρ οἷόν τε μόνῃ τῇ ἁμάξῃ τοῖς χαλινοῖς πείθεσθαι, μὴ ἵππων οὐσῶν. Ἔχει δὲ τὸ ἐν τὴν δύναμιν πρὸς τὸ καταζευγνύῃ.

`P 2.23`

Εὐρυβίαν καλέων θεὸν Ἐπικαλούμενος τὸν Ποσειδῶνα. —Εὐρυβίαν καλέων θεὸν Εὐρυβίαν θεὸν τὸν Ποσειδῶνα λέγει· πρῶτος γὰρ οὗτος ἅρμα παρέσχε Πέλοπι· διὸ καὶ εἰκότως ἂν βοηθὸς καλοῖτο τοῖς ἅρμασιν.

`P 2.24`

Ἐτέλεσσεν Κατεσκεύασεν. —Ἀνὴρ Ποιητής.

`P 2.25`

Εὐαχέα

`P 2.27-28`

Κελαδέοντι μὲν ἀμφὶ Κινύραν Κινύραν τὸν τῶν Κυπρίων λέγει βασιλέα, ὃν ἐν τῷ λόγῳ διὰ τοῦτο παρέλαβε, διότι καὶ ὁ τοῦ Ἱέρωνος πατὴρ Δεινομένης τὸ ἀνέκαθεν Κύπριον ἦν· τὸ δὲ κελαδέοντι εἶπεν ἢ ὡς ἀρχηγέτην τῆς νήσου, ἢ ὡς βασιλέα αὐτῆς εὐδαιμονέστατον καὶ μείζω τῶν πρὸ αὐτοῦ γενόμενον.

`P 2.32-33`

Ἄγει δὲ χάρις Προτρέπεται τὸν εὐεργετηθέντα εἰς ἀμοιβήν. —Ἄγει Ἀναγκάζει. —Ἄγει Τὸ ἄγει δὲ χάρις μέχρι τοῦ ὀπιζομένα κατὰ παρεμβολὴν κεῖται διὰ μέσου. —Ποί τινος. —Ποί τινος ἀντὶ ἔργων Τί βούλεται τὸ ποί τινος οὐκ οἶδα, οὐδὲ μὴν οἱ οὕτω γράφοντες. Δεῖ δὴ γοῦν γράφειν ποίνιμος ἀπὸ τῆς ποινῆς, ὃ σημαίνει τὴν ἀντέκτισιν καὶ ἀμοιβήν τινος προκαταρκτικῆς χάριτος· οὐ γὰρ ἀεὶ τὴν ὑπὲρ φόνου κόλασιν νοεῖν δίδωσι. Πολλὴ δὲ ἡ χρῆσις ἐπὶ τῆς τοιαύτης σημασίας παρὰ τούτῳ τῷ ποιητῇ· ὅθεν καὶ ἄποινα εἴρηκεν ἀρετῆς τοὺς ἐγκωμιαστικοὺς λόγους, ἤγουν τιμὴν ἀντὶ βραβεῖα καὶ δῶρα τῆς ἀριστείας. —Φίλων ἔργων Ἤγουν τῶν εὐεργεσιῶν. —Χάρις φίλων Τὸ φίλων ἢ πρὸς τὸ ποίτινος συναπτέον ἢ πρὸς τὸ ἔργων, ἵνʼ ᾖ τὸ μὲν φίλων ἀρσενικόν, τὸ δὲ ἔργων οὐδέτερον, οὕτως: Ἄγει δὲ καὶ φέρει ἑαυτὴν ἡ χάρις ἀντὶ ἔργων προϋπαρξάντων ὀπιζομένα καὶ ὄπισθεν ἐρχομένη, ποταπή; ποίτινος καὶ ἀμειπτικὴ τῶν φίλων τῶν, διʼ ὧν ἐποίησαν, παρασκευασάντων· ἢ οὕτως: Ἄγει δὲ ἑαυτὴν ἡ χάρις ἀντὶ ἔργων φίλων ὀπιζομένη καὶ ὄπισθεν ἐρχομένη ποίτινος καὶ ἀμειπτική· τουτέστιν ἡ γινομένη χάρις προϋπαρξάντων τινῶν ἔργων χάρις ἐστί. Τοῦτο δὲ λέγει διὰ τὸ ἐλευθερωθῆναι τοὺς Ἐπιζεφυρίους Λοκροὺς ὑπʼ αὐτοῦ πολεμίων ἐπιθέσεως καὶ νῦν τοῦτον θαυμάζειν ὡς σωτῆρα. Ἀναξίλας γὰρ καὶ Κλεόφρων ὁ τούτου παῖς, τύραννοι ὄντες, ὁ μὲν ἐν Ῥηγίῳ, Ἀναξίλας δὲ ἐν Μεσσήνῃ, πόλεμον τοῖς Ἐπιζεφυρίοις Λοκροῖς ἠπείλησαν. Μαθὼν οὖν Ἱέρων καὶ πέμψας πρὸς αὐτοὺς τὸν κηδεστὴν αὑτοῦ Χρόμιον, ἐπέσχεν αὐτοὺς τῆς ὁρμῆς.

`P 2.36`

Ἀπύει Ὑμνεῖ.

`P 2.38`

Ἀσφαλὲς Ἀκίνδυνον καὶ ἐλεύθερον βλέπουσαι.

`P 2.40`

Φαντὶ ταῦτα Τοῦτο τὸ ταῦτα πρὸς τὸ εὐεργέταν συνάπτεται· τὸ γὰρ τὸν εὐεργέτην ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι ἑρμηνεία ἐστὶ τοῦ ταῦτα.

`P 2.41`

Πετρόεντι

`P 2.42`

Κυλινδόμενον Δινούμενον καὶ περιστρεφόμενον.

`P 2.43`

Τὸν εὐεργέταν Αὕτη ἡ αἰτιατική, τὸ εὐεργέταν, πρὸς τὸ ἐποιχομένους συντάσσεται, οὕτως: Ἐπὶ τὸν εὐεργέτην οἰχομένους καὶ πορευομένους ἐν ἀμοιβαῖς ἀγαναῖς καὶ λαμπραῖς τίνεσθαι καὶ ἀνταποδιδόναι αὐτῷ. —Ἀγαναῖς Προσηνέσιν.

`P 2.44`

Ἐποιχομένους Μετερχομένους. —Τίνεσθαι Ἀμείβεσθαι, τιμᾶν.

`P 2.45-46`

Εὐμενέσι Τὸ εὐμενέσι λέγει, ἐπειδὴ φονεύσας τὸν πενθερὸν αὑτοῦ ὑπὸ μόνου τοῦ Διὸς ἐκαθάρθη καὶ τιμῆς ἠξίωται, ὡς προϊόντες ἐροῦμεν τὴν ἱστορίαν.

`P 2.47`

Ἑλὼν Προσειληφώς.

`P 2.48`

Οὐχ ὑπέμεινεν ὄλβον Ἤγουν οὐκ ἴσχυσεν εἰς τέλος ἀπολαῦσαι τῆς εὐδαιμονίας. Ὅμοιόν ἐστι τὸ κῶλον τῷ περὶ τοῦ Ταντάλου ἐν τῷ Αʹ Εἴδει τῶν Ὀλυμπίων

  
.......... Ἀλλὰ γὰρ κατα-  
  
πέψαι μέγαν ὄλβον οὐκ ἐδυ-  
  
νάσθη ...........  
Κἀκεῖ δέ φησιν ἄταν ὑπέροπλον, ἐνταῦθα δὲ ὑπερήφανον.

`P 2.52`

Ἐς αὐάταν Τὸ αὐάταν ἐστὶν αἰολικόν· ἐκεῖνοι γάρ, ὅταν ᾖ λέξις δύο φωνήεντα ἐγγὺς ἔχουσα καὶ μὴ σύμφωνον μέσον, προστιθέασι τὸ υ, τὸ ἀὴρ αὐὴρ καὶ τὸ ἄως αὔως λέγοντες. Ἐπεὶ οὖν οὐ μόνον ἄτη, ἀλλὰ καὶ ἀάτη εὑρίσκεται ἀντὶ μεγάλη βλάβη, ἐπιτατικὸν γάρ ἐστι τὸ α, διὰ τοῦτο προστεθέντος τοῦ υ αὐάτη γέγονεν. Ἱστορία περὶ τοῦ φόνου, ὃν Ἰξίων ἐποίησεν. Ἰξίων Δίαν τὴν Δηϊονέως θυγατέρα γήμας, ἐπειδὴ ἀπῃτεῖτο παρʼ αὐτοῦ τὰ ὀφειλόμενα τοῖς τῶν κορῶν πατράσι δίδοσθαι παρὰ τῶν νυμφίων, τοιόνδέ τι ἐμηχανήσατο. Βαθὺ γὰρ ὄρυγμα ποιησάμενος καὶ πῦρ ἐμβαλών, σχίνων φορητὸν ἐπέθηκε, καλέσας αὐτὸν δῆθεν εἰς δεῖπνον. Καὶ ὃς παραγενόμενος καὶ τῷ βόθρῳ ἀπροόπτως ἐμπεπτωκώς, ὑπὸ τοῦ ἐν αὐτῷ πυρὸς διεφθάρη. Μηδενὸς δὲ μήτε θεοῦ μήτε ἀνθρώπου διὰ τὸ μῖσος ὑποδεχομένου Ἰξίονα, μόνος ὁ Ζεὺς εὐμενὴς αὐτῷ καταστὰς ἐκάθηρέ τε τοῦ φόνου καὶ ὁμοδίαιτον ἐποιήσατο. Διάγων οὖν μετʼ αὐτοῦ Ἥραν πειρᾶν ἤρξατο. Ἡ δὲ ἱστορία πᾶσα πολλάκις ἐγράφη· διὸ νῦν παρεῖται. Ὥσπερ δέ φαμεν οὐ μόνον πειρῶμαι τὸ ἀπόπειραν ποιοῦμαι, ἀλλὰ καὶ πειρῶ, οὕτω καὶ πειρῶ τὸ συννεύω οὐ μόνον πειρῷ, ἀλλὰ καὶ πειρῶμαι.

`P 2.57`

Αἷμα Φόνον.

`P 2.60-61`

Μεγαλοκευθέεσσιν Μεγάλοις καὶ εὐρυχώροις.

`P 2.62-63`

Ἐπειρᾶτο Ἤγουν περὶ συνουσίας προσέβαλλε καὶ ἐδοκίμαζεν.

`P 2.65`

Παράτροποι Παράνομοι. —Ἐς κακότατʼ Εἰς βλάβην.

`P 2.69`

Εἶδος Τὸ εἶδος ἢ διὰ τὴν νεφέλην νοητέον ἢ διὰ τὴν Ἥραν, κρεῖττον δὲ διὰ τὴν νεφέλην.

`P 2.78`

Ἄνευ δʼ οἱ Χαρίτων Ἤγουν χωρὶς ἡδονῆς τῆς ἐν τῇ συνουσίᾳ. —Ἄνευ δʼ οἱ Χαρίτων Τὸ οἱ ἀντὶ τοῦ νεφέλῃ νοητέον οὕτως: Ἄνευ Χαρίτων τέκεν ὁ Ἰξίων οἱ καὶ αὐτῇ γόνον ὑπερφίαλον, μόνῃ αὐτῇ μόνον· οὔτε γὰρ ἄλλη νεφέλη ἄνθρωπον ἔτεκε, καὶ μόνος οὗτος ταύτης ἐγένετο· ἢ τὸ οἱ ἀντὶ τοῦ αὐτῷ, τῷ Ἰξίονι, οὕτω: Μόνη ἡ νεφέλη ἄνευ Χαρίτων τέκεν αὐτῷ, τῷ Ἰξίονι, γόνον. Ἰστέον δὲ ὅτι οὐ διφυὴς ἄνθρωπος, ὥς τινές φασιν, ἐκ τῆς νεφέλης ἐγένετο, ἀλλʼ ἄγριός τις καὶ ὄρειος· ὃς μιγνύμενος ταῖς ἐν τῷ Πηλίῳ, Θετταλικῷ ὄρει, ἵπποις, τὸ τῶν Ἱπποκενταύρων γένος ἐποίησεν. Ὅτι δέ ἐστι τοῦτο, μαρτυρεῖ καὶ Πίνδαρος ἐνταυθοῖ λέγων ἐκ τοιαύτης μίξεως στρατὸν γεγονέναι δίμορφον, ἐοικότα μὲν τοῖς κάτω μέρεσι ταῖς μητράσιν αὑτῶν ἵπποις, τοῖς δὲ ἄνω τῷ πατρὶ αὑτῶν Κενταύρῳ· ὥστε, εἰ ὁ Κένταυρος διφυὴς ἦν, οὐκ ἂν τοῦτο ἔλεγε Πίνδαρος.

`P 2.81`

Γερασφόρον Ἤγουν ἀπάνθρωπόν τινα καὶ ἀσεβῆ ὄντα.

`P 2.89-90`

Θεὸς ἅπαν Ὅπερ ἄν, φησίν, ὁ θεῖος νοῦς ἐνθυμηθῇ, καὶ πληροῖ. Ὁ θεὸς οὖν ἅπαν τέκμαρ καὶ πᾶν διανόημα ἀνύεται καὶ ἐκτελεῖ ἐπʼ ἐλπίδεσιν, ἀντὶ τοῦ κατὰ τὴν προσδοκίαν αὑτοῦ, ἤγουν κατὰ τὴν γνώμην καὶ βούλησιν. Τοῦτο δὲ εἴρηκεν ὁ ποιητὴς πρὸς τὴν τῶν ἀνθρώπων ἀφορῶν φύσιν. Τὸ θεῖον δὲ καὶ διανοεῖται ἅμα καὶ παράγει ἄνευ χρόνου μεσιτείας τὰ διανοούμενα. —Ἐπὶ ἐλπίδεσιν Οἱ γράφοντες τὸ ἐλπίδεσσιν ἀντὶ τοῦ γνώμαις ἀμαθεῖς· τὸ δέ ἐστι τοιοῦτον· δέον γὰρ εἰπεῖν βουλαῖς, ἐλπίδεσσιν εἶπεν, ἐπειδὴ ὃ βούλεταί τις ποιῆσαι, καὶ ἐλπίζει τοῦτο τελέσαι. Θεὸς ἅπαν τέκμαρ καὶ σημεῖον ἀνύεται καὶ τελειοῖ ἐπὶ ταῖς ἐλπίδεσσι· τουτέστιν ἅπαν τέρας καὶ παράδοξον εἰ βουληθείη θεὸς ἐργάσασθαι, ῥᾷστα τοῦτο ποιεῖ. Τοῦτο δὲ εἶπε διὰ τὸ παραδόξως ὑπὸ Διὸς πεποιῆσθαι τὴν νεφέλην ἐμφερῆ τῇ Ἥρᾳ.

`P 2.93`

Παραμείβεται Παρατρέχει καὶ παρέρχεται.

`P 2.94`

Ὑψιφρόνων Τοῦτο παρὰ τὸ Ἡσιόδειον

  
Ῥεῖα μὲν γὰρ βριάει, ῥεῖα δὲ βριάοντα χαλέπτει,  
  
Ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει  
  
Ζεὺς ὑψιβρεμέτης ..........  
—Ἔκαμψε Κατέβαλε καὶ ἐταπείνωσεν.

`P 2.97`

Δάκος ἀδινὸν Ἤγουν οὐ δεῖ με κατήγορον εἶναι: Τοῦτο δὲ λέγει, διότι τὴν περὶ τοῦ Ἰξίονος δυστυχίαν διῄει.

`P 2.98`

Εἶδον γὰρ ἑκὰς Τοῦτο λέγει, ὅτι τὸν Ἀρχίλοχον πρὸ ἐμοῦ ὄντα οἶδα ἀπορίαν τοῦ βίου ἔχοντα· πάντες γὰρ αὐτὸν ἐμίσουν ὡς κατήγορον καὶ μόνῳ τῷ παρὰ πάντων ἐπιαίνετο μίσει.

`P 2.101-102`

Πλουτεῖν δὲ σὺν τύχᾳ Τὸ πλουτεῖν πρὸς τὸ σοφίας συναπτέον, οὕτω: Τὸ πλουτεῖν σοφίας σὺν τύχῃ καὶ ἐπιτυχίᾳ πότμου καὶ εὐτυχίας ἄριστόν ἐστιν, ἤγουν ὅστις σοφὸς ὢν εὐτυχεῖ, οὗτος ἄριστος. Τοῦτο δὲ λέγει διὰ τὸν Ἀρχίλοχον σοφὸν ὄντα καὶ πενίᾳ κατεχόμενον. Οὐ μόνον δὲ πλουτῶ τόδε φαμέν, ἀλλὰ καὶ πλουτῶ τοῦδε· καὶ μαρτυροῦσιν ἄλλοι τε πολλοὶ καὶ Λιβάνιος λέγων· «Τοιγαροῦν ἐν ἀπορίᾳ χρημάτων πλουτοῦμεν ῥημάτων». Ἢ τὸ σοφίας πρὸς τὸ πότμου συναπτέον, οὕτως: Ἄριστον δὲ ὑπάρχει τὸ πλουτεῖν σὺν τύχῃ καὶ ἐπιτυχίᾳ πότμου καὶ εὐτυχίας σοφίας, ἤγουν ὁ εὐτυχήσας σοφίαν καὶ πλοῦτον ἄριστος· ὥστε πρὸς μὲν τὸ ἄνω τὸ νιν ἀντὶ τοῦ αὐτόν, τὸν πότμον, λέγε, πρὸς δὲ τὸ κάτω ἀντὶ τοῦ αὐτό, τὸ πλουτεῖν.

`P 2.107`

Εὐστεφάνων ἀγυιᾶν Τὸ εὐστεφάνων ἀγυιᾶν οὐκ ἔστιν ἀντὶ τοῦ εὐτοίχων, ὥς τινές φασιν· ἀλλʼ εἰώθασιν Ἕλληνες, ἐπειδὴ συνεχέσι πανηγύρεσιν ἠγλαΐζοντο, τοὺς ἐν ταῖς πόλεσι στενωποὺς στεφάνοις ἐκ κλάδων κοσμεῖν. Ὅτι δέ ἐστι τοῦτο, μαρτυρεῖ Λιβάνιος ἐν τῷ πρὸς Ἰουλιανὸν ἐπιταφίῳ φάσκων: «Στέφανόν τινα κλάδων· πολλοὺς δὲ ἐκ καλωδίων τεταμένων εἰς κίονας ἐκ τοίχων ἐξαρτῶσιν οἱ δῆμοι μετεώρους. Τούτων εἷς τῶν στεφάνων, οἷς καλλωπίζομεν τὰς πόλεις, ἐκλυθεὶς τοῦ δεσμοῦ, καταβαίνων ἦν ἐν τῇ τοῦ βασιλέως κεφαλῇ, καὶ ἥρμοσεν».

`P 2.109`

Κτεάτεσσι Περιουσίᾳ.

`P 2.112`

Πραπίδι Γνώμῃ. —Παλαιμονεῖ Διαπαλαίει.

`P 2.113`

Εὐανθέα Ἀνθηρόν. —Ἀναβάσομαι Μεταβήσομαι, ἀναδραμοῦμαι. —Εὐανθέα δʼ ἀναβάσομαι Τοῦτο λέγει, ὅτι ἀνελεύσομαι τῷ λόγῳ εἰς τὴν σὴν νεότητα καὶ εἴπω ταύτην ἄριστα τοὺς πολέμους μεταχειρίσασθαί τε καὶ κατορθοῦν. Λέγει οὖν τὸ εὐανθέα στόλον ἀναδραμεῖν πρὸς αὐτὸν ἐν τῷ λόγῳ.

`P 2.114`

Στόλον Πλοῦν, ὁδόν. —Ἀμφʼ ἀρετᾷ Τὴν ἐπὶ ἀρετῇ.

`P 2.115-116`

Νεότατι μὲν ἀρήγει θράσος Τὸ νεότητι θράσος ἀρήγει τοῦτο λέγει, ὅτι οὐδείς ἐστιν ἐν νεότητι ἕτερος ἔπαινος ἢ θρασύνεσθαί τε καὶ κατατολμᾶν τοὺς πολέμους. Πολλοὶ γὰρ νέοι ὄντες καὶ δοκοῦντες ἄριστα ἂν πρὸς τὴν μάχην ἀρκέσειν, πρὸς μόνην τὴν ταύτης ἀκοὴν καταπλήττονται. Τοῦτο δὲ εἶπε διὰ τὸν Ἱέρωνα, ὡς ἐν τῇ νεότητι ἄμαχον ἐν πολέμοις ὄντα. Τὸ δὲ δεινῶν πολέμων, ἢ ὅτι πάντες οἱ πόλεμοι δεινοί εἰσιν, ἢ δεινῶν ἀντὶ τοῦ μεγάλων καὶ φοβερῶν. Τὸ δὲ βουλαὶ πρεσβύτεραι κατʼ ἄμφω νοητέον, ἢ ὅτι πρεσβυτικὴν φρόνησιν εἶχεν Ἱέρων, ἡνίκα νέος ἦν, ἢ ὅτι νέος ὢν ἐμάχετο, νῦν δὲ πρεσβύτης τυγχάνων ὀρθῶς καὶ ἄριστα βουλεύεται. Σύναπτε οὖν τὸ βουλαὶ δὲ πρεσβύτεραι, εἰ βούλει, πρὸς τὸ ποτὶ πάντα λόγον, εἰ δὲ μή, τὸ ἐπαινεῖν πρὸς τὸ ποτὶ πάντα λόγον ἐχέτω τὴν δύναμιν: Πρεσβύτεραι δὲ βουλαὶ αἱ σαὶ πρὸς πάντα λόγον, ἤτοι πρὸς πᾶσαν βουλὴν καὶ δημηγορίαν, παρέχοντι καὶ διδόασιν ἐμὸν ἔπος ἀκίνδυνον ἐπαινεῖν καὶ θαυμάζειν αὐτάς, ἤγουν ἄριστος ὢν περὶ τὸ βουλεύεσθαι, ἀκινδύνως καὶ ἀφόβως ἐπαινεῖν σε παρέχεις μοι· οὐ γάρ ἐστί μοι δέος μὴ δόξω ψευδῆ λέγειν. Ἢ οὕτω: Πρεσβύτεραι δὲ βουλαὶ αἱ σαὶ παρέχοντι ἐμοὶ ἔπος ἀκίνδυνον ἐπαινεῖν καὶ θαυμάζειν αὐτὰς πρὸς πάντα λόγον, ἤτοι πρὸς πᾶσαν βουλὴν καὶ δημηγορίαν, ὡς ὀρθῶς καὶ ἄριστα γίνονται. Εὕρηται δὲ καὶ ἐμόν· κρεῖττον δέ ἐστι τὸ ἐμοὶ ἔπος παρέχουσιν ἀκίνδυνον καὶ ἄφοβον πρὸς πάντα λόγον, τουτέστι τοιαῦτά εἰσιν, ὥσθʼ ὅσα ἂν εἴπω περὶ αὐτῶν, οὐ φοβηθήσομαι μὴ μέ τις αἰτιάσηται ὡς εἰκῇ τοὺς λόγους ποιοῦμαι.

`P 2.118`

Εὑρεῖν Κεκτῆσθαι.

`P 2.119`

Ἱπποσόαισιν Ἱππεῦσιν.

`P 2.122`

Ἀκίνδυνον ἐμοὶ ἔπος Ἤγουν περὶ ὧν ἀκινδύνως εἰπεῖν ἔξεστί μοι.

`P 2.123`

Πάντα λόγον Ἤγουν παντοιοτρόπως.

`P 2.125`

Φοίνισσαν Σύραν. —Ἐμπολὰν Ἐμπορίαν, πραγματείαν.

`P 2.127`

Καστόρειον Ἰστέον ὅτι δύο ὕμνους ὁ Πίνδαρος Ἱέρωνι πέμπων, τόν τε νῦν λεγόμενον καὶ ἕτερον Καστόρειον μέλος ἔχοντα, ὡς αὐτός φησι, τούτου μὲν μισθὸν ἔλαβε πρώην, διὸ καὶ λέγει κατὰ Φοίνισσαν ἐμπολάν, τουτέστιν ὥσπερ οἱ Φοίνικες τὰς ἐμπορίας ποιοῦνται, οὕτω καὶ αὐτὸς μισθὸν λαβὼν παρὰ σοῦ, τοῦτον ἐποίησά σοι· ἢ τὸ κατὰ Φοίνισσαν ἐμπολὰν νοητέον ἀντὶ τοῦ πέμπω σοι τοῦτον, ἵνα μισθὸν λάβω ἐμπορευόμενος τὸν ὕμνον, καθάπερ οἱ Φοίνικες τὰ σφῶν αὐτῶν πράγματα. Τὸ δὲ ἐν Αἰολίδεσσι καὶ Θηβαϊκαῖς Καστόρειον μέλος, τὴν χάριν καὶ ἀρετὴν τῆς ἑπτακτύπου καὶ ἑπταχόρδου φόρμιγγος θέλων καὶ ἀποδεχόμενος, ἄθρησον καὶ ἐπίσκεψαι, εἰ ἄριστόν ἐστιν, ἀντόμενος καὶ συναντώμενος, ἤτοι ἐντείνων τὰς τῆς μουσικῆς χορδάς. Τοῦτο δὲ τὸ μέλος τὸ Καστόρειον τῷ μὲν φαινομένῳ εἰς χάριν αὐτῷ ἔπεμψε, τῇ δʼ ἀληθείᾳ εἰς μισθοῦ δόσιν αὐτὸν προτρέπεται ἐκ τοῦ λέγειν ἄθρησον, ἤγουν ἐπίσκεψαι, οἷος ἐγὼ ποιητής. Τοῦτο δὲ λέγει διὰ Βακχυλίδην εὐδοκιμοῦντα παρὰ Ἱέρωνι. Ἔστι δὲ ἡ ἀρχὴ τούτου τοῦ μέλους αὕτη: «Σύνες ὅ,τι λέγω ζαθέων Ἱέρων ἐπώνυμε». Ἔστι δὲ ἐνοπλίου ὀρχήσεως μέλος. Καστόρειον δὲ εἴρηται, ἐπειδὴ ὁ τοῦ Τυνδάρεω Κάστωρ πρῶτος τοῦτο εὗρεν.

`P 2.129`

Ἑπτακτύπου Ἤγουν ἑπταφθόγγου καὶ ἑπταχόρδου.

`P 2.130`

Ἀντόμενος Μετέχων. —Ἀντόμενος Ἀντὶ τοῦ λαμβάνων τὴν λύραν καὶ ἁρμόζων αὐτὴν δοκίμασον, εἰ βούλει, τοῦ Καστορείου μέλους τὴν εὐρυθμίαν.

`P 2.131-132`

Οἷος ἐσσὶ Ὑπάρχεις ἐν τῇ φύσει, ἤγουν ἐκ φύσεως ἔχων ἄριστα κρίνειν, κρῖνε καὶ τοῦτο καὶ μὴ ὑπό τινος ἀπατηθῇς. Τοῦτο δὲ λέγει διὰ Βακχυλίδην. —Καλός τοι πίθων Τὸ δὲ καλός τοι πίθων φησίν, ὅτι φύσει τὰ ἡμέτερα ἡμῖν καλὰ εἶναι δοκεῖ καὶ αὐτοῖς ἀρεσκόμεθα, τοῖς δʼ ἀλλοτρίοις οὐ μέντοι. —Καλός τοι πίθων παρὰ παισὶν Ἤγουν ὁ πίθηκος ὡραῖος δοκεῖ τοῖς παισί, τοῖς δʼ ἀνδράσιν οὔ. Ὥστε καὶ ὁ Βακχυλίδης, πίθηκος ὢν τοῖς ἔργοις, μὴ ἀπατάτω σε φρένας ἀγαθὰς ἔχοντα.

`P 2.133`

Ὁ δὲ Ῥαδάμανθυς Οὗτος κατὰ βουλὴν καὶ δίκην ὀρθότατος τὸν τρόπον γέγονεν, ὅθεν καὶ θείας ἠξίωται τιμῆς· παρεδρεύειν γὰρ λογοποιεῖται τῷ Κρόνῳ κατὰ τὰς τῶν Μακάρων νήσους καὶ δικαιονομεῖν τοῖς ἐν ᾅδου. Θέλει δὲ εἰπεῖν, ἔσο δίκαιος κριτὴς καὶ δοκιμαστὴς τῶν ἐμῶν ὀρθός, καὶ μὴ γενοῦ εὐεπιχείρητος τοῖς ἀπατῶσί σε καὶ διασύρουσιν ἐμὲ παρὰ σοί, καὶ ἕξεις μισθόν, οἷον ὁ Ῥαδάμανθυς.

`P 2.135-136`

Ἔλαχε Εἶχε. —Καρπὸν Ἤγουν τὸν λογισμὸν καὶ διάνοιαν. —Καρπὸν ἀμώμητον Ἤγουν ἄριστα καὶ ὡς ἐχρῆν περὶ τῶν πραγμάτων ἐλογίζετο· ὥστε καὶ αὐτὸς οὕτω ποιῶν τῆς αὐτῆς ἐκείνῳ ἀξιωθήσῃ τιμῆς.

`P 2.140`

Ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες Καὶ τοῖς κατηγορουμένοις καὶ πρὸς οὓς τούτων κατηγοροῦσι. Τοῖς μὲν γάρ φησιν, ὡς οἱ δεῖνες ὑβρίζουσί σε καὶ διαβολὴν τούτων πρὸς αὐτοὺς ποιοῦνται· τοῖς δέ, ἃ πρὸς ἐκείνους κατʼ αὐτῶν ἔλεγον, ταῦτα πάλιν κατʼ ἐκείνων πρὸς αὐτοὺς διεξέρχονται. Τὸ δὲ ὑποφάτιες ἀντὶ τοῦ ὑποβολεῖς διαβολιῶν.

`P 2.141`

Ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι Τὸ ὀργαῖς ἀτενὲς τοῦτο λέγει ἀντὶ τοῦ ὅταν ὁρμήσωσι κατά τινων ψιθύρους λόγους διεξιέναι, ἀτενὲς καὶ ἀμετάβλητον πρᾶγμά εἰσιν ἐν ταῖς ὀργαῖς καὶ ταῖς ὁρμαῖς τῶν διαβολιῶν· ἀεὶ γὰρ προχωροῦσιν ἐν αὐταῖς καὶ οὐδέποτε τῆς κακίας παύονται. Τὸ δὲ ἀλωπέκων ἴκελοι ἀντὶ τοῦ παμμήχανοι καὶ πανοῦργοι, καθάπερ ἀλώπηξ.

`P 2.142-143`

Τί μάλα τοῦτο κερδαλέον τελέθει; Τοῦτο δέ, τὸ λάθρα κατά τινος φέρεσθαι, τί μάλα τελέθει καὶ ὑπάρχει τῷ ποιοῦντι κερδαλέον ἐν κέρδει; ἀντὶ τοῦ: οὐδὲν κέρδος τῷ τοῦτο ποιοῦντι περιγίνεται πλὴν τοῦ κακὸς εἶναι. Ὥσπερ γάρ φαμεν: Ἐν φόβῳ ταρβεῖ, οὕτω καί: Κερδαλέον ἐν κέρδει.

`P 2.145-146`

Ἀβάπτιστός εἰμι φελλὸς ὡς, ὑπὲρ ἕρκος ἅλμας Εἰμὶ γὰρ ἀβάπτιστος ταῖς τῶν ἄλλων κατηγορίαις, ὥσπερ ὁ ἐν τῷ δικτύῳ φελλός ἐστιν ὑπὲρ τὸ ἕρκος καὶ τὴν ἐπιφάνειαν τῆς ἅλμης, ἑτέρας σκευῆς, ἤτοι τοῦ ἐν τῷ δικτύῳ μολίβδου, ἐχούσης τὸ βαθὺ τῆς θαλάσσης, ὥσπερ πονούσης. Λέγει δὲ ὅτι τὰ κατʼ ἐμοῦ παρὰ τῶν ἄλλων λεγόμενα οὐδέν μοι λυμαίνεται διὰ τὸ μὴ τούτοις ἐνέχεσθαι· ὑπέρκειμαι γὰρ πασῶν κατηγοριῶν δίκην τοῦ ἐν τῷ δικτύῳ φελλοῦ ἐπάνω τῆς τῆς θαλάττης ἐπιφανείας διὰ τὸ κοῦφον φερομένου, καθελκομένου δὲ τοῦ μολίβδου εἰς τὸ βαθὺ τῆς θαλάσσης καὶ κατασπῶντος τὸ δίκτυον.

`P 2.148`

Ἀδύνατα δʼ ἔπος ἐκβαλεῖν Ἀδύνατα καὶ ἀδύνατον ὑπάρχει ἐκβαλεῖν καὶ ῥίψαι ἤτοι εἰπεῖν τὸν δόλιον ἀστὸν κραταιὸν καὶ ἰσχυρὸν καὶ πιστὸν ἔπος ἐν τοῖς ἀγαθοῖς· τουτέστιν ὅσα ἂν πονηρὸς κατʼ ἀγαθοῦ ἐρεῖ, οὐ πιστεύεται, τῆς αὐτοῦ ἀρετῆς ἀνίσχυρον τὴν κατηγορίαν ποιούσης. Ὅμως δέ, εἰ καὶ οὐδὲν ὁ αὐτοῦ λόγος ἰσχύει, σαίνων καὶ κολακευτικῶς καὶ δολίως ἄγαν ὑπερχόμενος πρὸς πάντας, πάγχυ καὶ λίαν διαπλέκει καὶ μηχανὰς ῥάπτει· τουτέστιν εἰ καὶ ὅσα κατʼ ἀγαθῶν λέγει οὐ πιστεύεται, ἀλλὰ τοῦ μηχανοῤῥαφεῖν οὐκ ἀφίσταται, δολίως κολακεύων τοὺς ἀκούοντας, ἵνα δοκῶν αὐτοῖς προσφιλὴς πιστεύηται. Τὸ δὲ ἄγαν πρὸς τὸ σαίνων σύναπτε· τὸ δὲ πάγχυ πρὸς τὸ διαπλέκει, καὶ μὴ λέγε ἐκ παραλλήλου, ὥσπερ τινές.

`P 2.149`

Κραταιὸν Πιθανόν.

`P 2.150`

Δόλιον Πονηρόν.

`P 2.153-154`

Φίλον εἴη φιλεῖν Λέγει ὅτι ὁ μὲν φιλῶν με ὑπʼ ἐμοῦ φιληθήσεται, πρὸς δὲ τὸν ἐχθρόν μου ὥσπερ λύκος ἔσομαι καὶ παντοίας ἐργάσομαι λάθρα κατʼ αὐτοῦ μηχανάς. Ἐπεὶ δὲ ὑποθεύσομαι εἶπεν, ἐτήρησε τὴν τροπὴν πρὸς τὸ πατῶν καὶ τὸ ὁδοῖς κατʼ ἐπαναστροφὴν λέγων ἐν ὁδοῖς σκολιαῖς.

`P 2.155`

Ὑποθεύσομαι Ἀπὸ τοῦ θέω τὸ τρέχω, ὅπερ ἐπενθέσει τοῦ υ ψιλοῦ αἰολικῶς ποιεῖ θεύω, ὡς χέω χεύω, καὶ κατὰ τοῦτο ὁ μέλλων θεύσω, ὡς χεύσω, ὁ μέσος θεύσομαι καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὑποθεύσομαι.

`P 2.157`

Ἐν πάντα δὲ νομὸν Ἐς πάντα δὲ νομὸν τρεῖς εἰσι πολιτεῖαι, βασιλεία, δημοκρατία, ἀριστοκρατία. Φησὶν οὖν ὡς ἐν ταύταις ταῖς τρισὶ πολιτείαις ὁ ἀληθὴς ἀνὴρ διαλάμπει καὶ μεῖζον τῶν πονηρευομένων ἰσχύει. Καὶ γὰρ οὗτος εἰπών τι κατʼ αὐτῶν πιστεύεται, ἐκεῖνοι δὲ διαβάλλοντες αὐτὸν οὐ δύνανται βλάψαι. Τοῦτο δὲ λέγει, ἐπειδὴ ἄνω εἶπεν: ἀδύνατα δʼ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς δόλιον ἀστόν. Λάβρον δὲ στρατὸν λέγει τὸν σφοδρὸν καὶ πολὺν δῆμον, ὃς ὑπὲρ τῆς αὑτοῦ πατρίδος μάχεται, μὴ ὄντος αὐτῇ βασιλέως, ἀλλʼ αὐτὸς αὐτῆς ἄρχων. Τὸ δὲ σοφοὶ λέγει, ἐπειδὴ ἐν τῇ ὀλιγαρχίᾳ οἱ ῥήτορες τὸν δῆμον ἄγουσι, καθάπερ ἦσαν ἐν Ἀθήναις νῦν μὲν Θεμιστοκλῆς καὶ Περικλῆς, νῦν δὲ Μιλτιάδης καὶ Κίμων, ἄλλοτε δὲ Δημοσθένης καὶ Αἰσχίνης, Ὑπερίδης, Ἀντιφῶν καὶ ἕτεροι.

`P 2.161-162`

Χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν Χρὴ πρὸς τὴν τύχην μὴ μάχεσθαι· ἐπειδὴ γὰρ αὕτη τοὺς μὲν εὐτυχεῖς, τοὺς δὲ δυστυχεῖς ποιεῖ, ὁ τούτοις μαχόμενος αὐτῇ μάχεται. Διὸ καὶ Βακχυλίδῃ νῦν εὐτυχοῦντι οὐ δίκαιόν ἐστι μάχεσθαι.

`P 2.163`

Ἀνέχει Ὑψοῖ.

`P 2.165-166`

Ἀλλʼ οὐδὲ ταῦτα νόον ἰαίνει φθονερῶν Ἐπειδὴ ἐάν τινα καλὸν δοκῇ τι, εὐφραίνει αὐτὸν τοῦτο, διὰ τοῦτο λέγει τὸ ἰαίνει νόον ἀντὶ τοῦ, οὐ καλῶς ταῦτα δοκοῦσι τοῖς φθονεροῖς, ὥστε τὸν νοῦν αὐτῶν εὐφραίνειν καὶ παύειν τῆς κακουργίας· εἰ γὰρ ἀπεδέχοντο ταῦτα, οὐκ ἂν ἦσαν τοιοῦτοι, εἰδότες ὡς, μεταβολὴν τῶν ἀνθρωπίνων ἐχόντων, εἰ καὶ αὐτοὶ νῦν εὐτυχοῦσιν, ἀλλʼ οὐκ εἰς ἅπαν. Δέον δὲ εἰπεῖν, δοκοῦντες δὲ ἕλκεσθαι ἐκ στάθμης τινὸς περισσῆς καὶ ἑτεροῤῥεποῦς, ἤτοι δοκοῦντες ἀεὶ μετʼ αὐτῶν ἔσεσθαι τὴν τύχην καὶ οὐ μεταπεσεῖσθαι πρὸς ἕτερον, οὕτω δέον εἰπεῖν, ἑλκόμενοι στάθμης τινὸς εἶπεν, ὅπερ ἐκεῖνοι ὑπολαμβάνουσιν ὡς ὁμολογούμενον οὕτως εἰπών. Στάθμην δὲ λέγουσι τὸ ἄνω τῆς πλάστιγγος, ἀπὸ τούτου δὲ καταχρηστικῶς καὶ ὅλην τὴν πλάστιγγα στάθμην φασί. Περισσᾶς δὲ λέγει, ἐπειδὴ ἡ πλέον τι τῆς ἄλλης ἔχουσα πλάστιγξ τῷ βάρει καθέλκεται· λέγει δὲ ὅτι οἱ πονηροὶ δοκοῦντες ἀεὶ εὐδαιμόνως διάγειν ἐπιχειροῦσι βλάπτειν, οὓς ἂν ἐθέλωσιν· ἀθρόον δὲ μεταβληθέντες τῇ τύχῃ, ἐκείνους μὲν οὐδὲν ἐζημίωσαν, αὐτοὶ δʼ ἐξελεγχθέντες παρὰ πάντων κατεγελάσθησαν, ὃ καὶ Βακχυλίδης πείσεται. —Ἰαίνει Ἤγουν διορθοῖ καὶ παιδεύει, ὑγιάζει.

`P 2.166-168`

Στάθμας δέ τινος ἑλκόμενοι περισσᾶς Ἤγουν ἐκ περιουσίας εὐτυχοῦντες.

`P 2.170`

Τυχεῖν Ἤγουν κατορθῶσαι καὶ πληρῶσαι.

`P 2.173`

Ζυγὸν ἀρήγει Βοηθεῖ, ἤγουν μεγάλη βοήθειά ἐστιν, ἐάν τις ἔχῃ ἐχθρὸν εὐτυχοῦντα, ὑπομένειν τὰ παρʼ ἐκείνου ἐπιόντα αὑτῷ κακά.

`P 2.175`

Ὀλισθηρὸς Ἐπισφαλής. —Ὀλισθηρὸς οἶμος Τὸ γὰρ ἀντιφερίζειν τοῖς κρείττοσι βλάβη καθίσταται. Ἔστι δὲ παροιμία τὸ Πρὸς κέντρα λακτίζειν ἐκ μεταφορᾶς τῶν βοῶν· ἐκεῖνοι γὰρ ὄπισθεν κεντούμενοι λακτίζουσι πρὸς τὸ κέντρον καὶ ἔτι μᾶλλον πλήττονται. —Ἁδόντα Οὐ χρὴ γράφειν ἅδοντα, ἀλλʼ ἁδόντα· τοῦτο γὰρ ἁρμόζει τῷ μέτρῳ. —Ἁδόντα Ἀρέσκοντα. —Εἴη Ἤγουν ἐξείη.

ΠΥΘΙΩΝ ΕΙΔΟΣ Γʹ.

`P 3.1`

Χείρωνα Ἐπειδὴ Ἱέρων δυσουρίᾳ κατείχετο, εἰκότως τὸν Χείρωνα ζῆν κατεύχεται. Οὗτος γὰρ ἰατρικῆς ἄκρως ἐπιστήμων ἦν, παρʼ οὗ Ἀσκληπιὸς καὶ Ἀχιλλεὺς ἰατρικὴν ἐπαιδεύθησαν. —Φιλλυρίδαν Τὸν υἱὸν τῆς Φιλλύρας.

`P 3.4`

Ζῴειν Ἀντὶ τοῦ ἀναζῆν.

`P 3.5-6`

Εὐρυμέδοντα Τὸ εὐρυμέδοντα οἱ μέν φασι δωρικὸν ἀντὶ τοῦ εὐρυμέδοντος, οὐ καλῶς· ἕτεροι δὲ αἰτιατικὴν λέγουσιν εἶναι πρὸς τὸ Χείρωνα ἀποδιδόντες, καλῶς.

`P 3.7`

Βάσσαισι Ταῖς πτυχαῖς. —Παλίου Τοῦ Πηλίου ὄρους. —Βάσσαισί τʼ ἄρχειν Παλίου Βήσσαις Πηλίου ἀντὶ τοῦ ἐν τῷ Πηλίῳ περιφραστικῶς.

`P 3.8`

Φῆρʼ ἀγρότερον Διὰ τὸ ἐν ὄρει διατρίβειν τὸν Χείρωνα θῆρα εἶπε· θηρῶν γὰρ ἡ ἐν ὄρεσι δίαιτα· διὰ δὲ τὸ πᾶσιν ἀνθρώποις εὐπρόσιτον εἶναι νοῦν ἔχοντα φίλον ἀνδρῶν εἶπε.

`P 3.11`

Τέκνον ἀνωδυνίας Τοῦτό φησι διὰ τὸ πάντας ὑπερβεβληκέναι τῇ ἰατρικῇ τέχνῃ καὶ ἐμπειρίᾳ.

`P 3.14`

Φλεγύα θυγάτηρ Ἡ Κορωνίς· λέγει δὲ νῦν ἐσκιασμένως τὴν ἱστορίαν, προϊὼν δὲ πλατύτερον ἐρεῖ. Ἔστι δὲ αὕτη: Κορωνὶς ἡ Φλεγύα θυγάτηρ διακορεσθεῖσα ὑπʼ Ἀπόλλωνος, ἐγκύμων ἐγένετο· οὐκ ἐθελήσασα γοῦν διατηρῆσαι τὸ τοῦ θεοῦ λέχος ἁγνόν, ἐξ Ἀρκαδίας ἐλθόντι Ἴσχυϊ λάθρα τοῦ πατρὸς ἐμίγη. Ἐμήνυσε δὲ ταύτην τὴν μίξιν τῷ Ἀπόλλωνι κόραξ, ὃν λευκὸν ὄντα Ἀπόλλων δυσχεράνας τὸ βαρὺ τῆς ἀγγελίας μέλανα πεποίηκε καὶ ἐξ ἐκείνου πάντες οἱ κόρακες μέλανες. Πίνδαρος δὲ τὸν μῦθον ἀποσεισάμενος εὐσεβῶς μεταχειρίζεται τὸν λόγον καὶ οἴκοθεν τὸν Ἀπόλλωνα ἐγνωκότα τοῦτό φησι πέμψαι τὴν ἀδελφὴν Ἄρτεμιν Κορωνίδα κατατοξεῦσαι. Τὸ δέ ἐστιν ὅτι λοιμὸν ἐν τῇ ταύτης χώρᾳ ἐνέβαλεν, ὑφʼ οὗπερ οὐ μόνον αὕτη, ἀλλὰ καὶ πολλοὶ τῶν γειτόνων ἀπέθανον.

`P 3.18-19`

Δόμον ἐν θαλάμῳ Ἢ τὸ δόμον καὶ τὸ ἐν θαλάμῳ ἐκ παραλλήλου, ἢ τὸ θαλάμῳ πρὸς τὸ δαμεῖσα συναπτέον. —Εἰς Ἀΐδαο δόμον ἐν Χ θαλάμῳ Χ Σημειοῦνται καὶ τὰ δύο κῶλα τῷ Χ, ὅτι ἀσυνάρτητά εἰσι, πλεονάζοντος τοῦ ἐν θαλάμῳ· ἱκανὸν γὰρ ἦν εἰπεῖν: Εἰς Ἀΐδαο δόμον κατέβη.

`P 3.23`

Μιν Αὐτὸν τὸν Ἀπόλλωνα· τὸ δὲ χόλος μέχρι τοῦ Διὸς διὰ μέσου.

`P 3.25`

Αἴνησε Ὠρέχθη.

`P 3.27`

Καὶ φέροισα σπέρμα θεοῦ Ἤγουν οὐκ ἠβουλήθη τὸ τοῦ Ἀπόλλωνος λέχος διαφυλάξαι καθαρὸν καὶ κατὰ νόμους ἀνδρὶ συνελθεῖν. Τὸ δὲ ἐλθεῖν τράπεζαν νυμφιδίαν οὕτω λέγε, ἢ οὐκ ἔμεινεν ἐλθεῖν αὐτῇ τράπεζαν νυμφικήν, ἢ οὐκ ἔμεινεν ἐλθεῖν καὶ πορευθῆναι αὐτὴν τράπεζαν νυμφιδίαν, ἤτοι κατὰ νόμον ἀνδρὶ συζυγῆναι.

`P 3.43`

Καλλιπέπλου λῆμμα Κορωνίδος Οὕτω λέγε τοῦτο: Τὸ λῆμα τῆς καλλιπέπλου Κορωνίδος, ἤτοι ἡ Κορωνίς, ἔσχε καὶ ἔλαβε τοιαύτην μεγάλην βλάβην, τὸ ζητεῖν ξένον γάμον· ἤγουν ὁ ξένος γάμος μεγάλην αὐτῇ βλάβη κατέστη.

`P 3.53`

Κλέπτει τέ μιν Λανθάνει αὐτὸν τὸν Ἀπόλλωνα.

`P 3.54`

Βουλαῖς Καὶ διανοήμασιν.

`P 3.61`

Κρημνοῖσιν ᾤκει παρθένος Πῶς παρθένος ἐνταῦθα λέγεται ἡ Κορωνίς, εἴπερ ὑπʼ Ἀπόλλωνος ἐφθάρη; Ἀλλʼ ἰστέον ὅτι παρὰ ποιηταῖς τὸ παρθένος οὐ μόνον τὴν μίξεως ἀπείρατον σημαίνει, ἀλλὰ καὶ τὴν νεάνιδα καὶ κόρην, εἰ καί, τυχόν, ἀνδρὸς πεπείραται, ὡς ἐνταῦθα ἡ Κορωνίς, καὶ τῷ Ἀπόλλωνι συνελθοῦσα, οὐμὴν ἀλλὰ καὶ τῷ Ἴσχυϊ.

`P 3.67`

Ἀΐστωσεν Ἔφθειρεν, ἔκαυσεν.

`P 3.69`

Σέλας δʼ ἀμφέδραμε Ἤγουν ἡ φλὸξ περιήφθη, περιέλαβε.

`P 3.70`

Λάβρον Ἁφαίστου Τουτέστιν ἡ τοῦ πυρὸς φλὸξ ἀθρόως ἐξήφθη· σέλας γὰρ κυρίως τὴν ἐν τῷ ἀέρι ἀθρόως ἐξαπτομένην φλόγα φαμέν, παρὰ τὸ σαλεύεσθαι καὶ κινεῖσθαι. Ἀεὶ γὰρ ἐν κινήσει ἐστὶν ἡ φλόξ· ὅθεν καὶ λάβρον σέλας τὸ σφοδρῶς ἄττον καὶ κινούμενον ἐν ὕλῃ τινὶ καὶ ταχέως ἀναλίσκον αὐτήν, παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ βορόν, ἤγουν τὸ κατεσθίον καὶ ἀφανίζον πᾶσαν ὕλην. —Ἁφαίστου τοῦ πυρός.

`P 3.76`

Παῖδʼ ἐκ νεκροῦ Τὸ νεκροῦ νοητέον ἤτοι τῆς νεκρᾶς Κορωνίδος, ἢ ἐξήρπασεν ἐκ νεκροῦ, ἀντὶ τοῦ ἁρπάσας οὐκ εἴασε τῇ μητρὶ συνφλεγῆναι καὶ νεκρωθῆναι.

`P 3.78`

Διέφαινε Τὸ διέφαινε ἀντὶ τοῦ δίχα κεχώρισται ἔνθεν καὶ ἔνθεν καιομένη καὶ τόπον κενὸν μεταξὺ ἔχουσα.

`P 3.83`

Αὐτοφύτων Αὐτομάτως γενομένων.

`P 3.86`

Τηλεβόλῳ Τηλόθεν βαλλομένῳ.

`P 3.91`

Τοὺς μὲν μαλακαῖς Δείκνυσιν ἐντεῦθεν ὅτι καὶ τὸ τῶν ἐπῳδῶν χρῆμα μεγάλα συνεβάλλετο τῇ ἰατρικῇ.

`P 3.94-95`

Ἢ γυίοις περιάπτων πάντοθεν φάρμακα Φάρμακα τὰ λεγόμενα ἰδιωτικῶς φυλακτά, ἢ φάρμακα λέγει τὰ λεγόμενα ἔμπλαστρα.

`P 3.96`

Δέδεται Δεδούλωται.

`P 3.97`

Ἔτραπεν Ἐδελέασεν. —Ἀγάνορι Ἤγουν δαψιλεῖ. —Ἀγάνορι μισθῷ Εἴωθεν ὁ Πίνδαρος τάττειν τὸ ἀγάνωρ καὶ ὑπέροπλος καὶ ὑπέρβιος ἐπὶ μεγέθους ὑπερβολικοῦ πολλάκις, ὡς ἐνταῦθα μισθὸν ἀγήνορα τὸν ἄφθονον καὶ πολὺν νοεῖν δίδωσιν, ὁμοίως καὶ τὸ ὑπερήφανος. Ζήτει εἰς Εἶδ. Βʹ, στ.

`P 3.99`

Ἐκ θανάτου κομίσαι Ἀνασῶσαι καὶ ἀναστῆσαι.

`P 3.102`

Ῥίψαις Κεραυνοβολήσας. —Ἀμπνοὰν Ἤγουν τὴν ζωήν.

`P 3.103`

Καθέλεν Ἔβαλε χρὴ γράφειν ἐνταῦθα διὰ τὸ μέτρον, οὐχὶ καθεῖλε.

`P 3.104-105`

Αἴθων δὲ κεραυνὸς Ἐκ τοῦ αἴθων κεραυνὸς δίδωσι καὶ πρὸς τὸ ῥίψας κεραυνὸν νοεῖν. Τὸ δὲ ὠκέως ἢ πρὸς τὸ ῥίψας νοητέον, ἢ πρὸς τὸ ἔβαλεν.

`P 3.109`

Βίον ἀθάνατον Ἤγουν μὴ ὡς θεὸς βιοῦν ἐθελήσαις καὶ τοῖς ἀδυνάτοις ἐπιχειρεῖν ὡς δυνατοῖς· τοῦτο δὲ λέγει διὰ τὸν Ἀσκληπιόν, ὅτι θνητὸς ὢν θεοῦ ἔργον μετεχειρίσατο, τὴν Ἱππολύτου ἀνάστασιν· διὸ καὶ κεραυνωθεὶς ἔγνω τὴν αὑτοῦ φύσιν.

`P 3.110`

Σπεῦδε Ἐπιζήτει. —Ἔμπρακτον Εὐκατόρθωτον. —Ἄντλει Ἤγουν μεταχειρίζου, μετέρχου.

`P 3.111`

Εἰ δὲ σώφρων Ὅπερ ἐν ἀρχῇ τοῦ ἐπινικίου ἔλεγε, τοῦτο νῦν ἐπαναλαμβάνει.

`P 3.112`

Καί τί οἱ Τὸ οἱ καὶ τὸ θυμῷ καθʼ ὅλον καὶ μέρος.

`P 3.115`

Κέν μιν πίθον Ἤγουν εἰ ζῶν ὁ Χείρων ἀπεδέξατό με αὐτὸν ἐπαινέσαντα, κατέπεισα ἂν αὐτὸν θεραπευτήν τινα τῆς νόσου πέμψαι σοι.

`P 3.116-117`

Ἐσλοῖσι παρασχεῖν ἀνδράσι Ἔπεισα ἂν αὐτὸν παρασχεῖν ἰατρὸν τῶν διαπύρων νόσων καί τισι τοῖς ἀγαθοῖς ἀνδράσι. —Θερμᾶν νόσων Τῶν δίκην πυρὸς καυστικῶν καὶ ἀναλωτικῶν τῶν τὰς αὐτὰς ἐχόντων. Νόσων δὲ ἀντὶ τοῦ τῆς κατεχούσης τὸν Ἱέρωνα δυσουρίας.

`P 3.119`

Πατέρος Ἤτοι τοῦ Διός· οὗτος γὰρ πατὴρ ἀνδρῶν τε θεῶν τε τουτέστιν ἤ τινα ἐξ Ἀπόλλωνος ἔχοντα τὸ γένος, ἢ ἐκ Διός. Φασὶ δέ τινες καὶ τὸ Λατοΐδα αἰτιατικὴν εἶναι, ἵνα λέγῃ τὸν Ἀσκληπιὸν ἀπὸ μὲν τῆς μάμμης αὐτοῦ Λατοΐδην, ἀπὸ δὲ τοῦ πατρὸς αὐτοῦ Ἀπολλωνίδην, ὅπερ ψυχρὸν εἶναι δοκεῖ.

`P 3.121`

Τέμνων Ἤγουν διαπλέων.

`P 3.128`

Κατέβαν Ἤγουν κατῆρα καὶ κατῆλθον ἐπὶ τὸν λιμένα.

`P 3.130`

Ἀέθλων Πυθίων Τῶν δύο ἀγώνων, οὓς ἐν τῇ Κϛʹ καὶ ΚΖʹ Πυθιάδι κατώρθωσε. Πῶς δέ φησι τὸ ἄγων ὑγείαν, ἀποροῦσί τινες· καί φαμεν ὅτι τοῦτο λέγει, ἐπειδὴ ἄνω ἔφη αὐτὸς παρακινήσειν τὸν Χείρωνα ἰατρὸν τῷ Ἱέρωνι πέμψειν.

`P 3.138`

Παρʼ ἐμὸν πρόθυρον Ὅτι πλησίον τῆς αὐτοῦ οἰκίας ἱερὸν ἢ ἄγαλμα Ῥέας καὶ Πανὸς ἦν. —Παρʼ ἐμὸν πρόθυρον Ἤγουν ἐγγὺς τοῦ ἐμοῦ προθύρου.

`P 3.139`

Μέλποντι Ὑμνοῦσι.

`P 3.140`

Ἐννύχιαι Ἤγουν κατὰ τὴν νύκτα.

`P 3.143`

Ὀρθὰν Δέον ὀρθῶς εἰπεῖν, ὀρθὰν εἶπε πρὸς τὸ κορυφάν· τὸ δὲ προτέρων ἢ εἰς τὸ λόγων συναπτέον, ἢ μανθάνων ἀπὸ τῶν προτέρων ἀνδρῶν· δέον δὲ οὕτως εἰπεῖν, ὅτι δαΐονται, ἀσυνδέτως εἶπεν· ἢ στικτέον πρὸς τὸ προτέρων, ὃ καὶ κρεῖττον· Ὅμηρος γὰρ δύο πίθους παρὰ τὴν τοῦ Διὸς αὐλήν φησιν εἶναι, τὸν μὲν κακῶν, τὸν δὲ ἀγαθῶν. Πίνδαρος δὲ τρεῖς λέγει· πλείω γὰρ τὰ κακὰ τῶν ἡδέων. Ἐγὼ δὲ κἀκεῖνον τρεῖς φημι λέγειν· φησὶ γὰρ

  
Δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει  
  
Δώρων, οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων.  
ὥστε οἱ μὲν δύο τῶν κακῶν δώρων εἰσίν, οἷα δίδωσι Ζεύς, ὁ δὲ ἕτερος τῶν ἐάων, ἤτοι τῶν ἀγαθῶν· ἐξ ὧν ὅτι κἀκεῖνος τρεῖς λέγει συνάγεται, εἰ καί τινες ἀγνοοῦντες δύο φασὶ λέγειν.

`P 3.146`

Δαΐονται Ἤγουν διανέμουσι καὶ διαμερίζουσι.

`P 3.149`

Τὰ καλὰ τρέψαντες ἔξω Οἱ γὰρ συνετοὶ καὶ σώφρονες παντοίως μηχανῶνται, εἴ τι κακὸν ἔχοιεν, κρύπτειν, δεικνύντες τὰ προσόντα αὑτοῖς ἀγαθὰ καὶ τῇ τούτων εὐτυχίᾳ οὐδενὸς λόγου ἐκεῖνα κρίνοντες.

`P 3.152`

Εἴ τινʼ ἀνθρώπων Ἤγουν εἴπέρ τις καὶ ἄλλος, εἰκότως εὐδαιμόνησε καὶ αὐτός.

`P 3.159`

Μελπομενᾶν ἐν ὄρει Ἐν τῷ Πηλίῳ ὄρει ὁ τοῦ Πηλέως καὶ Θέτιδος γάμος γεγονὼς κιθαρίζοντα μὲν ἔσχεν Ἀπόλλωνα, τὰς δὲ Μούσας πρὸς τὴν κιθάρας ᾠδὴν ᾄσματα εὐθὺς ἀναβαλλομένας. Ἐν δὲ ταῖς Θήβαις εἰς τὸν τοῦ Κάδμου γάμον καὶ Ἁρμονίας πάντες οἱ θεοὶ ἐπιθαλαμίους ᾖσαν ᾠδάς.

`P 3.167-168`

Ἕδνα τε δέξαντο Πηλεὺς μὲν παρὰ Ποσειδῶνος ἵππους καὶ παρʼ Ἡφαίστου μάχαιραν, Κάδμος δὲ παρʼ Ἀφροδίτης ὅρμον χρυσοῦν. —Διὸς δὲ χάριν Λέγει τὴν ὕστερον ἐπελθοῦσαν αὐτοῖς εὐτυχίαν. Πρόσθεν γὰρ ἐκπεσόντες τῶν αὑτῶν πατρίδων καὶ πολλὰ καμόντες, ὕστερον θείων ἠξιώθησαν γάμων, Πηλεὺς μὲν τοῦ τῆς Θέτιδος, Κάδμος δὲ τοῦ τῆς Ἁρμονίας, θυγατρὸς Ἀφροδίτης καὶ Ἄρεως.

`P 3.174`

Ἐρήμωσαν Ἀφείλοντο, ὑστέρησαν. —Πάθαις Συμφοραῖς.

`P 3.175-176`

Εὐφροσύνας μέρος αἱ τρεῖς Τῷ Κάδμῳ ἐγένοντο τρεῖς θυγατέρες, Σεμέλη, Ἀγαυή, Ἰνὼ ἡ καὶ Λευκοθέα καλουμένη. Σεμέλη μὲν οὖν ἐκεραυνώθη, ὡς ἴσμεν, Ἀγαυὴ δὲ καὶ Ἰνὼ μανεῖσαι τὰ τέκνα διέφθειραν. Θυώνην δὲ καλεῖ τὴν Σεμέλην ἀπὸ τῶν τοῦ παιδὸς αὐτῆς Διονύσου Βακχῶν· Θυὰς γὰρ ἡ Βάκχη.

`P 3.178-179`

Μόνον ἀθανάτα τίκτεν Ὅσους παῖδας ἡ Θέτις ἐγέννα, ἐν ὕδατι ζέοντι λέβητος ἐμβάλλουσα διώλλυ, οὐκ ἐθέλουσα φανῆναι παῖδας θνητοὺς τρέφουσα· θεὰ γὰρ ἦν. Ἐπιχειρήσασα οὖν καὶ τὸν Ἀχιλλέα τοῦτο ποιῆσαι, ἐξαίφνης ὑπὸ Πηλέως κατελήφθη καὶ εἰς τὴν θάλασσαν ἀπέφυγε. Διὰ οὖν τὸ μόνον τὸν Ἀχιλλέα διαφυλαχθῆναι, μόνον ἔτικτε λέγει. Εἰρήκαμεν οὖν τὴν ἱστορίαν ἐν τῇ Λυκόφρονος Παραφράσει.

`P 3.185`

Χρὴ πρὸς μακάρων Δέον εἰπεῖν: Χρὴ λογίζεσθαι εὖ πάσχειν, εὖ πασχέμεν εἶπε· ὃ δεῖ λογίζεσθαι, ὡς ὁμολογούμενον θείς, ὥσπερ καὶ πρώην ἐποίησε τὸ: Στάθμας ἑλκόμενοι περισσᾶς, ὥσπερ εἴπομεν.

`P 3.186-187`

Ἄλλοτε δʼ ἀλλοῖαι πνοαί Ἤγουν ἄλλοτε ἄλλως οἱ ἄνεμοι πνέουσι, ποτὲ μὲν σφοδροί, ποτὲ δʼ ἀνειμένοι· ὥστε καὶ τὰ πράγματα νῦν μὲν οὕτω, νῦν δὲ ἄλλως φέρεται. Ταῦτα δὲ πάντα λέγει παραθυμούμενος τὸν Ἱέρωνα διὰ τὴν νόσον.

`P 3.190`

Ἐπιβρίσας Ἤγουν περιουσιάσας.

`P 3.192`

Ἀμφέποντʼ Ἐπικρατοῦντα.

`P 3.193`

Ἀσκήσω Διʼ ἐπιμελείας ἕξω.

`P 3.194`

Θεραπεύων Κυβερνῶν. —Μαχανὰν Δύναμιν καὶ γνῶσιν.

`P 3.196`

Εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι Ἐντεῦθεν προτρέπεται τὸν Ἱέρωνα εἰς εὐεργεσίαν.

`P 3.198`

Νέστορα καὶ Λύκιον Ἤτοι ἐν ταῖς ἀνθρώπων γλώσσαις φέρονται διὰ τὸ Ὁμήρου τυχεῖν ἐπαινέτου.

`P 3.200-201`

Ἐξ ἐπέων κελαδεννῶν Τὸ ἐπέων κελαδεννῶν ἢ πρὸς τὸ φάτις συναπτέον, ἢ πρὸς τὸ ἅρμοσαν.

`P 3.203`

Ἅρμοσαν Ἀντὶ τοῦ συνέταξαν καὶ συνέγραψαν. Ἐνέμεινε τῇ μεταφορᾷ· εἰπὼν γὰρ τέκτονες, ἐπήγαγε καὶ τὸ ἥρμοσαν. Τεκτόνων γάρ ἐστι τὸ ἁρμόττειν ξύλῳ ξύλον.

ΠΥΘΙΩΝ ΕΙΔΟΣ Δʹ.

`P 4.4`

Λατοΐδαισιν ὀφειλόμενον Τοῖς Λητοῦς παισίν, Ἀπόλλωνι καὶ Ἀρτέμιδι. Δίκαιον γὰρ ἐν τοῖς τῶν νικώντων ὕμνοις γεραίρεσθαι καὶ Ἀπόλλωνα, οὗ ὁ ἀγών, σὺν τούτῳ δὲ καὶ τὴν ἀδελφὴν αὐτοῦ Ἄρτεμιν.

`P 4.6-7`

Χρυσέων Διὸς αἰετῶν Ζεὺς καταμετρήσασθαι τῆς οἰκουμένης τὸ μεσαίτατον βουληθείς, ἴσους κατὰ τὸ τάχος ἀετοὺς ἐκ δύσεως καὶ ἀνατολῆς ἀφῆκεν· οἱ δὲ διϊπτάμενοι συνέπεσον ἀλλήλοις κατὰ τὴν Πυθῶνα· ὥστε φανέντος ἐνταῦθα τοῦ μέσου, δύο χρυσοῦς ἀετοὺς ἐν τῷ Ἀπόλλωνος ἀνατεθῆναι ναῷ. Διὸ καὶ τὴν τούτου ἱέρειαν πάρεδρον αὐτοῦ λέγει. —Διὸς αἰετῶν Ἀετῶν Ζηνὸς γράφε, οὐχὶ Διὸς αἰετῶν· οὕτω γὰρ ἁρμόζει τῷ μέτρῳ· καὶ ἱερὰ γράφε, οὐχὶ ἱέρεα· οὐ γὰρ οἰκείως ἔχει τῷ μέτρῳ.

`P 4.10`

Οἰκιστῆρα Βάττον Οὗτος ὁ Βάττος, Ἀριστοτέλης πρώην καλούμενος, ἐν Θήρᾳ τῇ νήσῳ οἰκῶν καὶ τὴν φωνὴν ὑπό τινος συμβάματος νοσήσας, διὸ καὶ Βάττος ἐκλήθη· βατταρίζειν γάρ ἐστι τὸ παρακεκομμένως φθέγγεσθαι· οὗτος οὖν εἰς Πυθίαν ἐλθών, ἵνα περὶ τῆς φωνῆς ἔροιτο, χρησμὸν ἔλαβε παρὰ τοῦ Ἀπόλλωνος ἐκ Θήρας νήσου εἰς Λιβύην ἀποικίσαι καὶ κτίσαι Κυρήνην, ἣν ἀποικίαν καὶ ἡ Μήδεια τοῖς Ἀργοναύταις προεῖπεν, ὡς προϊὼν ἐρεῖ.

`P 4.14`

Ἐν ἀργινόεντι μαστῷ Ὥσπερ Ὅμηρος τὸ Ἄργος οὖθαρ ἀρούρης φησίν, οὕτω καὶ οὗτος τοῦτο μεταποιῶν, τὸν τόπον, ἐν ᾧ ἡ Κυρήνη ἐκτίσθη, ἀργήεντα μαστὸν καλεῖ, ἐπειδὴ καὶ τὸ γάλα λευκόν· ἄλλοι δέ φασιν ὡς ἔστιν ἐν τῇ Κυρήνῃ ἐξοχή τις ὀρεινὴ ἀεὶ νιφομένη.

`P 4.15-16`

Καὶ τὸ Μηδείας ἔπος Ἱστορία περὶ τῆς φυγῆς Ἰάσονος καὶ Μηδείας. Ὅτε μετὰ Μηδείας ἐκ Κόλχων οἱ Ἀργοναῦται ἐξέφυγον, οὐ κατʼ εὐθεῖαν τὸν πλοῦν ἐποιήσαντο· ᾔδεσαν γὰρ ὑπὸ Αἰήτου τοῦ τῆς Μηδείας πατρὸς διωχθησόμενοι. Ἐλθόντες οὖν εἴς τι μέρος τοῦ ἐν Λιβύῃ ὠκεανοῦ καὶ τεναγώδη εὑρόντες αὐτόν, ὡς οὐκ ἠδύναντο πλεῖν, Μηδείας συμβουλευσάσης, ἄραντες ἐπὶ νώτων τὴν Ἀργὼ καὶ δύο καὶ δέκα ἡμέρας διʼ ἐρήμου γῆς πορευόμενοι, ἐν τῷ λιμένι τῆς Τριτωνίδος θαλάσσης καθῆκαν αὐτήν. Ὁπότε δὲ ἔμελλον ἀνασπάσαντες τὰς ἀγκύρας πλεῖν, ὁ τοῦ Ποσειδῶνος υἱὸς Τρίτων εἰκασθεὶς Εὐρυπύλῳ, καὶ αὐτῷ Ποσειδῶνος υἱῷ, εἰς λόγους ἦλθεν αὐτοῖς, καὶ ἐπεὶ ἠναγκάζοντο τὸν πλοῦν ἐν τάχει ποιεῖσθαι διὰ τὸν Αἰήτου φόβον, ἀντὶ ξενίου τὴν παρατυχοῦσαν βῶλον ἐκ γῆς Εὐφήμῳ τῷ τῆς Ἀργοῦς πρῳρεῖ δέδωκε. Τοῦ δὲ θέντος ταύτην ἐν πρῴρᾳ, ἡνίκα εἰς Θήραν τὴν νῆσον προσωρμίσαντο, κλύδωνος γενομένου καὶ τῶν κυμάτων ὑπὲρ τῶν τοίχων τῆς νεὼς αἰρομένων, ἐν πρῴρᾳ οὖσα ἡ βῶλος συνεφελκύσθη πρὸς θάλατταν. Ὅθεν τοῦτο ἰδοῦσα Μήδεια ἔφη χρόνῳ ποτὲ ἀποικίαν ἐκ Θήρας εἰς Λιβύην ἑπτακαιδεκάτῃ γενεᾷ ἀπὸ Εὐφήμου· Βάττος γὰρ ἀπʼ αὐτοῦ ἑπτακαιδέκατος· ἃ Πίνδαρος κατὰ λεπτὸν ἱστορεῖ. —Ἀγκομίσαιθʼ Ἀνασώσαιτο. —Χ Ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Σημειοῦται τὸ κῶλον τῷ Χ, ὅτι ἑπτακαιδεκάτῃ γενεᾷ ἀπὸ τῶν Ἀργοναυτῶν φησι γενομένους ἐκ τῶν Λημνιάδων οἰκίσαι τὴν πρότερον Καλίστην, ὕστερον δὲ Θήραν.

`P 4.17`

Θήραιον Τὸ Θήραιον ἢ πρὸς τὸ ἔπος συναπτέον, ἢ πρὸς τὸ ἀπέπνευσε. Ζαμενὴς δὲ ἡ μανικωτάτη· ἀπέκτονε γὰρ τοὺς αὑτῆς παῖδας καὶ τὸν ἀδελφὸν ἄψαρτον.

`P 4.18`

Ἀπέπνευσʼ Ἀπεφθέγξατο, εἶπεν. —Ἀθανάτου Θείου.

`P 4.25-26`

Κόραν Ἤγουν νέαν γῆν καὶ νῆσον. —Ῥίζαν Καὶ μητρόπολιν ἐσομένην.

Ἀλεξάνδρου Φορτίου. Κόραν ἀστέων ῥίζαν Τροπικῶς ταῦτα ἐξενήνεκται· τὸ δὲ ἑξῆς οὕτω· Φημὶ γάρ, τουτέστιν οἰωνίζομαι καὶ προμηνύω, ἐκ ταύτης τῆς γῆς τοῦ Ἐπάφου, ἤγουν τῆς βώλου τῆς ἀπὸ τῆς Λιβυκῆς γῆς εἰλημμένης καὶ τῇ θαλάσσῃ διαλυθείσης, φυτεύσεσθαί ποτε, ἤγουν ἀναφανήσεσθαι καὶ ἀναδοθήσεσθαι, ἐκ τοῦ βυθοῦ δηλονότι, κόραν καὶ νέαν γῆν· λέγει δὲ τὴν Θήραν νῆσον· ῥίζαν ἤτοι μητρόπολιν γενησομένην πολυανθρωποτάτην· καὶ τίνων ἔσεσθαι μητρόπολιν; τῶν πόλεων τῶν ἐν τοῖς θεμελίοις τοῦ Διὸς τοῦ Ἄμμωνος, ἤγουν ἐν τῇ Λιβύῃ κατὰ περίφρασιν. Κόρην δὲ τὴν Θήραν τὴν νῆσον εἴρηκεν, ὅτι ἐκ τῆς βώλου, ἧς ἔλαβεν Εὔφημος παρʼ Εὐρυπύλου, μετὰ χρόνον ἀνεδόθη ἐκ τοῦ βυθοῦ κατʼ ἐκεῖνο τῆς ἁλός, ἔνθα διελύθη ἡ βῶλος, ὡς καὶ Ἀπολλώνιος ἐν Δʹ Ἀργοναυτικῶν μαρτυρεῖ λέγων

  
Ὦ πόποι, ἦ μέγα δή σε καὶ ἀγλαὸν ἔμμορε κῦδος·  
  
Βώλακα γὰρ τεύξουσι θεοί, πόντον δὲ βαλόντι  
  
Νῆσον, ἵνʼ ὁπλότεροι παίδων σέθεν εὐνάσσονται  
  
Παῖδες ................................  
Φανερὸν δὲ τοῦτο καὶ ἐξ ὧν ἐπάγει μικρὸν ὕστερον

  
... μεγάλαν πολίων ματρόπολιν  
  
Θήραν γενέσθαι ...........  
Ἢ κόρην φησὶ διὰ τὸν ὄνειρον, ὃν εἶδεν Εὔφημος μετὰ τὴν τῆς βώλου λῆψιν, ὡς παρʼ Ἀπολλωνίῳ ἐστὶν ἰδεῖν

  
.................... Εἴσατο γάρ οἱ  
  
Δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ  
  
Ἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος,  
  
Ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης  
  
Παρθενικῇ ἰκέλη· μίχθη δέ οἱ ἐν φιλότητι  
  
Ἄσχετον ἱμερθείς· ................  
καὶ τὰ ἑξῆς.

`P 4.29`

Δελφίνων Διὰ τοῦ εἰπεῖν δελφίνων τὸ ἐν νήσῳ οἰκεῖν ἐδήλωσεν· ἐν γὰρ τῇ θαλάσσῃ ἡ νῆσος, τῆς δὲ θαλάσσης εἰσὶν οἱ δελφῖνες· διὰ δὲ τοῦ εἰπεῖν ἵππους τὴν ἐν χέρσῳ δίαιταν· οἱ γὰρ ἠπειρῶται τοῖς ἵπποις χρῶνται.

`P 4.30`

Ἀμείψαντες Οἱ τῆς Θήρας ἄποικοι δηλαδή.

`P 4.33`

Κεῖνος ὄρνις Ἐπειδὴ ὄρνις ἐστὶν ἡ μαντεία διὰ τὸ ἐξ ὀρνέων μαντεύεσθαι, ἀπὸ δὲ τῆς βώλου ἡ Μήδεια τὴν ὕστερον ἐκ Θήρας εἰς Λιβύην ἐσομένην ἀποικίαν προὐτεθεσπίκει, διὰ τοῦτο ὄρνιν τὴν βῶλον ἐκάλεσεν.

`P 4.35`

Τόν ποτε Τριτωνίδος.

`P 4.36`

Προχοαῖς Ταῖς ἐκβολαῖς.

`P 4.37`

Θεῷ Ἡ δοτικὴ τῷ θεῷ πρὸς τὸ καταβάς ἐστιν. —Θεῷ ἀνέρι εἰδομένῳ

`P 4.40`

Αἴσιον Ὅτι ἅμα τῇ τῆς βώλου δόσει καὶ βροντὴ ἐῤῥάγη, δηλοῦντος τοῦ Διὸς τὰ ἀπʼ αὐτῆς συμβησόμενα. —Αἴσιον Ἀντὶ τοῦ ἐνδέξιον καὶ ἐπʼ ἀγαθῷ συμβόλῳ ὁ Ζεὺς ἐβρόντησεν. Ὅτι δὲ αἱ ἀστραπαὶ καὶ αἱ βρονταὶ χρηστὰ τὰ ἐκβησόμενα ἐπαγγέλλονται, πολλαχοῦ δηλοῦται. Λέγεται δὲ ταῦτα ἐκ Διὸς διὰ τὸ ἐξ ἀέρος εἶναι, ὅς ἐστι Ζεύς. Ὁ αὐτὸς προϊών φησι

  
Ἐκ νεφέων δέ οἱ ἀντ-  
  
άϋσε βροντᾶς αἴσιον  
  
Φθέγμα .............  

`P 4.41`

Ἔκλαγξε βροντὰν Ἀντὶ τοῦ ἐβρόντησε βροντήν. Ἡ δὲ φράσις ὡς τὸ μάχομαι μάχην ἀττικῶς.

`P 4.42`

Ποτὶ Σύναπτε τὸ ποτὶ πρὸς τὸ νηΐ τὸ δὲ ἡνίκα πρὸς τὸ διδόντι συναπτέον· τὸ δʼ αἴσιον δʼ ἐπί οἱ διὰ μέσου· ἢ ἀσυνδέτως ἀπὸ τοῦ ἡνίκα ἀρκτέον καὶ ἀποδοτέον πρὸς τὸ τουτάκι. —Χαλκόγενυν Σιδηρᾶν.

`P 4.43`

Κρημνάντων Ἐξαρτησάντων καὶ κρεμασάντων. — Ἐπέτοσσε Κατέλαβε.

`P 4.44`

Ἀργοῦς χαλινόν Ὥσπερ ὁ χαλινὸς ἐπέχει τὸν ἵππον, οὕτω καὶ ἡ ἄγκυρα τὴν ναῦν. —

  
Ἀλεξάνδρου Φορτίου.  

Ἀργοῦς χαλινὸν Χαλινὸν ἐνταῦθα οὐ τὴν ἄγκυράν φησιν, ὥς τινες οἴονται, ἀλλὰ τὸ πεῖσμα, ἤγουν τὸ σχοινίον, ᾧ πείθεται ἡ ναῦς, ὡς ἵππος χαλινῷ. Ἵνα δὲ τῶν ὑπὸ τοῦ Πινδάρου λεγομένων τὸν νοῦν ἀκριβέστερον καταλάβῃς, ἄκουσον. Ὅτε οἱ Ἀργοναῦται διὰ ξηρᾶς ἐπʼ ὤμων τὴν Ἀργὼ βαστάξαντες εἰς τὴν Τριτωνίδα λίμνην αὐτὴν καθείλκυσαν καὶ κατʼ αὐτὴν πλανώμενοι ἐζήτουν διέξοδον, ἀμηχανοῦντες διὰ τὴν τῶν χωρίων ἀπειρίαν, αὖθις εἰς γῆν ἀπέβησαν, ὅπως θεοῖς τοῖς ἐγχωρίοις θυσίαν ποιησάμενοι ἐξιλεώσωνται αὐτοὺς καὶ τῆς οἴκαδε νόστου τύχωσιν, ὁ Τρίτων αὐτοῖς ἐπεφάνη, εἰκασθεὶς Εὐρυπύλῳ, καὶ ἐκ τῆς παρατυχούσης αὐτῷ γῆς λαβών, δῶρον Εὐφήμῳ παρέσχε ξενικόν· πρὸς τούτῳ καὶ ἐμήνυσε τὴν διάβασιν, καθʼ ἣν διαπλεῦσαι δυνήσονται· καὶ ταῦτα εἰπὼν ἠφαντώθη. Οἱ δὲ Ἀργοναῦται παρὰ χρῆμα ἐμβάντες, εἰς ἀνάπλουν παρεσκευάζοντο τὰς ἀγκύρας ἀνασπάσαντες· ἀλλὰ πρὸ τῆς εἰρεσίας τῷ δαίμονι πρόβατον ἱέρευσαν, εὐχόμενοι ὅπως αὐτοῖς πέρας τῆς πλάνης ὁ ἐπιφανεὶς δαίμων παράσχοι. Μεταξὺ γοῦν θυόντων, δεύτερον αὐτοῖς ὁ Τρίτων ἀναφαίνεται, καὶ λαβόμενος τοῦ σχοινίου τῆς Ἀργοῦς, ὃ χαλινὸν νῦν φησι Πίνδαρος, ἦγεν ἔξω τῆς λίμνης πρὸς τὸ πέλαγος. Τοῦτο δὲ τὸ πεῖσμα, διʼ οὗ ὁ Τρίτων εἷλκε τὴν Ἀργώ, ὁλκήϊον Ἀπολλώνιος καλεῖ· φησὶ γὰρ ἐν Δʹ, οἱονεὶ μεταφράζων τὴν τοῦ Πινδάρου ῥῆσιν, οὕτως:

  
Ὡς ὅγʼ ἐπισχόμενος γλαφυρῆς ὁλκήϊον Ἀργοῦς  
  
Ἦγʼ ἅλαδε προτέρωσε ...................  
Λέγει γοῦν ἡ Μήδεια ἀναμιμνήσκουσα τοὺς Ἀργοναύτας, —Καὶ ταῦτα μὲν γεγόνασιν ὁπηνίκα ὁ Τρίτων ἀναγομένων ἡμῶν εἵλκυσε τὴν Ἀργὼ πρὸς πέλαγος ἄγων, δηλονότι διὰ τοῦ χαλινοῦ καὶ τοῦ πείσματος· τὸ δὲ ἐπέτοσσε.

`P 4.45-46`

Φέρομεν Ἐβαστάζομεν. —Γαίας Ἐπιφανείας. —Φέρομεν νώτων ὑπὲρ γαίας Καὶ Ἀπολλώνιος

  
Νῆα μεταχθονίην ἐκομίσσαμεν εἰς τόδε λῖμνος  
  
Χεῦμα διʼ ἠπείρου βεβαρημένοι· .............  

`P 4.50`

Ἐπῆλθε Ἐπεφάνη.

`P 4.54`

Εὐεργέται Ἤγουν οἱ εὐεργετικοὶ ξενισταί.

`P 4.57`

Φάτο Τὸ φάτο πρὸς τὸ ἔμμεναι συναπτέον, τὸ δὲ ἔμμεναι πρὸς τὸ Εὐρύπυλος, οὕτω: Φάτο δὲ καὶ εἶπεν ὁ φανεὶς ἡμῖν τότε δαίμων ἔμμεναι Εὐρύπυλος.

`P 4.58`

Ἐννοσίδα Τὸ Ἐνοσίδης δὲ γίνεται ἀπὸ τοῦ ἐνόω, ἐνόσω τὸ κινῶ καὶ τοῦ δᾶ, ὅ ἐστι δωρικῶς ἡ γῆ.

`P 4.63`

Οὐδʼ ἀπίθησέ νιν Ἤγουν εἰς ἀπείθειαν καὶ ἀνηκοΐαν ἐνέβαλεν αὐτόν, τὸν Εὔφημον, διὰ τὴν τοῦ δώρου φαυλότητα. Εἰπὼν δὲ ἀορίστως τὸ νιν, ἡρμήνευσε διὰ τοῦ ἥρως.

`P 4.66`

Δαιμονίαν Ἤγουν κατὰ θεῖον δαίμονα καὶ μοῖραν δοθεῖσαν.

`P 4.70`

Ἑσπέρας ὑγρῷ πελάγει σπομέναν Ἤγουν ὑπὸ τῶν κυμάτων παρασυρεῖσαν τῆς ἑσπερίας θαλάσσης· ἐν γὰρ τῇ ἑσπερίᾳ θαλάττῃ ἐστὶν ἡ Θήρα νῆσος· ἢ ἑσπέρας, ἤτοι κατὰ τὸν καιρὸν τῆς ἑσπέρας. Σύναπτε δὲ τὸ σπομέναν πρὸς τὸ ἐκ δούρατος, ἢ τὸ ἐκ δούρατος καὶ πρὸς τὸ κατακλυσθεῖσαν.

`P 4.71`

Ὄτρυνον θαμὰ Ἤγουν πλεῖστα τοῖς ναύταις παρεκελευόμην φροντίδα τῆς βώλου ποιεῖσθαι καὶ φυλάττειν. Δέον δὲ εἰπεῖν ὄτρυνον θεράποντας, πλαγιάσας θεραπόντεσσιν εἶπεν· ὁ γὰρ ἐν ἀνθρώποις ὀτρύνων, τούτους ὀτρύνει· ἡ γὰρ διέγερσις οὐ πρὸς ἄλλον τινὰ ἢ τὸν διεγειρόμενον γίνεται· ὥστε ταὐτόν ἐστι λέγειν ὀτρύνω σε καὶ ὀτρύνω ἐν σοὶ τόδε.

`P 4.72`

Λυσιπόνοις Ἤγουν τοῖς λύουσι καὶ ἐλευθεροῦσιν ἡμᾶς τῶν πόνων.

`P 4.74`

Ἄφθιτον Ἄφθιτον λέγει σπέρμα τὸ κατὰ θείαν, μοῖραν γεγονός· ἔστι δὲ ὅμοιον τῷ ἄνω εἰρημένῳ, τῷ δαιμονίαν βῶλον.

`P 4.78`

Ταίναρον εἰς ἱερὰν Ἤγουν θείαν διὰ τὸ ἐν αὐτῇ εἴσοδον πρὸς ᾅδην εἶναι. Ἦν δὲ ἡ Ταίναρος πατρὶς Εὐφήμου.

`P 4.83`

Τετράτων παίδων Ἱστορία πότε ἐχρῆν γενέσθαι τὴν ἀποικίαν. Εἱμαρμένον ἦν, εἰ εἰς τὴν πατρίδα αὑτοῦ Εὔφημος τὴν βῶλον ἐκόμισε, τετάρτη ἂν ἀπʼ αὐτοῦ γενεὰ εἰς Λιβύην ἀφικομένη Κυρήνην ἂν ἔκτισε. Νῦν δὲ τῆς βώλου ἐν τῇ πρὸς Θήραν θαλάσσῃ διαλυθείσης, τετάρτη μὲν Εὐφήμου γενεὰ εἰς Θήραν ἀφίκετο, ἀπὸ δὲ τῆς Θήρας εἰς Λιβύην ἑπτακαιδεκάτη, ὡς τρισκαιδεκάτης γενεᾶς οὔσης μέχρι Βάττου, ἀφʼ οὗ ἐκ Ταινάρου εἰς Θήραν οἱ ἀπὸ Εὐφήμου τέταρτοι ἦλθον· ὥστε ἐξ ἀμφοτέρων ἑπτακαιδεκάτη συνάγεται γενεά.

`P 4.88`

Νῦν γε μὰν Ἱστορία ὅπως αἱ Λήμνιαι ἀνεῖλον τοὺς ἄνδρας αὐτῶν. Ταῖς Λημνιάσι γυναιξὶν ἐκλιπούσαις τὸ ἔθος, τὸ κατʼ ἐνιαυτὸν εἶχον, τελοῦσαι τῇ Ἀφροδίτῃ ἑορτήν, χαλεπήνασα ἡ θεὸς δυσωδίαν ἐνέβαλεν, ὅθεν ἀπεσείσαντο τὴν αὐτῶν κοινωνίαν οἱ ἄνδρες. Αἱ δὲ μὴ βουλομένους αὐτοὺς ταύταις συγγίνεσθαι, συνθέμεναι πρὸς ἀλλήλας ἀπέκτειναν. Ἐρημωθείσης δὲ ἀῤῥένων τῆς Λήμνου, οἱ Ἀργοναῦται κατὰ πάροδον πλοῦ αὐταῖς συνεγένοντο, καὶ συλλαβοῦσαι ἀπʼ αὐτῶν καὶ τεκοῦσαι παῖδας, ὕστερον τούτους λαβοῦσαι ἀπῆλθον εἰς Λακεδαίμονα. Τοὺς οὖν παῖδας τοὺς σφῶν πατέρας ζητοῦντας Λάκωνες ἐδέξαντο καὶ πολιτείας μετέδωκαν· συνθεμένους δὲ ἐπιθέσθαι τῇ Σπάρτῃ φωράσαντες οἱ Λάκωνες καθεῖρξαν εἱρκτῇ· αἱ δὲ μητέρες εἰσελθοῦσαι πρὸς αὐτούς, τὰς οἰκείας ἐσθῆτας αὐτοὺς ἐνέδυσαν· αὗται δὲ τὰς ἐκείνων λαβοῦσαι ἐν τῇ εἱρκτῇ ἔμειναν· οἱ δὲ παῖδες ὡς γυναῖκες ἐξῆλθον. Βουλομένων δὲ τῶν Λακώνων αὐτοὺς ἀνελεῖν, Θήρας ὁ Αὐτεσίωνος κατὰ συντυχίαν ἀποικίαν στέλλων εἰς Θήραν τὴν νῆσον, καθικέτευσε Λάκωνας εἰς τὴν ἀποικίαν τούτους παραλαβεῖν· καὶ δεξάμενος ἄγει πρὸς Θήραν. Συνῆν δὲ καὶ αὐτοῖς καὶ Σάμος, οὗ ἀπόγονος Βάττος ὁ κτίστης Κυρήνης· ἐν δὲ παρόδῳ ὁ Θήρας καὶ ἀπὸ Μυκηνῶν καὶ Ἄργους ἄνδρας ἔλαβε μετὰ τῶν Λακεδαιμονίων, ὧν εἶχεν.

`P 4.90-91`

Οἵ κεν τάνδε Εἰπὼν γένος ἐπήγαγεν οἵτινες, πληθυντικόν, ἐπειδὴ τὸ γένος περιληπτικόν ἐστιν ὄνομα καὶ πλῆθος ἀνθρώπων ἐνταῦθα σημαίνει.

`P 4.97`

Πύθιον ναὸν Τὸ Πύθιον ναὸν καὶ τὸ πολυχρύσῳ δώματι ἐκ παραλλήλου· τὸ δὲ ἀμμνάσει ἀντὶ τοῦ εἰς ἀνάμνησιν ἄξει τῆς ἀποικίας, οὐχ ὅτι προεῖδεν αὐτὴν Βάττος, ἀλλὰ τοῦτο λέγει ὡς εἱμαρμένης καὶ προορισθείσης τῆς ἀποικίας.

`P 4.99`

Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα Τὴν Λιβύην ἀπὸ τῆς Αἰγύπτου νοητέον· ταύτην γὰρ ὁ Νεῖλος ἄρδει· τὸ δὲ Κρονίδα ἀντὶ τοῦ ἐκγόνου Κρόνου, εἴπερ Νεῖλος μὲν ἐκ Διός, Ζεὺς δὲ ἐκ Κρόνου.

`P 4.101`

Ἀκίνητοι Ἥσυχοι. —Σιωπᾷ Σιγῇ καὶ ἀφωνίᾳ· ἡ γὰρ ἔκπληξις ἀφασίαν οἶδεν ἐμποιεῖν φύσει· τοῦτο δὲ παρὰ τὸ Ὁμηρικὸν

  
....... ἀκὴν ἐγένοντο σιωπῇ.  

`P 4.103`

Μῆτιν Γνώμην.

`P 4.109`

Πεπρωμένον Μεμοιραμένον.

`P 4.114`

Ἦρος ἀκμᾷ Ἤγουν τῷ ἀκμαίῳ τῆς αὐτοῦ ἡλικίας. Ἐπεὶ δὲ ἦρος εἶπε, διὰ τοῦτο καὶ τὸ φοινικανθέμου εἶπεν· ἄλλως τε καὶ ἡ ἀκμὴ τῆς ἡλικίας ἀνθηρά τίς ἐστι καὶ εὔχαρις.

`P 4.118`

Ἀμφικτυόνων Ἀμφικτύονες ἔθνος περὶ τὴν Πυθῶνα, διὸ καί εἰσι τῆς τῶν Πυθίων ἑορτῆς ὥσπερ ἔξαρχοί τινες καὶ προστάται· διδόασι γὰρ οὗτοι τὰ ἆθλα τοῖς νικῶσιν.

`P 4.120`

Μοίσαισι Ἤγουν ὕμνοις καὶ ᾠδαῖς.

`P 4.123`

Τιμαὶ φύτευθεν Τοῦτο λέγει ἢ διὰ τὴν βῶλον ἐκ θεοῦ δοθεῖσαν αὐτοῖς, ἢ διότι ὡς οὐδένες ἀνθρώπων ἐθαυμάσθησαν.

`P 4.124`

Τίς γὰρ ἀρχὰ Πρὸς τὴν Μοῦσαν ποιεῖται τὸν λόγον καὶ οὗτος ζήλῳ Ὁμηρικῷ.

`P 4.125`

Τίς δὲ κίνδυνος Ἤγουν τίνα κίνδυνον φοβούμενοι εἰς τοιαύτην ἀνάγκην ἔπεσον.

`P 4.126`

Θέσφατον ἦν Ἐντεῦθεν ἀπὸ τῆς Μούσης ποιεῖται τὸν λόγον.

`P 4.128`

Ἀκνάμπτοις Ἤγουν ἀπαραιτήτοις καὶ ἀμετατρέπτοις, ἐπειδὴ οὕτως ἐπέπρωτο.

`P 4.129`

Ἦλθε ἐξέπεσε.

`P 4.133`

Μονοκρήπιδα Ὅπως ἐφάνη ὁ Ἰάσων μονοπέδιλος. Ἰάσων ἐκ τοῦ Πηλίου ὄρους καταβάς, ἐπειδὴ ἐπεραιοῦτο τὸν Ἄναυρον ποταμόν, ὑπὸ τῆς τούτου ἰλύος τὸ ἓν τῶν ὑποδημάτων ἀφῄρηται. Ἐπειδὴ δὲ Πελίας χρησμὸν πρώην ἐδέξατο παρʼ Ἀπόλλωνος, ὡς ὑπὸ μονοπεδίλου τῆς ἀρχῆς ἐκπεσεῖται, ἰδὼν οὕτως ἔχοντα Ἰάσονα, ἐφοβήθη. Ἐκτίθησι δὲ καὶ Πίνδαρος πλατύτερον τὴν ἱστορίαν καὶ προϊόντες εἰσόμεθα ὅπως τε εἰς λόγους ἦλθεν αὐτῷ καὶ ὅπως εἰς Σκυθίαν διὰ τὸ χρυσόμαλλον δέρας πέπομφεν.

`P 4.134`

Ἐν φυλακᾷ Παρατηρήσει. —Σχεθέμεν Ἔχειν.

`P 4.135-136`

Αἰπεινῶν Ὀρεινῶν. —Ἀπὸ σταθμῶν Ἤγουν τοῦ Πηλίου ὄρους, ἔνθα τὰς διατριβὰς ἐποιεῖτο παρὰ Χείρωνι.

`P 4.140`

Ἐσθὰς δʼ ἀμφότερόν μιν ἔσχεν Ἤτοι περιέσκεπεν αὐτὸν ἐσθής. Λέγει δὲ ὅτι διπλοῦν ἔνδυμα ἐφόρει, ἐν τὸς μὲν οἷον οἱ Μάγνητες φοροῦσιν, ἐπάνω δὲ αὐτῆς ὥσπερ ἐπωμίδα δορὰν παρδάλεως, τεκμήριον τῆς παρὰ Χείρωνι ὀρεινῆς διατριβῆς.

`P 4.144`

Χ Στέγετο φρίσσοντας ὄμβρους Οὐκ αὐτοὺς φρίσσοντας, ἀλλὰ φρίσσειν ποιοῦντας· διὸ καὶ τὸ σημεῖον συνήθως τίθεται τὸ Χ.

`P 4.145-146`

Πλόκαμοι κερθέντες Ἤγουν οὐχ ὡς ἦν ἔθος τοῖς ἄλλοις ἀνθρώποις τέμνειν τὰς αὑτῶν τρίχας, ὅταν πέρα τοῦ μετρίου αὐξήσωσιν, οὕτω καὶ αὐτὸς ταύτας ἐκέκαρτο, ἀλλʼ ἔφερε ταύτας καὶ ἀπέριττος ἦν, ἅτε ἐν ὄρει διαιτώμενος. Τὸ δὲ ἀγλαοὶ λέγει, ἐπειδὴ εἰς καλλωπισμὸν αὑτῶν τοῦτο ἐποίουν ἄνθρωποι, Δέον δὲ εἰπεῖν ἀγλαῶς, ἀγλαοὶ εἶπε πρὸς τὸ πλόκαμοι.

`P 4.149`

Ἐστάθη Συναπτέον τὸ ἐστάθη πρὸς τὸ ἀγορᾷ. Λέγει δὲ ὅτι ἐλθὼν ἐκεῖ καὶ στὰς μέσον τοῦ πλήθους οὐκ ἐξεπλάγη, ἀλλʼ ὥσπερ ἂν εἰ μετʼ αὐτῶν ἀεὶ διῆγεν, οὕτως ἄτρεστος ἦν.

`P 4.154`

Οὔτι που Ἠθοποιΐα.

`P 4.155`

Χαλκάρματος Ἤγουν ὁ χαλκᾶ ὅπλα ἐνδεδυμένος Ἄρης· εἰκάζετο γὰρ τούτῳ διὰ τὸ μέγεθος τοῦ σώματος, ὡς τὸ τῆς μορφῆς φοβερόν.

`P 4.157-8`

Ἰφιμεδείας παῖδας Ὦτος καὶ Ἐφιάλτης οἱ Ἀλωέως καὶ Ἰφιμεδείας παῖδες ἐπιβούλως πρὸς θεοὺς διακείμενοι καὶ ἀνελθεῖν εἰς οὐρανὸν θέλοντες, ἀνέθεσαν τὰ ὄρη τὴν Ὄσσαν καὶ τὸ Πήλιον ἐπὶ τοῦ Ὀλύμπου, τοξευθέντες δὲ ὑπʼ Ἀπόλλωνος ὤλοντο· οἷς ὁ Ἰάσων εἰκάζετο διὰ τὸ φοβερόν.

`P 4.161`

Θήρευσε κραιπνὸν Εἰ μὲν ὑποστίξεις πρὸς τὸ θήρευσε, χωρὶς ἄρθρου ἐρεῖς κραιπνόν, συνάπτων πρὸς τὸ ὀρνύμενον· εἰ δὲ πρὸς τὸ κραιπνόν, μετὰ τοῦ ἄρθρου ἐρεῖς τὸ κραιπνὸν βέλος. Ἔστι δὲ καὶ πρὸς τὸ θήρευσε συνάπτοντα τοῦτο χωρὶς τοῦ ἄρθρου λέγειν οὕτως: ἐθήρευσε κραιπνόν, ἵνʼ ᾖ καὶ πρὸς τὸ βέλος καὶ πρὸς τὸ Τιτυόν, οὕτως: ἐθήρευσε τὸν Τιτυὸν κραιπνὸν καὶ ταχύν, ἤτοι παραυτίκα, ἡνίκα αὐτῆς ἠράσθη.

`P 4.163`

Ὄφρα τις Ἀποθανών, φησίν, ὁ Τιτυὸς παράδειγμα γέγονε τοῖς ἄλλοις μὴ τῶν ὑπὲρ αὑτοὺς ἐρᾶν.

`P 4.165`

Ἀμειβόμενοι Ἀμοιβαίως διαλεγόμενοι.

`P 4.171`

Κλέπτων Κρύπτων.

`P 4.178`

Καταμιάναις Καταισχύναις. —Καταμιάναις Τὸ καταμιάναις ἢ πρὸς τὸ γένναν συναπτέον, οὕτω· Μὴ καταμιάνας τὴν γένναν, τουτέστι μὴ καταψευσάμενος πρὸς τοὺς γεννήτορας ἀτιμάσῃς αὐτούς, ἄλλους ἀντʼ ἐκείνων πλασάμενος· ἢ τὸ γένναν πρὸς τὸ εἰπέ, οὕτως: Εἰπὲ τὴν γένναν μὴ καταμιάνας καὶ μολύνας αὐτὴν ἐν ψεύδεσιν ἐχθίστοις, τουτέστι μὴ ψεύδει χρησάμενος καὶ σαυτὸν ἀτιμάσας· οὐ γὰρ πρέπει σοι ψεύδεσθαι ἀνδρὶ θαυμαστῷ ὄντι.

`P 4.179`

Τὸν Τὸν Πελίαν. —Θαρσήσας Θάῤῥος καὶ παῤῥησίαν λαβὼν ὁ Ἰάσων.

`P 4.180`

Ὧδʼ ἀμείφθη Οὕτως ἀπεκρίνατο. —Φαμὶ διδασκαλίαν Τὸ φημὶ διδασκαλίαν Χείρωνος τούτου λέγει ἕνεκα, ἢ πρὸς τὸν λόγον τοῦ Πελίου εἰπόντος αὐτῷ μὴ ψεύδεσθαι ἀπολογούμενος ὅτι οὐ ψεύσομαι· Χείρωνος γάρ εἰμι μαθητὴς τοῦ τὴν ἀλήθειαν εἰδότος· ἢ ἁπλῶς οὕτως ἀρχόμενος τῆς κατʼ αὐτὸν διηγήσεως.

`P 4.186`

Εὐτράπελον

`P 4.188`

Ἀρχαίαν κομίζων. —Κομίζων Ἄγων. Ἔρχομαι γὰρ ταύτης ἐξελεῖν τὸν Πελίαν καὶ παραδοῦναι τῷ ἐμῷ πατρί. Σύναπτε δὲ τὸ κομίζων πρὸς τὸ τιμάν· τὸ δὲ βασιλευομέναν, ὑπὸ τοῦ Πελίου δηλαδή· οὗτος γὰρ ἐξελὼν ἀνόμως τῆς ἀρχῆς Αἴσονα ἐβασίλευσεν.

`P 4.194`

Χ Λευκαῖς πιθήσαντα φρεσὶν Σημειοῦται τὴν λέξιν τῷ Χ, ὅτι λευκὰς τὰς φρένας οὗτος εἶπεν. —Λευκαῖς φρεσὶν Τὸ λευκαῖς φρεσὶν ἐκαινοτόμησε Πίνδαρος ἀπὸ τοῦ Ὁμηρικοῦ εἰ γὰρ ἐκεῖνος μελαίνας τὰς φρονίμους φησίν, εἰκότως ἂν ἔχοι λέγειν καὶ τὰς μωρὰς λευκάς· μέλαιναι δὲ φρένες εἰσὶν αἱ ἀκατανόητοι, λευκαὶ δὲ αἱ πᾶσι δῆλαι.

`P 4.195-6`

Ἀποσυλᾶσαι Ἤγουν ἐξ ἐπιθέσεως ἀφελεῖν καὶ μετὰ δόλου ἀπογυμνῶσαι καὶ λαβεῖν.

`P 4.198`

Ὑπερφιάλου ἁγεμόνος Τοῦ θρασυτάτου καὶ ἀνομωτάτου Πελίου, ὅς, ἐπεὶ τὸν ἐμὸν τῆς ἀρχῆς ἐξεῖλε πατέρα, οὐκ ἤθελεν ἐξ αὐτοῦ γεννηθῆναί τινα, ἵνα μὴ τὴν ἀρχὴν ἀνακαλέσηται.

`P 4.200`

Δνοφερὸν Τὸ δνοφερὸν λέγει, ἢ ὅτι ἐντὸς δόμου ἐτελεῖτο, ἢ ὅτι πεπλασμένον ἦν· τὰ δὲ πεπλασμένα ἄλλα φαίνεται καὶ ἄλλα ἐστίν.

`P 4.207`

Λευκίππων Ἱππικῶν.

`P 4.208`

Κεδνοὶ Ὦ ἔντιμοι. —Φράσσατε Μηνύσατε.

`P 4.209`

Ἐπιχώριος Ἐντόπιος ὤν.

`P 4.211-12`

Ἰάσονα κικλήσκων προσηύδα Ἰατρικὴν γὰρ διδάξας ὡς θεραπευτὴν τῶν νόσων Ἰάσονα ὠνόμασε.

`P 4.213-14`

Ἐισελθόντʼ Παρεπιγραφή, ὅτι ἔδειξαν αὐτῷ τοὺς σφετέρους δόμους.

`P 4.215-16`

Ἐκ δʼ ἄρʼ αὐτοῦ Τὸ αὐτοῦ ἢ πρὸς τὸ βλεφάρων συναπτέον, ἵνʼ ᾖ ἐκ τῷ βλεφάρων αὐτοῦ, ἢ καθʼ ὅλον καὶ μέρος. —Πομφόλυξαν δάκρυα Ὅτι καὶ ἐκ τῆς χαρᾶς δάκρυα ῥέουσι, μαρτυρεῖ Σοφοκλῆς

  
................. κἀπὶ συμφορᾶς  
  
Γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.  

`P 4.218`

Ἐξαίρετον Ὑπέρμετρον.

`P 4.220`

Καὶ κασίγνητοι σφίσιν Τὸ σφίσιν οὐ πρὸς τὸ κασίγνητοί ἐστιν· οὐ γὰρ τοῦ Ἰάσονος καὶ Αἴσονος ἀδελφοὶ ἦσαν Φέρης καὶ Ἀμυθάων, ἀλλὰ τοῦ μὲν Ἰάσονος θεῖοι, Αἴσονος δὲ ἀδελφοί· ἀλλʼ ἔστι πρὸς τὸ ἤλυθον. Κρηθέως δὲ καὶ Τυροῦς υἱοὶ Αἴσων, Φέρης, Ἀμυθάων· ἀπὸ δὲ Φέρητος καὶ Φεραὶ πόλις τοὔνομα ἔσχον πλησίον οὖσαι τῆς Ἰωλκοῦ, διὸ καὶ ἐγγὺς λέγει. Ἐν δὲ ταῖς Φεραῖς πηγὴ ἦν Ὑπερηῒς καλουμένη ἐξ Ὑπέρητός τινος οἰκήσαντος ἐνταῦθα, ὃν Μέλας ὁ Φρίξου ἐξ Εὐρυκλείας γεννᾷ. Ὁ δὲ Ἀμυθάων ἐν Μεσήνῃ τῇ Λακωνικῇ πόλει ᾤκει. Ἦλθον δὲ μετʼ αὐτῶν καὶ οἱ αὐτοῦ υἱοὶ Μέλαμπος καὶ Ἄδμητος.

`P 4.230`

Τάνυεν Ἔσπευδεν.

`P 4.232`

Ἔν θʼ ἁμέραις Ἤγουν πέντε ἡμέραις καὶ νυξὶ καρπωσάμενος τὴν ἐκ τῆς δαιτὸς εὐφροσύνην.

`P 4.234`

Λόγον θέμενος Ποιησάμενος.

`P 4.237`

Ἐπέσποντʼ Ἐπείθοντο. —Κλισιᾶν τῶν καθεδρῶν.

`P 4.240`

Κατέσταν Ἐγένοντο.

`P 4.243-44`

Πραῢν δʼ Ἰάσων μαλθακᾷ φωνᾷ Πρὸς τῇ ὑφειμένῃ φωνῇ μιγνύων καὶ λόγον πρᾳότατον. —Μαλθακᾷ φωνᾷ Ἤγουν πρᾳείᾳ καὶ ἐμμελεῖ φωνῇ, ὅπως ἀποσταίη τῆς ἀρχῆς, πρὸς αὐτὸν ἔλεγεν.

`P 4.246`

Ποσειδᾶνος Πετραίου Ἤγουν τοῦ ἐν Πέτρᾳ ὄρει Θετταλικῷ τιμωμένου, ἢ ὅτι διατεμὼν τὰ Θετταλικὰ ὄρη, διʼ αὐτῶν ῥεῖν τὸν Πηνειὸν ἐποίησε, πρότερον διὰ μέσης τῆς πόλεως ῥέοντα καὶ πολλὰ τῶν χωρίων καταβλάπτοντα. Ἄλλοι δέ φασιν ὅτι ἐν Πέτρᾳ κοιμηθεὶς ἀπεσπερμάτισεν, ὅθεν ὁ Σκύφιος ἵππος ἐγένετο. Ἄγουσι δὲ καὶ οἱ Θετταλοὶ ἀγῶνα Ποσειδῶνι Πετραίῳ.

`P 4.247`

Φρένες ὠκύτεραι Ταχύτεραι τοῦ δέοντος· ἤγουν τινὲς τῶν ἀνθρώπων ἀμφισβητήσεις πρός τινας ἔχοντες, ἀφέντες διὰ κρίσεως ταύτας λύειν, εἰς ἔργον χωροῦσιν.

`P 4.248`

Πρὸ δίκας Ἤγουν τὴν δίκην.

`P 4.249`

Τραχεῖαν Ἀτερπῆ. —Ἐπίβδαν Ἐπίβδαι κυρίως εἰσὶν αἱ μετὰ τὰς ἑορτὰς σύνεγγυς ἡμέραι, οἱονεὶ ἐπὶ τῇ αὐδόμεναι καὶ λεγόμεναι· νῦν δὲ καταχρηστικῶς τὴν τοῦ μέλλοντος χρόνου ἡμέραν ἐπίβδαν καλεῖ.

`P 4.250`

Θεμισσαμένους Καταλιπόντας.

`P 4.254-55`

Θρασυμήδεϊ Σαλμωνεῖ Οὗτος ἀσεβῶς πρὸς τοὺς θεοὺς διακείμενος, ἔκ τινος μηχανήματος ἀντιβροντᾶν ἐτόλμησε τῷ Διΐ. Διὸ καί φασιν, οἱ μὲν ὑπὸ Διὸς κεραυνῷ, οἱ δὲ ὑπʼ Ἀπόλλωνος τόξοις βληθέντα αὐτὸν ἀπολέσθαι. Οὗτος οὖν ὁ Σαλμωνεὺς καὶ Κρηθεὺς υἱοὶ Αἰόλου· Κρηθέως δὲ Αἴσων ὁ πατὴρ Ἰάσονος· Σαλμωνέως δὲ Τυρὼ ἡ μήτηρ Πελίου· ὥστε Ἰάσων καὶ Πελίας τρίτοι ἐξ Αἰόλου καὶ Ἰναρέας.

`P 4.257`

Χρύσεον Λαμπρόν.

`P 4.258`

Μοῖραι δʼ ἀφίσταντʼ εἴ τις ἔχθρα πέλει ὁμογόνοις Γνωμικόν. —Μοῖραι Ἤγουν ἡ εὐμοιρία καὶ εὐδαιμονία.

`P 4.260`

Αἰδῶ καλύψαι Εἰ μὲν τὸ αἰδῶ καλύψαι πρὸς τὸ μοῖραι νοήσεις, οὕτως ἐρεῖς: Ἀφίστανται δὲ αἱ μοῖραι ὥστε καλύψαι καὶ ἀφανίσαι τὴν αἰδῶ καὶ τὴν τιμὴν καὶ τὴν εὐδαιμονίαν, εἴ τίς ἐστιν ἔχθρα τοῖς συγγενέσι· τουτέστιν οἱ πρὸς ἀλλήλους διαμαχόμενοι συγγενεῖς ὑπὸ μοιρῶν μισοῦνται καὶ ἣν ἔχουσιν εὐδαιμονίαν ἀφαιροῦνται· εἰ δὲ πρὸς τὸ ἔχθρα νοήσεις, οὕτως· Ἀφίστανται δὲ αἱ μοῖραι τοῦ τοιούτου πράγματος, εἰ πέλει καί ἐστιν ἔχθρα τις τοῖς ὁμογενέσι καὶ τοῖς συγγενέσι, καλύψαι καὶ ἀφανίσαι τὴν πρὸς ἀλλήλους αἰδῶ καὶ ἐντροπήν. Εἰς γὰρ ἀναίδειαν φέρει ἡ μάχη τοὺς αὐτὴν ἔχοντας.

`P 4.271`

ᾯ ποτε Κρηθεΐδας Τὸ ᾧ ἢ ἀντὶ τοῦ ἐν τῷ θρόνῳ νοητέον, ἢ ἀντὶ τοῦ ἐν τῷ σκήπτρῳ, ἵνα διὰ τοῦ ἐγκαθίζων ὁ θρόνος νοῆται.

`P 4.272`

Ἐγκαθίζων Ἡ ἐν πρὸς τὸ ᾧ συναπτέα, ἵνʼ ᾖ ἐν ᾧ καθίζων.

`P 4.274`

Ξυνᾶς ἀνίας Λύπης, ἤγουν τοῦ ἐξ ἀμφοτέρων συῤῥαγῆναι πόλεμον καί τινας τῶν ἐμῶν τε καὶ σῶν ἐν αὐτῷ κινδυνεῦσαι.

`P 4.275`

Λῦσον Ἤγουν ἀπόδος.

`P 4.276`

Ἀναστήσῃ Ἐγείρῃς καὶ κινήσῃς.

`P 4.278`

Ἀνταγόρευσε Ἀντεῖπε, τουτέστιν ἀπεκρίνατο. — Ἔσσομαι.

`P 4.280`

Ἀμφιπολεῖ Περικυκλεῖ.

`P 4.282`

Ἀφελεῖν Ἀπολῦσαι.

`P 4.288`

Ἀθέων βελέων Ἤτοι τῶν ἐπιβουλῶν καὶ ὧν κατʼ αὐτοῦ καὶ τῆς ἀδελφῆς ἐμηχανᾶτο. Ἡ ἱστορία ἐγράφη ἐν Νεφέλαις Ἀριστοφάνους.

`P 4.292`

Ναῒ πομπὰν Ἤγουν στόλον καὶ πλοῦν. —Ναῒ πομπὰν Ἤγουν διὰ νηὸς στέλλεσθαι.

`P 4.298`

Ζεὺς ὁ γενέθλιος Ἤγουν ὁ ὁμόγνιος καὶ ὁ τὰ τοῦ γένους ἐφορῶν δίκαια.

`P 4.300`

Κρίθεν Διεχωρίσθησαν.

`P 4.305`

Χ Ἀλκμάνας Σημειοῦται τὴν λέξιν τῷ Χ, ὅτι τὸ χωρὶς συμβεβηκὸς τῷ Ἡρακλεῖ καὶ ἐπὶ τῶν Διοσκούρων κοινῶς εἴρηκεν· οἱ μὲν γὰρ Διὸς καὶ Λήδας, ὁ δὲ Ἀλκμήνης μόνος

`P 4.308`

Ἀλκὰν Ἀνδρίαν. —Ἀλκὰν Τὴν οἰκείαν δύναμιν, μὴ μάταιος καὶ ἀνεπίδεικτος εἴη οἴκοι μένοντες.

`P 4.314`

Ἀοιδᾶν πατὴρ Τοῦτο λέγει διὰ τὸ πάντας ὑπερβεβληκέναι τῇ μουσικῇ.

`P 4.318-19`

Χ Κεχλαδόντας ἥβᾳ Τὸ κεχλαδόντας ἥβᾳ ἀντὶ τοῦ πληθύνοντας τῇ ἥβη, διὸ καὶ σημειοῦται τὴν λέξιν τῷ Χ. Ἔχει δὲ τὸ κῶλον καινόν τι πρὸς τὰ πρὸ αὐτοῦ ἐκ χοριάμβου ἀρχόμενον. —Κεχλαδόντας Ἤγουν ἀναβράττοντας καὶ μετεωριζομένους, ἢ ἀκμάζοντας καὶ ἀνθοῦντας. Ἡ μεταφορὰ ἀπὸ τῶν κυμάτων, ἢ καὶ ἀπὸ τῶν ἀναζεόντων ὑδάτων καὶ ἐπαιρομένων τῇ βράσει. Ἔστι δὲ μέσου παρακειμένου μετοχὴ ἀπὸ τοῦ χλάζω, ὅθεν καὶ τὸ καχλάζω ἐπὶ τῆς αὐτῆς σημασίας, ἢ καὶ ἄλλως.

`P 4.322`

Θυμῷ γελανεῖ Θηλυκῶς εἶπε τὸ θυμῷ, ὥσπερ καὶ ἐν ἄλλοις εἴωθε ποιεῖν.

`P 4.325-26`

Πεφρίκοντας Ἤγουν ἐπτερωμένους. —Πεφρίκοντας Ἀντὶ τοῦ φρίττοντας· ὥσπερ ἀπὸ τοῦ ἕστακα μέσου παρακειμένου γίνεται τὸ ἐστήκω, οὕτως ἀπὸ τοῦ πέφρικα τὸ πεφρίκω. Ἔστι δὲ ὅλον καὶ μέρος, ἤγουν πεπυκνωμένα καὶ ἐσκιασμένα ἔχοντες τὰ νῶτα καὶ τοὺς ὠμοπλάτας. Ἰστέον δὲ ὅτι λέγοντες φρίττουσι τρίχες, δηλοῦμεν ὅτι ὑπὸ φόβου ὀρθαὶ ἵστανται· ὅταν δὲ εἴπωμεν ἡ κεφαλὴ φρίττει ταῖς θριξί, σημαίνομεν ὅτι ἐσκίασται καὶ πεπύκνωται αὐταῖς. —Πορφυρέοις Τοῦτο λέγει διὰ τὸ εὐδαιμονεστάτους ὄντας ταχέως πρὸς πόλεμον φέρεσθαι, ὥσπερ ὑπὸ πτερῶν κινουμένους. Τὸ νῶτα δὲ λέγει, ἐπειδὴ τὰ πτερὰ ἐντεῦθεν ἐκφύεται.

`P 4.328`

Πόθον γʼ ἔνδαιεν Ἥρα Ἐπειδὴ ἡ Ἥρα ἔφορός ἐστι τῆς βασιλείας, οἱ δὲ τῆς Ἀργοῦς ἐπιβάντες ἥρωες ἄρχοντες ἦσαν ἐθνῶν, διὰ τοῦτο εἶπε πᾶσι τούτοις τὴν Ἥραν πολὺν πόθον ἐμβεβληκέναι τοῦ διὰ τῆς Ἀργοῦς εἰς Κολχίδα πλεῦσαι. Τὸ δὲ ἅλιξιν πρὸς τὸ θανάτῳ συναπτέον· ὁ γὰρ κάλλιστα ἔργα δράσας, εἰ καὶ ὡς ἄνθρωπος μετάσχοι τῆς τελευτῆς, ἀλλὰ διὰ τὸ παρὰ πάντων ᾄδεσθαι ἀθάνατός ἐστι· τὸ δὲ φάρμακον ἑᾶς ἀρετᾶς λέγει, ἐπειδὴ διὰ τὴν οἰκείαν ἀρετὴν τὴν τοιαύτην ἀθανασίαν εὑρίσκει.

`P 4.330`

Ἀκίνδυνον Ἀπράγμονα.

`P 4.331`

Αἰῶνα πέσσοντʼ Τὴν ζωὴν διαβιβάζοντα ἢ κατεργαζόμενον καὶ ἀναλίσκοντα. —Ἀλλʼ ἐπὶ καὶ θανάτῳ Ἤγουν κατὰ τοῦ θανάτου· ἡ ἐπὶ ἐνταῦθα ἀντὶ τῆς κατά.

`P 4.332`

Κάλλιστον Εὐπρεπέστατον. —Ἀρετᾶς Διὰ τῆς ἀρετῆς.

`P 4.336-37`

Λέξατο Ἤγουν ἐδεξιώσατο. —Ἐπαινήσαις Τῆς προθυμίας δηλαδή.

`P 4.338`

Ὀρνίχεσσι Ἐπειδὴ τὸ κλήρους ποιεῖν τῶν ἀνθρώπων ἐστί, τὸ δὲ διʼ ὀρνίθων μαντεύεσθαι θεῖόν τι, διὰ τοῦτο ὀρνίχεσσιν εἰπών, ἐν ἱεροῖς κλήροις ἐπήγαγε.

`P 4.341`

Ἐμβόλου Ἀντὶ τοῦ τῆς πρῴρας.

`P 4.342`

Κρέμασαν ἀγκύρας Ἤγουν ἀναγαγόντες αὐτὰς ἐκ τοῦ τῆς θαλάσσης βάθους ἐνῆκαν τῇ νηῒ ἤδη πλεῖν μέλλοντες.

`P 4.345`

Ὠκυπόρους Ταχέως πορευούσας καὶ πεμπούσας τοὺς ναυτιλλομένους, ἢ ὅτι αὐταί εἰσι ταχεῖαι.

`P 4.346`

Ῥιπὰς Ὁρμὰς καὶ κινήσεις.

`P 4.348`

Εὔφρονα Ἤγουν εὐφροσύνης αἴτια καὶ τερπνά.

`P 4.350`

Ἐκ νεφέων Εἰκότως εἶπε τὸ νεφέων· συμπεπηγότων γὰρ τούτων, ἐξ ἀναθυμιάσεως ἀὴρ ἔνδον περιλαμβάνεται, καὶ βιαζόμενος ἐξελθεῖν ἐκπυροῦται καὶ αὐτός, καὶ σπασμὸς ἐντεῦθεν τῶν νεφῶν γίνεται, ἣν δὴ καλοῦσι βροντήν· διὸ καὶ ἅμα βροντῇ καὶ ἀστραπή, καὶ δέον ἡμᾶς πρώτης αἰσθάνεσθαι τῆς βροντῆς· πρώτη γὰρ αὕτη γίνεται· ἐπειδὴ ἡ ὅρασις κρείττων καὶ ταχυτέρα τῆς ἀκοῆς, πρώτης τῆς ἀστραπῆς αἰσθανόμεθα.

`P 4.356`

Κάρυξε Ἐκέλευσε.

`P 4.357`

Ἐμβαλεῖν Ἤγουν περιπεσεῖν καὶ ἐγχειρεῖν. —Κώπαισι Τῇ κωπηλασίᾳ.

`P 4.359-60`

Ὑπεχώρησε Ἐπηκολούθησε. —Ἄκορος Ἤγουν μὴ ἔχουσα κόρον· λέγει δὲ ὅτι οὐκ εἶχεν αὐτοὺς κόρος ἐρέττοντας.

`P 4.362`

Πεμπόμενοι Στελλόμενοι, πλέοντες.

`P 4.363-64`

Ἕσσαντʼ Ἔκτισαν· ἀπὸ τοῦ ἕζω τὸ ἱδρύω καὶ οἰκοδομῶ, καὶ δασύνεται. —Τέμενος Ναόν.

`P 4.365`

Χ Φοίνισσα Φοίνισσα λέγει, ἤγουν πυῤῥά, ἀπὸ τοῦ χρώματος· διὸ καὶ τὸ σημεῖον τὸ Χ, ὅτι φοίνισσαν εἶπεν ἀπὸ τοῦ φοινικοῦ σχηματίσας. —Θρηϊκίων ἀγέλα Σύνθες Πινδάρῳ πυῤῥοὺς τοὺς βόας καλεῖν· ἔφη γὰρ καὶ ἀνωτέρω

  
Καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημʼ  
δέον δὲ εἰπεῖν φοινίκων ταύρων, εἶπε φοίνισσα ἀγέλα· σύνηθες δὲ αὐτῷ καὶ τόδε.

`P 4.367`

Λίθων βωμοῖο θέναρ Λίθων βωμοῦ θέναρ λέγε, ἤγουν θέναρ καὶ κοίλωμα λίθων βωμοῦ, τουτέστι βωμὸν ἐκ λίθων κοῖλον νεόκτιστον· οὕτω γὰρ ἁρμόζει τῷ μέτρῳ, οὐχὶ λίθινον.

`P 4.368`

Ἐς δὲ κίνδυνον Εἵμαρτο ταῖς συμπληγάσιν ὡς, εἰ διʼ αὐτῶν ναῦς διαβαίη καὶ μὴ συσχεθῇ, πεπαυμένης τῆς φορᾶς, ἀκινήτους ἑστάναι.

`P 4.372`

Ζωαὶ Ζῶσαι.

`P 4.377-78`

Κελαινώπεσσι Ἢ τοῖς καταπληκτικοὺς ὀφθαλμοὺς ἔχουσιν, ἢ τοῦτο λέγει ὡς Αἰγυπτίων ἀποίκοις· Αἰγύπτιοι γὰρ τῇ τε χροιᾷ καὶ τοῖς ὀφθαλμοῖς μέλανες.

`P 4.380`

Πότνια Ἡ πότνια δὲ καὶ σεβασμία Κυπρογένεια Ἀφροδίτη φέρε πρῶτον τοῖς ἀνθρώποις Ὀλυμπόθεν καὶ ἐξ οὐρανοῦ τὴν τετράκναμον ποικίλην ἴυγγα τῶν ὠκυτάτων βελέων, ἤτοι διʼ ἧς οἱ ἐρῶντες τοὺς ἐρωμένους βάλλουσι, τὴν μαινάδα καὶ ἑταιρικὴν ὄρνιν ζεύξασα ἐν κύκλῳ καὶ τροχῷ ἀλύτῳ. Μυθεύονται γὰρ ὡς ἐξ οὐρανοῦ τὰ πρὸς ἔρωτας θέλγητρα τοῖς ἀνθρώποις ἧκεν· Ἰάσονι γάρ, ὁπότε εἰς Κολχίδα ἀφῖκτο, ὑπέδειξεν Ἀφροδίτη πῶς δεῖ τὴν Μήδειαν εἰς ἔρωτα ἄξειν αὑτοῦ, ἵνʼ ὑπʼ αὐτῆς φαρμάκοις ἀσφαλισθείς — δεινὴ γὰρ ἦν αὕτη φαρμακουργός —, ἀκαταγώνιστος ᾖ τῷ πατρὶ αὐτῆς Αἰήτῃ· ὑπέδειξε δὲ οὕτως. Ἴυγξ ὄρνεόν ἐστι πτηνόν, ἣ καὶ σεισοπυγὶς καλεῖται, συμβαλλομένη πρὸς τὰ ἐρωτικά, ποικίλη τὴν τρίχωσιν, δολιχόδειρος, γλῶσσαν ἐπὶ πολὺ ἐκτεταμένην ἔχουσα πυκνῶς περιστρεφομένην καὶ σείουσα τὸ οὐραῖον. Ταύτην Ἀφροδίτη πρώτη λαβοῦσα ἐδέσμησεν ἐκ τροχοῦ τινος, οὗ κινουμένου, ἐπῳδὰς πρὸς αὐτὴν ἔλεγεν· ὃ Ἰάσων μαθὼν καὶ ποιήσας, Μήδειαν πρὸς αὑτὸν ἐξέμηνεν. —Ὠκυτάτων βελέων Ἀντὶ τοῦ τῶν ὀξυτάτων καὶ σφοδρῶν ὀδυνῶν καὶ πόνων ἐρωτικῶν, ὡς παρʼ Ὁμήρῳ τὸ

  
.......... ὠδίνουσαν ἔχει βέλος ὀξὺ γυναῖκα.  

`P 4.381-82`

Τετράκναμον Τὴν τέσσαρας κνήμας ἤτοι πόδας ἔχουσαν, τούς τε αὑτῆς πόδας καὶ τὰς δύο πτέρυγας, αἷς ἀντὶ ποδῶν πρὸς τὸ ἵπτασθαι χρῆται. —Τετράκναμον Σημειοῦται τὸ τετράκναμον τῷ Χ, ὅτι μεταφορικῶς ἀπὸ τοῦ τροχοῦ καὶ ἐπὶ τῶν Ζώων εἴρηκεν.

`P 4.383`

Ἐν ἀλύτῳ Τὸ ἐν ἀλύτῳ ἐνταῦθα οἱ μὲν δύο μέρη λόγου φασίν, οἱ δὲ τοῖς παλαιοῖς τῶν βιβλίων πειθόμενοι ἕν, ἵνʼ ᾖ παραπλήσιον τῇ ἐπαοιδὴ καὶ ἐπίμαρτο καὶ ἄλλοις μυρίοις.

`P 4.388`

Αἰδῶ Εὐλάβειαν. —Ποθεινὰ δʼ Ἑλλὰς Ἡ διὰ πόθου αὐτῇ γενομένη. —Ποθεινὰ δʼ Ἑλλὰς Τουτέστιν ἵνα τὴν βάρβαρον γῆν ἐάσασα εἰς Ἕλληνας ἀφίκηται.

`P 4.390`

Δονέοι Ῥιπίζοι καὶ διακινοίη. —Μάστιγι Πειθοῦς Τὸ μάστιγι Πειθοῦς ἀντὶ τοῦ τῇ πρὸς Ἰάσονα τρώσει καὶ συγκατανεύσει· σύναπτε δὲ πρὸς τὸ δονέοι. Εἴρηται ἐκ μεταφορᾶς τῶν ἵππων, οὓς τῇ μάστιγι πρὸς τὸν δρόμον κινοῦμεν.

`P 4.393`

Φαρμακώσασʼ Διὰ φαρμάκων παρασκευάσασαι

`P 4.398-99`

Ἐν μέσσοις Ἀντὶ τοῦ εἰς μέσον. —Σκίμψατο Ἀντὶ παρέθηκε καὶ παρήγαγεν.

`P 4.400`

Τὸν στίχον τοῦτον οὕτω διαιρεῖ ὁ σχολιαστής:

  
................ ἀπὸ ξαν-  
  
θᾶν γεννύων ..............  

`P 4.401`

Πνέον Ἔπεμπον, ἀπεφύσων.

`P 4.404-5`

Ὀρθὰς δʼ αὔλακας Τὸ ὀρθὰς αὔλακας πρὸς τὸ ἤλαυνε συναπτέον, τὸ δὲ ἐντανύσας διὰ μέσου.

`P 4.406`

Ἀναβωλακίας Τῆς ἐν τῷ τέμνεσθαι ὑπʼ ἀρότρου βώλακας ἀναπεμπούσης· λέγει δὲ ὅτι μέχρις ὀργυιᾶς τὴν γῆν ἔτεμνε τῷ ἀρότρῳ.

`P 4.407`

Νῶτον γᾶς Τὴν ἐπιφάνειαν τῆς γῆς.

`P 4.410`

Ἀγέσθω Λαμβανέτω.

`P 4.411`

Θυσάνῳ Μαλλώσει. —Θυσάνῳ Θύσανος τὸ λεγόμενον κρόσσιον· τὸ δὲ ἄφθιτον λέγει διὰ τὸ τὸ δέρμα ἀνακείμενον εἶναι τῷ Διΐ· στρωμνὴν δὲ λέγει, ἐπειδὴ οἱ παλαιοὶ ἐν ἀρνακίσι τὰς κοίτας ἐποιοῦντο.

`P 4.413`

Πίσυνος Θαῤῥῶν.

`P 4.414`

Εἴχετʼ ἔργου Ἐνεχείρησε τῷ ἔργῳ.

`P 4.417`

Ἀνάγκας Ἐν ἀνάγκῃ γὰρ καὶ οὐχ ἑκόντες οἱ βόες ζεύγνυνται· διὸ καὶ ἔντεσιν ἀνάγκας εἶπεν ἀντὶ τοῦ: τοῖς κατʼ ἀνάγκην δεσμοῦσιν. —Ἀνάγκας Ἤγουν τοῦ ζυγοῦ.

`P 4.425`

Καρτερὸν ἄνδρα Ἀποροῦσί τινες πῶς ἄνδρα εἶπεν, δέον ἀνδρὶ εἰπεῖν, ἐπειδὴ τὸ ὀρέγω δοτικῇ συντάσσεται· καί φαμεν ὅτι ἡ τοιαύτη αἰτιατικὴ οὐκ ἔστι πρὸς τὸ ὄρεγον, ἀλλὰ πρὸς τὸ ἔρεπτον· ὥσπερ γὰρ λέγομεν φιλῶ σοι καὶ πάντα τὰ ἀγαθὰ παρέχω, οὐ πρὸς τὸ φιλῶ, ἀλλὰ πρὸς τὸ παρέχω ἀποδιδόντες τὴν σύνταξιν, καὶ πάλιν ὥσπερ οὗτος ἄνω εἰρήκει

  
 Τὸν μὲν Ἐχίονα, κε-  
  
χλαδότας ἥβᾳ, τὸν δʼ Ἔρυτον ......  
διὰ μέσου τὸ κεχλαδότας θείς, οὕτω καὶ τοῦτο. Ἄλλοι δὲ τὸ πρὸς ἀντὶ τοῦ εἰς λέγοντες, οὕτως ἀποδιδόασι τὴν αἰτιατικήν· κρεῖττον δέ ἐστι τὸ πρῶτον, ἵνʼ ὦσιν οἱ αὐτοῦ ἑταῖροι πρὸς τῷ τοῦ Αἰήτου θαύματι ταῦτα ποιοῦντες.

`P 4.427`

Χ Ἔρεπτον Κυρίως τὸ ἐρέπτειν ἐπὶ τῶν ἀλόγων ζώων τάττεται, ὅταν ἐπὶ τῆς ἔρας, ἤγουν τῆς γῆς, ἐσθίουσι νῦν δὲ ἐπὶ τοῦ ἔρεφον ἔλαβε· διὸ καὶ τὸ σημεῖον τέθεικε συνήθως τὸ Χ.

`P 4.430-31`

Ἔνθα νιν ἐκτάνυσαν Καὶ Ἀπολλώνιος

  
.......... Τόθι κῶας ὄφις εἴρυτο δοκεύων  
  
Πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν.  

`P 4.433`

Πράξασθαι Τελειῶσαι, κατορθῶσαι, τὸν Ἰάσονα δηλ.

`P 4.434-35`

Δράκοντος δʼ εἴχετο λαβροτάταν γενύων Περίφρασις ἀντὶ τοῦ ὑπὸ φοβερωτάτου δράκοντος ἐφυλάττετο. —Εἴχετο Ἐτηρεῖτο.

`P 4.438`

Τέλεσεν ἂν Σημείωσαι κἀνταῦθα τὸ τέλεσεν ἑνικὸν ἀντὶ πληθυντικοῦ.

Ἀλεξάνδρου Φορτίου. Τέλεσεν ἂν τὸ ἂν ἐνταῦθα οὐκ ἔστιν ἄρθρον θηλυκόν, καθά τινές φασιν, ἀλλʼ ἔστι σύνδεσμος δυνητικός. Καὶ τὸ ἑξῆς οὕτως ἔχει: Αἱ πληγαὶ τοῦ σιδήρου ἐτέλεσαν ἄν μοι μακρὰ νεῖσθαι κατὰ τὴν ἁμαξιτόν· τουτέστιν αἱ πληγαὶ τοῦ ξίφους καὶ ἡ μάχη, καθʼ ἣν ὁ Ἰάσων ἔπληττε καὶ ἐτίτρωσκε τῷ ξίφει τοὺς ἐκ τῶν ἐσπαρμένων ὀδόντων τοῦ δράκοντος ἀναδιδομένους ἄνδρας, ἐπὶ πολύ με πορεύεσθαι παρεσκεύασαν ἂν κατὰ τὴν ὁδόν, ἤγουν ἐπὶ πλεῖστον ἐμβραδῦναί με ἐποίησαν, καὶ μακροτέρᾳ χρῆσθαι τῇ παρεκβάσει, τὰ κατʼ ἐκεῖνον τὸν ἀγῶνα ὑπὸ Ἰάσονος πεπραγμένα διεξιόντα. Τοῦτο δὲ καὶ Ἀπολλώνιος ἐν Γʹ τῶν αὑτοῦ Ἀργοναυτικῶν μαρτυρεῖ λέγων

  
Τοῖος ἄρʼ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσι.  
  
Γυμνὸν δʼ ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδην  
  
Ἀμώων, πολέας μὲν ἔτʼ ἐς νηδὺν λαγόνας τε  
  
Ἡμίσεας δʼ ἀνέχοντας ἐς ἠέρα, τοὺς δὲ καὶ ἄχρις  
  
Ὤμων στελλομένους, τοὺς δὲ νέον ἑστηῶτας·  
  
Τοὺς δʼ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα.  
Οἱ λέγοντες οὖν ἃν ἀντὶ τοῦ ἥντινα ναῦν ἐτέλεσαν αἱ τοῦ σιδήρου πληγαί, χαιρέτωσαν, ὡς ἀπαιδεύτως ἔχοντες κατὰ τοῦτο. Ὅτι δὲ τὰς ἐν τῇ μάχῃ γινομένας τρώσεις καὶ φόνους πληγὰς σιδήρου εἴωθεν ὁ Πίνδαρος καλεῖν, αὐτὸς οὗτος μαρτυρήσει ὑπὲρ αὑτοῦ· φησὶ γὰρ ἐν τῷ τῶν Ὀλυμπιονίκων Εἴδει Ιʹ

  
............ Καὶ μὰν  
  
Ξεναπάτας Ἐπειῶν βασιλεύς, ὄπισθεν  
  
Οὐ πολλόν, ἴδε πατρίδα πολυκτέανον  
  
Ὑπὸ στερεῷ πυρὶ πλαγαῖς τε σιδάρου  
  
Βαθὺν εἰς ὀχετὸν ἄτας ἵζοισαν ἑὰν πόλιν.  

`P 4.439-40`

Νεῖσθαι κατʼ ἀμαξιτὸν Τοῦτο λέγει διὰ τὴν εἰς τοσοῦτον παρέκβασιν· τὸ δὲ συνάπτει, ἤγουν ἓν ἄλλου ἔχεσθαι ποιεῖ· οὐ γὰρ ἀκαίρως ἐκβέβηκα, ἀλλʼ ὑπὸ τῆς τῶν πραγμάτων ἀκολουθίας· ὥστε οὐ δίκαιός εἰμι αἰτίαν λαβεῖν. — Ὥρα Καιρός.

`P 4.445`

Κλέψεν Ἐπειδὴ κλέψεν εἶπεν, ἵνα μή τις ὑπολάβοι ὅτι ἄκουσαν ἀφείλετο, ἐπήγαγε σὺν αὐτῇ ἀντὶ τοῦ οἰκείᾳ αὑτῆς θελήσει.

`P 4.446`

Τὰν Πελίαο φόνον Τὴν τὸν Πελίαν φαρμάκοις φονεύσασαν, ὡς μὴ βουλόμενον ἐπανιόντι Ἰάσονι τὴν ἀρχὴν ἀποδοῦναι.

`P 4.450`

Γυίων Τῶν ποδῶν. —Ἀέθλοις Ἀγῶσιν, οὓς ἐπὶ τῷ πατρὶ Θόαντι ἡ αὐτοῦ θυγάτηρ Ὑψιπύλεια ἔστησεν.

`P 4.451`

Ἀμφὶς Γράφεται οὐ μόνον ἀμφὶ ἀντὶ τῆς περί, ἀλλὰ καὶ ἀμφίς.

`P 4.452`

Συνεύνασθεν Συνεμίγησαν.

`P 4.453`

Τουτάκις Τουτέστιν ὅτε οἱ Ἀργοναῦται ταῖς Λημνιάσιν ἐμίγησαν, τότε ἡ τοῦ γένους ὑμῶν ἤρξατο ῥίζα, ἐπειδὴ εἱμαρμένον ἦν ὑμᾶς ἐξ ἐκείνων γενέσθαι. Ἡ δὲ ἱστορία προεῤῥέθη. Τὸ δὲ ἦμαρ ἢ νυκτὸς λέγει ἀντὶ τοῦ οὐκ οἶδα εἴτε καθʼ ἡμέραν ἢ νύκτα ταύταις ἐμίγησαν.

`P 4.455-57`

Εὐφάμου Ἕτερος ἦν οὗτος ὁ Εὔφημος παρὰ τὸν δεξάμενον τὴν βῶλον. Τὸ δὲ λοιπὸν αἰεὶ τέλλετο ἀντὶ τοῦ εἰς τὸ ἑξῆς ἀεὶ προὐχώρει καὶ ηὔξανεν.

`P 4.459`

Ἅν ποτε Ἢ τὴν ἰδίαν αὐτοῖς νομισθεῖσαν διὰ τὸ ἐν αὐτῇ πλεῖστον αὐξηθῆναι τὸ σφῶν γένος, ἢ τὸ ἣν ἀντὶ τοῦ ἥντινα, ἵνʼ ᾗ τὸ ἀπῴκησαν κατὰ συνεκδοχήν.

`P 4.461`

Ἔνθεν δʼ ὕμμι Ἡ ἱστορία διʼ ἣν αἰτίαν Βάττος εἰς Δελφοὺς ἀφῖκτο, καὶ ὅπως τὸν τῆς εἰς Λιβύην ἀποικίας χρησμὸν ἐδέξατο, προεῤῥέθη.

`P 4.468`

Εἰ γάρ τις ὄζους Ὑπὲρ Δημοφίλου νῦν ὁ Πίνδαρος ἱκεσίαν τῷ Ἀρκεσίλᾳ προσαγαγεῖν βούλεται· οὗτος γὰρ εἷς ἦν τῶν ἐκ τῆς Κυρήνης ὑπʼ Ἀρκεσίλα φυγαδευθέντων, διότι στάσιν ἐποίησαν βουλόμενοι τῆς ἀρχῆς αὐτὸν ἐκβαλεῖν. Ἐλθὼν οὖν εἰς Θήβας καὶ δεηθεὶς Πινδάρου, ὡς δέ τινές φασι, καὶ τὸν μισθὸν τοῦ ἐπινικίου οὗτος ἦν ὁ δοὺς αὐτῷ, πέπεικεν αὐτὸν τὸν παρόντα ἐπινίκιον γράψαι πρὸς Ἀρκεσίλαν, διότι ἐνίκησε, καὶ ἅμα ἵνα δεηθείη ὑπὲρ αὐτοῦ. Δηλοῖ οὖν διὰ τῆς παραβολῆς ὅτι, ὥσπερ δρῦς περιῃρημένη τοὺς κλάδους οὐδέν ἐστιν, οὕτω καὶ πόλις τῶν οἰκητόρων κενωθεῖσα. Ἔστι δὲ ἡ ἀπόδοσις τοῦ εἰ γάρ τις εἰς τὸ ἐσσὶ δʼ ἰατήρ, εἰ καὶ πολλοὶ ἐκ τοῦ δὲ ἀπατώμενοι ἀναπόδοτον τοῦτο ἐῶσιν, οὐκ εἰδότες ὅτι οἱ Ἀττικοὶ τὰ πλεῖστα τέλη τῶν ἀποδόσεων μετὰ τοῦ δὲ ἐκφέρουσιν, ὡς καὶ αὐτὸς ἐν ἄλλοις τε ἐποίησε καὶ ἐν τούτῳ

  
Εἰ δʼ ἀριστεύει μὲν ὕδωρ, κτεάνων  
  
Δὲ χρυσὸς αἰδοιέστατον·  
  
Νῦν δὲ πρὸς ἐσχατιὰν Θή-  
  
ρων ἀρεταῖσιν ἱκάνων  
καὶ τὰ ἑξῆς.

`P 4.469-70`

Αἰσχύνοι Τὸ αἰσχύνῃ ὑποτακτικὸν ῥῆμα νοητέον, οὐκ ὄνομα· οὕτω γὰρ ἁρμόζει τῷ μέτρῳ· ὁ γὰρ τεμὼν τοὺς κλάδους τῆς δρυὸς ἀτιμάζει τὸ εἶδος αὐτῆς. Ἐπεὶ δὲ ἄδηλόν ἐστιν ὅπου ὁ τῆς δρυὸς κορμὸς χρησιμεύει, διὰ τοῦτο εἰκάζων καὶ οὗτός φησι τὸ εἴποτε. Οὐ γάρ ἐστιν ἀλλαχοῦ αὐτῷ τῷ κορμῷ χρήσασθαι ὅτι μὴ εἰς πυρὸς ἄναψιν ἢ εἰς στύλου κατασκευήν. —Εἶδος Θέαν.

`P 4.472`

Διδοῖ ψᾶφόν περ αὐτᾶς Ἤγουν αὐτὴν περὶ ἑαυτῆς τὸ τελευταῖον ψηφίζεται, ἐκκοπῆναι δηλαδὴ καὶ δίδοσθαι πυρί· ἤγουν ὁ τῶν οἰκείων ἐρημωθεὶς ὑπὸ τῶν δυσμενῶν, ῥᾳδίως ἢ μαχαίρας ἔργον γίνεται, ἢ ὑπὸ ζυγὸν ἀθλιώτερον ἄγεται καὶ δουλείαν.

`P 4.473`

Χειμέριον Τὸ δὲ χειμέριον εἶπεν, ἐπειδὴ ἐν χειμῶνι μάλιστα πυρὸς χρείαν ἔχουσιν ἄνθρωποι.

`P 4.474`

Ἐξίκηται Τὸ δὲ ἐξίκηται ἀντὶ τοῦ ἔλθῃ ἡ δρῦς μετὰ τὴν τῶν κλάδων ἀφαίρεσιν· πῦρ χειμέριον, ἀντὶ τοῦ εἰς πῦρ ἐμβληθῇ. Ὥσπερ δέ φαμεν ἧκον τὴν πόλιν ἀντὶ τοῦ εἰς τὴν πόλιν, οὕτω καὶ τοῦτο.

`P 4.476`

Ἐρειδομένα Τουτέστιν ἐρείδουσα τὸ τῆς οἰκίας στέγος καὶ φυλακὴν αὐτῆς ἐντεῦθεν ποιοῦσα, οὐκ ἐᾷ πονεῖν τοὺς κλέπτας καὶ ἅρπαγας ὡς μάτην πονήσαντας· ἢ τὸ ἄλλοις ἀντὶ τοῦ πράγμασι ληπτέον, οὕτως: Ἀμφέπει καὶ περιέπει, ἤτοι φέρει μόχθον καὶ πόνον ἐν ἄλλοις· τουτέστι κίων τῆς οἰκίας οὖσα πονεῖ καὶ αὐτὴ σὺν τοῖς ἄλλοις τοῖς ταύτην ἀνέχουσι, λέγω δὲ τείχεσι καὶ στύλοις· ὃ καὶ κρεῖττον τοῦ προτέρου.

`P 4.477`

Μόχθον Ἤγουν μοχθεῖ ἀθλίως. —Μόχθον ἄλλοις ἀμφέπει Ἤγουν ἀλλοτρίοις παρὰ τὸν οἰκεῖον αὑτῆς χῶρον· τουτέστιν, ἢ ἀθλιωτάτην δουλείαν ὑφέστημεν ἐν ἀλλοδαπῇ γῇ. —Ἀμφέπει Φέρει.

`P 4.479`

Ἑὸν ἐρημώσασα χῶρον Τὸν αὑτῆς καταλιποῦσα τόπον, ἔνθα πεφυτευμένη ἦν ποτε. —Ἑὸν χῶρον Ἤγουν τὴν οἰκείαν πατρίδα.

`P 4.480`

Ἐπικαιρότατος Τῇ παρούσῃ καταστάσει ἁρμοδιώτατος.

`P 4.482-83`

Μαλακὰν χεῖρα προσβάλλοντα Ἐλαφρὰν χεῖρα προσάγοντα. —Ἀμφιπολεῖν Θεραπεύειν.

`P 4.484-86`

Σεῖσαι Εἰς στάσιν κινῆσαι. —Χώρας Ἤγουν ἡσυχίας. —Ἕσσαι Στῆσαι. —Ἕσσαι Τὸ ἕσσαι ἀπὸ τοῦ ἔζω τὸ καθίζω καὶ ἵστημι, ὁ ἀόριστος ἕσα, τὸ ἀπαρέμφατον ἕσαι καὶ προσλήψει ἑτέρου σ διὰ τὸ μέτρον ἕσσαι.

`P 4.491-92`

Τλᾶθι Θέλε. —Ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν Ἤγουν διὰ πάσης σπουδῆς ἔστω σοι ἡ Κυρήνη, τουτέστιν ἡ ταύτης ἐπὶ τὸ ἀρχαῖον ἀποκατάστασις. — Σπουδὰν Φροντίδα.

`P 4.493-94`

Τῶν δʼ Ὁμήρου Φησὶν ἐν Ὁμήρῳ Ὀδυσσεύς, ὅτε πρὸς Ἀχιλλέα πρεσβεύει, ὡς τὸν ἀγαθὸν πρεσβευτὴν χρὴ περὶ πλείστου ποιεῖσθαι καὶ τιμᾶν. Λάμβανε δὲ τὸ ἔφα διὰ μέσου. —Συνθέμενος Συγκαταθέμενος. —Συνθέμενος Ἤγουν ἐπαινέσας καὶ ἀποδεχόμενος καὶ τόδε τὸ ἔπος, τῶν τοῦ Ὁμήρου ἐπῶν δηλαδή. —Πόρσυνʼ Ἤγουν λόγου καὶ ἐπιμελείας ἀξίωσον· εἰπὼν καὶ τόδε συμβαλεῖν δίδωσιν, ὡς καὶ τἆλλα τοῦ Ὁμήρου διὰ τιμῆς εἶχεν ἀρμ.... —Πόρσυνʼ Ἐπιμελείας ἀξίωσον.

`P 4.495`

Τιμὰν Φέρειν τιμὴν ἤγουν τιμᾶσθαι.

`P 4.496-97`

Αὔξεται καὶ Μοῖσα διʼ ἀγγελίας ὀρθᾶς Ἐπειδὴ τοῖς ποιηταῖς ἔθος πρὸς χάριν καὶ μὴ πρὸς ἀλήθειαν λέγειν, διὰ τοῦτό φησιν αὔξεται καὶ Μοῖσα διʼ ἀγγελίας ὀρθᾶς· τουτέστιν εἰ καὶ οἱ ποιηταὶ οἴκοθεν τὸ εὔδαιμον ἔχουσιν ὡς ποιηταί, ἀλλʼ ὅμως μείζω ἧς ἔχουσι τιμὴν λαμβάνουσιν, εἰ πρὸς ἀλήθειαν χρῶνται τοῖς λόγοις, καθάπερ ἐγὼ νῦν ὑπὲρ Δημοφίλου ποιῶ. —Ὀρθᾶς Ἀληθοῦς.

`P 4.508`

Οὐδὲ μακύνων τέλος οὐδὲν Ἐπειδὴ εἶπεν οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς, ἐπιφέρει οὐδὲ μακύνειν τέλος οὐδέν· τουτέστιν οἱ μὲν ἄλλοι ἐναντίοι τοῖς ἀγαθοῖς εἰσι, καὶ παραμένουσι μέχρι τέλους τῇ σφῶν κακίᾳ· οὗτος δὲ οὔτε ἐναντίος ἐστίν, οὔτε παραμένει τῇ κακίᾳ, ἐπειδὴ οὐκ ἐναντίος ἐστίν. Εἰ δʼ ἄρα καὶ συμβῇ σφαλῆναι ὡς ἄνθρωπον, ἀλλὰ ταχέως μεταχωρεῖ, καὶ ἔννοιά τις αὐτὸν τοῦ ἁμαρτήματος λαμβάνουσα καταφεύγειν εἰς παραίτησιν ποιεῖ· ὥσπερ καὶ νῦν διʼ ἐμοῦ ἱκετεύει σε καταχθῆναι πρὸς τὴν πατρίδα. —Μακύνων τέλος οὐδὲν Ἀναβαλλόμενος πρᾶξίν τινα.

`P 4.509`

Βραχὺ μέτρον ἔχει Ἤτοι βραχύς ἐστιν, ὥστε δεῖ τοῦτον ἁρπάζειν, ἵνα μὴ διαδρὰς οἰχήσηται· ὃ δὴ καὶ Δημόφιλος ποιεῖ.

`P 4.510`

Εὖ νιν ἔγνωκεν Ἤγουν οἶδε χρῆσθαι καιρῷ.

`P 4.514-16`

Καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ προσπαλαίει Εἰκότως Ἄτλαντι τὸν Δημόφιλον παρεικάζει. Ὥσπερ γὰρ ἐκεῖνος ἀνέχων τὸν οὐρανὸν προσταλαιπωρεῖ, οὕτω καὶ οὗτος πατρίδος καὶ κτημάτων ἀφιστάμενος.

`P 4.518`

Λῦσε δὲ Ζεὺς Τοῦτο λέγει ὅτι τοῦ Διὸς καὶ αὐτὸς μιμητὴς γενόμενος, ἐπάνελθε πρὸς τὸν Δημόφιλον τῇ γνώμῃ καὶ κάθοδον αὐτῷ δός.

`P 4.520`

Λήξαντος οὔρου Τουτέστιν οὐκ ἀεὶ πνεῦμα τῇ νηῒ πάρεστιν, ὥστε πάντων τῶν πραγμάτων ἐχόντων μεταβολάς, δεῖ καὶ αὐτὸν μεταβεβλῆσθαι, καὶ μὴ ἀεὶ Δημοφίλῳ ὀργίζεσθαι.

`P 4.521`

Εὔχεται Δέεται, παρακαλεῖ.

`P 4.522`

Νοῦσον διαντλήσας Ἤγουν διανύσας καὶ κουφισθεὶς τῆς νόσου καὶ τῆς φυγῆς ἀπαλλαγείς.

`P 4.523-24`

Οἶκον ἰδεῖν Ἤγουν τὴν πατρίδα ἐπιδεῖν. —Ἐπʼ Ἀπόλλωνός τε κράνᾳ Ἐν Κυρήνῃ κρήνη ἦν, τουτέστι πηγή, ἥτις ἐκαλεῖτο Ἀπόλλωνος κρήνη. Οὐ χρὴ οὖν κυράνᾳ γράφειν, ἀλλὰ κράνᾳ, ἵνʼ οἰκεῖον ᾖ τῷ μέτρῳ. — Ἐφέπων Ἐπιμελούμενος.

`P 4.525`

Πρὸς ἥβαν Πρὸς αὔξησιν καὶ χαράν· νῦν γὰρ ὑπὸ τῆς λύπης ὡσπερεὶ καταβέβληται· ἢ τὸ πρὸς ἥβαν ἀντὶ τοῦ πρὸς τοὺς ἡλικιώτας καὶ τὴν μετʼ ἐκείνων ἕνωσιν.

`P 4.528`

Θιγέμεν Κρούειν.

`P 4.529`

Ἀπαθὴς Ἤγουν μήτε τινὰ τῶν πολιτῶν βλάψας, μήτε βλαβεὶς ὑπό τινος αὐτῶν.

`P 4.531`

Ὁποίαν Ἀρκεσίλᾳ Εἰ μὲν τὸ Ἀρκεσίλᾳ δοτικὴν φήσεις, οὕτως ἐρεῖς· Καὶ μυθήσαιτο ἂν καὶ εἴποι κατελθὼν εἰς τὴν πατρίδα, ποίαν πηγὴν ἐπέων ἀμβροσίων καὶ θείων εὗρε τῷ Ἀρκεσίλᾳ, ἀντὶ τοῦ ποῖʼ ἄττα ἐγκώμια κατʼ αὐτοῦ ἐμηχανήσατο, λέγων ἐμοὶ τὰ προσόντα αὐτῷ ἀγαθὰ καὶ ἐπαινέσαι τῇ ποιήσει παρακαλέσας, πρόσφατον καὶ νεωστὶ ξενωθεὶς τῇ Θήβῃ, ἤγουν ἐκ νέου πρὸς ἡμᾶς ἐπιδημήσας. Εἰ δέ ἐστι κλητική, πρὸς τὸ πρόσφατον ὑποστίξεις, καὶ οὕτως ἐρεῖς· Καὶ μυθήσαιτο ἂν καὶ εἴποι, ὦ Ἀρκεσίλα, ποίαν πηγὴν πρόσφατον ἀμβροσίων ἐπέων εὗρε ξενωθεὶς τῇ Θήβῃ, τουτέστιν ἡλίκος ποιητὴς γέγονεν ἐμοὶ συγγενόμενος· ὃ καὶ κρεῖττον. Τὸ δὲ ἀμβροσίων πρὸς μὲν τὸ πρῶτον ἀντὶ τοῦ ἀϊδίων καὶ ἀθανάτων· τοιοῦτον γὰρ τὸ τῶν ἐγκωμίων χρῆμα· πρὸς δὲ τὸ δεύτερον ἀντὶ τοῦ θείων καὶ θαυμαστῶν καὶ ἐκ θεῶν τοῖς ἀνθρώποις δοθέντων.

`P 5.1`

ΠΥΘΙΩΝ ΕΙΔΟΣ Εʹ.

Τὸ προοίμιον προσφωνητικὸν ἀπὸ τοῦ προσώπου.

Ἐκ τῶν παλαιῶν σχολίων. Ἀρκεσιλάῳ Γέγραπται ἡ ᾠδὴ νικήσαντι τῷ Ἀρκεσιλάῳ ἅρματι τὴν ΛΑʹ Πυθιάδα· ἐπειδὴ γὰρ διήγημα μᾶλλον ἐν τῷ πρώτῳ ἐπινικίῳ, οὐκ ἐγκώμιον πεποίηται Πίνδαρος, ἐδέησεν αὐτῷ καὶ δευτέρου ἐπινικίου.

`P 5.1`

Ὁ πλοῦτος εὐρυσθενὴς Τότε ἐστὶν ὁ πλοῦτος εὐρυσθενής, ὅτε κεκραμένος ἐστὶν ἀρετῇ, ἤγουν ὅτε καὶ ἀρετὴν ἔχει ὁ τοῦτον κεκτημένος, ἤτοι μετάδοσιν· ταύτην γὰρ ἀρετὴν ἐνταῦθά φησι· καὶ ποιεῖ τοῦτον ἑπέτην πολύφιλον, ἤγουν πολλοῖς τῶν φίλων ἑπόμενον καὶ ἀκολουθοῦντα. Αὔξεται γὰρ ὁ πλοῦτος μᾶλλον μεταδιδόμενος. Τοῦτο δὲ λέγει διεγείρων αὐτὸν πρὸς μετάδοσιν, ὡς ἂν καὶ τούτῳ δοίη τι.

`P 5.6`

Ὦ θεόμορʼ Ἀρκεσίλα

`P 5.15`

Σοφοὶ δέ τοι κάλλιον

`P 5.16-17`

Φέροντι Διεξάγουσι καὶ διοικοῦσι. —Χ Καὶ τὰν θεόσδοτον δύναμιν Τὸ σημεῖον τέθειται τὸ Χ, ὅτι θεόσδοτον εἶπε τὸν πλοῦτον ἀντὶ τοῦ θεόδοτον.

`P 5.20`

Μεγάλαν Ἐπισήμων.

`P 5.22`

Αἰδοιέστατον Εὐπρεπέστατον καὶ τιμιώτατον.

`P 5.23-24`

Μιγνύμενον Ἑνούμενον. —Φρενὶ Φρονήσει.

`P 5.26`

Εὖχος ἤδη Ἤγουν τὴν νίκην λοιπόν.

`P 5.34`

Ἔξοχʼ ἑταίρων Ἤγουν ὑπὲρ τοὺς ἄλλους συνήθεις φίλους.

`P 5.38`

Θεμισκερόντων Οἶμαι δεῖν γράφειν θεμισκρεόντων, ὡς καὶ θεμίσκοπος. —Θεμισκερόντων Τῶν δικαιοτάτων καὶ νομίμως βασιλευόντων καὶ μετὰ δικαιοσύνης, ὡς καὶ ἐν Νεμεονίκαις φησί Θεμιπλέκτοις στεφάνοις.

`P 5.39`

Ἀρισθάρματον Τὸν στέφανον εἶπεν ἀρισθάρματον γέρας, τὸν ἐπὶ τῇ τῶν ἵππων ἀριστείᾳ δοθέντα. —Ἀρισθάρματον Τὸ ἐκ τῆς ἀριστείας τοῦ ἅρματος.

`P 5.41`

Ξενωθεὶς Ἐπιδημήσας.

`P 5.43`

Ἀκηράτοις ἁνίαις Λέγει δὲ ὡς οὐδὲν τοῦ ἅρματος κατέκλασεν ὁ Κάῤῥωτος, ἀλλὰ τὰ μὲν τῶν συναγωνιζομένων αὐτοῦ ἅρματα κατεάγη κατὰ τὸν δρόμον, τὸ τούτου δὲ σῶον ἔμεινε· διὸ καὶ ἀνετέθη τῷ Ἀπόλλωνι.

`P 5.46`

Ἀλλὰ κρέμαται Οὕτω μοι δοκεῖ συντετάχθαι· Ἀλλὰ κρέμαται τὰ δαιδάλματα τῶν τεκτόνων τῶν χεριαρᾶν, ἤγουν τὸ ἅρμα, ὃ οἱ τέκτονος κατεσκεύασαν, ὁπόσα ἄγων ὁ Κάῤῥωτος εἰς τὸ κοιλόπεδον νάπος τοῦ θεοῦ, τὸν Κρισσαῖον λέγω λόφον, ἄμειψε καὶ ἀμοιβὴν τῆς νίκης ἔδωκε τὸ καὶ ὅπερ, τὸ νάπος, ἔχει σφε καὶ αὐτὸ τὸ κυπαρίσσινον μέλαθρον σχεδὸν καὶ πλησίον ἀμφὶ τὸ ἀνδριάντι· ἤγουν ἐν ᾧ νάπει ἐστὶν αὐτὸ τὸ κυπαρίσσινον μέλαθρον, ὃ περιέχει τὸν ἀνδριάντα.

`P 5.51`

Νάπος θεοῦ Τὴν Πυθῶνά φησιν· ἐκαλεῖτο γὰρ πρότερον Νάπη καὶ Κρισσαῖον ἡ Πυθώ· ἐνταῦθα δὲ τόπος τὸ πεδίον νοεῖν ἐστιν, ἔνθα οἱ ἱππικοὶ ἀγῶνες ἐτελοῦντο.

`P 5.60`

Φλέγοντι Καταλάμπουσι.

`P 5.65`

Πετόντεσσιν Τὸ πετόντεσσιν εἴρηται, ὅτι τῶν τεσσαράκοντα ἁρμάτων τῶν συναγωνιζομένων αὐτῷ πεσόντων καὶ συντριβέντων ἐν τῷ δρόμῳ, μόνου τοῦ Καῤῥώτου τὸ ἅρμα ὁλόκληρον καὶ ἀβλαβὲς διεσώθη.

`P 5.66`

Ὅλον Ὁλόκληρον.

`P 5.72-4`

Ὁ Βάττου δʼ ἕπεται παλαιὸς ὄλβος Εἰ καὶ πολλά φησι κέκμηκας διασῶσαι τὸ ἅρμα ὁλόκληρον — οὐδεὶς γὰρ ἄνευ πόνων τι κατορθοῖ· ἀλλʼ ὅμως ὁ τοῦ Βάττου παλαιὸς πλοῦτος ἀκολουθήσει σοι· οὗτος γὰρ καὶ ταῦτα διοικεῖ καὶ διεξάγει, ἤγουν καὶ τῆς πόλεως Κυρήνης ὥσπέρ τις πύργος καὶ στήριγμα γίνεται καὶ φῶς τοῖς ξένοις χαρίζεται τούτους φιλοφρονούμενος· ὥστε ἐλεύσεται καὶ πρὸς σὲ οὕτω μοχθήσαντα καὶ νικήσαντα. Φῶς δὲ τοῖς ξένοις εἶπε· τοῦτο γὰρ διὰ τῶν ὀμμάτων δηλοῦται, ἐπειδὴ τυφλοῖς ἐοίκασιν οἱ πρὸς ἀλλοδαπὰς ἀφιγμένοι πόλεις. Τὸν Ἀρκεσίλαον δὲ διὰ τοῦτο διεγείρει, ὥστε χάριτας δοῦναι τῷ Καῤῥώτῳ τῆς νίκης.

`P 5.75`

Πύργος Ἀσφάλεια.

`P 5.76`

Κεῖνόν γε καὶ βαρύκομποι λέοντες Ἐγὼ δὲ τὴν τοῦ Βάττου γλῶσσάν φημι· εἰ γὰρ καὶ διὰ ταύτην οὐδέν τι Ἀπόλλων αὐτῷ ἔχρῃσεν, ἀλλʼ ἀφεὶς τὰ περὶ τούτου τῆς ἀποικίας ἔχρῃσε μόνης, ἀλλʼ εἰκός ἐστιν ἐννοεῖν ὅτι καὶ τὴν τούτου ἀφωνίαν ἰάσατο. Οὗτος γὰρ βαρειῶν νόσων ἀκέσματα ἀνδράσι καὶ γυναιξὶ νέμει, ὡς προϊὼν ἐρεῖ. Οἶμαι δὲ ὅτι διὰ τοῦτο καὶ ταῦτα εἴρηκε. Βουλόμενος οὖν ὁ ποιητὴς τὰ περὶ τῆς τοῦ Βάττου φωνῆς δηλῶσαι, διὰ τῆς γλώττης ᾐνίξατο.

`P 5.77`

Περὶ δείματι Ὑπὸ φόβου.

`P 5.78`

Ἀπένεικεν Διεκόμισεν.

`P 5.82`

Ὄφρα μὴ ταμία. —Ταμίᾳ Βασιλεῖ. —Ὄφρα μὴ ταμία ὅς γέ τις οὐ ταμίᾳ χρὴ γράφειν, ἵνʼ ᾖ τὸ κῶλον ὅμοιον τῷ τῆς πρώτης ἐπῳδοῦ· τὸ γὰρ ὄφρα μὴ ταμία οὐκ ἔχει ὀρθῶς. Ὁμοίως καὶ τὸ ἐγένετο μαντεύμασι· τὸ δὲ γένοιτο οὐκ ὀρθόν.

`P 5.84`

Γένοιτο Ἐγένετο.

`P 5.86`

Ἀκέσματʼ Θεραπείας, ἰάσεις.

`P 5.87`

Νέμει Παρέχει. —Πόρεν τε κίθαριν Τοῦτο εἴληπται παρὰ τὸ

  
Ἐκ γάρ τοι Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος  
  
Ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί.  

`P 5.91`

Μυχόν τʼ ἀμφέπει Ἀναμνησθεὶς τῆς ἰατρικῆς τοῦ θεοῦ καὶ τῆς μουσικῆς καὶ τῆς σοφίας, νῦν καὶ τῆς μαντικῆς μέμνηται. Εἴασε δὲ τὴν τοξικήν· οὐ χρεία γὰρ ταύτης ἐνταῦθα μνημονεῦσαι. —Ἀμφέπει Ἀμφιπολεύει, ἤγουν καὶ ἐν ἀδύτοις μαντικοῖς ἐνδιαιτᾶται καὶ ἐνοικεῖ.

`P 5.92-93`

Τῷ καὶ Λακεδαίμονι Τῷ κε ἤγουν τούτῳ δή. Τὸ κὲ οἱ γράφοντες διὰ διφθόγγου οὐκ οἴδασι τὰ περὶ μέτρων. —Τῷ ᾧ γράφε μὴ τῷ. —Λακεδαίμονι Ἐμοὶ δοκεῖ Λακεδαιμόνων ἄριστα εἶναι γράφειν, ἵνʼ οἰκεῖον ᾖ τῷ μέτρῳ· τὸ γὰρ Λακεδαίμονι οὐκ ὀρθῶς ἔχει. Συντάσσειν δὲ τοῦτο οὕτως ὀφείλεις: ᾯ καὶ ᾧτινι καὶ τοὺς τῶν Λακεδαιμόνων ἐκγόνους ἔνασσεν ἀπὸ κοινοῦ, ἤγουν τοὺς προγόνους ἡμῶν ἐπὶ τὴν Κυρήνην· τοῦτο γὰρ προτάξας εἰπεῖν, εἶτα διὰ μέσου θεὶς τὰ περὶ τῶν Ἡρακλειδῶν, αὖθις ἐπανέλαβεν εἰπών· Ἐμὸν γαρύεται δʼ ἀπὸ Σπάρτας κλέος· ὅπερ ταὐτόν ἐστιν ἐκείνῳ· ἐν Λακεδαιμονίᾳ γὰρ ἡ Σπάρτη.

`P 5.93`

Ἔν τʼ ἄργει καὶ

`P 5.97`

Γαρύεν Λέγουσι.

`P 5.110`

Ἀντανορίδαι Οἱ Ἀντήνορος παῖδες Γλαῦκος, Ἀκάμας καὶ Ἱππόλοχος, πορθηθείσης τῆς αὐτῶν πατρίδος Τροίας, ζωγρηθέντες ἦλθον εἰς Λιβύην σὺν Ἑλένῃ καὶ Μενελάῳ καὶ ᾤκησαν ἐν αὐτῇ· οὓς ἀποθανόντας, φησί, δεξιοῦνται οἱ Κυρηναῖοι ἐν θυσίαις νεκροῖς πρεπούσαις.

`P 5.111`

Καπνωθεῖσαν Καυθεῖσαν.

`P 5.117`

Τοὺς Ἀριστοτέλης Τοὺς Κυρηναίους λέγει, οὓς ὁ Βάττος, ὁ Ἀριστοτέλης πρότερον καλούμενος, ὡς εἴρηται, ἤγαγεν ἐκ Θήρας εἰς Λιβύην. Τὸ ἀνοίγων δὲ τὴν κέλευθον τῆς ἁλὸς εἴρηκεν, ἐπειδὴ ἀοικήτου οὔσης τῆς Λιβύης πρότερον, οὐδὲ τὴν ἐκεῖ θάλασσαν ἔπλευσέ ποτέ τις· οὗτος μετοικίσας ἐκεῖ καὶ διὰ νεῶν τὸν πλοῦν ποιησάμενος, ὁδόν τινα ὡς εἰπεῖν ἤνοιξε τοῖς βουλομένοις ἐκεῖσε καταίρειν.

`P 5.120`

Εὐθύτομόν τε Καὶ τὴν σκιρωτὴν καὶ σκληρὰν καὶ τραχεῖαν ὁδὸν καὶ πετρώδη κατέθηκε καὶ ἐποίησε ταῖς πομπαῖς καὶ πανηγύρεσι τοῦ Ἀπόλλωνος εἶναι εὐθύτομον καὶ εὐθυτάτην καὶ λείαν πεδιάδα καὶ ἱππόκροτον· ἤγουν ἱππόδρομον ταύτην πεποίηκεν ἐξομαλίσας. Προσθεὶς τὸ ἱππόκροτον τὸ πάνυ λεῖον τῆς ὁδοῦ ἐνεφάνισε· διὰ γὰρ τῶν λειοτέρων ἀεὶ χωρίων τοὺς ἵππους ἐλαύνομεν· οἱ δὲ πεζῇ βαίνοντες ἐπὶ τραχυτέρας ὁδοῦ τὴν πορείαν ποιήσαιεν ἄν.

`P 5.121`

Ἀπολλωνίαις Διὰ τιμῆς γὰρ ἄγουσι τὸν Ἀπόλλωνα Κυρηναῖοι.

`P 5.123`

Ἱππόκροτον Ἱππήλατον.

`P 5.125`

Πρυμνοῖς ἀγορᾶς Ἤγουν ἐν ἐπιφανεστάτῳ μέρει τῆς τῶν Κυρηναίων ἀγορᾶς.

`P 5.126`

Δίχα κεῖται Ἤγουν ἰδίᾳ καὶ μόνος ἀπʼ ἄλλων.

`P 5.128-30`

Ἥρως δʼ ἔπειτα λαοσεβὴς Ἤγουν μετὰ θάνατον ἥρωσιν ἐγκαταλεγόμενος, τῷ τῶν Κυρηναίων λαῷ σεπτός ἐστιν. —Ἄτερθε δὲ Ἤγουν ἔξω τῆς ἀγορᾶς. —Λαχόντες ἀΐδαν Ἤγουν ἀποθανόντες.

`P 5.131`

Ἱεροὶ Θεῖοι.

`P 5.132`

Μεγάλαν δʼ ἀρετὰν Ἐπειδὴ ἡ τυχοῦσα ἐγκωμίων ἀρετὴ πᾶσιν ἐξάκουστος γίνεται, καὶ οἱ ὑπὸ γῆν ὄντες πρόγονοι τοῦ Ἀρκεσιλάου ἴσως αἰσθάνονται αὐτῆς. —Μεγάλαν δʼ ἀρετὰν Ὁ δὲ ἀντὶ τοῦ γάρ· ἡ γὰρ ἀρετὴ ἡ ὑποῤῥανθεῖσα τῇ μαλθακᾷ καὶ ἡδείᾳ δρόσῳ καὶ τοῖς χεύμασι τῶν κώμων, ἀντὶ τοῦ τοῖς γλυκυτάτοις ὕμνοις κοσμηθεῖσα, μεγάλη ἐστὶ καὶ ἐπισημοτάτη καὶ ἐξάκουστος αὐτῆς ἡ δόξα. —Μεγάλαν δʼ ἀρετὰν Οἱ γράφοντες μεγάλαν ἀρετὰν καὶ ῥανθεισᾶν, οὐ καλῶς γράφουσι· τὸ γὰρ ῥανθεισᾶν οὐκ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς. Χρὴ τοίνυν μεγάλα δʼ ἀρετὰ γράφειν καὶ ῥανθεῖσα καὶ συντάττειν οὕτω: Μεγάλη δʼ ἀρετή ἐστιν ἐκείνη ἡ ῥανθεῖσα ἤτοι κοσμηθεῖσα ἐν δρόσῳ μαλθακῇ ἤτοι ἐν ὁμαλῷ ἐπαίνῳ· δρόσῳ δὲ εἶπε καὶ ῥαπθεῖσα, ἐπεὶ οἱ ἐν ἄθλοις μοχθήσαντες καὶ ἱδρώσαντες ἢ ἐν ἑτέροις τισὶν ἀγωνίσμασι, δρόσον τινὰ καὶ ἀναψυχὴν τοὺς ἐπαίνους δέχονται. Τοῦτο δὲ διὰ μέσου εἴρηται· τὸ δὲ κώμων θʼ ὑποχεύμασιν εἰσακούοντι τοῖς ἄνω συναπτέον. Εἰπὼν γὰρ ὡς ἕτεροι βασιλεῖς πρὸ τῶν δωμάτων εἰσὶ τεθαμμένοι καὶ βουλόμενος δεῖξαι ὡς οὐδέν ἐστι τὸ τάφους ἔχειν ἐπιφανεῖς καὶ πρὸ τῆς πόλεως κειμένους, ἀλλʼ ἡ ἐπαινεθεῖσα ἀρετὴ ἐκείνη ἐστὶ μεγάλη, ἐπήγαγεν ὅτι καὶ τῶν ὕμνων τῶν εἰς αὑτοὺς γεγονότων οἱ βασιλεῖς ἐκεῖνοι ἀκούουσιν ὑποχθόνιοι ὄντες. Οὗτος γὰρ μόνος τοῖς τεθνηκόσιν ἐστὶν ὄλβος· τἆλλα γὰρ πάντα τούτοις οὐκ ὠφελεῖ, ἃ προσῆν αὐτοῖς ἐν τῷ βίῳ. Πρὸς δὲ τούτῳ κοινὴν ἡγοῦνται χάριν καὶ τὸν εἰς τὸν υἱὸν Ἀρκεσίλαον ὕμνον· ἐνδίκως γὰρ ὑμνεῖται. Τοῦτο δὲ πρὸς χάριν τῷ Ἀρκεσιλάῳ εἰρήκει, βουλόμενος διεγεῖραι αὐτὸν ἀγαθὰ πράττειν ὥστε ἐπαίνων ἀξιοῦσθαι καὶ δεῖξαι τοῦτον ἐξ ἐκείνων τῶν θαυμαζομένων καταγόμενον. —Ἀρετὰ Ἡ νικηφορία.

`P 5.135-6`

Ἀκούοντι Οἵτινες βασιλεῖς ἀκούουσιν ἴσως καὶ αἰσθάνονται, φησί, τῆς οἰκείας αὑτῶν εὐδαιμονίας τῆς διὰ τὴν νίκην, δικαίως οὖσαν κοινὴν δόξαν καὶ εὐφροσύνην αὐτοῖς καὶ τῷ ἀπογόνῳ αὐτῶν τῷ Ἀρκεσιλάῳ. —Χθονία φρενὶ Καὶ ὑπὸ τὸν ᾅδην ὄντες. —Ὄλβον Τὴν εὐφημίαν.

`P 5.138-9`

Ἔνδικον Ἀντὶ τοῦ ἡ δικαία. —Τʼ Ἀρκεσίλᾳ Τῷ. —Τὸν ἐν ἀοιδᾷ νέων πρέπει χρυσάορα Φοῖβον ἀπύειν Ὀφείλει, φησίν, ὁ Ἀρκεσίλαος ὑμνεῖν ἐν τῷ αὑτοῦ ὕμνῳ καὶ τῷ χορῷ τῶν νέων τὸν Ἀπόλλωνα, διότι ἐκ Πυθῶνος εἴληφε τὴν νίκην καὶ τὸ μέλος, ὃ νῦν εἰς αὐτὸν γέγραπται· ὅπερ λυτήριόν ἐστι τῶν δαπανῶν, ὧν εἰς τοὺς ἀγῶνας ἠνάλωσεν. Ὡς πολλὰ δὲ καταναλώσαντος Ἀρκεσιλάου, ταῦτα εἶπεν.

`P 5.141`

Πυθωνόθεν Ἤγουν ἐκ τῶν Πυθίων. —Πυθωνόθεν Ἤγουν διὰ τὴν ἐν Πυθοῖ νίκην.

`P 5.142-3`

Λυτήριον Ἀμοιβήν.

`P 5.146-7`

Κρέσσονα μὲν ἁλικίας νόον φέρβεται Δέον εἰπεῖν καὶ τὸ θάρσος τοσοῦτον ἐστίν, οἷος ὁ ἀετὸς ἐν τοῖς ὄρνισι· πολὺ γὰρ οὗτος τῶν ἄλλων ὀρνίθων τὴν ἰσχὺν διαφέρει· ὁ δὲ σχηματίσας τὸν λόγον, ἀετός, φησίν, ἔπλετο τανύπτερος καὶ μέγας ἐν ὄρνισι, σεμνύνων αὐτὸν ὡς βασιλέα τῷ τοῦ κρατίστου τῶν ὀρνέων καὶ βασιλικωτάτου παραδείγματί τε καὶ ὀνόματι.

`P 5.151`

Ἕρκος Πύργος.

`P 5.156`

Ἔσοδοι Ἀγῶνες.

`P 5.157-8`

Οἱ τὸ νῦν Ἐπὶ τοῦ παρόντος. —Τελεῖ παρέχει. —Δύνασιν Ἀντὶ τοῦ τὸ κράτος καὶ τὴν νίκην.

`P 5.159`

Ὦ Κρονίδαι Οὐ χρὴ γράφειν ὦ Κρονίδαι, ἀλλʼ ὑμεῖς γε Κρονίδαι, ἵνʼ οἰκεῖον ᾖ τὸ κῶλον τοῖς πρὸ αὐτοῦ τοιούτοις κώλοις.

`P 5.160`

Ἐπʼ ἔργοισιν Ἐν ἀγῶσι καὶ πολέμοις.

`P 5.161`

Ἔχειν Κρατεῖν. —Μὴ φθινοπωρὶς Ἤγουν μὴ ὥσπερ ὑπὸ φθινοπωρινῶν ἀνέμων τὰ φύλλα κεῖται τῶν δένδρων ἐπὶ τῆς γῆς καὶ φθείρεται, οὕτω καὶ τὰ πράγματα τούτῳ μαρανθείη, ἀλλʼ ἀειθαλὴς αὐτῷ διαμένοι ὁ βίος μήποτε φθίνων μηδὲ φυλλοῤῥοῶν.

`P 5.166`

Εὔχομαι Δέομαι, παρακαλῶ.

`P 6.1`

ΠΥΘΙΩΝ ΕΙΔΟΣ ϛʹ.

Τὸ προοίμιον ἀπὸ τῆς πατρίδος τοῦ νικητοῦ.

Ἐκ τῶν παλαιῶν σχολίων. Ξενοκράτει Ἀκραγαντίνῳ Ὁ Ξενοκράτης οὗτος Θήρωνός ἐστιν ἀδελφός· νενίκηκε δὲ τὴν ΚΔʹ Πυθιάδα. Φανερὸν δὲ ὅτι αἱ ᾠδαὶ οὐ κατὰ τοὺς χρόνους διάκεινται· ἡ γὰρ πρὸ ταύτης ᾠδὴ Ἀρκεσιλάῳ γέγραπται νικήσαντι ΛΑʹ Πυθιάδα.

`P 6.5`

Ἔνθʼ ὀλβίοισιν Ἐμμενίδαις Ἔνθα, ἐν τῇ πολυχρύσῳ λέγω Ἀπολλωνίᾳ νάπῃ, ἤγουν ἐν τῇ Πυθίᾳ, τοῖς εὐδαίμοσιν Ἐμμενίδαις καὶ τῇ Ἀκράγαντι καὶ τῷ Ξενοκράτει ὁ πυθιόνικος θησαυρὸς τῶν ὕμνων ἕτοιμος καὶ πρόχειρος κεῖται· ἐκεῖθεν γὰρ τρόπον δήτινα οἱ νικῶντες τοὺς ὕμνους λαμβάνουσιν· ὡς πολλοὺς οὖν νικῶντας κοσμῶν θησαυρὸς ὕμνων εἴρηται.

`P 6.13`

Παμφόρῳ χεράδι τυπτόμενος Παμφόροις καὶ χεράσι γράφε καὶ τυπτόμενος, διὰ τὸ μέτρον, καὶ ἄξει πρὸς τὸ ἄνεμος ἀποδιδούς.

`P 6.15`

Πατρὶ τεῷ Θρασύβουλε Πρὸς τὸν υἱὸν Ξενοκράτους Θρασύβουλον ποιεῖται τὸν λόγον, λέγων· Ὦ Θρασύβουλε, ὁ θησαυρὸς καὶ ὁ ὕμνος ἀπαγγελεῖ καὶ διηγήσεται ἐν τοῖς λόγοις τῶν θνητῶν, τουτέστι τοῖς τῶν ἐσομένων ἀνθρώπων λόγοις, τὴν ἔνδοξον καὶ ἐπίδοξον τῷ ἅρματι νίκην, ἤτοι τὴν νίκην τοῦ ἅρματος τὴν ἐν ταῖς Κρισσαίαις πτυχαῖς, ἤγουν τὴν ἐν τῇ Πυθῶνι, τῷ σῷ πατρὶ καὶ τῇ κοινῇ ὑμῶν γενεᾷ, τουτέστι χάριν τοῦ σοῦ πατρὸς καὶ τῆς γενεᾶς ὑμῶν. Τοῦτο δʼ ὅμοιον τῷ

  
Τί σοι πρὸς Ἕκτορʼ, ἢ γέροντʼ εἴπω πόσιν;  
ἤγουν χάριν σοῦ· ὃ γὰρ λέγει τις περί τινος, ἐκείνῳ λέγει ἤγουν χάριν ἐκείνου.

`P 6.19`

Σύ τοι σχέθων νιν ἐπιδέξια Σύ, φησίν, ὦ Θρασύβουλε, δεξιῶς καὶ ἐπιτηδείως ἄγεις αὐτὴν τὴν παραίνεσιν ὀρθήν, ἤγουν ὀρθῶς κρατῶν αὐτὴν τῆς χειρός, ἤτοι ὀρθῶς ταύτην πληροῖς καὶ θεὸν τιμῶν καὶ γονέας σέβων.

`P 6.20`

Ἄγεις εὐφημοσύναν, τάν ποτʼ ἐν ὄρεσι Ἐφημοσύναν γράφε καὶ τό ποτʼ, ἵνʼ οἰκεῖον ᾖ τῷ μέτρῳ· τὸ δὲ τό ποτε ἀττικόν ἐστι· σύνηθες γὰρ ἐκείνοις τὰ τοιαῦτα σχηματίζειν καὶ πρὸς πρᾶγμα τὸν λόγον ἀποδιδόναι· καλὸν γάρ, φασίν, ἡ ἀρετὴ καὶ σοφόν τι χρῆμα ἄνθρωπος. Ἀλλὰ καὶ υἷʼ ὀρφανιζομένῳ καὶ Πηλεΐδᾳ διαλελυμένως γράφε· οὕτως ἔχει γὰρ τὸ μέτρον ὀρθῶς.

`P 6.28`

Ἐγένετο καὶ πρότερον Ἀντίλοχος βιατὰς Ὁ Ἀντίλοχος υἱὸς ἦν Νέστορος· ὃς καὶ διωκομένου τοῦ πατρὸς αὐτοῦ ὑπὸ Μέμνονος τοῦ Αἰθιόπων βασιλέως, καὶ μὴ δυναμένου διὰ τὸ ὑπὸ Πάριδος τρωθῆναι τὸν ἵππον αὐτοῦ, καὶ μέλλοντος ἤδη ἀνῃρῆσθαι, βοήσαντος αὐτόν, ἔστη καὶ ἐδέξατο τὸν Μέμνονα καὶ ἀνῃρέθη ὑπʼ αὐτοῦ ῥυσάμενος τὸν πατέρα τοῦ θανάτου.

`P 6.30-1`

Ἐναρίμβροτον Τὸν ἀνδροφόνον. —Ἀμμείνας. Στράταρχον

`P 6.35-6`

Μεσσανίου δὲ γέροντος δοναθεῖσα φρὴν Ἀντὶ τοῦ ὁ Μεσσήνιος δὲ γέρων, δονηθείσης αὐτῷ τῆς φρενός.

`P 6.38`

Μένων δʼ ὁ θεῖος Ὁ δὲ ἀντὶ τοῦ γάρ.

`P 6.39`

Κομιδὰν Σωτηρίαν.

`P 6.40`

Γενεᾷ ὁπλοτέροισιν Ἐδόκησε δέ, φησί, καὶ ἔδοξε τοῖς κατὰ τὴν γενεὰν ὁπλοτέροις καὶ νεωτέροις, τοῦτο τὸ μέγα ἔργον τελέσας, εἶναι ὕπατος καὶ ἔξοχος τῶν πάλαι πρὸς τὴν ἀρετὴν τὴν ἀμφὶ τοῖς γονεῦσιν· ἤγουν κατʼ ἄλλα μὲν ἔξοχοι ἂν εἶεν οἱ πάλαι, κατὰ δὲ τὴν εἰς τοὺς γεγεννηκότας τιμὴν οὗτος ἐκείνων ἔδοξεν ὑπερφέρειν. —Ὁπλοτέροισιν Ἤγουν τοῖς μεταγενεστέροις.

`P 6.42`

Ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετὰν Ἔδοξε νικᾶν τοὺς πάλαι τῇ περὶ τοὺς γειναμένους ἀρετῇ.

`P 6.47-48`

Οὔθʼ ὑπέροπλον. —Ἥβαν δρέπων Οὔτε εἰς ἀδικίαν, φησίν, οὔτε εἰς ὑπερηφανίαν τῇ ἑαυτοῦ νεότητι χρῆται, ἀλλὰ καὶ τὴν τῶν Πιερίδων Μουσῶν σοφίαν εἰς βάθος ἐξήσκησεν. Εἰς τὸ σοφίαν δὲ τὸ δρέπων λάμβανε κατὰ συνεκδοχήν.

`P 6.49`

Τίν τʼ, Ἐλέλιχθον Καὶ σοί, φησίν, ὦ Πόσειδον Ἐλέλιχθον, ἤγουν ὁ τὴν γῆν ἑλίσσων καὶ κινῶν, προσέρχεται καὶ ἀποδεκτὸς καὶ ἀρεστός ἐστι μάλα ἐν ἀρέσκοντι νῷ, ἤγουν ἀρεσκόμενος τῷ σῷ νῷ ἐν ταῖς ὁρμαῖς καὶ κινήσεσι ταῖς εἰς τὴν ἱππείαν εἴσοδον, τουτέστι κατὰ τὴν ἱππικὴν ἀπὸ μέρους· ὁ γὰρ ἐκ πρώτης ἀφετηρίας καὶ τῆς εἰσόδου τῆς κατὰ τὸν δρόμον ἀρίστην ὁρμὴν ἐπιδειξάμενος καὶ πᾶσι δόξας θαυμαστός, δῆλον ὡς καὶ τὸν ὅλον δρόμον ἄριστα διανύσει καὶ θαυμαστὸς πλέον δόξει καὶ πᾶσιν ἀποδεκτός.

`P 6.50`

Ὃς ἱππείαν.

`P 6.52`

Γλυκεῖα δὲ φρὴν Ἡ φρὴν δὲ καὶ ἡ γνῶσις αὐτοῦ ἀμείβεται καὶ ἐναλλάσσει, ἤγουν νικᾷ τὸν τρητὸν καὶ ἐπίπονον πόνον τῶν μελισσῶν, ποταπή; γλυκεῖα καὶ ἐν ἄλλοις τισὶ καὶ ἐν τῷ ὁμιλεῖν τοῖς συμπόταις· ἤγουν τοσοῦτόν ἐστι γλυκὺς καὶ εὐόμιλος καὶ ἐν ἄλλοις πολλοῖς καὶ ἐν ταῖς ὁμιλίαις ταῖς πρὸς τοὺς οἰκείους, ὡς καὶ τὴν τοῦ μέλιτος ἀμείβειν καὶ ἐναλλάσσειν γλυκύτητα· οὕτω γὰρ ἡδύνει τοὺς ἀκούοντας, ὡς πικρὰν ἡγεῖσθαι τὴν τοῦ μέλιτος γεῦσιν πρὸς τὴν ἐκείνου τῶν λόγων ἡδύτητα. Τοῦτο δʼ ἔοικε τῷ Ὁμηρικῷ, ὃ περὶ Νέστορος ἐκεῖνος εἴρηκεν, εἰπὼν

  
Τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή.  

`P 6.54`

Ἀμείβεται Νικᾷ, ὑπερβαίνει. —Τρητὸν πόνον Ἤγουν τὰ κηρία.

`P 7.1`

ΠΥΘΙΩΝ ΕΙΔΟΣ Ζʹ.

Τὸ προοίμιον ἀπὸ τῆς πατρίδος τοῦ νικητοῦ.

`P 7.1`

Κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι Αἱ Ἀθῆναι, φησίν, ἡ μεγάλη πόλις, καὶ κατὰ τὰ ἄλλα, ἃ πρόσεστιν αὐτῇ ἀγαθά, κάλλιστόν ἐστι πρᾶγμα, δηλονότι καὶ βαλέσθαι καὶ ὑποθεῖναι αὐτὴν προοίμιον, κρηπῖδα λέγω καὶ βάθρον τῶν ᾠδῶν καὶ τῶν ὕμνων τῇ γενεᾷ τῶν Ἀλκμανιδῶν, τῇ ἐρισθενεῖ καὶ μεγαλοδυνάμῳ ἐν τοῖς ἵπποις, τουτέστιν ἐν τῇ νίκῃ τῇ διὰ τῶν ἵππων· ἤγουν κάλλιστόν ἐστι προοίμιον θεῖναι τοῦ ὕμνου τοῦ νῦν τὴν πατρίδα τοῦ νικητοῦ μεγίστην οὖσαν· ἐπεὶ ἐν Ἑλλάδι ναίων καὶ οἰκῶν ἐγὼ αὐτός, τίνα πατρίδα καὶ οἶκον ὀνομάσω ἐπιφανέστερον ταύτης πυθέσθαι καὶ ἀκοῦσαι, ἢ ἀκοῦσαί τινα;

`P 7.3`

Εὐρυσθενεῖ.

`P 7.5`

Τίνα πάτραν, τίνα τʼ οἶκον Ἐν συνηθείᾳ φαμηλίαν φασὶ φυλήν.

`P 7.15-6`

Ὑμαὶ Ὑμέτεραι.

`P 7.17-8`

Νέᾳ δʼ εὐπραγίᾳ χαίρω Τῇ μὲν νῦν εὐτυχηθείσῃ καὶ γεγονυίᾳ νίκῃ χαίρω, φησίν, ἄχνυμαι δέ τι καὶ λυποῦμαι κατὰ τόδε, τὸν φθόνον δηλονότι λυποῦμαι, ὃς ἐναλλάσσει καὶ μεταβάλλει καὶ τὰ καλὰ ἔργα καὶ λύπην ἐπὶ τῇ χαρᾷ κομίζει. Ἔοικε δὲ τὴν τελευτὴν λέγειν Ἱπποκράτους, περὶ τοῦτον τὸν καιρὸν γενομένην, ὃς συγγενὴς ἦν Μεγακλέους τοῦ νικητοῦ· εἰκὸς γὰρ ἦν ἀκούσαντα λυπηθῆναι ὡς συγγενῆ.

`P 7.20`

Φαντὶ Φασὶ δὲ τὴν παρʼ ἀνδρὶ εὐδαιμονίαν θάλλουσαν οὕτω μονίμην ἤγουν αὐξάνουσαν διηνεκῶς φέρεσθαι ἂν καὶ ἔχειν τὰ καὶ τά, ἤγουν τὰ καλὰ καὶ φαῦλα· ἤτοι ἡ παρʼ ἀνδρὶ διηνεκὴς εὐδαιμονία ποτὲ μὲν χαράν, ποτὲ δὲ λύπην αὐτῷ φέρει, ὥς φησιν Ὅμηρος

  
Τὸν πέρι Μοῦσʼ ἐφίλησε .......  
καὶ τὰ λοιπά. Ἐγὼ δὲ καὶ οὕτω τοῦτʼ εἴποιμʼ ἄν, μικρὸν ἐναλλάξας, εἰ καὶ τολμηρόν, ὅτι τὴν παρʼ ἀνδρὶ εὐδαιμονίαν οὕτω φασὶ θάλλειν καὶ αὔξειν μόνιμον, ἤτοι διηνεκῶς φέρουσαν τὰ καὶ τά, ἤγουν καὶ τὰ καλὰ καὶ τὰ λυπηρά. Ἐπεὶ γὰρ αἱ εἰς ἄκρον εὐεξίαι σφαλεραὶ καὶ ἐκ μεγίστης τις εὐδαιμονίας εἰς ἄκραν δυστυχίαν κατηνέχθη ἀθρόον, δῆλον ὡς ἡ ἀμφότερα ταῦτα φέρουσα εὐδαιμονία, λύπην φημὶ καὶ χαράν, διηνεκῶς ἂν παραμείνειε τῷ ἔχοντι. Ὅτι δʼ ἀληθές ἐστιν ὅ φημι, μάθοι τις ἂν τὰ περὶ τούτου ζητήσας. —Γε μὰν Ἀλλʼ ὅμως.

`P 8.1`

ΠΥΘΙΩΝ ΕΙΔΟΣ Ηʹ.

`P 8.10`

Τὺ δʼ ὁπόταν τις ἀμείλιχον Ἐάν τις, φησί, τῶν δυσμενῶν καὶ ἐχθρῶν ἐμβάλλῃ ἐν τῇ καρδίᾳ αὑτοῦ ὀργὴν ἀμείλικτον καὶ ἰταμωτάτην, τουτέστιν ἐάν τις ταραχώδης καὶ ὑβριστής ἐστιν, ὑπαντιάξασα αὐτῷ σύ, ὦ Ἡσυχία, τουτέστιν ὑπαντήσασα τραχεῖα τιθεῖς αὐτοῦ τὴν ὕβριν ἐν ἄντλῳ, τουτέστι καταβαπτίζεις καὶ ἀφανίζεις ὡς ἐν ὕδατι τῇ ἀφανείᾳ, ἤγουν βαρέως αὐτῷ ἐπιπίπτεις καὶ ἀφανίζεις ἐν τῷ σῷ κράτει καὶ τῇ ἰσχύϊ. —Ἀμείλιχον Ἀμάλακτον.

`P 8.15`

Τὰν οὐδὲ Πορφυρίων Τοῦτο εἶπεν, ὅτι ὁ Πορφυρίων ἐπεχείρει βοῦς ἀποσπᾶσαι ἐκ τῶν Δελφῶν, ἄκοντος τοῦ Ἀπόλλωνος· διὸ καὶ βέλει τρωθεὶς ἀνῃρέθη ὑπʼ αὐτοῦ. Ἢ οὐδὲ Πορφυρίων μάθεν ἀντὶ τοῦ ἔλαθεν ἐρεθίζων αὐτὸν παρὰ τὸ πρέπον.

`P 8.20`

Τυφὼς Κίλιξ Ὁ πολυκέφαλος Τυφώς, ὁ ἐκ Κιλικίας, οὐκ ἐξέφυγε τὸ ὑπὸ τῆς βίας αὑτοῦ σφαλῆναι, οὐδὲ μὴν ὁ βασιλεὺς τῶν Γιγάντων ὁ Πορφυρίων ἄλυξεν, ἀπὸ κοινοῦ, καὶ ἐφυλάχθη τὸ μὴ ἐκπεσεῖν τῆς αὐτοῦ βίας. Δμᾶθεν δέ, ἤγουν ἀλλʼ ἐδάμασαν καὶ ἀνῃρέθησαν — ὁ δὲ ἀντὶ τοῦ ἀλλὰ ἐνταῦθα —, ὁ μὲν κεραυνῷ ὁ Τυφώς, ὁ δὲ Πορφυρίων τοῖς τοῦ Ἀπόλλωνος τόξοις.

`P 8.21`

Ἄλυξεν Ἀπὸ κοινοῦ τὸ ἄλυξεν.

`P 8.28`

Πόᾳ Παρνασσίᾳ Ἤγουν τῇ δάφνῃ.

`P 8.29`

Δωριεῖ τε κώμῳ Ἤγουν Δωρίᾳ ἁρμονίᾳ συντεταγμένον.

`P 8.30`

Ἔπεσσε Κεῖται.

`P 8.31`

Ἁ δικαιόπολις Ἡ νῆσος δέ, ἡ δικαιόπολις καὶ δικαιοτάτη Αἴγινα, οὐ κεῖται μακρὰν τῶν Χαρίτων ψαύουσα τῶν Αἰακιδῶν ἐν ἀρεταῖς κλειναῖς· ἤγουν μιμουμένη ἡ νῆσος τὰς ἀρετὰς τὰς ἐνδόξους τῶν Αἰακιδῶν οὐκ ἔξω τῶν Χαρίτων ἐστίν, ἀλλʼ ἐγγὺς αὐτῶν κεῖται. Ὥσπερ γὰρ ἐκεῖνοι μεγίστας ἀρετὰς καὶ χάριτας ἔχουσιν, οὕτω καὶ αὕτη τούτους μιμουμένη οὐ πόῤῥω Χαρίτων καθίσταται.

`P 8.35-6`

Πολλοῖσι μὲν γὰρ ἀείδεται νικαφόροις ἐν ἀέθλοις Ἀνακηρύττεται ἡ Αἴγινα ἐν τοῖς ἀγῶσι χάριν τῶν νικηφόρων τῶν ἐξ αὐτῆς, ὡς ἂν εἴ τις εἴποι, Ἀριστομένης ὁ Ξενάρκους Αἰγινήτης πάλιν νενίκηκε. —Νικαφόροις ἐν ἀέθλοις Ἢ ἐν ἄθλοις καὶ ἀγῶσι νίκην φέρουσι καὶ ἐν μάχαις ταχείαις ἐκθρεψαμένη μεγίστους ἥρωας ᾄδεται καὶ ὑμνεῖται, ἢ πολλοῖς ποιηταῖς ᾄδεται, ἤγουν ὑπὸ πολλῶν ποιητῶν ὑμνεῖται ἔν τε τοῖς ἀγῶσι καὶ ἐν τοῖς πολέμοις ἀρίστους καὶ ἐξόχους ἐκθρεψαμένη ἥρωας. Οὐ μόνον δὲ τοιούτους ἥρωας ἔθρεψεν, ἀλλὰ διαπρεπής ἐστι καὶ τὰ ἐν ἀνδράσι, τουτέστι καὶ ἄνδρας ἀρίστους ἔθρεψεν ἐν πᾶσι διαπρέποντας.

`P 8.37`

Θοαῖς Σφοδραῖς.

`P 8.40`

Εἰμὶ δʼ ἄσχολος Οὐκ ἔστι μοι, φησί, καιρὸς μακρηγορεῖν καὶ τὰ ἐγκώμια τῶν Αἰγινητῶν καὶ τῶν Αἰακιδῶν δοῦναι τῇ λύρᾳ καὶ τῷ ἡδεῖ φθέγματι, τουτέστιν ᾄδειν αὐτὰ διὰ τῆς ᾠδῆς τῆς λύρας, μὴ προσκορὴς δόξω.

`P 8.42-3`

Λύρᾳ τε καὶ φθέγματι Τῇ κρούσει τῆς λύρας καὶ τῇ ᾠδῇ, ἤγουν λυρῳδίᾳ. —Κόρος ἐλθὼν Ἀηδία ἐπελθοῦσα.

`P 8.44-5`

Κνίσῃ Λυπήσῃ. —Τὸ δʼ ἐν ποσί μοι ἴτω τρέχον Τὸ δὲ σὸν χρέος, ὦ παῖ, τὸ ἐν ποσί μοι, ἤγουν τὸ προκείμενον, ἴτω καὶ ἐλθέτω τρέχον πτηνὸν καὶ ταχὺ νεώτατον τῶν καλῶν ἐν τῇ ἐμῇ μηχανῇ καὶ οἰκονομίᾳ καὶ τέχνῃ· τουτέστιν ὃν προεθέμην εἰς σὲ ποιῆσαι ὕμνον, καὶ ταχὺς γενέσθω καὶ νέον καλὸν ἐν τῇ ἐμῇ τέχνῃ. Ὀφείλων δὲ εἰπεῖν καὶ ταχέως γενήσεται ὁ σὸς ὕμνος καὶ ἄριστος ἐπὶ τῆς ἐμῆς τέχνης, ὁ δὲ οὕτως ἐσχημάτισε τὸν λόγον ὡσανεὶ εὐχόμενος. —τὸ δʼ ἐν ποσί μοι Ἤγουν διὰ σπουδῆς ἔστω μοι τὴν περὶ τῆς Αἰγίνης παραλιπόντι διὰ τὴν μακρολογίαν. —Τεὸν χρέος Ἤγουν ὁ ὕμνος.

`P 8.49-50`

Ὀλυμπίᾳ τε Θεόγνητον Τὸν ἐν Ὀλυμπίᾳ νικήσαντα.

`P 8.52`

Ἰσθμοῖ Τὸν ἐν Ἰσθμῷ. —Θρασύγυιον Ἣν διὰ τὴν τῶν μελῶν θρασύτητά τε καὶ ῥώμην ἔσχεν· ἔδει μὲν θρασυγυίου εἰπεῖν πρὸς τὸ Κλειτομάχου, τουτέστι ῥωμαλέου καὶ ἰσχυροῦ, ὁ δὲ πρὸς τὸ νίκην εἶπεν αὐτό.

`P 8.58`

Αἰχμᾷ Τῷ πολέμῳ.

`P 8.64-5`

Θεάομαι σαφὲς Θεάομαι καὶ βλέπω πρᾶγμα σαφές, τὸν Ἀλκμαίωνα πρῶτον διεξάγοντα καὶ ἰθύνοντα ἐπὶ τῆς αἰθᾶς καὶ λαμπρᾶς ἀσπίδος — ἀπὸ τοῦ αἴθω τὸ λάμπω — ποικίλον δράκοντα ἐν τῇ πόλει τοῦ Κάδμου. Ἀπὸ μέρους δὲ τοῦτο λέγει. Οὗτος δὲ ὁ Ἀλκμαίων, ὃν οὗτος Ἀλκμᾶνα λέγει, υἱὸς ἦν Ἀμφιάρεω· εἶχε δὲ ἐπίσημον ἐν τῇ ἀσπίδι δράκοντα, ἢ ὡς ἐπιτήδειον, φασίν, ὂν τὸ ζῶον πρὸς οἰωνίσματα — μάντις γὰρ ἦν Ἀμφιάρεως —, ἢ καθὸ ἦν ἀπὸ Μελάμποδος, οὗ ἱστοροῦσι δύο δράκοντας διαλεῖξαι τὰς ἀκοὰς καὶ διατρῆσαι· διὸ καὶ ἐδόκει αἰσθάνεσθαι τῆς τῶν ἄλλων ζώων φωνῆς. —Αἰθᾶς Λαμπρᾶς.

`P 8.74-75`

Στρατοῦ θανόντος ὀστέα λέξας υἱοῦ Οἱ λέγοντες τοῦ στρατοῦ τῶν Θηβαίων θανόντος, οὐ καλῶς λέγουσιν. ἀλλʼ, ὡς ἐμοὶ δοκεῖ, οὕτω χρὴ λέγειν: Μόνος δὲ ὁ Ἄδραστος ἐκ τοῦ στρατοῦ τῶν Δαναῶν ἀφίξεται καὶ ὑποστρέψει εἰς τὰς ἀγυιὰς τὰς εὐρυχώρους τοῦ Ἄβαντος τοῦ πάππου αὑτοῦ, ἤτοι εἰς τὸ Ἄργος, σὺν λαῷ ἀβλαβεῖ, συλλέξας τὰ ὀστᾶ τοῦ υἱοῦ αὑτοῦ θανόντος τύχῃ θεῶν, ἤγουν οἰκονομίᾳ· τοιαύτην γὰρ τὴν τύχην αὐτῷ ᾠκονόμησαν. Ἄβας δὲ πατὴρ ἦν Ταλαοῦ τοῦ πατρὸς Ἀδράστου. Τύχῃ δὲ λέγει θεῶν, ἐπεὶ ἐκ θεῶν ἐδόθη τοῖς ἀνθρώποις ἡ τύχη.

`P 8.82`

Γείτων ὅτι μοι Πρῶτον περὶ τοῦ Ἀλκμᾶνος λέγων, ὅτι στέφω αὐτὸν καὶ ῥαίνω ἐν ὕμνῳ, εἶτα διὰ μέσου θείς, ὅτι γείτων αὐτοῦ ἐστιν Ἀμφιάραος καὶ τῶν κτημάτων αὐτοῦ φύλαξ, περὶ τοῦ Ἀλκμᾶνος πάλιν φησί, καὶ ὅτι ὑπήντησεν αὐτῷ ἐρχομένῳ εἰς τὴν Πυθῶνα, τῷ Πινδάρῳ φημί, καὶ ὅτι ἐμαντεύσατο καὶ αὐτὸς ταῖς συγγενικαῖς καὶ προγονικαῖς τέχναις, εἰ χρὴ πορευθῆναι εἰς τὸν ἀγῶνα τοῦτον καὶ νικῆσαι· μάντις γὰρ ἦν ἐκ προγόνων· ἢ ὅτι εἰς Πυθῶνα καὶ αὐτὸς ἀφίκετο μαντευσόμενος καὶ ἐνέτυχον ἀλλήλοις. Ὅτι δὲ τοῦτο οὕτω χρὴ λέγειν, δῆλον· οὐ γὰρ ὁ νικητὴς ἐν Θήβαις ᾤκει, ἵνʼ εἴη γείτων Πινδάρου, ἀλλʼ ἐν Αἰγίνῃ· οὐδʼ αὖ ὁ Ἀμφιάραος ὑπήντησεν αὐτῷ· πάλαι γὰρ ἐτεθνήκει.

`P 8.88`

Τὺ δʼ ἑκατηβόλε Σύ, φησίν, ὦ Ἄπολλον, ἔδωκας αὐτῷ τῷ νικητῇ τὸ μέγιστον τῶν χαρμάτων, ἤτοι τὴν μεγίστην χαράν, τὸ νικῆσαι δηλονότι μεγάλην νίκην αὐτόθι ἐν τῇ Πυθίᾳ· πρόσθεν δὲ καὶ πρότερον ἔδωκας αὐτῷ δόσιν ἁρπαλέαν καὶ πάρεργον πεντάθλου οἴκοι, ἤγουν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν Αἰγίνῃ· τουτέστιν ἔδωκας νικῆσαι αὐτὸν πένταθλον ἐν Αἰγίνῃ καὶ ἐπήγαγες καὶ ἐπέφερες αὐτῷ ταύτην σὺν τῇ σῇ ἑορτῇ τῶν Δελφινίων· ἑώρταζον γὰρ ταῦτα οἱ ἐν Αἰγίνῃ καὶ ἀγῶνάς τινας ἐπετέλουν.

`P 8.89-90`

Διανέμων Διέπων καὶ κυβερνῶν.

`P 8.99`

Κώμῳ μὲν ἁδυμελεῖ Τοῦτο ὡς ἀπὸ τοῦ χοροῦ δύναται λέγεσθαι καὶ ὡς ἀπὸ τοῦ ποιητοῦ· ἀπὸ μὲν τοῦ χοροῦ οὕτω: Τῷ μὲν κώμῳ, ἤγουν τῷ χορῷ ἡμῶν, δικαιοσύνη παρέστηκε, τουτέστιν οὐ ψευδόμεθα οἷς λέγομεν περὶ Ἀριστομένους· ἀπὸ δὲ τοῦ ποιητοῦ οὕτω: Δικαίως ὁ Ἀριστομένης κωμάζεται καὶ ὑμνεῖται· ἀγαθὸς γάρ ἐστι· τὴν δὲ τῶν θεῶν μετὰ ταῦτα ἤτοι εἰς τὸ ἑξῆς ἐπιστροφὴν καὶ ἐπιτήρησιν αἰτῶ ἄφθιτον καὶ διηνεκῆ εἶναι ταῖς ὑμετέραις τύχαις, ὦ Ξέναρκες. Οὗτος δὲ πατὴρ ἦν τοῦ Ἀριστομένους.

`P 8.107`

Τὰ δʼ οὐκ ἐπʼ ἀνδράσι κεῖται Οὐκ ἔστιν ἐν τῇ ἐξουσίᾳ αὐτῶν.

`P 8.109`

Ἄλλοτε δʼ ἄλλον. —Ὕπερθε βάλλων Ἤγουν ὑψῶν.

`P 8.110-11`

Ὑπὸ χειρῶν μέτρῳ καταβαίνει Ἐγὼ τὸ ὑπὸ μέτρῳ χειρῶν εἰρῆσθαί φημι, ἐπεὶ οἱ μὲν δεσπόται ἀμέτρως ἀπολαύουσι τῶν πραγμάτων αὑτῶν καὶ καταχρῶνται ὡς βούλονται, οἱ δέ γε δοῦλοι καὶ αὐτὴν τὴν τροφὴν μέτρῳ παρʼ ἐκείνων κομίζονται· τὸ ὑπὸ μέτρῳ δὲ ἀττικόν ἐστιν. Οὕτω καὶ Εὐριπίδης φησὶν

  
Οὐ τῶν θανόντων Πριαμιδῶν ὑπʼ Ἰλίῳ.  
Τοιοῦτόν ἐστι καὶ τό: «ὑπὸ τῷ μεγάλῳ πατρὶ σπαργανοῦται».

`P 8.112`

Μεγάροις δʼ ἔχεις γέρας Ἤτοι ἔλαβες βραβεῖον καὶ τιμὴν ἐν Μεγάροις, ἤγουν νενίκηκας τὰ ἐν Μεγάροις τελούμενα Διόκλεια, ἢ καὶ τὰ Πύθια, καὶ ἐν μυχῷ Μαραθῶνος, περιφραστικῶς ἀντὶ τοῦ ἐν Μαραθῶνι, ἀπὸ κοινοῦ, ἔχεις γέρας, τουτέστιν ἐστέφθης νικήσας τὰ Ἡράκλεια. Ἦν δὲ ἀργυρὶς τοῦ ἐν Μαραθῶνι ἀγῶνος τὸ ἔπαθλον, ἤγουν ἀργυρᾶ φιάλη. Καὶ ὁ αὐτὸς ἐν Ὀλυμπιονίκαις

  
Οἷον ἐν Μαραθῶνι συ-  
  
λαθεὶς ἀγενείων  
  
Μένεν ἀγῶνα πρεσβυτέρων  
  
Ἀμφʼ ἀργυρίδεσσιν·  

`P 8.113-14`

Ἥρας τʼ ἀγῶνʼ ἐπιχώριον Ἀγῶνα καλεῖ ἐπιχώριον τῆς Ἥρας, ὡς ἐμοὶ δοκεῖ, τὸν ἐν Ἄργει· ἐκεῖ γὰρ ἐτελεῖτο ἀγὼν τῶν Ἡραίων· ἐπιχώριον δὲ αὐτὸν λέγει διὰ τὸ καλεῖσθαι τὴν Ἥραν Ἀργείαν.

`P 8.119-20`

Τοῖς οὔτε νόστος ὁμῶς ἔπαλπνος Τούτοις, φησί, τοῖς ἡττηθεῖσιν οὔτε ἡ ἐν τῇ οἰκίᾳ αὐτῶν ὑποστροφὴ διεκρίθη καὶ ἐγένετο ἐν τῇ Πυθιάδι, ἤγουν ἐν τῷ ἀγῶνι τῷ ἐν αὐτῇ, ἔπαλπνος καὶ ἡδεῖα καὶ προσηνής, οὐδὲ ἐλθόντων αὐτῶν εἰς τὴν πατρίδα καὶ τοὺς γονεῖς γέλως γλυκὺς ἐνέβαλε χάριν τὴν ἐκ τῆς νίκης, ἀλλὰ λύπη καὶ συμφορὰ γέγονεν αὐτοῖς διὰ τὴν ἧτταν. Πτώσσοντι δὲ καὶ φοβοῦνται κατὰ τὰς ὁδοὺς ἀπήωροι καὶ κεχωρισμένοι τῶν ἐχθρῶν, τουτέστιν αἰδούμενοι τοὺς ἐχθροὺς ἐκτρέπονται τὰς ὁδούς, δακνόμενοι τῇ συμφορᾷ, ἤγουν τῇ ἥττῃ, ἵνα μὴ ὁρῶντες αὐτοὺς ἐκεῖνοι χαίρωσι· ταῖς γὰρ τῶν ἐχθρῶν συμφοραῖς εἰώθασιν οἱ ἐχθροὶ χαίρειν.

`P 8.126`

Ὁ δὲ καλόν τι νέον λαχών Ὁ λαχών, φησί, καὶ κληρωσάμενος καὶ εὑρὼν καλόν τι νέον, ἤγουν νίκην νέαν, πέταται καὶ ὑψοῦται ἐπὶ ἁβρότητος μεγάλης ἐξ ἐλπίδος· τουτέστιν ἐλπίζει καὶ προσδοκᾷ ἐπιβήσεσθαι ἐπὶ μεγάλης εὐδαιμονίας, ἤγουν ἐλπίζει καὶ ἑτέρου τινὸς μείζονος τυχεῖν ἀγαθοῦ ἐν τῇ ταχείᾳ αὑτοῦ ἀνδρείᾳ, ἤγουν διὰ τῆς ἀνδρείας αὑτοῦ, ἔχων καὶ τέρψιν καὶ εὐφροσύνην κρείττονα πλούτου· πλέον γὰρ οὗτος εὐφραίνεται τῶν βαθεῖ πλούτῳ κομώντων· ὁ γὰρ ἐκ τῶν ἀγώνων τούτων στέφανος μυρίων ἐδόκει τιμιώτερος χρυσίων. Τέρψιν δὲ πλούτοιο γράφε, ἵνʼ οἰκεῖον ᾖ τῷ μέτρῳ· εἰ γὰρ ἄλλως γράψεις, οὐκ οἰκείως ἔσῃ γεγραφώς.

`P 8.138`

Ἔπεστι.

`P 8.140-41`

Αἴγινα, φίλα μᾶτερ Πρὸς τὴν ἡρωΐδα Αἴγιναν τὸν λόγον μετέστρεψεν, ἀφʼ ἧς καὶ ἡ νῆσος ὀνομάζεται, λέγων· Ὦ προσφιλεστάτη μῆτερ Αἴγινα, τὴν ὁμώνυμόν σοι πόλιν φύλαττε καὶ περίεπε σὺν ἐλευθέρᾳ πορείᾳ, ἤγουν σὺν ἐλευθερίᾳ· φύλαττε δὲ σὺν τῷ Διῒ τῷ βασιλεύοντι πάντων καὶ τῷ Αἰακῷ καὶ τοῖς ἐξ αὐτοῦ ἥρωσιν· ἐνταῦθα γὰρ κατῴκει Αἰακός. Ὅτι δὲ ὑπερβατῶς εἴρηκε τὴν σύν, ἤγουν σὺν τῷ Διΐ, διὰ τοῦτο τέθεικε τὸ Χ.

`P 8.143`

Κρέοντι Συνίζησις.

`P 8.144-5`

Πηλεῖ τε κἀρίστῳ Τελαμῶνι Οὐκ ἀγαθόν, ὡς εἰπεῖν, Πηλεῖ τε καὶ ἀγαθῷ Τελαμῶνι γράφειν, ἀλὰ Πηλεῖ κἀρίστῳ δὴ Τελαμῶνι· οὕτω γὰρ ἔχει τὸ κῶλον οἰκείως πρὸς τὰ πρὸς αὐτοῦ.

ΠΥΘΙΩΝ ΕΙΔΟΣ Θʹ.

`P 9.33-4`

Οὔθʼ ἱστῶν παλιμβάμους Παλιμβάμους δὲ λέγει τὰς ὁδοὺς τῶν ἱστῶν, ὅτι αἱ πρῶτον τὸν ἱστὸν συνιστῶσαι ὑφάντριαι βαίνουσαί τε καὶ ἐρχόμεναι ἔμπροσθεν καὶ πάλιν εἰς τοὐπίσω ἀνακάμπτουσαι τοῦτο συνιστῶσιν· ἀπὸ μέρους δὲ τὴν ὅλην ὑφαντικὴν ἐδήλωσε. Καὶ Ὅμηρος

  
Ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν.  

`P 9.42`

Τὸν δὲ σύγκοιτον γλυκὺν Τοῦτο βούλεται εἰπεῖν, ὡς ἐπειδὴ πολὺν εἶχεν ἔρωτα τοῦ θηρᾶν, παῦρον καὶ ὀλίγον ἀναλίσκουσα ἦν τὸν σύγκοιτον καὶ ὁμόκοιτον αὐτῇ γλυκὺν ὕπνον, ῥέποντα καὶ ἐπερχόμενον ἐπὶ τοῖς βλεφάροις πρὸς ἠώ, τουτέστι πρὸς ὄρθρον· ἤγουν τὸν ἑωθινὸν γλυκὺν ὕπνον ὀλίγον ὕπνωττεν, ὡς καὶ πρὶν διαλάμψαι τὴν ἡμέραν εὐθὺς πρὸς τὴν θήραν ἐξέρχεσθαι· τοσοῦτον αὐτῆς ὁ τῆς θήρας κατεκράτησεν ἔρως, ὡς καὶ τὸν γλυκὺν ὕπνον ὀλίγον προσίεσθαι.

`P 9.45`

Κίχε νιν Κατέλαβε, φησί, ποτε ὁ εὐρυφαρέτρας Ἀπόλλων ὁ ἑκάεργος αὐτὴν τὴν Κυρήνην παλαίουσαν καὶ μαχομένην λέοντι ὀμβρίμῳ καὶ ἰσχυρῷ ἄνευ ἐγχέων, ἤγουν δόρατος καὶ ξιφῶν, καὶ Θαυμάσας ἐκάλει καὶ τὸν Χείρωνα Κένταυρον ἐξελθεῖν καὶ θαυμάσαι.

`P 9.53`

Ἀταρβεῖ Ἀταράχῳ.

`P 9.54`

Κεφαλᾷ Διανοίᾳ.

`P 9.55-6`

Μόχθου καθύπερθε νεᾶνις ἦτορ ἔχοισα Τουτέστιν ὑπερφρονοῦσα τοῦ ἀγωνίσματος.

`P 9.58`

Τίς νιν ἀνθρώπων τέκεν; Οὐχ ὡς ἀγνοῶν ὁ Ἀπόλλων ταῦτά φησιν, ἀλλὰ θαυμάζων αὐτήν.

`P 9.61-2`

Ὁσία, κλυτὰν χέρα Ὅσια δὲ τὰν χέρα γράφε· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον οἰκείως· τὸ δὲ κλειτὰν οὐ καλόν.

`P 9.64`

Κεῖρεν Τὸ κεῖραι μεταφορικῶς εἴρηκεν.

`P 9.68-9`

Κρυπταὶ κλαΐδες

`P 9.73-4`

Αἰδέοντʼ ἀμφαδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς Αἰδοῦνται, φησίν, ἀμφότεροι φανερᾶς τυχεῖν τῆς εὐνῆς τῆς ἡδείας πρῶτον· τουτέστι τὸ τυχεῖν τῆς εὐνῆς πρῶτον φανερῶς αἰδοῦνται καὶ διὰ τοῦτο κρύπτουσι τὰ περὶ τούτου, ἵνα μὴ φανερὸν ἐκ πρώτης ἐπιχειρήσεως τὸ πρᾶγμα γένηται· εἰ γὰρ καὶ μετὰ ταῦτα φανεροῦται, ἀλλʼ ἐν ἀρχῇ τοῦτο κρύπτειν σπουδάζουσι.

`P 9.77-8`

Κούρας δʼ ὁπόθεν γενεὰ

`P 9.79-80`

Ὦ ἄνα. —Ὃς Ὅτις χρὴ γράφειν, ἵνʼ οἰκεῖον ᾖ τῷ μέτρῳ. Τὸ σημεῖον δέ, οἶμαι, Χ τέθειται, ἐπεὶ τὸ τέλος μόνον πάντων εἶπεν αὐτὸν εἰδέναι καὶ οὐχὶ τὴν ἀρχήν· πλὴν ἀπὸ τούτου κἀκεῖνο νοεῖν ἔδωκε· ὁ γὰρ τὸ τέλος τινὸς εἰδὼς εὔδηλον ὅτι καὶ τὴν ἀρχὴν ἐπίσταται. —Τέλος Τὴν ἔκβασιν τὴν κυρίαν καὶ βεβαίαν.

`P 9.86-8`

Χʼ ὥτι πόθεν ἔσσεται. —Εὖ καθορᾷς Σὺ πάντα, φησίν, ἐπίστασαι καὶ ὡς θεὸς προγινώσκεις τὸ μέλλον καὶ ὅπως ἄρα ἔσεται· εἰ δὲ χρὴ κἀμὲ ἀντιφερίζειν, ἤγουν ἐξισοῦσθαί σοι καὶ προλέγειν τὰ μέλλοντα, ἐρῶ· ἢ τὸ ἀντιφερίζειν ἀντὶ τοῦ ἐναντίον σοῦ, ἤγουν ἐνώπιόν σου φέρεσθαι καὶ κατατολμᾶν λέγειν τι.

`P 9.89`

Ταύτᾳ πόσις ἵκεο βᾶσσαν Ταύτῃ, φησίν, ἀφίκου πόσις εἰς τήνδε τὴν βῆσσαν, ἤγουν τὸ ὄρος· ἢ ἵκεο καὶ ἐλθέ, καὶ μέλλεις ἐνεγκεῖν καὶ κομίσαι αὐτὴν διὰ τοῦ πόντου· τοῦτο γὰρ δηλοῖ τὸ ὑπὲρ πόντου πρὸς τὸν ἔξοχον κῆπον τοῦ Διός, ἤγουν τὴν Λιβύην· λέγει δὲ τὴν καὶ τὰ λοιπά.

`P 9.92`

Ἔνθα νιν ἀρχέπολιν Ἀποικία ἐστὶν ἡ Κυρήνη νησιωτῶν τινων Θηραίων τῶν ἐκ Λακεδαίμονος μετοικησάντων. Θήρας γὰρ ἐκεῖνος ὁ στείλας εἰς αὐτὴν ἀποικίαν Λάκων ἀνέκαθεν ἦν. Ἡ περὶ τούτων δὲ ἱστορία εἴρηται ἔνθα τὴν περὶ Ἰάσονος διηγεῖται καὶ Μηδείας.

`P 9.99`

Ἵνα οἱ χθονὸς αἶσαν

`P 9.104`

Τόθι παῖδα τέξεται

`P 9.113`

Ἀνδράσι χάρμα φίλοις

`P 9.119`

Ὠκεῖα δʼ ἐπειγομένων

`P 9.128`

Εὐθαλεῖ συνέμιξε τύχᾳ Ἀνθηρᾷ ἥνωσεν εὐτυχίᾳ.

`P 9.129`

Ἀνέφανε Ἤγουν ἀνακηρυχθῆναι ἐποίησεν.

`P 9.130`

Εὔφρων Μετʼ εὐφροσύνης καὶ χαρᾶς.

`P 9.132`

Δόξαν ἱμερτὰν Ἱμερτὴν δόξαν τὴν ἐκ τῆς νίκης λέγει τιμήν· πάντες γὰρ ἐπεθύμουν νικηταὶ ἐν τοῖς ἀγῶσι τούτοις γενέσθαι καὶ στεφανωθῆναι· τὸν γὰρ ἐκ σελίνων ἢ ἐλαιῶν στέφανον μυρίων χρυσίων καὶ λίθων τιμιώτερον ἦγον, καὶ σπουδὴ πᾶσιν ἦν γυμνάζεσθαι ὥστʼ ἀρίστους γεγονότας μὴ διαμαρτεῖν τῆς νίκης καὶ τῶν ἐπὶ ταύτῃ λαμπρῶν στεφάνων.

`P 9.134`

Βαιὰ δʼ ἐν μακροῖσι Τουτέστι τὰ μικρὰ μεγάλα ποιεῖν ἀκοὴν ἔχουσιν οἱ ποιηταί· σοφοὺς γὰρ ἐνταῦθα τοὺς ποιητάς φησι καὶ τοὺς ἐν τῷ λέγειν δεινούς. Λύει δὲ τὴν αἰτίαν τοῖς ἐπιφερομένοις καί φησιν ὅτι τῇ εὐκαιρίᾳ ἑπόμενοι πολλάκις μακρηγοροῦσι καὶ οὐ τῇ ποιητικῇ αὑτῶν ἀδείᾳ τὰ βαιὰ μεγαλύνουσιν.

Ἀλεξάνδρου Φορτίου.

`P 9.137`

Ἔγνων ποτὲ καὶ Ἰόλαον Τὴν ἐν Δελφοῖς τοῦ Τελεσικράτους νίκην ἐγκωμιάσας καὶ μέλλων καὶ τὰς ἄλλας αὐτοῦ νικηφορίας εἰς ἀνάμνησιν ἄγειν κἀν τούτῳ ἐμβραδύναντι, προὐθεράπευσε τὰ ῥηθησόμενα τῷ· ἀρεταὶ δʼ ἀεὶ μεγάλαι πολύμυθοι. Ταῦτα δὲ μέχρι τοῦ· παντὸς ἔχει κορυφὰν διὰ μέσου κεῖται· εἶτα ὁ κατάλογος ἕπεται τῶν ἀγώνων, ὧν Τελεσικράτης νενίκηκε. Φησὶ γοῦν, αἱ ἑπτάπυλοι Θῆβαι, τουτέστιν οἱ Θηβαῖοι, εἶδον τὸν Ἰόλαον οὐκ ἀτιμάσαντα καὶ ἄτιμον ἀποδείξαντα καὶ ἐφύβριστον τὸν Τελεσικράτην, ἀλλὰ μάλιστα τοῦτον τετίμηκε νικήσαντα τὸν αὐτῷ ἀνακείμενον, τῷ Ἰολάῳ, ἀγῶνα, τὰ Ἰόλαια καλούμενα, ἃ καὶ Ἡράκλεια λέγεται. Ταῦτα δὲ ἐτελεῖτο παρὰ τῷ κοινῷ σήματι Ἀμφιτρύωνος. Οἱ δὲ τὸ νὶν ἀναφορικὸν εἶναι τοῦ καιρὸς οἰόμενοι καὶ λέγοντες, αἱ Θῆβαι ἔγνων τὸν Ἰόλαον οὐκ ἀτιμάσαντά νιν καὶ αὐτόν, τὸν καιρόν, ἑτέραν βαίνουσι τῇ τοῦ Πινδάρου διανοίᾳ κατὰ τοῦτο. Οἱ δʼ ἐντυγχάνοντες τῶν κρειττόνων ἔχεσθε κατὰ δύναμιν.

`P 9.141`

Ἔπραθεν Ἐκ τοῦ πρήθω τὸ καίω τὸ ἔπραθον γίνεται· ἐπακολουθεῖ γὰρ τοῖς φονευθεῖσι καὶ τῷ θανάτῳ προσομιλήσασι τὸ καυθῆναι κατὰ τὸ σύνηθες. —Ἔπραθεν Ἐπόρθησε καὶ ἔκοψεν. —Ἀκμᾷ Τῇ κόψει.

`P 9.143`

Ἀμφιτρύωνος Ἀμφιτρύωνα προσκαλεσάμενος ὁ Ἠλεκτρύων εἰς βοήθειαν, ὅτε ὁ πρὸς Ταφίους ἦν αὐτῷ πόλεμος, τὴν αὑτοῦ θυγατέρα Ἀλκμήνην τούτῳ κατεγγυᾶται. Ὁ δὲ κατά τινα τύχην ἄκων αὐτὸν ἀπέκτεινε καὶ τὰς Μυκήνας ἀφεὶς εἰς Θήβας φυγὼν μετῴκησεν.

`P 9.151`

Κωφὸς ἀνήρ τις Κωφὸς εἶπεν, ἐπειδὴ ὁ μὴ ἀκηκοὼς περὶ τῶν προσόντων τινὶ καλῶν, οὐδὲ εἰπεῖν τι περὶ τούτου δύναται καὶ ἐπαινέσαι αὐτόν. Ἐπιμέμναται δὲ γράφε, μὴ ἀεὶ μέμναται· οὕτω γὰρ ἔχει τὸ κῶλον ὀρθῶς, οὐκ ἐκείνως.

`P 9.156`

Τοῖσι τέλειον

`P 9.158`

Χαρίτων κελαδεννᾶν Εὔχεται ὁ ποιητὴς καὶ μετὰ χάριτός τινος γράφειν, ἤτοι χάριν τινὰ καὶ ἡδονὴν ἔχειν τὰ αὑτοῦ ποιήματα, ὡς πᾶσιν εἶναι ἐπέραστα καὶ πᾶσι γενέσθαι φανερά, ὥστε μὴ διαφθαρέντα λήθῃ παραδοθῆναι. Διὰ τοῦτο γὰρ καὶ τὸ κελαδεννὸν ἐπίθετον ἐπέθηκε ταῖς Χάρισιν, ὥστε ἐξηχηθῆναι παρʼ αὐτῶν ταῦτα ἐν ἅπασι καὶ μὴ σιγῇ καλυφθῆναι, καὶ τὸ καθαρὸν εἴληπται αὐτῷ φέγγος, ὥστε δῆλα γενέσθαι καὶ μὴ ἀφανείᾳ τινὶ καλυφθῆναι καὶ σκότῳ.

`P 9.160`

Αἰγίνᾳ τε γὰρ Ἐν Αἰγίνῃ ἀγὼν ἐτελεῖτο τὰ Αἰάκεια.

`P 9.161`

Νίσσου τʼ ἐν λόφῳ Ἤγουν ἐν Μεγάροις, ἔνθα ἤγετο τὰ Διόκλεια.

`P 9.162`

Εὐκλεΐξαι Ἤγουν ἀνακηῤῥήξαι.

`P 9.163`

Σιγαλὸν Κατηφῆ.

`P 9.164`

Οὕνεκεν εἰ φίλος ἀστῶν Τὸ οὕνεκεν εἰ φίλος διὰ τοῦτο, φησίν, εἴ τις τῶν ἀστῶν καὶ τῶν πολιτῶν ὑπάρχει φίλος αὐτῷ, εἴ τις ἀντάεις καὶ ἐναντίος, ἤτοι ἐχθρός, μὴ κρυπτέτω καὶ καλυπτέτω ἐν σιωπῇ, ἀλλʼ ἐπαινείτω καὶ κηρυττέτω αὐτόν, μὴ βλάπτων καὶ ἀθετῶν καὶ ἀτιμάζων τὸν λόγον τοῦ ἁλίου γέροντος, ἤτοι τοῦ Νηρέως, τοῦ θαλασσίου θεοῦ· ἐκεῖνος γὰρ ἔννεπε καὶ ἔλεγεν αἰνεῖν καὶ ἐπαινεῖν οὐ μόνον τὸν φίλον δηλονότι, ἀλλὰ καὶ τὸν ἐχθρὸν καλὰ ῥέζοντα καὶ πράττοντα· ἐπαινεῖν δʼ οὐχ ἁπλῶς, ἤτοι ῥᾳθύμως καὶ ἀφελῶς, ἀλλὰ σὺν παντὶ θυμῷ καὶ προθυμίᾳ πάσῃ καὶ δίκῃ, ἤτοι δικαιοσύνῃ· δίκαιον γάρ ἐστι πάντα τὸν καλόν τι πράττοντα ἐπαινεῖν, κἂν ἐχθρὸς εἴη.

`P 9.172`

Πλεῖστα νικήσαντα Καὶ σέ, φησίν, ὦ Τελεσίκρατες, εἶδον νικήσαντα πλεῖστα, ἤγουν πολλάκις, ἐν ταῖς ὡρίαις τελεταῖς τῆς Παλλάδος, ἤτοι ἐν ταῖς κατὰ καιρὸν ὡρισμένον γενομέναις ἑορταῖς αὐτῆς, ἤτοι εἰς τὰ Παναθήναια· καὶ ὡς καὶ ὅτι ηὔχοντο αἱ παρθενικαί, ἤγουν αἱ παρθένοι, ἄφωνοι, τουτέστιν ἄνευ φωνῆς, ἤγουν καθʼ ἑαυτάς· οὐ γὰρ ἐξηκούετο αὐτῶν ἡ φωνή· ἑκάστη, λέγω, ηὔχετο ἔμμεν καὶ εἶναί σε πόσιν καὶ ἄνδρα αὑτῆς, ἢ υἱόν· οὐ μόνον ἐν τοῖς Παναθηναίοις ὁρῶσαί σε αἱ γυναῖκες νικῶντα ταῦτα ηὔχοντο, ἀλλὰ καὶ ἐν Ὀλυμπίοις καὶ ἐν τοῖς ἄλλοις ἀγῶσι τῆς βαθυκόλπου καὶ πλατείας γῆς καὶ ἐν πᾶσιν ἁπλῶς τοῖς ἐν ἑκάστῃ πόλει ἐπιχωρίοις ἀγῶσιν. Εἰπὼν δὲ ἢ υἱόν, ἔδωκε νοεῖν ὡς οὐ μόνον αἱ παρθένοι ηὔχοντο εἶναι αὑτῶν ἄνδρα τὸν Τελεσικράτην, ἀλλὰ καὶ αἱ λοιπαὶ γυναῖκες, αἱ ἄνδρας ἔχουσαι, ηὔχοντο τοῦτον υἱὸν αὑτῶν· οὐ γὰρ αἱ παρθένοι ηὔχοντο εἶναι αὑταῖς υἱόν, μήπω πεῖραν ἐσχηκυῖαι ἀνδρῶν.

Ἀλεξάνδρου Φορτίου.

`P 9.177-8`

Καὶ βαθυκόλπου γᾶς Τοῦτο οὐχ, ὥς τινες οἴονται, καθολικῶς εἴρηται τῷ Πινδάρῳ, ὡς ἁπλῶς τοὺς κατὰ πόλεις ἀγῶνας νενικηκότα τὸν Τελεσικράτην· τοῦτο γὰρ καὶ πάνυ ἀδύνατον· ἀλλὰ δηλῶσαι θέλων τὰ Δημήτρια, ἃ καὶ Ἐλευσίνια λέγεται, εἶπε· καὶ βαθυκόλπου γᾶς ἀέθλοις. Καὶ γῆν μὲν αὐτὴν τὴν σωματοειδῆ θεὸν ἐνταῦθα νοεῖ, τὸ δὲ ἐπίθετον ἐπήγαγεν, ἀφορῶν πρὸς αὐτὸ τῆς γῆς τὸ εὖρος τῆς τε οἰκουμένης καὶ ἀοικήτου. Φησὶ γοῦν, αἱ παρθένοι πολλάκις εἶδόν σε νικήσαντα καὶ ἐν τοῖς Παναθηναίοις καὶ ἐν τοῖς Ὀλυμπίοις — ἀγὼν γὰρ καὶ οὗτος Ἀθηναίων ἐπιχώριος — καὶ ἐν τοῖς ἀέθλοις τῆς Γῆς, ἤγουν τῆς Δήμητρος, καὶ ἐν πᾶσι τοῖς ἐπιχωρίοις ἀγῶσι τῶν Ἀθηναίων, ἤγουν Ἡρακλείοις καὶ Πανελληνίοις· τοῦτο γὰρ δηλοῖ τό· ἔν τε πᾶσιν ἐπιχωρίοις, τοὺς τῶν Ἀθηναίων μόνον νοῶν τοῦτο ἔφη. Οἱ δὲ λέγοντες· ἐν πᾶσιν ἐπιχωρίοις ἀέθλοις ἀντὶ τοῦ ἐν πᾶσιν ἁπλῶς τοῖς ἐν ἑκάστῃ πόλει ἐπιχωρίοις ἀγῶσι πόῤῥω τῆς ὀρθῆς ἐννοίας πλανῶνται. —Βαθυκόλπου Εὐρυχώρου. —Βαθυκόλπου Ὅτι ἐν Ἐλευσῖνι Δήμητρός ἐστιν ἀγὼν τὰ Δημήτρια, ἃ καὶ Ἐλευσίνια λέγεται.

`P 9.179-80`

Ἐμὲ δʼ οὖν τις ἀοιδᾶν δίψαν αἰκειόμενον Ἐμέ, φησίν, αἰκειόμενον καὶ θεραπεύοντα τὴν δίψαν τῶν ᾠδῶν, τίς πράσσει καὶ ἀπαιτεῖ ἕτερον χρέος ἐγεῖραι καὶ ἀνυψῶσαι καὶ ἀνακαλέσασθαι πάλιν καὶ τὴν δόξαν τῶν παλαιῶν σῶν προγόνων· τουτέστιν, ἐπεὶ αἱ ᾠδαὶ τρόπον δήτινα ..... ὑμνῆσαί σε τὸν νικητήν, καὶ ἤδη θεραπείαν ἔσχον τῆς δίψης ὑπʼ ἐμοῦ· ἐξείργασθαι γάρ μοι ὁ περὶ σοῦ ὕμνος, ὃς ἀπαιτεῖ με καὶ τῶν σῶν μνησθῆναι προγόνων, καὶ τὴν ἐκείνων δόξαν αὖθις ἀνακαλέσασθαι. Ὤφειλε γοῦν εἰπεῖν· οὐδείς, ἀλλʼ ἐγὼ ἑκὼν τούτων ἐπιμνησθήσομαι· ὁ δὲ τοῦτʼ ἀφείς, εὐθὺς τὰ περὶ ἐκείνων διηγεῖται· καὶ οὕτω μὲν τὸ τὶς ἀορίστως νοεῖται· εἰ δὲ βούλει καὶ ὡρισμένως τοῦτο, εἰπὲ οὕτως· ἐμὲ δὲ ἀκειόμενον καὶ θεραπεύοντα τὴν δίψαν τῶν ᾠδῶν ἀπαιτεῖ τις χρέος ἐγεῖραι πάλιν τὴν δόξαν τῶν σῶν προγόνων· ὡς ἂν εἰ ἔλεγε, τίς τῶν προσηκόντων ἐκείνοις, ἢ χάρις τις, ἣν ἔσχον ἐξ ἐκείνων.

`P 9.103-4`

Λιβύσσας ἀμφὶ γυναικὸς Ἕνεκα τῆς γυναικὸς τῆς Λιβυκῆς.

`P 9.187`

Κάραν

`P 9.188`

Πολλοὶ Ἀντὶ τοῦ πλεῖστοι.

`P 9.190`

Σύγγονοι Ἀντὶ τοῦ ἐντόπιοι.

`P 9.191`

Θαητὸν εἶδος Τὴν ὄψιν, τὴν ἰδέαν, τὴν θέσιν τῶν μελῶν. Σύνταξις· Οἷοι καὶ ὁποῖοι ἔβαν καὶ ἦλθον εἰς τὴν Ἴρασαν πόλιν τοῦ Ἀνταίου περὶ τῆς γυναικὸς τῆς Λιβύσσης μνηστῆρες ἔβησαν εἰς τὴν καλλίκομον κόρην τὴν ἀγακλέα καὶ ἔνδοξον πάνυ, ἥντινα πολλοὶ λίαν ἀριστῆες, ἄνδρες σύγγονοι καὶ συγγενεῖς, ᾔτουν λαβεῖν καὶ πολλοὶ ξένοι, ἐπεὶ θαυμαστὸν εἶχεν εἶδος. Τὸ οἷοι δὲ ὅμοιόν ἐστι τῷ παρʼ Αἰσχύλῳ ἐν Πέρσαις

  
Οἷος Ἀμίστρης ἠδʼ Ἀρταφέρνης.  
εὑρήσεις δὲ τὸν λόγον ἐκεῖ.

`P 9.194`

Πατὴρ δὲ θυγατρὶ φυτεύων Ἄλλως ἀρξάμενος, ἄλλως τὸν λόγον ἐσχημάτισεν. Εἰπὼν γάρ, ὁ πατήρ, ἤγουν ὁ Ἀνταῖος, φυτεύων καὶ κατασκευάζων τῇ θυγατρὶ τὸν γάμον κλεινότερον καὶ ἐνδοξότερον, τὸ καὶ τὸ πεποίηκεν· ὁ δὲ σχηματίσας τὸν λόγον, προτίθησι τὸ παράδειγμα τὸ περὶ τῶν παίδων Δαναοῦ, εἶτα ἐπάγει καὶ ὅτι οὕτω καὶ οὗτος πεποίηκεν ἐπὶ τῇ αὑτοῦ θυγατρί.

`P 9.201`

Ἅπαντα χορὸν Τὸ πλῆθος τῶν θυγατέρων.

`P 9.202`

Ἐν τέρμασιν αὐτίκʼ ἀγῶνος Ἐν τῇ ἄκρᾳ τοῦ δρόμου γραμμῇ.

`P 9.203-4`

Ἀέθλοις ἐκέλευσε διακρῖναι ποδῶν Ἀέθλοις ποδῶν, ἤγουν δρόμῳ.

`P 9.205`

Σχήσοι Λάβοι.

`P 9.206`

Σφιν Ἤγουν τῷ πατρὶ καὶ τῇ κόρῃ.

`P 9.209-10`

Κοσμήσαις Ὁρίσας καὶ τάξας· κόσμος γὰρ καὶ ἡ τάξις, ἢ ἀντὶ τοῦ στολίσας αὐτήν.

`P 9.213`

Ἀμφί οἱ ψαύσειε πέπλοις Ἀντὶ τοῦ περιλάβοι καὶ ἀγκαλίσοιτο αὐτήν.

`P 9.215`

Φύγε Ἔδραμε.

`P 9.219-20`

Πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νίκας Διὰ τὸ ταχὺ τῆς νίκης καὶ ὅτι δρόμου ἦν ἡ νίκη, ἐν ᾧ περὶ ταχυτῆτος ποδῶν ἀγωνίζονται, πολλὰ πτερὰ νίκης καὶ πρότερον αὐτὸν λέγει δέξασθαι, ἤγουν πολλοὺς καὶ ἄλλους ἀγῶνας νικῆσαι. Πτερὰ δὲ νίκης περιφραστικῶς ἡ νίκη, ἐπεὶ οἷον ἐπτερωμένους τοὺς νικητὰς καὶ ἐπηρμένους ποιεῖ.

`P 10.1`

ΠΥΘΙΩΝ ΕΙΔΟΣ Ιʹ.

`P 10.2-3`

Πατρὸς δʼ ἀμφοτέραις Ὁ δὲ ἀντὶ τοῦ γάρ.

`P 10.8`

Ἀλεύα τε παῖδες

`P 10.15`

Ἀνέειπεν Ἀνεκήρυξεν. Σύνταξις: Ἡ Πυθὼ καὶ τὸ Πελιναῖον καὶ τοῦ Ἀλεύα οἱ παῖδες προσκαλοῦνταί με ὑμνῆσαι τὸν νικητήν, θέλοντες ἀγαγεῖν καὶ κομίσαι τῷ Ἱπποκλέᾳ τὴν ἐγκωμιαστικὴν τῶν χορευτῶν φωνήν, ἥτις ἔνδοξον τοῦτο ποιήσει καὶ ἐξάκουστον. Γεύεται γάρ, φησί, τῶν ἀέθλων, τουτέστι νῦν πρῶτον εἰς τὸν ἀγῶνα εἰσῆλθε, καὶ ἐν τῷ στρατῷ τῶν Ἀμφικτυόνων καὶ περιοίκων ὁ Παρνάσσιος μυχός, ἤτοι ἡ Πυθώ, ὕπατον καὶ ἔξοχον αὐτὸν τῶν διαυλοδρόμων παίδων ἀνηγόρευσεν.

`P 10.21-3`

Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις Ἄρεος ὅπλοις θῆκεν Ἡ Ὀλυμπιονίκη, φησί, τουτέστιν ἡ νίκη ἡ ἐν Ὀλυμπίᾳ γενομένη, ἐνέθηκεν αὐτὸν δὶς ἐν τοῖς πολεμαδόκοις ὅπλοις τοῦ Ἄρεως, ἤγουν ὁπλιτοδρόμον ὄντα δὶς ἐν τῷ τοιούτῳ ἀγῶνι ἐποίησε νικῆσαι· καὶ ὁ ἀγὼν ὁ ὑπὸ τὴν βαθυλείμονα πέτραν τῆς Κίῤῥας, ἤγουν ὁ Πυθικὸς ἀγών, ἔθηκεν, ἀπὸ κοινοῦ, τὸν Φρικίαν τὸν πατέρα τοῦ Ἱπποκλέου κρατησίποδα, ἤτοι νικῆσαι τοῖς ποσὶν ἐποίησε. Βούλεται δὲ δεῖξαι αὐτὸν καὶ Ὀλυμπιονίκην· διὸ καὶ ἄνω εἴρηκεν ὡς τοῖς ἴχνεσιν ἐμβέβηκε τοῦ πατρός, ἀπὸ τῶν ἰχνῶν δηλώσας ὡς δρομεὺς ἦν καὶ οὗτος, ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν ἐκεῖνος μὲν ὁπλιτοδρόμος νενίκηκεν, οὗτος δὲ διαυλοδρόμος.

`P 10.29`

Τῶν δʼ ἐν Ἑλλάδι τερπνῶν Ἐμοὶ δοκεῖ, πολλῶν καὶ ἄλλων τερπνῶν ὄντων ἐν τῇ Ἑλλάδι, ταῦτα μόνα λέγειν τὸν ποιητὴν τερπνά, τὴν ἐκ τῶν ἀγώνων νίκην καὶ τὸν ἐπὶ ταύτῃ ὕμνον, ἤ, εἰ βούλει γε, καὶ τὸν στέφανον· πλείστη γὰρ ἦν αὐτοῖς, τοῖς Ἕλλησί φημι, σπουδὴ νικητάς τε γενέσθαι καὶ στέφανον ἐν τῇ κεφαλῇ δέξασθαι καὶ ὕμνον ἀνακηρυχθῆναι.

`P 10.31`

Μὴ φθονεραῖς Ἐπειδὴ πάθος ψυχῆς ὁ φθόνος ἐστὶ καὶ νόσος αἰσχίστη, διὰ τοῦτο λέγει, εἴη ὁ θεὸς ἀπήμων καὶ ἀβλαβὴς κατὰ τὴν ψυχήν, ἤγουν μὴ τοιοῦτον πάθος ὁ θεὸς ἐν ψυχῇ δέξαιτο, ὡς φθόνῳ δοκεῖν μετατρέπειν τὰ προσόντα τοῖς ἀνθρώποις ἀγαθά. Ἐκεῖνος δέ ἐστι, φησίν, εὐδαίμων καὶ ὑμνητὸς τοῖς σοφοῖς, ἤγουν ἐκεῖνον ὑμνοῦσιν οἱ σοφοί, ὃς κρατήσας καὶ νικήσας ἐν χερσὶν ἢ ἐν ἀρετῇ ποδῶν, ἤτοι ἐν πάλῃ καὶ δρόμῳ, ἕλῃ καὶ λάβῃ τὰ μέγιστα τῶν ἄθλων, ἤγουν τῶν ἀγώνων ἢ τῶν βραβείων, ἐν τόλμῃ καὶ θρασύτητι καὶ σθένει καὶ ἰσχύϊ. Ἀμφότερα δὲ τέθεικεν, ὅτι ὁ ἰσχυρὸς καὶ ἀνδρεῖος δεῖται καὶ τόλμης· δειλίας γὰρ οὔσης ἐν τῇ αὐτοῦ ψυχῇ, οὐδὲν τῆς ἀνδρείας ὄφελος .......... διὰ μέσου εἴρηται· τὰ δὲ ἑξῆς τοῖς ἄνω συνάπτεται, ἐν οἷς περὶ τοῦ νικητοῦ καὶ τοῦ πατρὸς αὐτοῦ ...... κρατήσαντα τῶν μεγίστων ἄθλων, εὔχεται καὶ τὸν υἱὸν ἰδεῖν τὸν νεώτερον τυχεῖν στεφάνων Πυθίων. Ἀλλὰ περὶ τῶν νῦν ἐπαινουμένων ταῦτά φησι· καὶ τὰ ἑξῆς δὲ περὶ τούτων ἐστὶν εἰρημένα· λέγει γὰρ ὅτι ὁ μὲν χάλκεος οὐρανός, ἤγουν ὁ ἰσχυρός, οὐ γενήσεται τῷ τοιούτῳ ἐπιβατός, τουτέστιν οὐκ ἂν δυνηθείη εἰς οὐρανοὺς ἀνελθεῖν καὶ τοῖς θεοῖς συγγενέσθαι· γένοιτο δὲ ἐλθεῖν αὐτὸν εἰς τὸν ἔσχατον πλοῦν τῶν ἀγαθῶν, ὧν μετέχει τὸ τῶν βροτῶν ἔθνος, ἤγουν εἰς τὸ ἀκρότατον ἀφῖχθαι τῶν ἐν ἀνθρώποις ἀγαθῶν.

`P 10.32`

Μετατροπίαις Μεταβολαῖς.

`P 10.33`

Ἀπήμων Ἀπαθής.

`P 10.35`

Σοφοῖς Ἤγουν τοῖς ποιηταῖς.

`P 10.36`

Ποδῶν ἀρετᾷ Ταχυτῆτι.

`P 10.40`

Τυχόντα Μετασχόντα.

`P 10.43`

Βρότεον ἔθνος Ἤγουν γένος.

`P 10.46`

Ναυσὶ δʼ οὔτε πεζὸς ἰὼν Οὔτε ἐν ναυσί, φησίν, οὔτε πεζὸς ἰὼν καὶ πορευόμενος εἰς τὸν ἀγῶνα τῶν Ὑπερβορέων, τουτέστιν εἰς τοὺς Ὑπερβορέους, εὕροις ἂν θαυμαστὴν ὁδόν· ἤγουν εἰ διὰ τούτων ἔλθῃς, οὐκ ἂν εἴη θαυμαστόν· πολλοὶ γὰρ ἂν τοῦτο δυνηθεῖεν. Εἰ δʼ ἐνταῦθα τυγχάνων τἀκεῖ γινώσκεις γινόμενα, ὡς ἐγὼ νῦν περὶ τούτων διέξειμι, τοῦτʼ ἂν εἴη θαύματος ἄξιον. Τὸ γὰρ διηγεῖσθαί τινα ἃ οὐκ αὐτὸς τεθέαται, ἄλλων δὲ ἰδόντων καὶ διηγουμένων ἀκήκοε, τοῦτό ἐστι θαυμαστόν. Ἀγῶνα δὲ Ὑπερβορέων οἱ μὲν τὸ ἄθροισμα λέγουσιν, ἐγὼ δέ φημι τοῦτʼ εἰρηκέναι, ὡς ἀγῶνός τινος κἀκεῖ τελουμένου τῷ Ἀπόλλωνι, εἰ καὶ μὴ δῆλον τοῦτο πεποίηκεν· ἔθος γὰρ τούτῳ βραχυλογεῖν καὶ λέξει μιᾷ ὅλην αἰνίττεσθαι ἱστορίαν. Ἐπειδὴ γὰρ τοιαύτην ἐτέλουν Ἀπόλλωνι ἑορτήν, εἰκός ἐστι καὶ ἀγῶνά τινα τούτῳ τελεῖν.

`P 10.57`

Ἀποδαμεῖ Ἤγουν ἐλλείπει.

`P 10.60`

Βοαὶ Κτύποι. —Καναχαὶ Ἦχοι. Ἀλεξάνδρου Φορτίου.

`P 10.74`

Δρακόντων φόβαισι Τοῦτό φησιν ὅτι ἀντὶ τριχῶν ὄφεσιν ἐπεφρίκει ἡ τῆς Γοργοῦς κεφαλή. Ὅθεν καὶ ἐν Ὀλυμπιονίκαις τὴν Γοργὼ ὀφιώδη φησὶν ὁ αὐτὸς διὰ τὴν εἰρημένην αἰτίαν. Παραγέγονεν οὖν κομίζων τὴν πεποικιλμένην τῆς Γοργοῦς κεφαλὴν ταῖς ἐκ δρακόντων θριξί, τὴν γενομένην αἰτίαν τοῖς νησιώταις καὶ τοῖς Σεριφίοις τοῦ ἀπολιθοῦσθαι· δείξαντος γὰρ αὐτοῖς τοῦ Περσέως τὸ Γοργόνειον κάρα, ἐξ ἀνθρώπων λίθοι ἐγένοντο οἱ Σερίφιοι καὶ αὐτὸς ὁ Πολυδέκτης. Ὅτι δὲ ὄφεις εἶχον αἱ Γοργόνες περὶ τὴν κεφαλήν, ὁ αὐτὸς ἐν τῷ ΙΒʹ Εἴδει τῶν Πυθίων φησί:

  
............... τάν ποτε  
  
Παλλὰς ἐφεῦρε, θρασειᾶν Γοργόνων  
  
Οὔλιον θρῆνον διαπλέξαισʼ, Ἀθάνα.  

  
Τὸν παρθενίοις ὑπό τʼ ἀ-  
  
πλάτοις ὀφίων κεφαλαῖς  
  
Ἄϊε λειβόμενον  

`P 10.79`

Σχάσον Στῆσον.

`P 10.87`

Προχεόντων Πεμπόντων.

`P 10.89`

Ἕκατι χάριν.

`P 10.96`

Ἁρπαλέαν σχέθει

`P 10.102-3`

Ἅρμα Πιερίδων τετράορον Τετράορον ἅρμα τὸν ὕμνον εἴρηκεν, ὅτι τέσσαρσι στροφαῖς, ἀντιστροφαῖς τε καὶ ἐπῳδοῖς συντέτακται.

`P 11.1`

ΠΥΘΙΩΝ ΕΙΔΟΣ ΙΑʹ.

`P 11.8`

Περίαλλʼ Ἐξόχως.

`P 11.13`

Ἐπίνομον Ἐντόπιον.

`P 11.21`

Ἔμνασεν Ἤγουν ἀνακηρυχθῆναι ἐποίησεν.

`P 11.37`

Βαρυπάλαμον Κακομήχανον.

`P 11.48`

Χρόνῳ Βραδέως.

`P 11.50`

Ἀμφʼ Ἑλένᾳ πειρωθέντων Τὸ περιεχόμενον ἀντὶ τοῦ περιέχοντος. —Ἀμφʼ Ἑλένᾳ Ἕνεκα τῆς Ἑλένης.

`P 11.58-9`

Ἀμευσίπορον Τὴν ἀμείβουσαν καὶ ἀλλάττουσαν τὴν πορείαν· ἔχει γὰρ πολλὰς ἐκτροπὰς ἡ τρίοδος.

`P 11.63`

Τὸ δὲ τεὸν εἰ μισθῷ

`P 11.64-5`

Ἄλλοτʼ ἄλλα χρὴ ταρασσέμεν

`P 11.71`

Πολυφάτων Πολυθρυλλήτων.

`P 11.74`

Ἤλεγξαν ᾜσχυναν.

`P 11.86`

Μέλανος Τοῦ ᾅδου.

`P 11.88`

Γλυκυτάτᾳ γενεᾷ Ἤγουν τοῖς παισὶν αὑτοῦ.

`P 11.89`

Εὐώνυμον Εὔδοξον.

`P 12.1`

ΠΥΘΙΩΝ ΕΙΔΟΣ ΙΒʹ.

`P 12.25`

Λυγρόν τʼ ἔρανον Ἡ ἱστορία οὕτως ἔχει ἐπὶ τὸ μυθικώτερον. Τοῦ Περσέως ἐν Σερίφῳ μετὰ τῆς μητρὸς διάγοντος παρὰ Δίκτυϊ καὶ ἡβήσαντος, Πολυδέκτης ὁ Δίκτυος ὁμομήτριος ἀδελφός, βασιλεὺς Σερίφου τυγχάνων, ἰδὼν τὴν Δανάην ἠράσθη αὐτῆς· ἠπόρει δὲ συγκοιμηθῆναι, καὶ παρασκευάσας ἄριστον ἐκάλει ἄλλους τε πολλοὺς καὶ αὐτὸν τὸν Περσέα. Πυθομένου δὲ τοῦ Περσέως ἐπὶ τίνι ὁ ἔρανος εὐωχεῖται, τοῦ δὲ φήσαντος ἐπὶ ἵππῳ, Περσεὺς εἶπεν ἐπὶ τῇ τῆς Γοργόνος κεφαλῇ. Μετὰ δὲ τὸν ἔρανον τῇ ἑξῆς ἡμέρᾳ, ὅτε οἱ ἄλλοι ἐρανισταὶ τὸν ἵππον ἀπεκόμιζον, καὶ Περσεύς. Ὁ δὲ οὐκ ἐδέχετο, ἀπῄτει δὲ τὴν τῆς Γοργόνος κεφαλὴν κατὰ τὴν ὑπόσχεσιν· ἐὰν δὲ μὴ κομίσῃ, τὴν μητέρα αὐτοῦ λήψεσθαι ἔφη. Ὁ δὲ ἀνιαθεὶς ἀπέρχεται ὀλοφυρόμενος τὴν συμφορὰν εἰς τὸ ἔσχατον τῆς νήσου· Ἑρμῆς δὲ αὐτῷ ὀφθεὶς καὶ πεῦσιν αὐτῷ προσαγαγών, μανθάνει τὴν αἰτίαν τοῦ θρήνου· ὁ δὲ ἡγεῖται, θαῤῥεῖν εἰπών. Καὶ πρῶτον μὲν ἡγεῖται αὐτῷ πρὸς τὰς τοῦ Φόρκου Γραίας, Πεμφρηδὼ καὶ Ἐντὼ καὶ Ἰαινώ, Ἀθηνᾶς φρασάσης· καὶ αὐτῶν μὲν ὑφαιρεῖται τὸν ὀφθαλμὸν καὶ τὸν ὀδόντα ὀρεγουσῶν ἀλλήλας. Αἱ δὲ αἰσθανόμεναι βοῶσι καὶ ἱκετεύουσι τὸν ὀφθαλμὸν καὶ τὸν ὀδόντα ἀποδοῦναι· ἑνὶ γὰρ αἱ τρεῖς ἐκ διαδοχῆς ἐκέχρηντο. Ὁ δὲ Περσεὺς αὐτὸν ἔχειν ἔφη καὶ ἀποδώσειν, ἐὰν αὑτῷ ὑποδείξωσι τὰς νύμφας, αἳ ἔχουσι τὴν Ἄϊδος κυνέην καὶ τὰ πέδιλα τὰ ὑπόπτερα καὶ τὴν κίβησιν. Αἱ δὲ αὐτῷ φράζουσι· καὶ ὁ Περσεὺς ἀποδίδωσι καὶ ἀπελθὼν πρὸς τὰς νύμφας σὺν Ἑρμῇ, αἰτήσας τε καὶ λαβών, ὑποδεσμεῖται τὰ ὑπόπτερα πέδιλα καὶ τὴν κίβησιν περιβάλλει κατὰ τῶν ὤμων καὶ τὴν Ἄϊδος κυνέην τῇ κεφαλῇ περιτίθησιν· εἶτα ἔρχεται πετόμενος κατὰ τὸν Ὠκεανὸν καὶ τὰς Γοργόνας, συνεπομένων αὐτῷ Ἑρμοῦ τε καὶ Ἀθηνᾶς· ταύτας δὲ καὶ κοιμωμένας εὑρίσκει. Ὑποτίθενται δὲ αὐτῷ οἱ θεοὶ οὗτοι, ὅπως χρὴ τὴν κεφαλὴν ἀποτεμεῖν ἀπεστραμμένον, καὶ δεικνύουσιν ἐν τῷ κατόπτρῳ τὴν Μέδουσαν, ἣ μόνη ἦν θνητὴ τῶν Γοργόνων. Ὁ δὲ πλησίον γενόμενος, ἀποτέμνει τῇ ἅρπῃ τὴν κεφαλὴν καὶ ἐνθεὶς εἰς τὴν κίβησιν φεύγει· αἱ δὲ αἰσθόμεναι διώκουσιν, οὐχ ὁρῶσι μέντοι αὐτὸν διὰ τὴν Ἄϊδος κυνέην. Περσεὺς δὲ εἰς Σέριφον γενόμενος, ἔρχεται παρὰ Πολυδέκτην καὶ κελεύει συναθροῖσαι τὸν λαόν, ὅπως δείξῃ αὐτοῖς τὴν τῆς Γοργόνος κεφαλήν, εἰδὼς ὅτι ἰδόντες ἀπολιθωθήσονται. Ὁ δὲ Πολυδέκτης ἀολλίσας τὸν ὄχλον, κελεύει αὐτὸν δεικνύειν. Ὁ δὲ ἀποστρεφόμενος .... ἐκ τῆς κιβήσεως καὶ δείκνυσιν. Οἱ δὲ ἰδόντες λίθοι ἐγένοντο, καὶ διὰ τοῦτο λυγρὸν καὶ ὀλέθριόν φησιν ἔρανον ...... Ταῦτα δὲ Φερεκύδης ἱστορεῖ ἐν τῇ δευτέρᾳ. —Λυγρόν τʼ ἔρανον Ὅτι πάντας τοὺς ἐν ἐν τῷ συμποσίῳ ἀπελίθωσε καὶ αὐτὸν τὸν Πολυδέκτην.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ppu-agb`.
