---
title: Fragments on Misanthropy and Satire
title_greek: Ἀποσπάσματα περὶ Μισανθρωπίας καὶ Σάτυρας
author: Phrynichus the Comic Poet of Athens
eul_wid: duw-ab
eul_aid: duw
canonical: "https://eulogikon.org/works/phrynichus-athens-misanthropy-satire-duw-ab"
lang: grc
period: Classical
dialect: Attic
domain: Poetry
genre: "Comedy, Drama"
content_hash: "sha256:08c73e06b7ddd19ea436a19e8f00f969bedea69098410fb985c4f56d0d0ab99a"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Misanthropy and Satire

*Ἀποσπάσματα περὶ Μισανθρωπίας καὶ Σάτυρας*

**Author:** Phrynichus the Comic Poet of Athens

**eul_wid:** `duw-ab` · [HTML page](https://eulogikon.org/works/phrynichus-athens-misanthropy-satire-duw-ab)

## Text

ΕΦΙΑΛΤΗΣ.

  

`1`

Ἔστιν δʼ αὐτούς γε φυλάττεσθαι τῶν νῦν χαλεπώτατον ἔργον.  

ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις,  

μισάνθρωπον ἄνθος ἥβης·  

εἶθʼ ἡδυλογοῦσιν ἅπασιν ἀεὶ κατὰ τὴν ἀγορὰν περιόντες.  

ἐπὶ τοῖς δὲ βάθροις ὅταν ὦσιν, ἐκεῖ τούτοις, οἷς ἡδυλο- γοῦσιν,  

μεγάλας ἀμυχὰς καταμύξαντες καὶ συγκύψαντες ἅπαντες  

γελῶσιν.  

`2`

Ὄνομα δέ τῳ τοῦτʼ ἦν ἔσωθεν γῆν τε μὴ  

ἔστω φιάλτης ἀνθραγαθίας οὕνεκα,  

ἔτι ἐπιαλὰς χρηστὰ λε ἀπωλόμην.  

`3`

Οὐ τουτονὶ μέντοι σὺ κιθαρίζειν ποτέ  

αὐλεῖν τʼ ἐδίδαξας;  

ΚΟΝΝΟΣ.

  

ΚΡΟΝΟΣ.

  

`1`

Ἁνὴρ χορεύει καὶ τὰ τοῦ θεοῦ καλά  

βούλει Διοπείθη μεταδράμω καὶ τύμπανα;  

`2`

Κείνη μεμνήσθω με ξύλον ὑποτεταγός.  

`5`

Ἄγαμαι, Διονῦ, σοῦ στόματος, ὡς σεσέλλισαι  

κεκομμένα πολλάκις.  

ΚΩΜΑΣΤΑΙ.

  

`1`

Εἶτα κεραμεύων ἂν οἴκοι σωφρόνως Χαιρέστρατος  

ἑκατὸν ἂν τῆς ἡμέρας ἔκαεν οἴνου κανθάρους.  

`2`

Ἐγὼ δὲ νῷν δὴ τερετιῶ τι πτιστικόν.  

ΜΟΝΟΤΡΟΠΟΣ.

  

`1`

Ὄνομα δέ μοὔστι Μονότροπος  <span class="gap">…</span>  

 <span class="gap">…</span> ζῶ δὲ Τίμωνος βίον,  

ἄγαμον, ἄδουλον, ὀξύθυμον, ἀπρόσοδον,  

ἀγέλαστον, ἀδιάλεκτον, ἰδιογνώμονα.  

`2`

Μεγάλους πιθήκους οἶδʼ ἑτέρους τινὰς λέγειν,  

Λυκέαν, Τελέαν, Πείσανδρον, Ἐξηκεστίδην.  

**Β.**

ἀνωμάλους εἶπας πιθήκους  <span class="gap">…</span>  

ὁ μέν γε δειλός, ὁ δὲ κόλαξ, ὁ δὲ νόθος.  

`3`

**Α.**

Τίς δʼ ἔστιν ὁ μετὰ ταῦτα φροντίζων; **Β.**

Μέτων,  

ὁ Λευκονοιεύς. **Α.**

οἶδʼ, ὁ τὰς κρήνας ἄγων.  

`4`

Ἀλλʼ ὑπερβέβληκε πολὺ τὸν Νικίαν  

στρατηγίας πλήθει τε κἀξευρήμασιν.  

`5`

Ὁ δʼ ὀλιγόσιτος Ἡρακλῆς ἐκεῖ τί δρᾷ;  

`6`

Ἔπειτʼ ἐπειδὰν τὸν λύχνον κατακοιμίσῃ.  

`13`

Τηλικουτοσὶ γέρων  

ἄπαις ἀγύναικος.  

ΜΟΥΣΑΙ.

  

`1`

Μάκαρ Σοφοκλέης, ὃς πολὺν χρόνον βιούς  

ἀπέθανεν, εὐδαίμων ἀνὴρ καὶ δεξιός,  

πολλὰς ποιήσας καὶ καλὰς τραγῳδίας·  

καλῶς δʼ ἐτελεύτησʼ, οὐδὲν ὑπομείνας κακόν.  

`2`

Ἰδού, δέχου τὴν ψῆφον· ὁ καδίσκος δέ σοι  

ὁ μὲν ἀπολύων οὗτος, ὁ δʼ ἀπολλὺς ὁδί.  

`3`

Ὦ καὶ κάπραινα καὶ περίπολις καὶ δρομάς.  

`4`

Κἂν ὀξυβάφῳ χρῆσθαι τρεῖς χοίνικας ἢ δύʼ ἀλεύρων.  

ΜΥΣΤΑΙ

  

`1`

Μάστιγα δʼ ἐν χεροῖν ἔχων τευτάζεται  

`2`

Ἐβουλόμην ἂν ἧμιν ὥσπερ καὶ προτοῦ.  

ΠΟΑΣΤΡΙΑΙ.

  

`1`

Αὐτοπυρίταισί τʼ ἄρτοις καὶ λιπῶσι στεμφύλοις.  

`5`

Ὥσπερ ἐμὸν αὐτῆς ἴδιον.  

ΣΑΤΥΡΟΙ.

  

`2`

Κερκυραῖαι δʼ οὐδὲν  <span class="gap">…</span>  

ἐπιβάλλουσιν μάστιγες.  

`4`

Βοάσομαι τἄρα τὰν ὑπέρτονον  

βοάν.  

ΤΡΑΓΩΙΔΟΙ Η ΑΠΕΛΕΥΘΕΡΟΙ.

  

`1`

Ἡδὺ δʼ ἀποτηγανίζειν ἄνευ συμβολῶν.  

`2`

Ὦ χρυσοκέφαλοι βεμβράδες θαλάσσιαι.  

`3`

Τὸν Κλεόμβροτόν τε τοῦ  

Πέρδικος υἱόν.  

`4`

Περιστέριον δʼ αὐτῷ τι λαβὲ τριωβόλου.  

`5`

Σὺ δὲ τιμιοπώλης ὡς Ἀχιλλεὺς οὐδὲ εἷς.  

`6`

Αἰτίαν ἔχει  

πονηρὸς εἶναι τὴν τέχνην.  

`1`

Λάρους θρηνεῖν, ἐν οἷσι Λάμπρος ἐναπέθνησκεν,  

ἄνθρωπος ὢν ὑδατοπότας, μινυρὸς ὑπερσοφιστής,  

Μουσῶν σκελετός, ἀηδόνων ἠπίαλος, ὕμνος Ἅιδου.  

`2`

Ὦ φίλταθʼ Ἑρμῆ, καὶ φυλάττου, μὴ πεσὼν  

σαυτὸν παρακρούσῃ, καὶ παράσχῃς διαβολὴν  

ἑτέρῳ Διοκλείδᾳ βουλομένῳ κακόν τι δρᾶν.  

**Ἑρμῆς**

φυλάξομαι. Τεύκρῳ γὰρ οὐχὶ βούλομαι  

μήνυτρα δοῦναι τῷ παλαμναίῳ ξένῳ.  

`3`

Ἦν γὰρ πολίτης ἀγαθός, ὡς εὖ οἶδʼ ἐγώ,  

κοὐχ ὑποταγεὶς ἐβάδιζεν, ὥσπερ Νικίας.  

`4`

Τοὺς δὲ γομφίους  

ἅπαντας ἐξέκοψεν, ὥστʼ  

οὐκ ἂν δυναίμην Ναξίαν  

ἀμυγδάλην κατᾶξαι.  

`5`

Ἑπτάκλινος οἶκος ἦν καλός,  

εἶτʼ ἐννεάκλινος ἕτερος οἶκος.  

`6`

Ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον.  

`7`

Ἢ μαζίου τι μικρὸν ἢ κολοκυντίου.  

`8`

Ἦσαν δὲ καὶ γυναῖκες ἀφήλικες.  

`9`

Ἔμει καταμηλῶν· φλέγματος γὰρ εἶ πλέως.  

`10`

Ὦ φίλτατʼ ἀνδρῶν, μή μʼ ἀτιμάσας γένῃ.  

`11`

Τριωβόλων ὅσων ὕπερ ἡλιάζομαι.  

`12`

Πολὺς δὲ συβαριασμὸς αὐλητῶν τότʼ ἦν.  

`13`

Οὐ γλύξις οὐδʼ ὑπόχυτος, ἀλλὰ Πράμνιος.  

`14`

Ἃ δʼ ἀνάγκα ʼσθʼ ἱερεῦσιν καθαρεύειν φράσομεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: duw-ab`.
