---
title: "Lexicon, Part 1 (Alpha–Delta)"
title_greek: Λεξικόν (Α–Δ)
author: Photius of Constantinople
eul_wid: woy-ao
eul_aid: woy
canonical: "https://eulogikon.org/works/photius-constantinople-lexicon-woy-ao"
period: Byzantine
domain: Grammar
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Part 1 (Alpha–Delta)

*Λεξικόν (Α–Δ)*

**Author:** Photius of Constantinople

**eul_wid:** `woy-ao` · [HTML page](https://eulogikon.org/works/photius-constantinople-lexicon-woy-ao)

## Text

### ltr 1 (1t)

ΛΕΞΕΩΝ ΣΥΝΑΓΩΓΗ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ ΔΙ’ ΩΝ ΡΗΤΟΡΩΝ ΤΕ ΠΟΝΟΙ ΚΑΙ ΣΥΓΓΡΑΦΕΩΝ ΕΞΩΡΑΪΖΟΝΤΑΙ ΜΑΛΙΣΤΑ 〈Φώτιος Θωμᾷ πρωτοσπαθαρίῳ καὶ ἄρχοντι τοῦ Λυκοστομίου φιλτάτῳ μαθητῇ χαίρειν〉. Αἱ τῶν λέξεων πλείους, περὶ ἃς τὸ ποιητικὸν νέμεται ἔθνος, εἰς τὸ ὠφελιμώτατον τοῖς βουλομένοις προσέχειν Διογενιανῷ συνελέγησαν· εἰ γὰρ καὶ πολλοῖς ἄλλοις ἐπὶ νοῦν ἧκεν τὴν ἴσην καὶ ὁμοίαν πραγματείαν ἐνστήσασθαι, ἀλλ’ οὖν, ὅσα γε ἐμὲ εἰδέναι, οὐδενὶ τῶν πρωτείων οὗτος περί γε τὸν εἰρημένον πόνον ἐξίσταται. ὅσαι δὲ ῥητόρων τε καὶ λογογράφων ἀττικίζουσι γλῶσσαν καὶ ἁπλῶς εἰς τὸν οὐκ ἐθέλοντα λόγον ἐποχεῖσθαι μέτρῳ συντελεῖν εἰσιν εὖ πεφυκυῖαι, ναὶ δὴ καὶ τῆς καθ’ ἡμᾶς θεοσοφίας ὅσαι δέονται σαφηνείας, ταύτας δὲ ἄρα εἰ καὶ μὴ πάσας—οὔτε γὰρ ῥάδιον οὔτε ἀλαζονείας ἡ ὑπόσχεσις πόρρω, ἅμα δὲ καὶ μείζονος ἢ καθ’ ἡμᾶς σχολῆς—ἀλλ’ οὖν ἃς μάλιστά γε εἰδέναι προσήκει καὶ ἀναγκαῖον κεχρῆσθαι συναγαγὼν τὴν ἀναγραφήν σοι κατὰ στοιχεῖον ἐποιησάμην, οὐδὲ τῶν ποιητικῶν παντελῶς ἀποστάς· ἐπεὶ μηδ’ ὅσοι ταύτας συνειλόχασι τῶν ἁρμοζόντων τῇ χωρὶς μέτρου φράσει παντελῶς ἀπέσχοντο. ταύτην δέ σοι ἄρα τὴν ὑπόθεσιν συνεταξάμην μνήμης τε ἅμα καὶ φιλίας ἀφοσίωσιν. διὸ εἰ καί τινας τῶν λέξεων περιέχει τὸ σύνταγμα, ἐν αἷς ἡ ποιητικὴ διατρίβει μοῦσα, περιττὸν οὐδὲν οὐδὲ φιλότιμον οὐδὲ νοθεῦον τὴν πρόθεσιν· ἐφ’ ὧν τε γὰρ οὐκ ἔστι πολιτικὴν φωνὴν εὑρεῖν δηλοῦσαν καθαρῶς τὸ ὑποκείμενον, οὐ ποιητικὴν μόνον ἀνάγκη λαβεῖν, ἀλλὰ καὶ εἰ γλῶτταν ἀπομάττοιτο· τὸ γὰρ ἔχειν ὁτιοῦν ὀνόματι εἰπεῖν τοῦ μὴ ἔχειν χρειωδέστερον. ναὶ δὴ καὶ ὁ λίαν σεμνὸς καὶ τὸν ὄγκον πεποιημένος κόσμον λόγος πολλάς, αἷς τὸ ποιητῶν ἐντείνεται μέτρον, τῇ οἰκείᾳ σπουδῇ φιλεῖ ὑποβάλλεσθαι. καὶ μέντοι καὶ ὅσαι σαφέστεραι μέν εἰσι τῶν λέξεων, δοκοῦσι δέ πως μνήμης δεῖσθαι τῆς ἀναγούσης αὐτὰς εἰς τοὺς γεγεννηκότας, οὐδὲ τούτων κατὰ τὸ δυνατὸν τοὺς πατέρας ἀπεσιωπήσαμεν. ἀλλὰ καὶ εἴ πού τις ἐν τοῖς ἀρχαίοις ἀσάφεια τῇ τῶν λέξεων παραπλεκομένη ἑρμηνείᾳ τὸ τοῦ λόγου διέφθειρε χρήσιμον, οὐδὲ ταύτην λελυμασμένην ἐγκατελίπομεν, ἀλλ’ εἰς τὸ σαφέστερον καὶ συνοπτικώτερον ἡρμοσάμεθα. σὺ δὲ κατὰ μέρος ἀναγινώσκων τὴν παροῦσαν τῶν λέξεων συναγωγήν, ἀκριβέστερον ἂν εἴης ἐποπτεύων, πότερον κομψευομένη μᾶλλον ἢ τὸ μέτριον τιμῶσα ἡ ὑπόσχεσις προοιμιάσατο. ἀλλὰ γὰρ προσθείην, ὡς οἶμαι, καὶ πονοῦντί σοι περὶ τοὺς ῥητορικοὺς καὶ συγγραφικοὺς λόγους ἡ τῶν λογάδων λέξεων μελέτη τὴν ἐπὶ τοῖς ῥήμασι δύναμιν σοφωτέραν μᾶλλον ἐπιμαρτυρήσειεν. {Περίφρασίς ἐστιν, ὅτε διὰ πλειόνων λέξεων οὐ πολλά, ἀλλ’ ἕν τι δηλοῦται, οἷον ἀντὶ τοῦ ἄνθρωποι „υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι“ (Ps. 4, 2)}.

### t 1

{ΛΕΞΙΚΟΝ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ ΔΙ’ ΩΝ ΡΗΤΟΡΩΝ ΤΕ ΠΟΝΟΙ ΚΑΙ ΣΥΓΓΡΑΦΕΩΝ ΕΞΩΡΑΪΖΟΝΤΑΙ ΜΑΛΙΣΤΑ}

### alpha t

〈Ἀρχὴ σὺν θεῷ τοῦ Α〉

### alpha 1

Α· τὸ ἄλφα περισπασθὲν δηλοῖ τὸ εἴθε· οὕτως γὰρ Καλλίμαχος κέχρηται (fr. 1, 33 Pf.). δηλοῖ δὲ καὶ τὸ ὦ ἄρθρον, ὡς Ὅμηρος (υ 351)· „ἆ δειλοί“. βραχέως δὲ καὶ δασέως ἐκφερόμενον ἅτινα σημαίνει, παρὰ δὲ Δημοκρίτῳ ἴδια (68 B 298 D.—K.), καὶ παρ’ Ὁμήρῳ δὲ τὰ ἑαυτοῦ (β 258)· „τὰ ἃ πρὸς δώμαθ’ ἕκαστοσ“. τάσσεται δὲ τὸ ἅ καὶ ἀντὶ τοῦ ὧν, ὡς καὶ παρ’ Εὐριπίδῃ ἐν Μηδείᾳ (758)· „πράξας’ ἃ μέλλω καὶ τυχοῦσα ἃ βούλομαι“. οὕτως δὲ καὶ Σοφοκλῆς λέγων (OC 1106)· „αἰτεῖς ἃ τεύξῃ“. εἰ δὲ ψιλωθείη περισπασθέν, τὸ νῦν σημαίνει, βραχέως δὲ καὶ ψιλῶς σημαίνει ἀπόφασιν ἀρνητικήν. οὕτως μὲν εἰ μονοσύλλαβος ἡ λέξις οὖσα καθ’ ἑαυτὴν αὐτοτελῆ παριστᾷ διάνοιαν, ὡς μέρος δὲ παραλαμβανόμενον λέξεως τὸ α δηλοῖ μὲν καὶ στέρησιν, ὥσπερ τὸ ἄνανδρον, ἄκακον, δηλοῖ δὲ καὶ τὸ μέγα, ὡς τὸ „ἀχανὲς πέλαγοσ“, ἀλλὰ καὶ τὸ πολύ, ὡς τὸ „ἐν ἀξύλῳ ὕλῃ“ (Λ 155), καὶ τὸ ὁμοῦ, ὡς τὸ ἀδελφός, ὁ ἐκ τῆς αὐτῆς δελφύος ἤτοι μήτρας, καὶ τὸ κακόν, ὡς τὸ „ἀμήχανε“ (Ο 14), ἀντὶ τοῦ κακομήχανε, καὶ τοιαῦτα ἕτερα.

### alpha 2

ἂ ἄ· ἐπὶ τοῦ μεγάλου. ἔστι δὲ καὶ σχετλιαστικὸν ἀναφώνημα. δασυνθὲν δὲ γέλωτα δηλοῖ, ὥς φησι Διογενιανός (fr. 1 Schmidt).

### alpha 3

ἄ α· σύστημα ὕδατος.

### alpha 4

Ἀαγές · ἄθραυστον, ἰσχυρόν.

### alpha 5

Ἀαδεῖν · ὀχλεῖν, ἀπορεῖν, ἀδικεῖν, ἀσιτεῖν.

### alpha 6

Ἀάλιον · ἄτακτον, ἀκρατές.

### alpha 7

Ἄαπτον · ἰσχυρόν, βαρύ, χαλεπόν. οἱ δὲ ἄπληστον. καὶ „χεῖρας ἀάπτουσ“ (A 567) μεγάλας, ἀπροσπελάστους, ὧν οὐχ ἅψαιτό τις. εἰ δὲ ψιλωθείη, τὰς ἀπτοήτους. οἱ δὲ ἄαπτον ἄπειρον, ἀπέραντον.

### alpha 8

Ἀάπτους · οἱ μὲν δασύνοντες τὸ δεύτερον α ἀκούουσιν ἀπροσπελάστους, ὧν οὐκ ἄν τις ἅψαιτο, οἱ δὲ ψιλοῦντες †ἀπράκτους†. οἱ δὲ τὰς ἀνεκφεύκτους καὶ χαλεπάς. Ἀπίων δὲ (fr. 1 N.) δασύνει· βούλεται γὰρ ἀποδιδόναι· ὧν οὐκ ἄν τις ἅψαιτο, ἢ τὰς πολλοῖς προσπελαζούσας.

### alpha 9

Ἀᾶσαι · τέσσαρα σημαίνει· κορέσαι, καθυπνῶσαι, βλάψαι, λυπῆσαι.

### alpha 10

Ἀασάμην · ἥμαρτον, ἐσφάλην, ἐβλάβην, οἷον ἄτῃ περιέπεσον.

### alpha 11

Ἄασαν · ἔβλαψαν.

### alpha 12

Ἀάσατο · ἠγνόησεν, ἥμαρτεν, ἐφθόνησεν.

### alpha 13

Ἀᾶσθαι · λωβᾶσθαι, κακοῦν.

### alpha 14

Ἀασίφρων · φρενοβλαβής. καὶ ἀασιφρονία · ἡ φρενοβλάβεια. οἱ δὲ 〈ὁ〉 κοιμωμένας 〈τὰσ〉 φρένας ἔχων.

### alpha 15

Ἄατον · μέγα, ἀκόρητον, πονηρόν. οἱ δὲ ἄβλητον, οἱ δὲ ἄτονον.

### alpha 16

Ἄατος · ἀβλαβής. ἐνίοτε δὲ ὑπεραποφατικῶς· „οὗ〈τοσ〉 μὲν δὴ ἄεθλος 〈ἀάατος ἐκτετέλεσται〉“ (χ 5).

### alpha 17

Ἄατος · ἐπιβλαβής. ἔνιοι ἀπλήρωτον, οἱ δὲ μέλανα.

### alpha 18

Ἀβακέως · ἀσυνέτως.

### alpha 19

Ἀβακηνούς · τοὺς γυναικὶ μὴ ὁμιλήσαντας.

### alpha 20

Ἀβακήμων · ἀσύνετος, ἄλαλος, ἄφθογγος.

### alpha 21

Ἀβακῆσαι · ἁμαρτῆσαι, δυσκωφῆσαι.

### alpha 22

Ἀβάκησαν · ἠγνόησαν καὶ ἠσυνέτησαν. οἱ δὲ ἡσύχασαν.

### alpha 23

Ἀβάκητον · ἀνεπίφθονον.

### alpha 24

Ἄβακτον καὶ ἄβυκτον · τὸν μὴ μακαριστόν. Δωριεῖς δὲ τὸν ἀνεπίπληκτον καὶ ἀμεμφῆ.

### alpha 25

Ἀβάκιον · ἐφ’ οὗ ἐκύβευον καὶ ἐφ’ οὗ τοὺς λογισμοὺς ἐποιοῦντο.

### alpha 26

Ἀβάλε · εἴθε· „ἀβάλε 〈 *** 〉“.

### alpha 27

Ἄβαλεν · ἔβαλεν.

### alpha 28

Ἄβαπτος · ἀστόμωτος.

### alpha 29

Ἄβαρις · ὄνομα κύριον· λοιμοῦ γάρ, φασί, κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησι καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. ὁ δὲ χρόνος, ἐν ᾧ παραγέγονε, διαφωνεῖται· Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν τρίτην αὐτὸν Ὀλυμπιάδα λέγει (FGrHist 568 F 4) παραγενέσθαι, ὁ δὲ Πίνδαρος (fr. 270 Snell) κατὰ Κροῖσον τὸν Λυδῶν βασιλέα, ἄλλοι δὲ κατὰ τὴν εἰκοστὴν καὶ πρώτην Ὀλυμπιάδα.

### alpha 30

Ἀβασάνιστος · ἀγύμναστος ἢ ἀνεξέταστος, ἀδοκίμαστος. εἴρηται δὲ ἀπὸ τῆς βασάνου, τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζουσι τὸ χρυσίον. ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας τρίτῳ λόγῳ (fr. 9 Hercher) τῷ ἀβασάνιστος ἀντὶ τοῦ ἄνευ ὀδύνης.

### alpha 31

Ἄβατον · ἱερόν, ἀπρόσιτον, ἔρημον.

### alpha 32

Ἄβατος ὁδός · ἣν οὐχ οἷόν τε βαίνειν οὐδὲ ὁδοιπορεῖν.

### alpha 33

Ἀβδέλυκτα · τὰ μὴ μιαίνοντα, ἃ οὐκ ἄν τις βδελυχθείη καὶ δυσχεράνειε. τραγικωτέρα δὲ ἡ λέξις. Αἰσχύλος Μυρμιδόσι (fr. 137 N. 2 = 230 M.)· „καὶ μήν, φιλῶ γάρ, ἀβδέλυκτα ἐμοὶ τάδε“.

### alpha 34

Ἀβέβηλος · καθαρός. καὶ ἀβέβηλα · τὰ ἄβατα χωρία καὶ ἱερὰ καὶ μὴ τοῖς τυχοῦσι βάσιμα, μόνοις δὲ τοῖς θεραπεύουσι τοὺς θεούς. βέβηλα δὲ ἐλέγετο τὰ μὴ ὅσια μηδὲ ἱερά. οὕτως Σοφοκλῆς (OC 10).

### alpha 35

Ἀβελτερία · ἀνοησία. καὶ ἀβέλτερος · ὁ ἀνόητος, ὁ τὸ βέλτιον μὴ γινώσκων.

### alpha 36

Ἀβέλτερος · οὐ μὰ Δία οὐχ ὁ πλεονέκτης καὶ ἀγνώμων, ἀλλ’ ὁ ἀνόητος καὶ εὐήθης μετὰ χαυνότητος. Μένανδρος Περινθίᾳ (fr. 1b K.‐ Th. = 3 Sandbach)· „ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδ’ ὅ τι οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος ἐπαβελτερώσας τὸν πάλαι ἀβέλτερον“. λέγουσι δὲ καὶ †ἀβελτήριον τὴν ἀβελτηρίαν†. Ἀναξανδρίδης Ἑλένῃ (fr. 12 K.)· „ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγειν. ὦ Ἡράκλεις, ἀβελτηρίου †τεμνικοῦ†. ἀλλ’ οὐδ’ ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τισ“.

### alpha 37

Ἄβιος · ὁ ἀβλαβής, παρὰ τὴν βίαν, οἷον ὁ κρείσσων βίας. καὶ Ἄβιοι · οἱ νομάδες παρ’ Ὁμήρῳ (N 6), οἷον οἱ τὸν πολιτικὸν καὶ κοινωνικὸν οὐκ ἔχοντες βίον. ὁ μέντοι Εὐριπίδης (Ion. 764) ἐπὶ τοῦ δυσβίου ἐχρήσατο τῇ λέξει. κέχρηνται δὲ αὐτῇ καὶ ἐπὶ τοῦ ἐστερημένου τῆς ζωῆς. ἀλλὰ καὶ ὁ πολύβιος κατ’ ἐπίτασιν τοῦ α ἄβιος λέγεται παρὰ τοῖς παλαιοῖς.

### alpha 38

Ἄβιος · Ἀντιφῶν (87 B 43 D.—K.) ἐπὶ τοῦ πολὺν βίον τάττει κεκτημένου, ὥσπερ καὶ Ὅμηρος (Λ 155) τὸ ἄξυλον ἀντὶ τοῦ πολύξυλον.

### alpha 39

Ἀβίωτον · κακόν, ἀηδές, ὀδυνηρόν, οὐκ ἄξιον ζωῆς· „ἀβίωτον γὰρ αὐτῷ“, φησί, „τὸν βίον διέθηκεν“ (incerti auctoris).

### alpha 40

Ἀβλεπτήματι · ἁμαρτήματι.

### alpha 41

Ἀβλήδην · ἐνδόσιμον.

### alpha 42

Ἀβληχρήν · ἀσθενῆ· βληχρὸν γὰρ τὸ ἰσχυρόν.

### alpha 43

Ἄβολος · ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας πῶλος.

### alpha 44

Ἀβόλοις πώλοις (Pl. Leg. 8, 834c)· τοῖς μηδέπω βεβληκόσιν ὀδόντας.

### alpha 45

Ἀβουλεῖν · μὴ βουλεύεσθαι ἢ μὴ βούλεσθαι. Πλάτων (Reip. 4, 437c).

### alpha 46

Ἀβούλητον κακόν · ἀθέλητον, ὃ οὐκ ἄν τις ἕλοιτο.

### alpha 47

Ἀβουλία · ἀπαιδευσία, ἄνοια, προπέτεια.

### alpha 48

Ἀβούλως · ἀφρόνως, ἀμαθῶς, προπετῶς.

### alpha 49

Ἁβρὰ βαίνων · θρυπτόμενος, βλακευόμενος.

### alpha 50

Ἄβραι · νέαι δοῦλαι. οἱ δέ φασιν οὔτε ἁπλῶς ἡ θεράπαινα ἄβρα λέγεται οὔτε ἡ εὔμορφος, ἀλλ’ ἡ οἰκότριψ γυναικὸς κόρη καὶ ἔντιμος, εἴτε οἰκογενὴς εἴτε μή. Μένανδρος Ψευδηρακλεῖ (fr. 453 K.—Th.)· „μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν ταύταιν, τρέφει δὲ παλλακή τις τοῦ πατρὸς αὐτάς, ἄβρα τῆς μητρὸς αὐτῶν γενομένη“. Σικυωνίῳ (fr. 1 Sandbach)· „{καὶ} ἄβραν γὰρ ἀντωνούμενος ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκ’ ἔχειν, ἔτρεφε δὲ χωρὶς ὡς ἐλευθέρᾳ πρέπει“. Ἀπίστῳ (fr. 58 K.—Th.)· „ᾤμην, εἰ τὸ χρυσίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην ἔσεσθαι ἄβραν“.

### alpha 51

Ἀβραμιαῖος · γιγαντιαῖος, ἱεροπρεπής. ἢ ἀπόγονος τοῦ Ἀβραάμ.

### alpha 52

†Ἁβροδιαίτη · τρυφερὰ ζωὴ καὶ ἁπαλὴ καὶ ἡδονῆς μεστή†.

### alpha 53

Ἁβροδίαιτος · τρυφητής, τρυφερόβιος. καὶ ἁβρός · ὁ τρυφερὸς καὶ ἁπαλός. καὶ ἁβρὸς λειμὼν καὶ νοτερὸς καὶ εὐθαλής.

### alpha 54

Ἀβροκόμας · ὄνομα κύριον. σατράπης δ’ ἦν Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως.

### alpha 55

Ἁβρός · λαμπρός, τρυφερός, ἁπαλός.

### alpha 56

Ἁβροσύνη · φαιδρότης.

### alpha 57

Ἀβροτήμων · ἁμαρτωλός.

### alpha 58

Ἁβρότητι · τρυφερότητι, ἁπαλότητι.

### alpha 59

Ἄβροτον · ἄψυχον, ἀναίσθητον.

### alpha 60

Ἁβροχίτων · ὁ τρυφερὰ φορῶν.

### alpha 61

Ἁβρύνεται · κοσμεῖται, θρύπτεται, καυχᾶται.

### alpha 62

Ἄβρωτος · ὁ νῆστις.

### alpha 63

Ἄβυδος · ἐπὶ συκοφάντου τάττεται ἡ λέξις διὰ τὸ δοκεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς. καὶ ἀβυδοκόμαι οἱ ἐπὶ τῷ συκοφαντεῖν κομῶντες. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ εἰκαίου καὶ οὐδενὸς ἀξίου. κωμῳδοῦνται δὲ Ἀβυδηνοὶ καὶ εἰς ἀκολασίαν.

### alpha 64

Ἄβυθος φλυαρία · ἡ πολλή.

### alpha 65

Ἀβύρβηλον · ἀναίσχυντον, ἀπεχθές, πολύ, μάταιον. οἱ δὲ δασὺ καὶ συρφετῶδες.

### alpha 66

Ἀβυρτάκη · ὑπότριμμα βαρβαρικὸν ἐκ δριμέων σκευαζόμενον, ἐκ καρδάμων καὶ σκορόδων καὶ σινάπεως καὶ σταφίδων, ᾧ πρὸς κοιλιολυσίαν ἐχρῶντο.

### alpha 67

Ἄβυσσος · ἡ πέρας μὴ ἔχουσα διὰ μέγεθος. ἔστι δὲ καὶ ἐν Ἄργει λίμνη οὕτω καλουμένη.

### alpha 68

Ἀγαθά · ἐπὶ τῶν πρὸς ἀπόλαυσιν καὶ εὐωχίαν σιτίων καὶ ποτῶν ἐχρήσατο Ξενοφῶν τῇ λέξει (An. 4, 4, 9).

### alpha 69

Ἀγαθῆς Τύχης νεώς · οὐκ ἄδηλον τὸ σημαινόμενον.

### alpha 70

Ἀγαθὴ τύχη · τοῦτο προγραφόμενον οἴονταί τινες 〈 *** 〉 ἔνιοι δὲ προστιθέασι τὸ καὶ θεός, ὡς Πλάτων ἐν τρίτῳ Νόμων (6, 757e)· „νῦν δὴ θεὸν καὶ τύχην ἀγαθὴν ἐν εὐχαῖς ἐπικαλούμεθα“. καὶ Τιμοκλῆς (fr. 3 Dem.)· „θεὸς μὲν δηλαδὴ ἀγαθὴ τύχη τ’ ἔνεστιν“.

### alpha 71

Ἀγαθέστατε · †Εὐριπίδης† εἶπεν.

### alpha 72

Ἀγαθὴ Τύχη · ἡ Νέμεσις καὶ ἡ Θέμις.

### alpha 73

Ἀγάθαρχος · κύριον καὶ τοῦτο. ἦν δὲ ζωγράφος ἐπιφανής, Εὐδήμου υἱός, τὸ δὲ γένος Σάμιος.

### alpha 74

Ἀγαθικά · τὰ σπουδαῖα.

### alpha 75

Ἀγαθὸν τίνος · ἀντὶ τοῦ τίνος ἕνεκα. Μένανδρος (fr. 726 K.‐ Th.)· „τίνος τὸ ἀγαθὸν τοῦτ’ ἔστιν;“

### alpha 76

Ἀγαθὸς δαίμων · Ἀριστοφάνης (fr. 35 Dem.)· „ἀγαθός τε δαίμων καὶ ἀγαθὴ σωτηρία“.

### alpha 77

Ἀγαθοῦ δαίμονος · οὕτω καλεῖται παρὰ τοῖς παλαιοῖς τὸ μετὰ τὴν ἄρσιν τῶν τραπεζῶν προσφερόμενον ποτήριον.

### alpha 78

Ἀγαθοῦ δαίμονος πόμα · τὸ μετὰ τὸ δεῖπνον ἄκρατον πινόμενον παρὰ Ἀθηναίοις. καὶ τὴν δευτέραν ἡμέραν οὕτως ἐκάλουν.

### alpha 79

Ἀγαθοεργοί · αἱρετοὶ κατὰ ἀνδραγαθίαν. οἱ δὲ Σπαρτιᾶται τοὺς ἐκ τῶν ἱππέων ἐξιόντας πέντε ἑκάστου ἔτους, ὡς Ἡρόδοτος ἐν αʹ (67, 5), οἱ δὲ ὑπηρέτας ἀρχόντων. Ἀττικοὶ δὲ τοὺς ἀγαθὸν ἐργασαμένους τι. ἔστι δὲ καὶ ἀρχή τις ἐν Λακεδαίμονι οἱ ἀγαθοεργοί· ἄρχουσι δὲ τῶν ἐξαγωγῶν καὶ τῶν ἐν τῇ πόλει καὶ τῶν ἔξω τῆς πόλεως παρανομησάντων, ὥς φησι Δίδυμος ἐν τῇ Τροπικῇ λέξει (p. 23 Schmidt).

### alpha 80

Ἀγαθὸς φαγεῖν · σημαίνει τὸν ἐσθίοντα πολλά.

### alpha 81

Ἀγαθοὶ δ’ ἀριδάκρυες ἄνδρες · ἐπὶ τῶν σφόδρα πρὸς ἔλεον ῥεπόντων.

### alpha 82

Ἀγαθῶν ἀγαθίδες · τάττεται ἡ παροιμία παρὰ τοῖς κωμικοῖς (adesp. fr. 827 K.) ἐπὶ πολλῶν ἀγαθῶν.

### alpha 83

Ἀγαθώνειος αὔλησις · ἡ μαλακή· Ἀγάθων γὰρ ὁ τραγικὸς ἐπὶ μαλακίᾳ διεβάλλετο (TrGF 39 T 20a).

### alpha 84

Ἀγαθῶς · σφοδρῶς.

### alpha 85

Ἀγαῖον · ἐπίφθονον. οἱ δὲ θαυμαστόν. οἱ δὲ φθονερόν.

### alpha 86

Ἀγάλλει · ποιεῖ, σκευάζει, κοσμεῖ, τιμᾷ, προσεύχεται.

### alpha 87

Ἀγάλλεσθαι · χαίρειν, μεγαλοφρονεῖν, καλλωπίζεσθαι. Πλάτων δὲ ἐν Νόμοις (12, 956b) τὰς γραφὰς ἀγάλματα καλεῖ. Θουκυδίδης δέ φησιν (4, 95, 3)· „ἕκαστος δὲ πατρίδα ἔχων ἐν τοῖς Ἕλλησιν ἀγάλλεται“, ἀντὶ τοῦ αὐχεῖ. καὶ ἄλλοι πολλοί. φασὶ δὲ καὶ ἀγάλλει τοὺς θεοὺς καὶ ἀγαλοῦμαι καὶ „ἄγαλλε“ (Ar. Thesm. 128) καὶ ἀγάλλου καὶ ἀγάλλεται καὶ ἀγάλλῃ. καὶ πολλὴ παρὰ τοῖς παλαιοῖς ἡ χρῆσις.

### alpha 88

Ἀγάλλιος · λοίδορος.

### alpha 89

Ἀγάλλων · ἑαυτὸν σεμνοποιῶν.

### alpha 90

Ἀγαλμός · λοιδορία.

### alpha 91

Ἀγαλματοφορούμενος · ἀγάλματα ἤ〈τοι〉 τύπους τῶν νοηθέντων φέρων ἐν ἑαυτῷ. οὕτω Φίλων ἐχρήσατο (vita Moys. 1, 27 Cohn).

### alpha 92

Ἄγαλμα · πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται. ἀγάλματα δὲ καὶ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν. οἱ δὲ ἁπλῶς ἄγαλμα πᾶν ἀνάθημα καὶ καθιέρωμα, κἂν εἰ μὴ ξόανον ἤ τι ἄλλο τοιοῦτον εἴη.

### alpha 93

Ἄγγαρος · ὁ νωθρός. λέγεται δὲ παρὰ τοῖς βαρβάροις καὶ ὁ δημόσιος γραμματηφόρος. ὅθεν καὶ ἀγγαρεύεσθαι τὸ εἰς δημοσίαν χρείαν ὑπηρετεῖν.

### alpha 94

Ἄγγαρος · ἐργάτης, ὑπηρέτης, ἀχθοφόρος. ὅθεν ἀγγαρείαν ἀνάγκην ἀκούσιον λέγομεν καὶ ἐκ βίας γινομένην ὑπηρεσίαν.

### alpha 95

Ἄγγαροι · οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάνδαι. τὰ δὲ ὀνόματα Περσικά. Αἰσχύλος Ἀγαμέμνονι (282—85)· „φρυκτὸς δὲ φρυκτὸν δεῦρο ἀπ’ ἀγγάρου πυρὸς ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας Λήμνου, μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο“. τίθεται τὸ ὄνομα καὶ ἐπὶ τῶν φορτηγῶν καὶ ὅλως τῶν ἀναισθήτων καὶ ἀνδραποδωδῶν. καὶ τὸ ἀγγαροφορεῖν ἐπὶ τοῦ φορτία φέρειν ἄλλως τε καὶ ἐκ διαδοχῆς. Μένανδρος Πωλουμένοις (fr. 353 K.—Th.)· „ἀγγαροφόρει καὶ ταῦθ’, ἃ νῦν ποιεῖς, ποίει, ἐξὸν διαρρηγνύμενον ἀγαθῶν μυρίων σιτιζόμενον τὴν νύκτα καὶ τὴν ἡμέραν διάγειν“. καὶ ἐν Προγαμοῦντι (fr. 349 K.—Th.)· „βάρβαρος, ἄγγαρος ὄντως καὶ οὐδενὸς προορώμενοσ“. καὶ ἐν Θαΐδι (fr. 186 K.—Th.)· „ὁ ἀκρατής, ἄγγαρος, ὄλεθρος, ἡδέως ἄν μοι δοκῶ ὅμως πεπονθὼς ταῦτα νῦν ταύτην ἔχειν“. καὶ ἀγγαρεύεσθαι καλοῦσιν, ὥσπερ ἡμεῖς νῦν, τὸ εἰς φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεσίαν ἄγεσθαι. Μένανδρος καὶ τοῦτο ἐν τῷ Σικυωνίῳ παρίστησιν (fr. 4 Sandbach)· „ὁ πλέων κατήχθη. κρίνεθ’ οὗτος πολέμιος. ἐὰν ἔχῃ τι μαλακόν, ἀγγαρεύεται“.

### alpha 96

Ἀγγελιαφόρος · πρεσβευτής.

### alpha 97

Ἀγαλματοποιΐα καὶ ἀγαλματουργία ἐρεῖς καὶ ἀγαλματοποιός . ἀγαλματοποιὸν δέ φασι καλεῖσθαι τὸν εἰκόνας θεῶν μᾶλλον ἐργαζόμενον, ἀνδριαντοποιὸν δὲ τὸν ἀνθρώπων. Πλάτων δὲ ὁ φιλόσοφος ἐν τῷ Πρωταγόρᾳ (311c) ἀγαλματοποιοὺς καλεῖ Φειδίαν τε καὶ Πολύκλειτον. σὺ δὲ πάντας δημιουργοὺς ὁμοίως καλῶν οὐκ ἂν σφαλείης.

### alpha 98

Ἀγαμεμνόνεια φρέατα · ἱστοροῦσι τὸν Ἀγαμέμνονα περὶ τὴν Αὐλίδα καὶ πολλαχοῦ τῆς Ἑλλάδος φρέατα ὀρύξαι.

### alpha 99

Ἀγάμενος · θαυμάζων.

### alpha 100

Ἀγανακτῶν · τίθεται παρὰ Πλάτωνι (Phaed. 117d) καὶ ἐπὶ τῶν λυπουμένων.

### alpha 101

Ἀγανακτῶ σου · καινὸν τὸ σχῆμα· τὸ μὲν γὰρ θαυμάζω σου καὶ ἄγαμαί σου καθωμίληται, τὸ δὲ ἀγανακτῶ σου καινὸν καὶ σπάνιον. χρηστέον δὲ τῷ σχήματι διὰ τὴν καινότητα, φησὶ Φρύνιχος (Praep. soph. fr. 5).

### alpha 102

Ἀγανακτικὸν καὶ ἀγανακτητέον · τὸ μὲν ἐν Πολιτείᾳ (10, 604e), τὸ δὲ ἐν Ἐπιστολαῖς ὁ Πλάτων ἔφη.

### alpha 103

Ἀγανάκτησις · ἐπὶ τύχης Θουκυδίδης δευτέρᾳ (41, 3)· „οὔτε τῷ πολέμῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει“.

### alpha 104

Ἄγαν ἐγκεῖσθαι τῷδε · οἷον ἐναντιοῦσθαι καὶ ἀποτείνεσθαι. Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν (309—10)· „οἶδ’ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς 〈ἄγαν〉 ἐγκείμεθα, οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων“.

### alpha 105

Ἀγάννιφον · λίαν χιονιζόμενον.

### alpha 106

Ἀγανοφροσύνη · προσήνεια, πραότης.

### alpha 107

Ἀγανώπιδος · πραέα βλεπούσης.

### alpha 108

Ἄγανον · τὸ κατεαγός. ἡ πρώτη ὀξεῖα. καὶ τοῦτο τραγικώτερον τὸ ὄνομα.

### alpha 109

Ἀγανόν · καλόν, ἡδύ. Ἀριστοφάνης Λυσιστράτῃ (885/6)· „ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι καὶ ἀγανώτερον βλέπειν“.

### alpha 110

Ἄγανον · Σοφοκλῆς Ἐπὶ Ταινάρῳ (fr. 231 P. = 198b R.) ἄγανον ἔφη ξύλον βαρυτόνως τὸ κατεαγὸς ἢ τὸ ἀπελέκητον.

### alpha 111

Ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ βροτῶν περισσοκαλλεῖς (Cratin. fr. 238, 3 K.).

### alpha 112

Ἄγαν τείνειν · ἀντιτείνειν καὶ ἀντιπράττειν καὶ μὴ εἴκειν κατὰ μηδένα τρόπον αὐθαδιζόμενον. συγγραφικὴ ἡ φωνή.

### alpha 113

Ἀγαλακτία · Αὐτοκράτης (fr. 3 K.)· „ἀμνοὶ δὲ βληχάζουσιν ὑπὸ ἀγαλακτίασ“.

### alpha 114

Ἄγαλμα Ἑκάτης · τὴν κύνα οὕτως εἴρηκεν Ἀριστοφάνης (fr. 594 K.) διὰ τὸ ἐκφέρεσθαι τῇ Ἑκάτῃ κύνας. ἢ ὅτι καὶ αὐτὴν κυνοκέφαλον πλάττουσιν. εἰσὶ δὲ οἳ καὶ γενέσθαι αὐτὴν κύνα ἐκ γυναικὸς κατ’ ὀργὴν Ἀρτέμιδος, εἶτα ἐλεηθεῖσαν πάλιν ὑπ’ αὐτῆς ἀποκαταστῆναι, ἔπειτα ἐπὶ τοῖς πραχθεῖσιν αἰσχυνθεῖσαν ἐκ τῆς ζώνης ἀπάγξασθαι. τὴν δὲ Ἄρτεμιν περιελομένην τὸν ἑαυτῆς κόσμον περιθεῖναι αὐτῇ καὶ Ἑκάτην προσαγορεῦσαι.

### alpha 115

Ἄγαμαι τούτου, ἄγαμαι κεραμείων · Εὔπολις (fr. 21 Dem.) καὶ Ἀριστοφάνης (Ach. 489. Av. 1744).

### alpha 116

Ἀγαί · ἠϊόνες. οὕτω κέχρηται Σοφοκλῆς (fr. 969 R.). οἱ δὲ τραγικοὶ (adesp. fr. 583a Snell) καὶ τὰς τρώσεις οὕτως ἐκάλουν καὶ τὰ τραύματα· καὶ γὰρ τὸ τραῦμα οἷον κάταγμα γίνεται τῆς σαρκός.

### alpha 117

Ἀγάμετος · ἀντὶ τοῦ ἄγαμος παρὰ Σοφοκλεῖ (fr. 884 N. 2 = 970 R.).

### alpha 118

Ἀγαπᾶν · ἀποδέχεσθαι.

### alpha 119

Ἀγαπᾶν · τὸ ἀρκεῖσθαί τινι καὶ μηδὲν πλέον ἐπιζητεῖν.

### alpha 120

Ἀγαπητὰ ἤθη · τὰ καλὰ καὶ ἀγαθά.

### alpha 121

Ἀγαπητόν · τὸ ἠγαπημένον ἢ τὸ μονογενές.

### alpha 122

Ἀγαπητὸς παῖς ἐρεῖς καὶ ἀγαπητὸς πατὴρ καὶ ἀγαπητὸς δεσπότης καὶ ἀγαπητὸν δὲ τέκνον , ἀντὶ τοῦ μόνον. καὶ ἐπὶ κόρης Ἀγαπητή.

### alpha 123

Ἀγαπησμὸν λέγουσιν Ἀττικοὶ καὶ ἀγάπησιν τὴν φιλοφρόνησιν. Συναριστώσαις Μένανδρος (fr. 387 K.—Th.)· „καὶ τὸν ἐπὶ κακῷ γινόμενον ἀλλήλων ἀγαπησμὸν οἷος ἦν“.

### alpha 124

Ἀγάσαιτο · θαυμάσειεν.

### alpha 125

Ἀγασθῶ τινι · ἀντὶ τοῦ θαυμάσω τινά. Ξενοφῶν (Cyr. 2, 4, 9)· „ὅταν τινὶ ἀγασθῶ τῶν στρατιωτῶν“.

### alpha 126

Ἀγάσσει · ἄγαν τύπτει. ἀπὸ τοῦ ἄγαν ἀγάσσει, ὡς ἀπὸ τοῦ λίαν λιάζει.

### alpha 127

Ἀγαστὰ καὶ ἀγαστὸς ἐρεῖς καὶ ἐπιρρηματικῶς ἀγαστῶς , ὡς Ξενοφῶν (Ages. 1, 24).

### alpha 128

Ἀγάστονος · πολυστένακτος.

### alpha 129

Ἀγαστοῦ · θαυμαστοῦ.

### alpha 130

Ἀγασικλῆς · ὄνομα κύριον. ὃς λέγεται Ἁλιμουσίνοις συνδικάσαι καὶ διὰ τοῦτο ξένος ὢν ἐγγραφῆναι τῇ πολιτείᾳ.

### alpha 131

Ἀγάσματα · σεβάσματα, ἃ ἄν τις ἀγάσαιτο. Σοφοκλῆς κέχρηται (fr. 885 N. 2 = 971 R.).

### alpha 132

Ἀγαυρίαμα · ἔπαρμα.

### alpha 133

Ἀγγελή · δῆμος Πανδιονίδος.

### alpha 134

Ἀγελαίων · ἰδιωτῶν, ῥεμβωδῶν. καὶ ἀγελαίων · τῶν πολλῶν καὶ τυχόντων. εἴη δ’ ἂν ἐκ μεταφορᾶς τῶν ἀγελαίων ζῴων ἢ ἀπὸ τῶν ἰχθύων, οὓς βόσκεσθαι ῥύδην καὶ ἀγεληδόν φασιν.

### alpha 135

Ἄγε δῆτα · φέρε, κόμιζε, δεῦρο.

### alpha 136

Ἄγειν · ἀντὶ τοῦ μεγαλύνειν. Ὅμηρος (ε 311)· „καί μευ κλέος ἦγον Ἀχαιοί“.

### alpha 137

Ἄγειν · ἀντὶ τοῦ ἔχειν. Ὑπερείδης (fr. 220 J.).

### alpha 138

Ἄγειν · ἀντὶ τοῦ ὑποκρίνασθαι. καὶ ἄγειν· ἀντὶ τοῦ τιμᾶν καὶ ἀντὶ τοῦ πίνειν, ὅπερ καὶ †ἐπάγειν† ἔλεγον Ἀττικοί.

### alpha 139

Ἄγειν καὶ φέρειν · τὸ λῃστεύειν καὶ ἁρπάζειν. ἄγειν δὲ καὶ ἀπάγειν χρήματα καὶ ἐπὶ ἀψύχων καὶ κομίζειν ἀδιαφόρως.

### alpha 140

Ἀγείρει · συνάγει.

### alpha 141

Ἀγελαῖος · ἀντὶ τοῦ ἰδιώτης, εὐτελής. τὸ μὲν ὄνομα ἴσως ἀπὸ τῶν ζῴων τῶν συναγελαζομένων, ἐφ’ οὗ σημαινομένου καὶ Πλάτων κέχρηται ἐν τῷ Πολιτικῷ (266a). μετῆκται δὲ ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἀδοξοτέρους. οὕτως Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ αὐτοῦ λόγῳ (immo Panath. 18). καὶ ἀγελαῖον ἄρτον (Pl. com. fr. 76 K.) τὸν χυδαῖον.

### alpha 142

Ἀγενής · Ἰσαῖος (2, 10) ἀντὶ τοῦ ἄπαις.

### alpha 143

Ἀγεννῶς · ἀνάνδρως.

### alpha 144

Ἀγέραστος · ἄτιμος.

### alpha 145

Ἀγερμός · συναθροισμός.

### alpha 146

Ἀγερσικύβηλιν · Κρατῖνος (fr. 62 K.) Λάμπωνα τὸν μάντιν ὡς ἀγύρτην καὶ θύτην· κύβηλις γὰρ ὁ πέλεκυς. οἱ δὲ ἐγερσικύβηλιν ἐν τῷ δράματι γράφουσιν, τὸν ἐφ’ ἑαυτὸν ἐγείροντα τὸν πέλεκυν.

### alpha 147

Ἄγει · ἀντὶ τοῦ κομίζει καὶ ἡγεῖται. καὶ ἄγει · τὸ τιμᾷ καὶ σέβεται. Δημοσθένης δὲ τὸ ἄγει ἐν τῷ κατὰ Τιμοκράτους (24, 129) τὸ τίμημα λέγει ἢ τὴν ποσότητα τῆς ὁλκῆς, φάσκων· „καὶ τὸν ἀκινάκην τοῦ Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούσ“. καὶ κατὰ Δημάδου (fr. 2 S.)· „ἦγε δὲ πέντε μνᾶσ“.

### alpha 148

Ἀγέλαστος · ὁ πρὸς γέλωτα οὐκ ἐπιτήδειος. καὶ ὁ στυγνός. ἔστι δὲ καὶ πέτρα Ἀθήνησιν οὕτω λεγομένη. Αἰσχύλος δέ φησι (fr. 290 N. 2 = 747 M.) καὶ „φρὴν ἀγέλαστοσ“. οὐκοῦν οὐκ ἐκώλυσε λέγειν καὶ νοῦς ἀγέλαστος καὶ διάνοια ἀγέλαστος καὶ τὰ ὅμοια.

### alpha 149

Ἀγέλας πόνων Εὐριπίδης εἶπεν (Herc. 1275/6), „ἀνδρῶν“ δὲ „ἀγέλασ“ Πλάτων (Leg. 3, 694e), „ἀγέλαστα“ δὲ „πρόσωπα“ Αἰσχύλος (Ag. 794).

### alpha 150

Ἀγελαιοκομική · Πλάτων ἐχρήσατο (Polit. 275e).

### alpha 151

Ἀγεννὲς καὶ στενὸν φθέγμα · ἐπὶ τῶν ἀφώνων καὶ μικρὰν καὶ ἀηδῆ φωνὴν ἐχόντων.

### alpha 152

Ἀγερωχία · ὑπερηφανία.

### alpha 153

Ἀγέρωχος · ἔντιμος, ἀνδρεῖος.

### alpha 154

Ἀγέρωχος · †ταῦρος†, σεμνός, ὑπερόπτης, θρασύς.

### alpha 155

Ἄγεται · τὸ ἡγεῖσθαι καὶ οἴεσθαι.

### alpha 156

Ἄγευστος θοίνης, †ἀστείως† βίου ἔχων.

### alpha 157

Ἄγευστος θοίνης καὶ ἁπλῶς ἄγευστος τοῦδε χρὴ λέγειν.

### alpha 158

Ἄγευστοι · ἄπειροι.

### alpha 159

Ἀγεωργίου δικάζεσθαι · εἴρηται μὲν ὡς λειποταξίου, ἀγαμίου, ἀλογίου, σημαίνει δέ, ἐπειδάν τις χωρίον παραλαβὼν ἀγεώργητον καὶ ἀνέργαστον ἐάσῃ, ἔπειτα ὁ δεσπότης δικάζηται τῷ παραλαβόντι.

### alpha 160

Ἄγη · θαῦμα, χαρά, ἀπιστία καὶ ζῆλος παρ’ Ἡροδότῳ (6, 61, 1) καὶ βασκανία. παρ’ Ὁμήρῳ δὲ (Φ 221) ἔκπληξις, πληγή, θραῦσις, κλάσις, ἀπώλεια. ἔνιοι δὲ ἱερεῖα.

### alpha 161

Ἀγηλατεῖν · ἄγος καὶ ἐναγεῖς τινας ἐλαύνειν.

### alpha 162

Ἀγηλατῶν · ἀντὶ τοῦ διώκων, φυγαδεύων. οὕτως Νικόμαχος (fr. 2 N. 2 = TrGF 127 F 14).

### alpha 163

Ἀγῆλαι · τιμῆσαι θεόν, ἀγλαΐσαι. Εὔπολις Δήμοις (fr. 119 K.)· „ἀναθῶμεν νῦν χἠμεῖς τούτοις τὰς διττὰς εἰρεσιώνας καὶ προσαγήλωμεν ἐπελθόντες. χαίρετε πάντες. δεχόμεσθα“. Ἀριστοφάνης Εἰρήνῃ (396—99)· „καί σε θυσίαισιν ἱεραῖσιν προσόδοις τε †μεγάλαις ἰδίᾳ πάντες, ὦ πότνια, καλοῦμεν† ἡμεῖς ἀεί“. Ἕρμιππος Ἀρτοπώλισι (fr. 8 K.)· „φέρε νῦν ἀγήλω τοὺς θεοὺς †οἵους† ἐγὼ καὶ θυμιάσω τοῦ τέκνου σεσωσμένου“. Θεόπομπος Πηνελόπῃ (fr. 47 K.)· „καί σε τῇ νουμηνίᾳ ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφνῃ“.

### alpha 164

Ἀγῆλαι · τιμῆσαι. τῶν πάνυ δὲ Ἀττικῶν ἐστιν ἡ λέξις. καὶ Ἀγήλω καὶ ἀγαλοῦμεν ἐρεῖς καὶ „ἄγαλλε“ (Ar. Thesm. 128) καὶ προσαγαλεῖ τὸν θεόν , ἀντὶ τοῦ εὔξεται καὶ τιμήσει. καὶ ἄγω ἀντὶ τοῦ τιμῶ. τό τε οὖν ἄγειν καὶ τὸ ἀγῆλαι Ἀττικά, ἀλλὰ τὸ μὲν ἄγειν πολιτικόν, τὸ δὲ ἀγῆλαι κωμῳδικὸν καὶ ἐγγὺς γλώττης. φεύγειν μὲν οὖν χρὴ τὸ τῶν γλωττῶν. εἰ δέ γέ σοι εἴη ἀρχαίας φωνῆς σπουδὴ καὶ σεμνότητος λόγων, χρήσαιο 〈ἂν〉 τῷ τοιούτῳ χαρακτῆρι τῶν ὀνομάτων, φησὶν ὁ Φρύνιχος (Praep. soph. fr. 6a).

### alpha 165

Ἄγημα · τὸ προϊὸν τοῦ βασιλέως τάγμα ἐλεφάντων καὶ ἵππων καὶ πεζῶν. οἱ δὲ τὸ ἄριστον τῆς Μακεδονικῆς συντάξεως.

### alpha 166

Ἀγήνωρ · ὁ ἄγαν ἀνδρεῖος. ἢ ὁ ἀγαστὸς ἐν ἀνδρείᾳ. σημαίνει δὲ καὶ τὸν ὑπερήφανον. ἔστι δὲ καὶ ὄνομα κύριον.

### alpha 167

Ἀγήρατον · ἀρρενικῶς εἶπε Σοφοκλῆς (fr. 972 R.), θηλυκῶς δὲ Ξενοφῶν (Cyr. 8, 7, 22). καὶ ἀγήρων Πλάτων μὲν ἀρσενικῶς (Polit. 273e), Εὐριπίδης δὲ θηλυκῶς (Suppl. 1178). καὶ οὐδετέρως Θουκυδίδης (2, 44, 4) καὶ Πλάτων Τιμαίῳ (33a).

### alpha 168

Ἀγήρω · τὰ μὴ γηρῶντα. ἅγια ἢ σεβάσμια.

### alpha 169

Ἀγήρω · καὶ σὺν τῷ ν ἀγήρων. οἱ δὲ ἄνευ τοῦ ν θηλυκόν φασιν εἶναι. οἱ δὲ τὸ μὲν σὺν τῷ ν τὴν αἰτιατικὴν δηλοῦν πτῶσιν, τὸ δ’ ἄνευ τούτου τὴν γενικήν τε καὶ δοτικήν.

### alpha 170

Ἁγής · τοῦτο ἀπὸ συνθέτου καταλείπεται τοῦ εὐαγὴς ἢ παναγής. Ἐμπεδοκλῆς (31 B 47 D.—K.)· „ἀθρεῖ μὲν γὰρ ἄνακτος ἐναντίον ἁγέα κύκλον“.

### alpha 171

Ἀγησίλαος · ὄνομα κύριον. ἦν δὲ Λακεδαιμονίων ἐπιφανὴς καὶ γενναῖος βασιλεύς, καὶ ᾄδεται παρὰ πολλοῖς τῶν ῥητόρων.

### alpha 172

Ἁγιάσαι · καρπῶσαι, καῦσαι ἁγίως.

### alpha 173

Ἁγιάσατε · προευτρεπίσατε, κηρύξατε.

### alpha 174

Ἅγιος · ὁ σεβάσμιος. καὶ ἅγιον τὸ σεβάσμιον καὶ τίμιον. λέγοιτο δ’ ἂν καὶ ἅγιος ὁ μιαρός, ἀπὸ τοῦ ἄγους, ὡς Κρατῖνος (fr. 373 K.).

### alpha 175

Ἀγηοχώς · ἐνέγκας.

### alpha 176

Ἁγιστείας · ἁγιωσύνης, καθαρότητος, λατρείας.

### alpha 177

Ἁγιστεύειν · ἁγιάζειν. καὶ ἁγιασθέντων · ἀφιερωθέντων.

### alpha 178

Ἁγιστεύσαντες · τὰ τῆς θυσίας ἐπιτελέσαντες.

### alpha 179

Ἀγκαλι〈δ〉αγωγοί · οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοίοις ἢ ἐπὶ θρεμμάτων. ἀγκαλιδοφόροι δὲ οἱ αὐτοὶ φέροντες, ἢ οἱ παῖδες οἱ ἀκολουθοῦντες τοῖς ἀγκαλι〈δ〉αγωγοῖς ὄνοις. λέγονται δὲ καὶ οἱ πιπράσκοντες τὰς ἀγκαλίδας ἀγκαλιδοπῶλαι . εἰσὶ δὲ ἀγκαλίδες αἱ τῶν φρυγάνων δέσμαι, οἷον ὃ ἔστιν ἀγκαλίσασθαι.

### alpha 180

Ἀγκαλίδα · μερίδα.

### alpha 181

Ἄγκαθεν · κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνέκαθεν. οὕτως Αἰσχύλος (Ag. 3).

### alpha 182

Ἄγκιστρον · τὸ ἐπὶ τοῖς ἀτράκτοις. οὕτω Πλάτων Πολιτείας ιʹ (616c).

### alpha 183

Ἀγκιστρεύει · δελεάζει.

### alpha 184

Ἀγκράτος ἐλαύνω εἶπε Ξενοφῶν (An. 1, 8, 1) κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνὰ κράτος. σὺ δὲ ἄμεινον ποιήσεις μὴ χρώμενος τῇ λέξει.

### alpha 185

Ἀγκύλη · ἀκόντιον, καὶ τοῦ ἀγκῶνος ἡ καμπή. λέγεται δὲ καὶ ἡ δεξιὰ χεὶρ ἀγκύλη· ὅθεν καὶ τὰ δόρατα ἀγκυλητά τε καὶ μεσάγκυλα ἐκάλουν. λέγεται δὲ καὶ ἀγκύλη εἶδος ποτηρίου, ᾧ ἐχρῶντο πρὸς τὴν τῶν κοττάβων παιδιάν. ἀγκύλη οὖν καὶ ἡ δεξιὰ χείρ, ἀλλὰ καὶ ἡ πρὸς κότταβον ἐπιτηδεία κύλιξ διὰ τὸ ἀπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει· ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προΐεσθαι. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι προθύμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. ἔστι δὲ ἀγκύλη καὶ εἶδός τι ἅμματος, ὡς Ἄλεξις Ἀχαΐδι (fr. 31 K.)· „ἀγκύλην τῆς ἐμβάδος οὐ καλῶς ἔσφιγξας λυθεῖσαν“. ἐχρήσαντο καὶ ἄλλοι τῇ λέξει.

### alpha 186

Ἀγκύλη καὶ ἀράφη · δῆμος Αἰγηΐδος.

### alpha 187

Ἀγκύλια · οἱ κρίκοι τῶν ἁλύσεων.

### alpha 188

Ἀγκυλομῆται · σκολιόβουλοι.

### alpha 189

Ἀγκύλον · καμπύλον, ἐπικαμπές.

### alpha 190

Ἀγκυλόχειλος · σκολιόχειλος.

### alpha 191

Ἄγκυραι · ἐκ μεταφορᾶς αἱ ἀσφάλειαι. Σοφοκλῆς (fr. 623 N. 2 = 685 R.)· „ἀλλ’ εἰσὶ μητρὶ παῖδες ἄγκυραι βίου“.

### alpha 192

†Ἄγλαι† · ὄμμα. Εὐριπίδης (fr. 1122 N. 2 ).

### alpha 193

Ἀγλαΐα · λαμπρότης.

### alpha 194

Ἀγλαΐαις · λαμπρότησιν.

### alpha 195

Ἀγλαόκοιτος · πάνυ τίμιος.

### alpha 196

Ἀγλαότιμον · λαμπρόν, τετιμημένον.

### alpha 197

Ἄγλαυρος · ἡ θυγάτηρ Κέκροπος. ἔστι δὲ καὶ ἐπώνυμον Ἀθηνᾶς.

### alpha 198

Ἄγλαυρος · μία τῶν Κέκροπος θυγατέρων, ἣν διὰ τιμῆς ἔχουσι καὶ ὀμνύουσιν αἱ γυναῖκες· εἰς γὰρ τὴν τοῦ πατρὸς αὐτῆς Κέκροπος τιμὴν ἀπονεῖμαί τινα γέρα τὴν θεὸν τῇ Ἀγλαύρῳ. οὕτω Βίων ὁ Προκοννήσιος (FGrHist 332 F 1).

### alpha 199

Ἀγλευκέστερον · ἀντὶ τοῦ ἀηδέστερον. Ξενοφῶν Ἱέρωνι (1, 21).

### alpha 200

Ἀγλευκές · τὸ ἀηδές. Ξενοφῶν εἴρηκεν ἐν τῷ Οἰκονομικῷ (8, 3). δοκεῖ δὲ ξενικὸν εἶναι τὸ ὄνομα, Σικελικόν· πολὺ γοῦν ἐστι πάλιν παρὰ Ῥίνθωνι (fr. 28 Kaibel).

### alpha 201

Ἄγλιθες · τὸ δὲ αὐτὸ καὶ γέλγιθες· ἐξ ὧν ἡ τοῦ σκορόδου κεφαλὴ σύγκειται.

### alpha 202

Ἀγλωττία · ἡσυχία, σιωπή.

### alpha 203

Ἄγμασι · κλάσμασι, τροπαῖς.

### alpha 204

Ἁγνεία · καθαρότης.

### alpha 205

†Ἁγνεύεται τὴν πόλιν · ἀντὶ τοῦ ἐκ κατηγορίας παρασήμου, ἀντὶ τοῦ ἁγνίζεται†.

### alpha 206

Ἁγνίας · ὄνομα κύριον.

### alpha 207

Ἁγνίσαι · τὸ διαφθεῖραι κατ’ ἀντίφρασιν. καὶ τὸ ἀποθῦσαι. οὕτως Σοφοκλῆς (fr. 112 N. 2 = 116 R.).

### alpha 208

Ἁγνίτης · ἱκέτης καὶ καθάρσιος· καὶ γὰρ ὁ μύσους ἁγνισθεὶς καὶ ὁ καθήρας οὕτως λέγονται.

### alpha 209

Ἄγναπτος · καὶ διὰ τοῦ γ καὶ διὰ τοῦ κ ἔλεγον τοὔνομα. σημαίνει δὲ τὸ μὴ ἐγναμμένον. λέγεται δὲ καὶ ἀρρενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀρρενικῶς μὲν ἄγναπτος χιτών, θηλυκῶς δὲ ἄγναπτος χλαῖνα, οὐδετέρως δὲ ἄγναπτον ἱμάτιον. Πλάτων μέντοι ὁ κωμικὸς (fr. 18 Dem.) τὴν ἄγναπτον καὶ χλαῖναν καλεῖ· οὐ μέντοι γε πᾶσα χλαῖνα καὶ ἄγναπτος. ἔστι δὲ χλαῖνα ἱμάτιον παχύ, εἴτε ἄγναπτον εἴτε ἐγναμμένον.

### alpha 210

Ἄγνος · φυτόν, ὃν καὶ λύγον καλοῦσιν.

### alpha 211

Ἀγνόδικος · ἀγνοοῦσα τὸ δίκαιον.

### alpha 212

Ἁγνοδικεῖς · οἱ θεοί.

### alpha 213

Ἄγνοια · ὀλιγωρία.

### alpha 214

Ἀγνοίη · λύπη. καὶ τὸ ἀγνοεῖν λυπεῖσθαι.

### alpha 215

Ἁγνοπολεῖσθαι · τὸ σφαγίοις καθαίρεσθαι.

### alpha 216

Ἁγνούσιος · Ἁγνοῦς δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος, ἧς ὁ φυλέτης Ἁγνούσιος.

### alpha 217

Ἀγνωμόνως · ἀνοήτως ἢ ἀχαρίστως. λέγονται δὲ παρὰ Πλάτωνι ἀγνώμονες οἱ ἀμαθεῖς (Reip. 5, 450d).

### alpha 218

Ἀγνωμόνως · Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς (Ol. 2, 26) ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως.

### alpha 219

Ἀγνῶτας · μὴ ἐπιγινωσκομένους· „ἀγνῶτα δέ μοι προεκόμιζεν ἄνθρωπον, ὃς καὶ ἑαυτῷ ἀγνὼς ἐτύγχανεν ὤν“ (incerti auctoris).

### alpha 220

Ἄγνον , οὐχὶ λύγον καλοῦσι. καὶ ἀρσενικῶς Χιωνίδης Ἥρωσι (fr. 2 K.)· „καὶ μὴν μὰ τὸν Δί’ οὐθὲν ἔτι γέ μοι δοκῶ ἄγνου διαφέρειν ἐν χαράδρᾳ πεφυκότοσ“. Πλάτων (Phaedr. 230b)· „ἥ τε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφὴς καὶ ὑψηλὴ καὶ τοῦ ἄγνου τε τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον“.

### alpha 221

Ἀγορά · τόπου ὄνομα. καὶ τὰ ἀγοραζόμενα. Θεσσαλοὶ δὲ καὶ τὸν λιμένα ἀγορὰν καλοῦσι. Κρῆτες τὴν ἐκκλησίαν. παρ’ Ὁμήρῳ (A 54) πᾶς ἀθροισμός. Σόλων δὲ (1, 2 West) ἀγορὰν καλεῖ τὸ πεζῷ λόγῳ ἀγορεύειν. καὶ ὁ τόπος παρ’ Ὁμήρῳ (H 382) ἢ ἡ ἐκκλησία ἢ τὸ συναμφότερον.

### alpha 222

Ἀγορὰ θεῶν · Ἀθήνησι τόπος ἐκαλεῖτο.

### alpha 223

Ἄγοι · πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν (fr. 67 S.)· „ἔβλαψε γάρ με“, φησί, „Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν“. Ἀντιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγοῖτο παρείληφε· φησὶ γὰρ ἐν τῷ Περὶ ἀληθείας (87 B 44 A 1, 18 D.—K.)· „τοὺς νόμους μεγάλους ἄγοι“.

### alpha 224

Ἀγομένων τῶν ἡμετέρων · ἀντὶ τοῦ ἁρπαζομένων καὶ λῃστευομένων.

### alpha 225

Ἀγοράσω λέγουσι, τὸ δὲ ἀγορῶ βάρβαρον· παραδειγμάτων δὲ μεστὰ πάντα, εἰλήφθω δ’ ὅμως Ἀριστοφάνους ἐξ Αἰολοσίκωνος (fr. 2 K.)· „ἀλλ’ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω ἅπαξ ἅπανθ’, ὅσα κελεύεις, ὦ γύναι“. καὶ ἀγοράσματα αὐτὰ τὰ ἠγορασμένα.

### alpha 226

Ἀγοράς · Ὑπερείδης ἀντὶ τοῦ συνόδους· λέγει γὰρ ἐν τῷ κατὰ Πολυεύκτου (fr. 150 J.)· „οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται“. δηλοῖ δὲ καὶ ἄλλα τοὔνομα.

### alpha 227

Ἀγοράζειν · τὸ ὠνεῖσθαί τι καὶ τὸ ἐν ἀγορᾷ διατρίβειν.

### alpha 228

Ἀγορανομίας · λογιστείας. εἴρηται δὲ ἐπὶ τῶν ἐπισκοπούντων τὰ τῶν πόλεων ὤνια.

### alpha 229

Ἀγορανόμοι · οἱ τὰ κατὰ τὴν ἀγορὰν διοικοῦντες ὤνια ἄρχοντες. δέκα δὲ ἦσαν, ὧν πέντε μὲν τὰ κατὰ τὸ ἄστυ, πέντε δὲ τὰ κατὰ τὴν χώραν διέταττον.

### alpha 230

Ἀγοράσαι · τὸ ὠνήσασθαι.

### alpha 231

Ἀγοραίαν · τὴν δικαιολογίαν.

### alpha 232

Ἀγοραῖοι · οἱ ἐν ἀγορᾷ ἀναστρεφόμενοι.

### alpha 233

Ἀγοραῖος νοῦς · ὁ πάνυ εὐτελὴς καὶ συρφετώδης καὶ οὐκ ἀπόρρητος οὐδὲ πεφροντισμένος· οἱ γὰρ ἀγοραῖοι ἄνθρωποι ἀμαθεῖς καὶ ἀπαίδευτοί εἰσιν. οὕτως Εὐριπίδης (fr. 1114 N. 2 ).

### alpha 234

Ἀγοραῖος Ζεύς · βωμὸς Ἀθήνησιν, ὃς ἐκαλεῖτο ἀγοραίου Διός.

### alpha 235

Ἀγοραῖος Ἑρμῆς · ἐν Ἀθήναις ἵδρυτο κατὰ τὴν ἀγοράν.

### alpha 236

Ἀγορὰ Κερκώπων · Ἀθήνησι πλησίον τῆς Ἡλιαίας, ἐν ᾗ μάλιστα τὰ κλοπιμαῖα πιπράσκονται καὶ ὠνοῦνται· τοιούτους γὰρ καὶ τοὺς Κέρκωπας παρειλήφαμεν, κλέπτας καὶ πανούργους.

### alpha 237

Ἀγορὰ ἐφορεία · οὕτως ἐλέγετο ἡ σύνοδος ἡ πρὸς τοῖς κοινοῖς ὅροις τῶν ἀστυγειτόνων γινομένη· ἐνταῦθα γὰρ συνιόντες οἱ ὅμοροι περὶ τῶν κοινῶν ὁμοῦ ἐβουλεύοντο.

### alpha 238

Ἀγορᾶς ὥραν · οὐ τῶν πωλουμένων, ἀλλὰ τῶν ἄλλων πράξεων τῶν κατ’ ἀγοράν· „ἕωθεν ἧκε πρὶν ἀγορὰν πεπληθέναι“. Φερεκράτης (fr. novum). καὶ ἐν Αὐτομόλοις (fr. 29 K.)· „πίνειν ἀεὶ καὶ μεθύειν πρὶν ἀγορὰν πεπληθέναι“.

### alpha 239

Ἀγοραστήν · τὸν τὰ ὄψα ὠνούμενον, ὃν Ῥωμαῖοι ὀψωνιάτορα καλοῦσιν.

### alpha 240

Ἀγοράσματα · τὰ ὤνια λέγουσι. καὶ ἀγορασμάτων · καὶ Ἀγοράσεως τῆς ὠνήσεως.

### alpha 241

Ἀγορήν · ἐκκλησίαν.

### alpha 242

Ἀγορηταί · σύμβουλοι, φρόνιμοι.

### alpha 243

Ἄγος · κατ’ ἀντίφρασιν τὸ μύσος. καὶ ἐναγὴς ὁ ἐνεχόμενος τῷ μύσει. καὶ ἀγηλατεῖν τὸ τοὺς ἐναγεῖς ἐλαύνειν. ὁ δὲ παναγὴς τὸν ἁγνὸν καὶ καθαρὸν σημαίνει. καὶ παρωνόμασται ὁ μὲν ἐναγὴς ἀπὸ τοῦ ἄγους, ὁ δὲ παναγὴς ἀπὸ τοῦ ἁγνοῦ καὶ καθαροῦ. σημαίνει δὲ καὶ ἅγνισμα καὶ θυσίαν.

### alpha 244

Ἄγος · μίασμα ἢ ἀγκών. λέγεται δὲ ἄγος καὶ τὸ τίμιον καὶ ἄξιον σεβάσματος, ἐξ οὗ καὶ ἱέρειαι παναγεῖς καὶ ἄλλα τινά.

### alpha 245

Ἀγός · ἡγεμών.

### alpha 246

Ἄγος · ὁ Ζεὺς παρὰ Τροιζηνίοις.

### alpha 247

Ἀγόμφιος αἰών · οὕτως ἔλεγον τὸν χρόνον, ἐν ᾧ τις ἑωρᾶτο γεγηρακώς, παρὰ τὸ μὴ ἐνεῖναι τοῖς γηρῶσι τοὺς γομφίους. Διοκλῆς (fr. 14 K.)· „μηδείς ποθ’ ὑμῶν, ἄνδρες, ἐπιθυμησάτω γέρων γενέσθαι, προνοησάτω δὲ ὅπως νέος ὢν ἀγαθόν τι τῇ ψυχῇ παθὼν εἰς ὥραν καταλύσῃ μηδ’ ἀγόμφιόν ποτε αἰῶνα τρίψῃ“.

### alpha 248

Ἄγουσιν ἑορτὴν οἱ κλέπται · χαριεστάτη ἡ σύνταξις καὶ ἱκανῶς πεπαισμένη κατὰ τὴν κωμῳδικὴν χάριν. σημαίνει δὲ τοὺς ἀδεῶς κλέπτοντας. οὕτως Κρατῖνος (fr. 18 Dem.).

### alpha 249

Ἄγρα · Δήμητρος ἱερὸν ἔξω τῆς πόλεως πρὸς τῷ Εἰλισσῷ.

### alpha 250

Ἄγραυλοι · οἱ ἐν ἀγρῷ διανυκτερεύοντες ἢ αὐλιζόμενοι.

### alpha 251

†Ἀγραπτότατος† αὖος βάτος · ἐπὶ τοῦ σκληροῦ καὶ αὐθάδους τὸν τρόπον.

### alpha 252

Ἄγραφα ἀδικήματα · οἷον ὑπὲρ ὧν νόμος οὐ κεῖται.

### alpha 253

Ἀγραφίου · εἶδος δίκης ἐστὶ κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ ἐγγεγραμμένων ὥστε ὀφείλειν, ἀπαλειφθέντων δὲ πρὶν ἀποδοῦναι. ἐνίοτε δὲ τάττεται καὶ κατὰ τῶν ἐγγραφόντων τοὺς μὴ ὀφείλοντας. ὁ δὲ τοῦτο πράξας καὶ ἁλοὺς αὐτὸς μὲν ἐνεγράφετο ὀφείλειν, ὁ δὲ μὴ δεόντως ἐγγραφεὶς ἠφίετο τῆς ἀδίκου ἐγγραφῆς.

### alpha 254

Ἀγραφίου δίκη · τῶν ἐκ καταδίκης ὠφληκότων τῷ δημοσίῳ γράφουσι τὰ ὀνόματα ἐν σανίσιν οἱ κατὰ καιρὸν περὶ τούτων διοικοῦντες, προστιθέντες ἀνὰ πόσον ἐστὶ τὸ ὄφλημα. ὅταν δὲ ἀποδιδῷ ἕκαστος, ἐξαλείφεται τῆς σανίδος τὸ ἐπίγραμμα. ἐὰν οὖν τις ἀναγραφῇ μὲν ὠφληκέναι, δόξῃ δὲ μὴ ἀποδεδωκέναι, καὶ τὸ ὄνομα αὐτοῦ ἐξηλειμμένον ᾖ ἐκ τῆς σανίδος, συγκεχώρηται τῷ βουλομένῳ τῶν ἀστῶν εἰσάγειν κατ’ αὐτοῦ δίκην ἀγραφίου.

### alpha 255

Ἀγράφου μετάλλου δίκη · οἱ τὰ ἀργύρεια μέταλλα ἐργαζόμενοι, ὅπου βούλοιντο καινοῦ ἔργου ἄρξασθαι, φανερὸν ἐποιοῦντο τοῖς ἐπ’ ἐκείνοις τεταγμένοις ὑπὸ τοῦ δήμου καὶ ἀπεγράφοντο τοῦ τελεῖν ἕνεκα τῷ δήμῳ εἰκοστὴν τετάρτην τοῦ καινοῦ μετάλλου. εἴ τις οὖν ἐδόκει λάθρα ἐργάζεσθαι μέταλλον, τὸν 〈μὴ〉 ἀπογραψάμενον ἐξῆν τῷ βουλομένῳ γράφεσθαι καὶ ἐλέγχειν.

### alpha 256

Ἀγρευτικὴ στολή · ἡδεῖα ἡ λέξις καὶ ἀστεία.

### alpha 257

Ἀγρεύματα · τὰ ἐπὶ τῆς ἀγροικίας κτήματα Σόλων εἶπε (fr. 511 M.). σημαίνει δὲ καὶ σκῦλα.

### alpha 258

Ἀγριόθυμος · ἄγριος τῇ ψυχῇ.

### alpha 259

Ἄγριοι · τοὺς παιδεραστὰς οὕτως ἐκάλουν, ἤτοι ὅτι ἄγριον τὸ πάθος, ἢ ὅτι ὁ Πὰν ἔνοχός ἐστι τοῖς τοιούτοις. καλοῦσι δὲ αὐτοὺς καὶ Κενταύρους. δῆλον ὅτι καὶ τὰ ἀνήμερα τῶν ζῴων ἄγρια καλεῖται. καὶ Ἄγριος ὁ τὸ ἦθος δύσκολος καὶ ὀργίλος.

### alpha 260

Ἀγρίους · Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου (52) τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ οὕτως ὠνόμασε. καὶ Μένανδρος δὲ (fr. 705 K.—Th.) „ἄγριον“ εἶπε „κυβευτὴν“ τὸν λίαν περὶ τὸ κυβεύειν ἐσπουδακότα.

### alpha 261

Ἄγριος ἔλαιος · ἣν οἱ πολλοὶ ἀγριέλαιον καλοῦσιν. ἔστι παρὰ Πινδάρῳ ἐν Ὕμνοις (fr. 46 Snell).

### alpha 262

Ἀγροικεῖν · καὶ ἀγροίκων · τῶν σωφρόνων. παρὰ δὲ τὸ ἀγροῖκος γέγονε τὸ ῥῆμα ἀγροικεῖν.

### alpha 263

Ἄγροικοι · γένος Ἀθήνησιν, ὃ ἀντιδιέστελλον πρὸς τοὺς εὐπατρίδας. ἦν δὲ τὸ τῶν γεωργῶν· καὶ τρίτον τὸ τῶν δημιουργῶν.

### alpha 264

Ἄγροικος · σκληρός, ἀσκιατρόφητος, οἷον ἐργάτης.

### alpha 265

Ἄγροικος ὀπώρα · ἀπεναντίως τῇ γενναίᾳ. ἐγένετο δὲ ὡς ἐν διαφορᾷ, τῆς μὲν πρὸς τὸ ὀπωρίσαι, τῆς δὲ πρὸς ἀπόθεσιν καὶ οἰνοποιΐαν καὶ τὰ τοιαῦτα. λέγει δὲ ὁ Πλάτων σαφῶς ἐν Νόμοις (8, 845 ab)· „ὠνούμενος τὴν γενναίαν ὀπώραν ὀπωριζέτω, ἐὰν βούληται“. καὶ πάλιν· „τῆς μὲν γενναίας ἁπτέσθω, ἐὰν βούληται, τῆς δὲ ἀγροίκου λεγομένης καὶ τὸν τοιοῦτον ὁ νόμος εἰργέτω“.

### alpha 266

Ἄγροικος · ἄφρων, δύσκολος. ἢ ὁ ἐν ἀγρῷ κατοικῶν.

### alpha 267

Ἀγροβόας ἀνήρ · ὁ ἀγροίκως φθεγγόμενος καὶ οὐκ ἀστείως οὐδὲ ἐμμελῶς. οὕτως Κρατῖνος (fr. 374 K.).

### alpha 268

Ἀγρόμενοι · συναθροίζοντες.

### alpha 269

Ἀγροιλῆθεν · Ἀγροίλη δῆμός ἐστι τῆς Ἐρεχθηΐδος φυλῆς, ὁ δὲ δημότης πάλαι ἐλέγετο Ἀγροιλεύς.

### alpha 270

Ἀγρονόμοι · οἱ ἐν ἀγροῖς διάγοντες.

### alpha 271

Ἀγρότας · ἀγροίκους.

### alpha 272

Ἀγροῦ πυγή · τὸ πιότατον. οἱ δὲ ἐπὶ τῶν προσκαθημένων τινὶ λιπαρῶς. οἱ δὲ ὑπερβολικῶς λέγουσιν ἐπὶ τῶν ἐν ἀγρῷ καθημένων. ἢ ἐπὶ τοῦ σφόδρα ἀγροίκου.

### alpha 273

Ἄγρυκτα καὶ ἄλεκτα πέπονθα · τὸ μὲν ἄγρυκτά ἐστιν ὥστε μηδὲ γρύξαι διὰ τὴν ὑπερβολὴν τῶν κακῶν· γρύξαι δέ ἐστι τὸ βραχύτατον φθέγξασθαι, ὃ καὶ ἄναρθρόν ἐστι, μυγμῷ ἢ στεναγμῷ παραπλήσιον. κέχρηται δὲ αὐτῷ καινότατα Φερεκράτης (fr. 157 K.)· „τί δ’ ἔπαθες;— ἄγρυκτα καὶ ἄλεκτα· ἀλλὰ βούλομαι μόνῃ αὐτὴ φράσαι σοι“.

### alpha 274

Ἀγρῶσται · οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω ῥήματος. Ὅμηρος (ε 53)· „ἰχθῦς ἀγρώσσων“.

### alpha 275

Ἀγυιαί · ἄμφοδα, ῥῦμαι. ἢ ἐπιμήκεις ὁδοί· παρὰ γὰρ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη 〈καὶ〉 κάμψεις. τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρουσιν.

### alpha 276

Ἀγυιάν · τὸν στενωπὸν Ξενοφῶν (Cyr. 2, 4, 3). καὶ ὅλως πολλὰ τὰ γλωσσηματικὰ παρ’ αὐτῷ.

### alpha 277

Ἀγυιεύς · ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴς κίων, ἱερὸς Ἀπόλλωνος, καὶ αὐτὸς 〈ὁ〉 θεός. Φερεκράτης Κραπατάλοις (fr. 87 K.)· „ὦ δέσποτ’ Ἀγυιεῦ, ταῦτα συμμέμνησό μοι“. καὶ τὸ „κνισᾶν Ἀγυιᾶσ“ (Dem. 21, 51) τοὺς ἀγυιέας δηλοῖ συνῃρημένως, οὐ τὰς ἀγυιὰς καὶ τὰς ὁδούς.

### alpha 278

Ἀγυιάτιδες · παρ’ Εὐριπίδῃ (Ion. 186) οἱ πρὸ τῶν θυρῶν βωμοί.

### alpha 279

Ἀγυιᾶς · ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν, ὡς ἀπὸ τοῦ ἀγυιέας. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν. ἰδίους δὲ αὐτούς φασιν εἶναι Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιεύς, καὶ κατὰ τὴν αἰτιατικὴν ἀγυιέας, ἐν συναλιφῇ δὲ ἀγυιᾶς. ἔστι δὲ ἴδιον Δωριέων. εἶεν δ’ ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοί, ὡς Σοφοκλῆς μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν φησί (fr. 341 N. 2 = 370 R.)· „λάμπει δ’ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμούς, βαρβάρους εὐοσμίασ“.

### alpha 280

Ἀγύρτης · ἐπαίτης, φιλοκερδής. καὶ ἀγύρτης · εἶδος βόλου.

### alpha 281

Ἀγύρτης · ὁ ἀλαζὼν καὶ ἀπατεών. τὸ δὲ ἀγείρειν καὶ περιαγείρειν τὸ περιιέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἤ τινι ἑτέρῳ τοιούτῳ σεμνύνειν. ὁ δὲ ἀγύρτης καὶ κυβευτικοῦ βόλου ἐστὶν ὄνομα.

### alpha 282

Ἀγυρτικά · χυδαῖα ψεύσματα.

### alpha 283

Ἀγυρμός · ἐκκλησία, συναγωγή.

### alpha 284

Ἀγυρτώδη · συρφετώδη.

### alpha 285

Ἀγύρριος · δημαγωγὸς Ἀθηναίων οὐκ ἀφανής.

### alpha 286

Ἄγχαζε · ἀντὶ τοῦ ἀναχώρει. οὕτως Σοφοκλῆς (fr. 886 N. 2 = 973 R.).

### alpha 287

Ἄγχασκε · ἀντὶ τοῦ ἀνάχασκε. οὕτως Φερεκράτης (fr. 196 K.).

### alpha 288

Ἀγχέμαχος · ἐγγύθεν μαχόμενος.

### alpha 289

Ἄγχι · ἐγγύς.

### alpha 290

Ἀγχίθυρος · γείτων.

### alpha 291

Ἀγχίμολον · ἐγγὺς ἐλθόν.

### alpha 292

Ἄγχιμος · ἀντὶ τοῦ πλησία. Εὐριπίδης (fr. 867 N. 2 )· „ἀλλ’ ἄγχιμος γὰρ ἥδε Φοιβεία γυνή“.

### alpha 293

Ἀγχίνοια · σύνεσις.

### alpha 294

Ἀγχίνους · συνετός, ὀξὺς τὸν νοῦν.

### alpha 295

Ἄγχιστα · ἔγγιστα.

### alpha 296

Ἀγχιστεία · συγγένεια. καὶ ἀγχιστεῖς · οἱ ἀπὸ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέρα ἐγγυτάτω τοῦ τελευτήσαντος. οἱ δὲ ἔξω τούτων συγγενεῖς μόνον. οἱ δὲ κατ’ ἐπιγαμίαν μιχθέντες τοῖς οἴκοις οἰκεῖοι λέγονται.

### alpha 297

Ἀγχίσποροι · ἐγγὺς γένους.

### alpha 298

Ἀγχιστίνδην · τὸ κατὰ ἀγχιστείαν, ὥσπερ ἀριστίνδην καὶ πλουτίνδην, ἐπιρρηματικῶς.

### alpha 299

Ἀγχίστροφοι · συστραφέντες ἢ ταχὺ ἐπιστρεφόμενοι.

### alpha 300

Ἀγχιτέρμων · ὁ γείτων, ὁ ὅμορος.

### alpha 301

Ἀγχοῦ · ἐγγύς.

### alpha 302

Ἀγχωμάλου · τῆς ἴσης, τῆς ἐγγὺς τοῦ ὁμαλοῦ.

### alpha 303

Ἀγωγή · ἀναστροφή, τρόπος. ἢ ἡ κομιδή. καὶ τὸ ἀγόμενον βάρος.

### alpha 304

Ἀγωγεῖ · τῷ ἱμάντι, ᾧ ἄγεται ὁ ἵππος, ὃς καὶ ῥυτὴρ καλεῖται.

### alpha 305

Ἀγωγεύς · ὁ ἱμὰς τῶν κυνηγετικῶν κυνῶν. οὕτως Σοφοκλῆς (fr. 887 N. 2 = 974 R.).

### alpha 306

Ἀγώγιον · τὸ ἀγόμενον βάρος ἐπὶ τῆς ἁμάξης. οὕτως Ξενοφῶν (Cyr. 6, 1, 54).

### alpha 307

Ἀγώγιμος · ἄγων, ἀγόμενος.

### alpha 308

Ἀγωγίμων · φορτίων ἐμπορικῶν.

### alpha 309

Ἀγωγόν · ἐπακτικόν.

### alpha 310

Ἀγωγούς · προπομπούς.

### alpha 311

Ἀγωνία · ὁ ἀγωνισμός. καὶ ἀγών. λέγεται δὲ οὕτως καὶ ἡ ἀγωνιστική.

### alpha 312

Ἀγωνίᾳ · Ξενοφῶν (Cyr. 2, 3, 15) ἀντὶ τοῦ ἀγῶνι.

### alpha 313

Ἀγῶνα · καὶ τὴν πρὸς τοὺς ἀγῶνας ἄσκησιν.

### alpha 314

Ἀγωνιῶ · κινδυνεύω.

### alpha 315

Ἀγών · ὄνομα κύριον δηλοῖ, ὡς Δοῦρις ἱστορεῖ (FGrHist 76 F 82). σημαίνει δὲ καὶ τὴν ἀγωνίαν καὶ τὸ ἄθροισμα καὶ τὸν ναόν, ἔνθα ἀθροίζονται, καὶ τὸν τόπον, ἔνθα ἀθροίζεται τὸ πλῆθος.

### alpha 316

Ἀγῶνα · καὶ Ὅμηρος (θ 260) τὸν τόπον αὐτόν, ἐν ᾧ ἀγωνίζονται. Θουκυδίδης εʹ (50, 4)· „προελθὼν εἰς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον“.

### alpha 317

Ἀγὼν οὐ δέχεται σκήψεις · τάττεται ἡ παροιμία καὶ ἐπὶ τῶν μηδὲν ὀνησαμένων εἰς σκῆψιν.

### alpha 318

Ἀγωνιᾶν · Ἰσοκράτης (15, 183.302) ἀντὶ τοῦ ἀγωνίζεσθαι. καὶ ἀγωνιῶντες ἀντὶ τοῦ ἀγωνιζόμενοι ὁ αὐτός (4, 91).

### alpha 319

Ἄγωνος · κατὰ σχηματισμὸν ἀντὶ τοῦ ὁ ἀγών· ἀπὸ δὲ γενικῆς ἐσχηματίσθη. οὕτως Ἀλκαῖος ὁ λυρικὸς πολλάκις ἐχρήσατο (fr. 403 L.‐ P.).

### alpha 320

Ἀγωνοθέτης · ὁ ἐν τοῖς σκηνικοῖς, ἀθλοθέτης δὲ ὁ ἐν τοῖς γυμνικοῖς.

### alpha 321

Ἀγῶνα · τὴν συναγωγήν. οὕτως Ἀριστοφάνης (fr. 927 K.).

### alpha 322

Ἀδαγμός · ὀδαξησμός, ὅπερ ἐστὶ κνησμός. οὕτως Σοφοκλῆς (Tr. 770).

### alpha 323

Ἀδαήμονες · ἄπειροι.

### alpha 324

Ἀδαμάντινα · στερρά.

### alpha 325

Ἀδαξῆσαι · τὸ κνῆσαι, οὐκ ἐν τῷ 〈ο〉 ὀδαξῆσαι. καὶ ἀδαχεῖν · τὸ κνήθειν· „ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορα ἐκλέγει τ’ ἀεί“. Ἀριστοφάνης ἐν Ὁλκάσιν (fr. 410 K.).

### alpha 326

Ἄδασμος · οὐδένα δασμὸν ἐκτίνουσα οὐδὲ μερίζουσα δασμὸν τῆς οἰκήσεως. οὕτως Αἰσχύλος (fr. 63 N. 2 = 77 M.).

### alpha 327

Ἄδδιξ · μέτρον τετραχοίνικον. οὕτως Ἀριστοφάνης (fr. 709 K.).

### alpha 328

Ἀδεὲς δέος (Pl. Symp. 198a)· τάσσεται ἐπὶ τῶν τὰ μὴ φοβερὰ φοβουμένων. ἢ ἀσφαλές, οὐ φοβερόν.

### alpha 329

Ἀδέητος · Ἀντιφῶν (87 B 10 D.—K.) ἀντὶ τοῦ ἀνενδεής.

### alpha 330

Ἀδείμαντα · ἄφοβα.

### alpha 331

Ἀδεκάστως · ἀμερίστως, δικαίως, ἀδωροδοκήτως, ὀρθῶς.

### alpha 332

Ἀδεκατεύτους · ὧν οὐκ ἀνατέθειται ἡ δεκάτη τοῖς θεοῖς.

### alpha 333

Ἀδελφίζειν · τὸ ἀδελφόν τινα πυκνῶς καὶ θεραπευτικῶς καλεῖν. οὐ μόνη ἡ κωμῳδία (Apolloph. fr. 4 K.), ἀλλὰ καὶ οἱ ῥήτορες τῇ λέξει ταύτῃ χρῶνται. οὕτως Ἰσοκράτης (19, 30).

### alpha 334

Ἀδημονεῖν · κυρίως μέν ἐστι τὸ ἀπορεῖν καὶ ἀμηχανεῖν ἔν τινι δήμῳ ἢ χώρᾳ. Ὅμηρος 〈 *** 〉.

### alpha 335

Ἁδήν · τῶν ἐν τῷ σώματι γεγενημένων ἐστὶ τοῦτο. γίνεται δὲ περὶ βουβῶνας καὶ μασχάλας, καὶ ἔτι ὑπὸ τὰς σιαγόνας. ὀξύνεται δὲ ἡ λέξις καὶ δασύνεται παραλόγως, ὥς φησιν Ἡρωδιανός (1, 539, 20 L.).

### alpha 336

Ἄδην · τὸ ἅλις. Πλάτων πολλαχοῦ κέχρηται. ἢ εἰς κόρον, ἱκανῶς, ἀρκούντως. ἐν Χαρμίδῃ (153d)· „ἐπεὶ δὲ τῶν τοιούτων ἄδην εἴχομεν“.

### alpha 337

Ἀδημονῶν · ἀγωνιῶν.

### alpha 338

Ἀδήριτος · ἄμαχος.

### alpha 339

Ἀδηφάγος · ἀθρόως ἐσθίων, πολυφάγος, γαστρίμαργος.

### alpha 340

Ἀδηνέως · ἁπλῶς καὶ ἀταλαιπώρως, κατὰ στέρησιν τῶν δηνέων καὶ μεριμνῶν.

### alpha 341

Ἀδηφάγον ἅρμα · τὸ τέλειον.

### alpha 342

Ἀδηφάγοι τριήρεις · αἱ μεγάλαι οὕτως ἐλέγοντο· ἢ ἔχουσαι τὰ πληρώματα ἐντελῆ. καὶ ἀδηφάγα ἅρματα τὰ μεγάλα καὶ τέλεια. καὶ ἔστι πεποιημένον ἀπὸ τοῦ ἄδην ἐσθίειν ἤτοι δαψιλῶς.

### alpha 343

Ἀδηφάγοι τριήρεις · λέγοιντ’ ἂν αἱ ἐντελόμισθοι καὶ πολλὰ ἀναλίσκουσαι, ἐκ μεταφορᾶς τῶν τελείων καὶ ἀγωνιστῶν ἵππων. Ἀλκαῖος δὲ ἐν τῇ Κωμῳδοτραγῳδίᾳ (fr. 21 K.) τοὺς πότας λύχνους ἀδηφάγους εἶπεν.

### alpha 344

Ἀδῄωτον · ἀπόρθητον, ἀπραίδευτον.

### alpha 345

Ἀδηφάγοι · 〈οἱ〉 ἀγωνισταὶ ἵπποι οὕτως ἐκαλοῦντο, ὡς Ἀριστοφάνης (fr. 736 K.) καὶ Φερεκράτης (fr. 197 K.). ἔφη δὲ καὶ ἀδηφαγοῦσα Σοφοκλῆς (fr. 889 N. 2 = 976 R.) καὶ ἀδηφαγεῖν Ἕρμιππος (fr. 84 K.). ἀλλὰ καὶ ἀδηφάγον εἷπε Λυσίας (fr. 103 S.) τὴν τέλειον μισθὸν λαμβάνουσαν τριήρη. Ἀλκαῖος δὲ ὁ κωμικὸς (fr. 21 K.) καὶ τοὺς πότας λεγομένους λύχνους ἀδηφάγους ἔφη χαριεντισάμενος. καὶ δρομεῖς δέ τινες ἐν Νεμέᾳ ἀδηφάγοι ἐλέγοντο. καὶ οἱ γυμναστικοὶ παρὰ Ἀργείοις οὕτως. λέγουσι δέ τινες καὶ τὸν ἱερὸν λόχον ἀδηφάγον.

### alpha 346

Ἀδίαντον · ξηρόν, ἄβροχον. ἢ φυτὸν παρ’ ὕδασι φυόμενον, τὸ καλούμενον πολύτριχον.

### alpha 347

Ἀδιάφθορον · ἄμωμον. λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μήπω μετ’ ἀνδρὸς παιδισκάριον γεγονός, ὡς Μένανδρος (fr. 812 K.—Th.). καὶ μὴν ἀδιάφθορον τὸ μηδεμιᾷ ὑποκείμενον φθορᾷ, ὡς Πλάτων ἐν τῷ Περὶ ψυχῆς (106e)· „ὁπότε δὴ τὸ ἀδιάφθορον καὶ ἀθάνατον οἴχεται“. λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μὴ παρακεκινημένον τῆς ὀρθῆς γνώμης, ὡς ὁ αὐτὸς ἐν Νόμων ϛʹ (768b)· „ἀδιαφθόρους ταῖς δεήσεσι δικάζειν“. προάγεται δὲ ἡ λέξις καὶ ἐπιρρηματικῶς, ὡς Αἰσχίνης φησὶν (1, 137) Ἀδιαφθόρως.

### alpha 348

Ἀδιαίτητος · ἀλλότριος, ἀήθης.

### alpha 349

Ἀδιάκριτος · ἀδιαχώριστος. λαμβάνεται δὲ ἐπὶ τῶν μὴ γινωσκόντων τὰ δέοντα, ἢ ἀφρόνως φλυαρούντων.

### alpha 350

Ἀδιαλώβητον · ἀβλαβές.

### alpha 351

Ἀδιάρθρωτον · ἄσημον, ἀτράνωτον.

### alpha 352

Ἀδίαυλος τόπος · ὅθεν μὴ ἔστιν ἐπανελθεῖν. οὕτως Εὐριπίδης (fr. 868 N. 2 ).

### alpha 353

Ἀδιαφορία · ἀμέλεια χωρὶς παρατηρήσεως.

### alpha 354

Ἀδιάστατον · τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον. Ἀντιφῶν εἶπεν (87 B 24 D.—K.).

### alpha 355

Ἀδιάβατος · ὁ μὴ ῥᾴστως ἢ ὁ μηδ’ ὅλως διαβῆναι δυνάμενος.

### alpha 356

Ἀδιάγλυπτον · ἣν οὐκ ἔστι διαγλύψαι καὶ διελθεῖν· „λαβὴν“ γάρ, φησίν, „ἄφυκτον, ἀδιάγλυπτον“ (Nicoch. fr. 3 Dem.).

### alpha 357

Ἀδιάλλακτον ἐχθρόν · Δημοσθένης ἔφη (10, 15), καὶ ἀδιάπαυστον Ξενοφῶν (Ages. 1, 4).

### alpha 358

Ἀδιάλυτον · τὸ μὴ διαφθειρόμενον, ὡς Πλάτων ἐν τῷ Περὶ ψυχῆς (80b).

### alpha 359

Ἀδιάστατον · ὡς †Ξενοφῶν†· „καὶ τὸ οἰκοδόμημα ἀδιάστατον“. ἔφη δὲ Πλάτων ἐν Τιμαίῳ (25d) τὸ ἀδιερεύνητον.

### alpha 360

Ἀδίδακτος · Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21, 17)· „ἀδίδακτος ἂν εἰσῆλθεν ὁ χορόσ“.

### alpha 361

Ἀδιεξίτητον · ἀδιεξέλευστον.

### alpha 362

Ἀδικίου · οἷον ἀδικήματος. ἔστι δὲ ὄνομα δίκης. ἀποτίννυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς ἐνάτης πρυτανείας ἀποδοθῇ· εἰ δὲ μή, διπλοῦν καταβάλλεται.

### alpha 363

Ἄδικος δίκη · ἡ ἐκ συκοφαντίας γινομένη, ὡς Κρατῖνος (fr. 19 Dem.)· „ὥστε δίκας τ’ ἀδίκους νικᾶν ἐπὶ κέρδεσιν αἰσχροῖσ“.

### alpha 364

Ἀδικίου · εἶδος δίκης Ἀθήνησιν οὕτω καλουμένης. ἀδίκιον δέ τινές φασι τὴν ἐπὶ τῷ ἀδικήματι τιθεμένην ζημίαν· καὶ γὰρ Κλείδημος ἐν τῇ πρώτῃ τῶν Ἀτθίδων οὕτω γράφει (FGrHist 323 F 4)· „νόσου γὰρ τοῖς Αἰγινήταις γενομένης καὶ μαντευομένοις προηνέχθη τὸ ἀδίκημα καὶ κατεγνώσθη ἐπὶ τούτῳ τὸ ἀδίκιον“.

### alpha 365

Ἀδικίου · λέγεται ἡ δίκη κατὰ τῶν τὴν πόλιν ἀδικούντων. τὸ δὲ τίμημα αὐτῆς ἀργύριόν ἐστιν ἀποτιννύμενον ἁπλοῦν.

### alpha 366

Ἀδικομάχους ἵππους · Ξενοφῶν τοὺς δυσπειθεῖς λέγει. καὶ δίκαιον ἅρμα τὸ εὐπειθές (Cyr. 2, 2, 26).

### alpha 367

Ἀδιόρθωτον · Δημοσθένης (4, 36)· „ἀόριστα, ἀδιόρθωτα πάντα“.

### alpha 368

Ἀδίοπον · ἄναρχον καὶ ἀφύλακτον.

### alpha 369

Ἀδιούνιος ταῦρος · ὁ Ἀπόλλων ὑπὸ τῶν Κρητῶν οὕτως λέγεται· φασὶ γὰρ τὴν πόλιν μετοικίζοντα ταύρῳ πως εἰκασθέντα προηγεῖσθαι.

### alpha 370

Ἀδμήτου λόγον · ἀρχὴ σκολίου (cf. PMG 749 Page), ὃ οἱ μὲν Ἀλκαίου, οἱ δὲ Σαπφοῦς φασιν.

### alpha 371

Ἀδολεσχία · ἀκαιρία, φλυαρία, συνέχεια.

### alpha 372

Ἀδολεσχεῖν · σημαίνει μὲν τὸ φιλοσοφεῖν περί τε φύσεως καὶ τοῦ παντὸς διαλεσχαίνοντα. οἱ μέντοι ἀρχαῖοι κωμικοὶ (fr. novum) λεσχαίνειν ἔλεγον τὸ διαλέγεσθαι. καὶ λέσχαι οἱ τόποι, εἰς οὓς συνιόντες λόγοις διημέρευον.

### alpha 373

Ἀδόλως · τοῦτο σημαίνει τὸ ἁπλῶς καὶ ἀληθῶς· τὸ γὰρ ἀληθὲς ἁπλοῦν τι καὶ ἄνευ δόλου ἐστί, τὸ δὲ ψεῦδος περιπεπλεγμένον καὶ δόλου μεστόν.

### alpha 374

Ἀδοκίμαστος · δοκιμασθῆναι λέγεται τὸ εἰς ἄνδρας ἐγγραφῆναι, ἀδοκίμαστος δὲ ὁ μήπω ἐγγεγραμμένος. οὕτως Λυσίας (fr. 73 S.).

### alpha 375

Ἄδουλος βίος ἐρεῖς, τουτέστιν ὁ μὴ δοῦλον ἔχων. ἐρεῖς δὲ καὶ ἀδιάλεκτος βίος καὶ ἀγέλαστος βίος καὶ ἄγαμος βίος. Φρύνιχος Μονοτρόπῳ (fr. 18 K.)· „ὄνομα δὲ μοὔστι Μονότροπος, ζῶ δὲ Τίμωνος βίον, ἄγαμον, ἄζυγον, ὀξύθυμον, ἀπρόσοδον, ἀγέλαστον, ἀδιάλεκτον, ἰδιογνώμονα“.

### alpha 376

Ἀδούλευτος οἰκέτης · ὁ ἑνὶ δεδουλευκὼς καὶ μὴ παλίμπρατος. Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους (fr. 139a J.)· „ἀδούλευτον ἢ βάρβαρον πριάσθω“. λέγει δὲ καὶ τὸν νυμφίον ὁ Μένανδρος (fr. 813 K.—Th.).

### alpha 377

Ἄδουλος ἐρεῖς, ὡς Εὐριπίδης (Andr. 593), ἀλλὰ καὶ ἀδούλευτος , ὡς Ὑπερείδης (fr. 139a J.).

### alpha 378

Ἀδόνητον · ἀσάλευτον.

### alpha 379

Ἄδοξα · τὰ παράδοξα, ἃ οὐκ ἄν τις δοξάσειεν.

### alpha 380

Ἀδόξαστον · τὸ ἀνέλπιστον. Σοφοκλῆς (fr. 204 N. 2 = 223 R.).

### alpha 381

Ἄδοξον · τὸ ἄτιμον, ὡς Ἰσοκράτης ἐν Εὐαγόρᾳ (66) καὶ Δημοσθένης ἐν Φιλιππικοῖς (8, 66).

### alpha 382

Ἀδοξοῦνται πρὸς τῶν πόλεων · ἀντὶ τοῦ ἐν ἀδοξίᾳ εἰσὶ παρὰ ταῖς πόλεσιν. οὕτως Ξενοφῶν ἐσχημάτισεν ἐν τῷ Οἰκονομικῷ (4, 2)· φησὶ γάρ· „καὶ γὰρ οἵ γε βάναυσοι καλούμενοι ἐπίρρητοί τέ εἰσι καὶ εἰκότως ἀδοξοῦνται πρὸς τῶν πόλεων“.

### alpha 383

Ἀδρανές · ἀσθενές.

### alpha 384

Ἀδράστεια · ἡ Νέμεσις, ἣν οὐκ ἄν τις ἀποδράσειεν. οἱ δέ φασιν ἑτέραν εἶναι τῆς Νεμέσεως, καὶ οἱ μὲν ἀπὸ Ἀδράστου φασὶ ταύτην ὀνομασθῆναι, ὅτι μόνος σωθεὶς τῶν ἑπτὰ πάλιν μόνος τὸν υἱὸν ἀπέβαλεν ἐν τοῖς ἐπιγόνοις, οἱ δὲ ἀπό τινος Ἀδράστου Μυσοῦ ἱδρυσαμένου αὐτῆς ἱερόν. βέλτιον δὲ ἀπὸ τοῦ μηδὲν αὐτὴν ἀποδιδράσκειν.

### alpha 385

Ἀδράστεια · οἱ μὲν †ταὐτὸν† τῇ Νεμέσει λέγουσι, λαβεῖν δὲ τοὔνομα παρὰ Ἀδράστου τινὸς βασιλέως. ἢ ἀπὸ Ἀδράστου τοῦ †παλαιοῦ†, νεμεσηθέντος ἐφ’ οἷς τῶν Θηβαίων κατηλαζονεύσατο, ἱδρυσαμένων ἱερὸν Νεμέσεως, ὃ μετὰ ταῦτα προσηγορεύθη Ἀδραστείας. Δημήτριος δὲ ὁ Σκήψιος (fr. 18 Gaede) Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν ἀπὸ Ἀδράστου τινὸς ἱδρυμένην. ὁ δὲ Ἀντίμαχος λέγει (fr. 53 Wyss)· „ἔστι 〈δέ〉 τις Νέμεσις μεγάλη θεός, ἣ τάδε πάντα πρὸς μακάρων ἔλαχε〈ν〉, βωμὸν δέ οἱ εἵσατο πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόῳ“. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτῇ τῇ Νεμέσει, ὡς Μένανδρος (fr. 266 K.—Th.) καὶ Νικόστρατος (fr. 37 K.).

### alpha 386

Ἄδραστα · ἀποίητα. Ἕρμιππος (fr. 3 Dem.).

### alpha 387

Ἀδράφαξυς · τὸ λάχανον, ὅπερ οἱ πολλοὶ ἀνδράφαξυν καλοῦσι. Φερεκράτης Κοριαννοῖ (fr. 75 K.)· „ἀδράφαξυν ἕψουσα, εἶτα ὀκλὰξ καθημένη“.

### alpha 388

Ἁδρόν · μέγα, δαψιλές, πλούσιον. καὶ ἁδρότης · ἡ ὑψηλότης.

### alpha 389

Ἁδρύνοιτο · αὐξάνοιτο.

### alpha 390

Ἁδρῦναι · ἁδρὸν ποιῆσαι καὶ μέγα. Σοφοκλῆς (fr. 892 N. 2 = 979 R.).

### alpha 391

Ἀδρύφακτον · ἄπονον καὶ ἀταλαίπωρον.

### alpha 392

Ἀδύνατα εἶναι (Thuc. 1, 59, 2)· ἀντὶ τοῦ ἀδύνατον· πολλάκις γὰρ κέχρηται Θουκυδίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν, μάλιστα δὲ ἐπὶ ταύτης τῆς λέξεως.

### alpha 393

Ἀδύνατοι · οἱ μέρος τι βεβλαμμένοι τοῦ σώματος, ὡς μηδὲ ἐργάζεσθαι, οἳ καὶ ἐχορηγοῦντο τὰ πρὸς τὸ ζῆν παρὰ τῆς πόλεως, μισθοφορούντων αὐτοῖς τῶν ἐντὸς τριῶν μνῶν περιουσίαν κεκτημένων. ἐδοκιμάζοντο δὲ οἱ ἀδύνατοι ὑπὸ τῆς τῶν πεντακοσίων βουλῆς καὶ ἐλάμβανον τῆς ἡμέρας, ὡς μὲν Λυσίας λέγει (24, 26), ὀβολὸν ἕνα, ὡς δὲ Φιλόχορος, πέντε (FGrHist 328 F 197). Ἀριστοτέλης δὲ δύο ἔφη (Ath. Pol. 49, 4).

### alpha 394

Ἀδυναμία ἐρεῖς, ὡς Δημοσθένης (19, 186), καὶ ἀδυνασία , ὡς Ἀντιφῶν (fr. 143 Th.), καὶ ἀδυνατία , ὡς Δεινόλοχος (fr. 9 Kaibel).

### alpha 395

Ἀδυνάτων ἐρᾶν · Εὐριπίδης εἶπεν (Herc. 318).

### alpha 396

Ἀδυσώπητον · ἀπροσωπόληπτον. ἢ τὸ πρὸς τὰς δεήσεις ἀμείλικτον καὶ ἀνεπίστροφον καὶ σκληρόν.

### alpha 397

Ἄδυτον · σπήλαιον. ἢ τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ.

### alpha 398

Ἀδώνιδος κῆποι · ἐν ὀστράκοις ταῦτα κατὰ τὰς οἰκίας ἐσπείρετο. χρῶνται δὲ αὐτῷ παροιμιωδῶς ἐπὶ τῶν ἐπιπολαίων καὶ κούφων. ἔσπειρον δὲ τῇ Ἀφροδίτῃ τῶν καρπῶν τὴν εὕρεσιν ἀνατιθέντες.

### alpha 399

Ἀδώνιος · Φερεκράτης εἶπεν (fr. 198 K.) ἀντὶ τοῦ Ἀδώνιδος. λέγει δὲ καὶ τὴν αἰτιατικὴν τὸν Ἀδώνιον. οὕτω δὲ καὶ Πλάτων (fr. 4 K.) καὶ Κρατῖνος (fr. 376 K.), ἀλλὰ καὶ Ἀριστοφάνης (fr. 737 K.) καὶ ἕτεροι. λέγουσι δὲ καὶ Ἄδωνιν αὐτὸν πολλάκις.

### alpha 400

Ἀδώνια · συνεσταλμένως· „Ἀδώνι’ ἄγομεν καὶ τὸν Ἄδωνιν κλάομεν“. Φερεκράτης (fr. 170 K.). καλοῦσι δὲ καὶ τὸ εἴδωλον τὸ τοῦ Ἀδώνιδος οὕτως Ἀδώνιον.

### alpha 401

Ἀδώνια · βραχεῖαν ἔχει τὴν παραλήγουσαν, ὡς Ἀριστοφάνης (Pac. 420) καὶ Φερεκράτης (fr. 170 K.) διὰ τῶν μέτρων μαρτυρεῖ. ἔστι δὲ τὰ Ἀδώνια ἑορτή, οἱ μέν φασιν εἰς τιμὴν Ἀδώνιδος ἀγομένη, οἱ δὲ τῇ Ἀφροδίτῃ. ἔστι δὲ Φοινίκων καὶ Κυπρίων.

### alpha 402

Ἀδώρητος ἐρεῖς, ὡς Εὐριπίδης (Hec. 42)· „οὐδ’ ἀδώρητος φίλων ἔσται πρὸς ἀνδρῶν“. καὶ Θουκυδίδης δευτέρᾳ (65, 8)· „χρημάτων τε ἀφανῶς ἀδώρητος γενόμενοσ“. Πλάτων μέντοι γε ἐν Συμποσίῳ (197 d) ἄδωρος εἶπεν· καὶ γάρ φησιν· „ἄδωρος δυσμενείασ“, ἀντὶ τοῦ μὴ διδοὺς δυσμένειαν. ἐρεῖς δὲ καὶ ἀδωροδόκητος , ὡς Δημοσθένης (19, 27), ἀλλὰ καὶ ἀδωροδοκήτως , ὡς ὁ αὐτός (18, 250).

### alpha 403

Ἄδωρος χάρις · ἡ μὴ ἐπὶ τέλος ἐλθοῦσα δωρεά. οὕτως Εὐριπίδης (fr. 869 N. 2 ).

### alpha 404

Ἀεί · ἀντὶ τοῦ ἕως καὶ ἀντὶ τοῦ μέχρι.

### alpha 405

Ἀεί · κοινότερον μὲν ἐπὶ τοῦ κατὰ πάντα χρόνον καὶ ἐν παντὶ καιρῷ, ἔστι δὲ ὅπου καὶ ἀντὶ τοῦ ἕως καὶ ἀντὶ τοῦ μέχρι. Πλάτων ἐν Συμποσίῳ (217 d)· „ἐπειδὴ δεδειπνήκαμεν, διελεγόμην ἀεὶ πόρρω τῶν νυκτῶν“. καὶ ἐν ἄλλοις πολλοῖς. καὶ Εὐριπίδης ἐν Μηδείᾳ (670)· „ἄπαις γὰρ δεῦρο ἀεὶ τείνεις βίον“. καὶ ἄλλοι πολλοί.

### alpha 406

†Ἀειδές† · λυπηρόν.

### alpha 407

Ἀειθαλής · ἀεὶ θάλλων.

### alpha 408

Ἀεὶ κολοιὸς παρὰ κολοιὸν ἱζάνει · παροιμία. ὅτι οὐ μόνον ἐστὶ τὸ ζῷον φιλάλληλον καὶ ἀγεληδὸν πετόμενον, ὡς οἱ ψᾶρες, ἀλλὰ καὶ ἁλίσκεται διὰ τὴν ἑαυτοῦ σκιὰν προσερχόμενον ταύτῃ {καὶ} καθ’ ὕδατος ὁραθείσῃ, ὥς φησι Κλέαρχος.

### alpha 409

Ἀείζων ἐρεῖς τρισυλλάβως, ὡς οἱ Ἀττικοί, καὶ ἀείζωον τετρασυλλάβως. ἔστι δὲ ὅμοιον τῷ ἀείνῳ, ὃ σημαίνει τὸ ἀένναον. ὥσπερ οὖν ἀπὸ τῆς σῶος εὐθείας δισυλλάβου γίνεται σῶς εὐθεῖα μονοσύλλαβος καὶ ἡ αἰτιατικὴ σῶν, οὕτως ἀπὸ τῆς ζῶς ὀρθῆς μονοσυλλάβου, ᾗ κέχρηται καὶ Ὅμηρος (E 887), γίνεται ἡ αἰτιατικὴ ζῶν καὶ κατὰ σύνθεσιν ἀείζων, ὡς Αἰσχύλος Γλαύκῳ Ποντίῳ (fr. 28 N. 2 = 60 M.)· „ὁ τὴν ἀείζων ἄφθιτον πόαν φαγών“. Σοφοκλῆς δὲ τὴν εὐθεῖαν ἔφη (fr. 674 N. 2 = 740 R.) „ἀείζως γενεά“. ἀπὸ δὲ τῆς ζωὸς δισυλλάβου εὐθείας φιλόζωος εἶπεν ὁ κωμικὸς Πλάτων (fr. 19 Dem.), ἧς ἡ γενικὴ ζωοῦ, ἣν Αἰσχύλος κατὰ σύνθεσιν προάγει εἰπών (fr. 29 N. 2 = 60 M.)· „καὶ γεύομαί πως τῆς ἀειζώου πόασ“.

### alpha 410

Ἀείζων πένθος ἐρεῖς, ὡς Σοφοκλῆς (fr. 675 N. 2 = 741 R.), καὶ Ἀείζωον ἕλκος.

### alpha 411

Ἀειλογία · πολυλογία ἢ ταυτολογία. ἔστι δὲ ἡ λέξις παρὰ Δημοσθένει (19, 2) καὶ Ἰσαίῳ (fr. 141 S.). τὸ μέντοι ῥῆμα, ἤτοι τὸ ἀειλογεῖν, ἀδόκιμον. δηλοῖ δὲ καὶ τὸ ἑκάστοτε διδόναι λόγον καὶ ἀπολογίαν. καὶ ἀειλογία · τὸ διὰ παντὸς ἐξεῖναι λέγειν. καὶ ἀειλογία · τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημοσθένης καὶ Ἰσαῖος.

### alpha 412

Ἄειλα · τὰ πολύσκια χωρία κατὰ στέρησιν τῆς ἕλης. οὕτως Αἰσχύλος (fr. 334 N. 2 = 748 M.).

### alpha 413

Ἀείνων · τὸ ἀένναον. Ἀριστοφάνης τρισυλλάβως Βατράχοις (146) καὶ ἄλλοι πολλοί.

### alpha 414

Ἀείνως γλῶσσα καὶ ἀείνως φωνὴ καὶ ὀργὴ καὶ ἐπιθυμία , καὶ ἐπὶ τῶν ὁμοίων χρῶ. Κρατῖνος (fr. 20 Dem.)· „γλῶσσάν τέ σοι δίδωσιν ἐν δήμῳ φορεῖν καλῶν λόγων ἀείνων, ᾗ πάντα κινήσεις λέγων“. ἐρεῖς δὲ καὶ τὸ ἀείνως ποταμὸς καὶ ἀείνως κρήνη , διὰ τὸ ἐγκεῖσθαι τῇ λέξει τὸ νάειν, ὅπερ ἐστὶ ῥεῖν· ἴδιον δὲ ὕδατος τὸ ῥεῖν. τὸ δὲ γλῶττα ἀείνως πάνυ καινὸν καὶ ἐναργῶς εἴρηται ἐπὶ τῆς δεινῆς εἰπεῖν.

### alpha 415

Ἀείταν · τὸν ἑταῖρον. †Ἀρίσταρχος† δὲ τὸν ἐρώμενον.

### alpha 416

Ἀειφυγία · ἡ εἰς ἀεὶ φυγή.

### alpha 417

Ἄελλα · ἀνέμων συστροφή.

### alpha 418

Ἀελλόπους · ταχεῖα τοὺς πόδας.

### alpha 419

Ἀελλάδες ἵπποι · αἱ ταχεῖαι. καὶ τοῦτο τραγικόν (Soph. OT 467).

### alpha 420

Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι · ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων. οἱ δὲ ἐπὶ τῶν ἀξίως τιμωρουμένων.

### alpha 421

Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος · ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ τρεφομένων ἀπαλλάττεσθαι τῶν δεινῶν, τοῖς αὐτοῖς δὲ πάλιν περιπιπτόντων.

### alpha 422

Ἀειεστώ · Ἀντιφῶν τὴν ἀϊδιότητα ἐν Ἀληθείας βʹ (87 B 22 D.—K.) καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι. ἡ λέξις Διογενιανοῦ (fr. 2 Schmidt).

### alpha 423

Ἀειλογία · τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημοσθένης (19, 2) καὶ Ἰσαῖος (fr. 141 S.).

### alpha 424

Ἄερκτον · ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν ὁρώμενον. Λυσίας (7, 28).

### alpha 425

Ἀεροβατεῖν · εἰς τὸν ἀέρα περιπατεῖν.

### alpha 426

Ἀετός · τό τε πτηνὸν ζῷον καὶ τὸ ἐπὶ τῷ προπυλαίῳ, ὃ καὶ νῦν ἀέτωμα λέγεται· ἡ γὰρ ἐπὶ τοῖς προπυλαίοις κατασκευὴ ἀετοῦ μιμεῖται σχῆμα ἀποτετακότος τὰ πτερά. ἔστι δέ τις καὶ βοτάνη ἐν Λιβύῃ. οἱ δέ φασιν ἀετὸν τῶν οἰκοδομημάτων τὸ κατὰ τὸν ὄροφον, ὃ καὶ ἀέτωμα καλοῦσιν.

### alpha 427

Ἀετὸν ἵπτασθαι διδάσκεις · ἐπὶ τῶν ἐγχειρούντων διδάσκειν τινὰς ἃ ἐπίστανται μᾶλλον τῶν ἐθελόντων διδάσκειν.

### alpha 428

Ἄζα · ξηρασία. σημαίνει καὶ τὸ ἐν ἀγγείῳ ὀλίγον ὑγρόν. οὕτως Πραξιφάνης (fr. 21 Wehrli).

### alpha 429

Ἀζάλιον · ξηρόν. ἢ ἄγαν ζέον.

### alpha 430

Ἄζειν · τὸ διὰ τοῦ στόματος ἀθρόως ἐκπνεῖν ἄζειν λέγουσιν Ἀττικοὶ μιμούμενοι τὸν ἦχον τοῦ πνεύματος. οὕτως Νικοχάρης (fr. 19 K.).

### alpha 431

Ἄζειν · τὸ στένειν. Σοφοκλῆς (fr. 893 N. 2 = 980 R.).

### alpha 432

Ἀζήν · ὁ πώγων κατὰ Φρύγας λέγεται. ἡ λέξις Ἡρωδιανοῦ(1, 15, 8 L.).

### alpha 433

Ἀζηνία καὶ †Ἁμαξέντια καὶ Ἀναγκαῖα†, ἔτι δὲ Ἀχερδοῦς καὶ Ἀγριάδαι· δῆμοι πάντα ταῦτα Ἱπποθοωντίδος.

### alpha 434

Ἁζηνιεῖς καὶ Ἑρχιεῖς καὶ Ἁλιεῖς καὶ πάντα τὰ ὅμοια δασέως φησὶ φθέγγεσθαι τοὺς Ἀττικοὺς τοὺς παλαιοὺς Πολέμων ἐν τοῖς πρὸς Ἀδαῖον καὶ Ἀντίγονον (fr. 65 Preller).

### alpha 435

Ἀζησία · οὕτως ἡ Δημήτηρ παρὰ Σοφοκλεῖ καλεῖται (fr. 894 N. 2 = 981 R.). οἱ δὲ τὴν εὐτραφῆ.

### alpha 436

Ἀζηνιεύς · Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθοωντίδος, ἀφ’ ἧς ὁ φυλέτης Ἀζηνιεύς.

### alpha 437

Ἀζήτητον · τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον. οὕτως Αἰσχίνης (3, 22).

### alpha 438

Ἀζύμου κράσεως · ἀντὶ τοῦ γλίσχρας. καὶ τὸ ἄζυμον ἐν Τιμαίῳ (74d)· „τὴν δὲ δὴ τῶν νεύρων φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμφοῖν“· λέγεται γὰρ κρέα γλίσχρα τὰ ἄσαρκα καὶ δερματώδη. τινὲς δὲ γλίσχρον τὸ ἐπίπονον καὶ ταλαίπωρον. Πολιτείας ηʹ (553c).

### alpha 439

Ἄζυξ · ὁ μὴ συνεζευγμένος γάμῳ.

### alpha 440

Ἀηδές · λυπηρόν.

### alpha 441

Ἀηδόνα · ἔστι μὲν ἡ ὄρνις, ἐκ μεταφορᾶς δὲ οἱ τραγικοὶ τὴν γλωσσίδα τῶν αὐλῶν λέγουσιν (Eur. fr. 556 N. 2 ), ἔστι δ’ ὅπου καὶ τὸν αὐλόν (Eur. fr. 931 N. 2 ). ἡ λέξις Διδύμου (p. 86 Schmidt).

### alpha 442

Ἀηδόνειος θρῆνος · Αἰσχύλος (fr. 291 N. 2 = 749 M.)· „θρηνεῖ δὲ γόον τὸν ἀηδόνειον“.

### alpha 443

Ἀηδόνειος ὕπνος · Νικοχάρης (fr. 16 K. = 4 Dem.)· „εἰ πεύσομαι τὸν ἀηδόνειον ὕπνον τῆς νυκτὸς ἀποδαρθέντα σαυτὸν αἰτιῶ“.

### alpha 444

Ἀηδόνειος κλαγγή · Νικόμαχος (fr. 1 N. 2 = TrGF 127 F 13)· „μέλπουσι τὴν ἀηδόνειον κλαγγήν“.

### alpha 445

Ἀηδόνειος · ἐπὶ μὲν ὕπνου τὸ ἐλάχιστον, ἐπὶ δὲ λύπης τὸ σφοδρότατον.

### alpha 446

Ἄηνα · δένδρα μικρὰ ἄκαρπα.

### alpha 447

Ἄησιν · ἀναπνεῖ. Αἰσχύλος ἐν Ὅπλων κρίσει (fr. 287 M.)· „καὶ διὰ πνευμόνων θερμὸν ἄησιν ὕπνον“.

### alpha 448

Ἄησιν · ἀντὶ τοῦ χειμῶνα. Εὐριπίδης Ἀλκμέωνι (fr. 78a Snell)· „ὡς ἄπεπλον, ὦ δύστηνε, σῶμ’ ἔχεις σέθεν. —ἐν τοῖσδε ἄησιν καὶ θέρος διέρχομαι“.

### alpha 449

Ἀήσυρον · ἀσθενὲς καὶ κενόν.

### alpha 450

Ἄητον · πολὺ ἢ ἀβλαβὲς καὶ οἱονεὶ ἄατον· „θάρσος ἄητον ἔχουσα“ (Φ 395). οἱ δὲ ὁρμὴν ἀποδεδώκασιν ἀπὸ τῶν ἀητῶν μετενεγκόντες, οἵ εἰσι βίαια καὶ σφοδρὰ πνεύματα.

### alpha 451

Ἀθαμβής · ἄφοβος.

### alpha 452

Ἀθάρην , οὐκ †ἀθάρην† τὴν ἐρεικτὴν καλοῦσιν. Ἀριστοφάνης Πλούτῳ (673)· „ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη“. 〈καὶ ἐν〉 Γήρᾳ (fr. 9 Dem.)· „ἀθάρης ἀνακαλύψασα μεστὸν τρύβλιον“. Κράτης Ἥρωσιν (fr. 9 K.)· „οὐκοῦν ἔτνους χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆς ἀθάρησ“.

### alpha 453

Ἀθέλδεται · διηθεῖται. Διοκλῆς Μελίτταις (fr. 7 K.)· „καὶ διὰ τετρημένων ἀθέλδεται τύπων“.

### alpha 454

Ἄθεσμος βλάβη · ἦσάν τινες ἄθεσμοι καλούμεναι βλάβαι, περὶ ὧν νόμος οὐκ ἦν κείμενος. τὸ δὲ αὐτὸ ἐκαλεῖτο καὶ ἄθεσμος δίκη.

### alpha 455

Ἀθέμιστα · ἄδικα.

### alpha 456

Ἀθέμιστος · ἄνομος.

### alpha 457

Ἀθεσίαν · παραβασίαν.

### alpha 458

Ἀθέμιστα καὶ ἀνόσια δρᾶν · Δείναρχος εἶπε (fr. 6, p. 146, 19 C.) καὶ †Ξενοφῶν†. καὶ ἀθεμιστότεροι Ξενοφῶν (Cyr. 8, 8, 5). καὶ „ἀθέμιστοι μοῦσαι“ εἶπεν Ἀγάθων ἐν Ἀλκμέωνι (TrGF 39 F 2).

### alpha 459

Ἀθετεῖν · ἐπὶ τοῦ μὴ ἁρμόζειν. Δίφιλος κέχρηται (fr. 1 Dem.).

### alpha 460

Ἄθετος · ὁ ἀποίητος. οὕτως Ποσείδιππος (fr. 39 K.).

### alpha 461

Ἀθεώρητος · ἀντὶ τοῦ ἀθέατος.

### alpha 462

Ἀθήλυντον · ἀδάμαστον, σκληρόν.

### alpha 463

Ἄθηλον · τὸ μὴ τεθηλακός.

### alpha 464

Ἄθηλον παιδίον · τὸ τροφῆς μὴ μετειληφός, τὸ ἄτροφον. οὕτως Ἀριστοφάνης (Lys. 881).

### alpha 465

Ἀθηνᾶ ἱππία · ἢ ὅτι ἐκ τῆς τοῦ Διὸς κεφαλῆς, ὡς ὁ μῦθος, μεθ’ ἵππων ἀνήλατο, ἢ ὅτι, ὡς Μνασέας (FHG 3, 149, fr. 2), ἡ Ποσειδῶνος καὶ Κόρης τῆς Ὠκεανοῦ θυγάτηρ Ἀθηνᾶ τὸ ἅρμα τῶν ἵππων ἐξεῦρεν. ἄλλοι δέ φασιν {ὡς} Ἄδραστον φεύγοντα καὶ ἐπὶ Κολωνοῦ στήσαντα τοὺς ἵππους Ποσειδῶνα καὶ Ἀθηνᾶν ἱππίους προσαγορεῦσαι.

### alpha 466

Ἀθηναίας ὁ Μεγακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας, ἀλλ’ Ἀττικάς, ἐν τοῖς Περὶ Ὁμήρου (FHG 4, 443), ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ φησι τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προσηγορίᾳ καταισχύνωσι. Φερεκράτης δὲ ἐν Γραυσί φησιν (fr. 34 K.)· „Ἀθηναίαις αὐταῖς τε καὶ ταῖς συμμάχοισ“. καὶ Κάνθαρος Τηρεῖ (fr. 5 K.)· „γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν“. καὶ Φιλήμων Πτερυγίῳ (fr. 66 K.)· „τὰς Ἱππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυσινίκας τὰς Ἀθηναίας λέγω“. οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς {καὶ} τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν· Ἀθηναία γὰρ ἡ θεὸς καλεῖται. ἀλλ’ ἀντὶ τοῦ Ἀθηναίας φασὶν ἀστὰς λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ Δίφιλος ἐν Ἀμάστριδι (fr. 10 K.). καὶ Ἴων δὲ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησὶ (FGrHist 392 F 11) καὶ Πίνδαρος ἐν †σχολίοις†. ὁ μέντοι Φρύνιχος (Praep. soph. fr. 8) ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν 〈καὶ〉 θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει.

### alpha 467

Ἀθηνόδωρος · ὄνομα κύριον. ἦν δ’ οὗτος στρατιώτης Ἀθηναῖος.

### alpha 468

Ἀθμονεύς · Ἀθμονία δῆμός ἐστι φυλῆς τῆς Κεκροπίδος, ἀφ’ οὗ ὁ δημότης Ἀθμονεύς.

### alpha 469

Ἀθήρ · ἡ ἀκμὴ τοῦ ἠκονημένου σιδήρου κατὰ μεταφορὰν ἐκ τοῦ ἀθέρος, ὅς ἐστι τοῦ στάχυος τὸ ἄκρον καὶ λεπτότατον, ἀφ’ οὗ τὸ ἀθηρηλοιγὸν καὶ ἀθερίζειν πεποίηται. οὕτως Φιλωνίδης (fr. 2 Dem.).

### alpha 470

Ἄθηρος ἡμέρα · σεμνὴ πάνυ ἡ συμπλοκὴ καὶ ἀξίωμα οὐ μικρὸν ἔχουσα· καὶ γὰρ ὁ χρησάμενος τῇ φωνῇ καὶ τῇ φράσει Αἰσχύλος ἐστὶν ἐν Τοξότισι (fr. 241 N. 2 = 419 M.). πρόσεστι δὲ τῷ σεμνῷ τῆς λέξεως καὶ τὸ πολιτικόν. λέγεται δὲ ἐπὶ Ἀκταίωνος· „οὔπω τις Ἀκταίωνα ἄθηρος ἡμέρα κενόν, πόνου πλουτοῦντα ἔπεμψεν εἰς δόμουσ“. συγγράφων χρῶ, φησὶν ὁ Φρύνιχος (Praep. soph. fr. 9).

### alpha 471

Ἀθάρη καὶ ἀθήρα καὶ ἀθέρα καὶ ἀθάρα τὸ αὐτό φασιν. ἔστι δὲ ἡ ἀθάρη ἡ ἐκ πυρῶν ἑψημένων καὶ διακεχυμένων ὥσπερ ἔτνος τροφή. διαφέρει δὲ τοῦ ἔτνους, ὅτι τὸ μὲν ἔτνος ἐκ κυάμων ἢ πισῶν ἢ ἁπλῶς κατερεικτῶν ὡντινωνοῦν σκευάζεται, ἡ δὲ ἀθάρη, ὥσπερ εἴρηται, πυρῶν ἑψημένων καὶ διακεχυμένων. ἔστι δὲ ἡ χρῆσις τῆς λέξεως πολλὴ παρὰ τοῖς Ἀττικοῖς, κατὰ μὲν τὸ τέλος διὰ τοῦ η προαγομένη, κατὰ δὲ τὴν μέσην διὰ τοῦ α, κατὰ δὲ πολλοὺς ἄλλους κατὰ μὲν τὸ τέλος διὰ τοῦ α, κατὰ δὲ τὴν μέσην διὰ τοῦ η. οὕτως δὲ καὶ Ἑλλάνικος (FGrHist 4 F 192) καὶ Σώφρων (fr. 77 Kaibel) ἐχρήσαντο. ἐκτείνουσι δὲ καὶ τὸ α, ὡς ἀπὸ τοῦ ἀθήρα τῆς λέξεως μεταληφθείσης. ἴσως δέ, φασίν, ἀθέρα ἦν ἡ λέξις διὰ τοῦ ε τὸ πρῶτον, ἡ ἐκ τῶν ἀθέρων κεκαθαρμένη τροφὴ καὶ ἑψημένη ἐκ τῶν πυρῶν, ὕστερον δὲ εἰς τὸ η τὸ ε ἐξετάθη, ὥσπερ καὶ τὸ ἔθος εἰς ἦθος. τὸ μέντοι ἀθέρα εἰς τὸ ἀθάρα Δωρικῶς γέγονεν, οἱ δὲ ἀθάρην λέγοντες Ἰακῶς φασι· καὶ γὰρ καὶ ἄλλοις ἐχρήσαντο Ἰακοῖς διὰ τὴν ἄνωθεν συγγένειαν, ἐσημηνάμην λέγοντες ἀεὶ καὶ σημηνάμενος. ὥστε τὸ ἀθάρη παρὰ τοῖς Ἀττικοῖς λεγόμενον τὴν μὲν παραλήγουσαν κατὰ τὴν Δώριον, τὴν δὲ κατάληξιν κατὰ τὴν Ἰωνικὴν ἔσχε διάλεκτον.

### alpha 472

Ἀθῆναι πατρίς μού ἐστι χρυσάμπυκες · Πλάτων ὁ κωμικὸς ἔφη (fr. 20 Dem.).

### alpha 473

Ἀθήναζε · Πλάτων Παρμενίδῃ (126a). τὸ μέντοι ἐν τῷ Περὶ ψυχῆς ἐπίστασιν ἔχει ὡς ἡμαρτημένον. φησὶ δὲ οὕτως (57a)· „καὶ γὰρ οὔτε τῶν πολιτῶν Φλιασίων οὐδεὶς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθήναζε“. καὶ τὸ παρὰ Ἀντιφῶντι δὲ ἐν τῷ Περὶ ἀνδραποδισμοῦ λόγῳ (fr. 7 Th.) ἐπίστασιν ἔχει ὡς ἡμαρτημένον τὴν σύνταξιν. γράφει δὲ οὕτως· „ἐπειδὴ γὰρ ἀπῳκίσθην Ἀθήναζε καὶ ἀπηλλάγην τῆς κληρουχίασ“.

### alpha 474

Ἀθηρής · ἴσως μὲν ὁ ἀτειρής, ἢ ὁ ἄγαν θεριστικός. Αἰσχύλος †Ἀγαμέμνονι† (fr. 128 N. 2 = 199 M.)· „χαλκὸν †ἀνθερητὸν† ἀσπίδος ὑπερτενῆ“. ἢ ὁ λαμπρός, ὁ διὰ λαμπρότητα ἀθρούμενος. ἢ ὁ ἀθερίζων καὶ οὐδενὸς ἔχων λόγον διὰ σκληρότητα. ἢ 〈ὁ〉 ὀξύς, παρὰ τοὺς ἀθέρας.

### alpha 475

Ἀθήρ · ἀκμὴ τοῦ ἠκονημένου σιδήρου κατὰ μεταφορὰν ἀπὸ τοῦ ἀθέρος, ὅς ἐστι τοῦ ἀστάχυος τὸ ἄκρον καὶ λεπτότατον. λέγεται μὲν οὖν καὶ ἡ ἐπιδορατὶς ἀθήρ. λέγεται δὲ καὶ ἀθὴρ πυρός, ὡς Εὐριπίδης Σθενεβοίᾳ (fr. 665a Snell)· „παίω Χιμαίρας εἰς σφαγάς, πυρὸς δ’ ἀθὴρ βάλλει με καὶ τοῦδ’ αἰθαλοῖ πυκνὸν πτερόν“.

### alpha 476

Ἆθλον · ἀγώνισμα, ἢ τιμή. ὁ μισθός, τὸ τοῦ ἀγῶνος βραβεῖον.

### alpha 477

Ἆθλος · ἀρρενικῶς τὸ ἔργον καὶ τὸ ἀγώνισμα καὶ τὸ ἔπαθλον. διαφέρει δὲ τοῦ οὐδετέρου, ὅτι τὸ μὲν οὐδέτερον δηλοῖ κυρίως τὸ ἔπαθλον, τοῦτο δὲ τὸν ἀγῶνα.

### alpha 478

Ἄθραυστον · ἰσχυρόν, ἄκλαστον.

### alpha 479

Ἄθρει · ὅρα, βλέπε.

### alpha 480

Ἀθρεῖν · τὸ ἐπισκοπεῖν καὶ μετ’ ἐπιτάσεως ὁρᾶν. παραδειγμάτων δὲ πάντα μεστά.

### alpha 481

Ἀθροίζει · συνάγει.

### alpha 482

Ἀθρόους καὶ ἄθρους λέγουσι δισυλλάβως.

### alpha 483

Ἀθράνευτον · τὸ ἄστρωτον.

### alpha 484

Ἄθρακτος · ἀτάραχος. καὶ τὸ συνεχύθη ἐθράχθη , ὡς Σοφοκλῆς (fr. 952 N. 2 = 1055 R.).

### alpha 485

Ἄθρους · †εἰς ἅπαν† συνηγμένους ὁμοῦ, ἢ ἀθρόως.

### alpha 486

Ἀθηνᾷ τὸν αἴλουρον · ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται, ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ συμβάλοι.

### alpha 487

Ἄθυμος · ὅ τε ἀόργητος παρὰ Πλάτωνι (Reip. 5, 456a) καὶ τὸ περίλυπος παρ’ Αἰσχίνῃ (3, 147).

### alpha 488

Ἄθυμος · ἀντὶ τοῦ ἀθυμητής. Πλάτων Πολιτείας εʹ (456a)· ἤγουν ὁ λελυπημένος.

### alpha 489

Ἀθυμία · Ἡρόδοτος ἐν τῷ πρώτῳ αὐτοῦ λόγῳ (37, 2) τὴν †ἀτυχίαν† λέγει.

### alpha 490

Ἀθυμεῖν · ἐπὶ τοῦ τῇ ψυχῇ καταπεπτωκέναι. πολύ ἐστιν ἐν τῇ τραγῳδίᾳ. οὕτως Αἰσχύλος (Pr. 474).

### alpha 491

Ἀθυρόγλωσσος · Εὐριπίδης Ὀρέστῃ (903)· „ἀνήρ τις ἀθυρόγλωσσοσ“. εἴρηται δὲ ἢ παρὰ τὸ θύραν μὴ ἐπικεῖσθαι τῇ γλώττῃ, ἢ παρὰ τὸ ἀθύρειν, ὅπερ ἐστὶν ἀδιακρίτως ὁμιλεῖν. σημαίνει δὲ τὸν ἀθυρόστομον, τὸν μὴ κατέχοντα τὴν γλῶτταν.

### alpha 492

Ἄθυρμα · παίγνιον.

### alpha 493

Ἄθυρμα · παίγνιον. Κρατῖνος Ὀδυσσεῦσι (fr. 145 K.)· „νεοχμὸν παρῆχθαι ἄθυρμα“. καὶ ἀθύρειν τὸ παίζειν. Πλάτων Νόμοις (7, 796b)· „ἡ δ’ αὖ παρ’ ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδιᾷ, κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθῦραι“.

### alpha 494

Ἀθύρων · παίζων.

### alpha 495

Ἀθύρωτος · ἄκλειστος. Ἀριστοφάνης (Ran. 838).

### alpha 496

Ἀθώπευτον · ἀκολάκευτον, ἄσπλαγχνον.

### alpha 497

Ἄθων · τὸ ὄρος, θηλυκῶς.

### alpha 498

Ἀθῷος · ἀζήμιος· θωὴ γὰρ ἡ ζημία. ἢ ὁ ἔξω τῆς αἰτίας. Ἀθῷον δὲ τὸ ἀτιμώρητον.

### alpha 499

Αἰαῖ · ἠθικὸν τοῦτο. Πλάτων Γρυψίν (fr. 16 K.)· „αἰαῖ· γελῶν δ’ ἐπηκροώμην πάλαι“. ἔστι δὲ πολὺ παρὰ τοῖς τῆς μέσης κωμῳδίας καὶ τῆς νέας ποιηταῖς.

### alpha 500

†αἶ αἶ · ἀκόντιον Ἀθήνησι καὶ τὸ Αἰακοῦ τέμενος†.

### alpha 501

Αἶ · ψιλούμενον μὲν καὶ περισπώμενον τὸ ὄφελον σημαίνει, κατὰ ἀποκοπὴν τοῦ αἴθε, δασυνόμενον δὲ ἄρθρον θηλυκὸν καὶ ἀναφορικόν. σημαίνει δὲ καὶ ἐπίρρημα θρηνητικὸν περισπώμενον καὶ ψιλούμενον, ὃ καὶ διπλασιάζεται· „αἶ αἶ τάλαινα“ (Lyc. 31).

### alpha 502

Αἰβοῖ · σχετλιασμοῦ δηλωτικὸν ἐπίφθεγμα παρὰ Δωριεῦσιν.

### alpha 503

Αἰγάλεως · ὄρος ἐν τῇ Ἀττικῇ ἀπαντικρὺ Σαλαμῖνος.

### alpha 504

Αἲ γάρ · εἴθε γάρ.

### alpha 505

Αἰγείρου θέα καὶ ἡ παρ’ αἴγειρον θέα · Ἀθήνησιν αἴγειρος ἦν, ἧς πλησίον τὰ ἴκρια ἐπήγνυον εἰς τὴν θέαν πρὸ τοῦ τὸ θέατρον γενέσθαι. οὕτως Κρατῖνος (fr. 339 K.).

### alpha 506

Αἰγιάζειν · ἀντὶ τοῦ περὶ αἰγῶν λαλεῖν. Εὔπολις (fr. 2 K.)· „σὺ δ’ αἰγιάζεις ἐνθαδὶ καθήμενοσ“.

### alpha 507

Αἰγίζει · ἀντὶ τοῦ καταιγίζει. οὕτω Σοφοκλῆς (fr. 984 R.).

### alpha 508

Αἰγίβοτος · ἐπιτηδεία αἶγας βόσκειν.

### alpha 509

Αἰγίθαλλος · ὄρνεον κωλυτικὸν πράξεως. Ἀλκαῖος Γανυμήδει (fr. 3 K.)· „ἔοικεν αἰγίθαλλος διακωλύειν τὸ πρᾶγμα“. τῷ δὲ τόνῳ ὡς ἀρύβαλλος.

### alpha 510

Αἰγίς · τὸ ἐκ τῶν στεμμάτων δίκτυον. καὶ πλέγμα, καὶ θώραξ, καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης, καὶ τὸ τοῦ Διὸς ὅπλον, καὶ ἀνέμου συστροφή, ἣν καὶ καταιγίδα καλοῦσιν.

### alpha 511

Αἰγίπυρος · πόα πυρρά, ἣν αἶγες νέμονται.

### alpha 512

Αἰγιναῖον σκάφος · τὸ ἐξ Αἰγίνης. καὶ Αἰγίνηθεν ἐρεῖς ηὐτομόληκας .

### alpha 513

Αἰγίς · περιβολαίου εἶδος ἱεροῦ. οὕτω Δημῶναξ (TrGF 207 F 3) καὶ ἕτεροι.

### alpha 514

Αἰγύπτιον γῆρας · Σοφοκλῆς (fr. 363 N. 2 = 395 R.)· „πρῶτον ὄψει λευκὸν ἀνθοῦντα στάχυν, ἔπειτα φοινίξαντα γογγύλον μόρον, ἔπειτα γῆρας λαμβάνεις Αἰγύπτιον“. σημαίνει δὲ 〈 *** 〉.

### alpha 515

Αἰγύπτιον · ὄνομα ἐθνικόν. καὶ κύριον τοῦ Ἰθακησίου γέροντος.

### alpha 516

Αἰγύπτης · συβώτης, νομεύς.

### alpha 517

Αἴγυπτος · ὁ Νεῖλος ποταμός, ἀφ’ οὗ καὶ ἡ χώρα ὑπὸ τῶν νεωτέρων Αἴγυπτος ἐκλήθη.

### alpha 518

Αἰγυπτιάζειν · τὸ πανουργεῖν καὶ κακοτροπεύεσθαι.

### alpha 519

Αἰγυπιὸν οἱ παλαιοί, οὐ γῦπα.

### alpha 520

Αἰγέα καὶ Ἐρεχθέα καὶ πάντων τῶν τοιούτων ἐκτείνουσι τὸ τελευταῖον α. Δαιταλεῦσιν Ἀριστοφάνης (fr. 211 K.)· „τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει“.

### alpha 521

Αἰγεῖον · Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου (fr. 3, 2 C.). Αἰγεῖόν ἐστιν Αἰγέως ἡρῷον ἐν Ἀθήναις.

### alpha 522

Αἰγεῖδαι · Δημοσθένης ἐν τῷ Ἐπιταφίῳ (28), εἰ γνήσιός ἐστιν. ἔστι δὲ Αἰγηῒς φυλὴ ἀπὸ Αἰγέως τοῦ Πανδίονος, ἧς οἱ φυλέται Αἰγεῖδαι.

### alpha 523

Αἰγίδες · τὰ τῶν στεμμάτων δίκτυα, ὡς Λυκοῦργος (fr. 24 C.) καὶ Ἡρόδοτος (4, 189). Νυμφόδωρος δὲ ταῦτα ὑπὸ Λιβύων αἰγέας φησὶ καλεῖσθαι (FGrHist 572 F 15).

### alpha 524

Αἰγιλιεύς · Αἰγιλία δῆμός ἐστι φυλῆς Ἀντιοχίδος, ἧς ὁ δημότης Αἰγιλιεύς.

### alpha 525

Αἰγίς · καταιγίς. Φερεκράτης Μυρμηκανθρώποις (fr. 117 K.)· „οἴμοι κακοδαίμων, αἰγὶς 〈αἰγὶσ〉 ἔρχεται“.

### alpha 526

Αἰγίλιψ · ὑψηλὴ πέτρα, ὡς καὶ τὰς αἶγας λείπεσθαι αὐτῆς ἐπιβαίνειν. ἔστι καὶ πόλις Κεφαλληνίας οὕτω καλουμένη.

### alpha 527

Αἴγλη · λαμπηδών, αὐγή, φέγγος, φῶς. καὶ ἡ θυσία δὲ ἡ ὑπὲρ τοῦ κατακλυσμοῦ {ἡ} εἰς Δελφοὺς ἀπαγομένη αἴγλη ἐκαλεῖτο. καὶ ποπάνου τι εἶδος, ἐν ᾧ διεπλάσσετο εἴδωλα. καὶ βόλος φαῦλος κυβευτικὸς αἴγλη ἐκαλεῖτο. ἀλλὰ καὶ ἡ σελήνη. καὶ τοῦ ζυγοῦ τὸ περίμεσον. καὶ παιδιά τις ἐκαλεῖτο αἴγλη. καὶ ὁ Ἀσκληπιός. καὶ χλιδὼν δέ τις οὕτως ἐκαλεῖτο. ἔνιοι δέ φασι σημαίνειν καὶ τὸν περιπόδιον κόσμον ἢ †τὸν ἀμφιδέα†. ἢ ἁπλῶς ψέλλιον. σημαίνει δὲ καὶ τὴν πέδην, ὡς παρ’ Ἐπιχάρμῳ (fr. 20 Kaibel).

### alpha 528

Αἰγλήεντος · λαμπροῦ.

### alpha 529

Αἴγλης Χάριτες · πιθανῶς ἐγενεαλόγησαν τὰς Χάριτας Αἴγλης καὶ Ἡλίου, ἐπεὶ τὰς Χάριτας λαμπρὰς εἶναι δεῖ.

### alpha 530

Αἴγλη · χλιδὼν παρὰ Σοφοκλεῖ (fr. 537 N. 2 = 594 R.) καὶ πέδη παρ’ Ἐπιχάρμῳ (fr. 20 Kaibel).

### alpha 531

Αἰγὸς τρόπον · παροιμία. λέγεται δὲ „αἰγὸς τρόπον μάχαιραν ἐσκάλευσά 〈μοι〉“ (com. adesp. fr. 47 Dem.). λέγεται μέντοι καὶ ἑτέρως ἡ παροιμία· „αἲξ ποττὰν μάχαιραν“, ὡς Χρύσιππος καὶ Κλέαρχος (fr. 63 Wehrli). τάσσεται δὲ ἐπὶ τῶν ἑαυτοῖς προξενούντων κακά· ἡ γὰρ αἲξ σκάλλουσα τὴν μάχαιραν εὑρίσκει, δι’ ἧς θύεται.

### alpha 532

Αἰγὸς τρόπον · ἐπὶ τῶν ἑαυτοῖς ἐπιφερόντων κακόν. ἀπὸ Κορινθιακῆς παροιμίας „ἡ αἲξ δοῦσα τὴν μάχαιραν“· οὕτω γὰρ λέγεται· Κορινθίων γὰρ τῇ Ἀκραίᾳ Ἥρᾳ θυόντων, ἣν λέγεται ἱδρύσασθαι Μήδεια, οἱ τὴν παροχὴν μεμισθωμένοι γῇ κρύψαντες τὴν μάχαιραν ἐσκήπτοντο ἐπιλελῆσθαι, ἡ δὲ αἲξ αὐτὴν τοῖς ποσὶν ἀνεσκάλευσεν. ἄλλοι δέ φασιν ὅτι ἐν Κορίνθῳ τοῖς Μηδείας παισὶ μετὰ τὸ ἐναγίσαι τὴν μάχαιραν ἀποκρύπτουσι, τῷ δὲ ἑξῆς ἔτει τὸ μέλλον πάλιν ἐναγίζεσθαι ἱερεῖον τοῖς κέρασιν ἀνορύττει τὴν μάχαιραν.

### alpha 533

Αἰδέσιμον · ἀξιοτίμητον, καλόν.

### alpha 534

Αἰδέσασθαι · ἀντὶ τοῦ μεταπεισθῆναι. οὕτως Λυσίας (fr. 74 S.) καὶ Δημοσθένης (38, 22). ἐν δὲ τῷ κατὰ Ἀριστοκράτους (23, 72) ἀντὶ τοῦ †ἐξιλάσεται καὶ πείσειν†.

### alpha 535

〈 *** 〉· αἰδέσιμος.

### alpha 536

Αἰδοῖ εἴκων (K 238)· αἰδούμενος.

### alpha 537

†αἰδοσύνη† · ἐπὶ τῶν ἀποκεκρυμμένων καὶ ἀφανῶν καὶ λανθάνειν βουλομένων.

### alpha 538

Ἄιδεις ἔχων · ἴσον τῷ μάτην λέγεις καὶ ληρεῖς.

### alpha 539

Αἰδοῦς βωμός · Αἰδοῦς καὶ Ἀφελείας βωμοί εἰσι περὶ τὸν τῆς Πολιάδος νεών, καθάπερ Ἴστρος ἱστορεῖ (FGrHist 334 F 25).

### alpha 540

Αἰδήμων · αἰδέσιμος.

### alpha 541

Ἀϊδνόν · τὸ ἀφανιστικόν. οὕτως Αἰσχύλος (Suppl. 781 cf. fr. 750 M.).

### alpha 542

Ἄϊδρις · ἄπειρος.

### alpha 543

Ἄϊδρος · Ἴων Τεύκρῳ (TrGF 19 F 34)· „ἡμεῖς τ’ ἄϊδροι πρὸς πέτραις ἐπταίομεν“, ἀντὶ τοῦ ἀΐδριδες. καὶ ἐν Φοίνικι (F 41 a)· „ἐκ τῶν ἀΐδρων“.

### alpha 544

Ἄϊδρα · ἄπειρα, ἀμαθῆ, μὴ πειραθέντα. Ἴων Ἀλκμήνῃ (TrGF 19 F 5a)· „καὶ μὴν ἅπαντα τίκτεται πρώταις γοναῖς ἄϊδρα, πειραθέντα δὲ ἐκδιδάσκεται“.

### alpha 545

Ἄϊδρις · ἀμαθής. Αἰσχύλος Ἀγαμέμνονι (1105)· „τούτων ἄϊδρίς εἰμι τῶν μαντευμάτων“.

### alpha 546

Ἀϊδροδίκης · Σοφοκλῆς ἔφη (fr. 985 R.).

### alpha 547

Ἀΐδρυτα · τὰ κακά, τὰ κατάρατα, ἃ ἄλλοι αὑτοῖς οὐκ ἂν ἱδρύσαιντο. εἴρηνται δὲ καὶ αἱ σεμναὶ θεαὶ ἀΐδρυται ὑπὸ Κλειδήμου (FGrHist 323 F 26).

### alpha 548

Ἄϊδος κυνέη · ἀθάνατόν τι νέφος, ὃ περιβάλλονται οἱ θεοί, ὅταν θέλωσιν ἀλλήλοις μὴ γινώσκεσθαι, οἷον νεφέλη ἀφανής, ἣν ὑποδυσάμενοι οἱ θεοὶ ἀθεώρητοι γίνονται ἀλλήλοις.

### alpha 549

Ἄιδειν · ἐπὶ τῶν ἀλεκτρυόνων Ἀττικοί φασι, κοκκύζειν δὲ οὔ φασι πλὴν μωκώμενοί τινα ξένον. δηλοῖ δὲ καὶ λέγειν καὶ ὀνομάζειν.

### alpha 550

Αἰδέσεως · Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21, 43)· „τοὺς δὲ ἀκουσίως αἰδέσεως καὶ φιλανθρωπίας πολλῆς ἠξίωσαν“. ὁ αὐτὸς δὲ καὶ „αἰδέσηταί“ φησιν ἀντὶ τοῦ αἰδοῦς καὶ τιμῆς ἀξιώσας οἰκτείρῃ καὶ ἐξιλασθῇ ἐν τῷ πρὸς Πανταίνετον (37, 59), ἀντὶ δὲ τοῦ ἐξιλάσεται ἐν τῷ κατὰ Ἀριστοκράτους εἶπεν (23, 72)· „καὶ φεύγειν, ἕως ἂν αἰδέσηταί τινα τῶν προσγενῶν τοῦ πεπονθότοσ“.

### alpha 551

Ἄιδειν ὅμοιον · καινοτάτη ἡ σύνταξις καὶ Ἀττικῶς, εἰ καί τις ἄλλη, εἰρημένη. σημαίνει δὲ τὸ μάτην λέγειν, ὡς εἰ καὶ ἄλλως ᾄδειν ἐθέλοι τις ἐν οὐδενὶ πράγματι ἀνυσίμῳ. Εὔπολις ἐν Ἀστρατεύτοις (fr. 2 Dem.)· „ὅμοιον ᾄδειν· οὐ γὰρ ἔστ’ ἄλλως ἔχων“. Ἀριστοφάνης δὲ ἐν Γεωργοῖς ἐξηγούμενος τὸ ᾄδεις, ὅπερ ἐπὶ τοῦ μάτην λέγεις τίθεται, παροιμιῶδες αὐτὸ ποιεῖ· φησὶ γάρ (fr. 7 Dem.)· „καὶ τὰς δίκας οὖν ἔλεγον ᾄδοντες τότε; —νὴ Δία, φράσω δ’ ἐγὼ μέγα σοι {καὶ} τεκμήριον· ἔτι γὰρ λέγουσιν οἱ πρεσβύτεροι καθήμενοι, ὅταν κακῶς τις ἀπολογῆται τὴν δίκην, ᾄδεισ“. 〈ἐν〉 συνουσίᾳ χρῶ κατὰ Φρύνιχον (Praep. soph. 20, 1. 11).

### alpha 552

Αἰδώ · χωρὶς τοῦ ς· „ἀγαθὴ δὲ ἐπὶ ἤθεσιν αἰδώ“ (Philet. fr. 9 Powell). ἡ λέξις Ἡρωδιανοῦ (2, 763, 20 L.).

### alpha 553

Ἅιδῃ τεκεῖν τέκνα · Εὐριπίδης Πολυΐδῳ (fr. 645 a Snell)· „δύστηνοι καὶ πολύμοχθοι ματέρες Ἅιδῃ τίκτουσαι τέκνα“.

### alpha 554

Αἰδώς · παρ’ Ὁμήρῳ πολλάκις (E 787, al.), σπάνιον δὲ παρὰ τοῖς ἄλλοις.

### alpha 555

Αἰδῶ · τὸ αἰδοῖον. καὶ ἡ σελήνη παρὰ Χαλδαίοις. καὶ ἡ ῥιπὴ παρὰ Λάκωσιν. καὶ ἡ τροφὸς τῆς Ἀθηνᾶς. καὶ ὁ βωμὸς ὁ ἐν τῇ ἀκροπόλει.

### alpha 556

Ἀΐειν · ἀκούειν καὶ αἰσθάνεσθαι.

### alpha 557

Ἄιδειν τὰ Τελαμῶνος · ἦν τι σκόλιον γεγραμμένον ἐπὶ Αἴαντι, οὗ καὶ ὁ Τελαμὼν κατεμέμικτο.

### alpha 558

Αἶα · τὰ λεγόμενα ὄα. φυτὰ δέ ἐστι. Διονύσιος δέ φησι· „τὰ δὲ ὄα τινὲς βάμμα, οἱ δὲ αἶα, οἱ δὲ λεόνεον προσαγορεύουσιν“.

### alpha 559

Αἰεί · δι’ αἰῶνος· „θεῶν αἰειγενετάων“ (B 400). καὶ τὸ κατὰ χρόνον. καὶ τὸ συνεχῶς καὶ πυκνῶς. καὶ τὸ διόλου· „ἀεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα“ (A 541). καὶ τὸ καθ’ ὥραν τεταγμένην συμβαῖνον· „μάλα κεν βαθὺ λήϊον αἰεί“ (ι 134). καὶ τὸ ἐν βραχεῖ χρόνῳ συνεχές· „αἰεὶ δ’ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον“ (Ψ 502).

### alpha 560

Αἰειγενετάων (B 400)· διὰ παντὸς ὄντων. ἢ διὰ παντὸς ἐνεργούντων καὶ γενεσιουργούντων.

### alpha 561

Αἰεὶ νέον ἐρχομενάων (B 88)· οἱονεὶ διὰ παντὸς νεωστὶ ἐρχομένων.

### alpha 562

Αἰετὸν κάνθαρος μαιεύσομαι · παροιμία· τὰ γὰρ ᾠὰ τοῦ ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι κυλίοντες, ἐπεὶ οἱ ἀετοὶ τοὺς κανθάρους ἀναλέγουσιν.

### alpha 563

Αἰεὶ γεωργὸς εἰς νέωτα πλούσιος · λέγεται καὶ χωρὶς τοῦ ι· „ἀεὶ γεωργόσ“. μέμνηται δὲ τῆς παροιμίας καὶ Θεόπομπος ὁ κωμικὸς ἐν τῇ Εἰρήνῃ (fr. 1 Dem.) ὡς καὶ ἐν Δελφοῖς ἀναγεγραμμένης· „ἔπειτα κἀν Δελφοῖσιν ἀνατεθῇ γραφείς· ἀεὶ γεωργὸς {ὅτι} χρηστὸς ἦν, πρῶτον πολὺ τὸν λιμὸν ἀποφεύγων“. ἔστι καὶ παρὰ ἄλλοις ἡ ὑπόμνησις, ὥς φησιν Εἰρηναῖος (fr. novum).

### alpha 564

Αἰέλουρος · τετρασυλλάβως Ἀριστοφάνης (Ach. 879) καὶ Σοφοκλῆς (Ichn. 303 R.).

### alpha 565

Αἰετοί · τὰ προνόμια τῶν ναῶν καὶ τὰ φατνώματα τῶν ὀρόφων, διὰ τὸ ἐοικέναι πτέρυξιν ἀετοῦ.

### alpha 566

Αἰθάλη · σποδός, τέφρα, τὸ ἐκ καμίνου μέλαν.

### alpha 567

Αἰθαλίδης · δῆμός ἐστιν Αἰθαλίδαι τῆς Λεοντίδος φυλῆς, ἧς ὁ φυλέτης Αἰθαλίδης.

### alpha 568

Αἰθαλόεν · κεκαυμένον.

### alpha 569

Αἰθαλώδης · σκοτώδης.

### alpha 570

Αἰθέρα · οὕτω τὸν ἐμπυρισμὸν λέγουσιν Ἀττικοὶ ἀπὸ τοῦ αἴθεσθαι.

### alpha 571

Αἴθ’ ὄφελεν · παραλλήλως τὰ εὐκτικὰ μόρια κείμενα κατὰ τοῦτο διαφέρουσιν, ὅτι τὸ μέν ἐστιν ἀπαρέμφατον προσώπων, τὸ δὲ ὄφελον τὰ πρόσωπα ἐμφαίνει.

### alpha 572

Αἴθε · εἴθε.

### alpha 573

†αἴθεσιν · λαμπροῖς†.

### alpha 574

Αἰθήρ · ὁ ἐν ὕψει ἀήρ, ὁ ἐπάνω τοῦ ἀέρος καιόμενος ὑπὸ τοῦ ἡλίου.

### alpha 575

Αἰθιόπιον · τῆς Εὐβοίας ἐστὶ χωρίον.

### alpha 576

Αἰθόμενος · καιόμενος.

### alpha 577

Αἰθρία · εὐδία.

### alpha 578

Αἴθριος · ὁ ὑπὸ τὸν ἀέρα.

### alpha 579

Αἴθρια στέφη (Cratin. fr. 22 K.)· τὰ αἰθέρια ἢ μεγάλα. οἱ δὲ τὰ ἀπὸ τῶν δένδρων. ἢ τὰ ἐξ Ὑπερβορέων 〈κομιζόμενα, ὡς ἀεὶ ἐν ὑπαίθρῳ〉 τιθέμενα.

### alpha 580

Αἴθυγμα · οἷον σκίασμα καὶ σημεῖον.

### alpha 581

Αἰθύσσειν · ἀνασείειν, ἀνακαίειν.

### alpha 582

Αἴθων · ἀνδρεῖος καὶ πολεμικός.

### alpha 583

Αἰκάλλειν · ἀντὶ τοῦ σαίνειν, ὅπερ οἱ κύνες ποιοῦσιν. οὕτως Πλάτων (fr. 21 Dem.).

### alpha 584

Αἰκία · εἶδος δίκης ἐπὶ πληγαῖς. εἰσήγετο δὲ ἐντὸς ἡμερῶν τεσσάρων, πρὶν ἢ τὰ ἴχνη τῶν πληγῶν ἀφανισθῆναι.

### alpha 585

Αἰκία · ὕβρις ἔμπληγος.

### alpha 586

Αἰκίζει · κακοῖ, τύπτει, καθυβρίζει.

### alpha 587

Αἰκίας · εἶδος δίκης ἐστὶν ἰδιωτικῆς ἐπὶ πληγαῖς λαγχανομένης, ἧς τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ ἔστιν ὡρισμένον, ἀλλ’ ὁ μὲν κατήγορος τίμημα ἐπιγράφεται, ὁπόσου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα, οἱ δὲ δικασταὶ ἐπικρίνουσιν.

### alpha 588

Αἰκῶς · χαλεπῶς. δισυλλάβως ἀπὸ τῆς αἰκίας. οὕτως Πλάτων (fr. 225 K.).

### alpha 589

Αἴλινον · κοινῶς καὶ ἐπὶ θρήνου καὶ ἐπὶ ὕμνου ἐστίν, ἀπὸ Αἰλίνου τοῦ Καλλιόπης.

### alpha 590

Αἱμασιά · τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον, ἥν τινες ἅρπεζον. καὶ οἱ Ἴωνες οὕτω χρῶνται. δηλοῖ δὲ Ἡρόδοτος ἐν τῇ πρώτῃ (180). φαύλως δὲ οἱ πολλοὶ τὸ χωρίον αὐτὸ τοῦτο τὸ δι’ αἱμασιῶν περιεχόμενον αἱμασιὰν καλοῦσιν.

### alpha 591

Αἱμασιαῖς · τοῖς φραγμοῖς κυρίως τοῖς ἠκανθωμένοις.

### alpha 592

Αἵματι κλαίειν · παροιμία· ἐπὶ τῶν πάντα πραττόντων καὶ μὴ δυναμένων πεῖσαί τινα οὕτω λέγουσιν οἱ ἀρχαῖοι.

### alpha 593

Αἷμα νίψαι · οὕτως ἔλεγον οἱ Ἀττικοὶ ἐπὶ τοῦ ἐκνίψαι φόνον, ὡς καὶ Δημοσθένης (fr. 50 S.).

### alpha 594

Αἱματόεντα · αἱματώδη.

### alpha 595

Αἱματοπώτης · οἱ Ἀττικοὶ μηκύνοντες τὸ ο προφέρουσι τὴν λέξιν, ὥσπερ καὶ τὸ οἰνοπώτης καὶ ὑδροπώτης, ἐπεὶ καὶ τὸ πόμα οἱ μὲν ἄλλοι διὰ βραχέος τοῦ ο γράφουσιν, Ἀττικοὶ δὲ ἐπεκτείνοντες.

### alpha 596

Αἱματῶσαι · ἀντὶ τοῦ φονεῦσαι. Σοφοκλῆς (fr. 897 N. 2 = 987 R.).

### alpha 597

Αἷμα · τὸ γένος· „ταύτης τοι γενεῆς καὶ αἵματος εὔχομαι εἶναι“ (Z 211). καὶ τῶν ἐν ἡμῖν τεσσάρων χυμῶν τὸ κυριώτατον. Σοφοκλῆς δὲ ἐν Ἠλέκτρᾳ (1394) τὴν μάχαιραν αἷμά φησιν.

### alpha 598

Αἱμηρόν · αἵματος πλήρη.

### alpha 599

Αἱμούς · τοὺς δρυμούς. Αἰσχύλος (fr. 9 N. 2 = 31 M.).

### alpha 600

Αἱμύλος · κόλαξ, ἀπατεών.

### alpha 601

Αἰναρέτης · ὁ ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένος.

### alpha 602

Αἰνίγματα · ζητήματα.

### alpha 603

Αἵνειν · τὸ ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι φυρῶντα.

### alpha 604

Αἶνος · λόγος παροιμιώδης. ἢ ἔπαινος καὶ ἐγκώμιον· „αἶνός τίς ἐστιν ὡς ἀνήρ τε καὶ οὐκ ἀνήρ“.

### alpha 605

Αἰνίους · Αἶνος πόλις ἐστὶ τῆς Θρᾴκης, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι κατῴκισαν· ὕστερον δὲ ἐκ Μιτυλήνης καὶ Κύμης ἐπηγάγοντο ἐποίκους. ἀπὸ γοῦν τῆς Αἴνου τὸ ἐθνικὸν Αἴνιοι.

### alpha 606

Αἰξωνίδα τρίγλην · τὴν ἀρίστην φαγεῖν· κάλλισται γὰρ αἱ Αἰξωνικαί.

### alpha 607

Αἰξωνεύεσθαι · ἐπὶ τῶν κακούργων τάττεται. ἀπὸ δήμου Αἰξωνέων.

### alpha 608

Αἰξωνεύεσθαι · ἀπὸ δήμου τινὸς ἡ κατηγορία τοῦ Αἰξωνέως, ὡς ἀπὸ Ἀβδήρων ὁ Ἀβδηρίτης. ὡς ἐπὶ βλασφημίᾳ δὲ διαβέβληται· φησὶ γὰρ ὁ κωμικός (Men. fr. 222 K.—Th.)· „γραῦς τις κακολόγος ἐκ δυοῖν Αἰξωνέοιν“.

### alpha 609

Αἰξωνῆσιν · Αἰξωνεῖς δῆμός ἐστι φυλῆς Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφ’ οὗ καὶ τὸ κακῶς λέγεσθαι αἰξωνεύεσθαι ἔλεγον.

### alpha 610

Αἰόλη νύξ (Soph. Tr. 94)· ἢ μέλαινα, ἢ ποικίλη διὰ τὴν τῶν ἄστρων ὄψιν.

### alpha 611

Αἰόλη · ἡ ταχεῖα. οὕτως Αἰσχύλος (Sept. 494).

### alpha 612

Αἰολίζειν · τὸ ποικίλλειν. οὕτω Σοφοκλῆς (fr. 826 N. 2 = 912 R.).

### alpha 613

Αἰολίδας · οὕτω τοὺς ποικίλους λέγουσιν.

### alpha 614

Αἰόλος · ποικίλος, εὐκίνητος.

### alpha 615

Αἰζηοί · νεανίαι τῷ αἵματι ζέοντες, ἢ οἱ ἄγαν θερμοὶ καὶ θυμώδεις. ἢ ὑψηλοί, μεγάλοι, ἰσχυροί.

### alpha 616

Αἰονᾶν · καταντλεῖν. καὶ τὸ καταχέειν ἢ λούειν.

### alpha 617

Αἱματωπόν · Εὐριπίδης (fr. 870 N. 2 )· „δράκοντος αἱματωπὸν ὄμμα“.

### alpha 618

Αἱματοσταγῆ · Εὐριπίδης (fr. 871 N. 2 ) καὶ Ἀριστοφάνης (Ran. 471).

### alpha 619

Αἵματος ἆσαι Ἄρηα (E 289)· αἵματος κορέσαι τὸ δόρυ. ἢ αἵματι μολῦναι καὶ χρῶσαι· ἄση γὰρ ἡ ῥυπαρία, ὅθεν καὶ ἀσάμινθος, ἐν ᾗ τὴν ἄσην μινύθοντες ἐλούοντο, ὅ ἐστι τὴν ῥυπαρίαν μειοῦντες.

### alpha 620

†αἱμαχάναι† · αἱμάξαι.

### alpha 621

†αἱμεῖον† · σφάγιον.

### alpha 622

Αἱματοσταγής · Εὐριπίδης ἔφη (fr. 871 N. 2 )· „αἱματοσταγεῖ κηλῖδι τέγγει“.

### alpha 623

Αἱμάτου · ἀντὶ τοῦ ἐξαιμάτου. Εὐριπίδης (Andr. 260)· „αἱμάτου θεᾶς βωμόν“.

### alpha 624

Αἱμορρυγχία · Δώριόν ἐστι τοὔνομα, πλὴν καὶ ὁ Ἀττικὸς Ἕρμιππος ἐχρήσατο τῇ φωνῇ εἰπών (fr. 80 K.)· „ἐγώ σου σήμερον τύπτων τὸ πρόσωπον αἱμορρυγχίαν ποιήσω“. σημαίνει δὲ καθῃμάχθαι τὸ ῥύγχος. Φρύνιχος μέντοι οὐκ ἐγκρίνει τὴν φωνήν (Praep. soph. fr. 11).

### alpha 625

Αἱμοφθόρος θέσπις · σημαίνει 〈 *** 〉.

### alpha 626

Αἱματοσπόδητος · Σοφοκλῆς (fr. 817 R.)· „τὸν προβώμιον κλύω δαίμονα αἱματοσπόδητον“.

### alpha 627

Αἱματορρόφος · Ἄρχιππος εἶπε (fr. 4 Dem.). σημαίνει δὲ 〈 *** . Σοφοκλῆς δὲ〉 (fr. 677 N. 2 = 743 R.)· „Τεισὼ δ’ ἄνωθεν †ἐστὶν ἡ† αἱματορρόφοσ“.

### alpha 628

Αἱμόφυρτα · Νικόμαχος εἶπε (TrGF 127 F 15). σημαίνει δὲ 〈 *** 〉.

### alpha 629

Αἱμωδεῖν · καὶ τούτῳ προσεκτέον τὸν νοῦν· οἱ γὰρ πολλοὶ αἱμωδιᾶν λέγουσιν, ὥσπερ κυλοιδιᾶν, τοῦ Κρατίνου ἐν Διονυσαλεξάνδρῳ (fr. 3 Dem.) ἀπὸ τοῦ αἱμωδῶ κλίνοντος· „εὐθὺς γὰρ ᾑμώδεις ἀκούων τῶν ἐπῶν τοὺς προσθίους ὀδόντασ“. αἱμωδεῖν δὲ οἱ Ἀττικοὶ τὸ τοὺς ὀδόντας μετὰ κνησμοῦ τινος ἀλγεῖν.

### alpha 630

Αἷμον · τὸ ὄρος οὐδετέρως Ἑκαταῖος (FGrHist 1 F 167) διὰ παντός. καὶ Διονύσιος (FGrHist 687 F * 3) καὶ Ἑλλάνικος ἐν αʹ Ἀτθίδος (FGrHist 4 F 41 = 323a F 4) καὶ Τίμαιος (FGrHist 566 F 76) καὶ Εὔδοξος (fr. 346 Lasserre).

### alpha 631

Αἱμασιώδεις · Πλάτων εἶπε (Leg. 3, 681a)· „περιβόλους τινὰς αἱμασιώδεισ“. ἤτοι τοὺς ἐκ λίθων ἄνευ πηλοῦ κατεσκευασμένους, ἢ τοὺς ἀπό τινων ἀκανθῶν περιπεφραγμένους.

### alpha 632

Αἱμασιολογεῖν · Θεόπομπος (fr. 73 K.)· „ὃς αἱμασιολογεῖν ἄριστ’ ἠπίστατο“.

### alpha 633

Αἱμυλίοισι (a 56)· τοῖς μετ’ ἐμπειρίας συνετοῖς καὶ προσηνέσι καὶ οἱονεὶ δολίοις τισὶ καὶ παραλογιστικοῖς, μεθ’ ἡδονῆς καὶ κολακείας ἀκουομένοις.

### alpha 634

Αἱμύλος · ὁ ἔμπειρος. ἢ ἡδὺς ἐν τῷ ἀπατᾶν καὶ κόλαξ. Πλάτων (Leg. 7, 823e) „αἱμύλος ἔρωσ“ φησί· καὶ Σοφοκλῆς (fr. 1015 N. 2 = 816 R.). Εὐριπίδης δὲ (fr. 1095 N. 2 ) καὶ αἱμύλην εἶπε θηλυκῶς. Σοφοκλῆς δὲ (Ai. 389) καὶ αἱμυλώτατον . Κρατῖνος δὲ αἱμυλόφρων εἶπε (fr. 379b K.). καὶ αἱμυλοπλόκος ὁ αὐτός (fr. 379a K.).

### alpha 635

Αἰπόλια · αἰγονόμια.

### alpha 636

Αἰπόλος · ὁ ἑρμαφρόδιτος ὑπὸ Σινωπέων οὕτω καλεῖται

### alpha 637

†αἴρασθαι† · προσενέγκασθαι. Κρατῖνος Τροφωνίῳ (fr. 218 K.)· „οὐ σῖτον ἄρασθαι, οὐχ ὕπνου λαχεῖν μέροσ“.

### alpha 638

Αἱρεθέν · θεληθέν.

### alpha 639

Αἱρησαμένων · βουλευσαμένων.

### alpha 640

Αἶρε μασχάλην · οὕτως εἰώθασι λέγειν ἀντὶ τοῦ ὀρχήσασθαι ἢ κωθωνίζεσθαι.

### alpha 641

Αἱρεῖ · καταλαμβάνει.

### alpha 642

Αἱρετίζειν · οἱ περί τι σπουδάζοντες λέγονται. πολὺ τοῦτο παρὰ τοῖς νεωτέροις τῶν κωμικῶν (fr. novum).

### alpha 643

Αἱρήσειν · συλλαβεῖν, ἑλκύσαι, χειρώσασθαι, πορθῆσαι.

### alpha 644

Αἱρήσασθαι · λαβεῖν.

### alpha 645

Αἱρήσομαι · λήψομαι, σκέψομαι, βουλεύσομαι, ἐκλέξομαι.

### alpha 646

Αἶρε δάκτυλον · τίθεται ἐπὶ τῶν ἀπαγορευόντων ἐν τῇ ἀγωνίᾳ· ἐπαίρεσθαι γὰρ τὴν χεῖρα σύμβολον τοῦ νενικῆσθαι.

### alpha 647

Αἱρεῖσθαι · ἐργάζεσθαι.

### alpha 648

Αἴρειν · καὶ τὸ προσφέρειν δηλοῖ· „αἶρ’ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ“. Ἀριστοφάνης Εἰρήνῃ (1). καὶ μετὰ τῆς 〈πρόσ〉 προθέσεως Φερεκράτης Πετάλῃ (fr. 137 K.)· „πρόσαιρε τὸ κανοῦν· εἰ δὲ βούλει, πρόσφερε“. ἐτίθεσαν δὲ τὴν λέξιν καὶ ὡς ἡμεῖς ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν. Μένανδρος Κεκρυφάλῳ (fr. 239 K.‐ Th.)· „εἶτ’ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε· μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει“. καὶ Συναριστώσαις (fr. 385 K.—Th.)· „ἂν ἔτι πιεῖν μοι δῷ τις· ἀλλ’ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρασα ἀφ’ ἡμῶν“.

### alpha 649

Αἰνῶ · παραιτοῦμαι. καὶ ἐπαινῶ. Σοφοκλῆς (fr. 105 N. 2 = 109 R.).

### alpha 650

Αἰρόμενος · φερόμενος.

### alpha 651

Αἱρούμενος · βουλόμενος.

### alpha 652

Αἱρεῖ · καταλαμβάνει.

### alpha 653

Αἴρειν ἔξω πόδα πηλοῦ · παροιμία ἐπὶ τῶν μὴ βουλομένων ἐν πράγμασιν εἶναι. λέγεται δὲ καὶ „αἴρειν ἔξω πόδα αἰτίασ“.

### alpha 654

Ἇιπερ · ὥσπερ.

### alpha 655

Αἰόλλει · ποικίλλει, στρέφει, πλανᾶ.

### alpha 656

Αἰόλη νύξ (Soph. Tr. 94)· ἤτοι μέλαινα, ἢ ποικίλη διὰ τὰ ἄστρα.

### alpha 657

Αἴσιμα · καθήκοντα.

### alpha 658

Αἴσιος · ὁ καθήκων, ἀληθής.

### alpha 659

Αἰσυητῆρι · χοιροβοσκῷ.

### alpha 660

Αἲξ οὐρανία · τὰ τοῦ λευκοῦ κυάμου γένη, ᾧ ἐπεψήφιζον καὶ ἐχειροτόνουν. ὁ δὲ Κρατῖνος (fr. 244 K.) καθάπερ τοῦ Διὸς αἶγα Ἀμαλθείαν τροφόν, οὕτως καὶ τῶν δωροδοκούντων αἶγα οὐρανίαν. οἱ δὲ τὰ εἰς τὸ ἀργυρίζεσθαί τισιν ἀφθόνως ἀφορμὴν παρέχοντα οὕτως εἰώθασι λέγειν κωμῳδοῦντες {καὶ καταλαμβάνειν}.

### alpha 661

Αἴσακος · ὁ θαλλὸς τῆς μυρρίνης, ὃν κατέχοντες ἀντὶ βαρβίτου παρὰ πότον ᾖδον. οἱ δέ φασι τῆς δάφνης τὸν κλάδον, ὃν κατέχοντες ὕμνουν τοὺς θεούς.

### alpha 662

Ἀϊστωθείη (Pl. Prot. 321a)· ἀφανισθείη.

### alpha 663

Ἀΐστωρ · ἀντὶ τοῦ ἀνήκοος, μὴ πεπεισμένος νόμῳ.

### alpha 664

Ἀϊστώσας · ἀντὶ τοῦ διαχέας, τήξας. Σοφοκλῆς (fr. 493 N. 2 = 536 R.).

### alpha 665

Αἴσχιον · ἀντὶ τοῦ αἰσχρόν. Θουκυδίδης (2, 40, 1).

### alpha 666

Αἴσθεσθαι καὶ αἰσθάνεσθαι · ἔνιοι διαφορὰν ὑπέλαβον εἶναι τοῦ αἴσθεσθαι καὶ αἰσθάνεσθαι καὶ δὴ ἀπεφήναντο τοὺς ῥήτορας κεχρῆσθαι τῷ αἴσθεσθαι μὲν ἐπὶ τοῦ ἀκριβῶς εἰδέναι τι, τῷ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑπονοεῖν. ἡμεῖς δὲ περὶ ἀμφοτέρων ἐροῦμεν· τὸ αἰσθάνεσθαι κατὰ ἀλήθειαν οἱ παλαιοὶ ἐπὶ τοῦ εἰδέναι τι ἔταξαν. οὕτως Ἀντιφῶν (fr. 68 Th.). καὶ ἐπὶ τοῦ ὑποπτεύειν, ὡς Λυσίας (fr. 12 S.).

### alpha 667

Αἶσχος · ἀτιμία.

### alpha 668

Αἰσχίω · χείρω.

### alpha 669

Αἰσχροεπεῖν · αἰσχρολογεῖν.

### alpha 670

Αἰσχυνόμενος περιπλέκει τὴν συμφοράν (com. adesp. fr. 576 K.)· ἐν συνουσίᾳ 〈χρῶ〉.

### alpha 671

Αἰτιαζομένους · τοὺς ἐν αἰτίᾳ ὄντας.

### alpha 672

Αἴτιον γενέσθαι · ἀντὶ τοῦ ἐν αἰτίᾳ. Θουκυδίδης (8, 56, 4).

### alpha 673

Αἰτναῖον πῦρ · τὸ Σικελικὸν πῦρ· ἐκ τοῦ ὄρους τοῦ λεγομένου Αἴτνη καὶ ἀτμίζοντος.

### alpha 674

Αἰχμάσουσι · δορατομαχήσουσιν.

### alpha 675

Αἰχμή · ἡ ἐπιδορατίς, ὁ σίδηρος τοῦ δόρατος.

### alpha 676

Αἰχμητής · πολεμικός.

### alpha 677

Αἰών · μυελός, ὡς Ἱπποκράτης (Epid. 7, 122 = 5, 468, 1 L.), ἢ βίος, ἢ ζωή. ἢ χρόνος ἀΐδιος.

### alpha 678

Αἰῶ · τὸν αἰῶνα κατὰ ἀποκοπὴν Αἰσχύλος (Ag. 229. Ch. 350).

### alpha 679

Αἰωνίζει · διὰ παντός ἐστιν.

### alpha 680

Αἰώρα · ἡ μετέωρος κίνησις.

### alpha 681

〈Αἰώρα〉 · ἀγχόνη, ὕψος, ἔπαρσις.

### alpha 682

Αἰωρήσεις · κρεμάσεις.

### alpha 683

Αἰωροῦνται · κρέμανται.

### alpha 684

Αἰτούμενος · κιχράμενος. Μένανδρος Ὕμνιδι (fr. 410 K.‐ Th.)· „οὐ πῦρ γὰρ αἰτῶν οὐδὲ λοπάδα αἰτούμενοσ“.

### alpha 685

Αἰνίζομαι · 〈θαυμάζω〉, ἐπαινῶ. ἢ καταπλήσσομαι, παρὰ τὸ αἰνόν, ὅ ἐστι δεινόν. τινὲς δὲ τὸ εἰς αἶνον καὶ παραβολὴν ἄγω, οἷον αἰνιγματοῦμαί σε.

### alpha 686

Αἶρα · σφῦρα, ἢ ἀξίνη.

### alpha 687

Αἱρεῖν · κατὰ κράτος τι λαμβάνειν καὶ καταλαμβάνειν.

### alpha 688

Αἴρειν · αὔξειν.

### alpha 689

Αἱρεῖς · δοξάζεις, ἡγῇ.

### alpha 690

Αἴρειν · τράπεζαν παρατιθέναι. δηλοῖ καὶ τὸ προσφέρειν· „αἶρ’ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ“. Ἀριστοφάνης (Pac. 1). καὶ μετὰ τῆς πρός προθέσεως „πρόσαιρε“ (Pherecr. fr. 137 K.). καὶ ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν.

### alpha 691

Αἰρόπινον · σκοτεινόν. καὶ κόσκινον, ἐν ᾧ πυροὶ σήθονται ὑπὲρ τοῦ τὰς αἴρας διελθεῖν.

### alpha 692

Ἀΐσθων · αἰσθανόμενος. καὶ βασανιζόμενος. ἢ ἐκπνέων.

### alpha 693

Αἴσιμα · τὰ προσήκοντα· παρὰ τὴν αἶσαν. ἐνίοτε δὲ τὰ καθήκοντα ἢ τὰ ἀγαθά. ἔσθ’ ὅτε δὲ τὰ εἱμαρμένα.

### alpha 694

Αἴσιον · μέτριον, δίκαιον. καὶ ὑπεραίσιον · τὸ ὑπὲρ τὸ μέτριον.

### alpha 695

Αἰσυμνῆται · οἱ τοῦ ἀγῶνος προεστῶτες. ἢ οἱ νεανίαι. ἢ νεμηταί, ὅ ἐστι βραβευταί.

### alpha 696

Αἰσυμνήτην · βασιλέα, ἐπιστάτην, ἄρχοντα. οἱ δὲ τύραννον καὶ βραβευτὴν καὶ πάρεδρον.

### alpha 697

Αἰσχύνει · αἰκίζεται, λυμαίνεται, αἶσχος περιτίθησι.

### alpha 698

Αἰτήσασθαι · τὸ χρήσασθαι. Μένανδρος Τίτθῃ (fr. 396 K.‐ Th.)· „ἢ ἄν τις ὑμῶν παιδίον ᾐτήσατο ἢ κέχρηκεν, ἄνδρες γλυκύτατοι“. καὶ ἐν Ὕμνιδι (fr. 410 K.—Th.)· „οὐ πῦρ γὰρ αἰτῶ〈ν〉 οὐδὲ λοπάδα αἰτούμενοσ“.

### alpha 699

Ἀκαδημία · τρία ὑπῆρχον γυμνάσια, Λύκειον, Κυνόσαργες, Ἀκαδημία. ἐκλήθη δὲ ἀπὸ τοῦ καθιερώσαντος αὐτὸ Ἀκαδήμου.

### alpha 700

Ἀκάθεκτος · ἀκατάσχετος.

### alpha 701

Ἀκαθοσίωτον · ἄνομον, ἄκοσμον, ἀπόβλητον.

### alpha 702

Ἄκαινα · ἄκαινά ἐστι μέτρον δεκάπουν. ἔστι δὲ ῥάβδος, ἐν ᾗ κεντοῦσι τοὺς βόας, ὡς τῶν Πελασγῶν τοῦτο εὑρόντων.

### alpha 703

Ἄκακος · ὁ κακοῦ μὴ πεπειραμένος, οὐχ ὁ χρηστοήθης. οὕτως Σαπφώ (fr. 171 L.—P.). λέγεται δὲ καὶ ὁ χρηστὰ ἤθη ἔχων, εἰ καὶ ἐπ’ ἔλαττον.

### alpha 704

Ἀκακία · ἀντὶ τοῦ ἁπλότης.

### alpha 705

Ἀκαλήφη · κνίδη καὶ ἡ χερσαία καὶ ἡ θαλαττία, ἥτις ἐστὶ κογχυλίδιόν τι. Ἀριστοφάνης Φοινίσσαις (fr. 560 K.)· „εἰκὸς δήπου πρῶτον ἁπάντων ἀναφῦναι καὶ τὰς κραναὰς ἀκαλήφασ“. Φερεκράτης Αὐτομόλοις (fr. 24 K.)· „νὴ τὴν Δήμητρ’, ἀνιαρὸν ἦν τὸ κακῶς ᾄδοντος ἀκούειν· βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι“. τὰς δὲ θαλαττίας καὶ Ἀριστοτέλης ἀκαλήφας ἐν τῷ πρώτῳ Περὶ ζῴων (487a 25) καὶ 〈τὰς χερσαίασ〉 Θεόφραστος ἐν ἑβδόμῳ Φυσικῶν (Hist. pl. 7, 7, 2).

### alpha 706

Ἀκάλανθος · ὄρνεόν τι.

### alpha 707

†Ἀκάλλειν† · ἰδίως τὸ τῇ οὐρᾷ σαίνειν.

### alpha 708

Ἀκαμαντὶς καὶ ἀκάμας · μία τῶν δέκα φυλῶν, ἀπὸ Ἀκάμαντος τοῦ Θησέως.

### alpha 709

Ἀκάμπιον · ἀντὶ τοῦ ἀκαμπές. Σοφοκλῆς (fr. 988 R.).

### alpha 710

Ἀκάμπιος · ὁ ἐπ’ εὐθείας δρόμος καὶ περίπατος.

### alpha 711

Ἄκανοι · οὕτως αἱ ἄκανθαι λέγονται.

### alpha 712

Ἀκαπήλευτον · ἄδολον, καθαρόν, ἀρᾳδιούργητον.

### alpha 713

Ἀκαρῆ · βραχύ, ὀξύ, ὃ οὐχ οἷόν τε κεῖραι.

### alpha 714

Ἀκαρής · ὀξύς, βραχύς. διττῶς δὲ λέγεται παρὰ τοῖς Ἀττικοῖς· καὶ ὀνοματικῶς, οἷον „ἀκαρὴς χρόνοσ“, καὶ τῷ ἀκαρεῖ καὶ τὸν ἀκαρῆ· καὶ ἐπιρρηματικῶς ἀκαρῆ, ἀντὶ τοῦ βραχέως καὶ συντόμως.

### alpha 715

Ἀκαριαῖον · μικρόν, βραχύ. ῥοπή.

### alpha 716

Ἀκαρ〈ῆ〉 · ἀντὶ τοῦ μικρὸν ἢ οὐδέν. οὕτως Ἀντιφῶν (fr. 146 Th.).

### alpha 717

Ἄκασκα · ἥσυχα, βραδέα. Κρατῖνος Νόμοις (fr. 126 K.)· „ἢ πρεσβῦται πάνυ γηραλέοι σκήπτροισιν ἄκασκα προβῶντεσ“.

### alpha 718

Ἀκαταλήκτως · ἀκαταπαύστως.

### alpha 719

Ἀκαταλλήλως · ἀναρμοδίως.

### alpha 720

Ἀκάτιον · μικρὸν πλοῖον.

### alpha 721

Ἀκάτια · ὑποδημάτων εἶδος.

### alpha 722

Ἄκατος · φιάλη, διὰ τὸ ἐοικέναι στρογγύλῳ πλοίῳ. οὕτω Θεόπομπος (fr. 3 K.).

### alpha 723

Ἀκατεύναστος · ἀκοίμιστος.

### alpha 724

Ἀκεανοί · τὰ ἐν τοῖς φακοῖς στρογγύλα καὶ δυσκατάκοπτα ὄσπρια.

### alpha 725

Ἀκέραιον · ἄκακον, ὁλόκληρον, καθαρόν. σημαίνει καὶ τὸν ἔξω κήρας.

### alpha 726

Ἀκερδὴς χάρις · ἡ μὴ δεόντως διδομένη.

### alpha 727

Ἀκειρεκόμης · τὴν κόμην μὴ κειρόμενος.

### alpha 728

Ἀκέραιος · ὁ μηδὲν κακὸν πεπονθώς.

### alpha 729

Ἀκέσασθαι καὶ ἀκέσαι · ἰάσασθαι. ὅθεν καὶ Ἀττικοὶ τὴν ἠπήτριαν ἀκέστριαν καλοῦσιν.

### alpha 730

Ἀκεῖσθαι · λέγειν, θεραπεύειν. παραιτεῖσθαι, ἰᾶσθαι. καὶ ἀπάγειν ἐπαγωγὰς ἐκ γοητείας καὶ μαγγανείας ἐπηγμένας τισί. Πλάτων ἐν δευτέρῳ Πολιτείας (364c). Σοφοκλῆς δὲ ἐν Ἀντιγόνῃ (1027) ἐκλαμβάνει τὸ ἀκεῖσθαι ἐπὶ τοῦ ἁμαρτίαν ἐπανορθοῦσθαι κατὰ μεταφοράν.

### alpha 731

Ἄκεσιν · ἴασιν.

### alpha 732

Ἀκεσίπονον · θεραπευτικόν.

### alpha 733

Ἀκέσματα · ὑγιάσματα, ἰάματα.

### alpha 734

Ἀκεσμόν · ἰατρείαν.

### alpha 735

Ἀκεσίας · ἀντὶ τοῦ ἰατρός.

### alpha 736

Ἀκεστάς · ἰατρούς. καὶ ἀκέστωρ · ὁ ἰατρός.

### alpha 737

Ἀκεσταί · οἱ τὰ ἱμάτια ἀκούμενοι. Ξενοφῶν (Cyr. 1, 6, 16)· „ὥσπερ ἱματίων ῥαγέντων εἰσί τινες ἀκεσταί“.

### alpha 738

Ἀκέφαλον · ἀντὶ τοῦ ἀτελείωτον. Πλάτων Νόμων ἕκτῳ (752a)· „μῦθον ἀκέφαλον ἑκὼν καταλείπομαι“.

### alpha 739

Ἀκή · ἀκμὴ σιδήρου. καὶ ἡ ἡσυχία.

### alpha 740

Ἀκήδεστοι · μηδεμιᾶς φροντίδος τυχόντες. ἢ ἀκήδευτοι καὶ ἄταφοι.

### alpha 741

Ἀκηδής · ὁ μὴ φροντίζων.

### alpha 742

Ἀκηδής · ἄταφος.

### alpha 743

Ἀκήματα · ἰάματα.

### alpha 744

Ἄκη · πόλις ἐν Φοινίκῃ, ἣν οἱ μὲν τὴν νῦν Πτολεμαΐδα καλουμένην οὕτω πάλαι φασὶν ὀνομάζεσθαι, Δημήτριος δὲ (Sceps. fr. novum) οὐ τὴν πόλιν, ἀλλὰ τὴν ταύτης ἀκρόπολιν.

### alpha 745

Ἀκηλίδωτον · ἄσπιλον, ἀκήρατον.

### alpha 746

Ἀκήρατος · ἄφθαρτος, ἀπαθής, ἀκέραιος.

### alpha 747

Ἀκηράσιος · ἀκέραιος.

### alpha 748

Ἀκίβδηλον · καθαρόν.

### alpha 749

Ἀκίβδηλος ἀνήρ · ὁ μὴ κίβδηλος, ἀλλὰ δόκιμος καὶ πολλοῦ ἄξιος. οὕτω Φρύνιχος (Praep. soph. fr. 12).

### alpha 750

Ἀκίδας · τοῦ βέλους τὰς ὀξύτητας.

### alpha 751

Ἀκιδωτὸς ὅρμος · συγκείμενος ἐκ πολλῶν ἀκίδων.

### alpha 752

Ἀκιδνότερον (ς 130)· ἀσθενέστερον, μεταφορικῶς ἀπὸ τοῦ μὴ κίειν, τουτέστι μὴ ἰσχύειν, ἢ κίκυν μὴ ἔχειν, οἷον ἰσχύν, διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν. Δίδυμος δὲ (fr. novum) ταλαιπωρότερον καὶ ἀθλιώτερον ἔφη.

### alpha 753

Ἄκικυς · ἀσθενής, ἀδύνατος. κατὰ στέρησιν ἤτοι τοῦ κίειν ἢ τῆς κίκυος, ἥτις παρὰ τὴν κίνησιν λέγεται ἰσχὺς οὖσα.

### alpha 754

Ἀκινάκης · μικρὸν δόρυ Περσικόν.

### alpha 755

Ἀκκιζόμενος · θρυπτόμενος, προσποιούμενος, γυναικιζόμενος. ἢ μωραίνων, ἀπό τινος γυναικὸς μωρᾶς, ἥτις ἐκαλεῖτο Ἀκκώ. σημαίνει δὲ καὶ τὸν θέλοντα μέν, προσποιούμενον δὲ μὴ θέλειν.

### alpha 756

Ἀκκισμούς · προσποιήσεις, ὑποκρίσεις.

### alpha 757

†Ἀκιόμενοι† · ἐπισκευάζοντες. μεταφορικῶς ἀπὸ τοῦ θεραπεύειν.

### alpha 758

Ἀκίονες · ἀστήρικτοι.

### alpha 759

Ἀκληρεῖ · οὐ μετέχει, οὐ κεκλήρωται.

### alpha 760

Ἄκληροι · ἔξω τοῦ κεκληρῶσθαι. Εὐριπίδης (Troad. 32).

### alpha 761

Ἀκληρία · ἀντὶ τοῦ ἀτυχία. Σοφοκλῆς (fr. 898 N. 2 = 989 R.).

### alpha 762

Ἀκλήρῳ (λ 490)· κλῆρον μὴ ἔχοντι μηδὲ οὐσίαν, πτωχῷ· κλῆρος γὰρ ἡ οὐσία, ὅθεν καὶ ἐπίκληρος.

### alpha 763

Ἄκλυτον · ἀνώνυμον.

### alpha 764

Ἀκλητί · ἄνευ κλήσεως.

### alpha 765

Ἀκλόνητον · ἄσειστον, ἀδόνητον.

### alpha 766

Ἀκμάζει · νεάζει.

### alpha 767

Ἀκμάζεις · τὰ νέων πράττεις. οὕτως Ὑπερείδης (fr. 122 J.) καὶ Λυσίας (fr. 188 S.).

### alpha 768

Ἀκμαῖος · νεανίσκος σφριγῶν.

### alpha 769

Ἀκμή · ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπιτάσεως. καὶ ἡ δύναμις. καὶ ἡ νεότης. ἀκμὴ δὲ καιροῦ ἡ εὐτυχία. οὕτως καὶ Ἰσοκράτης (2, 33)· „τὸ μὲν τῆς ἀκμῆς τῶν καιρῶν τυγχάνειν“. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι. οὕτως Ὑπερείδης (fr. 116 J.).

### alpha 770

Ἀκμὴ καλεῖ (Eur. Hec. 1042)· καιρὸς καλεῖ.

### alpha 771

Ἀκμῆτες · μὴ κάμνοντες.

### alpha 772

Ἀκμητί · ἀκαμάτως.

### alpha 773

Ἀκμοθέτῳ · τῷ κοιλώματι, ἐν ᾧ ὁ ἄκμων τίθεται.

### alpha 774

Ἀκμονίδης · ὁ Χάρων. καὶ ὁ Οὐρανός· Ἄκμονος γὰρ παῖς.

### alpha 775

Ἀκνίσωτος οἶκος · ὁ ἄνευ πυρὸς καὶ κνίσης. οὕτως Αἰσχύλος (fr. 292 N. 2 = 751 M.).

### alpha 776

Ἄκοιτις · γαμετή.

### alpha 777

Ἀκολασία · ἀκρασία.

### alpha 778

Ἀκόλαστον · ἀκρατῆ, θρασύν.

### alpha 779

Ἀκόλαστον καὶ ὑβριστὸν πρᾶγμα ἢ ἄνθρωπος · λέγοι δ’ ἄν τις καὶ ὑβριστικόν.

### alpha 780

Ἀκόλαστος ὄχλος · Εὐριπίδης ἔφη (Hec. 607), ἀκόλαστον δὲ σῶμα Σοφοκλῆς (fr. 678 N. 2 = 744 R.). ἀκολαστήμτα δὲ λέγουσι μὲν κατακόρως οἱ Ἐπικούρειοι, πλὴν καὶ Ἀναξανδρίδης κέχρηται τῇ λέξει (fr. 73 K.) καὶ Ἀριστοφάνης (Lys. 398).

### alpha 781

Ἀκολασία · Θουκυδίδης ἔφη (3, 37, 3)· ἀκολαστία δὲ Ἄλεξις (fr. 345 K.). ἀκολαστότατον δὲ Ἀριστοφάνης (fr. 36 Dem.) καὶ Ἀκολαστοτέραν Νικόλαος (fr. 2 K.).

### alpha 782

Ἀκόλαστον καὶ ὑβριστὸν πρᾶγμα · Ἀττικῶς συντέθειται, διττὴν δὲ ἔχει τὴν θεωρίαν· μίαν μὲν ὅτι ἐχρήσατο τῷ ὑβριστὸν ἀντὶ τοῦ ὑβριστικοῦ, ὅμοιον ὂν τῷ τύπῳ τοῖς τοιοῖσδε τῶν ὑπερθετικῶν βέλτιστον, κάλλιστον, κράτιστον καὶ τοῖς ὁμοίοις· ἑτέραν δὲ διότι συμπέπλεκται τὸ ὑβριστὸν τῷ ἀκολάστῳ. Πλάτων δὲ ἐχρήσατο ἐν Πεισάνδρῳ λέγων (fr. 98 K.)· „γυνὴ γάρ, ἢν μὲν αὐτὴν ἀεὶ κολάζῃς, ἐστὶ πάντων κτημάτων κράτιστον· ἐὰν δὲ ἀνῇς, ὑβριστόν 〈ἐστι〉 χρῆμα καὶ ἀκόλαστον“. Φερεκράτης δὲ τῷ κόβαλον συμπλέξας τὸ ὑβριστὸν εἶπεν (fr. 162 K.)· „ὑβριστὸν ἔργον καὶ κόβαλον εἰργάσω“. συγγραφικαὶ δὲ αἱ συνθῆκαι.

### alpha 783

Ἀκολαστανεῖτε · Ἀριστοφάνης ἔφη (Av. 1227) ὁμοίως τῷ σημανεῖτε. Πλάτων δὲ ἐν ἕκτῳ Πολιτείας (8, 555d. 9, 590a et 591a) Ἀκολασταίνειν ἔφη.

### alpha 784

Ἀκόλουθος · Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος (54, 4) ἀντὶ τοῦ δούλου. ὡσαύτως δὲ καὶ Ξενοφῶν (R. Athen. 1, 19).

### alpha 785

Ἀκόλουθον · οὐδετέρως μὲν Ἀριστοφάνης (fr. 37 Dem. cf. Ach. 438), θηλυκῶς δὲ Πλάτων ἐν τῷ Περὶ ψυχῆς (111c). Δημοσθένης δὲ ἐν τῷ πρὸς Πανταίνετον (37, 25) ἐν ἴσῳ τῷ ἐφεξῆς εἶπε τὸ ἀκόλουθον.

### alpha 786

Ἀκόλουθα · Ἀντιφῶν (fr. 147 Th., cf. 87 B 84 D.—K.) τὰ ἑπόμενα καὶ σύμφωνα.

### alpha 787

Ἀκολουθία · ἡ ἀκολούθησις. Σοφοκλῆς (fr. 899 N. 2 = 990 R.).

### alpha 788

Ἀκολουθοῦντε · ἀντὶ τοῦ ἀκολουθοῦσαι δυϊκῶς. οὕτως Ἕρμιππος (fr. 85 K.)· καὶ γὰρ κέχρηνται ταῖς ἀρσενικαῖς μετοχαῖς ἀντὶ θηλυκῶν πολλάκις.

### alpha 789

Ἀκολουθεῖν μετ’ αὐτοῦ · οὕτως συντάσσουσιν οἱ Ἀττικοὶ ἀντὶ τοῦ ἀκολουθεῖν αὐτῷ· καὶ γὰρ Λυσίας (fr. 53 S.) οὕτω κέχρηται καὶ Πλάτων (Menex. 249d), ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Πλούτῳ (823) „ἕπου“ φησὶ „μετ’ ἐμοῦ, παιδάριον“. καὶ Μένανδρος (Dysc. 969. Mi‐ sum. 466. Sic. 423)· „Νίκη μεθ’ ἡμῶν εὐμενὴς ἕποιτο ἀεί“. κἀν τῇ Παρακαταθήκῃ (fr. 330 K.—Th.)· „συνακολούθει μεθ’ ἡμῶν“ φησι.

### alpha 790

Ἀκόμπαστος λόγος · Εὐριπίδης φησί (fr. 872 N. 2 ), καὶ ἀκόμπαστος φάτις (fr. 873 N. 2 ).

### alpha 791

Ἄκομψον · ἀπάνουργον. ἄκομψον καὶ φαῦλον (Eur. fr. 473 N. 2 )· οἷον κομψείας καὶ πανουργίας ἀπηλλαγμένον. οὕτω Φρύνιχος (Praep. soph. 7, 13).

### alpha 792

Ἀκονιτί · ἄνευ ἀγῶνος καὶ μάχης. ἢ 〈εὐμαρῶς〉, ἐκ μεταφορᾶς τῶν ἀθλητῶν τῶν 〈οὕτωσ〉 εὐμαρῶς περιγινομένων, ὥστε μηδὲ κονίσασθαι.

### alpha 793

Ἀκοήν · ἀντὶ τοῦ οὖς. Φερεκράτης (fr. 199 K.).

### alpha 794

Ἀκοός · ἀντὶ τοῦ ἀκουστικός. Πλάτων (fr. 226 K.).

### alpha 795

Ἀκοήν · τὸν λόγον, ὡς καὶ τὰ ἡμέτερα λόγια· „ἀκοὴν ματαίαν μὴ παραδέχου“, οἷον μάταιον λόγον μὴ προσδέχου.

### alpha 796

Ἄκοπος ἀνήρ · ἀντὶ τοῦ οὐδέπω ἠνωχλημένος ὑπό τινος. οὕτως Ἀμειψίας (fr. 29 K.).

### alpha 797

Ἄκος · ἴασις, θεραπεία.

### alpha 798

Ἄκοσμα · ἀπρεπῆ, ἄτακτα.

### alpha 799

Ἀκόρητος · ἀκόσμητος· κορεῖν γὰρ τὸ σαίρειν παρὰ Ἀττικοῖς.

### alpha 800

Ἀκορεσταίνω · ἀκόρεστα πράττω.

### alpha 801

Ἀκοσμήτως · ἀντὶ τοῦ ἀτάκτως. Πλάτων (Leg. 6, 781b).

### alpha 802

Ἀκούει καλῶς · ἀντὶ τοῦ εὐφημεῖται. οὕτως Ἡρόδοτος.

### alpha 803

Ἀκούειν · ἐπὶ τοῦ πείθεσθαι. Δημοσθένης (20, 68).

### alpha 804

Ἄκουε · ἀντὶ τοῦ σίγα. Κρατῖνος (fr. 284 K.). οἷον τόπον δίδου διὰ τῆς σιγῆς τῇ ἀκοῇ.

### alpha 805

Ἀκουσίμη · ἀντὶ τοῦ ἀκουστή.

### alpha 806

Ἀκουσείων · ἀντὶ τοῦ ἀκουσόμενος. Σοφοκλῆς (fr. 900N. 2 = 991 R.).

### alpha 807

Ἀκουτίσαι · διδάξαι.

### alpha 808

Ἀκοῦσαι ὀργῶ · Κρατῖνός φησιν (fr. 21 Dem.), ἀλλὰ καὶ Θουκυδίδης (4, 108, 6)· „Λακεδαιμονίων ὀργώντων“. σημαίνει δὲ τὸ ὀργᾶν 〈τὸ〉 πάνυ ἐπαίρεσθαι πρὸς τὸ πρᾶξαί τι ἢ ἀκοῦσαι. καθόλου δὲ ποικίλως χρῶνται τῷ ὀνόματι· καὶ γὰρ ἐπὶ τοῦ βρέξαι, ὡς Ἀρχίλοχος (fr. 277 West). Αἰσχύλος δὲ (fr. 765 M.) ἐπὶ τοῦ παίοντα ἐξελαύνειν καὶ μαλάττειν τίθησι. Σοφοκλῆς δὲ ἐν Αἰγεῖ 〈φησι〉 (fr. 25 R.) τὸν Θησέα στρέφοντα καὶ μαλάττοντα τὰς λύγους ποιῆσαι δεσμὰ τῷ ταύρῳ. λέγει δὲ οὕτως· „κλωστῆρσι χειρῶν ὀργάσας κατήνυσε σειραῖα δεσμά“. καὶ Ἡρόδοτος δὲ ἐν τετάρτῳ (64, 2) ἀντὶ τοῦ μαλάξας τῷ ὀργάσας κέχρηται. οὐκοῦν ἐπεὶ τὸ μαλάξαι καὶ βρέξαι σημαίνει ἡ φωνή, ὀργᾶν λέγεται τὸ σπαργᾶν καὶ μετεωρίζεσθαι· καὶ γὰρ τὰ βρεχόμενα ὑποιδεῖ. θεατέον δὲ καὶ οὕτω τὴν δύναμιν τῆς φωνῆς· ὀργάδες καλοῦνται πάντα τὰ ἀνειμένα εἰς ὕλην καὶ ἀνημέρωτα καὶ ἀργά, ὡς καὶ Σόλων φησίν (fr. 91 R.). ἀπὸ τούτου οὖν τὸ ὀργᾶν εἴρηται ἐπὶ τοῦ ἀνεῖσθαι πρὸς τὸ πρᾶξαί τι ἢ ἀκοῦσαι. ἢ ἐπεὶ αἱ ὀργάδες ἄτμητοι οὖσαι αὔξουσιν εἰς ὕψος, διὰ τοῦτο καὶ τὸ ὀργᾶν ὑψοῦσθαι καὶ ἐπαίρεσθαι πρὸς τὸ ἀκοῦσαί τι ἢ πρᾶξαι σημαίνει. δοκεῖ δέ μοι καὶ τὸ ὀριγνᾶσθαι καὶ ἡ ὀργή ἐντεῦθεν γεγονέναι, οἷον ὄρεξίς τις καὶ ἔφεσις καὶ αὔξησις καὶ μετεωρισμὸς οὖσα τῆς ψυχῆς. συγγραφικὴ μέντοι ἡ φωνὴ ἡ ἀκοῦσαι ὀργῶ .

### alpha 809

Ἀκούειν · ἐπὶ τοῦ πείθεσθαι. Δημοσθένης (20, 68) καὶ Ἡρόδοτος (3, 61, 3) καὶ πρὸ αὐτῶν Ὅμηρος (η 11).

### alpha 810

Ἀκούοντα ἄριστα · ἀντὶ τοῦ εὐφημούμενος. Ἡρόδοτος (6, 86, 2. 8, 93, 1) καὶ Εὔπολις (fr. 375 K.).

### alpha 811

Ἀκούων διατεθρύληται · τούτῳ προστιθέντες ἐνίοτε καὶ τὰ ὦτα χρῶνται (Pi. Lys. 205b. Reip. 2, 358c).

### alpha 812

Ἄκουε τὰς ἐμὰς ἐπιστολάς · ἀντὶ τοῦ τῶν ἐμῶν ἐπιστολῶν. Αἰσχύλος εἶπεν (fr. 293 N. 2 = 752 M.).

### alpha 813

Ἄκουε σίγα · Κρατῖνος (fr. 284 K.)· „ἄκουε, σίγα, πρόσεχε τὸν νοῦν, δεῦρ’ ὅρα“. καὶ Σοφοκλῆς (fr. 1014 N. 2 = 815 R.)· „ἄκουε, σίγα, τίς ποτ’ ἐν δόμοις βοή;“

### alpha 814

Ἀκουσέτην · Σοφοκλῆς ἔφη (fr. 900 N. 2 = 991a R.), ἀκούσεσθαι δὲ Ἀριστοφάνης (fr. 38 Dem.).

### alpha 815

Ἄκουσμα , οὐκ ἀκρόαμά φασί τινες λέγειν τοὺς Ἀττικούς, διαμαρτάνουσι δέ· καὶ γὰρ πλεονάζουσι μὲν ἐν ταύτῃ τῇ φωνῇ, χρῶνται δὲ ὅμως καὶ τῷ ἀκροάματι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (241)· „βαρύτερον τῶν ἔργων, ὧν πεπόνθαμεν, τὸ ἀκρόαμα γίνεται“. καὶ Ξενοφῶν δὲ χρώμενος τῷ ἀκούσματι οὐδὲν ἧττον καὶ τῷ ἀκροάματι κέχρηται ἀλλαχοῦ τε λέγων (Hier. 1, 14) καὶ ἐν τῷ Συμποσίῳ (2, 2) τὸν Σωκράτην εἰσάγων λέγοντα· „νὴ Δία, ὦ Καλλία, τελέως ἡμᾶς ἑστιᾷς· οὐ γὰρ μόνον τὸ δεῖπνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ θεάματα καὶ ἀκροάματα ἥδιστα παρέχεισ“. Δίφιλος δὲ ἐκ παραλλήλου τέθεικε τὰς λέξεις (fr. 122 K.)· „μόνος γὰρ ἦν λέγων, ἄκουσμα καὶ ἀκρόαμα“.

### alpha 816

Ἀκούεις ἃ λέγει σε · οὕτω Φερεκράτης ἔφη λέγων (fr. 73 K.)· „ὦ Ζεῦ πολυτίμητε, ἆρα ἀκούεις ἅ σε λέγει ὁ πανοῦργος υἱός;“

### alpha 817

Ἀκουσίμη · ἀντὶ τοῦ ἀκουστή. Σοφοκλῆς (fr. 679 N. 2 = 745 R.)· „σπουδὴ γὰρ ἡ κατ’ οἶκον ἐγκεκρυμμένη οὐ πρὸς θυραίων οὐδαμῶς ἀκουσίμη“. δύναται καὶ φωνὴ ἀκουσίμη λέγεσθαι.

### alpha 818

Ἀκουστά · ὡς ἐν τῇ Κρεούσῃ (fr. 330 N. 2 = 357 R.)· „ἄπελθ’ ἄπελθε, παῖ· τάδ’ οὐκ ἀκουστά σοι“. καὶ Εὐριπίδης δὲ πολλάκις (Andr. 1084. Hel. 663). ὁ μέντοι Σοφοκλῆς 〈καὶ〉 ἀκούσιμά φησι (fr. 991b R.). πολιτικώτερον δὲ λέγει ὁ Φρύνιχος (Praep. soph. fr. 13) τὸ ἀκουστὰ μᾶλλον ἢ τὸ ἀκούσιμα.

### alpha 819

Ἀκούσας ἥκειν, οὐχ ἥκοντα. Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν ἔφη (3, 1, 1). καὶ Μένανδρος δὲ (fr. 817 K.—Th.) καὶ ἄλλοι πολλοί.

### alpha 820

Ἀκούμενος · θεραπευόμενος ἢ θεραπεύων.

### alpha 821

Ἀκουσία · τὸ πρᾶγμα. Σοφοκλῆς (fr. 680 N. 2 = 746 R.)· „ἐξαίρετον τίθημι τὴν ἀκουσίαν“.

### alpha 822

Ἀκοινώνητος · Πλάτων ἐν Νόμων ςʹ (768b). καὶ ἀκοινώνητα. καὶ Ἀντιφῶν δὲ (87 B 93a D.—K. et fr. 144 Th.) καὶ Εὐριπίδης (Andr. 470).

### alpha 823

Ἀκοινώνητα καὶ ἀκοινωνία · Πλάτων ἐν ταῖς πρὸς τὸν Διονύσιον ἐπιστολαῖς (3, 318e).

### alpha 824

Ἀκοίτιδος · Εὐριπίδης ἔφη (fr. novum).

### alpha 825

Ἀκονῶν · Δημοσθένης ἐν Ἐπιστολαῖς (2, 11)· „ἀκονῶν τὴν πόλιν“.

### alpha 826

Ἀκόρεστα · Εὐριπίδης ἔφη (Med. 638), ἀκορεστότερα δὲ Ξενοφῶν (Symp. 8, 15).

### alpha 827

Ἀκοσμοῦντες · Σοφοκλῆς (Ph. 387 cf. Ant. 730). ἀκοσμεῖ δὲ Πλάτων ἔφη (Leg. 6, 764b). καὶ ἀκόσμους ὁ αὐτός. καὶ ἀκοσμήτως ἀντὶ τοῦ ἀτάκτως ἐν Νόμων ςʹ (781b)· „τὸ περὶ τὰς γυναῖκας ἀκοσμήτως περιορώμενον“.

### alpha 828

Ἀκοσμεῖν · τὸ μηδὲν ἐν κόσμῳ καὶ τάξει ποιεῖν, ἀλλ’ ἀκολασταίνειν. Σοφοκλῆς (Ant. 730. Ph. 387).

### alpha 829

Ἀκοσμία · Εὐριπίδης (Iph. A. 317)· „τίς ποτ’ ἐν θύραισι θόρυβος καὶ λόγων ἀκοσμία;“

### alpha 830

Ἄκος περίαπτον · Ἀττικῶς εἴρηται. κέχρηται τῇ συνθήκῃ Κρατῖνος (fr. 22 Dem.).

### alpha 831

Ἀκραγγές · ἀκρόχολον, ἀσθενές, χαλεπόν.

### alpha 832

Ἀκράδαντον · ἀσάλευτον, ἀκίνητον.

### alpha 833

Ἀκραιφνές · καθαρόν, ὑψηλόν, τέλειον. ἢ ἀκραιφνοῦς · οἷον ἀκηροφανοῦς, ἀβλαβοῦς· κὴρ γὰρ ὁ θάνατος.

### alpha 834

Ἄκρα κόρυμβα (I 241)· τὰ ἀκροστόλια τῶν νεῶν τὰ ἐξέχοντα κατὰ πρύμναν ἢ πρῷραν.

### alpha 835

Ἀκρέμονες · βλαστοί, κλάδοι.

### alpha 836

Ἀκρασίας · ἀνωμαλίας. παρὰ τὸ μὴ συγκεκρᾶσθαι.

### alpha 837

Ἀκράτισμα · ἔμβρωμα.

### alpha 838

Ἀκρατὴς γάμων · σεμνὸς καὶ εὐπρεπὴς ὁ λόγος ἐπὶ γυναικὸς τιθέμενος ἀκολάστου καὶ μοιχικῆς. οὕτως Φρύνιχος (Praep. soph. 50, 11.23).

### alpha 839

Ἀκρατὴς χειρός · ὁ κλέπτης. ὅμοιον τῷ ἀκρατὴς γάμων.

### alpha 840

Ἀκρατῆ γίνεσθαι τοῦδε · οἷον μὴ κατακρατεῖν διὰ τὸ πλῆθος τῶν ἐπιρρεόντων πραγμάτων ἢ λόγων.

### alpha 841

Ἄκρατος · κατὰ τὸ ἐναντίον τὸ πολύκρατος.

### alpha 842

Ἀκρατίσασθαι · τὸ μικρὸν ἐμφαγεῖν πρὸ τοῦ ἀρίστου.

### alpha 843

Ἀκριβοῦν · ἐγνωκέναι τὸ ἀκριβές.

### alpha 844

Ἀκριτί · ἄνευ κρίσεως.

### alpha 845

Ἄκριτος · ἀντὶ τοῦ ἀδιάκριτος. οὕτω Δημοσθένης (18, 18).

### alpha 846

Ἄκριτα · ἀχώριστα.

### alpha 847

Ἀκριτόμυθος · πολύλογος, ἀδιακρίτους ἔχων τοὺς λόγους.

### alpha 848

Ἀκριτόφυλλον · σύμφυτον πολλοῖς δένδροις, ὥστε μὴ διακρῖναι αὐτῶν τὰ φύλλα, ἃ φέρει. ἢ κατάσκιον.

### alpha 849

Ἀκροᾶσθαι · ἀντὶ τοῦ ὑπακούειν. οὕτως Ἀντιφῶν (fr. 62 Th.).

### alpha 850

Ἀκροβολίζεται · τὸ ἐν πολέμῳ προκατάρχεσθαι τῆς συμβολῆς. ἢ τὸ ἄκραις συμπλέκεσθαι χερσίν. ἢ καὶ τὸ διὰ βελῶν μάχεσθαι. καὶ τὸ ἐπιδείκνυσθαι τὸν πόλεμον.

### alpha 851

Ἀκροβελίδας · τὰ ἄκρα τῶν ὀβελίσκων. Ἄρχιππος Ἡρακλεῖ γαμοῦντι (fr. 10 K.)· „τὸ πῦρ πολὺ λίαν· ὕπαγε τὰς ἀκροβελίδασ“.

### alpha 852

Ἀκροβολίζεται · τὰ ἄκρα τοῦ σώματος 〈 *** 〉.

### alpha 853

Ἀκροβόλοι · ἀκοντισταί, τοξόται.

### alpha 854

Ἀκροβολισμός · ἐρεθισμός.

### alpha 855

Ἀκρόδρυα · καρποὶ δενδρικοί.

### alpha 856

Ἀκροδίκαιος · ὁ εἰς ἄκρον δίκαιος.

### alpha 857

Ἀκροθίνια · τὰς τῶν ἐνιαυσιαίων καρπῶν ἀπαρχάς. ἀκροθίνια δὲ κυρίως καλεῖσθαι τὰς ἀπαρχάς φασιν, ἃς ἀνατιθέασιν οἱ ἐξ ἐμπορίας, παρὰ τὸ ἀπὸ τοῦ θινός, τουτέστιν τοῦ αἰγιαλοῦ, σεσῶσθαι αὐτά. ἄλλοι δὲ τὰ ἀπὸ τῶν πολέμων, παρὰ τὸ σίνεσθαι ἐν τῷ πολέμῳ πολλούς, τουτέστι βλάπτεσθαι. ἢ τὰ ἄκρα τῶν σωρῶν.

### alpha 858

Ἀκροκώλια δίεφθα · Τηλεκλείδης (fr. 48 K.).

### alpha 859

Ἀκρόκομοι (Δ 533)· μετρίως κομῶντες ἢ λίαν. ἢ τὰ ἄκρα τῆς κεφαλῆς κομῶντες.

### alpha 860

Ἀκρωνία · τὰ ἀθροίσματα. καὶ ἡ ἀκρότης. καὶ ἡ ἀκμή. καὶ τὸ ἐπίλεκτον σύστημα.

### alpha 861

Ἀκρομανής · ὁ φρενήρης.

### alpha 862

Ἀκρόνυξ · οἷον ἀρχὴ νυκτός. Σοφοκλῆς (fr. 991c R.).

### alpha 863

†Ἀκροπόλισιν† · ἀκρωρείαις.

### alpha 864

Ἄκρον φρονεῖν, ἄκρον δρᾶν · οἷον ἐξέχων ἐν τῷ φρονεῖν καὶ πράττειν. οὕτως Σοφοκλῆς (fr. 818 R.).

### alpha 865

Ἀκροσφαλεῖς · †ἀκροσφαλισμένους†.

### alpha 866

Ἀκρότομος · σκληρός, ὑψηλός.

### alpha 867

Ἀκροσφαλές · σημαίνει τὸ ἄκρως σφαλερὸν καὶ μὴ δυνάμενον παγίως ἐν ἀσφαλείᾳ εἶναι. οὕτως Φρύνιχος (Praep. soph. 32, 15.25).

### alpha 868

Ἀκρώρεια · ἐξοχή, κορυφή· εἰς τρία γὰρ διῄρηται τὸ ὄρος, εἰς ἀκρώρειαν, εἰς ὑπώρειαν, εἰς τέρμα. ἀκρώρεια μέν ἐστιν ἡ κορυφή, ὑπώρεια δὲ τὰ πλευρὰ τοῦ ὄρους, τέρμα δὲ τὰ τελευταῖα.

### alpha 869

Ἀκροτελεύτιον ἔπους · τὸ ἔσχατον κεφαλαίου τινὸς ποιητικοῦ· κυρίως γὰρ ἀκροτελεύτια ἐπὶ ποιημάτων τιθέασιν Ἀττικοί. οὕτως Φρύνιχος (Praep. soph. fr. 14).

### alpha 870

Ἀκροφύσιον · τὸ τῇ χώνῃ προστιθέμενον. Σοφοκλῆς (fr. 901 N. 2 = 992 R.).

### alpha 871

Ἀκροχειρίζεσθαι · πυκτεύειν ἢ παγκρατιάζειν πρὸς ἕτερον ἄνευ συμπλοκῆς. ἢ ὅλως ἄκραις ταῖς χερσὶ μετ’ ἄλλου γυμνάζεσθαι.

### alpha 872

Ἀκροχόρδων · ἐξοχή τις περὶ τὴν ἕδραν καὶ περὶ ἄλλα μέρη τοῦ σώματος.

### alpha 873

Ἀκταινῶσαι · ἀντὶ τοῦ ὑψῶσαι καὶ ἐξᾶραι καὶ μετεωρίσαι. πεποίηται δὲ οὕτως· ἔστι δένδρον, ὃ καλεῖται ἀκτῆ, ἀφ’ οὗ τὰ ἀκόντια τέμνεται. οὕτως Ἀνακρέων (PMG 466 Page).

### alpha 874

Ἀκταίνειν · γαυριᾶν καὶ ἀτάκτως πηδᾶν. ἢ πρὸς συνουσίαν ὁρμᾶν.

### alpha 875

Ἀκτή · αἰγιαλὸς παραθαλάσσιος.

### alpha 876

Ἀκτή · ἰδίως ἐπιθαλαττίδιός τις μοῖρα τῆς Ἀττικῆς· ὅθεν καὶ ὁ Ἀκτίτης λίθος. ἐκάλουν δὲ οὕτως καὶ τὴν Ἀττικήν, οἱ μὲν ἀπό τινος Ἀκταίωνος βασιλέως, οἱ δὲ διὰ τὸ τὴν πλείω τῆς χώρας ἐπιθαλάττιον εἶναι.

### alpha 877

Ἄκτια · ἀγὼν παλαιός, ὡς Καλλίμαχος ἐν τῷ Περὶ τῶν ἀγώνων δῆλον ποιεῖ (fr. 403 Pf.).

### alpha 878

Ἀκύκλιος · ὁ ἀπαίδευτος παρὰ Πλάτωνι (fr. 227 K.).

### alpha 879

Ἄκυλος · ὁ τῆς πρίνου καρπὸς καλεῖται ὑπὸ τῶν παλαιῶν, βάλανος δὲ ὁ τῆς δρυός· „καὶ τὰς βαλάνους καὶ τὰς ἀκύλους καὶ τὰς ἀχράδας περιόντασ“. Φερεκράτης Ἀγρίοις (fr. 186 K.).

### alpha 880

Ἀκύμονα · ἀτάραχον, ἀσάλευτον.

### alpha 881

Ἀκύμων · 〈ἡ〉 μὴ γεννῶσα, ὡς ἐγκύμων ἡ συνειληφυῖα. λέγεται καὶ ἀκύμων θάλασσα ἡ μὴ ἀνέμοις ταρασσομένη καὶ κυμαινομένη.

### alpha 882

Ἀκώπητον · ἀπαράσκευον. μετῆκται δὲ ἀπὸ τῶν νεῶν τῶν μὴ ἐχουσῶν κώπας μηδὲ τὰ πρὸς τὸν πλοῦν εὐτρεπισμένα.

### alpha 883

Ἀκωδώνιστον · ἀβασάνιστον, ἀδοκίμαστον. οὕτως Ἀριστοφάνης (Lys. 485).

### alpha 884

Ἅλα · θάλασσαν. ἢ τὰς τῶν ὀνύχων ὀξύτητας.

### alpha 885

Ἀλαβαστοθήκας · τὰς θήκας τῶν ἀλαβάστων Δημοσθένης λέγει (19, 237), ἃς ἐν τῇ συνηθείᾳ μυροθήκας καλοῦσιν. ἀλάβαστοι δέ εἰσι λήκυθοι, ὧν οὐκ ἔστι λαβέσθαι διὰ λειότητα.

### alpha 886

Ἀλάβαστον · Μένανδρος ἄνευ τοῦ ρ Ὀργῇ (fr. 307 K.—Th.)· „καὶ Λαμπρίας ὄπισθεν ἀλάβαστον φέρων“. σημαίνει δὲ μυροθήκην.

### alpha 887

Ἀλάβαστρον · ἄγγος μύρου μὴ ἔχον λαβὰς λίθινον. ἢ ψήφινος μυροθήκη.

### alpha 888

Ἀλαβαστροθήκας · ὅπου τίθεται τὰ ἀγγεῖα, τὰ ἀπὸ τῆς ἀλαβάστρου γινόμενα ληκύθια. γράφεται μὲν ἡ λέξις μάλιστα χωρὶς τοῦ ρ, ἔνιοι δὲ αὐτὴν προάγουσι σὺν τῷ ρ.

### alpha 889

Ἀλαζών · ὑπερήφανος. κυρίως δὲ ὁ ἀπατεών.

### alpha 890

Ἀλαζὼν καὶ κομπός · ψεύστης καὶ κομπαστής. οὕτως Κρατῖνος (fr. 380 K.).

### alpha 891

Ἀλαζονεύεσθαι · τὸ ψεύδεσθαι λέγουσι. καὶ ἀλαζόνα τὸν ψεύστην καὶ φένακα.

### alpha 892

Ἀλαλαγμός · ἐπινίκιος ὕμνος.

### alpha 893

Ἁλαιεύς · ὄνομα δήμου.

### alpha 894

Ἀλαλητόν · θόρυβον.

### alpha 895

Ἀλαπάξαι · πορθῆσαι, κενῶσαι, ὁμαλίσαι.

### alpha 896

Ἀλάστωρ · ὁ ἁμαρτωλός. κατὰ μὲν Χρύσιππον (SVF II p.47, fr. 157 Arnim) τὸν φιλόσοφον ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος ἐλαύνεσθαι διὰ φόνον· κατὰ δὲ Ἀπολλόδωρον (FGrHist 244 F 150) ἀπὸ τοῦ ἀλιτεῖν, τοῦτο δέ ἐστιν ἀλιτανεύτως ἀδικεῖν· κατὰ δὲ Δίδυμον (p. 401 Schmidt) ἀπὸ τοῦ τοῖς ἄλαστα πάσχουσιν ἐπαμύνειν. μήποτε δέ ἐστιν ὁ διὰ μέγεθος τῶν πεπραγμένων αὐτῷ κακῶν λιτῆς μὴ καταξιούμενος.

### alpha 897

Ἀλάστωρ · ὁ ἀλιτὼν εἴς τινα, ὅπερ ἐστὶ τοιοῦτόν τι διαπραξάμενος, ὃ μὴ λιταῖς ἀναλύσῃ. ἤ, ὡς ὁ Χρύσιππος (fr. 157 Arnim), ἐλάστωρ τις ὢν καὶ ἄξιος τοῦ ἐλαύνεσθαι. μήποτε δὲ ὁ αὐτός ἐστι τῷ ἀλιτηρίῳ καὶ ἀλιτρῷ. Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας (19, 305)· „βάρβαρον πολλάκις καὶ ἀλάστορα τὸν Φίλιππον δημηγορῶν ἀπεκάλει“. λέγουσι δὲ ἀλάστορα καὶ τὸν Δία, ὡς οὐδὲν αὐτὸν τῶν τολμωμένων παρὰ ἀνθρώποις λαθεῖν δυνάμενον.

### alpha 898

Ἀλάστωρ · θηλυκῶς Νικοχάρης „τὴν ἀλάστορα Σφίγγα“ ἔφη (fr. 18 K.).

### alpha 899

Ἀλάστωρ · καὶ δαίμων τις καλεῖται ἐπεξιὼν τοὺς ἄλαστα εἰργασμένους. καὶ αὐτὸς ὁ πράξας τι τοιοῦτον, μάλιστα δὲ φόνον αὐτοχειρίᾳ. Περικειρομένῃ Μένανδρος (986/7)· „ὁ δ’ ἀλάστωρ ἐγὼ καὶ ζηλότυπος ἄνθρωποσ“. 〈καὶ〉 ἐν Ὀργῇ (fr. 308 K.—Th.) ἐμφαίνεται ὅτι προσφάτως ἦν ἐπιχωρία· „καὶ τοὔνομα τί λέγεις ἀλάστωρ;“ φησί. τοῦτο δὴ τοίνυν καινὸν λεγόμενον, εἰ μὴ πρὸς τραγῳδιοποιούς τινας λέγει κατακόρως χρωμένους τῷ ὀνόματι.

### alpha 900

Ἀλάστορον · ἀντὶ τοῦ ἀλάστορα, ἀπὸ εὐθείας τῆς ἀλάστορος. Αἰσχύλος „μέγαν ἀλάστορον“ εἶπεν (fr. 294 N. 2 = 753 M.).

### alpha 901

Ἀλάστορα προσβαλεῖν · οἷον μύσος καὶ ἀνοσιουργίαν. Εὐριπίδης (fr. 874 N. 2 )· „οὔ σοι παραινῶ μηχανωμένῃ κακὰ ἐχθροῖσι, σαυτὴν προσβαλεῖν ἀλάστορα“.

### alpha 902

Ἀλάστωρ · ὁ τοιαῦτα τολμήσας, ὧν μὴ ἔστιν ἐπιλαθέσθαι.

### alpha 903

Ἀλάστωρ · φονικὸς δαίμων τιμωρῶν καὶ ἀνεπίληστα ποιῶν.

### alpha 904

Ἀλάστωρ · ὁ πάντα ποιῶν τὰ κακά.

### alpha 905

Ἀλᾶται · πλανᾶται, ῥέμβεται.

### alpha 906

Ἄλγεα · κακά, λυπηρά.

### alpha 907

Ἀλδαίνων · αὐξόμενος.

### alpha 908

Ἀλέα · θέρμη, ἔλλαμψις.

### alpha 909

Ἀλεεινός · θερινός, θερμός.

### alpha 910

Ἁλεῖται (Ies. 35, 6)· πηδήσει.

### alpha 911

Ἀλείτης · ἁμαρτωλός, πλανήτης.

### alpha 912

Ἀλείφατι · ἐλαίῳ, ἢ ἑτέρῳ ἀλείμματι.

### alpha 913

†Ἀλειφοίβιον† · τὸν περὶ παλαίστραν ἀναστρεφόμενον καὶ ὑπηρετοῦντα. Ἀριστοφάνης (fr. 740 K.).

### alpha 914

Ἀλείψας · διεγείρας, ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν.

### alpha 915

Ἀλέας · πόλις Θεσσαλική. οἱ δὲ πολῖται Ἀλεῖς.

### alpha 916

Ἀλέξανδρος · οὗ μνημονεύει Δημοσθένης ἐν ἕκτῳ Φιλιππικῶν (6,11), ὁ καλούμενός ἐστι Φιλέλλην, υἱὸς μὲν Ἀμύντου τοῦ βασιλέως, πατὴρ δὲ Περδίκκα. ἕτερος δέ ἐστιν Ἀλέξανδρος ὁ ἀδελφὸς Φιλίππου, οὗ Δημοσθένης ἐν τῷ 〈Περὶ〉 παραπρεσβείας (19, 195) μνημονεύει. ἄλλος δέ ἐστιν ὁ Θετταλός, περὶ οὗ ἐν τῷ κατὰ Ἀριστοκράτους λέγει (23, 120). ἄλλος δέ ἐστιν ὁ Μολοττός, ἀδελφὸς Ὀλυμπιάδος τῆς γυναικὸς Φιλίππου· μνημονεύει δὲ καὶ τούτου Δημοσθένης ἐν ἑβδόμῳ Φιλιππικῶν (7, 32), καὶ γνήσιος ὁ λόγος.

### alpha 917

Ἅλας ἄγων καθεύδεις · ἐπὶ τῶν ἐν μεγάλῳ κινδύνῳ καθευδόντων καὶ ῥᾳστωνευομένων· ἐμπόρου γάρ τινος τὴν ναῦν ἁλῶν πληρώσαντος καὶ καθεύδοντος τὴν ἀντλίαν ἐπαναβῆναι 〈συνέβη〉 καὶ ἐκτῆξαι τοὺς ἅλας. ἔνθεν ἡ παροιμία.

### alpha 918

Ἀλέξειν · ἀποτρέπειν.

### alpha 919

Ἀλεξίκακον · κακίας καθαρτικὸν καὶ θεραπευτικόν.

### alpha 920

Ἀλεξίλογα · οὕτω τὰ γράμματα κέκληκε Κριτίας ὁ τύραννος (88 B 2, 10 D.—K.).

### alpha 921

Ἀλεξήματα · τὰ βοηθήματα.

### alpha 922

Ἀλεξητῆρα · βοηθόν.

### alpha 923

Ἀλεξήσοντα (Ζ 109)· βοηθήσοντα.

### alpha 924

Ἀλεξιφάρμακον · ἀντιφάρμακον.

### alpha 925

Ἀλεξιφάρμακα · ἀλεξιτήρια φαρμάκων. Μένανδρος Παιδίῳ (fr. 313 K.—Th.)· „Ἐφέσια τοῖς γαμοῦσιν οὗτος περιπατεῖ λέγων ἀλεξιφάρμακα“.

### alpha 926

†Ἀλέοιμι† · ἀντὶ τοῦ †θερμαίνοιμι†. Ἀριστοφάνης (Eccl. 540).

### alpha 927

Ἀλετρίβανον · Ἀριστοφάνης εἶπεν (Pac. 259).

### alpha 928

Ἁλεσούριον · θαλάσσιον αἰδοῖον. καὶ γένος κογχυλίων.

### alpha 929

Ἀλευάδαι · οἱ ἐν Λαρίσσῃ τῆς Θεσσαλίας εὐγενέστατοι, ἀπὸ Ἀλεύου βασιλέως τὸ γένος ἔχοντες.

### alpha 930

Ἀλευρόμαντις · ὁ Ἀπόλλων διὰ τὸ καὶ ἀλεύροις μαντεύεσθαι.

### alpha 931

Ἀλευρόττησις · ᾧ τὰ ἄλευρα διαττῶσιν. οἱ δὲ τηλίαν αὐτὸ καλοῦσιν. ἔνιοι δὲ καὶ σηλίαν αὐτὸ ὀνομάζουσιν, ὃ καὶ κόσκινον.

### alpha 932

Ἀλευραττίς · ἀγγεῖον εἰς ἄλφιτα.

### alpha 933

Ἀλεύσω · ἀντὶ τοῦ φυλάξω.

### alpha 934

Ἀληθῆ καὶ τὰς ἀληθείας πληθυντικῶς λέγουσι. Μένανδρος Ἀφροδισίῳ (fr. 81 K.—Th.)· „εἰ τὰς ἀληθείας ἃς ἁπλῶς τίς σοι λέγει“.

### alpha 935

Ἄληθες · ὅταν ἡ πρώτη ὀξύνηται, σημαίνει τι ἐν ἐπερωτήσει λεγόμενον, οἷον ὄντως, ἀληθῶς.

### alpha 936

Ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ · παροιμία ἐπὶ τῶν ἀληθῶν μέν, οὐ πιστευομένων δέ. Σάγρα ποταμὸς τῆς Λοκρίδος. μέμνηται τῆς παροιμίας Μένανδρος ἐν Ἀνατιθεμένῃ (fr. 31 K.—Th.). Λοκροὺς δέ φασι τοὺς Ἐπιζεφυρίους πόλεμον ἔχοντας πρὸς τοὺς πλησιοχώρους Κροτωνιάτας αἰτῆσαι συμμαχίαν τοὺς Λακεδαιμονίους. τῶν δὲ στρατὸν μὲν οὐκ ἔχειν φησάντων, διδόναι δ’ αὐτοῖς τοὺς Διοσκούρους τοὺς {δὲ} Λοκροὺς οἰωνισαμένους τὸ κερτομηθὲν τήν τε ναῦν ἀποστρέψαι καὶ δεηθῆναι τῶν Διοσκούρων συμπλεῖν αὐτοῖς. νικησάντων δὲ αὐθημερὸν καὶ τῆς φήμης διαγγελθείσης εἰς Σπάρτην τὸ μὲν πρῶτον ἀπιστηθῆναι, ἐπεὶ δὲ εὑρέθη ἀληθῆ, ἐπιλέγεσθαι τοῖς ἀληθεστάτοις μέν, οὐ πιστευομένοις δέ.

### alpha 937

Ἀλληλίζειν · ἀλλήλους πειρᾶν, {ὅ ἐστι λόγους περὶ συνουσίας προσφέρειν}.

### alpha 938

Ἀληθέγγυος ὅμηρος · ὁ τὴν ἀλήθειαν ἐγγυώμενος.

### alpha 939

Ἀληλιμμένον · τὰ τοιαῦτα Ἀττικοὶ ἀναδιπλοῦντες λέγουσιν, ἀντὶ τοῦ ἠλειμμένον. οὕτως Θουκυδίδης (4, 68, 6).

### alpha 940

Ἀλήπτως · ἀκαταγνώστως.

### alpha 941

Ἀλητεύω · πλανητεύω.

### alpha 942

Ἄλητον · τὸν ἀληλεσμένον σῖτον.

### alpha 943

Ἀλλ’ ἤ · ἀντὶ τοῦ εἰ μή. καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἤ. τίθεται δὲ ἐνίοτε καὶ ἀντὶ τοῦ ἀλλὰ ἄρα καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἄρα. Πλάτων (Gorg. 447a)· „ἀλλ’ ἢ κατόπιν ἑορτῆς ἥκομεν“, ἀντὶ τοῦ ἄρα.

### alpha 944

†Ἀλία† · πορεία.

### alpha 945

Ἁλιάδας · μικρὰ σκαφίδια.

### alpha 946

Ἁλιεύεσθαι · τὸ ἁλιεύειν. λέγουσι δὲ καὶ ὡς ἡμεῖς.

### alpha 947

Ἁλιακή · ἀντὶ τοῦ ἁλιευτική.

### alpha 948

Ἀλίαστον · τὸ μάταιον. Εὐριπίδης (fr. 1123 N. 2 ). ἔστι δὲ τὸ †ἀνέγκλητον†, ὃ οὐκ ἔστι φυλάξασθαι, κατὰ ἀπόφασιν.

### alpha 949

Ἀλίβας · ὁ νεκρός. ἢ ποταμὸς ἐν Ἅιδου λέγεται. ἢ ἀλίβας καὶ τὸ ὄξος ἀπὸ τοῦ μὴ λείβεσθαι τοῖς θεοῖς.

### alpha 950

Ἄλιμον · βοτάνη δενδροειδὴς ἐσθιομένη.

### alpha 951

Ἁλιμούσιος · Ἁλιμοῦς δῆμός ἐστι τῆς Λεοντίδος.

### alpha 952

Ἀλίνουσιν · ἀντὶ τοῦ λεπτύνουσι. Σοφοκλῆς (fr. 904 N. 2 = 995 R.).

### alpha 953

Ἁλίπαστα · οἴονται οἱ πολλοὶ ἁλίπαστα τὰ ταριχηρά, οὐ χρῶνται δὲ οὕτως Ἀττικοί, ἀλλ’ ἐπὶ τῶν ἁλσὶ πεπασμένων κρεῶν ὀπτῶν προσφάτων.

### alpha 954

Ἀλινδῆθραι · κυλίστραι.

### alpha 955

Ἁλίπεδον · ὁμαλὸν ἔδαφος παρὰ τῇ θαλάσσῃ.

### alpha 956

Ἁλίπεδον · τινὲς τὸν Πειραιᾶ φασιν. ἔστι δὲ καὶ κοινὸς τόπος, ὃς πάλαι μὲν ἦν θάλασσα, αὖθις δὲ γέγονε πεδίον. διὸ καὶ δασυντέον τὴν πρώτην· ἔστι γὰρ οἷον ἁλὸς πεδίον. οἱ δὲ τὸ παραθαλάσσιον πεδίον οὕτω καλοῦσιν. ἄλλοι δὲ παρὰ τὸ δύνασθαι ἐν αὐτῷ ἵππους ἀλινδεῖσθαι, τουτέστι κονίσασθαι, τὴν ὀνομασίαν λαβεῖν.

### alpha 957

Ἁλίπλοα · ἐν θαλάσσῃ πλέοντα.

### alpha 958

Ἁλιρρόθιον · κῦμα θαλάσσης.

### alpha 959

Ἁλιρρόθιος · υἱὸς Ποσειδῶνος.

### alpha 960

Ἅλις ἀφύης μοι, παρατέταμαι γὰρ ἐσθίων · Ἀριστοφάνης Ταγηνισταῖς (fr. 506, 1 K.).

### alpha 961

Ἅλις · ἱκανῶς, δαψιλῶς.

### alpha 962

Ἅλις · ἀντὶ τοῦ μετρίως. Εὐριπίδης (Alc. 907).

### alpha 963

Ἀλῖσαι · κυλῖσαι τὸν ἵππον.

### alpha 964

Ἀλισγηθέν · ἑστιαθέν, μισηθὲν ἢ λυπηθέν.

### alpha 965

Ἀλισγημάτων (Act. Ap. 15, 20)· τῶν μιασμάτων ἐκ μιαρᾶς τῶν εἰδώλων θυσίας.

### alpha 966

Ἁλίσκει · νικᾶ.

### alpha 967

Ἁλίσκεται · καταλαμβάνεται, κρατεῖται.

### alpha 968

Ἅλις τοῦδε · οἷον ἀπόχρη καὶ ἱκανῶς ἔχει. εἴρηται δὲ ἀπὸ τῆς ἁλός, ὅτι καὶ αὐτὴ δαψιλὴς καὶ ἱκανή. ἢ ἀπὸ τοῦ ἅλες, ὅπερ ἐστὶν ἀθρόον.

### alpha 969

Ἁλίσπαρτον · κυρίως τὸ ἁλὶ κατεσπαρμένον χωρίον. καὶ τὸ ἄλευρον δὲ οὕτως λέγεται. οἱ δὲ ἰδιῶται συνήθως ἐπὶ τοῦ ἀχρήστου γεγονότος χρῶνται τῇ φωνῇ.

### alpha 970

Ἀλιτρία · ἀντὶ τοῦ ἁμαρτία. Ἀριστοφάνης (Ach. 907).

### alpha 971

Ἀλιτήμων · ἁμαρτωλός.

### alpha 972

Ἀλιτήριος · ἀνόσιος, ὁ ἐνεχόμενος μιάσματι καὶ ἐξημαρτηκὼς εἰς θεούς. Ἀριστοφάνης Ἱππεῦσιν (445)· „ἐκ τῶν ἀλιτηρίων σέ φημι γεγονέναι“.

### alpha 973

Ἀλιτήριοι · ἁμαρτωλοί. ἀλιτήριοι δὲ ἐντεῦθεν ἐκαλοῦντο· λιμὸς κατέλαβέ ποτε τοὺς Ἀθηναίους. ἥρπαζον οὖν τινες ἀλούμενα τὰ ἄλευρα. ἀπὸ γοῦν ἐκείνων καταχρηστικῶς τοὺς πονηροὺς ἀλιτηρίους ἐκάλουν. καὶ ἄλλως· ἀλιτήριος δὲ λέγεται, ὅτι λιμὸς ἐγένετο ἐν Ἀθήναις καὶ οἱ πένητες τὰ τῶν ἀλούντων ἄλευρα διήρπαζον. ἐλέχθησαν δὲ οἱ τοὺς ἀλοῦντας τηροῦντες καὶ ἁρπάζοντες ἀλιτήριοι. παρέτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τι ποιούντων ἀπὸ τῆς σιτοδείας τῆς κατὰ τὸν Αἰτωλικὸν πόλεμον γενομένης. ἔστι δὲ καὶ παράγωγον ἀπὸ τοῦ ἀλιτραίνειν, ὅ ἐστιν ἁμαρτάνειν.

### alpha 974

Ἀλιτρίας · ἁμαρτωλίας. Ἀριστοφάνης (Ach. 907).

### alpha 975

Ἁλιῶς · ἀντὶ τοῦ ἁλιέως. Φερεκράτης (fr. 200 K.).

### alpha 976

Ἀλκάθω καὶ ἀλκάθειν · Σοφοκλῆς (fr. 905 N. 2 = 996 R.) καὶ Αἰσχύλος (fr. 411 N. 2 = 754 M.). σημαίνει δὲ τὸ βοηθεῖν.

### alpha 977

Ἀλκαία · οὐρὰ ζῴου, κυρίως δὲ τοῦ λέοντος, ἀπὸ τοῦ ἀλαλκεῖν, ὅ ἐστι βοηθεῖν, ὥσπερ οὐρὰ ἀπὸ τοῦ οὐρεῖν, ὅ ἐστι φυλάσσειν. ἔνιοι δὲ ἀλκαίαν διὰ τὸ εἰς ἀλκὴν παρορμᾶν, ἐπεὶ ὁ λέων ἰσχία τε καὶ πλευρὰς μαστίζων τῇ οὐρᾷ εἰς μάχην ἑαυτὸν ἐποτρύνει. καὶ ταῦρος δὲ καὶ κύων καὶ ἄλλα ζῷα πολλὰ τῇ οὐρᾷ πρὸς ἀλκὴν κέχρηται. φασὶ δέ τινες καὶ τὴν οὐρὰν εἰρῆσθαι ἀπὸ τοῦ ὀρίνειν καὶ παρορμᾶν εἰς ἀλκήν.

### alpha 978

†Ἀλκμαίων† · ἰσχυρῶν, ἀνδρείων, γενναίων.

### alpha 979

Ἀλκμαιωνίδαι · γένος ἐστὶν ἐπιφανὲς Ἀθήνησιν ἀπὸ Ἀλκμᾶνος.

### alpha 980

Ἀλκυών · ὄρνεον θαλάσσης, ἥτις τίκτει κατὰ τὸν Ἀριστοτέλην (Hist. an. 542b 4—17) περὶ τροπὰς χειμερινὰς καὶ γίνεται τὸ πέλαγος ἀκίνητον ἐπὶ ἡμέρας ιδʹ. καὶ καλοῦνται αἱ ἡμέραι ἐκεῖναι ἀλκυονίδες. τίκτει δὲ ἡ ἀλκυὼν εʹ καὶ ἐκτρέφει. γίνονται δὲ αἱ ἀλκυονίδες ἡμέραι οὐ πανταχοῦ, ἀλλὰ περὶ τὴν Σικελίαν. δυσοιώνιστον δὲ εἶναι λέγεται τὸ ζῷον. ἐπὶ δὲ τοῦ ἀλκυὼν ὁ μὲν Ποιητὴς (I 563) συστέλλει τὸ υ, ὁ δὲ Εὐφορίων (fr. 143 Powell) ἐκτείνει. λέγεται δὲ παρά τισι καὶ ἀλκυδὼν ἡ ἀλκυών. λέγεται δὲ παρὰ Λάκωσι καὶ δαίμων τις Ἀλκύων.

### alpha 981

Ἀλκυονίδες ἡμέραι · περὶ τοῦ ἀριθμοῦ διαφέρονται· Σιμωνίδης γὰρ ἐν Πεντάθλοις (PMG 508 Page) ἕνδεκά φησιν αὐτάς. καὶ Ἀριστοτέλης ἐν τοῖς Περὶ ζῴων (542b 4—17). Δημαγόρας δὲ ὁ Σάμιος (FHG 4, 378, fr. 3) ἑπτά. Φιλόχορος ἐννέα (FGrHist 328 F 186). τὸν δὲ ἐπ’ αὐταῖς μῦθον Ἀγήσανδρος ἐν τοῖς Περὶ ὑπομνημάτων λέγει οὕτως (FHG 4, 422, fr. 46)· „Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν Χθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλλήνη, Δρυμώ, Ἀστερίη. αὗται μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Πελλήνης, ἔρριψαν αὑτὰς εἰς τὴν θάλασσαν. Ἀμφιτρίτη δ’ αὐτὰς ὄρνιθας ἐποίησε καὶ ἀπὸ τοῦ πατρὸς ἀλκυόνες ἐκλήθησαν“. αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι ἀλκυονίδες καλοῦνται.

### alpha 982

Ἄλκαρ · βοήθημα, ἀλέξημα.

### alpha 983

Ἀλκύωρον · εἶδος μαγγάνου. ἢ λίνον θηρευτικόν.

### alpha 984

Ἀλκέτας · Μολοττῶν βασιλεύς, ἀλλὰ καὶ ὑποστράτηγος ἄλλος Ἀλεξάνδρου.

### alpha 985

Ἀλκιβιάδης · ὁ Κλεινίου παῖς, ἀλλὰ καὶ ὁ πρόπαππος αὐτοῦ. ἄλλος δέ ἐστιν Ἀλκιβιάδης, οὗ μνημονεύει Ἀντιφῶν (fr. 8 Th.).

### alpha 986

Ἀλκίμαχος · στρατηγός ἐστιν οὗτος Ἀναγυράσιος τὸν δῆμον. ἕτερος δέ ἐστιν ὁ Μακεδών, οὗ μνημονεύει Ὑπερείδης (fr. 77 J.).

### alpha 987

Ἀλλ’ ἄναξ · ἐξοδίου κιθαρῳδικοῦ ἀρχή, ὥσπερ κωμικοῦ μὲν (adesp. fr. 48 Dem.) „ἥδε καλλιστέφανοσ“, ῥαψῳδῶν δὲ „νῦν δὲ θεοὶ μάκαρες τῶν ἐσθλῶν ἄφθονοί ἐστε“.

### alpha 988

Ἀλλὰ †οὐ† · ἀντὶ τοῦ ἀλλὰ πάλιν. Πλάτων Νυκτὶ μακρᾷ (fr. 83 K.)· „ἀλλὰ †οὐ† γέλοιον ἄνδρα μοι φροντίσαι μηδέν“.

### alpha 989

Ἀλλὰ γάρ · ἀντὶ τοῦ δέ. Εὔπολις Βάπταις (fr. 68 K.) „ἀναρίστητος ὢν καὶ οὐ βεβρωκώς, ἀλλὰ γὰρ στέφανον ἔχων“.

### alpha 990

Ἀλλὰ χρή · ἔστω.

### alpha 991

Ἀλλὰ χρή · τοῦτο δηλοῖ συγκατάθεσιν, οἷον καὶ μάλα.

### alpha 992

Ἀλλαχοῖ καὶ ἀλλαχόσε · τὸ εἰς τόπον, ἀλλαχοῦ δὲ καὶ Ἀλλαχόθι τὸ ἐν τόπῳ.

### alpha 993

Ἀλλάχθητε · ἀντὶ τοῦ διαλλάχθητε. Σοφοκλῆς (fr. 906 N. 2 = 997 R.).

### alpha 994

Ἀλληγορία · ἐπειδὰν ἄλλο τὸ γράμμα κατὰ τὸ πρόχειρον δηλοῖ καὶ ἄλλο τὸ νόημα καταλαμβάνηται.

### alpha 995

Ἄλλῃ · ἀντὶ τοῦ ἄλλως. ἢ κατ’ ἄλλο. Θουκυδίδης (6, 96, 2).

### alpha 996

Ἀλλογνοεῖν · τὸ μὴ σαφῶς τι γνωρίζειν. ὅμοιον δέ ἐστι τὸ ἀμφιγνοεῖν.

### alpha 997

Ἀλλοδαπά · ξένα, παντοῖα.

### alpha 998

Ἀλλήλων · ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης (Suppl. 676). καὶ Θουκυδίδης (2, 70, 1)· „καί πού τινες ἀλλήλων ἐγεύσαντο“, ἀντὶ τοῦ ἑαυτῶν.

### alpha 999

Ἀλλοθρόους · ἀλλοφώνους.

### alpha 1000

Ἀλλόκοτον · ἄτοπον, ἐναντίον, ξένον, ἀλλοφυές, ἔξαλλον, ἀσυνάρτητον, ἀλλότριον. Πλάτων δὲ καὶ ἀλλοκοτώτατον καὶ ἀλλοκοτώτερον εἶπεν (fr. 228 K.), ἀλλοκότως δὲ ἐπιρρηματικῶς Φερεκράτης (fr. 201 K.).

### alpha 1001

Ἀλλοπρόσαλλος · εὐμετάβλητος.

### alpha 1002

Ἀλλοτριόγνωμος · σημαίνει ὁ τὰ ἀλλότρια ἐν γνώμῃ ἔχων καὶ μὴ τὰ ἑαυτοῦ.

### alpha 1003

Ἀλλοτρίως · πολεμίως.

### alpha 1004

Ἄλλως · μάτην. ἢ μάλιστα. ἢ κατ’ ἄλλον τρόπον.

### alpha 1005

Ἄλλως τε · μάλιστα.

### alpha 1006

Ἀλλοτριονομοῦντες (Pl. Theaet. 195a)· ἐναλλαγὴν ὀνομάτων ποιοῦντες. ἢ ὅλως τισί τινα μὴ προσηκόντως διανέμοντες.

### alpha 1007

Ἄλλην δρῦν βαλάνιζε · ἐπὶ τῶν ἐνδελεχῶς αἰτούντων τι ἢ παρὰ τῶν αὐτῶν δανειζομένων.

### alpha 1008

Ἄλλος ἄλλον · ἀντὶ τοῦ ἀλλήλους.

### alpha 1009

Ἄλλος · ἀντὶ τοῦ ἕτερος. Ὅμηρος (I 313)· „ὅς χ’ ἕτερον μὲν κεύθει ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ“. τάσσεται δὲ καὶ ἀντὶ τοῦ τίς· „〈ὁπ〉πότε 〈κεν δή τοι ξυμβλήμενος ἄλλος ὁδίτησ〉“ (λ 127).

### alpha 1010

Ἄλλο ἕτερον · ἐκ παραλλήλου λέγουσιν. Μένανδρος Μέθῃ (fr. 267 K.—Th.)· „εἶτ’ οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον, οὐκ ἄλλ’ ὁτιοῦν ἕτερον“. Κράτης Παιδιαῖς (fr. 24 K.)· „τοῖς δὲ τραγῳδοῖς ἕτερος σεμνὸς πᾶσιν λόγος ἄλλος ὅδ’ ἔστιν“. {ἄλλος μάτην}.

### alpha 1011

Ἄλλος οὗτος Ἡρακλῆς · παροιμιῶδες ἐπὶ Θησεῖ λεχθὲν τὸ πρῶτον, ἢ τῷ τῶν Ἰδαίων Δακτύλων Ἡρακλεῖ, ἢ τῷ Ἀλκμήνης διὰ τοὺς παλαιοτέρους.

### alpha 1012

Ἀλλόφασις · θόρυβος ταραχώδης.

### alpha 1013

Ἀλλοφάσειν · ἑτεροχροεῖν, περιορᾶν.

### alpha 1014

Ἀλλοφάσειν · οὐχ ὑποφέρειν βάρος.

### alpha 1015

Ἀλλοφάτοις · ὑπὸ ἄλλων πεφατισμένοις, οἷον ἀνῃρημένοις.

### alpha 1016

Ἅλμα · πήδημα.

### alpha 1017

Ἁλμάδες · κολυμβάδες ἐλαῖαι.

### alpha 1018

Ἁλμυρίδες · τόπος τις περὶ τὰς ἐσχατιὰς τῆς Ἀττικῆς. Ἀριστοφάνης Τηρεῖ (fr. 132 K.)· „ἔδει δέ γέ σε βληθεῖσαν εἰς Ἁλμυρίδας τῇ θυγατρὶ τῃδὶ μὴ παρέχειν σε πράγματα“.

### alpha 1019

Ἁλμυρόν · τὰ πολλὰ ἐκτεταμένως. λέγουσι δὲ καὶ ἁλυκόν. Ἀριστοφάνης Λυσιστράτῃ (403)· „νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε“.

### alpha 1020

Ἀλοάσαντα · ἐν τῷ α Φερεκράτης Ἰπνῷ (fr. 65 K.)· „ὑποζυγίοις ἀλοάσαντ’ εὐθὺς ἐκποιῆσαι“. τὸ δὲ συγκόψαι πληγαῖς ἀλοῆσαι ἐν τῷ η.

### alpha 1021

Ἀλοᾶν · τύπτειν, βάλλειν. καὶ τὸ θρύπτειν ἐπὶ τῆς ἅλω σῖτον.

### alpha 1022

Ἀλοία (I 568)· ἔτυπτεν, ἀφ’ οὗ καὶ πατραλοίας Ἀττικῶς, ὁ πατροτύπτης.

### alpha 1023

Ἁλοῖεν · ληφθεῖεν.

### alpha 1024

Ἀλογήσει (O 162)· ἀμελήσει, οὐ φροντίσει.

### alpha 1025

Ἀλογίου δίκη · ἣν φεύγουσιν οἱ ἄρχοντες λόγον οὐ δόντες τῶν τῆς ἀρχῆς διοικημάτων.

### alpha 1026

Ἄλογα · ἄρρητα. Σοφοκλῆς (fr. 241 N. 2 = 262 R.).

### alpha 1027

Ἄλογοι ἐρανισταί · οἱ μήπω τὸν ἔρανον ἀνῃρημένοι, μηδὲ καταθέμενοι τὴν τοῦ ἐράνου καταβολήν, οἷς οὐδείς ἐστι λόγος πρὸς τὸ μὴ ὀφείλειν.

### alpha 1028

Ἁλῶα · ἑορτὴ Δήμητρος καὶ Διονύσου. προσηγόρευται δὲ διὰ τὸ ταῖς ἀπαρχαῖς 〈ταῖσ〉 ἀπὸ τῆς ἅλω τότε καταχρήσασθαι φέροντας εἰς Ἐλευσῖνα. ἢ ἐπεὶ ἐν ἅλωσιν ἔπαιζον ἐν τῇ ἑορτῇ. ἤγετο δὲ ἐπὶ τῇ συγκομιδῇ τῶν καρπῶν ἑορτὴ Ἁλῶα, ἐν ᾗ καὶ Ποσειδῶνος πομπή. ἀπὸ δὲ τοῦ †συναυλίζεσθαι† εἴρηται, ὅθεν καὶ ἅλως. καὶ ἡλιαία δέ, ἐπεὶ πολλοὶ δικασταὶ συναθροίζονται.

### alpha 1029

Ἀλοῶν · ἀντὶ τοῦ περιάγων, ὡς οἱ ἀλοῶντες βόες. οὕτως Ἀριστοφάνης (Thesm. 2).

### alpha 1030

Ἀλύειν · ἔνιοι τὸ μὲν ἐπαίρεσθαι δασέως ἀξιοῦσι προφέρεσθαι· „ἦ ἁλύεις ὅτι Ἶρον ἐνίκησασ“ (ς 333). τὸ δὲ λυπεῖσθαι ψιλῶς· „ὡς ἔφαθ’, ἡ δ’ ἀλύουσα ἀπεβήσατο“ (E 352). Δίδυμος δὲ (p. 185 Schmidt) ἀμφότερα ψιλῶς· τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεσθαί φησι, τὸ δὲ ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δασέως· καὶ γὰρ τὸ ἁλεαίνεσθαι δασύνουσιν οἱ Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα· ἁμίς, ἅμαξα, ἁμνός, Ἁλαεῖς, ἁνύειν, ἁμῶς.

### alpha 1031

Ἁλόντες · ληφθέντες.

### alpha 1032

Ἁλὸς ἄχνη (ε 403)· ἀφρὸς θαλάσσης.

### alpha 1033

Ἁλὸς θείοιο (I 214)· τοῦ ἐντίμου, διὰ τὴν πολλὴν αὐτοῦ καὶ πανταχοῦ χρῆσιν. ἢ τοῦ καθαροῦ καὶ ἀφθάρτου. ἢ τοῦ δικαίου καὶ ἀναγκαίου. δικαίου μέν, καθότι μυστικῶς οὕτως προσαγορεύεται· σπονδαὶ γὰρ καὶ ὁμεστίων καὶ ἱερῶν {καὶ ἱερέων} καὶ τραπέζης κοινωνία τούτῳ χαρακτηρίζονται. ἀναγκαίου δὲ πρὸς διαμονὴν καὶ ἐπιτηδειότητα καὶ εὐεξίαν τῶν χρησίμων ἀνθρώποις. καὶ τὸ πῦρ δὲ θεῖον καὶ ἡ θάλασσα ἔοικε διά τινα τοιαῦτα καλεῖσθαι. ἢ διὰ τὸ καθάρσιον λυμάτων εἶναι. ἔτι τε τὸ σπουδαῖον 〈καὶ καλὸν〉 καὶ ἀγαθόν, ἢ τὸ μέγα καὶ ἄριστον θεῖον λέγεται.

### alpha 1034

Ἀλοστατεῖ · στρατεύεται.

### alpha 1035

Ἀλοκίζειν (Ar. Vesp. 850)· ἀροτριᾶν.

### alpha 1036

Ἀλοιμός · τὸ τῶν τοίχων χρῖσμα.

### alpha 1037

Ἀλοιφή · τὸ λίπος.

### alpha 1038

Ἄλοπον · ἀλέπιστον.

### alpha 1039

Ἄλογοι ἐρανισταί · οἱ μήπω ἐξειληχότες τὸ ἐπιβάλλον ἑαυτοῖς.

### alpha 1040

Ἀλογίαν · τὸ μηδένα λόγον ἔχειν, ἀλογιστὶ δὲ πράττειν. οὕτως Δημοσθένης (23, 168) καὶ Πλάτων (Phaed. 67e. Theaet. 199d, al.).

### alpha 1041

Ἁλόννησος · νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει.

### alpha 1042

Ἀλόπη · Κερκύονος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱπποθόων, ὁ τῆς Ἱπποθοωντίδος φυλῆς ἐπώνυμος.

### alpha 1043

Ἁλοσύδνης · τῆς ἐν ἁλὶ γενομένης. ὁ δὲ Ἡλιόδωρος τῆς θαλάσσης ἀπέδωκεν.

### alpha 1044

Ἁλουργά · θαλασσοπόρφυρα.

### alpha 1045

Ἁλουργικά · τὰ πορφυροβαφῆ νήματα καὶ λεπτά.

### alpha 1046

Ἁλουργίς · πορφύρα.

### alpha 1047

Ἁλουργοπωλική · ἡ πορφυροπωλικὴ λεγομένη. οὕτως Ἰσαῖος (fr. 38 S.).

### alpha 1048

†Ἁλουργαῖον · ἀντὶ τοῦ ἁλουργές†. Ἀριστοφάνης (fr. 741 K.).

### alpha 1049

Ἀλόχευτος · ἀγέννητος.

### alpha 1050

Ἁλοῦσα · ληφθεῖσα.

### alpha 1051

Ἀλύβας · λίμνη λέγεται ἐν Ὑπερβορέοις.

### alpha 1052

Ἄλυδις · μεταλλαγή.

### alpha 1053

Ἄλυδις · ἄλλῃ.

### alpha 1054

Ἀλύει · ἀδημονεῖ, δυσχεραίνει, ἀθυμεῖ, ἀπορεῖ.

### alpha 1055

Ἀλυκτεῖν · δυσφορεῖν.

### alpha 1056

Ἀλύξαι · ἐκφυγεῖν. ἢ καταξύσαι.

### alpha 1057

Ἄλυπος · ὁ μὴ λυπούμενος. λέγεται δὲ καὶ ἀλύπητος. Θεόπομπος (fr. 81 K.).

### alpha 1058

Ἄλυπον †ἄνθος† ἀνίας · εἰ θέλοις εἰπεῖν ἐπί τινος πράγματος, ὃ λύπης ἀπαλλάττει, οὕτως ἂν χρήσαιο, ὡς καὶ Σοφοκλῆς ἐν τῷ †Διονυσιακῷ† τῷ σατυρικῷ (fr. 174 N. 2 = 172 R.) ἐπὶ οἴνου πρῶτον γευσαμένων τῶν κατὰ τὸν χορὸν σατύρων· „πόθεν ποτὲ ἄλυπον ὧδε εὗρον †ἄνθος† ἀνίας;“ ὅλον δὲ τὸ μελύδριον πολιτικὸν ἄγαν γέγονε· μετὰ γὰρ τῆς ἄλλης ἐναργείας λελυμένην ἔχει τὴν ἑρμηνείαν καὶ μεθύουσιν ἁρμόττουσαν. δεῖ δὲ τὰς λύσεις τῆς ἑρμηνείας ἁρμόττειν τοῖς νοήμασι καὶ μὴ σφίγγειν καὶ μηδαμοῦ σύνδεσμον παρατιθέναι, ἀλλ’ ἀκήρατον τὴν λύσιν φυλάττειν.

### alpha 1059

Ἀλυσθαίνειν · ἀδυνατεῖν.

### alpha 1060

Ἄλυς · ἡ ἄλη καὶ ὁ ῥιπτασμός. καὶ ἀλύειν τὸ μηδὲν πράττειν· „τί δ’ οὐ ποιεῖς ἄριστον; ὁ δὲ ἀλύει πάλαι κατακείμενοσ“. Μένανδρος Ἐπιτρέπουσι (fr. 3 Sandbach).

### alpha 1061

Ἀλυσιτελές · ἀσύμφορον.

### alpha 1062

Ἁλύσιον · ἁλυσείδιον, πλόκιον. Μένανδρος (fr. 224 K.—Th.)· „περὶ τὸν τράχηλον ἁλύσιόν τί σοι δότω“.

### alpha 1063

Ἀλυσκάζειν · τὸ διεκδύεσθαι καὶ ἀποδιδράσκειν. ἢ περιΐστασθαι, ἐκκλίνειν.

### alpha 1064

Ἄλφα · τοῦτο ὑπὸ Φοινίκων βοὸς κεφαλὴ ἐκαλεῖτο. καὶ Μωϋσῆς δὲ ὁ νομοθέτης ὑπὸ Ἰουδαίων διὰ τὸ πολλοὺς ἔχειν ἀλφοὺς ἐν τῷ σώματι οὕτως ἐκαλεῖτο. ἀλλὰ καὶ τοῦτο Νίκαρχος ὁ τοῦ Ἀμμωνίου ἐν τῷ Περὶ Ἰουδαίων (FGrHist 731 F 1) φλυαρεῖ. ἄλφα δὲ ἐκαλεῖτο καὶ ὁ σῦς ὁ πλήξας τὸν Ἄδωνιν. ἐκλήθη δὲ οὕτως ὑπὸ Ἀσβωτῶν τῶν ἐν Φοινίκῃ. καλεῖται δὲ παρὰ Φοίνιξιν ἄλφα ὁ ἀπηνὴς καὶ ἄγριος. Ἄλφα δὲ καλεῖται καὶ ὁ Ὄσιρις ὑπὸ Βυβλίων, ἀλλὰ καὶ τὸ ἐλάχιστον.

### alpha 1065

Ἀλφάνει · εὑρίσκει. Μένανδρος Ὁμοπατρίοις (fr. 302 K.‐ Th.)· „ἣν †δηλοιουτι† νυμφίος τε ἀλφάνει“. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (fr. 324 K.)· „οἴμοι κακοδαίμων τῆς τόθ’ ἡμέρας, ὅτε εἶπέν μ’ ὁ κῆρυξ· οὗτος ἀλφάνει“. Εὔπολις Ταξιάρχαις (fr. 258 K.)· „οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν ἄγων ἀποκηρύξει τις, ὅ τι ἂν ἀλφάνῃ“. καὶ ὁ Ποιητής (F 79)· „ἑκατόμβοιον δέ τοι ἦλφον“.

### alpha 1066

Ἀλφαίνειν · τὸ παραλλάσσειν. ἐξ οὗ καὶ οἱ ἐν τῷ σώματι Ἀλφοί · παραλλάσσουσι γὰρ κατὰ τὸν χρῶτα.

### alpha 1067

Ἀλφαίνει · ζητεῖ, εὑρίσκει. ἔνθεν τιμαλφὴς ἡ πολλὴν εὑρίσκουσα τιμήν.

### alpha 1068

Ἀλφινία · ἡ λεύκη.

### alpha 1069

Ἀλφηστῇσιν (α 349)· ἐντίμοις.

### alpha 1070

Ἄλφι · ἄλφιτον. τοῦτο δὲ καλεῖται ἀπότρωκτον, ὅ φασι πρῶτον εὑρεῖν Ἐπίχαρμον (cf. fr. 223 Kaibel).

### alpha 1071

Ἄλφιτα · κυρίως μὲν τὰ ἀπὸ πεφρυγμένων καὶ ἀλεσθεισῶν κριθῶν θραύσματα, καταχρηστικῶς δὲ καὶ τὰ ἀπὸ πυρῶν ἢ φακῶν.

### alpha 1072

Ἀλφιταμοιβοί · ἀλφιτοπῶλαι, οὐ πρὸς ἀργύριον, ἀλλὰ ἀλφίτων κριθὰς ἀμειβόμενοι.

### alpha 1073

Ἀλφιτόχρωτος · τῆς λευκῆς. ἐπὶ δὲ τῆς κεφαλῆς τῆς πολιᾶς. Τελμησσεῦσιν Ἀριστοφάνης (fr. 533 K.).

### alpha 1074

Ἀλφιτεῖς · οἱ τὰ ἄλφιτα ποιοῦντες. Ὑπερείδης (fr. 224 J.).

### alpha 1075

Ἀλφίτων στοά · ἡ ἀλφιτόπωλις, ἐν ᾗ καὶ ἡ Ζεύξιδος ἀνέκειτο Ἑλένη.

### alpha 1076

Ἀλφός · ἡ μέν τις λευκὴ παραλλαγὴ κατὰ τὸ χρῶμα μετά τινων λεπτῶν στιγμάτων, καὶ καλεῖται λευκὸς ἀλφός, ἡ δὲ ὑπομελανίζουσα καὶ καλεῖται μέλας ἀλφός.

### alpha 1077

Ἀλφούς · λευκοὺς ἢ λευκάς.

### alpha 1078

†Ἅλω · ἀντὶ τοῦ ἅλες†. Φιλύλλιος (fr. 28 K.).

### alpha 1079

Ἁλῷ · πιασθῇ, καταγνωσθῇ.

### alpha 1080

Ἁλῶα · 〈 *** 〉 Ποσειδεῶνος πέμπτῃ φθίνοντος.

### alpha 1081

Ἁλῶα · ἑορτή ἐστιν Ἀττική. Φιλόχορος δέ φησιν (FGrHist 328 F 83) ὀνομασθῆναι ἀπὸ τοῦ τότε τοὺς ἀνθρώπους τὰς διατριβὰς περὶ τὰς ἅλως ποιεῖσθαι.

### alpha 1082

Ἁλωαί · ἁλωνίαι. ἢ παράδεισοι.

### alpha 1083

Ἀλώβητον · ἄμωμον, ἀβλαβές.

### alpha 1084

Ἀλώμενος · πλανώμενος.

### alpha 1085

Ἀλωπόχρους · ὁ πολιός.

### alpha 1086

Ἁλώνητος · οἷον βάρβαρος· οἱ γὰρ Θρᾷκες ἀνδράποδα ἁλῶν ἀπεδίδοντο.

### alpha 1087

Ἁλῶναι · ληφθῆναι, συνδεθῆναι.

### alpha 1088

Ἀλώπηξ δωροδοκεῖται · ἐπὶ τῶν ῥᾳδίως δώροις ἁλισκομένων. Κρατῖνος Νόμοις (fr. 128 K.)· „ὑμῶν εἷς μὲν ἕκαστος ἀλώπηξ δωροδοκεῖται“.

### alpha 1089

Ἀλώπηξ τὸν βοῦν ἐλαύνει · τάττεται ἐπὶ τῶν μὴ κατὰ λόγον ἀποβαινόντων.

### alpha 1090

Ἀλωπεκῆθεν · δῆμός ἐστιν ἡ Ἀλωπεκὴ τῆς Ἀντιοχίδος. καὶ ὁ δημότης Ἀλωπεκεύς.

### alpha 1091

Ἀλωπεκόννησος · πόλις ἐστὶ μία τῶν ἐν Χερρονήσῳ.

### alpha 1092

Ἁλώσιμα · εὔληπτα.

### alpha 1093

Ἁλωτοί · ληπτοί, χειρωτοί.

### alpha 1094

Ἀλωπεκέως · ἀμπέλου εἶδος.

### alpha 1095

Ἅμα · ἐν τῷ αὐτῷ χρόνῳ. καὶ ἐκ διαφόρων τόπων εἰς ἕνα τόπον. καὶ ὁμόσε.

### alpha 1096

Ἁμάδρυα · κοκκύμηλα. Σικυώνιοι.

### alpha 1097

Ἀμᾶν · θερίζειν. παρὰ τὸ ἅμα 〈 *** 〉.

### alpha 1098

Ἀμάδοκος · δύο γεγόνασι, πατὴρ καὶ υἱός, ὃς Φιλίππῳ συμμαχήσων ἦλθεν εἰς τὸν κατὰ Κερσοβλέπτου πόλεμον.

### alpha 1099

Ἀμαζόνιον · ἱερόν, ὃ Ἀμαζόνες ἱδρύσαντο. οὕτως Ἰσαῖος (fr. 27 S.).

### alpha 1100

Ἀμαθίας ὕψος · λαμπρὰ καὶ συγγραφικὴ ἡ φράσις. Πλάτων ἐχρήσατο ἐν Ἐπιστολαῖς (7, 351d).

### alpha 1101

Ἀμαθία · ἀντὶ τοῦ ἀναισθησία. Πλάτων (Leg. 3, 689a).

### alpha 1102

Ἀμαθής · ἀντὶ τοῦ ἀπαίδευτος καὶ ἀκόσμητος. Πλάτων (Apol. 22e). τάσσεται δὲ καὶ ἐπὶ τοῦ δυσμαθοῦς καὶ ἐπὶ τοῦ μὴ μαθόντος, φύσει δὲ ἐπισταμένου.

### alpha 1103

Ἀμαιμάκ〈ετ〉ον · ἀνυπόστατον.

### alpha 1104

Ἀμαλθείας βίος · ὁ λιπαρὸς καὶ εὐδαίμων.

### alpha 1105

Ἀμαλθείας κέρας · τὸ πάντων ἐπιτυγχάνειν, ἐπειδὴ οἱ εὐχόμενοι τῇ οὐρανίᾳ αἰγὶ ἐπιτυγχάνουσιν. Ἀριστοφάνης (fr. 39 Dem.)· „ἡ μὲν πόλις ἐστὶν Ἀμαλθείας κέρας, σὺ μόνον εὖξαι καὶ πάντα παρέσται“.

### alpha 1106

Ἀμαλθεύειν · ἀντὶ τοῦ τρέφειν. Σοφοκλῆς Ἀλεξάνδρῳ (fr. 95 R.). ἔνθεν καὶ ἡ Ἀμάλθεια.

### alpha 1107

Ἀμαλδύνεσθαι · ἀφανίζεσθαι.

### alpha 1108

Ἀμάλθακτον · ἀνένδοτον, ἑδραῖον.

### alpha 1109

Ἀμαλόν · ἀσθενές.

### alpha 1110

Ἀμαλλεῖον · νῦν δὲ οὐλόδετόν τινες. οἱ δὲ ὠρόδεσμον, τὸν ἐκ τῆς καλάμης στρεφόμενον δεσμόν, ᾧ δεσμοῦσι τὰ δράγματα. καὶ τὴν συγκειμένην ἐκ τούτων ἀμάλλαν· ἀμάλλαι γὰρ αἱ ἐκ τῶν δραγμάτων ἀγκαλίδες. οἱ δὲ ἀμαλλεῖον τὸν δεσμὸν τοῦ δράγματος· ἀμάλλας γὰρ τὰ δράγματα ἐκάλουν. Καλλίας Πεδήταις (fr. 3 Dem.)· „ὅτε ἀμαλλείῳ παῖς ὢν ἐδέθην“.

### alpha 1111

Ἀμάμαξυς · ἄμπελος ἀναδενδράς.

### alpha 1112

Ἀμαμιθάδες · ἥδυσμά τι σκευαστὸν διὰ κρεῶν εἰς μικρὰ κεκομμένων.

### alpha 1113

Ἁμαμηλίδας · τὰς ἀπίους.

### alpha 1114

Ἅμαξα τὸν βοῦν ἐλαύνει · παροιμία.

### alpha 1115

Ἅμαξα · ἡ ναῦς παρὰ τοῖς Ἀττικοῖς. καὶ ἴσως εἰκάζουσιν αὐτὴν ἁμάξῃ ἀπὸ τοῦ ἀμᾶν τὴν θάλασσαν. ἡ λέξις παρ’ Αἰσχύλῳ (fr. 8 M.).

### alpha 1116

Ἀμαξαντεύς · Ἀμαξάντεια δῆμός ἐστι τῆς Ἱπποθοωντίδος φυλῆς.

### alpha 1117

Ἁμαξίδας · τὰ μικρὰ ἁμάξια, ἃ τοῖς παιδίοις ἐποίουν παίγνια.

### alpha 1118

Ἁμαξιαῖα ῥήματα · μεγάλα, ἃ φέρει ἅμαξα, οὐκ ἄνθρωπος ἢ ὑποζύγιον. Πολύζηλος ἐν Διονύσου γοναῖς (fr. 1 Dem.)· „ῥήμαθ’ ἁμαξιαῖα“. ὁ δὲ Κάνθαρος ἐν Τηρεῖ (fr. 1 Dem.) „ἁμαξιαῖα κομπάσματα“ εἴρηκεν. σὺ δὲ οὐ χρήσῃ τῇ τοιαύτῃ φράσει· κωμικὰ γάρ, ἀλλ’ οὐ πολιτικὰ τὰ τοιαῦτα.

### alpha 1119

Ἁμαξεύς · ζευγηλάτης.

### alpha 1120

Ἁμαξιτόν · ὁδὸν δημοσίαν.

### alpha 1121

Ἆμαρ · ἦμαρ, ἡμέρα.

### alpha 1122

Ἀμάραι · αἱ ἐν τῷ ὠτὶ κοιλότητες.

### alpha 1123

Ἀμάρακος · γένος τι μύρου, ἀπὸ φυτοῦ ὁμωνύμως καλουμένου.

### alpha 1124

Ἀμάραντον · φυτὸν θαμνῶδες, ἐξ οὗ τοῦ ἄνθους οἱ στέφανοι.

### alpha 1125

Ἀμαρεῖν · ἀκολουθεῖν, πείθεσθαι.

### alpha 1126

Ἀμάρην · ὀχετόν, τάφρον.

### alpha 1127

Ἀμάρῃσι · πόροις.

### alpha 1128

Ἀμάρη · ἡ ὑδρορρόη, διὰ τὸ τὰ ἐν αὐτῇ φυτὰ ὄντα ἀμάραντα εἶναι. ἢ παρὰ τὸ ἅμα καὶ ἴσως καὶ ὁμαλῶς ῥεῖν.

### alpha 1129

†Ἀμαρία† · παραγώγως ἀντὶ τοῦ ὁμοῦ.

### alpha 1130

Ἀμαρυγή · λαμπηδών.

### alpha 1131

Ἀμάρυγμα · φόρημα, εἴδωλον, κίνησιν, λαμπηδόνα. οἱ δὲ Αἴθυγμα , ὅ ἐστι σκίασμα, ἢ ὁμοίωμα, ἢ κίνημα.

### alpha 1132

Ἀμαρύσσει · στίλβει, λάμπει.

### alpha 1133

Ἀμαρυγάς · ὄψεις. οἱ δὲ ἀκτῖνας ὄψεως.

### alpha 1134

Ἀμαρύσια · ἑορτὴ Ἀθήνησιν.

### alpha 1135

Ἀμαρύσσειν καὶ ἀμαρύζειν · καὶ Ἀττικοὶ καὶ Ἴωνες διχῶς. καὶ ἀφάσσειν καὶ ἀφάζειν .

### alpha 1136

Ἀμαρτυρήτως · ἀντὶ τοῦ ἀμαρτύρως. οὕτως Ἀντιφῶν (fr. 144a Th.).

### alpha 1137

Ἄμαρτυς · Ἀγάθων εἴρηκεν (TrGF 39 F 16a)· „ἀλλ’ οὐκ ἄμαρτυς ἡ χάρις δοθήσεται“.

### alpha 1138

Ἁμαρτεῖν (Soph. Phil. 231)· ἀποτυχεῖν.

### alpha 1139

Ἁμαρτίαν οἱ Ἀττικοί, ἁμαρτάδα Ἡρόδοτος (1, 91, 1) καὶ οἱ ἄλλοι Ἴωνες.

### alpha 1140

Ἁμαρτωλῶς · ἐπιρρηματικῶς εἶπεν Εὔπολις (fr. 24 Dem.).

### alpha 1141

Ἁμαρτωλία · Ἀριστοφάνης (Pac. 415).

### alpha 1142

Ἁμαρτωλή · Φρύνιχος εἶπε (TrGF 3 F 16c) καὶ Σοφοκλῆς (fr. 999 R.).

### alpha 1143

Ἁμαρτ〈ί〉ας · ἀντὶ τοῦ ἁμαρτάδας Αἰσχύλος (Ag. 1197) καὶ ἁμαρτήμων Πλάτων ἔφη (fr. 22 Dem.).

### alpha 1144

Ἁματροχιά · ὁ τύπος τῶν τροχῶν. καίτοι τινὲς παρ’ Ὁμήρῳ (Ψ 422) τὰς συμπτώσεις τῶν τροχῶν ἀκούουσιν.

### alpha 1145

Ἀμαυρά · σκοτεινά· ὅθεν καὶ ἀμαυρὸν τὸ μὴ διαφανές.

### alpha 1146

Ἀμαυρόβιοι · Ἀριστοφάνης ἔφη (Av. 685). καὶ ἀμαυροῦν Ξενοφῶν (Cyneg. 5, 4), καὶ ἀμαυροῦσθαι Φίλιστος (FGrHist 556 F 71). ἀμαυρὸν δὲ Ὅμηρος (δ 824)· „εἴδωλον ἀμαυρόν“. οὕτως καὶ Μένανδρος (fr. 727 K.—Th.).

### alpha 1147

Ἀμαυρός · θηλυκῶς Πλάτων Ἑλλάδι (fr. 1 Dem.)· „αὐτὴ δ’ ἀμαυρὸς ἀσθενής τ’ ἐγιγνόμην“. Εὐριπίδης δὲ „ἀμαυρὰ γλῶσσα“ ἔφη (fr. 955a Snell).

### alpha 1148

Ἀμαυροῖς · Ἀριστοφάνης (fr. 40 Dem.)· „σαυτὸν δ’ ἀμαυροῖς, ὥστε λήσει〈σ〉 τῷ χρόνῳ“.

### alpha 1149

Ἄμαχον · δυσκαταμάχητον. Πίνδαρος (Ol. 13, 13)· „ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθοσ“.

### alpha 1150

Ἄμαχος · ἀντὶ τοῦ μὴ μαχόμενος. Ξενοφῶν (HG. 4, 4, 9). καὶ Ἀμάχητοι οἱ μήπω μεμαχημένοι (Xen. Cyr. 6, 4, 14).

### alpha 1151

Ἄμαχον πνῖγος · τὸ ὑπερβάλλον κατὰ τὴν ἰσχύν, ὡς μηδὲ μαχέσασθαι πρὸς αὐτό. οὕτως Κρατῖνος (fr. 23 Dem.). ἐρεῖς δὲ καὶ Ἄμαχος χειμὼν καὶ ἄμαχον πρᾶγμα (Men. fr. 334, 6 K.—Th.).

### alpha 1152

Ἄμαχον 〈κακόν〉 · τὸ καθ’ ὑπερβολὴν κακόν, πρὸς ὃ οὐδὲ μαχέσασθαι ἔνι.

### alpha 1153

Ἀμαχί · Ξενοφῶν (An. 1, 7, 9)· „οὐκ ἀμαχὶ ταῦτα ἐγὼ λήψομαι“. καὶ Θουκυδίδης αʹ (143, 4).

### alpha 1154

Ἀμαχητί · Ἡρόδοτος (9, 2, 1)· „ὅπως ἀμαχητὶ πᾶσαν Ἑλλάδα καταστρέψεται“.

### alpha 1155

Ἀμάχετοι · Σοφοκλῆς (fr. 813 R.)· „ἀμάχετοι λοχαγοί“.

### alpha 1156

Ἄμαχοι · ἀντὶ τοῦ οἱ μὴ μαχεσάμενοι.

### alpha 1157

Ἀμάχαιρος · Φερεκράτης (fr. 82 K.)· „ἀμάχαιρος ἐπὶ βόεια νοστήσω κρέα“.

### alpha 1158

Ἀμβλίσκουσιν (Pl. Theaet. 149d)· ἀποβάλλουσιν.

### alpha 1159

Ἀμβλύς · ὁ μὴ ὀξύς, ἀλλὰ σκοτεινός. καὶ ἀμβλύτερος Θουκυδίδης (2, 44, 4).

### alpha 1160

Ἀμβλυώττειν · τυφλώττειν.

### alpha 1161

Ἀμβλωθρίδια · ἐκτρώματα. τὰ ἐξημβλωμένα ἔμβρυα.

### alpha 1162

Ἀμβλῶσαι καὶ ἐξαμβλῶσαι · τὸ φθεῖραι βρέφος. καὶ Ἀμβλωθρίδιον · αὐτό τε τὸ φθόριον φάρμακον καὶ δὴ καὶ τὸ διαφθαρέν.

### alpha 1163

Ἄμβλωσις καὶ ἀμβλωθέντες · Λυσίας ἔφη (fr. 24 S.). καὶ ἀμβλουχία Σοφοκλῆς (fr. 1000 R.) καὶ ἄμβλωμα Ἀντιφῶν (fr. 148 Th.).

### alpha 1164

Ἀμβλωπός · Εὐριπίδης Ἀνδρομέδᾳ (fr. 155a Snell)· „ἀμβλωπὸς ὄψισ“. καὶ ἐν Θησεῖ (fr. 386a Snell)· „καὐτῷ δ’ ἔπεισι νυκτὸς ἀμβλωπὸν σέλασ“. καὶ ἀμβλῶπας Εὐριπίδης ἐν Θυέστῃ (fr. 397a Snell)· „ἀμβλῶπας αὐγὰς ὀμμάτων ἔχεις σέθεν“. καὶ Ἴων (TrGF 19 F 53a) καὶ Σοφοκλῆς (fr. 1001 R.) καὶ Πλάτων (fr. 23 Dem.).

### alpha 1165

Ἀμβλυφαεῖ · Σοφοκλῆς Τυνδάρεῳ (fr. 647 R.)· „ἀμβλυφαεῖ δ’ ὄμμ’ ὑπὸ γήρωσ“.

### alpha 1166

Ἀμβλυδερκές · Νικόμαχος Ἀλεξάνδρῳ (TrGF 127 F 1)· „Διὸς γὰρ οὐκ ἀμβλυδερκὲς ὄμμα“.

### alpha 1167

Ἀμβλὺς ὄρθρος · Ἴων (TrGF 19 F 53b)· „νῦν δ’ ἐγγὺς ἠοῦς ἡνίκ’ οὐδέπω φάος οὐδ’ ἀμβλὺς ὄρθροσ“.

### alpha 1168

Ἀμβρακοῦ καὶ ἀπαμβρακοῦ · Πλάτων Λαΐῳ (fr. 5 Dem.)· „ἀπαμβρακοῦ καὶ μὴ προδῷς σαυτήν“, ἀντὶ τοῦ καρτέρει, ἀνδρίζου· τικτούσῃ δὲ παρακελεύεται.

### alpha 1169

Ἀμβρόσιον · θεῖον ἢ ἀθάνατον. ἢ θαυμαστόν.

### alpha 1170

Ἄμβροτα · θεῖα, ἄφθαρτα.

### alpha 1171

Ἀμβρακία · πόλις ἐστὶν ἐν τῷ Ἀμβρακικῷ κόλπῳ, ἄποικος Κορινθίων.

### alpha 1172

Ἄμβρυτοι καὶ ἀμβρύττιοι · ἐχῖνοι. οἱ δὲ πέτρας ἀπέδοσαν, ἐφ’ ὧν φυκία πέφυκεν ἐπιπολῆς. Εὐριπίδου δὲ εἰπόντος (fr. 955b Snell) „βρύττος μέγασ“ τινὲς τὴν τελευταίαν διὰ τοῦ η γράφουσιν, οὐκ ὀρθῶς, 〈ὡσ〉 μαρτυρεῖ Ἡρωδιανός (fr. novum). Ἀριστοτέλης δὲ ἐν τοῖς Περὶ ζῴων (530a 34) πλείω γένη φησὶ τῶν ἐχίνων. ἓν μὲν τὸ ἐσθιόμενον, ἐν ᾧ τὰ λεγόμενα ᾠὰ μεγάλα γίνεται καὶ ἐδώδιμα ὁμοίως ἐν μείζονι καὶ ἐλάττονι· καὶ γὰρ εὐθὺς ἔτι μικροὶ ὄντες ἔχουσι ταῦτα. ἄλλα δὲ δύο γένη τό τε τῶν σπατάγγων καὶ τῶν καλουμένων ἀμβρύττων. γίνονται δὲ οὗτοι πελάγιοι καὶ σπάνιοι. φησὶ δὲ ὁ Ἡρωδιανὸς ὅτι Ἀριστοτέλης καὶ διὰ τοῦ ς καὶ δισυλλάβως τὴν λέξιν προφέρεται· βρύσσους γὰρ αὐτοὺς λέγει.

### alpha 1173

Ἄμβωνες · τὰ χείλη τῶν λοπάδων, καὶ οἱ λόφοι τῶν ὀρῶν, καὶ ἡ ἴτυς πᾶσα καὶ οἷον ὀφρὺς καὶ ὑπεροχή. Ἀριστοφάνης ὁ κωμικός (immo Eup. fr. 52 K.)· „ἀλλ’ ὦ πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξασ“.

### alpha 1174

Ἄμβωνες · οἱ ὀρεινοὶ τόποι καὶ αἱ προσαναβάσεις καὶ πᾶσα ἡ ὑπεροχή.

### alpha 1175

Ἀμέθυστον · οὐδετέρως Θεόφραστος ἐν τῷ Περὶ λίθων εἶπε (5, 31)· „τὸ δ’ ἀμέθυστον οἰνωπὸν τὴν χρόαν“.

### alpha 1176

Ἀμείβεσθαι · ἀποκρίνεσθαι, μεταβάλλεσθαι.

### alpha 1177

Ἀμείβεται · ἀντὶ τοῦ παραιτεῖται. Εὐριπίδης (fr. 156 N. 2 ).

### alpha 1178

Ἀμείβων · ἀλλάσσων.

### alpha 1179

Ἀμείβεται · ἀντιμετακελεύεται. Δίδυμος (fr. novum).

### alpha 1180

Ἀμειδές · στυγνόν, σκυθρωπόν.

### alpha 1181

Ἀμείλικτος · ἀπάνθρωπος, ἀπηνής.

### alpha 1182

Ἀμείλιχος · σκληρός, ἀκολάκευτος.

### alpha 1183

Ἀμέλει · τοιγαροῦν, δηλαδή, πάντως· ἐπίρρημα γάρ ἐστι συγκατάθεσιν δηλοῦν.

### alpha 1184

Ἀμελλητί · ἀνυπερθέτως, ταχέως.

### alpha 1185

Ἀμελία καὶ ἀμέλεια · ἀμφότερα Ἑλληνικά· καὶ γὰρ καὶ διὰ τοῦ ι γράφεται καὶ διὰ τῆς ει διφθόγγου.

### alpha 1186

Ἀμειψόμεθα · ἀνταποδώσομεν.

### alpha 1187

Ἀμέργειν · καρπολογεῖν. Ἀριστοφάνης Νήσοις (fr. 15 Dem.)· „ὁ μέν τις ἀμπέλους τρυγῶν ἄν, ὁ δ’ ἀμέργων ἐλάασ“.

### alpha 1188

Ἀμήρυτον · πολύ, ἐκτεταμένον, ἀτέλεστον, τουτέστι διηνεκῶς ἐπιμένον, ἀπέραντον.

### alpha 1189

Ἀμηγέπη · ὁπωσδήποτε, καθοτιοῦν. λέγεται δὲ καὶ ἀμωσγέπως καὶ ἀμόθεν καὶ †Ἀμηγέπου† καὶ ἀμοιγέποι καὶ ἀμωσγέποι .

### alpha 1190

Ἀμήσαντες · θερίσαντες. ἢ ἁπλῶς ἀντὶ τοῦ ἀποτεμόντες.

### alpha 1191

Ἀμητῆρες · θερισταί.

### alpha 1192

Ἀμητός · αὐτὰ τὰ τεθερισμένα ὀξυτόνως. προπαροξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὡς καὶ τρύγητος ὁ καιρὸς τοῦ τρυγᾶν.

### alpha 1193

Ἀμηχανία · ἀπορία.

### alpha 1194

Ἀμήχανον · ὑπὲρ λόγον.

### alpha 1195

Ἄμης · γένος πλακοῦντος.

### alpha 1196

Ἀμήτορος · Εὐριπίδης (fr. 955c Snell)· „Ἄφιδνε, Γαίας υἱὲ τῆς ἀμήτοροσ“, οἷον τῆς αὐτόχθονος.

### alpha 1197

Ἁμίδα · δασέως· „τί δῆτ’ ἄν, εἰ μὴ τὴν ἁμίδα καθεῦδ’ ἔχων;“ Εὔπολις Αὐτολύκῳ (fr. 4 Dem.). καὶ ὁ Ἀριστοφάνης (fr. 41 Dem.)· „κατεσκέδασέ μου τὴν ἁμίδα κεχηνότοσ“. λέγουσι δὲ καὶ ἅμαξαν δασέως καὶ καθημαξευμένα καὶ ὅλως τῇ δασείᾳ προσῳδίᾳ χαίρουσιν οἱ Ἀττικοί. καὶ παρὰ Μενάνδρῳ {ὡς} λέγεται ἐν τῷ 〈Νομο〉θέτῃ (fr. 292 K.—Th.) διὰ τοῦ θ ἡ συναλιφὴ αὕτη· „ἑκκαίδεκα κεῖνθ’ ἁμίδεσ“. καὶ τὸ ἁμάξιον οὕτως λέγουσι θἀμάξιον καὶ „〈οὐκ〉 ἀναβεβήκει πώποτε ἐφ’ ἅμαξαν, ἀλλ’ ἐφ’ ἵππον“. Νικόστρατος ἐν Παρακολυμβώσῃ (fr. 1 Dem.).

### alpha 1198

Ἁμίδας · τὰ ὑπηρέσια. ἰδίως δὲ Δημοσθένης (54, 4) τὰ σταμνίσκια, οἷς ἐνούρουν. λέγεται δὲ ἁμὶς καὶ ἡ χύτρα.

### alpha 1199

Ἁμίς · οὐχ ὁ ἰπνός, ἀλλὰ πλακοῦντος γένος. Μένανδρος Ὑποβολιμαίῳ (fr. 425 K.—Th.)· „†τὸν ἅμιτα Χαρίππου κατὰ Ἅδην πέμπει τινὰ ἅμιτα ἐν Ἅδου† προσδοκᾷσ“. ἔστι καὶ παρὰ τοῖς παλαιοῖς κωμικοῖς τὸ ὄνομα.

### alpha 1200

Ἀμιθρεῖν · τὸ ἀριθμεῖν. Νικοχάρης (fr. 5 Dem.).

### alpha 1201

Ἅμιλλα · ἀνταγώνισμα, φιλονεικία, ἐξίσωσις.

### alpha 1202

Ἁμιλλητηρίους λόγους · τοὺς ἐναγωνίους.

### alpha 1203

Ἅμιλλον · τὴν ἅμιλλαν Δωρόθεος εἴρηκεν ἀρσενικῶς. καὶ ἁμιλλοφόρος Ἀριστοφάνης (fr. 42 Dem.).

### alpha 1204

Ἀμισόν · τὴν πόλιν ἀρσενικῶς Δίφιλος εἶπεν (fr. 2 Dem.).

### alpha 1205

Ἀμμάς · ἡ τροφὸς καὶ ἡ μήτηρ. καὶ ἡ Ῥέα, καὶ ἡ Δημήτηρ, καὶ Ἀρτέμιδος τροφός. καὶ τὰς ἀντλίας δὲ Λέσβιοι οὕτως ἔλεγον.

### alpha 1206

Ἀμμάθω · μεταμέλωμαι.

### alpha 1207

Ἀμμαλώ · ἑορτὴ παρὰ Τενεδίοις ἀγομένη Διΐ.

### alpha 1208

Ἅμματα · δεσμά.

### alpha 1209

Ἀμμωνίς · ἡ τοῦ Ἄμμωνος ἱερὰ τριήρης, ὡς Δείναρχος (fr. 14, 2 C.).

### alpha 1210

Ἀμμών · ἑορτὴ Ἀθήνησιν ἀγομένη. καὶ ὄφεις οἱ Κυρηναῖοι.

### alpha 1211

Ἀμμών · Στράττις (fr. 6 Dem.)· „Ἀμμὼν ὁ κριοῦ δέρμα καὶ κέρατ’ ἔχων“.

### alpha 1212

Ἅμιππον · ἵπποι ἐζευγμένοι τοῖς τραχήλοις χωρὶς δίφρου, ὃ πάλαι καὶ ξυνωρὶς ἐκαλεῖτο καὶ συνωρίς. ἦν δὲ ἐπὶ μὲν τοῦ ἑτέρου καθεζόμενος ἡνίοχος, ἐπὶ δὲ τοῦ ἑτέρου ὁπλίτης. ἀπὸ οὖν τοῦ ἅμα ἀμφοτέρους καθέζεσθαι ἐκλήθη ἅμιππον.

### alpha 1213

Ἅμιπποι · οἱ σὺν ἵπποις στρατευόμενοι. οὕτως Ἰσαῖος (fr. 125 S.).

### alpha 1214

Ἀμογητί (Λ 637)· ἀκόπως.

### alpha 1215

Ἁμόθεν · ἀπό τινος μέρους, ὁπόθεν θέλεις· „τῶν ἁμόθεν γε θεά, θύγατερ Διός, εἰπέ“ (α 10). δηλοῖ δὲ καὶ τὸ †μοναχὸς† καὶ καθ’ ἕνα τινὰ τρόπον.

### alpha 1216

Ἀμοιβή · ἀνταπόδοσις.

### alpha 1217

Ἀμοιγέποι · εἴς τινα τόπον. ἢ ἀντὶ τοῦ καθ’ ἕνα τρόπον.

### alpha 1218

Ἀμοιβαία ἔκτισις · ἀνταπόδοσις ἡ ἐκ διαδοχῆς ὁμοία.

### alpha 1219

Ἀμοιβαδόν · †ἐξαίφνης† ἢ ἐφεξῆς.

### alpha 1220

Ἀμοιρῆσαι · ἀποτυχεῖν.

### alpha 1221

Ἄμοιροι · ἀμέτοχοι. ἢ κακόμοιροι.

### alpha 1222

Ἀμολγόν · σκοτεινήν.

### alpha 1223

Ἀμόργινα · παραπλήσιά ἐστι βύσσῳ.

### alpha 1224

Ἀμοργίς · κυρίως ἡ λινοκαλάμη, ἐξ ἧς γίνεται ἐνδύματα †ἀμοργίδια† λεγόμενα. ἢ ἡ τοῦ ἐλαίου ὑποστάθμη καὶ ἡ τρὺξ τοῦ οἴνου. ἔστι δὲ σμηκτή. καὶ ἡ μᾶζα παρ’ Ἡσιόδῳ (Op. 590). λέγεται δὲ ἀρσενικῶς καὶ θηλυκῶς.

### alpha 1225

Ἀμνὴν θερίζειν · παροιμία· ὅταν γὰρ ᾖ ἀμνίον, οὐκ ἀποκείρεται. θερίζειν δὲ τὸ διάγειν τὸ θέρος †ἄκαρπον† ὡς τὰ ἀμνία· ἔαρος γὰρ γεννώμενα τοῦ θέρους ἐᾶται †ἄκαρπα†. τίθεται οὖν ἡ παροιμία ἐπὶ τῶν χρόνῳ ὕστερον τιμωρουμένων.

### alpha 1226

Ἀμνημυοῦντες · οἱ ἀθυμοῦντες.

### alpha 1227

†Ἀμνησία · ἡ ἠλιθυῖα†.

### alpha 1228

Ἀμνήστευτος γυνή · ἡ παλλακή. Εὐριπίδης (fr. 818 N. 2 ).

### alpha 1229

Ἀμνίον · τὸν ὑμένα τοῦ σώματος· τοῦτο γὰρ 〈τὸ〉 πρῶτον τοῦ ἐμβρύου. ἔστι δὲ ἐνδοτέρω τοῦ χορίου. λέγεται δὲ ἀμνίον καὶ 〈ἡ〉 σκάφη, εἰς ἣν δέχονται τὸ αἷμα τῶν θυομένων. τινὲς δέ φασι ἀμνίον τὸ πεπληρωμένον ἀγγεῖον †θαλάσσης†.

### alpha 1230

Ἀμνοὶ τοὺς τρόπους (Ar. Pac. 935)· πρᾶοι καὶ μαλακοί.

### alpha 1231

Ἀμνός · πρόβατον μέσον τὴν ἡλικίαν. καὶ ἀμνὴ τὸ θῆλυ· τρεῖς γὰρ ἡλικίαι· ἀρήν, ἀμνός, ἀρνειός.

### alpha 1232

Ἀμνόν · τὸν ἐνιαύσιον ἄρνα. Ἴστρος ἐν ταῖς Ἀττικαῖς (FGrHist 334 F 23)· „ἄρνα, εἶτα ἀμνόν, εἶτα ἀρνειόν, εἶτα λιπογνώμονα, μοσχίαν δὲ τὸν πρῶτον“.

### alpha 1233

Ἀμοργοί · τὰ κοινὰ διαμοργοῦντες καὶ λυμαινόμενοι ἄνδρες.

### alpha 1234

Ἀμόργματα · ἀρτύματα.

### alpha 1235

Ἀμοργοὶ πόλεως ὄλεθροι · οὕτως Κρατῖνος (fr. 214 K.). καλοῦσι δὲ αὐτοὺς καὶ μοργοὺς τὸ α ἀφαιροῦντες, ὥσπερ καὶ μαῦρον τὸ ἀμαυρόν, καὶ σφοδελὸν τὸν ἀσφοδελόν.

### alpha 1236

Ἀμοργίδα · ἐξεσβηκυῖαν τὸ γάλα.

### alpha 1237

Ἀμόρφωτος · ἀδιόρθωτος, ἄπλαστος, ἀσχημάτιστος.

### alpha 1238

Ἀμοχθί · ἄνευ πόνου. Αἰσχύλος Προμηθεῖ (208). συγγραφικὴ ἡ φωνή, ὥς φησιν ὁ Φρύνιχος (Praep. soph. fr. 15).

### alpha 1239

Ἄμουσα · ἀτερπῆ, ἀηδῆ, ἀπαίδευτα.

### alpha 1240

Ἀμούσωτος · Σοφοκλῆς εἴρηκεν (fr. 819 R.)· „ἀμούσωτος γὰρ οὐδαμῶς ἄπει“.

### alpha 1241

Ἀμπαλίνωρος · ἀναστρέφων τὴν αὐτὴν ὁδόν. Φιλέταιρος Μελεάγρῳ (fr. 11 K.)· „οὐ πρὸς γυναικὸς ὁ κόρος. οἴκαδε, ὦ κόρη, ἄπιθι ἀμπαλίνωροσ“. δοκεῖ δὲ Βοιωτιακὸν εἶναι τὸ ὄνομα. Κρατῖνος Θρᾴτταις (fr. 310 K.)· „οὗτοι δ’ εἰσὶν συοβοιωτοί, 〈κρου〉πεζοφόρον γένος ἀνδρῶν“. καὶ μετ’ ὀλίγον (Cratin. fr. 5 Dem.)· „ἀμπαλίνωροσ“. σημαίνει δὲ τὸ ἀμπαλίνωρον καὶ τὸ ὀπίσω καὶ τὸ ὀλίγωρον καὶ τὸ παλιμπόρευτον. καὶ ὁδὸν τὴν ἐπιστροφὴν οὐκ ἔχουσαν.

### alpha 1242

Ἀμπεχόμενος · περιβαλλόμενος.

### alpha 1243

Ἀμπεχόνη · ἄμφιον, ἱμάτιον, πάλλιον.

### alpha 1244

Ἀμπέλιοι · ἀρσενικῶς καὶ οὐδετέρως ἀμπέλια λέγουσιν.

### alpha 1245

Ἀμπελουργὸς καὶ ἀμπελουργεῖν · Ἀριστοφάνης ἔφη (Pac. 190 et fr. 43 Dem.).

### alpha 1246

Ἀμπέχονον · σύμμετρον καὶ λεπτὸν περίβλημα, ὥς φησιν Ἀριστοφάνης (fr. 320, 7 K.).

### alpha 1247

Ἀμπέχει καὶ ἅπτει καὶ πάντα τὰ ὅμοια διὰ τῆς ει λέγουσιν ἀντὶ τοῦ η.

### alpha 1248

Ἀμπλακίαις · ἁμαρτίαις.

### alpha 1249

Ἀμπρεύειν · ὡς ἡμεῖς τὸ πολλοῖς ζεύγεσιν ἓν μέρος ἕλκειν. Ἀριστοφάνης Λυσιστράτῃ (286—90)· „ἀλλ’ αὐτὸ γάρ μοι τῆς ὁδοῦ λοιπόν ἐστι χωρίον τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω. 〈χὤ〉 πως πότ’ ἐξαμπρεύσομεν τοῦτ’ ἄνευ κανθηλίου“.

### alpha 1250

Ἀμπρευτής · χρήσιμος ἡ φωνή. Σοφοκλῆς (fr. 820 R.)· „ὥσπερ ἀμπρευτὴς ὄνος ἀεὶ μαστιγούμενοσ“.

### alpha 1251

Ἀμπρεύοντι · Εὐριπίδης Πρωτεσιλάῳ (fr. 646a Snell)· „ἕπου δὲ μοῦνον ἀμπρεύοντί μοι“, ἀντὶ τοῦ προηγουμένῳ καὶ ὁδηγοῦντί σε καὶ οἷον ἕλκοντι.

### alpha 1252

Ἄμπρον · ᾧ ἐχρῶντο ἀντὶ ῥυμοῦ σχοινίον μέσον τεταμένῳ τῶν ἑλκόντων ζυγῶν.

### alpha 1253

Ἄμπυκας · χαλινούς.

### alpha 1254

Ἄμπυξ · δεσμὸς τριχῶν. ἢ κόσμος κεφαλῆς.

### alpha 1255

Ἄμπυκες · διάδημα. ἢ τροχοὶ κατὰ μεταφοράν.

### alpha 1256

Ἀμπυκοῖς καὶ καταμπυκοῖς · Σοφοκλῆς Μελεάγρῳ (fr. 402 R.)· „στεφάνοισι κρᾶτα καταμπυκοῖσ“. ὁ αὐτὸς δὲ (fr. 1002 R.) καὶ Ἀμπυκώμασιν.

### alpha 1257

Ἄμπωτις · ξηρασία ἢ πλημμύρα. Ἀττικοὶ δὲ ἀνάπωσιν μᾶλλον λέγουσιν. ἰδίως δὲ ἀμπώτιδες τὰ περὶ τῇ θαλάσσῃ στενὰ συμβαίνοντα πάθη, οἷον αἱ τοῦ ῥοθίου ὑποχωρήσεις καὶ ἐπικλύσεις. λέγεται δὲ ἄμπωτις καὶ ἡ ἀνάπωσις.

### alpha 1258

Ἀμυδρά · ἀφανῆ, σκοτεινά.

### alpha 1259

Ἀμυδρῶς · λεπτῶς, ἀσαφῶς, σκοτεινῶς.

### alpha 1260

Ἀμύητος · ἄπειρος, ἀτέλεστος.

### alpha 1261

Ἀμύμων · ἄψογος, ἄμεμπτος.

### alpha 1262

Ἄμυνα · καὶ ἐπὶ ἀμοιβῆς καὶ ἐπὶ εἰσπράξεως δίκης.

### alpha 1263

Ἄμυνα · ὡς ἐν τῇ συνηθείᾳ λέγομεν οὐδέπω εὕρομεν παρὰ τοῖς ἀρχαίοις, τὸ δὲ χειμάμυνα παρὰ πολλοῖς.

### alpha 1264

Ἀμυνάθειν καὶ ἀμυνάθετε · Ἀριστοφάνης (Nub. 1323) καὶ ἕτεροι εἶπον (cf. Soph. OC 1015).

### alpha 1265

Ἀμυδροῦνται · ἐλαττοῦνται.

### alpha 1266

Ἀμυδροῦται τὰ πράγματα · ἀντὶ τοῦ εἰς κατόπιν ἥκει, μειόνως ἔχει.

### alpha 1267

Ἀμυνίας (Ar. Equ. 570)· ὁ ἕτοιμος ἀμύνεσθαι.

### alpha 1268

Ἄμυντρον καὶ ἀμυνάνδρως · Αἰσχύλος εἴρηκεν (fr. 756 M.), Ἀμύνανδρον δὲ Σοφοκλῆς (fr. 1003 R.).

### alpha 1269

Ἀμύνεσθαι · Θουκυδίδης μὲν (1, 42, 1) ἀντὶ τοῦ ἀμείβεσθαι, Σιμωνίδης δὲ (PMG 611 Page) ἀντὶ τοῦ χάριτας ἀποδιδόναι, Σοφοκλῆς δὲ (fr. 908 N. 2 = 1004 R.) ἀντὶ τοῦ ἐπαλεξῆσαι.

### alpha 1270

Ἀμύντης καὶ ἀλκήστης · †στρατηγικὰ† καὶ Αἰσχυληρὰ τὰ ὀνόματα.

### alpha 1271

Ἀμύναιντο · Κρατῖνος ἔφη (fr. 171 K.).

### alpha 1272

Ἀμύντωρ · βοηθός.

### alpha 1273

Ἀμύξ · ἀντὶ τοῦ μόλις. Εὐφορίων (fr. 146 Powell).

### alpha 1274

Ἄμυξις · σπάραξις.

### alpha 1275

Ἄμυρις μαίνεται · θεωρὸς ὑπὸ Συβαριτῶν πεμφθεὶς εἰς Δελφοὺς περὶ εὐδαιμονίας καὶ τοῦ θεοῦ χρήσαντος ἀπώλειαν Συβαριτῶν ἔσεσθαι τότε, ὅταν ἀνθρώπους θεῶν προτιμήσωσι, θεασάμενος δοῦλον πρὸς ἱερῷ μαστιγούμενον καὶ προσφυγόντα τῷ ἱερῷ καὶ μὴ ἀπολυόμενον, ὕστερον δὲ εἰς τὸ τοῦ μαστιγοῦντος πατρὸς μνῆμα καταφυγόντα ἀπολυθῆναι καὶ συνεὶς τὸ λόγιον, ἐξαργυρισάμενος τὰ ἴδια ἀπῆρεν εἰς Πελοπόννησον. ὃ οὖν λογισμῷ πεποίηκεν Ἄμυρις, τοῦτο εἰς μανίαν Συβαρῖται μετέτρεψαν. ὁ δὲ τῷ χρόνῳ μᾶλλον διὰ τὴν προσποίητον μανίαν ἐθαυμάσθη.

### alpha 1276

Ἄμυροι · Σοφοκλῆς Ποιμέσιν (fr. 512 R.)· „ἀμύρους τόπουσ“. ἐπιθετικῶς αὐτῷ ἐχρήσατο, ὡς Ἡρωδιανός (fr. novum).

### alpha 1277

Ἀμύσσει · †ξέσει, σπαράξει†.

### alpha 1278

Ἀμυστὶ πιεῖν · ἐπιρρηματικῶς. λέγεται δὲ ἐπὶ τῶν ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀναπαύεσθαι πινόντων, οἱονεὶ μηδὲ μυσάντων. τοῦ αὐτοῦ ἔχεται καὶ τὸ ἐξαμυστίσαι . λέγεται δὲ καὶ ἀμυστίζειν καὶ τὰ ἐξ αὐτοῦ. καὶ ἀμυστὶ Φερεκράτης εἶπεν (fr. 202 K.).

### alpha 1279

Ἄμυστις · ἡ ἀπνευστὶ γινομένη πόσις.

### alpha 1280

Ἀμυσχῆναι · καθᾶραι, ἁγνίσαι.

### alpha 1281

Ἀμύττεται · τοῖς ὄνυξι ξέει.

### alpha 1282

Ἀμυσχρόν · καθαρόν, ἁγνόν, ἀλλόχροον.

### alpha 1283

Ἀμυχή · ἐπιπόλαιον ἕλκος.

### alpha 1284

Ἀμυχρόν · τὸ μὴ μυσαρόν, ἀλλ’ ἁγνὸν καὶ καθαρόν. οὕτως Σοφοκλῆς (fr. 909 N. 2 = 1005 R.).

### alpha 1285

Ἀμύλους καὶ τὸν ἄμυλον ἀρσενικῶς λέγουσι. 〈Τηλεκλείδησ〉 (fr. 32 K.)· „χαίρω λαγῴοις ἐπ’ ἀμύλῳ καθημένοισ“. Στράττις Καλλιππίδῃ (fr. 2 Dem.)· „δὸς νῦν τὸν ἄμυλον πρῶτον αὐτῷ τουτονί“. Ἀριστοφάνης Νήσοις (fr. 16 Dem.)· „ἄμυλος, τάριχος, πυός, ἰσχάδες, φακῆ“.

### alpha 1286

Ἀμυγδαλῆ · περισπᾶται τὸ δένδρον, ἀμυγδάλη δὲ ὁ καρπὸς παροξυτονεῖται. Εὔπολις Πόλεσιν (fr. 15 Dem.)· „ὤφειλ’ Ὑάκινθος ἀποθανεῖν ἀμυγδαλῇ“. ἀμύγδαλα δὲ ὡς ἡμεῖς τὸν καρπὸν καὶ Ἕρμιππος Φορμοφόροις (fr. 63, 20 K.) καὶ Φιλήμων ἐν Μύστιδι (fr. 2 Dem.) καὶ Δίφιλος Τελεσίᾳ (fr. 79 K.)· „τρωγάλια, μυρτίδες, πλακοῦς, ἀμύγδαλα“.

### alpha 1287

Ἄμυδις · ἅμα, κατὰ τὸ αὐτό.

### alpha 1288

Ἀμύητος · ἄπειρος, ἀτέλεστος.

### alpha 1289

Ἀμυκλᾶδες · ὑποδημάτων εἶδος. προσγράφεται μὲν τὸ ι, οὐ μὴν καὶ συνεκφωνεῖται. κέκληται δὲ ἀπὸ τῶν ἐν Λακεδαίμονι Ἀμυκλῶν, ὡς ἐκεῖ κατασκευαζομένου τοῦ τοιούτου ὑποδήματος. οὕτως Ἀριστοφάνης (fr. 44 Dem.) καὶ Φρύνιχος (Praep. soph. fr. 16).

### alpha 1290

Ἀμυλιδωτόν · χιτωνίσκου τι γένος καλοῦσιν. Ἕρμιππος Θεοῖς (fr. 2 Dem.).

### alpha 1291

Ἀμφαξονεῖν · τὸ μὴ ἐπ’ εὐθείας πορεύεσθαι.

### alpha 1292

Ἀμφαρίστερος · ἀμφοτέρωθεν 〈ἀριστερόσ〉, οὐκ αἴσιος οὐδὲ ἐπιτήδειος. σκωπτικὴ δὲ ἡ φωνή, ὥς φησι Φρύνιχος (Praep. soph. 2, 7.17).

### alpha 1293

Ἀμφ’ αὐτούς · περὶ αὐτούς.

### alpha 1294

Ἀμφαδόν · Ἴων Φοίνικι (TrGF 19 F 41b)· „ὡς ἀμφαδὸν πέπραγα πανταχῇ καλῶσ“. τοῦτο καὶ ἀναφανδὸν ἔλεγον.

### alpha 1295

Ἀμφέξομαι · τὸ ἀμφιέσομαι. Φερεκράτης Μυρμηκανθρώποις (fr. novum)· „ἔχω δὲ πάντως εἵμαθ’ ὧν ἀμφέξομαι“.

### alpha 1296

Ἀμφέμενον · τὸν ἐν μάχαις καὶ λοιδορίαις πρῶτον ὑπείξαντα κατὰ μεγαλοψυχίαν καὶ ἀφιλόνεικον οὕτως ἐκάλουν Λακεδαιμόνιοι.

### alpha 1297

Ἄμφηκες · ἀμφοτέρωθεν ἠκονημένον.

### alpha 1298

Ἀμφηρεφές · ἀμφοτέρωθεν ἐστεγασμένον. ἢ κατάσκιον.

### alpha 1299

Ἀμφηρικόν · μικρὸν ἀκάτιον, ἐν ᾧ εἷς ἐλαύνει τὰς δύο κώπας. ἔστι δ’ ἐν δʹ Θουκυδίδου τὸ ὄνομα (67, 3).

### alpha 1300

Ἀμφήριστον · ἄνισον, ἀμφίβολον.

### alpha 1301

Ἀμφηγάπαζες · Κάνθαρος Τηρεῖ (fr. 2 Dem.)· „καὶ πρότερον οὖσα παρθένος αὐτὸν ἀμφηγάπαζεσ“.

### alpha 1302

Ἀμφὶ περί · ἐξ ἑκατέρου μέρους.

### alpha 1303

Ἀμφιανακτίζειν · ᾄδειν τὸν Τερπάνδρου νόμον τὸν καλούμενον Ὄρθιον.

### alpha 1304

Ἀμφὶ ἄνακτας · ἀρχή τίς ἐστι νόμου κιθαρῳδικοῦ Βοιωτίου ἢ Αἰολίου, ἢ τοῦ Ὀρθίου. οὕτω Κρατῖνος (fr. 67 K.) καὶ Ἀριστοφάνης (Nub. 595 et fr. 59 K.) καὶ Ἴων (TrGF 19 F 53c).

### alpha 1305

Ἀμφιάραος καὶ ἀμφιάρεως · ἑκατέρως λέγουσιν· „ὦ δέσποτ’ Ἀμφιάραε πολυτίμητ’ ἄναξ“ (Ar. fr. 60 Dem.).

### alpha 1306

Ἀμφὶ ἀγορὰν πλήθουσαν · Ξενοφῶν ἐν Ἀναβάσει (1, 8, 1).

### alpha 1307

Ἀμφίβιον · ἐν ἀμφοτέραις δυνάμενον βιοῦν, θαλάσσῃ καὶ γῇ.

### alpha 1308

Ἀμφίβληστρον · Ἐπίλυκος Κωραλίσκῳ (fr. 1 Dem.)· „πλοῖόν τε λαβὼν κατ’ ἐμαυτὸν καὶ ἀμφίβληστρον τήν τε τρίαιναν“. οὕτως δὲ καὶ Στράττις (fr. 7 Dem.).

### alpha 1309

Ἀμφίβολοι · πανταχόθεν βαλλόμενοι ἢ ἀπορούμενοι, διαφόροις συνεχόμενοι λογισμοῖς ἀγνοίᾳ τοῦ αἱρετοῦ καὶ εἴτε τοῦτο εἴτε ἐκεῖνο ποιήσουσιν. λέγονται ἀμφίβολοι καὶ οἱ ὑπό τινος πανταχόθεν περισχεθέντες καὶ περιεχόμενοι.

### alpha 1310

Ἀμφιγνοεῖν · ἀντὶ τοῦ ἀγνοεῖν ἢ ἐνδοιάζειν. ἢ τὸ μὴ ἀκριβῶς γινώσκειν. ἔστι δὲ καὶ ἀμφιβάλλειν.

### alpha 1311

Ἀμφιγύοισι (N 147)· τοῖς ἐξ ἑκατέρου μέρους πλῆξαι ἢ γυῶσαι δυναμένοις.

### alpha 1312

Ἀμφιδέα〈ι〉 · ψέλια. ἢ κόσμος περιτραχήλιος, ἀπὸ τοῦ περιδεῖσθαι.

### alpha 1313

Ἀμφιδεές · περιδεές.

### alpha 1314

Ἀμφιδεξίοις χερσί · διὰ τὸ ἑκατέραν χεῖρα ἐνεργεῖν ἐν τῷ τοξεύειν.

### alpha 1315

†Ἀμφιδέξιοι† μῦθοι · οἱ διχογνωμονούμενοι.

### alpha 1316

Ἀμφιδέας · περισκελίδες τινές εἰσιν. ἰδίως δὲ Λυσίας ἐν τῷ κατ’ Εὐθυδίκου φησίν (Fr. 100 S.)· „οὐ δυνάμενος ἐκβαλεῖν διὰ τὸ ἀμφιδέαις δεδέσθαι τὰς θύρασ“.

### alpha 1317

Ἀμφιδρομία · ἡμέρα τις ἤγετο 〈ἐπὶ〉 τοῖς νεογνοῖς παιδίοις, ἐν ᾗ τὸ βρέφος περὶ τὴν ἑστίαν ἔφερον τρέχοντες καὶ ὑπὸ τῶν οἰκείων 〈καὶ〉 φίλων πολύποδας καὶ σηπίας ἐλάμβανον. ἐκλήθη δὲ ἀπὸ τοῦ ἀμφιδρομεῖν καὶ περιτρέχειν μετὰ τοῦ παιδὸς ἐπιθύοντας τοῖς θεοῖς.

### alpha 1318

Ἀμφιδρανές · ἱμάτιον διπρόσωπον ἐν τῷ πεποικίλθαι καὶ τὴν αὐτὴν ἔχον ἐπιφάνειαν.

### alpha 1319

Ἀμφίδοχμοι λίθοι · οἱ μέγεθος ἔχοντες.

### alpha 1320

Ἀμφίδρομος πορθμός · ὁ ἀμφοτέρωθεν ὅρμον ἔχων. οὕτως Πλάτων (fr. 24 Dem.).

### alpha 1321

Ἀμφίδρομος δαίμων · οἷον ὁ γενέθλιος. οὕτως Αἰσχύλος (fr. 222 N. 2 = 360 M.).

### alpha 1322

Ἀμφίδρομος · ὁ δολιχὸς δρόμος. Δολίχου δέ τινος Δελφοῦ πολλάκις τοῦτον νικῶντος κληθῆναι δολιχόν. οὕτως Ἀπολλώνιος ἐν τῷ Περὶ Δελφῶν (FGrHist 403 F 1).

### alpha 1323

Ἀμφίδρυμα τὸ ἐν ταῖς Σφενδόναις · ἀμφίδρυμα μέν ἐστι τὸ ἄγαλμα, Σφενδόνη δὲ Ἀθήνησι τόπος.

### alpha 1324

Ἀμφίδουλος · ὁ ἐξ ἑκατέρων τῶν γονέων δοῦλος. ἔστι παρ’ Εὐβούλῳ ἐν Πεντάθλῳ ἡ λέξις (fr. 2 Dem.)· „νόθος, ἀμφίδουλος, οὐδαμόθεν οὐδείς, κύων“.

### alpha 1325

Ἀμφιετηρίς · ἡ κατ’ ἔτος γινομένη ἑορτή τε καὶ θυσία. Κρατῖνος Ἀρχιλόχοις (fr. 2 Dem.)· „εἶτ’ ἀμφιετηριζομέναις ὥραις τε καὶ χρόνῳ μακρῷ“.

### alpha 1326

Ἀμφιέσασθαι · Ἀριστοφάνης Πελαργοῖς (fr. 17 Dem.)· „οὐ γὰρ σὺ παρέχεις ἀμφιέσασθαι τῷ πατρί“.

### alpha 1327

Ἀμφιετίδαι · οἱ μωροί. ἀπὸ Ἀμφιετίδου τινὸς μωροῦ. Μένανδρος Ὑποβολιμαίῳ (fr. 429 K.—Th.).

### alpha 1328

Ἀμφιετιζομένας · τὰς κατ’ ἔτος περιερχομένας.

### alpha 1329

Ἀμφιθαλής · ἑκατέρωθεν θάλλων. ἢ ἀμφιθαλεῖς οἱ ἐξ ἀμφοῖν τεθηλότες καὶ ὄντες ἀδελφοὶ ἐκ μητρός τε καὶ πατρός. ἢ ἐφ’ ᾧ ἀμφότεροι θάλλουσιν οἱ γονεῖς.

### alpha 1330

Ἀμφίθετον 〈φιάλην〉 (Ψ 270)· κατὰ πᾶν μέρος αὐτῆς τιθεμένην, ἀπύθμενον.

### alpha 1331

Ἀμφίθυρος · ἡ ἔχουσα οἰκία θύρας ἑκατέρωθεν φερούσας εἰς ὁδόν. Σοφοκλῆς δὲ (Phil. 159) „οἶκον ἀμφίθυρον“ εἶπεν τὸ τοῦ Φιλοκτήτου ἄντρον. χρήσῃ δὲ οὐ μόνον ἐπὶ οἴκου, ἀλλὰ καὶ ἐπὶ ἑτέρων, οἷον ἀμφίθυρον τρίκλινον, ἀμφίθυρον δωμάτιον. οὕτως Φρύνιχος (Praep. soph. fr. 17).

### alpha 1332

Ἀμφίκαυστις · ἡ πρώτη τῶν ἀσταχύων ἔκφυσις. καλεῖται δὲ καὶ καῦστις, καθ’ ὅσον εἰώθασιν ἔτι χλωροὺς ὄντας τοὺς πρώτους στάχυς καίειν. οἱ δὲ ἁπλῶς τὸν στάχυν φασίν. Φρύνιχος δὲ (Praep. soph. fr. 18) ἀμφίκαυστιν τὴν ὡραιοτάτην. οἱ δὲ τὴν ἐρυσίβην. οἱ δὲ ἀμφίκαυστιν τὴν ὥριμον κριθήν. παρὰ δὲ τοῖς τραγικοῖς (adesp. fr. 586 N. 2 ) καῦστις εἴρηται μεταφορικῶς ἡ μάχη, παρά τισι δὲ ἡ ὀσφῦς καὶ τὰ ἰσχία, παρ’ ἐνίοις δὲ ὁ ξηρὸς χόρτος. ἔνιοι δὲ τὸ αἰδοῖον.

### alpha 1333

Ἀμφικελέμνους · ἀμφιβαρεῖς.

### alpha 1334

Ἀμφικέφαλος κλίνη · ἡ ἐξ ἑκατέρου μέρους ἔχουσα ἀνάκλιντρον. Πλάτων Ἑορταῖς (fr. 34 K.)· „ἔπειτα κλίνην ἀμφικέφαλον“. καὶ τὰ ὅμοια.

### alpha 1335

Ἀμφίκρανος ὕδρα · Εὐριπίδης Ἡρακλεῖ (1274).

### alpha 1336

Ἀμφίκρανος ῥάβδος · Σοφοκλῆς Φιλοκτήτῃ (fr. 701 R.)· „καὶ ῥάβδος ὡς κήρυκος Ἑρμαία διπλοῦ δράκοντος ἀμφίκρανοσ“.

### alpha 1337

Ἀμφικίων ναός (Soph. Ant. 285)· οἱ δὲ νῦν περίστυλος ναὸς ἢ οἰκία λέγουσιν.

### alpha 1338

Ἀμφίκρημνος · περίκρημνος. ἢ βραχυτάτη.

### alpha 1339

Ἀμφικτύονες · οἱ ἐκ πόλεων καὶ ἐθνῶν αἱρετοὶ δικασταί, οἷον ἀμφικτύονες καὶ περίοικοι.

### alpha 1340

Ἀμφικτύονες · συνέδριόν ἐστιν Ἑλληνικὸν συναγόμενον ἐν Θερμοπύλαις. ὠνομάσθησαν δὲ ἀπὸ Ἀμφικτύονος τοῦ Δευκαλίωνος· αὐτὸς γὰρ συνήγαγε τὰ ἔθνη βασιλεύων. ταῦτα δὲ ἦν δώδεκα· Ἴωνες, Δωριεῖς, Περραιβοί, Βοιωτοί, Μάγνητες, Ἀχαιοί, Φθιῶται, Μηλιεῖς, Δόλοπες, Αἰνιᾶνες, Δελφοί, Φωκεῖς. οἱ δέ φασιν ὠνομάσθαι ἀπὸ τοῦ περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας.

### alpha 1341

Ἀμφίκορος · ἣν 〈ἂν〉 ἑκατέρωθεν ἄνδρες περιλάβωσιν.

### alpha 1342

Ἀμφιλαφές · κατάσκιον, ἀμφοτέρωθεν βοηθούμενον. δαψιλές· „ἥ τε γὰρ πλάτανος αὕτη μάλιστα ἀμφιλαφήσ“. ἐν Φαίδρῳ Πλάτων (230b). πολὺ δέ ἐστι παρὰ τοῖς τραγικοῖς.

### alpha 1343

Ἀμφιλογῆσαι · ἀντειπεῖν.

### alpha 1344

Ἀμφιλαφία · ἀμφοτέρωθεν βοήθεια.

### alpha 1345

Ἀμφιλαφής · μεγάλη· οἷον ἀμφιλαβής, ὅτι ἀμφοτέραις χερσὶ λαμβάνεσθαι αὐτῆς ἔστιν.

### alpha 1346

Ἀμφιλαφῆ κακά · ξένως εἴρηται Αἰσχύλῳ Νεανίσκοις (fr. 91 M.)· „πρὸς δ’ ἐπὶ τοῖς ἀμφιλαφῆ πήματ’ ἔχων ἀθανάτων“.

### alpha 1347

Ἀμφίκορος · ὁ μέσος τῶν τριῶν ἀδελφῶν.

### alpha 1348

Ἀμφίκουρον · τὸν ἀμφοτέρωθεν κεκαρμένον κορμὸν Σοφοκλῆς εἴρηκεν (fr. 821 R.).

### alpha 1349

Ἀμφίμα〈λ〉λον · ἀμφίμιτον. 〈τοῦτο〉 ἀπὸ τοῦ μιτώσασθαι. περὶ ὃ τὸν μίτον εἱλοῦσιν ἐν τῷ μιτοῦσθαι. Φερεκράτης Ἀγρίοις (fr. 1 Dem.).

### alpha 1350

Ἀμφιμάσχαλος χιτών · δύο χειρῖδας ἔχων· καὶ γὰρ τὰς χειρῖδας μασχάλας ἐκάλουν. ὃς ἦν τῶν ἐλευθέρων. ὁ δὲ τῶν οἰκετῶν μίαν εἶχε καὶ διὰ τοῦτο ἑτερομάσχαλος ἐκαλεῖτο. ἦν δὲ τοιοῦτος, ἵνα γυμνῷ τῷ ὤμῳ εὐκολώτερον ἐργάζωνται.

### alpha 1351

Ἀμφιμάτορας (Eur. Andr. 466)· ἀμφοτέρους τοὺς γονεῖς ἔχοντας.

### alpha 1352

Ἀμφιμήτωρ · ὁ ὁμοπάτριος μέν, οὐχ ὁμομήτριος δέ.

### alpha 1353

†Ἀμφιματῶσαι† · ἀποδῦσαι.

### alpha 1354

Ἀμφιμήτρια · τὰ μετὰ τὴν τρόπιν τῆς νεὼς ἐξ ἑκατέρου μέρους ἐπιτιθέμενα.

### alpha 1355

Ἀμφίμιλλον · ὃ περὶ τὸν μίτον εἱλοῦσιν ἐν τῷ μιτοῦσθαι.

### alpha 1356

Ἄμφιον · ἱμάτιον, ἔνδυμα.

### alpha 1357

Ἀμφιορκία · ἐπειδὰν ὅ τε διώκων καὶ ὁ φεύγων ὀμνύωσι. πολλῶν δὲ κλοπῆς ἔγκλημά τισιν ἐπιφερόντων, ἐπειδὴ τοῦτο πολλάκις ὤφθη μάτην γινόμενον, ἔθεντο Ἀθηναῖοι νόμον κατὰ τῶν ἀπαγόντων εἰς δεσμωτήριόν τινας ἐπὶ δίκῃ κλοπῆς χιλίας διδόναι δραχμὰς τοὺς ἁλόντας. ἀλλὰ καὶ τοὺς οὐσίαν ἀπογράψαντας τῶν πολιτῶν τινος ὡς τῷ δήμῳ προσήκουσαν, εἰ συκοφαντοῦντες ἁλοῖεν, καὶ οὗτοι χιλίαις ἐζημιοῦντο.

### alpha 1358

Ἀμφιπλίξ (Soph. fr. 539 N. 2 = 596 R.)· ἀμφιβάδην. τὸ περιεχόμενον ὑπὸ τῶν ποδῶν· πλὶξ γὰρ τὸ βῆμα.

### alpha 1359

Ἀμφίπολις · πόλις ἐστὶ τῆς Θρᾴκης. πρότερον δὲ Ἐννέα ὁδοὶ ἐκαλοῦντο. φασὶ δέ τινες αὐτὴν Ἀμφίπολιν ὠνομάσθαι διὰ τὸ περιοικεῖσθαι τὸν τόπον.

### alpha 1360

Ἀμφίπολος · θεράπαινα, τουτέστιν ἡ περὶ τὸν θάλαμον ἢ τὴν οἰκίαν πολουμένη, ὅ ἐστιν ἀναστρεφομένη καὶ περιέπουσα.

### alpha 1361

Ἀμφίπρυμνος λόγος · Εὐριπίδης (fr. 955d Snell)· „ὡς ἀμφιπρύμνω δύο μ’ ἐλέγχετον λόγω“.

### alpha 1362

Ἀμφιρύτη · περιρρεομένη κύκλῳ.

### alpha 1363

Ἀμφιπλήκτοις (fr. trag. adesp. novum)· ἀμφιθαλασσίοις, ἑκατέρωθεν πλησσομέναις ὑπὸ θαλάσσης. λέγει δὲ τὸν Ἰσθμόν.

### alpha 1364

Ἀμφίσβαινα · ὄφις ὁ καὶ ἐπὶ τῆς οὐρᾶς κεφαλὴν ἔχων. Πελαργοῖς Ἀριστοφάνης (fr. 18 Dem.).

### alpha 1365

Ἀμφισβητεῖν καὶ παρακαταβάλλειν · ὅταν τελευτήσας τις ἄπαις εἶναι δοκῇ, φάσκῃ δέ τις ἑαυτὸν ἐκείνου υἱόν, οὗτος ἀμφισβητεῖν τοῦ κλήρου λέγεται. εἰ δὲ παῖδα μὲν τοῦ θανόντος ἑαυτὸν μὴ εἰσάγοι, λέγοι δὲ ἄλλως κατὰ γένος αὐτῷ προσήκειν τὸν κλῆρον, παρακαταβάλλειν αὐτὸν οἱ νόμοι κελεύουσι. πλὴν ἀμφότερα ἐπ’ ἀντιλογίας τάσσεται.

### alpha 1366

Ἀμφισβητεῖν · μὴ συμφωνεῖν, ἀλλ’ οἷον χωρὶς βαίνειν καὶ ἀμφιβάλλειν.

### alpha 1367

Ἀμφισβητήσιμον · Πλάτων εἶπεν (Soph. 231e, al.) καὶ ὁ Θεόπομπος (FGrHist 115 F 313), ἀμφισβητήτου δὲ Θουκυδίδης (6, 6, 2), ἀμφισβήτησις δὲ Δημοσθένης (18, 131, al.).

### alpha 1368

Ἄμφι〈σ〉σα · πόλις ἐστὶ τῆς Λοκρίδος. Ἄμφι〈σ〉σα δὲ ὠνομάσθη διὰ τὸ περιέχεσθαι τὸν τόπον ὄρεσιν.

### alpha 1369

Ἀμφιστεφέες (Λ 40)· πάντοθεν πλήρεις, περιπεπλεγμέναι ἀλλήλαις.

### alpha 1370

Ἀμφίταποι · τάπητες ἀμφίμαλλοι.

### alpha 1371

Ἀμφὶ τὸ λυκόφως · περὶ τὴν αὐγήν.

### alpha 1372

Ἀμφιτρυχῆ · κατερρωγότα.

### alpha 1373

Ἀμφίσβατα · τὰ ἀμφισβητήσιμα. Ἑλλάνικος (FGrHist 4 F 193).

### alpha 1374

Ἀμφιφορεῖα · ἀγγεῖα.

### alpha 1375

Ἀμφιφορεῦσι (β 290)· κεραμίοις, ἀμφορεῦσιν.

### alpha 1376

Ἀμφι〈πά〉τορες · οἱ ἀπὸ τοῦ αὐτοῦ πατρός, ἑτέρας δὲ μητρός.

### alpha 1377

Ἀμφὶ τὰ στρατεύματα δαπανᾶν · καινὸς ὁ λόγος καὶ διεσχηματισμένος· ἦν γὰρ τὸ κατὰ φύσιν εἰπεῖν εἰς τὰ στρατεύματα δαπανᾶν. εἴποις δ’ ἂν καὶ οὕτως· περὶ ἀθλητὰς δαπανᾶν, περὶ ἑταίρας 〈καὶ〉 πᾶν ὅ τι ὅμοιον. οὕτως Ξενοφῶν (An. 1, 1, 8) καὶ Φρύνιχος (Praep. soph. 49, 18 cf. 49, 1).

### alpha 1378

Ἀμφίχυτον (Y 145)· περικεχωσμένον.

### alpha 1379

Ἄμφοδον · δίοδον, ῥύμην.

### alpha 1380

Ἀμφορεαφόρους · τοὺς μισθίους τοὺς τὰ κεράμια φέροντας. καὶ ἀμφορεαφορεῖν Ἀριστοφάνης (fr. 299, 3 K.), ἀμφορείδιον δὲ καὶ ἀμφορείδια ὁ αὐτός (Pac. 202. Eccl. 1119). καὶ ἀμφορίσκον Μάγνης (fr. 1 Dem.).

### alpha 1381

Ἀμφορεῖς (Ar. Nub. 1203)· κέραμοι. καὶ ἀμφορεύς · ἀγγεῖον, μέτρον, κεράμιον.

### alpha 1382

Ἀμφότερα · ἀντὶ τοῦ κατ’ ἀμφότερα. Θουκυδίδης (1, 13, 5).

### alpha 1383

Ἀμφοτερόπλουν · ὅταν τις ναυτικὸν δανείσῃ δάνειον ἐπὶ τῷ καὶ ἐνθένδε πλεῦσαι †ποιῶν† κἀκεῖθεν ἐνθάδε, τοῦτο ἀμφοτερόπλουν καλεῖται. οὕτως Δημοσθένης (56, 6).

### alpha 1384

Ἄμφω τὼ χεῖρε · ἀμφοτέρας τὰς χεῖρας.

### alpha 1385

Ἀμφοτέρως εἰπεῖν, ὁποῖόν τί ἐστι τοῦτο · Πλάτων ἔφη.

### alpha 1386

Ἀμφορῆ · τὸ δυϊκὸν συναλείφοντες οἱ Ἀττικοὶ λέγουσιν ἀντὶ τοῦ ἀμφορέε καὶ τὰ ἄλλα ὁμοίως. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (282)· „ἀλλ’, ὦ περικαλλῆ Θεσμοφόρω, δέξασθέ με“. Πλάτων Μετοίκοις (fr. 6 Dem.)· „ὧδ’ ἀναισχυντοῦντε τὼ μιλτηλιφῆ“. 〈καὶ〉 Διῒ Κακουμένῳ (fr. 4 Dem.)· „τὼ προσεμφερῆ τὴν σοφίαν“. οὕτω Τηλεκλείδης Ἡσιόδοις (fr. 2 Dem.) καὶ οἱ λοιποί.

### alpha 1387

Ἀμφώβολα · τὴν διὰ τῶν σπλάγχνων μαντείαν. Σοφοκλῆς (fr. 910 N. 2 = 1006 R.).

### alpha 1388

Ἀμφώτιδας , οὐκ ἀμπώτιδας· τὰς περὶ τὰ ὦτα.

### alpha 1389

Ἀμφιφόων · πλακοῦς τις Ἑκάτῃ καὶ Ἀρτέμιδι φερόμενος δᾳδία ἐν κύκλῳ περικείμενα ἔχων. Φιλόχορος ἐν τῇ Περὶ ἡμερῶν (FGrHist 328 F 86)· „ἓξ ἐπὶ δέκα· καὶ τοὺς καλουμένους δὲ νῦν ἀμφιφῶντας ταύτῃ τῇ ἡμέρᾳ πρῶτον ἐνόμισαν οἱ ἀρχαῖοι φέρειν εἰς τὰ ἱερὰ τῇ Ἀρτέμιδι καὶ ἐπὶ τὰς τριόδους· ταύτῃ γὰρ συμβαίνει περικαταλαμβάνεσθαι τὴν σελήνην πρὸς ταῖς δυσμαῖς ὑπὸ τῆς ἀνατολῆς τοῦ ἡλίου“.

### alpha 1390

Ἄμφω · ἀμφότεροι καὶ ἀμφοτέρους· καὶ αἱ πλάγιοι ἀμφοῖν .

### alpha 1391

Ἀμωσγέπως · ὁπωσδήποτε, ἔν γέ τινι, καθ’ ὁντιναοῦν τρόπον. λέγεται δὲ καὶ ἀμηγέπη · καθ’ ἕνα τινὰ τρόπον. καὶ ἀμόθεν · ἐξ ἑνός γέ τινος τρόπου ἢ τόπου. καὶ ἀμουγέπου · ἐν ἑνί γέ τινι τόπῳ ἢ τρόπῳ, ἀλλὰ καὶ ἀμοιγέπη .

### alpha 1392

Ἀμῶσιν · θερίζουσιν.

### alpha 1393

Ἄνα · ἄναξ. ἢ ἄνω. ἢ ἀνάστηθι. ἢ ἐνέργει. καὶ ἄνα · ἄνυσις.

### alpha 1394

Ἀναβάτης · ἵππος ὀχευτής.

### alpha 1395

Ἀναβαλλίδας · ταινίας. ἢ σφαίρας.

### alpha 1396

Ἀνάβαλλε (τ 584)· ἀναβολὴν δίδου. καὶ ἀναβάλλου .

### alpha 1397

Ἀναβάδην καθῆσθαι · {ἢ} τὸ μετέωρον καθέζεσθαι.

### alpha 1398

Ἀναβαλοῦ · περισπῶσιν οἱ Ἀττικοί.

### alpha 1399

Ἀναβάλλεσθαι τὸ ἱμάτιον , οὐ περιβάλλεσθαι λέγουσιν.

### alpha 1400

Ἀναβάλλειν · ἀντὶ τοῦ 〈εἰσ〉 ἀναβολὰς καθίστησιν.

### alpha 1401

Ἀναβασμοί · διὰ τοῦ ς λεκτέον καὶ οὐ διὰ τοῦ θ· ἀμαθῶν γὰρ τὸ οὕτως λέγειν δέον ἀναβασμοὶ καὶ βασμοί· τὰ γὰρ διὰ τοῦ θ ὀνόματα Ἰάδος μᾶλλον· μηνιθμός, κηληθμός. καὶ ἄλλος οὐδεὶς ἂν εὑρεθείη ποιητὴς ἢ ῥήτωρ ἢ ἱστοριογράφος. ῥητέον οὖν μόνως διὰ τοῦ ς, ὡς Ἀριστοφάνης (fr. 46 Dem.)· „ἐκ τῶν ἀναβασμῶν ἀπίασιν“.

### alpha 1402

Ἀναβεβαμένοι · ἀντὶ τοῦ ἀναβάτην ἔχοντες. οὕτω Ξενοφῶν (Hipparch. 1, 4).

### alpha 1403

Ἀναβέβρυχεν · ἀναπηδᾷ, ἀναβρύει, ἀναβλύζει.

### alpha 1404

Ἀναβεβρασμένη · ἀνακεκινημένη. Ἀριστοφάνης Ἀναγύρῳ (fr. 5 Dem. = CGFP 56, 67/8)· „τήνδε ἕωλον ἀναβεβρασμένην“.

### alpha 1405

Ἀνάβηθι καὶ ἀνάβα · ἑκατέρως λέγουσι. καὶ κατάβηθι καὶ 〈κατάβα , καὶ〉 ἀνάστηθι καὶ ἀνάστα , καὶ ἀνίστω καὶ ἀνίστασο , καὶ τὰ ὅμοια.

### alpha 1406

Ἀναβήσομαι · Δημόκριτος (68 B 144a D.—K.) ἀντὶ τοῦ ἐπανελεύσομαι 〈ἐπὶ τὰ〉 ἐξ ἀρχῆς. δηλοῖ δὲ καὶ τὸ ἀναχωρῆσαι. Ὅμηρος δὲ (cf. a 210) τὸν ἐπὶ τὴν Τροίαν πλοῦν ἀνάβασιν λέγει.

### alpha 1407

Ἀναβιβῶμαι · ἀντὶ τοῦ ἀναβιβάσομαι. Ἀμειψίας (fr. 30 K.).

### alpha 1408

Ἀναβιῴην καὶ ἀναβιούς · Ἀριστοφάνης ἔφη (Ran. 177 et fr. 742 K.), ἀναβεβίωκα δὲ Εὐριπίδης (fr. 955e Snell), καὶ ἀναβιῶναι Πλάτων (fr. 131 K.) καὶ ἀναβεβιῶσθαι Σαννυρίων (fr. 3 Dem.).

### alpha 1409

Ἀναβιώσκεσθαι (Pl. Phaed. 71e)· ἀναζῆν.

### alpha 1410

Ἀναβιώσκειν · τὸ ἀναβιοῦν. καὶ ἀναβιῶσαι λέγουσιν.

### alpha 1411

Ἀναβοθρεύουσιν · ἀναμοχλεύουσιν.

### alpha 1412

Ἀναβόλιμοι δίκαι · αἱ διά τινα πολιτικὴν περίστασιν εἰς ὑπέρθεσιν ἐμπίπτουσαι.

### alpha 1413

Ἀναβολή · προοίμιον διθυραμβικοῦ ᾄσματος. Εὔπολις Βάπταις (fr. 5 Dem.)· „αὔλησον αὕτη κύκλιον ἀναβολήν τινα“.

### alpha 1414

Ἀναβλυσθωνῆσαι · τὸ ἀναβλύσαι. Εὔπολις Δήμοις (fr. 105 K.). πάντα τὰ τοιαῦτα οἱ κωμικοὶ ποιοῦσι παρόντες.

### alpha 1415

Ἀναβράσσουσιν · ἀναδιδοῦσιν.

### alpha 1416

Ἀναγαγών · ἀντὶ τοῦ ἀπαγαγών. Ξενοφῶν (Cyr. 7, 1, 45).

### alpha 1417

Ἀνάγειν · τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ’ ἐκεῖνον ἰέναι. οὕτως Λυσίας (fr. 62 S.) καὶ Δείναρχος (fr. 8, p. 147, 1 C.).

### alpha 1418

Ἀναγεῖς · διὰ μὲν τοῦ α τοὺς ἀνάγνους, διὰ δὲ τοῦ ε τοὺς ἐνόχους ἄγει καὶ μιάσματι. οὕτως Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (110).

### alpha 1419

Ἀναγινωσκομένους · ἀντὶ τοῦ ἀναπειθομένους. οὕτως Ἀντιφῶν (2 β 7), Ἰσαῖος (fr. 144 S.) καὶ Ἡρόδοτος (8,110, 2).

### alpha 1420

Ἀναγαλλίς · πόα τις. λέγεται δὲ καὶ ἀρρενικῶς. ἔστι δὲ διττὸν τὸ εἶδος αὐτῆς· ἡ μὲν γὰρ φέρει τὸ ἄνθος κυανοῦν, ἡ δὲ ἐρυθρόν, ἥτις καὶ κοράλλιον καλεῖται.

### alpha 1421

Ἀναγκαῖον · Ἰσαῖος (fr. 52 S.) καὶ Καλλισθένης οὕτως καλεῖ τὸ δεσμωτήριον. Καλλισθένης δὲ ἀνώγαιον εἶπε (FGrHist 124 F 17) καὶ οὕτω δεῖ μᾶλλον λέγεσθαι.

### alpha 1422

Ἀναγαγγανεύουσιν · ἀναβοῶσιν.

### alpha 1423

Ἀναγκαία · ἡ ἀνάγκη.

### alpha 1424

Ἀναγκαῖοι πολεμισταί (ω 499)· κατὰ ἀνάγκην πολεμικοὶ γεγονότες γέροντες ὄντες, ὅ τε Λαέρτης καὶ ὁ Δολίος.

### alpha 1425

Ἀναγκαῖοι · οἱ προσήκοντες κατὰ γένος. Μένανδρος Θυρωρῷ (fr. 208 K.—Th.)· „οὐκ ἀδελφός, οὐκ ἀδελφὴ παρενοχλήσει, τηθίδα οὐδὲ ἑώρακε〈ν〉 τὸ σύνολον, θεῖον οὐδ’ ἀκήκοεν. εὐτύχημα δ’ ἐστὶν ὀλίγους τοὺς ἀναγκαίους ἔχειν“.

### alpha 1426

Ἀνάγκη · ἡ δικαστικὴ κλεψύδρα.

### alpha 1427

Ἀνάγκης ἄτρακτον (Pl. Reip. 10, 616c)· τὸν ἄξονα λέγει.

### alpha 1428

Ἀνάγραπτον · τὸ ἀναγεγραμμένον. ἢ τὸ φανερῶς γεγραμμένον. ἢ τὸ πᾶσιν ἐγνωσμένον.

### alpha 1429

Ἀναγκόδακρυς · ὁ πρὸς ἀνάγκην δακρύων καὶ μὴ ἐκ πάθους τινὸς ἢ συμφορᾶς. Αἰσχύλος Ξαντρίαις (fr. 413 N. 2 = 372 M.).

### alpha 1430

Ἀναγυράσιον · τὴν τρίτην ἐκτείνουσι καὶ τὴν τετάρτην βραχύνουσιν. Ἀριστοφάνης Ἀναγύρῳ (fr. 6 Dem.)· „χαίρειν μὲν Ἄλον τὸν Φθιώτην, χαίρειν δ’ ἀτεχνῶς Ἀναγυρασίουσ“.

### alpha 1431

Ἀναγυροῦς · δῆμος Αἰαντίδος. καὶ ἀναγυράσιος δῆμος τῆς Ἀττικῆς, ἔνθα καὶ φυτὸν δυσῶδες φύεται.

### alpha 1432

Ἀναγυράσιος δαίμων · ἐπεὶ τὸν παροικοῦντα πρεσβύτην καὶ ἐκτέμνοντα τὸ ἄλσος ἐτιμωρήσατο Ἀνάγυρος ἥρως. Ἀναγυράσιοι δὲ δῆμος τῆς Ἀττικῆς. τούτου δέ τις ἐξέκοψε τὸ ἄλσος. ὁ δὲ τῷ υἱῷ αὐτοῦ ἐπέμηνε τὴν παλλακήν, ἥτις μὴ δυναμένη συμπεῖσαι τὸν παῖδα διέβαλεν ὡς ἀσελγῆ τῷ πατρί. ὁ δὲ ἐπήρωσεν αὐτὸν καὶ ἐγκατῳκοδόμησεν. ἐπὶ τούτοις καὶ ὁ πατὴρ ἑαυτὸν ἀνήρτησεν, ἡ δὲ παλλακὴ εἰς φρέαρ ἑαυτὴν ἔρριψεν. ἱστορεῖ δὲ Ἱερώνυμος ἐν τῷ Περὶ τραγῳδιοποιῶν (fr. 32 Wehrli) ἀπεικάζων τούτοις τὸν Εὐριπίδου Φοίνικα (p. 621 N. 2 ). ὅταν οὖν ἐπὶ οἰκείοις κακοῖς πράσσῃ τις, λέγεται „κινήσεις τὸν Ἀνάγυρον“.

### alpha 1433

Ἀνάγυρον κινεῖν · τὸ φυτὸν τὸν ὀνόγυρον κινεῖν. ἔστι δὲ ἀλεξίκακον καὶ δυσῶδες. καὶ ἀναγυράσιος δαίμων καὶ τέμενος Ἀναγύρου ἐν τῷ δήμῳ τῶν Ἀναγυρασίων.

### alpha 1434

Ἀναγρύζειν · Κράτης Γείτοσι (fr. 1 Dem.)· „σὲ δὲ χρὴ σιγᾶν μηδ’ ἀναγρύζειν“. καὶ Ξενοφῶν (Oec. 2, 11)· „οὐδ’ ἀναγρύζειν μοι ἐξουσίαν ἐποίησασ“.

### alpha 1435

Ἀνάγνωσις · ἀναγνώρισις. ἢ ἀνάπεισις.

### alpha 1436

Ἀναγνῶναι · ἐπιγνῶναι.

### alpha 1437

Ἀναγχίππους · τοὺς ἀναγκαστικοὺς ἱππέας. Εὔπολις Πόλεσι (fr. 16 Dem.). καὶ ἀναγχιππεῖν τὸ μετ’ ἀνάγκης ἱππεύειν.

### alpha 1438

Ἀναγωγή · ἡ τῶν πραθέντων ἀνδραπόδων ἀνάδοσις ἐχόντων αἰτίαν τινά.

### alpha 1439

Ἀνάγωγος · ὁ μὴ τυχὼν τῆς δεούσης †ἀναγωγῆς†.

### alpha 1440

Ἀναγωγότερον · ἁμαρτητικώτερον, ἀτακτότερον.

### alpha 1441

Ἀναγώγῳ · φιληδόνῳ, ἐκλελυμένῳ.

### alpha 1442

Ἀναγώνιστος · ὁ μὴ ἀγωνισάμενος. Ξενοφῶν (Cyr. 1, 5, 10).

### alpha 1443

Ἀναγωγή · ἐπὶ πλοῦ. Κρατῖνος Ὥραις (fr. 11 Dem.).

### alpha 1444

Ἀνάδαστα καὶ ἀναδασμός · τὸ κοινῇ ἀναμερίσασθαι πάντα. καὶ ἀναδάσασθαι · τὸ ἀναμερίσασθαι.

### alpha 1445

Ἀναδέσμην · ὅμοιόν τι διαδήματι. ἢ μίτραν κεφαλῆς.

### alpha 1446

Ἀναδεῖ · ἀναπλέκει, στέφει.

### alpha 1447

Ἀναδαιμονίζειν · τὸ ἐκ δευτέρου κληροῦσθαι.

### alpha 1448

Ἀναδήσασθαι · στεφανώσασθαι. καὶ ἀναδήσοντες · στέψοντες. καὶ ἀναδῆσαι · ταινιῶσαι.

### alpha 1449

Ἀναδέχομαι · ἀντὶ τοῦ ἀναλαμβάνω.

### alpha 1450

Ἀναδιδοῦσαν · ἀντὶ τοῦ ἀναδιδομένην.

### alpha 1451

Ἀναγνῶσαι · τὸ ἀναπεῖσαι. Ἀττικοὶ καὶ Ἴωνες.

### alpha 1452

Ἀναδιδάξαι · ἀντὶ τοῦ πάνυ διδάξαι· ἐπιτατικὴ γάρ ἐστι νῦν ἡ ἀνά.

### alpha 1453

Ἀναδικάσασθαι · τὸ ἄνωθεν δικάσασθαι. οὕτως Ἰσαῖος (fr. 145 S.). ἐντεῦθεν καὶ τὸ ἀνάδικοι κρίσεις, αἱ ἄνωθεν δικαζόμεναι, ὅταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυριῶν.

### alpha 1454

Ἀναδενδρᾷς · ἀξιοῖ περισπᾶν Σέλευκος (fr. novum)· ἔλεγον γάρ φησι σὺν τῷ ι· „ἐβλάστουν ἀναδενδρᾷδεσ“ (incerti auctoris).

### alpha 1455

Ἀνάδικοι κρίσεις · αἱ ἐξ ἀρχῆς ἀνακρινόμεναι. ἐγίνετο δὲ τοῦτο, ἐπειδὰν τῶν μαρτυρούντων ἢ πάντες ἑάλωσαν ψευδομαρτυριῶν ἢ ὑπὲρ ἡμίσεις. οὐ μὴν ἐπὶ πάντων τῶν ἀγώνων 〈ἀν〉άδικοι ἐγίνοντο αἱ κρίσεις, ἀλλ’ ἐπὶ τριῶν τούτων, ξενίας, ψευδομαρτυριῶν καὶ κλήρων.

### alpha 1456

Ἀνάδοχος καὶ ἀναδέχεσθαι · Δημοσθένης (19, 36, al.). καὶ „ἀνάδοχον τῶν χρημάτων“ Μένανδρος (fr. 449 K.—Th.).

### alpha 1457

Ἀναδούμενος · στέφανον περιτιθέμενος.

### alpha 1458

Ἀναδοιδυκίζειν · ἀναταράσσειν, ἀνατρίβειν.

### alpha 1459

Ἀναδῦναι · ἀναχωρῆσαι.

### alpha 1460

Ἀναδεύειν · φυρᾶν.

### alpha 1461

Ἀναδρύψει · †ἀναξηράνει†.

### alpha 1462

†Ἀναδρύματα† · θύματα.

### alpha 1463

Ἀναδρομαί · ἀναβάσεις.

### alpha 1464

Ἀναδῦναι · ἐκκλῖναι. ἢ ἀναφυγεῖν. ἢ ἀνανήξασθαι καὶ ἀναπνεῦσαι.

### alpha 1465

Ἀναδύεσθαι · ἀρνεῖσθαι.

### alpha 1466

Ἀναδυόμενος · φεύγων, ἀναβαλλόμενος.

### alpha 1467

Ἀναζεύξας · ἀναστὰς καὶ ἀναστήσας. Θουκυδίδης ηʹ (108, 3)· „ἀναζεύξας ἤλαυνεν ἐπὶ τῆς Ἰωνίασ“.

### alpha 1468

Ἀναζυγαῖς (Exod. 40, 38)· ἀναστροφαῖς, στρατοπεδείαις.

### alpha 1469

Ἀναζυγῶσαι · τὸ τὰς θύρας ἀναπετάσαι.

### alpha 1470

Ἀναζωπυρῆσαι · ἀνανεῶσαι, ἀνεγεῖραι, ζωῶσαι.

### alpha 1471

Ἄνθης (Pl. Phaedr. 230b)· ἀνθήσεως.

### alpha 1472

Ἀναθέσθαι · Ἀντιφῶν ἐν τῷ Περὶ προνοίας φησίν (87 B 52 D.—K.)· „ἀναθέσθαι ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν“, ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῷ προτέρῳ βίῳ.

### alpha 1473

Ἀναθερμαίνειν τὰς φρένας, τὴν γνώμην, τὸν νοῦν · οἷον ἀνακινεῖν, ἀνιᾶν, ἀναταράττειν. Σοφοκλῆς (fr. 822 R.).

### alpha 1474

Ἀναθέντας · ἀντὶ τοῦ ἐπιθέντας. Ξενοφῶν (An. 3, 1, 30).

### alpha 1475

Ἀναθεῖναι καὶ ἐπαναθεῖναι τὸ αὐτό. Ἀραρὼς ἔφη (fr. 17 K.).

### alpha 1476

Ἀναθηλήσει (A 236)· ἀναβλαστήσει.

### alpha 1477

Ἀνάθημα καὶ πάντα τὰ τοιαῦτα διὰ τοῦ η Ἀττικοί.

### alpha 1478

Ἀναθολῶσαι · ἀναταράξαι. Νόμων ζʹ Πλάτων (824b)· „ὅπως ἀναθολώσῃ“. κυρίως δὲ ἐπὶ τῆς σηπίας, 〈ἧσ〉 τὸ μέλαν θολὸς καλεῖται.

### alpha 1479

Ἀναθρεῖ (Pl. Crat. 399c)· 〈ἀναβλέπει〉.

### alpha 1480

〈Ἀναθεῖ〉 (Pl. Tim. 60c)· ἀνατρέχει.

### alpha 1481

Ἀναθρούμενα (Thuc. 4, 87, 1)· ἀνασκοπούμενα.

### alpha 1482

Ἀναθρώσκει · ἀναπηδᾷ.

### alpha 1483

Ἀναθυᾶν · ἀνασκιρτᾶν. καὶ αὖθις ἐξ ἀρχῆς ἀνανεάζειν.

### alpha 1484

Ἀναθύοντες · ἀναιροῦντες, παραβαίνοντες.

### alpha 1485

Ἀναθύειν · τὸ ἀναλαμβάνειν τὸ πρᾶγμα διὰ χρόνου. Φερεκράτης (fr. 35 K.)· „πάλιν αὖθις ἀναθύωσιν αἱ γεραίτεραι“.

### alpha 1486

Ἄναια · οἱ ἄλλοι οὐδετέρως τὰ Ἄναια. Θουκυδίδης ηʹ (19, 1) τὴν Ἀναίαν.

### alpha 1487

Ἀναιδεία καὶ ἀγνοία καὶ πάντα τὰ τοιαῦτα ἐκτείνοντες προφέρονται τὴν τελευταίαν οἱ παλαιοὶ Ἀττικοὶ καὶ Ἴωνες, μεταβάλλουσι δ’ οἱ Ἴωνες τὸ τελευταῖον α ἀναιδείη καὶ ἀγνοίη· „σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδοσ“ (Π 498). καὶ Ἀνακρέων (PMG 404 Page)· „νεότης τε καὶ ὑγιείη“. καὶ ἀναρροίη δὲ καὶ εὐπλοΐη καὶ τὰ ὅμοια ἅπαντα παρὰ τοῖς Ἴωσιν ἐκ μακροῦ τοῦ α μετείληπται εἰς τὸ η.

### alpha 1488

Ἀναιδὲς καὶ θρασὺ βλέπειν · ἀναιδὴς μὲν καὶ θρασὺς καθωμίληται. τὸ δὲ ἀναιδὲς καὶ θρασὺ βλέπειν καινῶς εἴρηκε Κρατῖνος (fr. 24 Dem.). ἡ λέξις Φρυνίχου (Praep. soph. 14, 6.20).

### alpha 1489

Ἀναίδην · ἀθρόως, σφοδρῶς, ἀπηρυθριασμένως.

### alpha 1490

Ἀναίμονες (E 342)· ἀναίματοι.

### alpha 1491

Ἀναιμωτί · ἄνευ αἵματος.

### alpha 1492

Ἀναίνομαι · ἀπαρνοῦμαι, προΐεμαι.

### alpha 1493

Ἀναίνεσθαι · κοινῶς μὲν τὸ ἀρνεῖσθαι, ἰδίως δὲ ἐπὶ τοῦ κατὰ τοὺς γάμους καὶ τὰ ἀφροδίσια.

### alpha 1494

Ἀναιρεθείς · ἀντὶ τοῦ ἀναληφθεὶς καὶ τραφείς. οὕτως Ἰσοκράτης (5, 66).

### alpha 1495

Ἀναιρεῖν · τὸ ἐν γαστρὶ συλλαβεῖν, καὶ τὸ τεχθὲν ἀνατρέφειν, καὶ τὸ φονεῦσαι, καὶ τὸ ἀναλαβεῖν, καὶ ἔτι τὸ ἀπολλύναι καὶ τὸ αἴρειν ἢ προσενέγκασθαι. καὶ τὸ κυΐσκειν, καὶ τὸ ἀμέλγεσθαι.

### alpha 1496

Ἀναισιμοῦν · δαπανᾶν, ἀναλίσκειν. καὶ ἀναισιμώματα · ἀναλώματα.

### alpha 1497

Ἀναίτιος εἶναι ἀφροσύνης (Xen. Cyr. 1, 5, 10)· ἀντὶ τοῦ ἀνέγκλητος ἐπὶ ἀφροσύνῃ.

### alpha 1498

Ἀνακάθαρσις · ἐπίλυσις, διευκρίνησις.

### alpha 1499

Ἀνακούς · τοὺς Διοσκούρους λέγουσιν, ὡς Αἰακούς. καὶ κατεύχονται οὕτως· καὶ „Ἀνακοῖν Διοσκούροιν“ περισπῶντες.

### alpha 1500

Ἀνακαίασιν · δῆμος φυλῆς Ἱπποθοωντίδος.

### alpha 1501

Ἀνακάθισαι · ὡς ἐν τῇ συνηθείᾳ λέγομεν 〈ἐπὶ〉 τῶν πρὸς ὀλίγον διεγειρομένων. Πλάτων ἔφη (Phaed. 60b).

### alpha 1502

Ἀνακαλυπτήρια · δῶρα διδόμενα ταῖς νύμφαις παρά τε τοῦ ἀνδρὸς καὶ τῶν οἰκείων 〈καὶ〉 φίλων, ὅταν τὸ πρῶτον ἀνακαλύπτωνται ἀνδράσιν ὁραθῆναι. ἔστι δὲ ταῦτα καὶ ἐπαύλαια.

### alpha 1503

Ἀνακές · τὸ ἀνίατον. Εὔπολις (fr. 21 K.). οἱ δὲ βαρέως, οἷον ἀνωφελές.

### alpha 1504

Ἀνάκεια · ἑορτὴ Διοσκούρων.

### alpha 1505

Ἀνακῶν · τῶν Διοσκούρων περισπωμένως ἀπὸ τῆς Ἀνακοὶ εὐθείας.

### alpha 1506

Ἀνακεφαλαιοῦται · ἀναπληροῦται, ἀνακτίζει.

### alpha 1507

Ἀνακῶς · ἀντὶ τοῦ ἐπιμελῶς, φυλακτικῶς, πεφροντισμένως. Πλάτων Φάωνι (fr. 202 K.).

### alpha 1508

Ἀνακορεῖν καὶ κορεῖν · Φερεκράτης Δουλοδιδασκάλῳ (fr. 5 Dem.)· „ῥαίνειν, 〈ἀ〉νακορεῖν ἀγοράσ“.

### alpha 1509

Ἀναιτίατος · Ἴων Ἀργείοις (TrGF 19 F 8a)· „οὐδεὶς ἀναιτίατος ἀγγέλλων κακά“.

### alpha 1510

Ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωπος · ἐπὶ τῶν ἀπηρυθριακότων καὶ μηδεμίαν μεταβολὴν τρόπου ποιουμένων.

### alpha 1511

Ἀνακαλλύνειν · τὸ σαίρειν, ὅπερ καὶ ἀνακορεῖν λέγουσι, καὶ εἰκότως· κάλλυντρον γὰρ καὶ κόρημα καλοῦσι τὸ σάρον. Φρύνιχος Ποαστρίαις (fr. 2 Dem.)· „σὺ δ’ εἰσιοῦσα δουλικῶς ἐνσκεύασαι καὶ τἄνδον ἀνακάλλυνον“.

### alpha 1512

Ἀνάκειται σκώμμασιν, ἀνάκειται λοιδορίαις, ἀνάκειται πόρνοις, κύβοις, συμποσίοις · σημαίνει δὲ τὸ οἷον πρόσκειται ἰσχυρῶς.

### alpha 1513

Ἀνακεχυμένη · ἀνετή.

### alpha 1514

Ἀνακαλπάζει · τινὲς μὲν ὡς οὐ δόκιμον ἐφυλάξαντο τὴν φωνήν, Αἰσχύλος δὲ ἐχρήσατο Μυσοῖς ὡς δόκιμον· λέγει γάρ (fr. 414 M.)· „εἶδον καλπάζοντας ἐν αἰχμαῖσ“. ὁμοίως Σοφοκλῆς (fr. 1007 R.) καὶ Ἀριστοφάνης (fr. 48 Dem. cf. Thesm. 1174) καὶ Πλάτων (fr. 25 Dem.) καὶ ἕτεροι.

### alpha 1515

Ἀνακηρυχθῆναι · Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου (60)· „μὴ ἀνακηρυχθῆναι αὐτῶν τὴν βδελυρίαν“.

### alpha 1516

†Ἀνακηκεῖ† · ἀναπηδᾷ.

### alpha 1517

Ἀνάκλητος · ὁ μετακληθείς. Σοφοκλῆς ἔφη (fr. 1008 R.).

### alpha 1518

Ἀνακλῖναι · †ἀνάξαι†. Ὅμηρος (E 751). οὕτως †Ἡρωδιανός†.

### alpha 1519

Ἀνακομιδή · ἀναγωγή, ἐπάνοδος.

### alpha 1520

Ἀνακογχυλιάσαι · ἀναγαργαρίσασθαι.

### alpha 1521

Ἀνακωχή · ἀνάπαυσις.

### alpha 1522

Ἀνακῶς · βασιλικῶς.

### alpha 1523

Ἀνακοινώσασθαι καὶ ἀνακοινῶσαι · ἄμφω λέγουσι. Ξενοφῶν δὲ καὶ ἀνεξυνοῦτο εἴρηκεν ἐν ταῖς Ἑλληνικαῖς (1, 1, 30).

### alpha 1524

Ἀνακραγγάνειν λέγουσιν, οὐκ ἀνακραυγάζειν, καὶ ἀνέκραγε . καὶ παρὰ Μενάνδρῳ (fr. 728 K.—Th.)· „ἤκουσα τῶν ἐκκραγγανομένων“.

### alpha 1525

Ἀνάκρισις · ἐξέτασις ὑφ’ ἑκάστης ἀρχῆς γινομένη πρὸ τῶν δικῶν περὶ τῶν συντεινόντων εἰς τὸν ἀγῶνα. ἐξετάζουσι δὲ καὶ εἰ ὅλως εἰσάγειν χρή.

### alpha 1526

Ἀνακρουόμεθα · οἷον ἀναπροοιμιαζόμεθα.

### alpha 1527

Ἄνακτες καὶ ἄνασσαι · Ἀριστοτέλης ἐν τῇ Κυπρίων πολιτείᾳ (fr. 526 Rose)· „καλοῦνται δὲ οἱ μὲν υἱοὶ καὶ ἀδελφοὶ τοῦ βασιλέως ἄνακτες, αἱ δὲ ἀδελφαὶ καὶ γυναῖκες ἄνασσαι“.

### alpha 1528

Ἀνακτορία · δεσποτεία.

### alpha 1529

Ἀνακτόριον · ἱερόν.

### alpha 1530

Ἀνακτόρων · ἱερατειῶν.

### alpha 1531

Ἀνακωχεύειν · τὸ ἐν πελάγει χειμῶνος ὄντος στήσαντας τὰ ὀθόνια σαλεύειν. μεταφορικῶς δὲ ἐπὶ τοῦ ἅρματος εἴρηκε Σοφοκλῆς ἐν Ἠλέκτρᾳ (732).

### alpha 1532

Ἀνακτᾶσθαι · Θουκυδίδης (6, 92, 4) ἀντὶ τοῦ θεραπεύειν. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ τὸ προαπολωλὸς αὖθις κτήσασθαι καὶ ἀπολαβεῖν.

### alpha 1533

Ἀνακωχῆς · ἀναπαύσεως, ἐνδόσεως, τῆς πρὸς μικρὸν ἐν πολέμῳ εἰρήνης. ἀνακωχὴ δὲ εἴρηται παρὰ τὸ ἄνω τὰς ἀκωκὰς ἔχειν.

### alpha 1534

Ἀναλγήτως · ἀναισθήτως, ἀπόνως. καὶ ἀναισθησία ἡ Ἀναλγησία.

### alpha 1535

Ἀναλδές · ἀναυξές, ἄτροφον.

### alpha 1536

Ἀνάλημμα · ὕψωμα, στήριγμα.

### alpha 1537

Ἀναλέγειν · τὸ συλλέγειν χαμόθεν καὶ ἀνοικοδομεῖν.

### alpha 1538

Ἀναλαβεῖν · 〈οὕτ〉ως φασὶν ἐπὶ τῶν νενοσηκότων. Πλάτων ἐν Σοφισταῖς (fr. 10 Dem.).

### alpha 1539

Ἀναλεῖ · ἀνειλεῖ τὸ βιβλίον.

### alpha 1540

Ἀναλθές · ἀνίατον, ἀνυγίαστον, ἀναίσθητον.

### alpha 1541

Ἀναλκής · ἄνανδρος, ἀσθενής.

### alpha 1542

Ἄναλτος · ἀπλήρωτος, παρὰ τὴν ἅλσιν καὶ τὴν ἐκ τῆς αὐξήσεως τελειότητα, παρ’ ὃ καὶ ἄλση τὰ κατάφυτα χωρία· πλήρωσις γάρ τις ἡ θεραπεία τοῦ πεπονθότος καὶ λείποντος, ὅθεν καὶ τὸ θεραπεύεσθαι ἄλθεσθαι λέγουσιν.

### alpha 1543

Ἄναλτος · βραχεῖα ἡ μέση.

### alpha 1544

Ἀναλίσκειν καὶ ἀναλοῦν ἑκατέρως. καὶ ἀναλῶν Ἀριστοφάνης Πλούτῳ (248). ἐν δὲ τῷ παρεληλυθότι καὶ διὰ τοῦ η, οἷον ἀνήλισκον, καὶ 〈διὰ τοῦ α, οἷον〉 ἀνάλισκον καὶ ἀνάλουν.

### alpha 1545

Ἀναλοῦντες · ἀντὶ τοῦ ἀναιροῦντες. Θουκυδίδης (4, 48, 3). καὶ ἀναλῶν καὶ ἀναλοῦν · τὸ ἀναιρεῖν (2, 24, 1). καὶ ἀνάλωμα ὁ αὐτός (1, 99, 3).

### alpha 1546

Ἀναλύειν · τὸ ἑτέροις φαρμάκοις καθαίρειν τὸν πεφαρμαγμένον.

### alpha 1547

Ἀναλύζειν · σημαίνει τὸ μετὰ βίας καὶ οἷον λύττων κλαίειν τοῦ πνεύματος ἐνιεμένου πολλοῦ ταῖς ἀρτηρίαις.

### alpha 1548

Ἀναλυθῆναι · τὸ καθαρμῷ τινι χρήσασθαι φαρμάκων. Μένανδρος Ἥρῳ (fr. 4 K.—Th.)· „ἐπεφαρμακεύσω γλυκύτατ’ ἀναλυθεὶς μόλισ“.

### alpha 1549

Ἀναλῦσαι · τὸ δι’ ἐπῳδῆς τινα τῆς βλάβης ἀπαλλάξαι.

### alpha 1550

Ἀναλογισμοὶ καὶ ἀναλογίζεσθαι καὶ τὰ ἐξ αὐτοῦ Πλάτων εἴρηκεν (Prot. 332d)· „ἀναλογισώμεθα τὰ ὡμολογημένα ἡμῖν“. καὶ Θουκυδίδης (5, 7, 2)· „ἀναλογιζόμενοι πρὸς οἵαν ἐμπειρίαν“. καὶ ἀνελογίζοντο ὁ αὐτός (8, 83, 3).

### alpha 1551

Ἀναλώματα νόμιμα · ὁ Δημοσθένης εἴρηκεν.

### alpha 1552

Ἀναλφάβητος · ἐδόκει μὲν εἶναι εὐτελές. Νικοχάρης δὲ αὐτὸ ἐποίησεν ἀρχαῖον χρησάμενος ἐν τῇ Γαλατείᾳ οὕτως (fr. 2 Dem.)· „τὸν ἀναλφάβητον, τὸν ἄπονον“. ταῦτα ὁ Φρύνιχος (Praep. soph. fr. 19).

### alpha 1553

Ἀνάλφιτον · Φιλύλλιος Αἰγεῖ (fr. 1 Dem.).

### alpha 1554

Ἀναμφίδοξον · ἀναμφίβολον.

### alpha 1555

Ἀναμάθω · ἐξ ἀρχῆς μάθω.

### alpha 1556

Ἀναμάττεσθαι · ἀναφυρᾶν.

### alpha 1557

Ἀναμέλποντες · ἀνυμνοῦντες.

### alpha 1558

Ἀναμετρήσαιμι (μ 428)· †διεμπεράσαιμι†.

### alpha 1559

Ἀνὰ μέρος · ἀντὶ τοῦ ἐν μέρει.

### alpha 1560

Ἀναμηρύσασθαι · ἀνατεῖναι.

### alpha 1561

Ἀναμίλλητον · ἀφιλόνεικον.

### alpha 1562

Ἀναμύειν · ἀναβλέπειν.

### alpha 1563

Ἀναμιλώσαιμι · ἀναγλύψαιμι.

### alpha 1564

Ἀνανεοῦσθαι · ἀναμιμνήσκεσθαι. πεποίηται δὲ ἀπὸ τῶν τοῖς πέντε δακτύλοις τῆς χειρὸς συνεχὲς ἀριθμούντων καὶ ἐπαναλαμβανόντων, οἱονεὶ κατὰ πεντάδα ἀριθμούντων.

### alpha 1565

Ἀνανεοῦσθαι · ὡς ἡμεῖς Θουκυδίδης εʹ (18, 9) καὶ Πλούτοις Κρατῖνος (fr. 167 K.).

### alpha 1566

Ἄναντα (Ψ 116)· ἄνω, ἀνωφερῆ, δυσχερῆ.

### alpha 1567

Ἄνανδρος · Ἰσοκράτης Εὐαγόρᾳ (66) καὶ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους (24,53)· „τὸ μὲν γὰρ χρηστῶν, τὸ δὲ ἀνάνδρων ἀνθρώπων ἔργον ἐστί“. καὶ Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους (p. 24 J.).

### alpha 1568

Ἄναντα · ἀντὶ τοῦ ἀνωφερῆ, ὑψηλά. τινὲς τὰ μὴ βεβρεγμένα, Σοφοκλῆς δὲ Ἰνάχῳ (fr. 272 N. 2 = 294 R.) τὰ μὴ ἐκκεκομμένα, παρὰ τὸ αἵνειν, ὅ ἐστι κατακόπτοντα πτίσσειν. Ἀρίσταρχος δὲ (fr. novum) ἐνταῦθα γράφει †ἑνικῶς† ἄνατα, ἀντὶ τοῦ ἄνευ βλάβης.

### alpha 1569

Ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται · Θουκυδίδης βʹ (45, 1).

### alpha 1570

Ἀνάνιος · ὑπερήφανος, ἄλυπος.

### alpha 1571

Ἄναντες · ἀνωφερές.

### alpha 1572

Ἄναξ · θηλυκῶς. οὕτως Αἰσχύλος (fr. 342 N. 2 = 689 M.).

### alpha 1573

Ἀναξαγόρας · σοφιστής, Ἡγησιβούλου υἱός, Κλαζομένιος. Νοῦς δὲ ἐπεκαλεῖτο, ἐπειδὴ ὕλην καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτός ἐστιν ὁ τὸν ἥλιον εἰπὼν μύδρον διάπυρον.

### alpha 1574

Ἀναξίβιος · Λακεδαιμονίων στρατηγός.

### alpha 1575

Ἀναξίαν · βασιλείαν. Αἰσχύλος (fr. 283 N. 2 = 32 M.).

### alpha 1576

Ἀναξιδώρα · ἡ ἀνάγουσα καὶ ἀνιεῖσα τοὺς καρποὺς ἐκ γῆς Δημήτηρ. καὶ Σοφοκλῆς δὲ (fr. 1010 R.) ἀναγαγεῖν ἀμπελῶνάς φησιν.

### alpha 1577

Ἀνάξοιτο · ἀνασχήσοι〈το〉. Ξενοφῶν (HG. 2, 1, 22).

### alpha 1578

Ἀναξυρίδας · φιμινάλια, βρακία. ἢ τὰ βαθέα καὶ †ἄβατα† ὑποδήματα.

### alpha 1579

Ἀνὰ οὐλαμόν (Δ 251)· κατὰ τὸ ἄθροισμα.

### alpha 1580

Ἀναπάλλει · ἀναπηδᾷ, ἀνασείει.

### alpha 1581

Ἀνάπαλιν · τὸ τὰ ἔσχατα πρῶτα λέγειν ἢ πράττειν.

### alpha 1582

Ἀνάπαυλαν · ἀνάπαυσιν.

### alpha 1583

Ἀναπαύεσθαι · τὸ κατακλίνεσθαι ὡς πρὸς ὕπνον.

### alpha 1584

Ἀνάπαιστα · κυρίως τὰ ἐν ταῖς παραβάσεσι τῶν χορῶν ᾄσματα, καὶ ἰδίως τὰ τῶν ῥυθμῶν. ἔστι δὲ καὶ ὁ ἀνάπαιστος ὄνομα μετρικοῦ ποδὸς λεγόμενος ἀρρενικῶς.

### alpha 1585

Ἀναπατάξασθαι · ἀνακρούσασθαι ᾆσμα.

### alpha 1586

Ἀναπαντῶσιν · ἀνακύπτουσιν.

### alpha 1587

Ἀναπαιστρίδες · σφῦραί τινες παρὰ τοῖς χαλκεῦσιν.

### alpha 1588

Ἀναπεμπαζόμενοι · ἀριθμούμενοι, σκεπτόμενοι. καὶ τὰ ἐξ αὐτοῦ Πλάτων εἴρηκεν (Leg. 4, 724b).

### alpha 1589

Ἀναπεμπάσαι · ἀνασκέψασθαι ἢ ἀριθμῆσαι.

### alpha 1590

Ἀναπεμπάζεσθαι · ἐπαναλαμβάνειν τὰ εἰρημένα.

### alpha 1591

Ἀναπεποιημένης · ἀναπεφυραμένης, ἐζυμωμένης.

### alpha 1592

Ἀναπετῶ · ἀναπετάσω. Μένανδρος Θεοφορουμένῃ (fr. 7 K.‐ Th.).

### alpha 1593

Ἀναπεφλασμένον · ἀνατεταμένον ἔχων τὸ αἰδοῖον· ἀναφλᾶν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ ἀναμαλάττειν τὰ αἰδοῖα.

### alpha 1594

Ἀναπῆξαι · ἀνεγεῖραι.

### alpha 1595

Ἀνάπηρον · οὐδὲν πλέον σημαίνει τοῦ πηρός.

### alpha 1596

Ἀναπηδύουσα · ἀναπηδῶσα.

### alpha 1597

Ἀνάπηρον ψυχήν (Pl. Reip. 7, 535d)· τὴν ἐπιβλαβῆ, μὴ ὑγιαίνουσαν, ἀλλὰ σεσινωμένην καὶ ἀχρείαν.

### alpha 1598

Ἀνάπηρον · νοσώδη. ἢ λυπηρόν.

### alpha 1599

Ἀναπηρόβιος 〈ἐν〉 ὀργῇ · Φρύνιχος (fr. 4 Dem.)· „ἐν χαλεπαῖς ὀργαῖς ἀναπηροβίων 〈τρι〉γερόντων“.

### alpha 1600

Ἀναπίπτειν · τὸ ἀθυμεῖν λέγεται παρὰ τοῖς παλαιοῖς.

### alpha 1601

Ἀναπίμπλαται · ἀναπληροῦται.

### alpha 1602

Ἀναπίπτειν · οὐ τὸ κατακλίνεσθαι, ἀλλὰ τὸ μεταμέλεσθαι καὶ μετατίθεσθαι καὶ ἀποκνεῖν. Θουκυδίδης αʹ (70, 5)· „καὶ νικώμενοι ἐπ’ ἐλάχιστον ἀναπίπτουσιν“.

### alpha 1603

Ἀνάπλασμα · σχῆμα.

### alpha 1604

Ἀνάπλεως · λέγουσι δὲ καὶ ἀνάπλεος καὶ ἀναπλέα (Pl. Phaed. 83d).

### alpha 1605

Ἀναπλήσας · ἀναπληρώσας. ἢ μολύνας, ὡς Πλάτων (fr. 26 Dem.).

### alpha 1606

Ἀναποδίζειν · τὸ ἐξετάζειν καὶ ὡσανεὶ συγκρούειν. Ἡρόδοτος (5, 92, 6).

### alpha 1607

Ἀναπόδραστον · ἄφευκτον.

### alpha 1608

Ἀναπόμπιμα δῶρα · τὰ ἀποστρεφόμενα.

### alpha 1609

Ἀναπόνιπτος 〈καὶ〉 ἄνιπτος · διττῶς λέγεται. Φρύνιχος Τραγῳδοῖς (fr. 3 Dem.)· „ἄσιτος, ἄποτος, ἀναπόνιπτοσ“.

### alpha 1610

Ἀναποδιζόμενα · ἀντὶ τοῦ ἐξεταζόμενα. ἢ ἀντὶ τοῦ ἄνωθεν πολλάκις τὰ αὐτὰ λεγόμενα ἢ πραττόμενα.

### alpha 1611

Ἀνάποινος · ἄνευ λύτρων. Κυρηναῖοι δὲ ὁ μάταιος.

### alpha 1612

Ἀναπολεῖ · ἀναμιμνήσκεται.

### alpha 1613

†Ἀναπόνιπτρον† · ἀνεξάλειπτον.

### alpha 1614

Ἀναπτεροῖ φόβος, ἢ λόγος, ἢ ἔπαινος, ἢ λοιδορία, ἤ τι τοιοῦτον · Σοφοκλῆς Κρεούσῃ (fr. 355 R.)· „τί δ’, ὦ γεραιέ; τίς ς’ ἀναπτεροῖ φόβος;“

### alpha 1615

Ἀναπτερώσας · μετεώρους ποιήσας, προθυμοποιήσας.

### alpha 1616

Ἀναπρήσας · ἀναφυσήσας, ἀναπέμψας, ἀνενέγκας.

### alpha 1617

Ἀνεπτερῶσθαι τὴν ψυχήν · οἷον ἀνασεσοβῆσθαι. Κρατῖνος (fr. 384 K.) καὶ Εὔπολις.

### alpha 1618

Ἀνάπτειν · περιτιθέναι. ἢ ἀνατιθέναι.

### alpha 1619

Ἀναπτησίκερως · Ἀττικῶς τὸν ἴκτινον.

### alpha 1620

Ἀναπτήτω · πετασθήτω.

### alpha 1621

Ἀναπτομένας · ἀναπετασθείσας.

### alpha 1622

Ἀναπτύξω · ἀντὶ τοῦ ἐπιδείξω. Εὐριπίδης (Herc. 1256).

### alpha 1623

Ἀνάπτυξις · ἑρμηνεία, διασάφησις.

### alpha 1624

Ἀνάπυστα · ἔκπυστα, δῆλα.

### alpha 1625

Ἀνάπυστα (l 274)· ἀνεκλάλητα, ἀνεξάκουστα. ὁ δὲ Ἡλιόδωρος ἀνάγγελτα καὶ ἄρρητα. ἢ ἐξάγγελτα καὶ ἔκδηλα καὶ ἐξάκουστα.

### alpha 1626

Ἀναπτυχαί · ἀνατολαί.

### alpha 1627

†Ἄναρ · ἤκουσα. Κρῆτες. οἱ δὲ ὄναρ†.

### alpha 1628

Ἄναρθρα · ἀτύπωτα, ἀτράνωτα. λαμβάνεται δὲ ἐπὶ συλλαβῆς λειπούσης στοιχεῖον, ἢ λόγου λείποντος λέξιν, ἢ λέξεως λειπούσης συλλαβήν.

### alpha 1629

Ἀναρᾶσθαι · ἀντὶ τοῦ διαλύειν τὴν γενομένην κατάραν. οὕτως Καλλισθένης (FGrHist 124 F 47).

### alpha 1630

Ἀνάργυρος · Πλάτων Νόμων γʹ (679b)· „ἄχρυσοί τε καὶ ἀνάργυροι ὄντεσ“. ἀναργυρία δὲ Στράττις (fr. 8 Dem.).

### alpha 1631

Ἀναρίθμιον · ἐχθρόν.

### alpha 1632

Ἀνάριστος , μᾶλλον δὲ ἀναρίστητος · Ἀριστοφάνης Πολυΐδῳ (fr. 454 K.)· „διὰ τῆς ἀγορᾶς τρέχων ἀναρίστητος ὤν“. οὕτως δὲ 〈καὶ〉 Ἄλεξις (fr. 233 K.). Μένανδρος (fr. 821 K.—Th.) 〈ἀ〉νάριστον.

### alpha 1633

†Ἄναρκτος† · δήμιος.

### alpha 1634

Ἄναρκτον · τὸ ἀνυπότακτον.

### alpha 1635

Ἀναρρηθῆναι · ἀνακηρυχθῆναι.

### alpha 1636

Ἀνάρρημα · κήρυγμα.

### alpha 1637

Ἀνάρρησις · ἀναγόρευσις.

### alpha 1638

Ἀναρριπίζεται · Φερεκράτης Αὐτομόλοις (fr. 4 Dem.)· „ἁνὴρ ἀναρριπίζεται“.

### alpha 1639

Ἀναρριπτεῖν · ἀναλαμβάνειν.

### alpha 1640

Ἀναρρίπτεσθαι · μεταμελεῖσθαι, μετατίθεσθαι.

### alpha 1641

Ἀναρριχᾶσθαι · τὸ πρόσαντες ἀναβαίνειν ἅμα ταῖς χερσὶν ἀντιλαμβανόμενον καὶ στηριζόμενον. Ἀριστοφάνης Εἰρήνῃ (70)· „πρὸς ταῦτ’ ἀνηρριχᾶτ’ ἂν εἰς τὸν οὐρανόν“.

### alpha 1642

Ἀναρροφεῖ · Κρατῖνος Πανόπταις (fr. 7 Dem.)· „καὶ πάντ’ ἀναρροφεῖ“, καὶ „ταῦτ’ εὐθὺς ὑποκαθήμενοι ἀναρροφοῦσιν ἄνδρεσ“.

### alpha 1643

Ἀναρροὰς κυμάτων · Νικοχάρης (fr. 7 Dem.)· „ῥηγνὺς δὲ πολλὰς κυμάτων ἀναρροάσ“.

### alpha 1644

Ἀναροδανισθῆναι · ἀναβληθῆναι.

### alpha 1645

Ἀναρροιβδεῖν · Ὅμηρος μὲν (μ 104) τὸ ἀναρροφεῖν, Σοφοκλῆς δὲ τοὐναντίον ἔοικεν 〈ἐν〉 Ναυσικάᾳ (fr. 407 N. 2 = 440 R.)· „ὄχημά μοι ἐπᾶραν ἡσύχως ἀναρροιβδεῖ πάλιν“.

### alpha 1646

Ἀνάρσια · ἃ οὐκ ἄν τις ἄραιτο.

### alpha 1647

Ἀναρσίας · ἐχθράς. οὕτως Ἴων (TrGF 19 F 53d).

### alpha 1648

Ἀνάρτησον · κρέμασον.

### alpha 1649

Ἀναρύει · ἀντὶ τοῦ θύει καὶ σφάττει. Εὔπολις (fr. 395 K.). καὶ ἡ θυσία δὲ ἐπανάρρυσις ὀνομάζεται.

### alpha 1650

Ἀναρύτειν · ἀναντλεῖν, ἀπὸ τοῦ ἀρύτεσθαι. Κρατῖνος Διδασκαλίαις (fr. 36 K.)· „ὅτε σὺ τοὺς καλοὺς θριάμβους ἀναρύτουσα ἀπηχθάνου“.

### alpha 1651

†Ἀνασαρῶσαι† · εἰς τὴν ὀροφὴν ἐμπῆξαι.

### alpha 1652

Ἀνασειράζει · ἀνθέλκει, ἀνατρέπει.

### alpha 1653

Ἀνασείσας · ἀπειλησάμενος. Δημοσθένης κατὰ Ἀριστογείτονος (25, 47).

### alpha 1654

Ἀνασεμνύνειν · ἔστι μὲν καὶ τὸ ἀποσεμνύνειν πολιτικόν, ἀλλὰ τὸ ἀνασεμνύνειν πολιτικώτερον καὶ ὑψηλότερον.

### alpha 1655

Ἀνασείειν · ἐκτινάσσειν, ἀπειλεῖν, ἐρευνᾶν, ἐπηρεάζειν.

### alpha 1656

Ἀνασηκῶσαι · ἀνταποδοῦναι, ἀναλαβεῖν, ὅπερ ποιοῦσιν οἱ ἱστάντες, οἷον ἐξισῶσαι τὸ λεῖπον τῷ πλεονάζοντι. λέγεται δὲ καὶ ἀνασήκωσον καὶ ἀνεσηκώθη καὶ ἀνασηκώσας , ἀντὶ τοῦ ἀναθέμενος, καὶ ἀνασηκωθείς, καὶ ἀνασηκώσασθαι.

### alpha 1657

Ἀνάσιλλος · ἀναφαλαντίας.

### alpha 1658

Ἀνασιμοῦν · {ἀναλίσκειν}. καὶ τὸ τὰ ζῷα πρὸς ὀχείαν ὁρμῶντα ὀσφραίνεσθαι.

### alpha 1659

Ἀνασκευασθείσης τῆς τραπέζης · οἷον ἀναστάτου γενομένης. οὕτως Δημοσθένης (33, 9).

### alpha 1660

Ἀνασκαλεύων · ἀνακινῶν, ἀδημονῶν, ἀναλογιζόμενος.

### alpha 1661

Ἀνασκευασάμενοι · ἀπάραντες.

### alpha 1662

Ἀνασκινδυλευθῆναι · ἀνασκολοπισθῆναι, ἀνασταυρωθῆναι. κέχρηται τῇ λέξει Πλάτων ἐν Πολιτείᾳ (2, 362a).

### alpha 1663

Ἀνασκυζᾶν · ἐπὶ τοῦ ἐξοιστρεῖν καὶ ἀκολασταίνειν. καὶ ἐκσκυζᾶν Κρατῖνος (fr. 25 Dem.), Φρύνιχος δὲ σκυζᾶν ἔφη (fr. 6 Dem.).

### alpha 1664

Ἀνασπᾷ · ἀντὶ τοῦ καταλύει, ἢ ἀναιρεῖ. Θουκυδίδης (6, 100, 3).

### alpha 1665

Ἀνασπᾶν · τὸ ἀντλεῖν τὸ ὕδωρ· „κάδους ἀνασπῶν“, φησὶ Φερεκράτης (fr. 180 K.).

### alpha 1666

Ἀνασπᾶν βούλευμα καὶ ἀνασπᾶν γνωμίδιον · Ἀριστοφάνης (fr. 49 Dem.). ἡ συμπλοκὴ ἁρμόζει συνουσίαις.

### alpha 1667

Ἄνασσα · βασίλισσα.

### alpha 1668

Ἀνασταδόν · ἀνιστάμενοι.

### alpha 1669

Ἀνάστασις · ἀντὶ τοῦ ἀναστάτωσις.

### alpha 1670

Ἀνάστατος · κατεστραμμένος.

### alpha 1671

Ἀναστάτως · πεπορθημένως.

### alpha 1672

Ἀναστεῖλαι · ἀντὶ τοῦ ἀνασχέσθαι.

### alpha 1673

Ἀναστήσας · 〈ἀναστάτους ποιήσας καὶ μετοικίσασ〉.

### alpha 1674

〈Ἀνάστατον τὴν πόλιν ποιήσασ〉 · ἀνοικίσας ἢ μεταστήσας καὶ μεταγαγών.

### alpha 1675

Ἀνάστατοι · πλακοῦντος εἶδος. οὗτοι δὲ αὐταῖς ταῖς Ἀρρηφόροις ἐγίνοντο. ἐλέγοντο δέ τινες πλακοῦντες καὶ χαρίσιοι, ἀμφιφῶντες, φθόϊς, σελῆναι, πελανοί, πόπανα.

### alpha 1676

Ἀνάστατα ποιεῖν · Πλάτων· φησὶ γάρ (Soph. 252a)· „πάντα ἀνάστατα γέγονεν, ὡς ἔοικεν“. οὕτως Ἄλεξις (fr. 1 Dem.) καὶ Μένανδρος (Epit. 30. Col. 87) καὶ Εὐριπίδης (Andr. 1249 cf. fr. 955f Snell). Δημοσθένης δὲ ἐν τῷ Περὶ τῆς παραπρεσβείας (19, 39)· „ἀνάστατος αὐτῶν ἡ πόλις γέγονε“.

### alpha 1677

Ἀναστάτω · ἡ συνήθεια. Θουκυδίδης δὲ (1, 87, 2) ἀναστήτω λέγει διὰ τοῦ η· „ἀναστήτω 〈ἐς ἐκεῖνο τὸ χωρίον〉“.

### alpha 1678

Ἀναστῆναι ἕωθεν · ὡς καὶ ἀπὸ τοῦ ὕπνου φαμέν. Πλάτων Χαρμίδῃ (155b)· „ἀνιστάμενος ἕωθεν“.

### alpha 1679

Ἀναστήσειν · ἀντὶ τοῦ ἀνάστατον ποιῆσαι. Εὐριπίδης (fr. novum).

### alpha 1680

Ἀναστῶ · ἀντὶ τοῦ ἀναστήσω. Κράτης (fr. 4 Dem.) καὶ Φερεκράτης (fr. 14 Dem.) καὶ Ἄρχιππος (fr. 5 Dem.).

### alpha 1681

Ἀνασυντάξας · ἀντὶ τοῦ ἄνωθεν συντάξας. Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου (fr. 151 J.).

### alpha 1682

Ἀνασύνταξις · τὰ διαγεγραμμένα τιμήματα ταῖς συμμορίαις ὅταν δόξῃ τῷ δήμῳ χρῄζειν προσθήκης ἢ ἀφαιρέσεως, καὶ ἕλωνται τοὺς τοῦτο πράξοντας, τοῦτο ἀνασύνταξιν καλοῦσιν.

### alpha 1683

Ἀναστοιχειοῖ · ἀναπλάττει, ὡς μεταστοιχειοῖ · μεταπλάττει.

### alpha 1684

Ἀναστροφὴ δίκης · ὅταν ὁ ἐγκαλούμενος τῷ ἠδικημένῳ ἐγκαλῇ.

### alpha 1685

Ἀναστῦψαι · ἢ τὸ αἰδοῖον ἐπᾶραι, ἢ στυγνάσαι. Σοφοκλῆς (fr. 388 N. 2 = 421 R.).

### alpha 1686

Ἀνασῦραι · ἀποκαλύψαι, περιποιῆσαι.

### alpha 1687

Ἀνασύρειν καὶ ἀνασεσυρμένην · εἰώθαμεν χρῆσθαι τῷ ὀνόματι ἐπὶ τῶν φορτικῶν ἢ ἀναισχυντούντων. Ἀνακρέων ἐν †αἰ† (PMG 350 Page).

### alpha 1688

Ἀνασφήλας · ἀνανήψας, ἑαυτὸν ἀναστήσας ἢ ἀναλαβών.

### alpha 1689

Ἀνασχοῦσα · ἀναδοῦσα.

### alpha 1690

Ἀνασχών · ἀνατείνας.

### alpha 1691

Ἀνατί · ἀβλαβῶς καὶ ἄνευ τίσεως καὶ τιμωρίας καὶ ἄτης.

### alpha 1692

Ἀνατεθυμένος · ἀναπεπεισμένος. οἱ δὲ ἀνακεκαυμένος.

### alpha 1693

Ἀνασχετός · Δημοσθένης καὶ Θουκυδίδης (1, 118, 2). καὶ Ἀνάσχωμαι Φερεκράτης (fr. 15 Dem.), ἀνασχήσομαι δὲ Ἀριστοφάνης (Ach. 299).

### alpha 1694

Ἀνατίθεμαι · ἀθετῶ.

### alpha 1695

Ἀνατίθεμαι τὰ πράγματα τούτῳ · οἷον τὴν ἐξουσίαν πᾶσαν τῶν πραγμάτων τόνδε ἔχειν βούλομαι.

### alpha 1696

Ἀνατεῖλαι · ἀνθῆσαι, ἐκ μεταφορᾶς τῶν βοτανῶν.

### alpha 1697

Ἀνατλάντες · ὑπομείναντες.

### alpha 1698

Ἀνατείνας τὴν ψυχήν · ἐπὶ τὰ ἄνω τρέψας καὶ ἐπὶ τὴν τῶν θεῶν θέαν.

### alpha 1699

Ἄνατος · ὁ ἀβλαβής.

### alpha 1700

Ἀνατάξασθαι (Ev. Luc. 1, 1)· εὐτρεπίσασθαι.

### alpha 1701

Ἀνάτλημα · ὑπομονή. καὶ ἀνατλῆναι · ὑπομεῖναι.

### alpha 1702

Ἀνατύπωσις · διανόησις.

### alpha 1703

†Ἀνατυπῶσαι† · ἀντὶ τοῦ ἀνατρέψαι. Ἀντίμαχος (fr. 115 Wyss).

### alpha 1704

Ἄναυδος · ἄφωνος.

### alpha 1705

Ἀνατρέχω · ἀντὶ τοῦ ἀναλύω. Μένανδρος (fr. 680, 2 K.—Th.).

### alpha 1706

Ἀνατεθυμιαμένος · ἀναπεπεισμένος. ἢ ἀνακεκαυμένος.

### alpha 1707

Ἀνατρέπειν · ἀναστρέφειν.

### alpha 1708

Ἀνάτριπτα ἱμάτια · ἐγνωρίζετο παρὰ τοῖς ἀρχαίοις καὶ αὕτη ἡ χρῆσις τῶν ἱματίων. ἔστι δὲ ἀνάτριπτα τὰ ἀνατριβόμενα ἐν τῷ κνάπτεσθαι καὶ τὴν κροκύδα ἀνιέντα πυκνὴν καὶ λεπτήν.

### alpha 1709

Ἀναφαίνεις · φανερὰ ποιεῖς.

### alpha 1710

Ἀναφαιρέτους · μὴ ἀφαιρουμένους.

### alpha 1711

Ἀναφανδόν · φανερῶς.

### alpha 1712

Ἀναφῆναι · ἐκφῆναι.

### alpha 1713

Ἀναφοιτῆσαι · ἀνελθεῖν.

### alpha 1714

Ἀναφορεῖς · οἱ ἀνέχοντες ἢ ἀναβαστάζοντες.

### alpha 1715

Ἀναφαλαντίαν , οὐκ ἀναφάλαντον λέγουσιν. καὶ ἀνάσιλλον τὸ αὐτό.

### alpha 1716

Ἀναφλασμόν · τὰ ἀφροδίσια. Εὔπολις Αὐτολύκῳ (fr. 61 K.). καὶ ἀναφλᾶν τὸ μαλάττειν τὸ αἰδοῖον.

### alpha 1717

Ἀναφλύστιοι · δῆμος φυλῆς Ἀντιοχίδος. ἔνιοι μέντοι τῶν ἱστορικῶν ὡς πόλεως τῆς Ἀναφλύστου μνημονεύουσιν.

### alpha 1718

Ἀναφοράν · τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ’ ἄλλους. Δημοσθένης κατὰ Κτησιφῶντος (18, 219).

### alpha 1719

Ἀναφοιβάσας · ἀνακαθάρας.

### alpha 1720

Ἀναφράξαντες · ἀναπτύξαντες, ἀναπετάσαντες.

### alpha 1721

Ἀναφρονέων · ἀναλογιζόμενος.

### alpha 1722

†Ἀναχάσκειν† · ὃ ἡμεῖς ἀνέχασκεν.

### alpha 1723

Ἀναχαιτίζει · ἀναποδίζει, ἀνακόπτει.

### alpha 1724

Ἀναχαιτίζειν · τὸ ἀπειθεῖν καὶ ἀντιτείνειν. Σοφοκλῆς (fr. 180 N. 2 = 179 R.).

### alpha 1725

Ἀνὰ χθόνα · ἐπὶ τὴν γῆν.

### alpha 1726

Ἀνάχυσιν · βλακείαν, ἔκλυσιν. καὶ ἐπίτασίν τινος ἢ πλεονασμόν.

### alpha 1727

Ἀναχωρίζει · ἀντὶ τοῦ ἀναχωρεῖν ποιεῖ. Ξενοφῶν (An 5, 2, 10). καὶ ἀναχωρεῖ τὸ παθητικόν.

### alpha 1728

Ἀνάψαι · ἀναθεῖναι, κοσμῆσαι.

### alpha 1729

Ἀναψύχουσα · ξηραίνουσα, ῥιπίζουσα.

### alpha 1730

Ἀναψύχοντα · ἀναπνέοντα πρὸς τὴν τοῦ ἀνέμου πνοήν.

### alpha 1731

Ἀναψυχῆναι · ἀναπαύσασθαι. ἢ ἀναψύξαι. Ἀμειψίας Μοιχοῖς (fr. 13 K.).

### alpha 1732

Ἀναψῦχον · ἀντὶ τοῦ ἀναπνοὴν διδοῦν.

### alpha 1733

Ἀναψηφίσασθαι · τὸ μεταψηφίσασθαι. Φερεκράτης Δουλοδιδασκάλῳ (fr. 47 K.)· „κἀναψηφίσασθ’ ἀποδοῦναι πάλιν τὰ χρυσία“.

### alpha 1734

Ἀναψυχομένη · ἀντὶ τοῦ ἀναπαυομένη.

### alpha 1735

Ἁνδάνει · ἀρέσκει.

### alpha 1736

Ἄνδηρα · τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι διὰ τὸ ἀεὶ ἔνικμα καὶ διερὰ εἶναι. Ὑπερείδης δὲ (fr. 113 J.) τὰ ἀναχώματα λέγει διὰ τὸ ὑπεράνω εἶναι τῶν διερῶν.

### alpha 1737

Ἀνδοκίδου Ἑρμῆς · Δοῦρις μὲν (FGrHist 76 F 68) αὐτοσχεδιάζει, ὡς ἔοικεν, Ἀνδοκίδου εἶναι λέγων τὸν Ἑρμῆν ἀνάθημα, Αἰσχίνης δὲ (1, 125) καὶ αὐτὸς Ἀνδοκίδης (1, 62) τῆς Αἰγηΐδος φυλῆς μαρτυροῦσιν εἶναι ἀνάθημα.

### alpha 1738

Ἀνδράγρια · σκῦλα ἐξ ἀνδρῶν.

### alpha 1739

Ἀνδράχλη · διὰ τοῦ λ Ἀττικοὶ ἀντὶ τοῦ ν. Σοφοκλῆς (fr. 823 R.)· „χλωροῖσι κορμοῖς ἀνδράχλης ἀναίθεται“.

### alpha 1740

Ἀνδραγαθία · Ὑπερείδης (2, 16 J.)· „ἐστεφάνωμαι δὲ ὑπό τε τῶν ἱππέων ἁπάντων ἀνδραγαθίας ἕνεκα“. λέγεται δὲ καὶ ἀνδραγαθίζεται (Thuc. 2, 63, 2) καὶ ἀνδραγαθίζεσθαι (Thuc. 3, 40, 4).

### alpha 1741

Ἀνδράποδον · καὶ ἐπὶ θηλείας εἴρηκε Φερεκράτης (fr. 16 Dem.).

### alpha 1742

Ἀνδραποδοκλόπος · Σοφοκλῆς (fr. 1011 R.), ἀνδραποδοκλέπτης δὲ Μένανδρος (fr. 822 K.—Th.).

### alpha 1743

Ἀνδράριον · Ἀριστοφάνης (Ach. 517).

### alpha 1744

Ἀνδρεία φύσις · Ἄρχιππος (fr. 6 Dem.)· „Πειθοῦς γὰρ οὐκ ἦν οὔτε βωμὸς οὔτε πῦρ οὔτ’ ἐν γυναιξὶν οὔτ’ ἐν ἀνδρείᾳ φύσει“.

### alpha 1745

Ἀνδραποδισμός · αἰχμαλωσία.

### alpha 1746

Ἀνδραποδοκάπηλος · μεταβολεὺς ἀνδραπόδων. καὶ ἀνδραποδοκάπηλος · ὁ σωματέμπορος, παρὰ τὸ καπηλεύειν τὰ ἀνδράποδα, ὅ ἐστι πιπράσκειν.

### alpha 1747

Ἀνδραποδώδεις · δουλοπρεπεῖς, δουλογνώμονας.

### alpha 1748

Ἀνδρακάς · τὸ κατ’ ἄνδρα †χωρίσαι†. Κρατῖνος ἐν Βουκόλοις (fr. 19 K.). {Θουκυδίδης δὲ ἀντὶ τοῦ ἴσον καὶ ἀντικείμενον}.

### alpha 1749

Ἀνδραποδιστής · οὐ μόνον ὁ τοὺς ἐλευθέρους δουλούμενος, ἀλλὰ καὶ ὁ τῶν δεσποτῶν τοὺς δούλους ὑποσπῶν εἰς ἑαυτόν.

### alpha 1750

Ἀνδραπόδητοι · οἱ σὺν ἀνδραπόδοις ἀποδημήσαντες.

### alpha 1751

Ἀνδραφάσσειν · κατ’ ἄνδρα ἐφάπτεσθαι.

### alpha 1752

Ἄνδραγχος · δήμιος, ὁ τοὺς ἄνδρας ἄγχων.

### alpha 1753

†Ἀνδραφόνων† · οὕτως Σόλων ἐν τοῖς Ἄξοσιν (fr. 3 R.) 〈ἀντὶ〉 τῶν ἀνδροφόνων ἀεί φησιν.

### alpha 1754

Ἀνδρεία · ἡ τῶν ἀνδρῶν ἡλικία. Ἀντιφῶν ἐν τῷ Περὶ ὁμονοίας (87 B 67a D.—K.).

### alpha 1755

Ἀνδρείκελον · ὅμοιον 〈ἀνδρί〉. σημαίνει δὲ καὶ τὸ μίγμα τῶν ζωγράφων, ὃ καλεῖται χρωμάτων κρᾶσις.

### alpha 1756

Ἀνδραποδώδη τρίχα (Pl. Alc. 1, 120b)· τὴν τῶν ἀνδραπόδων ἰδίαν κουράν, ἣν ἀπελευθερωθέντες ἤλλασσον Ἀθήνησιν αἱ δοῦλαί τε καὶ οἱ δοῦλοι.

### alpha 1757

Ἀνδρεῖος πρὸς δωροδοκίαν · ὁ Ῥήτωρ· „πρὸς μὲν τὴν τῶν πραγμάτων κίνησιν, ὡς ἔοικε, δειλὸς τυγχάνεις, πρὸς δὲ τὴν δωροδοκίαν ἀνδρεῖοσ“.

### alpha 1758

Ἀνδρικήν · τὴν ἰσχυράν. Πλάτων Νόμων ζʹ (814e).

### alpha 1759

Ἀνδριστὶ μιμεῖσθαι φωνήν · ὡς ἀνήρ. Κράτης Λαμίᾳ (fr. 3 Dem.).

### alpha 1760

Ἀνδρίον · τὸ ὑποκοριστικόν. Εὐριπίδης Αὐτολύκῳ (fr. 282a Snell)· „μηδὲν τῷ πατρὶ μέμφεσθ’ ἄωρον ἀποκαλοῦντες ἀνδρίον“.

### alpha 1761

Ἀνδρικὸς καὶ ἀνδρικώτατος · Πλάτων (Phaedr. 273b) καὶ Ἀριστοφάνης (Equ. 81), ἀνδρικώτερος δὲ Ἀναξανδρίδης (fr. 1 Dem.) καὶ ἀνδρωδῶς Ἰσοκράτης Παναθηναϊκῷ (12, 31).

### alpha 1762

Ἀνδρηλατεῖν · ἄνδρας ἐλαύνειν. καὶ ἀνδρηλατεῖσθαι · ἐλαύνεσθαι. καὶ πολλὴ τῆς τοιαύτης φωνῆς παρὰ τοῖς ἀρχαίοις ἡ χρῆσις.

### alpha 1763

Ἀνδρογύνων · ἀσθενῶν, γυναικῶν καρδίας ἐχόντων.

### alpha 1764

Ἀνδρογύνων ἄθυρμα · Εὔπολις ἐν Ἀστρατεύτοις (fr. 3 Dem.). ἀνδρογύνους δὲ ἔλεγον τοὺς ἄνδρας μὲν τὸ σῶμα φύντας, εἰς γυναῖκας δὲ σφᾶς αὐτοὺς ἀφέντας καὶ τὰς τούτων ἐπιτηδεύσεις ἐπιτηδεύοντας.

### alpha 1765

Ἀνδροκόβαλος · κακοῦργος, πανοῦργος.

### alpha 1766

Ἀνδροκτασιάων · ἀνδροφονιῶν.

### alpha 1767

Ἀνδροληψία · τὸ ἁρπάζειν ἄνδρας ἔκ τινος πόλεως· ἠνεχύραζον γὰρ τὴν ἔχουσαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐτὸν εἰς τιμωρίαν. καὶ τοῦτο ἐκαλεῖτο ἀνδροληψία, καὶ οὐδετέρως Ἀνδρολήψιον.

### alpha 1768

Ἀνδριάς · ὡς ἐν τῇ συνηθείᾳ λέγουσιν αἱ μητέρες περὶ τῶν υἱῶν „ὁ καλὸς ἀνδριάς μου“, Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος (18, 129)· „τὸν καλὸν ἀνδριάντα“ †γράφοντα†. λέγεται δὲ ἀνδριὰς καὶ τὸ ἄγαλμα καὶ ὁ ἐκ χαλκοῦ καὶ ξύλου καὶ χρυσίου καὶ τῆς ἄλλης ὕλης, ὅση δύναται δέξασθαι καὶ κατέχειν εἶδος. λέγεται δὲ τούτων ἕκαστον καὶ κατὰ συνθήκην τῆς ὕλης, ὁ χαλκοῦς ἀνδριὰς καὶ ὁ ξύλινος ἀνδριὰς καὶ τὰ ὅμοια. λέγεται μέντοι καὶ ἐπὶ τῶν ἄλλων ζῴων καταχρηστικῶς ἀνδριάς.

### alpha 1769

Ἀνδρόπαις · ὁ ἤδη ἀνδρούμενος παῖς.

### alpha 1770

Ἀνδροσάθων · ὁ μέγα ἔχων τὸ αἰδοῖον.

### alpha 1771

Ἀνδροκάπραινα · Φερεκράτης (fr. 17 Dem.)· „ἀνδροκάπραινα καὶ μεθύση καὶ φαρμακίσ“.

### alpha 1772

Ἀνδροσάθης · ἀνδρὸς αἰδοῖον ἔχων· τὸ γὰρ αἰδοῖον σάθη, ἀπὸ τοῦ σάττειν.

### alpha 1773

Ἀνδρομέοιο · ἀνθρωπίνου.

### alpha 1774

Ἀνδρωθεῖσα · ἀνδρὶ συνοικήσασα, διακορηθεῖσα.

### alpha 1775

Ἀνδρώσασθαι · συγγενέσθαι.

### alpha 1776

Ἀνδρῶνα · οἶκον, ἔνθα ἄνδρες ἀθροίζονται.

### alpha 1777

Ἀνεβάλλοντο · ἀντὶ τοῦ ἐσχηματίζοντο.

### alpha 1778

Ἀνέβαλλεν · ἀναβολὴν ἐδίδου.

### alpha 1779

Ἀνεβάλλετο · ἀνεκρούετο· ἀναβολὰς γὰρ καὶ τὰς ἀνακρούσεις καὶ τὰς ἀρχάς. ὅθεν καὶ τὸ ἤρχετο καὶ ἀπήρχετο. σημαίνει δὲ καὶ τὸ ὑπερετίθετο.

### alpha 1780

Ἀνεβίω · ἀνέζησεν.

### alpha 1781

Ἀνεβίωσα καὶ ἀνεβίωσε καὶ ἀνεβίω , καὶ ἀναβιώσκεται καὶ ἀναβιώσκει μᾶλλον ἢ ἀναβιοῖ. λέγουσι δὲ καὶ ἀναζῆν.

### alpha 1782

Ἀνέβησεν · ἀντὶ τοῦ ἀνεβίβασεν. Ἡρόδοτος (1, 80, 2).

### alpha 1783

Ἀνεβιωσάμην · ἀντὶ τοῦ ἀναβιῶναι ἐποίησα. Κράτης (fr. 45 K.).

### alpha 1784

Ἀνεγείρει καὶ ῥιπίζει τὸν ὄχλον ἢ τὴν πόλιν · ἐναργὴς ἡ συμπλοκὴ τοῦ λόγου, καὶ σημαίνει τὸ ἐρεθίζει καὶ ἀνακινεῖ. τὸ μέντοι ῥιπίζει ἀπὸ τῆς τοῦ πυρὸς ῥιπίσεως εἴρηται.

### alpha 1785

Ἀνεγνάμφθη · ἀνεκάμφθη.

### alpha 1786

Ἀνέγρετον · ἀνυπόστροφον.

### alpha 1787

Ἀνέγγυοι γάμοι · οἱ μὴ γάμῳ ἡνωμένοι. Εὐριπίδης Ἐρεχθεῖ (fr. 369a Snell).

### alpha 1788

Ἀνέγκλητον · Δημοσθένης ἐν τῷ πρὸς Ἀλέξανδρον (Epist. 2, 14), ἀνεγκλητὶ δὲ Πλάτων Μενελάῳ (fr. 231 K.), ἀνεγκλήτως δὲ Ξενοφῶν.

### alpha 1789

Ἀνέγνωκας · καὶ ταύτῃ τῇ κλίσει κέχρηνται, καὶ οὐ μόνον ἀνέγνως. Πλάτων Θεαιτήτῳ (152a) καὶ Δημοσθένης (50, 57).

### alpha 1790

Ἀνεδείματο · †ἀνῆλθεν†.

### alpha 1791

Ἀνέδραμεν · ἀντὶ τοῦ ηὐξήθη. Ἡρόδοτος (1, 66, 1).

### alpha 1792

Ἀνέδην · ἀνειμένως. δύναται δὲ καὶ ἀπὸ τῶν ἵππων μετάγεσθαι, οἷς ἂν αἱ ἡνίαι ἀνεθῶσι. Πλάτων Νόμων ιαʹ (919c)· „εὑρεῖν μηχανὴν, ὅπως ἤθη μὴ ἀνέδην“. οὕτως καὶ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου (18, 11).

### alpha 1793

Ἀνεζωπυρήθη · διεθερμάνθη.

### alpha 1794

Ἀνεζεύγνυον · Ξενοφῶν εἴρηκε Παιδείας ηʹ (5, 28).

### alpha 1795

Ἀνέζεσεν αἷμα · ἐπὶ ὀργιζομένου σφόδρα θείης ἂν τὴν φωνήν. Φερεκράτης (fr. 18 Dem.).

### alpha 1796

Ἀνέθει · ἀνέτρεχεν.

### alpha 1797

Ἀνεκάς · ψιλῶς, τὸ ἄνω λέγουσι, καὶ ἀνέκαθεν τὸ ἄνωθεν. Εὔπολις Αὐτολύκῳ (fr. 50 K.) καὶ Κράτης Ἥρωσι (fr. 10 K.) καὶ Κρατῖνος Ὥραις (fr. 12 Dem.).

### alpha 1798

Ἀνελήμων καὶ ἀνελεήμων φασί. Νικοχάρης δὲ ἀνελεήμων λέγει (fr. 20 K.).

### alpha 1799

Ἀνεθέλητον · ἀντὶ τοῦ 〈οὐκ〉 ἐθελητόν. Ἡρόδοτος ζʹ (88, 1 et 133, 2).

### alpha 1800

Ἀνεμοτρεφές · τὸ ὑπὸ ἀνέμου τυπτόμενον καὶ κινούμενον καὶ ηὐξημένον. ἢ στερρὸν καὶ εὔτονον· τοιαῦτα γὰρ τὰ ὑπὸ ἀνέμου δονούμενα τῶν δένδρων.

### alpha 1801

Ἄνεμος καὶ ὄλεθρος ἄνθρωπος · πάνυ καινῶς εἴρηται καὶ ἐναργῶς. ἔστι δὲ Εὐπόλιδος (fr. 376 K.)· τὸ μὲν γὰρ ἄνεμος δηλοῖ τὸ πανταχοῦ φερόμενον ἀνέμου δίκην καὶ ἀλώμενον καὶ ἀβέβαιον, τὸ δὲ ὄλεθρος ὀλέθρου ἄξιον καὶ ἀπωλείας. χρήσῃ δὲ τῷ λόγῳ, ὥς φησι Φρύνιχος (Praep. soph. 21, 12.25), ἐν συνουσίαις.

### alpha 1802

Ἀνεμιαῖα · τὰ ὑπηνέμια τῶν ᾠῶν. κατὰ μεταφορὰν δὲ καὶ οἱ ἄχρηστοι καὶ μάταιοι τῶν λόγων.

### alpha 1803

Ἀνεικάσασθε · ἀνασκώψατε. Κρατῖνος Δραπέτισι (fr. 63 K.).

### alpha 1804

Ἀνεικέναι τιμάς · οἷον ἐπ’ ἔλαττον γεγενῆσθαι, ὅταν ἐξ ἐπιτιμήσεως πρὸς τὸ μεῖον ὑπάγωνται. Δημοσθένης ἐν τῷ κατὰ Διονυσοδώρου (56, 25)· „τὰς γὰρ τιμὰς τὰς ἐνθάδε ἀνεικέναι ἤκουσα“.

### alpha 1805

Ἀνείληπτός ἐστι τὸ Ἑλληνικόν, οὐχὶ ἀνάλειπτος οὐδὲ ἕτερον τοιοῦτον οὐδέν.

### alpha 1806

Ἀνείλεσθαι · συστρέφεσθαι καὶ ἀλλήλους τοῖς δόρασι τύπτειν.

### alpha 1807

Ἀνείλλεται (Pl. Symp. 206d)· ἀνειλεῖται.

### alpha 1808

Ἀνεῖλεν · ἀντὶ τοῦ ἐμαντεύσατο· διφορεῖται γὰρ ἡ λέξις, ἐπεὶ ἔστιν ὅτε καὶ ἀντὶ τοῦ ἐφόνευσεν λαμβάνεται. ἀνελεῖν δὲ τὸ μαντεύεσθαι ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ πνεῦμα καὶ πληροῦσθαι τοῦ θεοῦ, ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν ἄγνοιαν. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη καὶ τρέφειν, καὶ ἁπλῶς ὅπερ ἄν τις ἀναλαμβάνοιτο.

### alpha 1809

Ἀνειλόμην · δύο δηλοῖ, τό τε ἔθρεψα καὶ τὸ ἐβάστασα.

### alpha 1810

Ἀνειλήθυιαν · ἄτοκον. Εὐριπίδης (Ion. 453).

### alpha 1811

Ἀνειλυσπῶ · ἀνέβαινες.

### alpha 1812

Ἀνιμᾶσθαι · ἀντλεῖν, ἀναφέρειν, ἀρύεσθαι.

### alpha 1813

Ἀνειμέναι · ἐκλελυμέναι.

### alpha 1814

Ἀνείμονες · ἀνίματοι, ἄνευ ἱματίων.

### alpha 1815

Ἀνεῖναι · ἀφεῖναι.

### alpha 1816

Ἀνεῖναι κύβον · ἀντὶ τοῦ ἀναρρῖψαι κύβον.

### alpha 1817

Ἀνεῖπεν · ἀνεκήρυξεν, ἀνηγόρευσεν.

### alpha 1818

Ἀνεῖργεν · ἀπεκώλυεν.

### alpha 1819

Ἀνείρηκε τὸν χρησμόν · καὶ τὸν κήρυκα ἀνειπεῖν λέγουσιν.

### alpha 1820

Ἀνείρειν · ἀναπείρειν, ὅθεν καὶ ἡ ἄνερσις παρὰ Θουκυδίδῃ (1, 6, 3)· „καὶ χρυσῶν στεφάνων ἀνέρσει“.

### alpha 1821

Ἀνεῖσθαι · λελύσθαι.

### alpha 1822

Ἀνίμων τοῖς δόρασιν (Xen. An. 4, 2, 8)· ἀντὶ τοῦ ἀνεῖλκον.

### alpha 1823

Ἄνεισιν · ἀνέρχεται.

### alpha 1824

Ἀνεῖται · ἀπολέλυται.

### alpha 1825

Ἀνέκραγεν , οὐκ ἀνεκραύγασεν. καὶ ἀνακραγεῖν καὶ πάντα τὰ ὅμοια οὕτως.

### alpha 1826

Ἀνεκρούετο · ἀνέκοπτεν, ἀνέστελλεν.

### alpha 1827

Ἀνεκυμβάλιζον · κτύπον ἐποίουν, ἐκρότουν.

### alpha 1828

Ἀνεκώχευον · ἀνεχώρουν.

### alpha 1829

Ἀνεκάχασε · Πλάτων Πολιτείας αʹ (337a)· „καὶ ὃς ἀκούσας ἀνεκάχασε μέγα σαρδόνιον“. χρὴ δὲ δι’ ἑνὸς κ τοῦτο γράφειν.

### alpha 1830

Ἀνεκτοί · Θουκυδίδης (2, 35, 2)· „καὶ μέχρι τοῦ〈δε〉 ἀνεκτοὶ 〈οἱ〉 ἔπαινοί εἰσιν“. ἀνεκτὰ δὲ Πλάτων Σοφισταῖς (fr. 11 Dem.) καὶ Ἀνεκτῶς Ἰσοκράτης (5, 11).

### alpha 1831

Ἀνέκτημαι · ἀντὶ τοῦ ἀνείληφα. Σοφοκλῆς εἶπεν (fr. 331 N. 2 = 358 R.).

### alpha 1832

Ἀνελέσθαι πόλεμον · ἀντὶ τοῦ πόλεμον ποιῆσαι.

### alpha 1833

Ἀνελεύθερον σῶμα · Φερεκράτης Μυρμηκανθρώποις ἔφη (fr. 8 Dem.).

### alpha 1834

Ἀνελκταῖς ὀφρύσι σεμνόν · εἴρηται παρὰ Κρατίνῳ (fr. 355 K.).

### alpha 1835

Ἀνελεύθερος · ὁ μικρολόγος. ἢ ὁ ἐκτὸς τῆς ἀληθείας ποιῶν τι.

### alpha 1836

Ἀνελοῦσα γὰρ τὸν νόμον ἐχειροτόνησεν †αὐτήν† · τοῦτο τὸ χωρίον Δημοσθένης μὲν ἐν τῷ κατὰ Ἀνδροτίωνος εἶπε (22, 20). διττὴ δὲ φέρεται ἡ γραφή, ἡ μὲν ὡς προγέγραπται, ἡ δὲ ἀντὶ τοῦ αὐτῇ αὐτὴν {δὲ} λέγει κατ’ αἰτιατικήν. καὶ ἡ μὲν κατ’ αἰτιατικὴν προαγομένη τοιοῦτον ἔχει τὸν νοῦν· ἀνελοῦσα τοῦτον τὸν νόμον ἤτοι παραβᾶσα διαχειροτονίαν περὶ αὑτῆς ἔδωκεν, ὅτι χρὴ στεφανοῦν αὐτήν· ἡ δὲ κατὰ δοτικήν· ἀνελοῦσα τοῦτον τὸν νόμον ἐχειροτόνησεν ἐκεῖνον ἑαυτῇ.

### alpha 1837

Ἀνέλπιστον βίον · τὸν κάλλιστον εἰρήκασιν Ἀττικοί, ἐν ᾧ οὐκ εἰς ἐλπίδας ἐπτόηνται, ἀλλὰ πάρεστιν ἤδη τὰ ἀγαθά. οὕτως Πίνδαρος.

### alpha 1838

Ἀνελπίστως · τὸ ἀπροσδοκήτως ἐν τῷ Περὶ τοῦ στεφάνου Δημοσθένης (18, 182).

### alpha 1839

Ἀνέμητα · ἀμέριστα.

### alpha 1840

Ἀνεμοκοῖται · οἱ ἀνέμους κοιμίζοντες· γένος δέ φασι τοιοῦτον ὑπάρχειν ἐν Κορίνθῳ.

### alpha 1841

Ἀνεμοτρεφές · τὸ ἐν εὐηνέμοις τόποις τεθραμμένον· εὔτονον γὰρ τοῦτο.

### alpha 1842

Ἀνεμῶναι · μάζης τι γένος. καὶ φίλημα δέ τι οὕτω καλεῖται. καὶ ἡ μήκων. οἱ δὲ πᾶν φυτὸν τὸ ταχέως ὑπὸ ἀνέμων φθειρόμενον.

### alpha 1843

Ἀνενεχθείσας · ἀντὶ τοῦ ἀνενεγκούσας.

### alpha 1844

Ἀνέντες · ἀναπείσαντες.

### alpha 1845

Ἀνεξέλεγκτος · ἀβασάνιστος, ἀγύμναστος, ἀδόκιμος.

### alpha 1846

Ἀνεξεύρετα · ἐν γʹ Θουκυδίδης (87, 3)· „ἀνεξεύρετος ἀριθμόσ“. οὕτως δὲ καὶ Ἑλλάνικος κέχρηται (FGrHist 4 F 194).

### alpha 1847

Ἀνεξίτητον · ἀνεξέλευστον.

### alpha 1848

Ἀνεξέταστος · Δημοσθένης δʹ Φιλιππικῶν (36) καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (22).

### alpha 1849

Ἀνέξοδον · Εὐριπίδης ἐν Ἐρεχθεῖ εἴρηκεν (fr. 369b Snell).

### alpha 1850

Ἀνέπαλτο · ἀνεπήδησεν.

### alpha 1851

Ἀνεπάτησας · ἀντὶ τοῦ κατεπάτησας.

### alpha 1852

Ἀνέπαφον · ἀνεύθυνον, καθαρόν, ἀθιγές, ἀψηλάφητον.

### alpha 1853

Ἀνεπαφρόδιτος · ὁ μὴ ἐπίχαρις καὶ ἀηδής.

### alpha 1854

Ἀνεπαχθές · ἀβαρές, ἐλαφρόν.

### alpha 1855

Ἀνεπίδικα · τῶν μὴ θεμένων διαθήκας ἐπιδικάζεσθαι τοῖς κλήροις ὁ νόμος συγχωρεῖ τοὺς ἐγγυτάτω γένους, ὅσα ὡς υἱός τις ἢ υἱδοῦς τοῦ τετελευτηκότος ἀξιοῖ κατέχειν. ταῦτα ἀνεπίδικα λέγεται.

### alpha 1856

Ἀνεπιεικές · ἀντὶ τοῦ οὐκ ἐπιεικές, ἀλλὰ κακόν. Ἀριστοφάνης (fr. 50 Dem.) καὶ Αἰσχίνης (fr. 59 Dittmar).

### alpha 1857

Ἀνεπικλήρωτοι · οἷον ἄνευ τοῦ κληρώσασθαι. Ἰσαῖος εἴρηκεν (fr. novum).

### alpha 1858

Ἀνεπίληπτον · ἄμεμπτον.

### alpha 1859

Ἀνεπίκλητος καὶ ἀνεπικλήτως φασὶ καὶ ἀνεπικλητότερον (Xen. Ages. 1, 5), ὡσαύτως καὶ τὸ ἀνέγκλητος .

### alpha 1860

Ἀνεπίπληκτος · ᾧ οὐδεὶς ἐπιπλήττει ἁμαρτάνοντι.

### alpha 1861

Ἀνεπιστάτητον · ἀφύλακτον.

### alpha 1862

Ἀνεπόπτευτον · τὸ μὴ ἐποπτεῦον. οὕτως Ὑπερείδης (fr. 174 J.). τὸ δὲ ἐποπτεῦσαι καὶ ἐποπτικά, ὡς Φιλόχορος δηλοῖ πρὸς Δημήτριον (FGrHist 328 F 69—70).

### alpha 1863

Ἀνέριστα · ἀφιλονείκητα.

### alpha 1864

Ἀνερμάτιστον · ἀστήρικτον, ἄοπλον, ἀπαρασκεύαστον.

### alpha 1865

Ἀνεργήσει · ἀναρτήσει καὶ οἷον κωλύσει.

### alpha 1866

Ἀνερρίπιζεν · ἀνεκίνει, ἐτάρασσεν, ἀνήγειρεν.

### alpha 1867

Ἀνερρίπτουν · ἀνελάμβανον.

### alpha 1868

Ἀνέρριπται κύβος · οἷον ἀποκεκινδύνευται.

### alpha 1869

Ἀνερριχῶντο · 〈εἰσ〉 τὰ προσάντη ἀνέβαινον χερσὶν ἀντιλαμβανόμενοι καὶ στηριζόμενοι.

### alpha 1870

Ἀνέρριψαν (κ 130)· ἀνέβαλον, ἢ ἀπηρνήσαντο, ἢ ἀνεβάλλοντο.

### alpha 1871

Ἀνέρρωγε · Φερεκράτης Τυραννίδι (fr. 10 Dem.)· „ὥστ’ ἀνέρρωγε 〈ν〉 τὸ φώνημα εὐθὺς ὀξὺ καὶ μέγα“.

### alpha 1872

Ἀνερωτῷ · ἐπὶ εὐκτικοῦ τρίτου προσώπου· περισπᾶται δὲ τὰ τοιαῦτα. λέγουσι δὲ καὶ ἐῷ ἀντὶ τοῦ ἐῴη. ἡ λέξις Διογενιανοῦ (fr. novum).

### alpha 1873

Ἀνέσαντες (N 657)· ἀνακαθίσαντες.

### alpha 1874

Ἀνεσία · ἀντὶ τοῦ ἄνεσις. εἴρηται ἀπὸ τοῦ ἀνεῖσθαι. Κρατῖνος Βουκόλοις (fr. 20 K.).

### alpha 1875

†Ἀνεσίμου† · ἀνήλισκε, κατεδαπάνα.

### alpha 1876

Ἀνεσκευασμένοι · τὰ ὅπλα ἐνδυσάμενοι.

### alpha 1877

Ἀνεσκιρτημέναι · Εὔπολις ἐπὶ τῶν αἰγῶν εἴρηκεν (fr. 22 K.).

### alpha 1878

Ἀνεσκολοπισμένον · ἀνεσταυρωμένον· σκόλοπες γὰρ τὰ ὀρθὰ ξύλα ἢ καὶ κάλαμοι.

### alpha 1879

Ἀνεσκευάσαντο · τὸ ἀναστάτους γενέσθαι καὶ οἷον ἀπείπασθαι.

### alpha 1880

Ἀνέσπακεν · ἀνεύρηκεν, εἴληφεν. Μένανδρος Ῥαπιζομένῃ (fr. 362 K.—Th.): „πόθεν γάρ, ὦ φίλοι θεοί, τούτους ἀνέσπακε τοὺς λόγους;“

### alpha 1881

Ἀνεστάλη · ἐσείσθη, μετεκινήθη.

### alpha 1882

Ἀνέστιος · ἄοικος.

### alpha 1883

Ἀνεστομώθησαν · ἀνεκρούσθησαν, ἢ ἐπληρώθησαν.

### alpha 1884

Ἀνεσύρατο · ἐγύμνωσεν.

### alpha 1885

Ἀνέσφηλεν · ἀνέζησεν.

### alpha 1886

Ἀνέσχετο · ἀνέτεινε.

### alpha 1887

Ἀνεστόμωσε τὰς τάφρους · ἀντὶ τοῦ ἀνέῳξε. Ξενοφῶν Παιδείας ζʹ (5, 15).

### alpha 1888

Ἄνετον · Ὑπερείδης (fr. 72 J.) τὸ ἀνειμένον θεῷ ἱερόν.

### alpha 1889

Ἀνευθέτου (Act. Ap. 27, 12)· ἀχρήστου.

### alpha 1890

Ἀνεύθυνος · ὁ καθαρὸς αἰτίας καὶ κρείττων τοῦ εὐθύνεσθαι.

### alpha 1891

Ἀνέφικτον · ἀκατάληπτον.

### alpha 1892

Ἀνευφήμησεν · ἀντὶ τοῦ ἐθρήνησε. Πλάτων (Phaed. 60a).

### alpha 1893

Ἀνεφθάρη · ἀντὶ τοῦ μετὰ φθορᾶς ἀνέστη. Κρατῖνος Ὥραις (fr. 13 Dem.).

### alpha 1894

Ἀνεφόρησαν · ἀντὶ τοῦ ἀνήνεγκαν. Θουκυδίδης δʹ (115, 2).

### alpha 1895

Ἀνεφυσῶντο · ἀντὶ τοῦ ἐμετεωρίζοντο.

### alpha 1896

Ἀνέφυ · ἀνέζησεν.

### alpha 1897

Ἀνέφαπτον · ἧς οὐδεὶς ἐφάπτεται. Θουκυδίδης.

### alpha 1898

Ἀνεχαίτισεν · ἀντὶ τοῦ ἀνέκοψεν ἢ ἀνέτρεψεν.

### alpha 1899

Ἀνέχειν · τὸ ἀνατέλλειν τὸν ἥλιον ἢ τὴν σελήνην. λέγεται ἀνέχειν καὶ τὸ ἐξέχειν καὶ προέχειν. Θουκυδίδης δʹ (53, 3). λέγεται ἀνέχειν καὶ τὸ κωλύειν, ὡς ὁ αὐτὸς ἐν ϛʹ (86, 4). καὶ ἀνέχειν τὸ διαβαστάζειν καὶ φέρειν, ὃ καὶ ἀνέχεσθαι καὶ ἐπανέχειν λέγεται.

### alpha 1900

Ἀνέχει · σῴζει. οὐχ ὥς τινες ἀντὶ τοῦ ἐπέχει. καὶ Θουκυδίδης (1, 141, 5)· „αἱ περιουσίαι τῶν χρημάτων τοὺς πολέμους ἀνέχουσιν“, ἀντὶ τοῦ σῴζουσιν.

### alpha 1901

Ἀνέχεσθαι τοῦτον , οὐχὶ τούτου. Εὔπολις Βάπταις (fr. 6 Dem.)· „οὐκ ἀνέχομαι αὐτόν· ἀντιπράττει παρὰ μέλοσ“. οὕτως Μένανδρος (cf. fr. 26 K.—Th.) καὶ Δημοσθένης (18, 160).

### alpha 1902

Ἀνεχρήσαντο · διέφθειραν. οὕτως Θουκυδίδης (cf. 1, 126, 11). σημαίνει δὲ καὶ τὸ εἰς χρείαν τινὰ παρειλήφασιν.

### alpha 1903

Ἄνεχε · ἀντὶ τοῦ πάρεχε. Θεόπομπος (fr. 82 K.).

### alpha 1904

Ἀνεψιάδαι · Ἀριστοφάνης (fr. 745 K.). καὶ ἀνεψιαδοῦς Φερεκράτης (fr. 203 K.), καὶ Ἕρμιππος (fr. 86 K.) ἀνεψιαδοῦν. καὶ Δημοσθένης ἐν τῷ Περὶ Ἁγνίου κλήρου (43, 57) παρατίθεται νόμον, ἐν ᾧ γέγραπται· „καὶ πενθεροὺς καὶ ἀνεψιαδοῦσ“. καὶ ἀνεψιότης ἐν τῷ αὐτῷ (43, 63). κέχρηται δὲ τῇ λέξει Πλάτων (Leg. 9, 871b), Ξενοφῶν καὶ Λυσίας (fr. 299 S.).

### alpha 1905

Ἀνέῳγεν , οὐχὶ ἤνοιγεν· καὶ ἀνεῴγετο λέγουσι. καὶ Θρασυλέων ἐν τῇ γʹ ἢ δʹ (Men. fr. 206 K.—Th.)· „ἡ δ’ ἀνέῳγε τὴν θύραν“. Θετταλῇ (fr. 192 K.—Th.)· „καὶ τὸ κεράμιον ἀνέῳχασ“. Εὔπολις Πόλεσιν (fr. 220 K.)· „ὧν οὐκ ἀνέῳξα πώποτ’ ἀνθρώποις ἐγώ“. Φερεκράτης Κραπατάλοις (fr. 86 K.)· „οὐδεὶς γὰρ ἐδέχετο οὐδ’ ἀνέῳγέ μοι θύραν“.

### alpha 1906

Ἀνέῳγον · καὶ Ἀμειψίας Μοιχοῖς (fr. 14 K.) καὶ οἱ νεώτεροι πολλαχοῦ.

### alpha 1907

Ἀνηγάγοντο · ἀνήχθησαν. καὶ τὰ ἀπ’ αὐτοῦ πάντα ὁμοίως. Μένανδρος Ἁλιεῦσιν (fr. 15 K.—Th.)· „ὡς δὲ τὴν ἄκραν κάμπτοντες ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ ἀνηγάγοντο“.

### alpha 1908

Ἀνηβητηρίαν (Eur. Andr. 552)· πᾶν ἀνελὼν νεότητος.

### alpha 1909

Ἄνηβος · ὁ μήπω τὴν ὀφειλομένην ἡλικίαν ἐπιφθάσας· ἥβη γὰρ ἡ ἀκμή.

### alpha 1910

Ἀνηβῶν · ἀνανεάζων.

### alpha 1911

Ἀνήγρετο ἐξ ὕπνου · Ἀττικῶς ἄγαν τοῦτό ἐστι παρὰ Σοφοκλεῖ (fr. 824 R.).

### alpha 1912

Ἀνηγμένος · ηὐξημένος.

### alpha 1913

Ἀνήδομαι ἐφ’ οἷς ἥσθην ποτέ · οὐκέτι ἥδομαι, ἀλλ’ ἐκβάλλω τὴν ἡδονήν. καινὴ ἡ φωνὴ καὶ πολιτικώτερόν τι ἔχουσα. Ἕρμιππος Θεοῖς (fr. 77 K.).

### alpha 1914

Ἀνῆκεν · ἀφῆκεν.

### alpha 1915

Ἀνήκεστον · ἀθεράπευτον.

### alpha 1916

Ἀνηκούστησεν · οὐκ εἰσήκουσεν.

### alpha 1917

Ἀνήκει · Ἀντιφῶν μὲν (87 B 19 D.—K.) ἀντὶ τοῦ καθήκει, Ἀμειψίας δὲ ἀνήκω ἀντὶ τοῦ ἀναβέβηκα ἔφη (fr. 31 K.), Θουκυδίδης δὲ (3, 45, 3) ἀνήκουσιν ἀντὶ τοῦ τελευτῶσι, λήγουσι. καὶ Δημοσθένης (60, 6) ἀνήκοντα ἀντὶ τοῦ διαφέροντα.

### alpha 1918

Ἀνηκίδωτοι · ἄνευ ἀκίδος.

### alpha 1919

Ἀνήκοος εἶ · ἀντὶ τοῦ οὐκ ἀκήκοας. Ξενοφῶν Ἀπομνημονεύμασιν (2, 1, 31).

### alpha 1920

Ἀνηλόκισμαι · ἀνέσχισμαι. Σοφοκλῆς Λακαίναις (fr. 376 P. = 369a R.).

### alpha 1921

Ἀνηλέητος , οὐ μόνον {ὁ} ἀνηλεής. Εὔβουλος Δανάῃ (fr. 1 Dem.)· „ἐκεῖνος δ’ ἦν ἰσχυρὸς σφόδρα καὶ ἀτεράμων, ὅς με κλάουσαν τότ’ οὐκ ἠλέησε“. καὶ Νικόμαχος (TrGF 127 F 16)· „δαίμων ἀνηλέητοσ“. ἀνηλεήτως δὲ Ἀριστοφάνης ἔφη (fr. 51 Dem.).

### alpha 1922

Ἀνημμένος · ἐξηρτημένος.

### alpha 1923

Ἀνηλώκαμεν · Δημοσθένης ἐν τῷ 〈Περὶ〉 παραπρεσβείας (19, 155)· „〈τρεῖσ〉 καὶ εἴκοσιν ἡμέρας ἀνηλώκαμεν“.

### alpha 1924

Ἀνημέρωτος γῆ · ἡ ὕλης ἀνάμεστος καὶ μὴ κεκαθαρμένη πρὸς γεωργίαν. Σοφοκλῆς (fr. 825 R.) καὶ Κρατῖνος (fr. 26 Dem.) εἶπον.

### alpha 1925

Ἀνηνέχθη · ἀνήνεγκε καὶ ἀνελάμβανεν αὑτόν. Ῥαπιζομένῃ Μένανδρος (fr. 369 K.—Th.).

### alpha 1926

Ἀνήνυτος · ἄπρακτος, ἀτέλεστος.

### alpha 1927

Ἀνήνυτος πόνος · ὁ πολύς, ὃν οὐχ οἷόν τε διανύσαι, ὅπερ ἐστὶ διαπρᾶξαι ἄχρι τέλους.

### alpha 1928

Ἀνῄρετο · ἀνέβαλεν.

### alpha 1929

Ἀνῄρηκεν · ἀντὶ τοῦ ἐκποδὼν ἐποιήσατο. Δημοσθένης (19, 2).

### alpha 1930

Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον · Ἀριστοφάνης Δαιταλεῦσιν (fr. 11 Dem.) ὡς παροιμιῶδες.

### alpha 1931

Ἀνήριθμον · ἀναρίθμητον. Αἰσχύλος Προμηθεῖ (90).

### alpha 1932

Ἀνήρ · Ξενοφῶν Παιδείας γʹ ἰδίως ἀντὶ τοῦ μάχιμος.

### alpha 1933

Ἀνηρίναστος συκῆ · ᾗ μὴ προσβέβληνται οἱ ἐρινεοί. ἐρινεὸς δέ ἐστιν ὁ τῆς ἀγρίας συκῆς καρπός, ὃν καὶ ἀπαρτῶσι τοῖς ἡμέροις, ὡς ἂν οἱ ἐξ αὐτῶν καλούμενοι ψῆνες εἰς τοὺς ὀλύνθους μεταστάντες τελεσφορηθῆναι τούτους παρασκευάζωσι. τοῦτο δ’ ἐρινάζειν λέγεται. οἱ δὲ τὸ ἀνηρίναστος ἀντὶ τοῦ μαλακὸς καὶ ἄγονος.

### alpha 1934

Ἀνήροτον · ἀγεώργητον.

### alpha 1935

Ἀνηρόμην · ἀντὶ τοῦ ἀνηρώτων. Πλάτων Συμποσίῳ (173b).

### alpha 1936

Ἀνήρρησεν · ἀνεφθάρη· „ὡς μόλις ἀνήρρησαν· οὐδέν ἐσμεν οἱ σαπροί“. Εὔπολις Πόλεσιν (fr. 221 K.).

### alpha 1937

Ἀνήρτησαν · ἀνεποίησαν, ἐκαίνισαν.

### alpha 1938

Ἀνηρώτιζεν · ἀντὶ τοῦ ἀνηρώτα. Τηλεκλείδης (fr. 52 K.).

### alpha 1939

Ἀνησιδώρα · „σὺ δέδωκας ταῦτ’, Ἀνησιδώρα“. Σοφοκλῆς (fr. 826 R.). λέγει δὲ τὴν Δήμητραν. καὶ Ἀναξιδώραν δὲ λέγει αὐτὴν ὁ αὐτός (fr. 1010 R.).

### alpha 1940

Ἄνηστις · †ἡ† νῆστις. Κρατῖνος Διονυσαλεξάνδρῳ (fr. 45 K.)· „ἰοὺ γὰρ σύ γε πρῶτον ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστισ“.

### alpha 1941

Ἄννηττον · τὸ ἄνησσον ἐν τοῖς δύο νν καὶ ἐν τοῖς δύο ττ.

### alpha 1942

Ἀνήχθημεν (Act. Ap. 27, 2)· ἀνεπλεύσαμεν.

### alpha 1943

Ἀνῆψεν · ἀνεκρέμασε θεοῖς.

### alpha 1944

Ἀνθέμιον · τὸ χρυσίον τὸ ἐκλεκτόν.

### alpha 1945

Ἀνθεμόεντα · ἀναθεματικόν, διηνθισμένον, ποικίλον.

### alpha 1946

Ἄνθεια · ὄνομα ἑταίρας. τινὲς δὲ ἀντὶ τοῦ θ διὰ τοῦ τ Ἄντειαν γράφουσιν.

### alpha 1947

Ἀνθεμόκριτος · Ἀθηναῖος μὲν ἦν κῆρυξ, ἀπεσφάγη δὲ ὑπὸ Μεγαρέων ἀπαγορεύων αὐτοῖς τὴν ἱερὰν ὀργάδα μὴ ἐργάζεσθαι.

### alpha 1948

Ἀνθεῖν κακοῖς · Αἰσχύλος Ἀγαμέμνονι (659)· „ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖσ“.

### alpha 1949

Ἀνθεμόστρωτον · Εὐριπίδης Αἰγεῖ (fr. 11a Snell)· „κρήνης πάροιθεν ἀνθεμόστρωτον λέχοσ“.

### alpha 1950

Ἀνθεμόρρυτον · Εὐριπίδης Ἰφιγενείᾳ (Taur. 634)· „ἀνθεμόρρυτον γάνοσ“.

### alpha 1951

Ἀνθέξεται · ἀντιλήψεται.

### alpha 1952

Ἀνθερεών · ὁ ὑπὸ τὸ γένειον τόπος, ὁ λάρυγξ.

### alpha 1953

Ἀνθέρικες · αἱ τῶν σταχύων προβολαί. καὶ ἀνθερίσκος ὁ καυλὸς τοῦ ἀσφοδελοῦ.

### alpha 1954

Ἀνθερίκων · ἀνθηρῶν ἢ λαμπρῶν.

### alpha 1955

Ἀνθεστηριών · μὴν ὄγδοός ἐστι παρ’ Ἀθηναίοις, ἱερὸς Διονύσου. κεκλῆσθαι δὲ αὐτὸν οὕτως διὰ τὸ πλεῖστα τῶν ἐκ γῆς ἀνθεῖν τότε.

### alpha 1956

Ἀνθέων · τὴν γενικὴν ὁμοίως τοῖς Ἴωσιν οἱ Ἀττικοί. Ἕρμιππος Ἀθηνᾶς γοναῖς (fr. 5. 6 K.)· „κηροσπάθητον ἀνθέων ὕφασμα καινὸν ὡρῶν“. καὶ ἐν τοῖς ἑξῆς· „λεπτοὺς διαψαίρουσα πέπλους ἀνθέων γέμοντασ“. οὕτως δὲ καὶ βελέων καὶ ὀρέων καὶ ἕτερα πλείω Ξενοφῶν διαιρεῖ (An. 1, 2, 25).

### alpha 1957

Ἀνθήλιος · ἡ σελήνη. καὶ τὸ ἀποσκίασμα τῆς τοῦ ἡλίου ἀνταυγείας. ἐνίοτε δὲ καὶ τὸ μίμημα ἢ ἀντάλλαγμα, ὡς Θεόπομπος (fr. 83 K.). σημαίνει δὲ καὶ τὰ ἐπισκοτοῦντα τῷ ἡλίῳ νέφη, ἃ καὶ ἀνθήλια καλεῖται.

### alpha 1958

Ἀνθῃρημένος · ἀντιλαμβανόμενος.

### alpha 1959

Ἄνθης (Pl. Phaedr. 230b)· τῆς ἀνθήσεως.

### alpha 1960

Ἀνθηρὸς ποιητής, ἢ κιθαρῳδός, ἢ ᾠδὸς ἐρεῖς, ὡς Εὐριπίδης ἐπὶ Ὀρφέως (fr. 955g Snell).

### alpha 1961

Ἀνθηρόν · Δημοσθένης ἐν τῷ Ἐρωτικῷ (61, 11)· „πρὸς μὲν τὴν εὐπρέπειαν ἀνθηρόν“.

### alpha 1962

Ἄνθινον · ἀνθηρόν, βαπτόν.

### alpha 1963

Ἀνθίσασθαι μουσικῆς καὶ ἠνθισμένοι μουσικῆς · οἷον ἠθροικότες τὰ ἄνθη τῆς μουσικῆς.

### alpha 1964

Ἀνθοσμίας · εὐωδίας. ἢ οἶνος εὐώδης.

### alpha 1965

Ἄνθος · τὸ χρῶμα καὶ τὸ βάμμα τοῦ ἐρίου. Φερεκράτης Δουλοδιδασκάλῳ (fr. 46 K.)· „ταχὺ τῶν ἐρίων καὶ τῶν ἀνθῶν τῶν παντοδαπῶν κατάγωμεν“.

### alpha 1966

Ἀνθ’ ὅτου · ἀνθ’ οὗτινος.

### alpha 1967

Ἀνθοφορηθέντος · ἀποτεχθέντος, ἀποκυηθέντος.

### alpha 1968

Ἄνθρακες ὁ θησαυρὸς ἦσαν · ἐπὶ τῶν ἐλπιζόντων μὲν ἀγαθά, κακουμένων δὲ ἀφ’ ὧν ἦν αὐτοῖς ἡ τῶν ἀγαθῶν ἐλπίς.

### alpha 1969

Ἀνθράκιον · βραχὺ τριποδίσκιον παρὰ Ἀλέξιδι (fr. 134 K.).

### alpha 1970

Ἀνθρήνη · σφηκὶ παραπλήσιον. καὶ τὸ πλάσμα ἀνθρήνιον.

### alpha 1971

Ἄνθροισκα · ἄγρια λάχανα παραπλήσια ἀνήθοις, οἷα καὶ τὰ μάραθα.

### alpha 1972

Ἄνθρηκον · ἄνθους τι γένος.

### alpha 1973

Ἀνθιππασία · ἵππων ἅμιλλα, ἢ ἱππικὸς ἀγών.

### alpha 1974

Ἄνθρωπος πρόδοξος · ὁ πρὶν ἢ σαφῶς ἐξετάσαι δοξάζων.

### alpha 1975

Ἄνθρωπος λυπησίλογος · σημαίνει τὸν λυποῦντα διὰ τοῦ λέγειν τοὺς πέλας. οὕτως Κρατῖνος (fr. 343 K.).

### alpha 1976

Ἄνθρωπος Εὔριπος, τύχη Εὔριπος, διάνοια Εὔριπος · ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων καὶ ἀσταθμήτων ἀνθρώπων.

### alpha 1977

Ἄνθρωπος ἀποφράς · οἷον ἀπαίσιος καὶ ἔξεδρος καὶ ἐπάρατος. κέχρηται τῷ ὀνόματι Εὔπολις (fr. 309 K.). ἐν συνουσίᾳ χρηστέον τῇ συντάξει, φησὶν ὁ Φρύνιχος (Praep. soph. 5, 11 et 24).

### alpha 1978

Ἄνθρωπος ἐξ ὁδοῦ · ἀντὶ τοῦ ἄνθρωπος ἐπιτυχὼν καὶ τῶν πολλῶν τῶν ἐν ταῖς ὁδοῖς καλινδουμένων. λέγει δὲ τοῦτο Εὔπολις (fr. 25 Dem.).

### alpha 1979

Ἄνθρωπος φιλοπραγματίας · πεποίηται μὲν ἡ φωνὴ ὁμοίως τῷ ληματίας, δηλοῖ δὲ τὸν φιλοῦντα καὶ σπουδάζοντα πάντα τρόπον μεταχειρίζεσθαι πράγματα. οὕτως Κρατῖνος (fr. 27 Dem.).

### alpha 1980

Ἄνθρωπος οὐ σεμνός · ἀντὶ τοῦ ὁ ἐπιτυχὼν καὶ εὐτελής. καινῶς πάνυ εἴρηται παρὰ Ἀριστοφάνει (fr. 52 Dem.).

### alpha 1981

Ἀνθρωποειδὲς θηρίον · ἐπὶ τοῦ Γλαύκου τοῦ ἀναφανέντος ἐκ τῆς θαλάσσης Αἰσχύλος εἴρηκεν (fr. 26 N. 2 = 57M.). χρήσῃ πανταχοῦ.

### alpha 1982

Ἀνθρωπικὴ παρασκευή · Φρύνιχος εἴρηκεν (fr. 7 Dem.). ἐρεῖς δὲ καὶ ἀνθρωπικὴ φωνὴ καὶ ἀνθρωπικὴ διάνοια καὶ Ἀνθρωπικὴ δίαιτα καὶ εἴ τι ἄλλο τοιοῦτον.

### alpha 1983

Ἀνθρωπικὸς μῦθος · ὁ περὶ ἀνθρωπείων πραγμάτων ἔχων τὴν ὑπόθεσιν. Ἀριστοφάνης Ἀμφιαράῳ (fr. 3 Dem.).

### alpha 1984

Ἀνθρωπάριον · Εὔπολις εἴρηκεν (fr. 26 Dem.)· „οὐκ ἐς κόρακας, ἀνθρωπάριον, ἀποφθερεῖ;“

### alpha 1985

Ἀνθρώπειον σῶμα · Κάνθαρος εἴρηκεν (fr. 3 Dem.). καὶ Ἀνθρωπεία φύσις Θουκυδίδης (2, 50, 1).

### alpha 1986

Ἀνθρωπῆ · τὸ τοῦ ἀνθρώπου δέρμα, ὡς λεοντῆ. Ἡρόδοτος αʹ (5, 25, 1)· „σφάξας ἀπέδειρε τὴν ἀνθρωπῆν“.

### alpha 1987

Ἀνθρωποειδέα θεόν · Ἡρόδοτος εἴρηκεν αʹ (2, 142, 3).

### alpha 1988

Ἀνθρωποκτόνος · Εὐριπίδης Αἰγεῖ φησιν (fr. 11b Snell).

### alpha 1989

Ἀνθρωπιστί · Σοφοκλῆς (fr. 827 R.)· „μηκέτ’ ἀνθρωπιστὶ διαλέξῃ τῇδε“.

### alpha 1990

Ἀνθυπουργῆσαι · τὸ ἀνταποδοῦναι χάριν. ὁ αὐτὸς Κολχίσιν (fr. 315 N. 2 = 339 R.)· „ἦ φὴς ὑπομνὺς ἀνθυπουργῆσαι χάριν;“

### alpha 1991

†Ἀνθυπωμοσία† · ἀντὶ τοῦ ἀντειπεῖν τῇ ὑπωμοσίᾳ. οὕτω Δημοσθένης κατὰ Ὀλυμπιοδώρου (48, 25).

### alpha 1992

Ἀνίατον · Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος (25, 95)· „ἀνίατον τὸ πρᾶγμά ἐστι“. καὶ Ἀντιφῶν (2, 4, 12)· „ἀνίατος ἡ ἁμαρτία ἐστίν“.

### alpha 1993

Ἀνίει τὰ ἀγαθά · τοῖς τεθνεῶσιν ἔθος εἶχον λέγειν ἐπευχόμενοι. Φρύνιχος Κωμασταῖς (fr. 1 Dem.)· „ἡμῖν δ’ ἀνίει δεῦρο σὺ τἀγαθὰ τοῖς τήνδ’ ἔχουσι τὴν πόλιν ἵλεωσ“.

### alpha 1994

Ἀνιαθείς · λυπηθείς.

### alpha 1995

Ἀνιαρόν · λυπηρόν.

### alpha 1996

Ἀνίδρυτοι · ἀστήρικτοι.

### alpha 1997

Ἀνίδρυτο〈ν〉 · Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος (25, 52) ἀντὶ τοῦ ἀνεξίλαστον.

### alpha 1998

Ἀνιείς · †ἀφείς†, ἢ παρορμῶν.

### alpha 1999

Ἀνιεμένη (X 80)· ἀνέλκουσα καὶ ἀναχαλῶσα τὸν πέπλον.

### alpha 2000

Ἀνιέντα · ἐνδόντα.

### alpha 2001

Ἀνιέρειος · ᾧ ἱερεῖα μὴ θύεται.

### alpha 2002

Ἀνιερώσαντες · ἀναθέντες.

### alpha 2003

Ἀνιλλομένη · καθυποκρινομένη. κυρίως δὲ ἀνίλλεσθαι τὸ ἀπαξιοῦν.

### alpha 2004

Ἀνικμώμενα (Pl. Tim. 53a)· λικμώμενα.

### alpha 2005

Ἀνιμᾶσθαι · ἀντλεῖν, ἀρύεσθαι.

### alpha 2006

Ἄνιππος · διὰ μὲν τοῦ ν ὁ μὴ ἔχων ἵππον, διὰ δὲ τοῦ μ ἱππεῖς σημαίνει δύο, ἔχοντας ἐζευγμένους ἱμᾶσιν ἵππους χωρὶς ζυγοῦ, καὶ τὸν μὲν ἡνιοχοῦντα, τὸν δὲ μαχόμενον.

### alpha 2007

Ἀνίπτοις ποσίν · ἀντὶ τοῦ ἑτοίμοις καὶ χωρίς τινος ἐπιμελείας.

### alpha 2008

Ἀνίστη · ἀντὶ τοῦ ἐφίστη.

### alpha 2009

Ἀνίστω · ἀντὶ τοῦ ἀνίστασο. Ἀμειψίας (fr. 32 K.).

### alpha 2010

†Ἄνισιν† · ἐνδίδωσιν.

### alpha 2011

Ἀνισοφυές · ἀνόμοιον.

### alpha 2012

Ἀνιστάμεναι · αἰχμαλωτιζόμεναι.

### alpha 2013

Ἀνίσχουσα · ἀναδύουσα.

### alpha 2014

Ἀνίσχων · ἀνατέλλων.

### alpha 2015

Ἂν μὴ λεοντῆ 〈γ’〉 ἐξίκηται, {τὴν} ἀλωπεκῆν πρόσαψον · ὁ νοῦς· ἐὰν μὴ φανερῶς ἀντέχῃς ἀμυνόμενος, πανουργίᾳ χρῆσαι.

### alpha 2016

Ἀνο〈μ〉βροῦσαι · ἀναβλύζουσαι.

### alpha 2017

Ἀνόδοντον · Κοριαννοῖ Φερεκράτης (fr. 74 K.)· „ἀνὴρ γέρων ἀνόδοντος ἀλήθει“.

### alpha 2018

Ἀνόθευτον · γνήσιον, ἀπαραποίητον.

### alpha 2019

Ἀνόητα, εἰ τοῦτο ἐπιτάξεις · οἱ μὲν ἀγοραῖοι καὶ πολλοὶ οὕτως, Ἀττικῶς δὲ καὶ ἐσχηματισμένως Εὔπολις (fr. 27 Dem.)· „ἀνόητά γ’ 〈εἰ τοῦτ’〉 ἦλθες ἐπιτάξων ἐμοί“.

### alpha 2020

Ἀνοητίαν · τὴν ἄνοιαν. Ἀριστοφάνης (fr. 746 K.). ἀνοηταίνειν δὲ Ἀμειψίας (fr. 1 Dem.).

### alpha 2021

Ἀνοίγει καὶ ἀνοιγνύει · διχῶς.

### alpha 2022

Ἀνοιγομένοις τοῖς κτήνεσιν · ἀντὶ τοῦ σχιζομένοις. Ἡρόδοτος (4, 58).

### alpha 2023

Ἄνοις · ἀντὶ τοῦ ἀνύοις. Φρύνιχος (fr. 89 K.).

### alpha 2024

Ἀνοίσω · ἀντὶ τοῦ λογιοῦμαι, ἐπὶ ψήφου. ἔστι δέ, ὡς δοκεῖ, ἰδιωτικόν. Φιλωνίδης Κοθόρνοις (fr. 1 Dem.)· „περὶ δ’ ὧν σὺ λέγεις, λόγος ἐστὶν ἐμοὶ πρὸς Ἀθηναίους κατὰ χειρός, ὃν ἐγὼ λογιοῦμαι ἐξ ἀτελείας, τῷ δήμῳ δ’ οὐδὲν ἀνοίσω“.

### alpha 2025

Ἀνοιμώξομαι · Τηλεκλείδης Ἀμφικτύοσιν (fr. 1 Dem.)· „ἀνακλαύσομαί τε μεγά〈λα〉 καὶ ἀνοιμώξομαι“.

### alpha 2026

Ἀνοισθησόμεθα · Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους (1, 9, 25)· „τὰ χρήματ’ ἀνοισθησόμεθ’ εἰς ἀκρόπολιν“.

### alpha 2027

Ἀνόκαιον · τὸ ὑπερῷον οἴκημα. Ξενοφῶν ἐν Ἀναβάσει (5, 4, 29). καὶ τὸν κωμῳδιοποιόν 〈 *** 〉.

### alpha 2028

Ἀνοκωχήν · διὰ τοῦ ο τὴν ἀνοχὴν λέγουσι. πολὺ δέ ἐστι παρὰ Θουκυδίδῃ (1, 40, 4, al.). σημαίνει δὲ καὶ τὴν ἀναχώρησιν. καὶ τὸ ἀνέχειν ἀνοκωχεύειν.

### alpha 2029

Ἀν’ ὅμιλον (Γ 449)· κατὰ τὸ πλῆθος.

### alpha 2030

Ἀνομολογήσασθαι · ἀντὶ τοῦ διομολογήσασθαι ἀργύριον ἤ τι τοιοῦτον. Λυσίας ἐν Τραπεζιτικῷ (fr. novum).

### alpha 2031

Ἄνομον κατηγορίαν · Λυσίας εἴρηκεν (fr. novum), ἀνομίαν δὲ Κρατῖνος (fr. 28 Dem.), ἀνόμως δὲ Φιλύλλιος (fr. 2 Dem.), Ἀνόμημα δὲ Λυσίας (fr. novum).

### alpha 2032

Ἄνοπλοι · Ἴων εἴρηκεν (TrGF 19 F 53e)· „ἀπροσδόκητοι {γὰρ} καὶ ἄνοπλοι πορθούμεθα“.

### alpha 2033

Ἀνόνητα · Εὐριπίδης Ἑκάβῃ (766)· „ἀνόνητ’ ἦν, ὡς ἔοικε, ταῦτα“.

### alpha 2034

Ἀνοργίας · ἀμυησίας· ὄργια γὰρ τὰ μυστήρια.

### alpha 2035

Ἄνοργοι · ἀντὶ τοῦ ἄνευ ὀργῆς. Κρατῖνος (fr. 385K.).

### alpha 2036

Ἀνοργιάστοις · τῶν μυστηρίων ἀπείροις.

### alpha 2037

Ἀνορταλίζειν · παίζειν καὶ σκιρτᾶν. λέγουσι δὲ οὕτως καὶ τὸ ἀναβάλλειν ταῖς χερσὶ τὰ παιδία.

### alpha 2038

Ἀνόσιον · βέβηλον, ἀνίερον, ἄθυτον.

### alpha 2039

Ἄνοργον · ἀμύητον. καὶ ἀκίνητον.

### alpha 2040

Ἀνόρεος πόλεμος · ἀνδρεῖος, ὁ πρὸς ἄνδρα γινόμενος. Σοφοκλῆς Ναυπλίῳ (fr. 403 N. 2 = 436 R.).

### alpha 2041

Ἀνοσήλευτον · Σοφοκλῆς Θυέστῃ (fr. 264 R.).

### alpha 2042

〈Ἄ〉νους · Πλάτων Νόμων ιβʹ (962c), ἀνούστερος δὲ καὶ Ἀνουστέρα Σοφοκλῆς (fr. 1015 R.), ἀνούστατος δὲ Φερεκράτης (fr. 19 Dem.).

### alpha 2043

Ἀνοψία · ἀντὶ τοῦ σπάνις ὄψων.

### alpha 2044

Ἀντανάκλασιν · κατὰ ἀνάκλασιν ἀπό τινος μεταγομένη. γίνεται δὲ τοῦτο ἐπὶ φωνῆς, ὅταν ἀντηχῇ, καὶ ἐπὶ φωτὸς ἡλιακοῦ, ὅταν λείῳ τινὶ ἢ λαμπροτάτῳ ὕδατι προσπέσῃ.

### alpha 2045

Ἀντακαῖος · ἰχθῦς, ὡς γλάνις καὶ σαπέρδης.

### alpha 2046

Ἀντα〈να〉γνῶναι , οὐκ ἀντιβάλλειν. οὕτως Κρατῖνος Ὥραις (fr. 386 K.).

### alpha 2047

Ἀντάλλαγον καλοῦσι τὸν ἀντὶ ἑτέρου ἠλλαγμένον, οὐχὶ ἄνταλλον. Μένανδρος Κανηφόρῳ (fr. 220 K.—Th.)· „ἐδεῖτο χρῆσαι τὴν ἑαυτῆς θυγατέρα ἀντάλλαγον“. 〈καὶ〉 Χήρᾳ (fr. 446 K.—Th.).

### alpha 2048

†Ἀντάλλεος† · ἀντὶ τοῦ ἄνταλλος.

### alpha 2049

Ἀνταπαιτῆσαι καὶ ἀπαιτῆσαι · Θουκυδίδης δʹ (3, 58, 1). καὶ Ἀνταποδοῦναι καὶ ἀνταπολαμβάνειν Δημοσθένης ἐν τῷ κατὰ Λεπτίνου (20, 46).

### alpha 2050

Ἀντεγράψατο · ἀντεδικάσατο. καὶ ἀντιγραφαὶ καὶ ἀντωμοσίαι αἱ αὐταὶ σχεδόν.

### alpha 2051

Ἀνταναίρει〈ν〉 · οἷον οἱ πολλοὶ ἀνθυφελεῖ〈ν〉 λέγουσιν. Ἀριστοφάνης Κωκάλῳ (fr. 12 Dem.).

### alpha 2052

Ἀνταίρειν · ἀντανίστασθαι, ἀνταγωνίζεσθαι.

### alpha 2053

Ἀνταγωνιστής · Εὐριπίδης (Troad. 1006) καὶ Πλάτων (Reip. 8, 554e, al.).

### alpha 2054

Ἀνταγοράζειν · Δημοσθένης (35, 25)· „οὔτε γὰρ οὐδὲν ἐν τῷ Πόντῳ ἀντηγόρασαν οὔτε ἀντεφορτίσαντο“.

### alpha 2055

Ἀνταποκτεῖναι · ὅταν τις ἀντί τινος ἀποκτείνῃ τοὺς φονεύσαντας. Εὐριπίδης Ὀρέστῃ (509).

### alpha 2056

Ἀνταρκεῖν · οὐδὲν πλέον τοῦ ἐξαρκεῖν σημαίνει.

### alpha 2057

Ἀνταποπαίζειν · ὅταν τις παίζων ἀστραγάλοις ἢ ψήφοις 〈ἢ〉 καὶ καρύοις ἢ καὶ κυβεύων ἐπ’ ἀργυρίῳ νικήσῃ, εἶτα αὖθις νικᾶται ὃ ἐνίκησε. Μενεκράτης Μανέκτορι (fr. 1 Dem.)· „ἀλλ’ ὥσπερ παῖς ὅταν ἀστραγάλους ἐκκόψας ἀνταποπαίζῃ“.

### alpha 2058

Ἀνταυγὲς κάλλος · πάνυ ἐναργὴς ἡ φωνή. Σαννυρίων Δανάῃ (fr. 1 Dem.) λέγει ἐπαινῶν τὸ κάλλος αὐτῆς. ἡ λέξις Φρυνίχου (Praep. soph. fr. 23).

### alpha 2059

Ἀνταυγεῖς κόρας · Ἀριστοφάνης Θεσμοφοριαζούσαις (902).

### alpha 2060

Ἀντασπάζομαι · ἐν ἴσῳ τῷ φιλοφρονοῦμαι. 〈 *** 〉 καὶ Πλάτων Σοφισταῖς (fr. 12 Dem.).

### alpha 2061

Ἀνταναιρεῖταί σοι ὅπλα · Ξενοφῶν Παιδείας εʹ (4, 25) καὶ Θουκυδίδης ἱστορίας γʹ (32, 2).

### alpha 2062

Ἀνταμυνόμενος · ὁ αὐτὸς δʹ (19, 2).

### alpha 2063

Ἀνταποδοῦναι · ὁ αὐτὸς γʹ (40, 7).

### alpha 2064

Ἀνταποδίδως · Φερεκράτης Ἀνθρωφηρακλεῖ (fr. 2 Dem.)· „ὦ Ζεῦ, καλῶς γ’ ἀνταποδίδως μοι τὴν χάριν“. καὶ ἀνταπόδος ὁ αὐτός (fr. 3 Dem.).

### alpha 2065

Ἀνταπολαμβάνειν · Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην (20, 46).

### alpha 2066

Ἀντάκουε · Κράτης (fr. 5 Dem.)· „ἀντάκουε νῦν ἐμοῦ“.

### alpha 2067

Ἀντεπιτίθησιν · ἀντὶ τοῦ ἀντεπιστέλλει. οὕτως Ἰσαῖος (fr. 78 S.).

### alpha 2068

Ἀντερείδει · ἀντὶ τοῦ οὐχ ὑπείκει.

### alpha 2069

Ἀντετόρησεν · εἰς τὸ ἐναντίον ἦλθε τιτρώσκων.

### alpha 2070

Ἀντεφέροντο · ἠναντιοῦντο.

### alpha 2071

Ἀντεύφρασμα · τὸ ἐναντίον τῇ εὐφροσύνῃ ἀγαθόν.

### alpha 2072

Ἀντεφιλοτιμοῦντο · ἀντὶ 〈τοῦ〉 ἡμιλλῶντο καὶ ἤριζον καὶ ἀντηγωνίζοντο. τοῦτο δὲ τὸ ἀντιφιλοτιμεῖσθαι πρώτης ἐστὶ συζυγίας τῶν περισπωμένων, καὶ †μόνον†. ἔστι δέ τινα ῥήματα, ἃ δύο συζυγιῶν εὑρέθη· οἷον σκηνῶ {σκηνώσω} σκηνοῖς καὶ σκηνεῖς καὶ ἀτολμῶ ἀτολμεῖς καὶ ἀτολμοῖς.

### alpha 2073

Ἀντέχει · ἀντὶ τοῦ ἐξαρκεῖ Δείναρχος (fr. 10, p. 147, 7 C.). ἀντὶ δὲ τοῦ σῴζεται Δημοσθένης (2, 10). καὶ Ὑπερείδης (fr. 229 J.) ἀντὶ τοῦ ἀντιλαμβάνει.

### alpha 2074

Ἀντεχόμενος · ἀντιλαμβανόμενος.

### alpha 2075

Ἀντήλιος · ἡ ἀνακλωμένη ἀπὸ τοῦ ἡλίου αὐγή. γίνεται δὲ περί τε δυσμὰς καὶ ἀνατολάς, καὶ οὔτε ἄνωθεν οὔτε κάτωθεν οὔτε ἐκ πλαγίου.

### alpha 2076

Ἀντηρέτης · ὁ ἀντικαθεζόμενος τῷ ἐλαύνοντι.

### alpha 2077

Ἀντιάζει · ἐναντιοῦται.

### alpha 2078

Ἀντιάτας · τοὺς ἀπὸ Ἀντίου πόλεως, ἣ ἀπέχει Ῥώμης σταδίους τʹ.

### alpha 2079

Ἀντιβληθέντος · ἀντὶ τοῦ ὑπαγορευθέντος. Δείναρχος (fr. 6, 2 C.).

### alpha 2080

Ἀντιβολῆσαι · ἀπαντῆσαι, μετασχεῖν. καὶ ἐπιτυχεῖν καὶ δυσωπῆσαι.

### alpha 2081

Ἀντιβόλησις · δέησις καὶ ἱκεσία. Πλάτων ἐν Συμποσίῳ (183a). ὠνόμασται δὲ ἀπὸ τοῦ τὰς χεῖρας προσβάλλειν τοῖς ἐναντίοις τοὺς ἱκετεύοντας.

### alpha 2082

Ἀντιγενίδας · ἐνδοξότατος γέγονεν αὐλητής, υἱὸς †Διονύσου†.

### alpha 2083

Ἀντιβολία · Εὔπολις Κόλαξιν (fr. 317 K.). σημαίνει δὲ ἱκετείαν.

### alpha 2084

Ἀντιβλέπει · Φερεκράτης (fr. 20 Dem.).

### alpha 2085

Ἀντιβαίνει · ἀντὶ τοῦ ἀπειθεῖ. Εὐριπίδης Ἀλκμέωνι (fr. 87a Snell).

### alpha 2086

Ἀντιγνωμονεῖν · τὸ ἐναντίαν γνῶσιν ἔχειν. Ξενοφῶν Παιδείας γʹ (4, 3, 8).

### alpha 2087

Ἀντιγονίς · Πολέμων ἐν ϛʹ τῶν πρὸς Ἀντίγονον (fr. 57 Preller). οὕτως φασὶν ὀνομασθῆναι τὸ ἔκπωμα ἀπὸ Ἀντιγόνου τοῦ βασιλέως, καθάπερ ἀπὸ Σελεύκου Σελευκίδα καὶ ἀπὸ Προυσίου Προυσιάδα.

### alpha 2088

Ἀντιγραφή · τοῦτο τὸ ὄνομα κατὰ δυοῖν ταττόμενον πραγμάτων παρὰ τοῖς Ἀττικοῖς εὑρίσκεται· ποτὲ μὲν γὰρ ἴσον τι δύναται παρ’ αὐτοῖς τῇ ἀντωμοσίᾳ, ποτὲ δὲ σημαίνει τὸ ἀντιποιεῖσθαι.

### alpha 2089

Ἀντιγραφεύς · ὁ τὰ εἰσφερόμενα χρήματα ἀντιγραφόμενος τρόπῳ γραμματέως, ἄν τε δοῦλος ᾖ ἄν τε ἐλεύθερος. δύο δὲ ἦσαν, ὁ μὲν τῆς διοικήσεως, ὁ δὲ τῆς βουλῆς, ὥς φησι Δημοσθένης (22, 70. 24, 178) καὶ Αἰσχίνης (3, 25).

### alpha 2090

〈Ἀντιγραφή〉 · ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις, κοινῶς δὲ τὰ ἐν ταῖς δημοσίαις δίκαις τῶν δικαζομένων γράμματα. καὶ λέγεται ὁμοίως τά τε τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος ἀντιγραφή.

### alpha 2091

Ἀντίγραφοι διαθῆκαι · Χαρίσιος ἐν τῷ πρὸς Σωκράτην· „ἔχουσαι μὲν τὸν αὐτὸν τρόπον, ἀλλήλαις δὲ ἦσαν ἀντίγραφοι“.

### alpha 2092

Ἀντιδιαστέλλεται · ἀντιδιΐστησιν.

### alpha 2093

Ἀντιδοίην κἂν ἐμαυτὸν τῷδε πράξας εὐθέτως (fr. com. novum)· Ἀττικὴ ἡ συμπλοκή· καὶ γὰρ ἐκεῖνοι δοτικὰς ἀντὶ γενικῶν λαμβάνουσιν, οἷον „φιλίᾳ τοῦτο δρῶσα“ (incerti auctoris), ἀντὶ τοῦ ὑπὸ φιλίας.

### alpha 2094

Ἀντίδοσις · οὐ μόνον ἐπὶ τριηραρχίας, ἀλλ’ ἐπὶ παντὸς οἵου τε ἀποδοθῆναι. Κρατῖνος Ὥραις (fr. 14 Dem.).

### alpha 2095

Ἀντιδικουμένου καὶ ἀντιδικούμενον τὸ παθητικόν, ἀντὶ τοῦ ἀμφισβητούμενον. Λυσίας ἐν τῷ Περὶ Δι〈και〉ογένους κλήρου πρὸς Γλαύκωνα (fr. novum).

### alpha 2096

Ἀντιδικοῦμεν · Θουγενίδης Δικασταῖς (fr. 1 Dem.)· „τί, ὠγαθέ, ἀντιδικοῦμεν ἀλλήλοις ἔτι;“

### alpha 2097

Ἀντιδικεῖν · Φρύνιχος ἔφη (fr. 8 Dem.), καὶ ἀντίδικοι Ἀριστοφάνης (fr. novum).

### alpha 2098

Ἀντίδουπα · Πλάτων εἴρηκεν (fr. 27 Dem. = Aeschyl. Pers. 1040)· „βόα νῦν ἀντίδουπά μοι“.

### alpha 2099

Ἀντιδιέξειμι · Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου (155).

### alpha 2100

Ἀντίθεσις · σχῆμα λέξεώς ἐστι, καθ’ ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἢ κατὰ μέρος ἢ ἀθρόα. οὕτως Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ (2).

### alpha 2101

Ἀντίθετον · τὸ σχῆμα τῆς φράσεως, ὡς ἡμεῖς. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (fr. 326 K.)· „καὶ κατ’ Ἀγάθων’ ἀντίθετον ἐξευρημένον“.

### alpha 2102

Ἀντίθετα · εἶδος σχήματος ῥητορικοῦ διαφόρως ποικιλλόμενον. ὁ μέντοι Αἰσχίνης (2, 4) οὐκ ἐπὶ σχήματος εἶπε τὸ ἀντίθετον, ἀλλ’ ὅτι διήγημα διηγήματι ὁ Δημοσθένης ἀντέθηκεν.

### alpha 2103

Ἀντικάθηται · ἀντὶ τοῦ ἐναντιοῦται.

### alpha 2104

Ἀντικρύ · κατέναντι, ἐξ ἐναντίας.

### alpha 2105

Ἀντικόπτειν · Ὑπερείδης (fr. 229a J.) ἐπὶ τοῦ ἐνίστασθαι.

### alpha 2106

Ἀντικαταλαβεῖν · ἀντιλαχεῖν δίκην. Πλάτων Πεισάνδρῳ (fr. 9 Dem.).

### alpha 2107

Ἀντίκρισις · ἀντὶ τοῦ ἀπόκρισις. οὕτως Ἀναξίλας (fr. 41 K.).

### alpha 2108

Ἀντικρύ · ὁ μὲν Βοηθὸς ἐν τῇ τῶν λέξεων αὐτοῦ Συναγωγῇ δέκα φησὶ σημαίνειν τὴν λέξιν· κατέναντι καὶ ἐξ ἐναντίας καὶ διαμπερὲς καὶ ἰθὺς καὶ εὐθὺς καὶ ἐπ’ εὐθείας καὶ ἰσχυρῶς καὶ σαφῶς καὶ ἀκριβῶς καὶ ἁπλῶς. οἱ δέ φασιν, ἀκριβέστερον οἶμαι λέγοντες, ὅτι μετὰ μὲν τοῦ ς λεγομένη τὰ πολλὰ τῶν εἰρημένων δηλοῖ, ἄνευ δὲ τοῦ ς, ὅτε καὶ ὀξύνεται, οἷον ἀντικρύ, τὸ κατέναντι καὶ ἐξ ἐναντίας μόνον.

### alpha 2109

Ἄντικρυς · διόλου, ἢ παντελῶς, ἢ φανερῶς. Διονύσιος.

### alpha 2110

Ἄντικρυς · τὸ φανερῶς καὶ διαρρήδην. σπάνιον δὲ καὶ τὸ ἐξ ἐναντίας. τὰ δὲ πολλὰ τὸ ἐξ ἐναντίας τὸ ἀντικρὺ ἄνευ τοῦ ς δηλοῖ.

### alpha 2111

Ἀντίκυρα · ὄνομα χώρας τινός.

### alpha 2112

Ἀντίπαλος · δύο σημαίνει ἡ λέξις· ἢ γὰρ τοὺς ἴσους καὶ ἰσορρόπους, ἢ τοὺς πολεμίους καὶ ἐναντίους.

### alpha 2113

Ἀντίπαις · ὁ πρόσηβος καὶ ὑπὲρ τὴν τοῦ παιδὸς ἡλικίαν. ὁ δὲ αὐτὸς καὶ ἀνδρόπαις παρ’ Ἀριστοφάνει (p. 93 Nauck).

### alpha 2114

Ἀντιλαβή · Πλάτων (Phaed. 84c) καὶ Ξενοφῶν.

### alpha 2115

Ἀντιλαμβάνεσθαι · καὶ τοῦτο καὶ τὰ ἀπ’ αὐτοῦ ἐν τῇ συνηθείᾳ πολλοὶ ἀντὶ τοῦ αἰσθάνεσθαι παραλαμβάνουσιν.

### alpha 2116

Ἀντιλογίαι · αἱ ἐν ταῖς τραγῳδίαις κατασκευαὶ καὶ ἀνασκευαί. Ἀριστοφάνης Βατράχοις (775).

### alpha 2117

Ἀντιλέγειν · ἀντὶ τοῦ ἴσα λέγειν. Πλάτων (Crito 50e).

### alpha 2118

Ἀντίληψις · ἀντὶ τοῦ ἐπίληψις. Πλάτων (Phaed. 87a). Θουκυδίδης δὲ (1, 120, 2) ἀντὶ τοῦ ἀντικομίσασθαι.

### alpha 2119

Ἀντιλογιῶν · Θουκυδίδης δʹ (59, 4). καὶ ἀντιλογῆσαι Νεφέλαις Ἀριστοφάνης (321).

### alpha 2120

Ἀντίπαλον · τρία σημαίνει· τὸ ἐναντίον καὶ τὸ ἰσόπαλον καὶ τὸ ἰσόστροφον.

### alpha 2121

Ἀντιπαρεξάγειν · ἀντιτάσσειν.

### alpha 2122

Ἀντιπεπονθότως · ἀντικειμένως, ἐναντίως.

### alpha 2123

Ἀντιπροκλήσεις · ἀντιλογίας, ἀντεγκλήματα.

### alpha 2124

Ἀντία · χαλεπή, προσάντης.

### alpha 2125

Ἄντλος · ἡ ἀντλία.

### alpha 2126

Ἄντλιον · ὑπάντλιον.

### alpha 2127

Ἀντλητήρ · ὁ κάδος †ἢ ὁ ναυτικὸς ἀντλητήρ†.

### alpha 2128

Ἀντλία · ὅπου τὸ ὕδωρ τὸ ἐν τῷ πλοίῳ γενόμενον ἀπαντλοῦσιν εἰς θάλασσαν. καὶ νῦν ὁ καλούμενος καδίσκος.

### alpha 2129

Ἀντλιαντλητῆρας · Μένανδρος Μεσσηνίᾳ (fr. 269 K.—Th.)· „οἱ δ’ ἁρπάσαντες τοὺς κάδους 〈τοὺσ〉 στρογγύλους ὕδρευον ἀνδρειότατα †κἠπόλις† πάλιν. —ἤντλουν λέγειν δεῖ, καὶ κάδους οὐ δεῖ λέγειν, ἀλλ’ ἀντλιαντλητῆρασ“. †οὕτως Ἀριστοφάνης καὶ Ἐπίλυκος†.

### alpha 2130

Ἀντίρροπον · ἰσόρροπον.

### alpha 2131

Ἀντιστρόφους · ἀντὶ τοῦ ἰσοστρόφους.

### alpha 2132

Ἀντιτορήσας · διατρήσας, τοιχωρυχήσας.

### alpha 2133

Ἀντιτυπῆσαι · ἀντιπαθῆσαι.

### alpha 2134

Ἀντιτυπία · ἐναντίωσις, σκληρότης. λαμβάνεται δὲ καὶ ἐπὶ ὁμοιότητος.

### alpha 2135

Ἀντιοχίς · ὄνομα φυλῆς.

### alpha 2136

Ἄντισσα · μία πόλις τῶν ἐν Λέσβῳ.

### alpha 2137

Ἀντιτύπους ἀνθρώπους (Pl. Theaet. 156a)· σκληροὺς καὶ ἀνενδότους. μεταφορικῶς ἀπὸ τοῦ ἄκμονος καὶ τῆς σφύρας· „καὶ τύπος ἀντίτυποσ“ (Hdt. 1, 67, 4).

### alpha 2138

Ἀντιφέρονται · ἐναντιοῦνται.

### alpha 2139

Ἀντιφιλοτιμεῖ · ἀντιθεραπεύει.

### alpha 2140

Ἀντίφης (Pl. Gorg. 501c)· ἀντὶ τοῦ ἀντιλέγεις.

### alpha 2141

Ἀντόμενοι · συμβάλλοντες.

### alpha 2142

Ἄντρα νύχια (Eur. Andr. 1224)· σκοτεινὰ σπήλαια.

### alpha 2143

Ἀντρώδη · σπηλαιώδη.

### alpha 2144

Ἀντρῶνες · πόλις ἐν Θετταλίᾳ.

### alpha 2145

Ἀντρώνιος ὄνος · ὁ μέγας, ὡς μεγίστων γινομένων ἐν Ἀντρῶσιν.

### alpha 2146

Ἄντυγες · περιφέρειαι.

### alpha 2147

Ἄντυξ · περιφέρεια τοῦ ἅρματος.

### alpha 2148

Ἀντωπεῖ · ἀντοφθαλμεῖ.

### alpha 2149

Ἀντωπός · ὁ ἀντιβλέπων.

### alpha 2150

Ἀντωμοσία · γράμματά τινα γράψαντες, περὶ ὧν ἡ δίκη, ὅ τε κατηγορούμενος καὶ ὁ κατηγορῶν ἀποφέρουσι πρὸς τὴν ἀρχήν. καλεῖται δὲ οὕτως, ἐπειδὴ ἑκάτερος αὐτῶν ἀντώμνυεν, ὁ μὲν τἀληθῆ κατηγορήσειν, ὁ δὲ τἀληθῆ ἀπολογήσασθαι.

### alpha 2151

Ἀνύτειν οἱ Ἀττικοί, ὅπερ ἡμεῖς ἀνύειν. ἁνύειν δέ, τὸ σπεύδειν, δασεῖα ἡ πρώτη. Ὅμηρος δὲ τὸ ἀνύειν ὡς ἡμεῖς (D 56)· „οὐκ ἀνύω φθονέουσα“.

### alpha 2152

Ἀνυδρεύσασθαι · ἀντλῆσαι ὕδωρ· „κατάχεον αὐτῆς κἀνύδρευσαι τὸν κάδον“. Κοριαννοῖ Φερεκράτης (fr. 76 K.).

### alpha 2153

Ἄνυδρα δάπεδα · περὶ Λιβύης λέγει ὁ Τραγικός (Eur. fr. 955h Snell)· „ἄνυδρα δ’ ᾠκηκὼς ἄναξ κριωπὸς Ἄμμων δάπεδα θεσπίζει τάδε“.

### alpha 2154

Ἀνυμεναιοῦν · Σοφοκλῆς Φρυξίν (fr. 725 R.)· „οὐ λήξετ’, οὐ παύσεσθε τούσδε τοὺς γάμους ἀνυμεναιοῦντες;“

### alpha 2155

Ἀνυποδησία · Πλάτων εἴρηκε (Leg. 1, 633c) καὶ Ξενοφῶν (Lac. 2, 3).

### alpha 2156

Ἀνυπόστατον · ἀντὶ τοῦ ἀφόρητον.

### alpha 2157

Ἀνυπαίτιος · ἀναίτιος.

### alpha 2158

Ἀνυπόβλητον · προὖχον.

### alpha 2159

Ἀνύποιστον · ἀβάστακτον.

### alpha 2160

Ἀνυπόδητος λέγεται, οὐχὶ ἀνυπόδετος.

### alpha 2161

Ἀνυπεύθυνος · Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (22)· „ἀνυπεύθυνον δὲ καὶ ἀζήτητον“.

### alpha 2162

Ἄνυμφον · κακόνυμφον. ἢ τὴν οὐχ οἵαν τε νυμφευθῆναι. Σοφοκλῆς (fr. 1016 R.).

### alpha 2163

Ἀνυσίμως · Πλάτων (Theaet. 144b). ἐνεργῶς, πρακτικῶς. καὶ Ἀνύ〈του〉σι · τελοῦσιν, ἀνύουσιν.

### alpha 2164

Ἁνύσαι · δασέως τὸ σπεῦσαι καὶ συντελέσαι.

### alpha 2165

Ἄνω καὶ κάτω · ὡς ἐν τῇ συνηθείᾳ λέγομεν. Εὐριπίδης (Bacch. 349)· „ἄνω καὶ κάτω τὰ πάντα συγχέουσιν“.

### alpha 2166

Ἀνῴμωξεν · ἐστέναξεν.

### alpha 2167

†Ἀνωρθρίαζον† · Ἀνδοκίδης (1, 29)· ἀντὶ τοῦ †ὄρθριοι† βοῶντες ἔλεγον.

### alpha 2168

Ἄνω ποταμῶν ῥέουσι πηγαί · παροιμία ἐπὶ τῶν ὑπεναντίως γινομένων ἢ λεγομένων, οἷον εἰ ὁ πόρνος τὸν †σοφώτερον† ἔλεγε πόρνον. ἐπειδὴ οἱ ποταμοὶ ἄνωθεν κάτω ῥέουσιν, οὐ κάτωθεν ἄνω. κέχρηται αὐτῇ Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας (19, 287). 〈καὶ *** 〉· „ἄνω ποταμῶν τὰ πράγματα εἶναί μοι δοκεῖ“ (com. adesp. fr. 50 Dem.).

### alpha 2169

Ἀνωφέλητος ἄνθρωπος · Στράττις (fr. 9 Dem.)· „ἀνωφέλητος καὶ θεοῖς ἐχθρόσ“.

### alpha 2170

Ἀνῳκισμένος · ἐν τοῖς ἀνωτάτω γεννηθείς. ἢ ὁ ἄνω ὤν.

### alpha 2171

Ἀνόνητον · τὸ ἀνωφελές.

### alpha 2172

Ἀξιαπηγητότατον (Hdt. 2, 99, 4)· ἀξιολογώτατον.

### alpha 2173

Ἀξιοῖ · ἀντὶ τοῦ νομίζει. Ἀντιφῶν (fr. 60 Th.) καὶ Λυσίας (fr. 302 S.).

### alpha 2174

Ἄξιον · τὸ εὔωνον. Ἀριστοφάνης (Equ. 895).

### alpha 2175

Ἀξιόπιστος · οὐχὶ ὁ κατάπλαστος λέγεται ὑπὸ τῶν παλαιῶν καὶ τερατείᾳ χρώμενος, ἀλλ’ ὁ πιστὸς καὶ δόκιμος καὶ ἀξιόχρεως.

### alpha 2176

Ἀξιόχρεων · ἐν τῷ ω λέγουσι. καὶ λειπόνεων· καὶ τὰ οὐδέτερα οἱ {γὰρ} παλαιοὶ ὁμοίως. τὸ δὲ ἀξιόχρεον βάρβαρον.

### alpha 2177

Ἄξιον · ἐπὶ τοῦ δικαίου τέτακται. οὕτως Δημοσθένης (fr. 19 S.).

### alpha 2178

Ἄξιος θέας · παρὰ Φρυνίχῳ (TrGF 3 F 16b). καὶ ἀξιοθέατος παρὰ Ξενοφῶντι (HG. 4, 5, 6).

### alpha 2179

Ἀξιάγαστος · ἀξιοθαύμαστος.

### alpha 2180

Ἀξιέραστος · ἄξιος ἐρασμοῦ, ἐπέραστος.

### alpha 2181

Ἄξιος οὐδὲ 〈ἑνὸσ〉 μόνου (Pl. Theaet. 162e)· ἀντὶ τοῦ οὐδενός. ἔστι δὲ ἀπὸ τῶν κύβων εἰρημένον.

### alpha 2182

Ἀξιῶν · ἀντὶ τοῦ νομίζων, ὑπολαμβάνων. Πλάτων (Gorg. 450c) καὶ Λυσίας (fr. 302 S.).

### alpha 2183

Ἄξονες · ξύλα τετράγωνα ἦν, ἀπὸ τοῦ ἐδάφους μέχρι τοῦ ὀρόφου διήκοντα καὶ διά τινος περόνης στρεφόμενα, ἐφ’ ὧν οἱ Σόλωνος νόμοι ἀνεγράφοντο. λέγονται δὲ καὶ ἐν τοῖς τῶν ἁμαξῶν ἄξοσιν ὁμοίως κώδιξι στρεφόμενοι. λέγονται δὲ καὶ ἐν τοῖς μαθήμασιν ἄξονες, περὶ οὓς σφαῖραί τε καὶ κύλινδροι καὶ τὰ τοιαῦτα στρέφονται καὶ συνίστανται. καὶ τῶν ἁμαξῶν δὲ οἷς οἱ τροχοὶ συνεχόμενοι περιστρέφονται.

### alpha 2184

Ἀξύμβλητον · ὥστε μηδενὶ ἀπαντῆσαι. Σοφοκλῆς (fr. 355 N. 2 = 387 R.)· „ἄπλαστον, ἀξύμβλητον ἐξεθρεψάμην“.

### alpha 2185

Ἀξύλῳ (Λ 155)· πολυξύλῳ.

### alpha 2186

†Ἀξόνητον† · ἀνωφελές.

### alpha 2187

Ἀοζήσω · διακονήσω, ὑπουργήσω. Αἰσχύλος Ἐλευσινίοις (fr. 54 N. 2 = 270 M.).

### alpha 2188

Ἀοιδή · ᾠδή.

### alpha 2189

Ἄοζος · ὑπηρέτης, διάκονος.

### alpha 2190

Ἀοίδιμος · ὑμνητός.

### alpha 2191

Ἀοιδός · ποιητής.

### alpha 2192

Ἄοινος · ἐπὶ τῶν μὴ γεγευμένων οἴνου. καὶ ἐπὶ τῶν μὴ ἐχόντων οἶνον.

### alpha 2193

Ἀολλεῖ · ποιεῖ, συνάγει.

### alpha 2194

Ἀολλεῖς · παρὰ Σοφοκλεῖ τὰς συνηγμένας (fr. 1017 R.).

### alpha 2195

Ἀορτά · τὰ ἐξηρτημένα ἢ αἰωρούμενα καὶ οὐ βεβηκότα. οἱ δὲ τὴν τραχεῖαν ἀρτηρίαν τὴν εἰς πνεύμονα φέρουσαν. οἱ δὲ ὄρτρα τὰ βράγχια. οἱ δὲ ἀρτηρίας. ἄλλοι τὸ ἀπηρτημένον τοῦ πνεύμονος μέρος. ἰδίως δὲ ἀορτὴν Ἀριστοτέλης (Hist. an. 495b 7) καλεῖ τὴν παρ’ ἐνίοις μεγάλην ἀρτηρίαν ὀνομαζομένην, ἣν καὶ φυτοῦ στελέχει παρεικάζουσιν, ὥσπερ ῥίζας τὰς εἰς τὸν πνεύμονα κατασχιζομένας ἀρτηρίας.

### alpha 2196

Ἄοπτα · Ἀντιφῶν (87 B 4 D.—K.)· ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα μέν, δόξαντα δὲ ὁρᾶσθαι.

### alpha 2197

Ἄορι · τῷ ξίφει.

### alpha 2198

Ἀπάγειν, ἐφηγεῖσθαι, γράφεσθαι, δικάζεσθαι · τούτων ἕκαστον ἐπὶ τῶν ἑτέρους κατηγορούντων λέγεται. ἀλλ’ ἐὰν μὲν πρὸς διαιτητὴν ἡ διαδικασία γένηται, καλεῖ〈ται〉 δικάζεσθαι.

### alpha 2199

Ἄπαγε ξένον ἐν χειμῶνι · παροιμία ἐπὶ τῶν ὀχληρῶν.

### alpha 2200

Ἄπαγε · παῦσαι, μὴ γένοιτο.

### alpha 2201

Ἄπαγε · ἀντὶ τοῦ χρῶ τῇ ἀπαγωγῇ. οὕτως Δημοσθένης (22, 26).

### alpha 2202

Ἀπάγου · ἀντὶ τοῦ πρὸς †αὐτὸν† ἄπαγε. οὕτως Εὐριπίδης (fr. 1097 N. 2 ).

### alpha 2203

Ἀπαγκωνισάμενος · Ἄρχιππος Ἰχθύσιν (fr. 1 Dem.) σεμνῶς πάνυ. ἔλεγον δὲ καὶ ἀγκωνίζειν.

### alpha 2204

Ἀπαγγελτῆρα · Φρύνιχος (TrGF 3 F 16a)· „ἐσθλῶν ἀπαγγελτῆρα μᾶλλον ἢ κακῶν“.

### alpha 2205

Ἀπαγορεύειν · ἀντὶ τοῦ κάμνειν καὶ ἀδυνάτως ἔχειν.

### alpha 2206

Ἀπαγορεύει · ἀποτρέπεται, ἀρνεῖται.

### alpha 2207

Ἀπαγωγάς · ἀδυνατίας.

### alpha 2208

Ἀπαγωγή · δίκης ἐστὶν εἶδος. ὠνόμασται ἀπὸ τοῦ ἀπάγειν. ἀπήγοντο δὲ οἱ κακοῦργοι πρὸς τοὺς ἕνδεκα.

### alpha 2209

Ἀπαγωγή · μήνυσις ἔγγραφος διδομένη τῷ ἄρχοντι περὶ τοῦ δεῖν ἀπαχθῆναι τὸν δεῖνα. λέγεται ἀπαγωγὴ καὶ ἡ αἰχμαλωσία καὶ ἥ τινος κομιδή, οἷον ἡ ἀγωγή.

### alpha 2210

Ἀπᾷδον · οὐ συνᾷδον. καὶ ἀπᾴδομεν Πλάτων Νόμων βʹ (662b).

### alpha 2211

Ἀπαίδευτοι · ἀντὶ τοῦ ἀνόητοι.

### alpha 2212

Ἀπαιδοτρίβητοι · ἀγύμναστοι.

### alpha 2213

Ἀπαιδοτρίβητον σῶμα · ἀγύμναστον.

### alpha 2214

Ἀπαιδία · ἡλικία ἐλάσσονι χρόνῳ τοῦ συμπληροῦντος τὸν παῖδα.

### alpha 2215

Ἀπαιόλη · ἀπάτη, ἀποστέρησις. οὕτως Αἰσχύλος (fr. 186 N. 2 = 309 M.).

### alpha 2216

Ἀπαιόλημα · ἀποπλάνημα, ἀποκάθαρμα. {ἢ θεόν τινα ἀπατητικόν}.

### alpha 2217

Ἀπαιολᾷ · ἀντὶ τοῦ παραλογίζεται, πλανᾶ.

### alpha 2218

Ἀπαίροντες · μεθιστάμενοι.

### alpha 2219

Ἄπαιρε · ὃ οἱ πολλοὶ ἆρον λέγουσιν.

### alpha 2220

Ἀπαίρειν · ἀντὶ τοῦ παραγίνεσθαι. Ἀριστοφάνης (fr. novum).

### alpha 2221

Ἀπαίσιον · βλάσφημον, ἀσύμβουλον.

### alpha 2222

Ἀπαιώνιστον · ἀνίατον, δύσφημον.

### alpha 2223

Ἀπαιωρούμενον · κρεμάμενον.

### alpha 2224

Ἀπάλαμνος · ἄπειρος.

### alpha 2225

Ἀπάλαμνον · ἀμήχανον.

### alpha 2226

Ἀπαλάμνως · ἀβούλως, σκαιῶς καὶ ἀσυνέτως.

### alpha 2227

Ἀπαλεξῆσαι · κωλῦσαι.

### alpha 2228

Ἀπαλεξήσοντες · κωλύσοντες.

### alpha 2229

Ἁπαλοὶ θερμολουσίαις, ἁβροὶ μαλθακευνίαις · ἐπὶ τῶν ὑπὸ τρυφῆς καὶ ἁβρότητος διαρρεόντων.

### alpha 2230

Ἀπαλλάξωμεν · ἀντὶ τοῦ ἀφανίσωμεν.

### alpha 2231

Ἀπαλλάξας · ἀντὶ τοῦ πείσας ἀποστῆναι. Κρατῖνος (fr. 387 K.) καὶ Δημοσθένης (24, 37) καὶ ἄλλοι.

### alpha 2232

Ἀπάλλεις · ἀποπέμπεις.

### alpha 2233

Ἀπαλεῖ · σχολάζει, ὀλιγωρεῖ.

### alpha 2234

Ἁπαλὸς εἴσπλους {τοῦ} λιμένος · ἀντὶ τοῦ τραχέος λαβὼν ὁ Κρατῖνος τὸ ἁπαλὸς σύνταξιν ἡδίστην ἐποίησεν „ἁπαλὸς εἴσπλους λιμένοσ“ εἰπών (fr. 357 K.).

### alpha 2235

Ἁπαλοσώματος · Ἀριστοφάνης εἴρηκεν (fr. 54 Dem.).

### alpha 2236

Ἁπαλύνειν · ἀντὶ τοῦ διαχεῖν τὴν ψυχὴν καὶ θηλύνειν. Ἀριστοφάνης (fr. 54 Dem.).

### alpha 2237

Ἁπαλὴ δίαιτα · ἡ τρυφερὰ καὶ ἀνειμένη.

### alpha 2238

Ἁπαλά · οἷον ἐξηλλαγμένα καὶ καινά. Εὐριπίδης (fr. 955i Snell) καὶ Σοφοκλῆς (fr. 1019 R.).

### alpha 2239

Ἀπάλλαξόν με φροντίδων · Στράττις ἔφη (fr. novum).

### alpha 2240

Ἀπαμβρακοῦ · καρτέρει. λέγεται δὲ πρὸς ὠδίνουσαν γυναῖκα. οἱ δὲ ἀνδρίζου. ἄλλοι φυλάττου.

### alpha 2241

Ἀπαμβλύνει · ἐκκαθαίρει σκότους καὶ ἀλλοιώσεως.

### alpha 2242

Ἀπαμυνεῖ · ἀποστρέψει.

### alpha 2243

Ἀπαμφιέσαντες · ἐκδύσαντες.

### alpha 2244

Ἀπαμφίσκων · ἀποκαλύπτων.

### alpha 2245

Ἀπαμφιεῖ · ἀποκαλύψει. Μισουμένῳ (364—65)· „ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον τοῦτό μου καὶ λανθάνειν βουλόμενον ἡ μέθη ποτέ“.

### alpha 2246

Ἀ〈πα〉νάστασις · ἀποικία, μετάστασις.

### alpha 2247

Ἀπαντᾶν καὶ συναντᾶν λέγουσιν ἑκατέρως.

### alpha 2248

Ἅπανθ’ ὅμοια καὶ Ῥοδῶπις ἡ καλή · σημαίνει ὅτι ταῖς τύχαις ὁμοίως ὑποπεπτώκασιν οἱ θνητοί.

### alpha 2249

Ἀπανθίζειν · Πωλίων εἴρηκεν· „ἀπανθίζειν ἐπεχείρει τοὺς Φρύγας Ἀχιλλεύσ“.

### alpha 2250

Ἅπαν · οἱ μὲν Ἴωνες συστέλλουσι καὶ ὁ Ποιητής (Υ 156)· „τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον“, οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὴν ὑστέραν. καὶ τὸ παράπαν ὁμοίως, καὶ ἅπαντα τὰ τοιαῦτα.

### alpha 2251

Ἀπαντᾶν · τὸ παραγίνεσθαι εἴς τινα τόπον.

### alpha 2252

Ἀπάντησις · ὡς ἐν τῇ συνηθείᾳ φαμέν. Σοφοκλῆς (fr. 828 R.)· „ἐγὼ δ’ εἰς ἀπάντησίν τινος σπεύδω“.

### alpha 2253

Ἁπανταχῇ · Σοφοκλῆς (fr. 828a R.)· „ἁπανταχῇ τοι τὸ φῶς καλόν“.

### alpha 2254

Ἀπάξω · ἐκεῖθεν ἄξω.

### alpha 2255

Ἁπαξαπλῶς · κατὰ σύνθεσιν προφέρονται τὴν πρώτην βαρύνοντες.

### alpha 2256

Ἁπαξάπαντα · οὐδὲν πλέον σημαίνει τὸ ἅπαξ προσκείμενον.

### alpha 2257

Ἀπαράβλητος · ἀσύγκριτος, ἀνόμοιος.

### alpha 2258

Ἀπαραπόδιστον · ἀπλανῆ.

### alpha 2259

Ἀπαραποίητον · ἄπλαστον.

### alpha 2260

Ἀπαριθμῶν · ἀποπληρῶν ἀριθμόν. Ἰσοκράτης (5, 27).

### alpha 2261

Ἀπάργματα · ἀπαρχαὶ καὶ μερίδες θεῶν.

### alpha 2262

Ἀπαρθένευτος · ἀκέραιος, καθαρά.

### alpha 2263

Ἄπαρνος · ἀντὶ τοῦ ἔξαρνος· τὸ γὰρ ἄπαρνος σεμνότερον.

### alpha 2264

Ἀπαρτίαν · ἀποσκευήν, τέλος ἀπαρτισμοῦ.

### alpha 2265

Ἀπαρκτίας · οὕτως χρὴ λέγειν μετὰ τοῦ τ καὶ οὐχ ὡς ἔνιοι ἀπαρκίαν· καὶ γὰρ ἄρκτον λέγεις. Στράττις εἴρηκεν (fr. novum).

### alpha 2266

Ἀπαραίτητος καὶ ἄπιστος πρὸς δωροδοκίαν · ἐπὶ ἀδωροδοκήτου καὶ καθαροῦ ἀνδρός.

### alpha 2267

Ἀπαρτί · τοῦτο παρὰ τοῖς Ἀττικοῖς ὀξυτόνως. σημαίνει δὲ τὸ ἀπηρτισμένον. Εὔπολις (fr. novum) καὶ Ἡρόδοτος (2, 158, 4).

### alpha 2268

〈Ἀπαρτί〉 · ἀπηρτισμένως, ἀκριβῶς.

### alpha 2269

〈Ἀπαρτία· *** 〉 κυρίως δὲ ἡ δυναμένη μετακομίζεσθαι κτῆσις καὶ περιουσία, ἐφ’ ἧς καὶ τὰ ἔπιπλα λέγεται.

### alpha 2270

Ἀπαρτί · ἀπηρτισμένως.

### alpha 2271

Ἀπαρτᾶν · ἀντὶ τοῦ μακρὰν ἀπάγει〈ν〉. Δημοσθένης (18, 59).

### alpha 2272

Ἀπ’ ἀρχῆς εἰς τέλος · Εὐριπίδης (fr. novum).

### alpha 2273

Ἀπάρχεσθαι · τὸ τοῖς ἀγύρταις ἀργύριον ἐμβάλλειν.

### alpha 2274

Ἀπαρηγόρητος ὀργή · ἐπὶ δυσοργήτου.

### alpha 2275

Ἀπάρχου · ἀρχὴν βάλλε ἢ ἀπαρχὰς πρόσφερε.

### alpha 2276

†Ἀπαίσιον† · ἀσινές.

### alpha 2277

Ἅπασαν τὴν οὐσίαν ἠμφίασται · ἐπὶ τῶν μηδ’ ὁτιοῦν ἄλλο κεκτημένων ἢ ὅπερ ἀμπίσχεται.

### alpha 2278

Ἀπασκαρίζει · ἐν τῷ α λέγουσιν. Ἀριστοφάνης Ταγηνισταῖς (fr. 495 K.)· „ἀπασκαρίζειν ὡσπερεὶ πέρκην χαμαί“.

### alpha 2279

Ἀπαστία · ἀτροφία. καὶ ἄπαστος · ἄγευστος, οἷον ἄμαστος, ἀμάσητος.

### alpha 2280

Ἀπατηλός · ἀπατητικός.

### alpha 2281

Ἀπατήσει · ἀντὶ τοῦ παραλογιεῖται. Τηλεκλείδης (fr. 53 K.).

### alpha 2282

Ἀπατούρια · ἑορτὴ Ἀθήνησιν, ἣν ἄγουσιν ἐπὶ τρεῖς ἡμέρας.

### alpha 2283

Ἀπάτωρ · Εὔπολις (fr. novum).

### alpha 2284

Ἀπάτριοι · οἱ πατέρα μὴ ἔχοντες.

### alpha 2285

Ἀπαυδῶ · ἀπαγορεύω, ἀπολέγομαι.

### alpha 2286

Ἀπαυθαδιάζοντας · μεγαλοφρονοῦντας.

### alpha 2287

Ἀπαυλία · ἡ λέξις εἴρηται παρὰ τοῖς τραγικοῖς (fr. novum). λέγεται δὲ ἀπαυλία ἡ πρώτη τῶν γάμων ἡμέρα, ἐν ᾗ ἡ νύμφη παραδοθεῖσα τῷ νυμφίῳ τῆς πατρῴας οἰκίας ἀπαυλίζεται.

### alpha 2288

Ἀπαυστί · Σοφοκλῆς Φαίδρᾳ (fr. 687 R.)· „γλώσσης ἀπαυστὶ στάζε μυξώδης ἀφρόσ“.

### alpha 2289

Ἀπαυτοματισθεῖσα · οὐκ ἀφ’ ἑαυτῆς τελειωθεῖσα.

### alpha 2290

Ἀπαυτομολῆσαι · ἀναχωρῆσαι.

### alpha 2291

Ἀπαυχενίζειν · ἀφηνιᾶν, ἀτακτεῖν.

### alpha 2292

Ἀπεγένετο · ἀντὶ τοῦ ἀπέθανεν. οὕτως Ἀντιφῶν (fr. 152 Th.) καὶ Θουκυδίδης (2, 98, 3).

### alpha 2293

Ἀπεβίω · ἀπέθανεν.

### alpha 2294

Ἀπέδοξεν · ἀντὶ τοῦ οὐκ ἔδοξεν.

### alpha 2295

Ἀπέδειξεν · ἀντὶ τοῦ παρέδωκεν. Ξενοφῶν (Lac. 15, 3).

### alpha 2296

Ἀπέγνωσαν · τὸ ἐναντίον τῷ κατέγνωσαν.

### alpha 2297

Ἀπεδημηκότες · ἀντὶ τοῦ ἀποδεδημηκότες. Ἕρμιππος (fr. 66 K.).

### alpha 2298

Ἀπεγνωκώς · ἀντὶ τοῦ ἀποδοκιμάσας. Δημοσθένης (Epist. 2, 17).

### alpha 2299

Ἀπέδοτο · ἐκδέδωκεν, παρέδωκεν.

### alpha 2300

Ἀπέδοσθε · ἀπημπολήσατε.

### alpha 2301

Ἀπέγραψε τὸν καιρόν · ἠκρίβωσε τὸν καιρόν.

### alpha 2302

Ἀπεδήδοκεν (Ar. Ran. 984), κατεδήδοκεν (Ar. Vesp. 838), ἐδήδοκεν · πάνυ Ἀττικὴ ἡ χρῆσις τῶν φωνῶν.

### alpha 2303

Ἀπειλεῖταί μοι · Ἄλεξις (cf. fr. 306 K.)· „ἀρτίως ἐνταῦθα ἐπήδα καὶ διηπειλεῖτό μοι“.

### alpha 2304

Ἀπειρόκαλος · Ἴων εἴρηκεν (fr. novum) καὶ Πλάτων (Leg. 6, 775b) καὶ Δημοσθένης (22, 75. 24, 183).

### alpha 2305

Ἀπειροκαλία · Ξενοφῶν ἔφη (Cyr. 1, 2, 3).

### alpha 2306

Ἀπειρία · τὸ ἐναντίον τοῦ ἐμπειρία.

### alpha 2307

Ἄπειρον · τὸ μὴ ἔμπειρον. Δημοσθένης (27, 2. 58, 24).

### alpha 2308

Ἄπεδον · τὸ ἰσόπεδον καὶ τὸ ὁμαλόν. Θουκυδίδης (7, 78, 4).

### alpha 2309

Ἀπέδρα · καὶ τὸ πρῶτον πρόσωπον ἀπέδραν· „〈τί〉 οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν;“ Φερεκράτης (fr. 59 K.).

### alpha 2310

Ἀπεθέρισεν · ἀπέκειρεν.

### alpha 2311

Ἀπειθεῖν · ἀπιστεῖν.

### alpha 2312

Ἀπεικός · ἄτοπον, ἀπρεπές.

### alpha 2313

Ἄπει · ἀντὶ τοῦ ἀπελεύσῃ. Σοφοκλῆς (OT 431).

### alpha 2314

Ἀπειλῶν · καυχώμενος.

### alpha 2315

Ἀπειπεῖν · ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι. ἔστι δὲ καὶ ἀντὶ τοῦ ἀπαρνήσασθαι.

### alpha 2316

Ἀπειπεῖν · τὸ καμεῖν καὶ ἀπαγορεῦσαι. σημαίνει δὲ καὶ τὸ ἀποκηρῦξαι παῖδα. καὶ δῆλον τοῦτο ἐκ τοῦ νόμου Σόλωνος τοῦ λέγοντος· „μήτ’ ἀπειπεῖν †μήτε πείθεσθαι†“, τουτέστιν μήτε ἀποκηρῦξαι μήτ’ ἄλλον ἐπ’ αὐτοῖς θεῖναι.

### alpha 2317

Ἀπειργάσθαι · ἀντὶ τοῦ ἀποδεδεῖχθαι. Ξενοφῶν (Cyr. 8, 8, 27).

### alpha 2318

Ἀπείργων · κωλύων.

### alpha 2319

Ἀπειρέσια · ἄπειρα τῷ πλήθει.

### alpha 2320

Ἀπείρηκα · κέκμηκα.

### alpha 2321

Ἄπεισιν · ἀπέρχεται.

### alpha 2322

Ἀπείσομαι · ἀντὶ τοῦ ἄπειμι.

### alpha 2323

Ἀπέκιξαν (Ar. Ach. 869)· †Ἴωνες† ἀποπεσεῖν ἐποίησαν.

### alpha 2324

Ἀπεκομίσθη · ἀπηνέχθη.

### alpha 2325

Ἀπεκρίθη · ἀφωρίσθη. Πλάτων (cf. Reip. 8, 564e et Leg. 12, 961b).

### alpha 2326

Ἀπέκτητον · ἀπόκιστον.

### alpha 2327

Ἀπέλα (Xen. Cyr. 8, 3, 32)· ἀντὶ τοῦ ἀπέλαυνε.

### alpha 2328

Ἀπελεύθερος · Ἑλληνικὸν τὸ ὄνομα. καὶ δράματα ἄττα οὕτως ἐπιγέγραπται.

### alpha 2329

Ἀπέλητοι · ἀνταγωνισταί. οὕτως Αἰσχύλος (fr. 415 N. 2 = 757 M.).

### alpha 2330

Ἀπέλθῃ · ἀντὶ τοῦ ἐπανέλθῃ. Θουκυδίδης (5, 46, 4). Δημοσθένης δὲ ἀντὶ τοῦ ἀποδρᾶναι.

### alpha 2331

Ἀπ’ ἐλπίδος σφαλῆναι καλῆς · Ἀριστοφάνης (fr. novum)· „τίς οὐκ ἂν ἐκγελάσειε χαρίεντα εἰσορῶν παθόντα τόνδε καὶ καλῆς ἀπ’ ἐλπίδος σφαλέντα;“

### alpha 2332

Ἀπέλιπεν μὲν ἡ γυνὴ τὸν ἄνδρα λέγεται, ἀπέπεμψε δὲ ὁ ἀνὴρ τὴν γυναῖκα. οὕτω Μένανδρος (fr. 823 K.—Th.).

### alpha 2333

Ἀπελυμαίνοντο (A 314)· ἀπεκαθαίροντο.

### alpha 2334

Ἀπεμόρξατο · ἀπεψήσατο, ἐδάκρυσεν. ἢ ἀπεμύξατο.

### alpha 2335

Ἀπεμύλλαινον · διεφαύλιζον, ἐξηυτέλιζον.

### alpha 2336

Ἀπεμπολή · ἀπόστασις ἢ μετὰ ἀπάτης πρᾶσις καὶ ἐμπορία.

### alpha 2337

Ἀπεμφαίνει · †ἀπείρηκεν†.

### alpha 2338

Ἀπεμπολήσας · πεπρακώς, ἀποκτησάμενος.

### alpha 2339

Ἀπεμυθήσω · ἀντὶ τοῦ ἀπελογήσω. Στράττις (fr. 72 K.).

### alpha 2340

Ἀπενήσω · ἀπέβαλες.

### alpha 2341

Ἀπενεγκεῖν γραφήν · τὸ γράψασθαι λέγουσιν.

### alpha 2342

Ἀπενεγκάμενος · κτησάμενος.

### alpha 2343

Ἀπενιαυτῆσαι · ἐνιαυτῷ φυγεῖν τὴν πατρίδα ἐπί τισιν ἀδικήμασιν.

### alpha 2344

Ἀπεξεσμένον · ἠκριβωμένον.

### alpha 2345

Ἀπεοικός · ἀπρεπές.

### alpha 2346

Ἀπέραντον · ἄπειρον.

### alpha 2347

Ἀπερράπισεν · ἀπεφίμωσεν, ἐπεστόμισεν.

### alpha 2348

Ἀπεργάσασθαι · ἀντὶ τοῦ ἀποπληρῶσαι. Ἀριστοφάνης (cf. Av. 1154).

### alpha 2349

Ἀπέρεισιν · τὴν ἐπιστήριξιν.

### alpha 2350

Ἀπεργασάμενος · ἀντὶ τοῦ ἀποδοὺς ἐξ ὧν εἰργάσατο. οὕτως Ἰσαῖος (fr. 3 S.).

### alpha 2351

Ἀπερρήσεις · ἀπελεύσῃ, ἀποφθαρήσῃ.

### alpha 2352

Ἀπερίβλεπτον · ἀνυπονόητον, πολύ.

### alpha 2353

Ἀπερίγραπτον · ἀπεριόριστον.

### alpha 2354

Ἀπερίγραπτοι · ἀπερίσκοποι.

### alpha 2355

Ἀπερίοπτος · Θουκυδίδης (1, 41, 2).

### alpha 2356

Ἀπερρέθη · ἀντὶ τοῦ ἀπηγορεύθη.

### alpha 2357

Ἀπερρωγότες · κατεσχισμένοι ἢ ἀπεσχισμένοι.

### alpha 2358

Ἀπέσβη · ἐσβέσθη ἢ ἐπαύσατο, τέθνηκεν.

### alpha 2359

Ἀπεσείσατο · ἀπέβαλεν.

### alpha 2360

Ἀπεσιγάλωσεν · ἀπεσκήνωσεν.

### alpha 2361

Ἀπεσκῆ · γυμνὰ θήκης τόξα.

### alpha 2362

Ἀπεσκόλυπτεν · κυρίως τὸ δέρμα ἀφῄρει. ἤδη δὲ καὶ τὸ ἐγύμνου.

### alpha 2363

Ἀπεσκοτωμένα · ἐσκιαγραφημένα, κεχρωσμένα· τὰς γὰρ χρίσεις σκότη καλοῦσιν οἱ ζωγράφοι. οὕτως Ἀριστοφάνης (fr. 712 K.).

### alpha 2364

Ἀπεσσύα (Xen. HG. 1, 1, 23)· ἐξέλιπεν.

### alpha 2365

Ἀπεσκελετεύθη · Πλάτων (fr. novum).

### alpha 2366

Ἀπεσκληκώς · ἀναισθήτως ἔχων καὶ ἀπεσκληρυμμένος.

### alpha 2367

Ἀπεστλεγγισμένον · ἀπεξυσμένον. οὕτως Ἀριστοφάνης (Equ. 580)· στλεγγὶς γὰρ ἡ ξύστρα.

### alpha 2368

Ἀπεσταλμένην καὶ πεπεμμένην ἑκατέρως λέγουσιν.

### alpha 2369

Ἄπεστιν · ἀντὶ τοῦ ἀφέστηκεν.

### alpha 2370

Ἀπεστομάτισαν · ἀπεφθέγξαντο.

### alpha 2371

Ἀπέσφηλεν · ἀποτυχεῖν ἐποίησεν.

### alpha 2372

Ἀπεσφακέλισεν · οἱ μὲν ἰατροὶ ἐσάπη. λέγεται δὲ καὶ ἀντὶ τοῦ †ἀπεσφενδόνησεν†. ἔτι τὸ ἐξαίφνης ἀπέθανεν. ὁ δὲ Ἀριστοφάνης (fr. 424 K.) καὶ ἀντὶ τοῦ ἀπεσπάσθη.

### alpha 2373

Ἀπέσχαζεν · Πλάτων Πρέσβεσιν (fr. 127 K.). καὶ σχᾶν τὸ σχάζειν.

### alpha 2374

Ἀπεσχεδιάζετο · ἡτοιμάζετο.

### alpha 2375

Ἀπεσχοινισμένος · ἀντὶ τοῦ †ἀποκεκλιμένος†.

### alpha 2376

Ἀπετείχιζον · ἀπεχώριζον, ἀπεκώλυον.

### alpha 2377

Ἀπετίννυον · ἀπεδίδουν.

### alpha 2378

Ἀπετίμησεν καὶ ἀποτίμησις καὶ ἀποτίμημα · εἰώθασιν οἱ τῇ γυναικὶ γαμουμένῃ προῖκα διδόντες αἰτεῖν παρὰ τοῦ ἀνδρὸς ὥσπερ ἐνέχυρόν τι τῆς προικὸς ἀντάξιον, ὃ νῦν ὑπάλλαγμα λέγεται. ἐκλήθη δὲ τὸ ὑπάλλαγμα ἀποτίμημα, διότι ἐτιμᾶτο πρὸς τὴν προῖκα, ἵνα μὴ ἔλαττον ᾖ, ἀλλὰ καὶ πλέον αὐτῆς.

### alpha 2379

Ἀπετύλουν · ἀπέσυρον τὸ αἰδοῖον.

### alpha 2380

Ἀπέτισα · ἀπέδωκα.

### alpha 2381

†Ἀπεύρα† · ἀπέλαυσεν. ἢ ἀφείλετο.

### alpha 2382

Ἀπέφησεν · ἀντὶ τοῦ ἀντεῖπεν. Μένανδρος (fr. 824 K.—Th.).

### alpha 2383

Ἀπευθύνει · κολάζει.

### alpha 2384

Ἀπευκτόν · μισητόν.

### alpha 2385

Ἀπευήκασιν · ἀπεξηρασμέναι εἰσίν.

### alpha 2386

†Ἀπεφρούρησαν† · ἀπέθηκαν.

### alpha 2387

Ἀπέφρησαν · ἀφεῖσαν.

### alpha 2388

Ἄπεφθον χρυσίον · ἐν τῷ π· „χρύς’ ἄπεφθα τοῖς Παταίκοις ἐμφερῆ“ (com. adesp. fr. 423 K.).

### alpha 2389

Ἀπεχρᾶτο · Ἡρόδοτος μὲν (1, 102, 1) ἀντὶ τοῦ ἀρκεῖν ἡγεῖτο. Θουκυδίδης δὲ (3, 81, 2) ἀπεχρῶντο ἀντὶ τοῦ ἀνῄρουν.

### alpha 2390

Ἀπεχρήσαντο · διεχρήσαντο, ἀπέκτειναν. Ἀριστοφάνης Λημνίαις (fr. 358 K.)· „τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρουσ“.

### alpha 2391

Ἀπεχθάνοντο · ἐμισοῦντο. λέγουσι δὲ καὶ ἀπεχθάνεσθαι καὶ ἀπέχθεσθαι .

### alpha 2392

Ἀπεχοιρίασεν · ἀπεσκίρτησεν. οἱ δὲ ἀπέπληξεν· ἀπὸ τῶν χοίρων.

### alpha 2393

Ἀπέχθεια · μῖσος.

### alpha 2394

Ἀπεχθής · ἐχθρός, μισητός.

### alpha 2395

Ἀπεχρήσατο · ἀπέκτεινεν.

### alpha 2396

Ἀπέχρησεν · ἐξήρκεσεν.

### alpha 2397

Ἀπεώσατο · ἀπετινάξατο.

### alpha 2398

Ἀπεωσμένον · ἀπωσμένον.

### alpha 2399

Ἀπέωστο · ἐπορθεῖτο.

### alpha 2400

†Ἀπεωρούμενον† · κρεμάμενον.

### alpha 2401

Ἀπηγορήσομαι · ἀντὶ τοῦ ἀπολογήσομαι.

### alpha 2402

Ἀπηδέσθη · ἀπεβρώθη.

### alpha 2403

Ἀπῃθάλωται · ἠφάνισται. ἐκ μεταφορᾶς τοῦ πυρός· αἰθάλη γὰρ ἡ τοῦ πυρὸς ἀτμίς.

### alpha 2404

Ἄπηλα πεδία 〈καὶ〉 ἄπηλος ὁδὸς ἐρεῖς, ὡς Σοφοκλῆς (fr. 828b R.).

### alpha 2405

Ἀπηλγηκότες · ἀποκαμόντες, ἀναισθήτως ἔχοντες.

### alpha 2406

Ἀπηλλάγησαν · ἐτελεύτησαν.

### alpha 2407

Ἀπηλιώτης · ἐν τῷ π. καὶ ἀντήλιος καὶ πάντα τὰ ὅμοια ψιλῶς. καὶ ἡ ἔπηλις . οὕτως Ποσείδιππος (fr. 41 K.).

### alpha 2408

Ἀπηλοημένος · ὁ ἀπὸ τῆς ἅλω συγκεκομισμένος μετὰ τὸ ἀλοηθῆναι, ὅ ἐστι πατηθῆναι. οὕτως Δημοσθένης (42,6).

### alpha 2409

Ἀπήμαντον · ἀβλαβές.

### alpha 2410

Ἀπημείφθη (Xen. An. 2, 5, 15)· ἀντὶ τοῦ ἀπεκρίνατο.

### alpha 2411

Ἀπήμονα · ἀβλαβῆ.

### alpha 2412

Ἀπηνέμους · μὴ ἔχοντας ἀνέμους.

### alpha 2413

Ἀπηνέστερον · ἀποτομώτερον.

### alpha 2414

Ἀπηνήναντο (H 185)· ἀπηρνήσαντο.

### alpha 2415

Ἀπηνές · ἀντὶ τοῦ οὐχ ἡδὺ οὐδὲ προσηνές. Πλάτων Φαίδρῳ (257b).

### alpha 2416

Ἀπήνθισται · ἀποβέβληκε τὸ ἄνθος καὶ οἷον ἀποκεκόσμηται. οὕτως Αἰσχύλος (fr. novum).

### alpha 2417

Ἀπῇξεν · ἀφώρμησεν.

### alpha 2418

Ἀπηρείσατο · ἀπετινάξατο, ἔπηξεν, ἀπέθετο.

### alpha 2419

Ἀπηρτημένας · ἀπαιωρουμένας.

### alpha 2420

†Ἄπηστα† · Πλάτων Σοφισταῖς (fr. novum).

### alpha 2421

Ἀπηχές · ψευδές, δύσφορον, ἀηδές, ἐχθρόν.

### alpha 2422

Ἀπήχεια · ἀντὶ τοῦ ἀπέχθεια. ἢ δυσοιωνισμός. οὕτω Δείναρχος (fr. 49, 2 C.) καὶ Λυσίας (fr. 168 S.).

### alpha 2423

Ἀπηχημένον · ἀπόβλητον, ξένον τοῦ κατὰ πάντων ἤχου.

### alpha 2424

Ἀπήχθετο · ἐμισεῖτο.

### alpha 2425

Ἀπηχθημένον · ἀπόβλητον.

### alpha 2426

Ἀπηχθισμένον · βεβαρημένον.

### alpha 2427

†Ἀπηχθῦς† · τοὺς οὐκ ἐσθιομένους ἰχθύας. Ἀριστοφάνης Ὥραις (fr. 564 K.).

### alpha 2428

Ἀπίθανον · ἄπιστον.

### alpha 2429

Ἄπιθι · ἄπελθε, ἀναχώρει.

### alpha 2430

Ἀπίους εἴρηκε Πλάτων 〈ἐν Νόμοις (8, 845b). ἔστι καὶ παρὰ Ἀλέξιδι〉 (fr. 33 K.). θηλυκῶς Ἀττικοί.

### alpha 2431

Ἀπιστεῖν · τὸ ἀπειθεῖν. λέγουσι δὲ καὶ ἀπιστίαν τὴν ἀπείθειαν.

### alpha 2432

Ἄπιστος · ὁ μὴ πειθόμενος. οὕτω Πλάτων (Apol. 26e).

### alpha 2433

Ἀπιὼν ᾤχετο · συνήθης ὁ πλεονασμὸς τοῖς Ἀττικοῖς.

### alpha 2434

Ἄπλαστος · ἀληθινός, ἄδολος.

### alpha 2435

Ἁπλᾶς · τὰ τῶν ὑποδημάτων μονόπελμα οὕτως ἐκάλουν.

### alpha 2436

Ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ · πάντα περισπῶσι τὰ τοιαῦτα· ἀργυρᾶ, χρυσᾶ, κεραμεᾶ, ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ ἀπὸ τοῦ φοινικοῦν.

### alpha 2437

Ἀπλάκητον · ἀναμάρτητον.

### alpha 2438

Ἄπλετον · ἄπειρον. λέγουσι δὲ καὶ ἄπλατον. Δίφιλος Λημνίαις (fr. novum, cf. com. adesp. fr. 620 K.)· „κυψέλην δ’ ἔχεις ἄπλατον ἐν τοῖς ὠσὶν ἐγχέοντί σοι“.

### alpha 2439

Ἁπλοΐς · ἱμάτιον σύμμετρον.

### alpha 2440

Ἁπλοΐδας · ἁπλᾶς χλανίδας.

### alpha 2441

Ἁπλήγιος · δασέως, ἁπλοῦς. Εὔπολις 〈Πόλεσιν (fr. 222 K.)· „οὐ γὰρ πολυπράγμων ἐστίν, ἀλλ’ ἁπλήγιοσ“〉.

### alpha 2442

Ἁπληγίς · ἱματίδιον σύμμετρον. 〈Ἀναγύρῳ Ἀριστοφάνης (fr. 54 K.)· „ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπληγίδας ποιῶν“〉.

### alpha 2443

Ἄπλοοι · ἀδύνατοι πλέειν.

### alpha 2444

Ἄπλυτον πώγωνα · σκώπτων χρήσῃ τῇ λέξει.

### alpha 2445

Ἄπλωτον · ἄπλευστον.

### alpha 2446

Ἄπο · πόρρω, μακράν.

### alpha 2447

Ἀποβαδίζειν · οὐδὲν πλέον τοῦ βαδίζειν δηλοῖ.

### alpha 2448

Ἀπόβαθρα · ἀποβατήρια, ἃ ἄν τις ἀποβαίνων εἰς τὴν ἀλλοδαπὴν δοίη, θεῷ θυσίας ἢ ἀνθρώποις δῶρα. πεποίηται δὲ παρὰ τὸ ἀποβαίνειν νεὼς ἢ ὀχήματος. λέγονται δὲ ἀποβάθραι καὶ αἱ κλίμακες, δι’ ὧν ἀπὸ τῆς νεὼς ἔξιμεν καὶ εἴσιμεν. Θουκυδίδης δὲ (4, 12, 1) καὶ οὐδετέρως ἀπόβαθρον λέγει.

### alpha 2449

Ἀποβάτης καὶ ἀποβαίνειν καὶ ἀποβατικοὶ τροχοί · ἀποβάτης μὲν ἱππικόν τι ἀγώνισμά ἐστι, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην· ἀποβατικοὶ δὲ τροχοί, οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος.

### alpha 2450

Ἀποβατῶν ἀγών · οὗτος ὁ ἀγὼν ἤγετο τῇ Ἀθηνᾶ, ἐν ᾧ οἱ ἔμπειροι τοῦ ἐλαύνειν ἅρματα ἅμα θεόντων τῶν ἵππων ἀνέβαινον διὰ τοῦ τροχοῦ ἐπὶ τὸν δίφρον καὶ πάλιν κατέβαινον. καὶ ἦν τὸ ἀγώνισμα ἱππέως ἅμα καὶ πεζοῦ. καλεῖται δέ τις καὶ ἀποβατικὸς ἡνίοχος, ὁ εἰς τοῦτο δηλονότι ἐπιτήδειος τὸ ἀγώνισμα.

### alpha 2451

Ἀποβολεὺς ὅπλων · Πλάτων Νόμων ιβʹ (944b)· „ῥίψασπις μὲν γὰρ οὐκ ἐν πᾶσι νομίζοιτο ἂν δικαίως, ἀποβολεὺς δὲ ὅπλων“.

### alpha 2452

Ἀπόβλεπτον · ἔνδοξον.

### alpha 2453

Ἀποβλεπόμενοι · ἀντὶ τοῦ θαυμάζοντες. οὕτως Αἰσχίνης (fr. 56 Dittmar).

### alpha 2454

Ἀποβλίσαι · ἀποπιέσαι, ἀποθλῖψαι.

### alpha 2455

Ἀποβλύζων · ἀναβάλλων.

### alpha 2456

Ἀποβουκολήσας · ἐξαπατήσας. ἢ οὐ θρέψας.

### alpha 2457

Ἀποβρίξαι · ἀποκοιμηθῆναι, μετὰ βορὰν ἀπονυστάξαι.

### alpha 2458

Ἀποβροχθίσαι · τὸ καταπιεῖν, 〈ὡς ἡμεῖσ〉. Ἀριστοφάνης 〈Δαιταλεῦσιν ἐχρήσατο〉 (fr. 236 K.).

### alpha 2459

Ἀποβύσαντες · ἀποκλείσαντες.

### alpha 2460

Ἀπογενέσθαι · ὑστερῆσαι σημαίνει ἢ ἀποθανεῖν.

### alpha 2461

Ἀπογνούς · Δημοσθένης (19, 51) ἀντὶ τοῦ ἀπελπίσας, Δείναρχος δὲ (fr. 12, p. 147, 11 C.) ἀντὶ τοῦ ἀποψηφισάμενος.

### alpha 2462

Ἀπογραφὴ καὶ ἀπογράψαι · λέγεται μὲν καὶ ἐπ’ ἄλλων, ἰδίως δὲ ὅταν τις δημόσιόν τι παρά τινι 〈μὴ〉 πριαμένῳ παρὰ τῆς πόλεως κατέχεσθαι φάσκῃ. ἢ ὅταν τινὸς ὀφλόντος δημεύηται καὶ εἰς τὸ δημόσιον γράφηται ἡ ἴση τῶν ὀφλημάτων περιουσία.

### alpha 2463

Ἀπὸ γλώττης · ταὐτόν ἐστιν ἀπὸ στόματος. Θουκυδίδης (7, 10).

### alpha 2464

Ἀπόγνοια (Thuc. 3, 85, 4)· ἡ ἀπόγνωσις.

### alpha 2465

Ἀπογνώμων · ἅπαντας τοὺς ὀδόντας ἀποβεβληκὼς καὶ μὴ ἔχων δι’ οὗ γνωσθῇ.

### alpha 2466

Ἀπὸ γραμμῆς · οἷον ἀπ’ ἀρχῆς. εἴρηται δὲ ἀπὸ τῆς τῶν δρομέων γραμμῆς, ἣν ἄφεσιν καὶ βαλβίδα καλοῦσιν.

### alpha 2467

Ἀπογράφειν οὐσίαν · τὸ εἰς 〈τὸ〉 δημόσιον ἀναφέρειν πολίτου τινὸς οὐσίαν.

### alpha 2468

Ἀπογραφή · ἀρίθμησις.

### alpha 2469

Ἀπογράψαι · τὸ γράψαι καὶ τὸ ὑπογράψασθαι καὶ οἷον σημειώσασθαι δηλοῖ.

### alpha 2470

Ἀποδάσσομαι · ἀπομερίσομαι.

### alpha 2471

Ἀποδακρύσας · οὐ σημαίνει τὸ δακρῦσαι, ἀλλὰ τὸ παύσασθαι δακρύοντα, ὡς τὸ ἀπολοφύρασθαι καὶ τὰ ὅμοια.

### alpha 2472

Ἀποδακρύομαι · Ἀριστοφάνης Δράμασιν (fr. novum)· „ἀποδακρύομαί σε τὰν δύσποτμον κόραν“.

### alpha 2473

Ἄποδα θηρία · Φερεκράτης εἴρηκεν (fr. novum).

### alpha 2474

Ἀποδαρθεῖν · ἀποκοιμηθῆναι. καὶ καταδαρθεῖν .

### alpha 2475

Ἀποδεῖξαι , οὐ παραδεῖξαι· 〈„ὅμως δ’ ἀπόδειξον ταῦτα τῇ γυναικί“. καὶ Περικειρομένῃ Μένανδροσ〉 (fr. 2 Sandbach).

### alpha 2476

Ἀποδείξασθαι · τὸ ἐν διδασκάλου τὰ μαθήματα, ἅ τις ἔμαθεν, λέγειν.

### alpha 2477

Ἀποδειροτομεῖ · ἀποκόπτει τοὺς αὐχένας.

### alpha 2478

Ἀποδεόντων · λειπόντων, ἀπολειπομένων.

### alpha 2479

Ἀποδείκνυμί σοι χελιδόνα · ἴσον τὸ μαρτύρομαι.

### alpha 2480

Ἀποδέκται · ἄρχοντες κληρωτοὶ δέκα τὸν ἀριθμὸν κατὰ φυλὴν ἦσαν, οἳ παρελάμβανον τὰ γραμματεῖα τῶν ὀφειλόντων τῷ δημοσίῳ καὶ ἀπεδέχοντο αὐτά, εἶτα ἐξήταζον τὰ ὀφλήματα σὺν τῇ βουλῇ καὶ ἐμέριζον εἰς ἃ ἐχρῆν ἀναλίσκειν.

### alpha 2481

Ἀποδέχομαι · ὁμολογῶ.

### alpha 2482

Ἀποδικεῖν · ἀντὶ τοῦ ἀπολογεῖσθαι. οὕτως †Ἀριστοφάνης†.

### alpha 2483

Ἀποδιοπομπεῖσθαι · ἀποπέμπεσθαι πρὸς τὸν ἀποτρόπαιον Δία καὶ οἱονεὶ καθαίρεσθαι ἢ ἱλάσκεσθαι.

### alpha 2484

Ἀποδιδόμενοι · Ἀντιφῶν (fr. 54 Th.) ἀντὶ τοῦ ἀποδιδόντες. καὶ ἀποδιδόμεθα · ἀντὶ τοῦ ἀποδίδομεν ἢ πιπράσκομεν.

### alpha 2485

Ἀπὸ δόξης (K 324)· ἀπὸ εἰκασμοῦ.

### alpha 2486

Ἀποδόσθαι · πωλῆσαι.

### alpha 2487

Ἀποδράς · ἀποφυγών.

### alpha 2488

Ἀποδυσπετεῖ · ἀποδύρεται.

### alpha 2489

Ἀπόδυσαι · μᾶλλον δὲ ἀπόδυθι οἱ Ἀττικοὶ λέγουσιν. καὶ ἀποδύντες καὶ †ἀπόδυσις† καὶ †ἀποδεδυμένοι† καὶ ἀποδεδυκότα καὶ ἀποδύειν, οὐχ ὡς οἱ πολλοὶ ἀποδεδυμένον καὶ ἀποδύεσθαι. παρατηρητέον δὲ ὡς οὕτω τὰ ῥήματα λέγοντες οὐκ ἐπισυνάπτουσι τὰ ἱμάτια ἢ τῶν ἱματίων ἀρκούμενοι μόνῃ τῇ ῥηματικῇ φωνῇ δηλῶσαι τὸ νόημα. πλὴν Κρατῖνος (fr. novum) „ἀπόδυθι“, φησί, „τὴν στολήν“. διόπερ 〈χρὴ〉 ἐννοεῖν τὴν διαφοράν.

### alpha 2490

Ἀπόζων · ἀποπνέων.

### alpha 2491

Ἀποζέσαι τὸν θυμόν · ὡς ἂν τῆς ὀργῆς παύσαιτο. Λεύκων (fr. novum).

### alpha 2492

Ἀποθευσούμεθα · ἀποδραμούμεθα. μάλιστα ἐπὶ πλοῦ λέγεται.

### alpha 2493

†Ἀποθράξεις† · συναποτροχάσεις. οὕτω Πλάτων (fr. 232 K.).

### alpha 2494

Ἀποθεσπίσαι · δογματίσαι, ἐκθέσθαι, εἰπεῖν.

### alpha 2495

Ἀποθριάσαι · ἀποφυλλίσαι· θρία γὰρ τὰ φύλλα τῆς συκῆς.

### alpha 2496

Ἀποθρώσκοντα · ἀποπηδῶντα.

### alpha 2497

Ἀποθύμια (Ξ 261)· λυπηρά, τὰ μὴ καταθύμια.

### alpha 2498

Ἀποθήκην · ἀντὶ τοῦ ἀποστροφήν.

### alpha 2499

Ἀποικοδομεῖς · ἀντὶ τοῦ ἀποφράττεις. Δημοσθένης (55, 5).

### alpha 2500

Ἄποινα · λύτρα, ἃ δίδωσί τις ὑπὲρ φόνου ἢ σώματος. οὕτως Σόλων (fr. 12 R.). καὶ ἄποινοι οἱ ὑδροπόται.

### alpha 2501

Ἀποίσετε · ἀπενέγκατε.

### alpha 2502

Ἀποιχόμενα · παρερχόμενα.

### alpha 2503

Ἄποκα · πρόβατα ἄκουρα.

### alpha 2504

Ἀποκαθεύδουσιν · ἀντὶ τοῦ ἀποκοιτοῦσιν. Εὔπολις (fr. 399 K.).

### alpha 2505

Ἀποκαραδοκία · προσδοκία.

### alpha 2506

Ἀποκαρτερήσαντα · λιμῷ ἑαυτὸν ἢ ἀγχόνῃ τοῦ βίου ἐξαγαγόντα.

### alpha 2507

Ἀποκαταλλάξαι · φιλοποιῆσαι.

### alpha 2508

Ἀποκεκρουμένον · οἷον ἠκρωτηριασμένον καὶ κεκολοβωμένον· „κυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον“. Ἀριστοφάνης (Ach. 459).

### alpha 2509

Ἀποκείλαντες · ἀποκλίναντες.

### alpha 2510

Ἀποκεῖσθαι πόρρω · ἀτιμάζεσθαι. Κρατῖνος Ὥραις (cf. fr. 367 K.).

### alpha 2511

Ἀποκηδήσαντες · ἀντὶ τοῦ ἀποκακήσαντες. Ὅμηρος (Ψ 413). παρὰ δὲ Σώφρονι (fr. 78 Kaibel) ἀποκηδεῖ ἀντὶ τοῦ ἀσθενεῖ κεῖται.

### alpha 2512

Ἀποκήρυκτον · ἀλλότριον.

### alpha 2513

Ἀποκηρύττοντες · ἀντὶ τοῦ πιπράσκοντες. οὕτω Δημοσθένης (23, 201).

### alpha 2514

Ἀποκείρασθαι καὶ κείρασθαι · ἑκατέρως λέγουσιν.

### alpha 2515

Ἀποκινεῖν · τὸ ἀπέρχεσθαι καὶ ἀποτρέχειν. λέγεται δὲ καὶ ἐπὶ πλοίων καταγομένων καὶ ὁρμιζομένων ἀποκινεῖν ταῖς κώπαις.

### alpha 2516

Ἀπόκινος · γένος ὀρχήσεως φορτικῆς. οἱ δὲ μέλος. ἢ ὁ τῶν κιναιδογράφων ἴαμβος.

### alpha 2517

Ἀποκλήρωσις · μέρος.

### alpha 2518

Ἀποκναίει · διαφθείρει, ἀποκόπτει, ἀπολλύει, λυπεῖ, ὀδυνᾷ, ἐνοχλεῖ, παρεκτείνει, 〈οἷον· „τί οὐ καθεύδεις; σύ μ’ ἀποκναίεις περιπατῶν“〉. Μένανδρος 〈Μισουμένῳ〉 (fr. 3 Sandbach = A 21 Turner).

### alpha 2519

Ἀπόκνιζε · ἀπόσκαλλε, ἀπότιλλε.

### alpha 2520

Ἀποκοπῆναι τῶν ἰχνῶν τὴν κύνα λέγουσιν, ὅταν μηκέτι εὑρίσκῃ τὰ ἴχνη.

### alpha 2521

Ἀποκαλίσαι · καὶ οὕτως λέγουσιν, οὐ μόνον ἀποκυλίσαι. τὸ δὲ διὰ τοῦ α πολιτικώτερον, ὥς φησι Φρύνιχος (fr. novum).

### alpha 2522

Ἀποκραιπαλισμός · τῆς κραιπάλης ἀπαλλαγὴ καὶ μέθης.

### alpha 2523

Ἀποκριθῆναι · ἀποχωρισθῆναι.

### alpha 2524

Ἀποκρίνασθαι · τὸ λόγον δοῦναι ἐρωτώμενον. καὶ ἀνακρίνειν · τὸ διὰ λόγων ἐρωτᾶν. λέγεται μέντοι που ἀποκρίνεται καὶ τὸ ἀποχωρίζεται.

### alpha 2525

Ἀποκριπάμενος · ἀποσεισάμενος. οὕτως Κρατῖνος (fr. 388K.).

### alpha 2526

Ἀποκριθείς · ἐπὶ τοῦ ἀποκρινάμενος. Μένανδρος Φανίῳ (fr. novum).

### alpha 2527

Ἀπὸ καιροῦ, ἀπὸ τρόπου · „βάδιζε· καὶ γὰρ οὐδὲ〈ν〉 ἀπὸ καιροῦ λέγεισ“ (fr. com. novum).

### alpha 2528

†Ἀποκρησάμενοι† · ἀντὶ τοῦ ἀποπλυνάμενοι καὶ ἀπολουσάμενοι.

### alpha 2529

Ἀπόκριμα · κατάκριμα.

### alpha 2530

Ἀποκρινεῖται λέγουσι μᾶλλον ἢ ἀποκριθήσεται. Μένανδρος 〈Κανηφόρῳ (fr. 221 K.—Th.)· „ἃ δ’ ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι“. Ὑποβολιμαίᾳ (fr. 426 K.—Th.)· „ὡς μηδὲν ἀποκρινουμένῳ δ’ οὕτω λαλεῖν“〉.

### alpha 2531

Ἀπόκρισις · ἡ ἀπολογία. οὕτως Λυσίας (fr. 305 S.) 〈καὶ〉 Ἀντιφῶν (fr. 154 Th.), 〈ἀλλὰ〉 καὶ Δημοσθένης 〈ὁμοίως λέγει ἐν τῷ κατ’ Αἰσχίνου (19, 120)· „ἀπόκριναι“, λέγων, „δεῦρό μοι παρελθών“〉.

### alpha 2532

Ἀποκρούεσθαι · ἀποβάλλεσθαι.

### alpha 2533

Ἀποκυβιστᾶν · οἷον ἀποπηδᾶν καὶ στρέφεσθαι· οἱ γὰρ κυβιστῶντες στρέφονται. ἢ ἀπαρνεῖσθαι. Φερεκράτης Πέρσαις (fr. novum)· „ἀποκυβιστᾷς τὴν δόσιν“, οἷον ἀποπηδᾷς καὶ ἀπαρνῇ τὴν δόσιν.

### alpha 2534

Ἀποκτίννυσι λέγουσι μᾶλλον ἢ ἀποκτιννύειν. 〈Κρατῖνος Βουκόλοις (fr. 17 K.)· „καὶ πρὸς τὸν οὐρανὸν σκιαμαχῶν ἀποκτίννυσι ταῖς ἀπειλαῖσ“〉. καὶ ἀπεκτόνασιν , οὐκ ἀπεκτάγκασιν. 〈Μισουμένῳ (fr. 9 Sandbach)· „†πάτερ μὲν Θράσωνι†, ἀπεκτάγκασι δ’ οὔ“〉.

### alpha 2535

Ἀπολαύειν · οὐκ ἐπὶ τῶν ἡδέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἐναντίων τάττουσιν, 〈ὡσ〉 Ἰσοκράτης (8, 81)· 〈„δέδοικα μή τι κακὸν ἀπολαύσαιμι“〉.

### alpha 2536

Ἀποκυηθέν · ἀποτεχθέν.

### alpha 2537

Ἀπολαχεῖν · ἀντὶ τοῦ λαχεῖν. οὕτω Λυσίας (fr. 214 S.) 〈καὶ Ἀριστοφάνης (fr. 494 K.) καὶ Ἀντιφῶν〉 (fr. 63 Th.).

### alpha 2538

Ἀπόλεμος · τίθεται ἐπὶ τῶν μηδεμίαν μὲν πρόφασιν ἐχόντων πολέμου, δρασάντων δὲ τὰ πολεμίων.

### alpha 2539

Ἀπολέξαι καὶ ἀποστεῖλαι · ὡς ἡμεῖς Ἀριστοφάνης (Lys. 576 et fort. Lys. 1084).

### alpha 2540

Ἀπολείπουσιν , ἀλλὰ καὶ ἀπολιμπάνουσιν παρὰ Λυσίᾳ (fr. 306 S.).

### alpha 2541

Ἀπόλειψις · σημαίνει μὲν καὶ ἄλλως τὸ ἀπολιπεῖν, ἰδίως δὲ ὅταν γαμετὴ τὸν ἄνδρα ἀπολίπῃ. λέγεται δὲ χρηματίζειν πρὸς αὐτὸν ἀπόλειψιν.

### alpha 2542

Ἀπόλεκτον · οὐχὶ τὸ φαῦλον καὶ ἀπόβλητον, ἀλλὰ τὸ ἔκκριτον καὶ ἐξειλεγμένον ἐκ πλειόνων. καὶ στρατιώτας ἀπολέκτους καὶ λογάδας τοὺς αὐτοὺς καλοῦσιν.

### alpha 2543

Ἀπολελοιπότες · ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων· οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. οὕτως Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ (12, 41).

### alpha 2544

Ἀπόληγε (N 230)· παύου.

### alpha 2545

Ἀπολιβάξαι · ἀπορρῖψαι. καὶ ἀπολιβάζειν · ἀποφθείρειν. Φερεκράτης (fr. 42 K.).

### alpha 2546

Ἀπολιβάξαι · τὸ ἐκρυῆναι, ἀπὸ τῆς λιβάδος. ἄλλοι δὲ τὸ πόρρω ἀπελθεῖν, παρὰ τὴν Λιβύην.

### alpha 2547

Ἀπολιταργίσαι · ταχέως ἀποδραμεῖν.

### alpha 2548

Ἀπολοπίζειν · διὰ τοῦ ο μόνως καὶ οὐ διὰ τοῦ ε, ὡς οἱ πολλοί. οὕτω Φερεκράτης (fr. novum) καὶ ἕτεροι.

### alpha 2549

Ἀπολογήσασθαι · τὸ ἐπεξελθεῖν ἕκαστα. Δημοσθένης (24, 108).

### alpha 2550

Ἀπόλλω καὶ ἀπόλλων〈α〉 · διχῶς. Πλάτων εὐθὺς ἐν ἀρχῇ τῶν Νόμων (1, 624a)· „παρὰ μὲν ἡμῖν Ζεύς, παρὰ δὲ Λακεδαιμονίοις Ἀπόλλων〈α〉“.

### alpha 2551

Ἀπολέγομαι · ὡς ἐν τῇ συνηθείᾳ φασίν, ἀντὶ τοῦ ἀρνοῦμαι καὶ παραιτοῦμαι. Φερεκράτης (fr. novum).

### alpha 2552

Ἀπολλύειν καὶ ἀπολλύναι · διττῶς λέγουσιν. καὶ ἀποδεικνύειν καὶ ἀποδεικνύναι , καὶ πάντα τὰ ὅμοια.

### alpha 2553

Ἀπολλώνιον · βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτω καὶ παρὰ Θουκυδίδῃ (2, 91, 1) ἀναγνωστέον. καὶ Ποσειδώνιον , τὸ τοῦ Ποσειδῶνος, ὡς ἀθήναιον , τὸ τῆς Ἀθηνᾶς· καὶ Διονύσιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα.

### alpha 2554

Ἀπόλεμος χρόνος · σημαίνει τὸν εἰρηνικὸν καὶ τὴν ἠρεμίαν τοῦ δόρατος.

### alpha 2555

Ἀπόλεμος μοῦσα · Πλάτων εἴρηκεν (Leg. 7, 815d).

### alpha 2556

Ἀπολελεμμένος · οἷον ἀπολελεπισμένος.

### alpha 2557

†Ἀπολώλει† τῷ φόβῳ · Ξενοφῶν ἐν 〈Κύρου Παιδείᾳ〉 (6, 1, 2)· „ὁ Κῦρος †ἀπολώλει† τῷ φόβῳ μὴ λυθῇ ἡ στρατιά“.

### alpha 2558

Ἀπολλύασιν · ὡς καὶ τὸ δεικνύασιν. Θουκυδίδης φησίν (7, 51, 2).

### alpha 2559

Ἀπόλωλα · ἀντὶ τοῦ ἀπώλεσα. Ἀριστοφάνης (Ach. 1027).

### alpha 2560

Ἀπὸ λύκου θήρας · παροιμία 〈ἐπὶ〉 τῶν ἀπράκτων εὐθὺς ἀπιόντων. οἱ δὲ ἐπὶ τῶν ἀπηνῶν καὶ ἀγρίων.

### alpha 2561

Ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ · αὕτη γέγονεν ἐκ τοῦ †Ἀρίστου† Κύκλωπος (TrGF 9 F 4), ὥς φησι Χαμαιλέων (fr. 37 Wehrli).

### alpha 2562

Ἀπομαγδαλία καὶ ἀπομαγδαλίς · ψωμὸς εἰς ὃν ἐκμασσόμενοι τὰς χεῖρας μετὰ τὸ δεῖπνον ἔρριπτον τοῖς κυσίν.

### alpha 2563

Ἀπομάγματα · τὰ ἀποκαθάρματα. καὶ †ἀπομάκτραι† · τὰ αὐτά.

### alpha 2564

Ἀπόμακτρα †σκυταλῶν · ἀπεσκοτημένα ἐσκιοτροφημένα†.

### alpha 2565

Ἀπομάττεσθαι · ἀναλαβεῖν, μιμήσασθαι καὶ ἀποτυποῦν.

### alpha 2566

Ἀπομάττων · Δημοσθένης 〈ἐν τῷ ὑπὲρ Κτησιφῶντος (18, 259). οἱ μὲν〉 ἀντὶ τοῦ ἀποψῶν. οἱ δὲ ἀντὶ τοῦ περιπλάττων τὸν πηλὸν καὶ τὰ πίτυρα τοῖς τελουμένοις. ἀπομάττεσθαι τὸν ἀνδριάντα τῷ πηλῷ.

### alpha 2567

Ἀπομερμηρίξαι · ἀπονυστάξαι.

### alpha 2568

Ἀπομηνίσας · ἀποχωρήσας δι’ ὀργήν, ἢ παυσάμενος τῆς ὀργῆς.

### alpha 2569

Ἀπόμισθος · ἄμισθος. ἢ ὁ μισθοῦ πράξας ἔργον τι καὶ ἀφειμένος. οὕτως Λυσίας (fr. 138 S.).

### alpha 2570

Ἀπόμισθοι · οἱ μισθὸν μὴ λαβόντες. οὕτως Δημοσθένης (4, 46. 23, 154).

### alpha 2571

Ἀπὸ μισθωμάτων θύειν · οἱ Ἀττικοὶ ἔλεγον οὕτω θυσίας δημοσίας, ἃς ἐργολαβοῦντες ἐτέλουν.

### alpha 2572

Ἀπομόρξαι · ἀποψῆσαι τῶν μέτρων τὸ ὑπερχειλές. καὶ ὀμόργματα τὰ ἐπίμετρα λέγεται. καὶ ἀπόμοργμα τὸ ἐκτύπωμα καὶ ὁμοίωμα.

### alpha 2573

Ἀπομορξάμενον · †ἀποπαυσάμενον†.

### alpha 2574

Ἀπόμορφα · ξένα, οὐκ ἐοικότα τοῖς ἤθεσιν.

### alpha 2575

Ἀπομορχθείς (Ar. Vesp. 560)· ἐκμαγείς, πραϋνθείς.

### alpha 2576

Ἀπομόσαι καὶ κατομόσαι · τὸ μὲν ἀρνητικόν, τὸ δὲ καταφατικόν.

### alpha 2577

Ἀπόμυκτον · ἀντὶ τοῦ ἀκάθαρτον.

### alpha 2578

Ἀπομυξίας · ἀκαθαρσίας.

### alpha 2579

Ἀπομύττειν · ἐξαπατᾶν, γοητεύειν.

### alpha 2580

Ἀπόν · ἀπρεπές.

### alpha 2581

Ἀπόνασθαι · κατατρυφᾶν ἢ ὠφελεῖσθαι.

### alpha 2582

†Ἀπόναται† · εὐεργετεῖται, ὠφελεῖται.

### alpha 2583

†Ἀπόνειμαι† · ἀπόδος.

### alpha 2584

Ἀπονενοημένος · Ξενοφῶν (HG. 7, 5, 12), ἀπονενοημένως δὲ Ἰσοκράτης ἔφη (6, 75).

### alpha 2585

†Ἀπονηθήσεται† · περιπραθήσεται.

### alpha 2586

Ἀπονητί, ἀπνευστί, ἀνιδρωτί, ἀκμητί, ἀμεταστρεπτί · πάντα ταῦτα καὶ ἐκτείνεται καὶ συστέλλεται.

### alpha 2587

Ἀπόνοια · ἄνοια, ὕβρις.

### alpha 2588

Ἀπονίψασθαι μετὰ τὸ δεῖπνον ἔλεγον, πρὸ τοῦ δείπνου δὲ κατὰ χειρός.

### alpha 2589

Ἀπονομή · ἡ ἀπόμοιρα, ὡς μέρος τι τῶν περιγινομένων ἐκ τῶν μετάλλων λαμβανούσης τῆς πόλεως. ἢ ὡς διαιρουμένων εἰς πλείους μισθωτάς, ἵν’ ἕκαστος λάβῃ τι μέρος.

### alpha 2590

Ἀπ’ ὄνου καταπεσών · παροιμία ἀπὸ τῶν ἱππικῇ ἐπιχειρούντων καὶ μὴ δυναμένων ὄνοις χρῆσθαι. Ἀριστοφάνης 〈Νεφέλαις (1273)· „τί δῆτα ληρεῖς ὥσπερ ἀπ’ ὄνου καταπεσών;“〉 ὁ δὲ φιλόσοφος Πλάτων οὐκ ἀπὸ τοῦ ζῴου τὴν παροιμίαν λέγει, ἀλλ’ ἀπὸ τοῦ νοῦ· φησὶ γὰρ ἐν Νόμοις οὕτω (3, 701c)· „καὶ 〈μὴ〉 καθάπερ 〈ἀ〉χάλινον κεκτημένον τὸ στόμα, βίᾳ ὑπὸ τοῦ λόγου φερόμενον κατὰ τὴν παροιμίαν ἀπό τινος νοῦ πεσεῖν“.

### alpha 2591

Ἀπονοστήσει · ἐπανελεύσεται.

### alpha 2592

Ἀπονοσφίζεσθαι · ἀποχωρίζεσθαι.

### alpha 2593

Ἀπονησαμένη · ἀποσωρεύσασα ἢ ἀποθεμένη.

### alpha 2594

Ἀπόνιπτρον · τὸ ὕδωρ ἐν ᾧ τις ἀπενίψατο. Ἀριστοφάνης (Ach. 616).

### alpha 2595

Ἀπονυχίζεσθαι καὶ ὀνυχίζειν καὶ ἐξονυχίζειν διαφέρουσι· τὸ μὲν οὖν ἀπονυχίζειν μετὰ τῆς ἀπό προθέσεως σημαίνει τὸ τοὺς ὄνυχας ἀφαιρεῖν. τὸ δὲ ὀνυχίζειν καὶ ἐξονυχίζειν τιθέασιν ἐπὶ τοῦ ἐρευνᾶν ἀκριβῶς καὶ ἐξετάζειν τὸ ὑποκείμενον πρᾶγμα. Ἀριστοφάνης Ὁλκάσιν (fr. novum)· „ἐξονυχιῶ γὰρ ἔγωγε τοῦτ’ ἀκριβῶσ“.

### alpha 2596

Ἀπονυχιοῦμαι · Εὔπολις ἔφη (fr. novum).

### alpha 2597

Ἀποξενωθέντα · Ἰσαῖος εἴρηκεν (fr. 148 S.).

### alpha 2598

Ἀποξενοῦσθαι · Πλάτων (Leg. 4, 708b). καὶ ἀπόξενος · Αἰσχύλος (Ag. 1282. Choeph. 1042).

### alpha 2599

Ἀποξένοισιν · †ἀπὸ τοῖς ξένοις†.

### alpha 2600

Ἀποξύονται · ἀποτίθενται.

### alpha 2601

Ἀπόπατον καὶ κοπρῶνα λέγουσιν. ὁ δὲ ἀφεδρὼν καὶ †λυτρώνων† βάρβαρα.

### alpha 2602

Ἀποπάτημα · αὐτὸ τὸ σκύβαλον. οὕτως Εὔπολις 〈Χρυσῷ γένει (fr. 284 K.)· „τί γάρ ἐστ’ ἐκεῖνο; ἀποπάτημ’ ἀλώπεκοσ“. Κρατῖνος Δραπέτῃσιν (fr. 49 K.)· „τὸν Κερκύονά τε ἕωθεν ἀποπατοῦντ’ ἐπὶ τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα“〉.

### alpha 2603

Ἀποπερατοῦσαν · συμπληροῦσαν.

### alpha 2604

Ἀποπεφασμένον · ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτω Δείναρχος (fr. 14, p. 147, 17 C. cf. 1, 6) καὶ Λυσίας (10,19) καὶ Δημοσθένης 〈ἐν τῷ κατὰ Νεαίρασ〉 (59, 67).

### alpha 2605

Ἀποπεφοίτηκεν · ἀπῆλθεν.

### alpha 2606

Ἀποπληξία · μανία, ἄνοια. καὶ ἀπόπληκτος Δημοσθένης εἴρηκεν (21, 143 et 34, 16).

### alpha 2607

Ἀποπομπή · ἀντὶ τοῦ ἀποτροπή.

### alpha 2608

Ἀποπομπαῖοι · θεοί τινες οὕτως ἐκαλοῦντο.

### alpha 2609

Ἀποπρεσβεύει · ἀπαγγέλλει πρεσβείαν.

### alpha 2610

Ἀποπροσωπίζεσθαι · ἀπονίπτεσθαι καὶ σμᾶσθαι τὸ πρόσωπον. οὕτω Φερεκράτης 〈Ἀγρίοις (fr. 9 K.)· „οὐδ’ ἀποπροσωπίζεσθε κυάμοις; πώμαλα“〉.

### alpha 2611

Ἀπὸ πρώτης · οἷον ἐξ ἀρχῆς.

### alpha 2612

Ἄποπτον · ἀθεώρητον, ὑψηλόν.

### alpha 2613

Ἀποπυρίας · ἄρτος ἐπ’ ἀνθράκων ὀπτώμενος.

### alpha 2614

Ἀποπυριάζων · ἀπὸ πυρὸς ἐσθίων.

### alpha 2615

Ἀπορέξαι · δοῦναι.

### alpha 2616

Ἀπορεῖν καὶ σφακελίζειν τῷ δεινῷ · τὸ μὲν σφακελίζειν φλεγμαίνειν ἐστὶ καὶ διὰ τοῦτο σπᾶσθαι. Κρατῖνος (fr. 342 K.).

### alpha 2617

Ἀπορρέξαντες · ἀπομερίσαντες, ἀπόμοιραν δόντες.

### alpha 2618

Ἀπόρρησιν · ἀπαγόρευσιν. σημαίνει καὶ ἀποκήρυξιν παιδός.

### alpha 2619

Ἀπόρρητα · ἀκατάληπτα, ἀπόκρυφα. ἢ τὰ ἀπειρημένα ἐν τοῖς νόμοις. οὕτως Δημοσθένης (18, 123).

### alpha 2620

Ἀπορροῆς · σταγόνος.

### alpha 2621

†Ἀπορρυή† · ἀπόρρυσις.

### alpha 2622

†Ἀπορρύει · ἀπονίπτει, ἀπορρύπτει†.

### alpha 2623

Ἀπορρῶγας · ἐξοχὰς ἀπεσχισμένας.

### alpha 2624

Ἀπορρώξ · ἀπόσπασμα ὄρους.

### alpha 2625

Ἄπορος χώρα · ἀντὶ τοῦ ἀπόρευτος. λέγεται δὲ ἄπορος καὶ ὁ μὴ δυνάμενος μηχανήν τινα εὑρεῖν, ὁ ἐνδεής.

### alpha 2626

Ἀπορησία · ἀντὶ τοῦ ἀπορία. οὕτως Εὔβουλος (fr. 141 K.).

### alpha 2627

Ἀπορώτατος · ἀντὶ τοῦ πρὸς ὃν οὐδένα πόρον ἔστιν εὑρεῖν. οὕτως Ἰσαῖος (fr. 104 S.).

### alpha 2628

Ἀπορρηθῇ · ἀντὶ τοῦ ἀποκηρυχθῇ. Πλάτων (fort. Leg. 11, 929a).

### alpha 2629

Ἀποσαλεῦσαι καὶ ἀποσαλεύειν · τὸ ἀποφυγεῖν ἐκ τοῦ λιμένος καὶ σάλῳ ὁμιλῆσαι, τουτέστιν τῷ ἀλιμένῳ τόπῳ, ἔνθα σάλος γίνεται. Θουκυδίδης (1, 137, 2)· „ὁ δὲ ναύκληρος ποιεῖ τε ταῦτα καὶ ἀποσαλεύσας ἡμέραν καὶ νύκτα“.

### alpha 2630

Ἀποσεμνύνει · γεραίρει.

### alpha 2631

〈Ἀ〉ποσάξαντες · Δείναρχος (fr. 13, p. 147, 14 C.) ἀντὶ τοῦ †πράξαντες†.

### alpha 2632

Ἀποσημήνασθαι · ἀφομοιοῦσθαι. ἢ σφραγίζειν.

### alpha 2633

Ἀπόσιτος · ἄσιτος, ἄτροφος.

### alpha 2634

Ἀποσκευαζόμενος · ἀποβαλλόμενος, ἀπορρίπτων, ἀπογυμνῶν.

### alpha 2635

Ἀποσκευάζοντες · ἀποφέροντες.

### alpha 2636

Ἀποσιμῶσαι · τὸ ἀναχωρήσαντα ἐκ διαστήματος συμβαλεῖν τῇ νηΐ. ἢ τὸ ἐπικύψαι καὶ τὴν πυγὴν †προσθεῖναι† γυμνήν. Θουκυδίδης δὲ (4, 25, 5) τὸ μετεωρίσαι τὰς ναῦς.

### alpha 2637

Ἀποσεσύκασται · τετρύγηται. Ἀμειψίας (fr. 33 K.).

### alpha 2638

Ἀποσκολύψαι · ἀφελεῖν τὸ δέρμα. ἢ γυμνῶσαι. Σοφοκλῆς εἴρηκεν (fr. 390 N. 2 = 423 R.).

### alpha 2639

Ἀπόστασις · ἡ ἐπανάστασις ἔθνους ἢ πόλεως. καὶ ἡ ἀπέλευσις ἢ διάλυσις. καὶ ἡ τοπικὴ διάστασις. καὶ καθ’ Ἱπποκράτην (Aphor. 4, 31 = 4, 512, 12, 12 L.) ἡ ἐναπόσκηψις, οἷόν τινος συλλογή.

### alpha 2640

Ἀποστασίου καὶ ἀπροστασίου · δικῶν εἰσιν ὀνόματα. ἀποστασίου μέν, ὅταν δοῦλος †ὑπ’† ἐλευθερίας ἐνίσταται, φάσκων μὴ προσήκειν τοῖς δουλοῦν αὐτὸν ἀντιποιουμένοις, οὗτος ἀποστασίου δίκην λαχεῖν λέγεται. ἀπροστασίου δέ, ὅτι τῶν μετοίκων ἕκαστος προστάτην †ἔχουσι† κατὰ νόμον ἕνα τῶν ἀστῶν, καὶ δι’ αὐτοῦ τό τε μετοίκιον τίθεται κατὰ ἔτος καὶ τὰ ἄλλα διοικεῖται. ὅταν οὖν τις δοκῶν εἶναι μέτοικος προστάτην μὴ ἔχῃ ἢ μὴ δῷ τὸ μετοίκιον ἢ ἀστὸς εἶναι φάσκῃ παρεγγεγραμμένος εἰς τὴν πολιτείαν, ὁ βουλόμενος δίκην εἰσάγει πρὸς αὐτόν, ἥτις λέγεται ἀπροστασίου.

### alpha 2641

Ἀποστολαί · ἀποπέμψεις, δῶρα.

### alpha 2642

Ἀποσοβεῖ · διώκει.

### alpha 2643

Ἀποσοβῶμεν · ἀντὶ τοῦ ἀποτρέχωμεν. Μένανδρος (fr. 826 K.—Th.).

### alpha 2644

Ἀποστήσασθαι · ἀποδοῦναι χρέος.

### alpha 2645

Ἀποσπουδάζων · παυόμενος τῆς σπουδῆς, ἀμελῶν.

### alpha 2646

†Ἀποστήσονται† · οἷον σταθμῷ λάβωσιν ἴσῳ.

### alpha 2647

Ἀποστρακισθῆναι · ἐξορισθῆναι· ἐν ὀστράκοις γὰρ τὸ πρὶν ἐγράφοντο αἱ ἐξορίαι.

### alpha 2648

Ἀποστοματίζειν · ἀπὸ μνήμης λέγειν.

### alpha 2649

Ἀποστυγοῦντες (Ep. Rom. 12, 9)· μισοῦντες.

### alpha 2650

Ἀποσκλαίη · ἀποθάνοι.

### alpha 2651

Ἀποσκλῆναι (Ar. Vesp. 160)· οἷον ἀποθανεῖν.

### alpha 2652

Ἀποσκελ〈ετ〉ευθῆναι καὶ ἀποτακῆναι καὶ οὕτως διαφθαρῆναι.

### alpha 2653

Ἀποσκιρτᾷ · ἀποπηδᾷ.

### alpha 2654

Ἀπὸ σκοποῦ · μάτην, ἢ περιττῶς, ἢ ἐναντίως.

### alpha 2655

Ἀποσκοπεῖσθαι λέγουσιν, οὐ σκοπεύειν.

### alpha 2656

Ἀποσκευάσαι τὴν τράπεζαν · καθαρὰν ποιῆσαι.

### alpha 2657

Ἀποσκορακίζειν · ὑβρίζειν, εὐτελίζειν, ἐξορίζειν, διώκειν.

### alpha 2658

Ἀποσκυθίσαι · κυρίως μὲν τὸ ἐπιτεμεῖν τὸ ἐν τῇ κεφαλῇ δέρμα σὺν θριξί, καταχρηστικῶς δὲ τὸ ἀποκεῖραι.

### alpha 2659

Ἀπόστολος · στρατηγὸς κατὰ πλοῦν πεμπόμενος. καὶ αὐτὸς δὲ ὁ τῶν νεῶν στόλος, καὶ οἱ ἐν αὐταῖς ἐμπλέοντες.

### alpha 2660

Ἀποστολεῖς · ιʹ τὸν ἀριθμὸν ἦσαν ἄρχοντες ἐπὶ τῶν ἐκπλεουσῶν τριήρων καὶ τῶν ἀναγομένων στόλων. ἀποστολεῖς δὲ παρὰ τὸ ἀποστέλλειν τὰ πλοῖα.

### alpha 2661

Ἀποστησάμενον · ἀντὶ τοῦ πρὸς σταθμὸν παραλαβόντα. Δημοσθένης (49, 52).

### alpha 2662

Ἀπόστοργον · τὸν ἄστοργον.

### alpha 2663

Ἀπὸ συμβόλων δικάζειν · Ἀθηναῖοι ἀπὸ συμβόλων ἐδίκαζον τοῖς ὑπηκόοις. οὕτως Ἀριστοτέλης (Ath. Pol. 59, 6).

### alpha 2664

Ἀποστάσιον καὶ †λιπόστρατον† καὶ πάντα τὰ τοιαῦτα οὐδετέρως σχηματίζουσιν. Εὔπολις (fr. 349 K.)· 〈„καὶ γὰρ αἰσχρὸν ἀλογίου ’στ’ ὀφλεῖν“〉.

### alpha 2665

Ἀπόστα , οὐ μόνον ἀπόστηθι. καὶ παράστα. οὕτω Μένανδρος 〈Παιδίῳ (fr. 317 K.—Th.)· „ἐνταῦθ’ ἀπόστα μικρόν“. Δὶς ἐξαπατῶντι (fr. 3 Sandbach)· „ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼ καλῶ τιν’ αὐτῶν“〉.

### alpha 2666

Ἀπὸ στόματος · ὡς ἡμεῖς, τὸ μὴ διὰ γραμμάτων, ἀλλὰ ἀπὸ μνήμης. 〈Φιλήμων Νεμομένοις (fr. 48 K.)· „ἀπὸ στόματος ἅπαντ’, ἐὰν βούλησθ’, ἐρῶ“. Κρατῖνος δὲ ταὐτὸ τοῦτ’ ἀπὸ γλώττης · Νόμοις (fr. 122 K.)· „ἀλλὰ μὰ Δί’ οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίσταμαι, ἀλλ’ ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶσ“. Θουκυδίδης ζʹ (10)· „καὶ ἥκοντες εἰς τὰς Ἀθήνας οἱ ἀπὸ τοῦ Νικίου〉 ὅσα τε ἀπὸ γλώττης εἴρητο αὐτοῖς εἶπον“. Πλάτων Θεαιτήτῳ (142d)· „ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι; —Οὐ μὰ τὸν Δί’, οὔκουν οὕτω γε ἀπὸ στόματοσ“. καὶ ἀποστοματίζειν φασὶ τὸν διδάσκαλον, ὅταν κελεύῃ τὸν παῖδα λέγειν ἄττα ἀπὸ στόματος.

### alpha 2667

Ἀποστροφή · ἀντὶ τοῦ καταφυγή.

### alpha 2668

Ἀποσυστῆσαι · οὐδὲν πλέον τοῦ συστῆσαι.

### alpha 2669

†Ἀποσφύδου† · καρτερεῖν.

### alpha 2670

Ἀποσχεδιάσας · ψευσάμενος.

### alpha 2671

Ἀπόσχῃ · ἀποσχέσθαι ποιήσῃ.

### alpha 2672

Ἀποσχῆναι · ἀπενεχθῆναι.

### alpha 2673

Ἀποσχοινίσαντες · ἀποστρέψαντες.

### alpha 2674

Ἄπουργοι γωνίαι · εὐτελεῖς, εἰς ἃς τὰ σαρώματα συνῆγον.

### alpha 2675

Ἀπόταξις · τὸ χωρὶς τετάχθαι τοὺς πρότερον ἀλλήλοις συντεταγμένους εἰς τὸ ὑπηρετεῖν τὸν ὡρισμένον φόρον. Ἀντιφῶν (fr. 55 Th.).

### alpha 2676

Ἀπόταφος · ὁ ἀπεστερημένος τῶν προγονικῶν τάφων.

### alpha 2677

Ἀποτεθρίακεν (Ar. Ach. 158)· ἀποπεφύλλικεν καὶ διακεκάθαρκεν.

### alpha 2678

Ἀποταμιεύεται · ἀποκλείει.

### alpha 2679

Ἀποταυρούμενος · θρασυνόμενος.

### alpha 2680

Ἀποτεθρυωμένος · ἀπηγριωμένος. εἴρηται δὲ κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν †τεθρύων†, ἅπερ ἐστὶν ἄγονα καὶ ἄγρια φυτά.

### alpha 2681

Ἀποτείνεται · ἐκτείνεται, φιλονεικεῖ.

### alpha 2682

Ἀποτιμηταὶ καὶ ἀποτίμημα καὶ ἀποτιμᾶν καὶ τὰ ἀπ’ αὐτῶν· οἱ μισθούμενοι τοὺς τῶν ὀρφανῶν οἴκους παρὰ τοῦ ἄρχοντος ἐνέχυρα τῆς μισθώσεως παρείχοντο· ἔδει δὲ τὸν ἄρχοντα πέμπειν τινὰς τιμησομένους τὰ ἐνέχυρα. καὶ ἐλέγοντο τὰ μὲν ἐνέχυρα ἀποτιμήματα, οἱ δὲ ἀποτιμησάμενοι ἀποτιμηταί, τὸ δὲ ἔργον ἀποτιμᾶν.

### alpha 2683

Ἀποτίσεις χοῖρε γίγαρτα · οἷον ἃ κατέφαγες ἀποδώσεις πλείονα.

### alpha 2684

Ἀποτειχίζων · ἀποφράσσων.

### alpha 2685

Ἀποτεμεῖται · ἀποχωρίσειεν.

### alpha 2686

Ἀποτεύξασθαι · ἀποτυχεῖν.

### alpha 2687

Ἀποτειχίσαι · τὸ †βαλεῖν† τειχίον καὶ ἀποτειχίσαι καὶ ἀποκλεῖσαι τῆς ἐξόδου. καὶ ἀποτετειχισμένος · ὁ ἀπειλημμένος καὶ ἀποκεκλεισμένος τῷ τείχει. οὕτως Ἀντιφῶν (fr. 9 Th.).

### alpha 2688

Ἀποτίμησιν · τέλος ἢ φόρον.

### alpha 2689

Ἀποτιμήματα · τὰ νῦν ἀντίπροικα.

### alpha 2690

Ἄπο τοῦ πράγματος · ἀντὶ τοῦ ἄποθεν.

### alpha 2691

Ἀπότριψις · μελέτησις, ἀπάγγελσις, ἀγώνισις, προάγγελσις, τέκμαρσις, κάθεξις, διάφευξις, ἄνοιξις, ἐφόρμησις, ὅπλισις, ξένισις, πλάνησις, κούφισις, βλάψις, ἐπαίνεσις, ψόφησις, διάρπασις, γυναίκισις, λάλησις.

### alpha 2692

Ἀποτραχύνεται · θρασύνεται.

### alpha 2693

Ἀποτρόπαιοι · φευκτοί, μισεῖσθαι ἄξιοι.

### alpha 2694

Ἀποτροπίασμα · ἐξίλασμα. ἢ τὸ ἀποτροπῆς ἄξιον, οἷον ἀποτρόπαιον.

### alpha 2695

Ἀποτρώγειν · ἀφαιρεῖν. οὕτως Μένανδρος 〈Κυβερνήταις (fr. 252 K.—Th.)· „τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ τὸ μισθάριον; μένω γὰρ ἐξ ἐχθιζινοῦ“〉.

### alpha 2696

Ἀποτυμπάνισον · ἄνελε, ὅ ἐστι φόνευσον.

### alpha 2697

Ἀποτυμπανίσαι · οὐχ ἁπλῶς τὸ ἀποκτεῖναι, ἀλλὰ τυμπάνοις ἀποκτεῖναι. τύμπανον δέ ἐστι ξύλον 〈ὥσπερ〉 σκύταλον· τὸ γὰρ παλαιὸν ξύλοις ἀνῄρουν τοὺς κατακρίτους, ὕστερον δὲ ἔδοξε τῷ ξίφει.

### alpha 2698

Ἀποτυχίσαι · ἀποπελεκῆσαι. καὶ ἀποτυχισθείς · ἀποτιλθείς ἢ ἀποπελεκηθείς.

### alpha 2699

Ἀποφανῶσαι · εἰς τὸ φανερὸν καταστῆσαι. οὕτω Σοφοκλῆς (fr. 919 N. 2 = 1023 R.).

### alpha 2700

Ἀποφαίνει · φανεροποιεῖ.

### alpha 2701

Ἀποφαντικός · σημαίνει κυρίως τὸν ἐκφαίνοντά τι νόημα, εἴτε διὰ καταφάσεως εἴτε δι’ ἀποφάσεως. σημαίνει δὲ ἰδικῶς καὶ τὸν μὴ συγκατατιθέμενον.

### alpha 2702

Ἀποφάσκει · ἀπαγορεύει ἢ ἀποφαντικῶς λέγει.

### alpha 2703

Ἀπόφασις · Δημοσθένης 〈ἐν τῷ πρὸς Φαίνιππον〉 (42, 1) τὸ ἀποφαίνειν διὰ γραμμάτων κατὰ μέρος ὁπόσην οὐσίαν ἔχει, 〈ὅπερ ἐν ταῖς ἀντιδόσεσι μάλιστα γίνεται〉. καλεῖται δὲ αὐτὸ καὶ ἀπογραφή.

### alpha 2704

Ἀποφεύγειν καὶ ἀποφυγγάνειν · Δημοσθένης (23, 74).

### alpha 2705

Ἀπόφημι · ἀποφαίνομαι.

### alpha 2706

Ἀποφηληκίσαι · ἀποπλανῆσαι.

### alpha 2707

Ἀποφῆναι · ἀποδεῖξαι.

### alpha 2708

Ἀποφύλιοι · ξένοι, οἱ φυλὴν μὴ νέμοντες. οὕτως Αἰσχύλος (fr. 287 N. 2 = 493 M.).

### alpha 2709

Ἀποφθεγγόμενος · μαντευόμενος.

### alpha 2710

Ἀποφέρει · οἷον παρασύρει καὶ ἄγει. ἡ μεταφορὰ ἀπὸ τοῦ ποταμοῦ. Ἀριστοφάνης (fr. novum).

### alpha 2711

Ἀπόφυξις · Λυσίας ἐν τῷ κατὰ Ἱππονίκου εἴρηκεν (fr. no‐ vum) „ἀπόφυξιν δίκησ“. ἡ δὲ ἀποφυγὴ ἐπὶ τούτου τοῦ σημαινομένου πάνυ σπάνιος.

### alpha 2712

Ἀποφλεγμήναντας · Πλάτων Νυκτὶ μακρᾷ (fr. novum)· „ἥξειν ἀποφλεγμήναντας εἰς διαλλαγάσ“.

### alpha 2713

Ἀπ’ ὀφθαλμῶν ἀπορρῖψαι · τὸ ἐξ ὄψεως ἐκβαλεῖν. Σοφοκλῆς (fr. 828c R.).

### alpha 2714

Ἀποφράδες ἡμέραι · ἐν αἷς τοῖς κατοιχομένοις χοὰς ἐπιφέρουσιν. ἢ αἱ πρὸς πράξεις ἀνεπιτήδειοι. καὶ ἀποφρὰς ἄνθρωπος · ἀντὶ τοῦ ὁ διὰ τὴν βαρύτητα τῶν ὑπ’ αὐτοῦ φραζομένων ἀπρόσδεκτος.

### alpha 2715

Ἀποφοράν · ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάστημα ποιῆσαι μεταξύ. οὕτως Ἰσαῖος (fr. 113 S.).

### alpha 2716

Ἀποφοιβάζων · ἀποκαθαίρων.

### alpha 2717

Ἀποφοιτᾶν · ἀποπηδᾶν, ἀναχωρεῖν.

### alpha 2718

Ἀποφυσήσας τὴν σποδὸν τῶν ἐγκρυβομένων ὠπτημένων. 〈Σφηξὶν〉 Ἀριστοφάνης (330)· „κἄπειτ’ ἀνελών μ’ ἀποφυσήσας 〈εἰς ὀξάλμην ἔμβαλε θερμήν“〉.

### alpha 2719

Ἀποφώλιον · ὀλίγου ἄξιον, ἀπαίδευτον, ἄτεχνον, μάταιον. οἱ δὲ ἄγριον ἢ ἀδόκιμον ἢ θηριώδη, ἀπὸ τῶν φωλεῶν. ἔνιοι δὲ φωλεόν φασι τὸ λαμπρὸν δεῖπνον.

### alpha 2720

Ἀποχετεύονται · μεταφέρονται.

### alpha 2721

Ἀπόχρη · ἐξαρκεῖ.

### alpha 2722

Ἀποχρήσας · ἀντὶ τοῦ ἱκανὸς γενόμενος. Πλάτων Πολιτείας βʹ.

### alpha 2723

Ἀποχώρησις · ἀντὶ τοῦ ἀποστροφή.

### alpha 2724

†Ἀπόχραε† · ἐξαρκεῖ. Ἡρόδοτος (9, 79, 2).

### alpha 2725

Ἀποχρώσης · ἀρκούσης.

### alpha 2726

Ἀποχοιριάσαι · ἀποσκιρτῆσαι, ἀπολακτίσαι. καὶ ἀποχοιριάζειν · ἀποσοβεῖν, ἐξελαύνειν ὡς χοῖρον. ἔνιοι δὲ διὰ τοῦ κ ἀποκυριάζειν.

### alpha 2727

Ἀποχρώντως · ἱκανῶς. Ἀριστοφάνης Ταγηνισταῖς (fr. 489 K.)· „ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις ἀποχρῶσαν ἤδη“.

### alpha 2728

Ἀποχωροῦντα · ἀντὶ τοῦ ἀποπατούμενα. Ξενοφῶν (Mem. 1, 4, 6).

### alpha 2729

†Ἀπόψας† · ἀδελφοῦ ἢ ἀδελφῆς ὑποκόρισμα.

### alpha 2730

Ἀποψηφίζονται · ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολίτην. οὕτω Δείναρχος (fr. 56, 2 C.). καὶ τὸ πρᾶγμα δὲ Δημοσθένης ἀποψήφισιν καλεῖ (57, 2).

### alpha 2731

Ἀπόψηφοι ἐγένοντο τοῦ ἀποκτεῖναι · οἷον οὐκ ἐπήνεγκαν ψῆφον τοῦ ἀτιμῶσαι ἢ ἀποκτεῖναι. οὕτως φησὶ Φρύνιχος (Praep. soph. 13, 1).

### alpha 2732

Ἀποψοφεῖν · τὸ πέρδεσθαι, εὐσχήμως λέγων. εὐσχημονέστερον δὲ διαπνεῖν καὶ ἀποπνεῖν.

### alpha 2733

Ἀποψύχει · ὃ οἱ πολλοὶ καταψύχει λέγουσιν, ὅταν τὸ καῦμα λήγῃ καὶ εἰς {τὸ} ψῦχος τρέπηται. οὕτω Πλάτων (Phaedr. 242a).

### alpha 2734

Ἀποψύχειν · τὸ ἀποθνῄσκειν ἐν αʹ (134, 3) Θουκυδίδης.

### alpha 2735

Ἀπριάτην (A 99)· ἄνευ πράσεως.

### alpha 2736

Ἀπρίξ · ὅλῃ δυνάμει, ἰσχυρῶς, ἀσφαλῶς.

### alpha 2737

Ἄπροικον · τῇ προσωδίᾳ ὡς ἄνθρωπον οἱ Ἀττικοί.

### alpha 2738

Ἀπροόπτως · ἀπροοράτως, ἀπροσδοκήτως.

### alpha 2739

Ἀπρόσβλητον · ᾧ οὐδεὶς δύναται προσβαλεῖν.

### alpha 2740

Ἀπροσδεής · μὴ χρῄζων.

### alpha 2741

Ἀπροσήγορος ἄνθρωπος · ὃν οὐχ οἷόν τε προσαγορεῦσαι διὰ τρόπου τραχύτητα.

### alpha 2742

Ἀπρόσιτος · ἀπροσπέλαστος.

### alpha 2743

Ἀπρόσκλητον · τὴν οὐ προσκεκλημένην.

### alpha 2744

Ἀπρόσειλος · ᾧ οὐδεὶς προσειλεῖται. οὕτως Εὐριπίδης (fr. 845 N. 2 ).

### alpha 2745

〈Ἀ〉προβουλία καὶ ἀπροβουλεύτως · Πλάτων εἴρηκεν (Leg. 9, 867b).

### alpha 2746

Ἀπροβούλευτον · τὸ μὴ πρότερον εἰς τὴν βουλήν, ἀλλ’ εὐθὺς εἰς τὸν δῆμον εἰσαχθὲν ψήφισμα.

### alpha 2747

†Ἄπροτον† · οἱ μὲν εἶδος εἶναι κογχυλίου φασίν, οἱ δὲ ἀκρίδων, οἱ δὲ μελιττῶν. ἕκαστον δὲ τούτων ἀγεληδὸν νέμεται. καὶ οἱ μὲν τὰ ἄνθη, οἱ δὲ τοὺς καρπούς, οἱ δὲ τὰ ποώδη σίνουσιν. ἀφ’ ὧν καὶ τοὺς κατὰ συμμορίαν κακούργους †ἀπρότους† ὠνόμασαν.

### alpha 2748

Ἅπτεσθαι · λαμβάνεσθαι.

### alpha 2749

〈Ἀ〉πτέρως · ἀντὶ τοῦ ταχέως, ἑτοίμως ἢ ἐλαφρῶς. Ἴων εἴρηκεν (fr. novum).

### alpha 2750

Ἁπτόν · ψηλαφητόν.

### alpha 2751

Ἅπτων · δεσμεύων.

### alpha 2752

Ἄπυστα · ἀνήκουστα.

### alpha 2753

†Ἄπυτοι† · οἱ Ἀθηναῖοι ἀπὸ Θησέως.

### alpha 2754

Ἄπυρον πινακίσκον ἰχθυηρόν · μηδέπω πυρὶ προσενηνεγμένον. Ἀριστοφάνης εἴρηκεν (fr. 532 K.).

### alpha 2755

Ἀπῳδόν · τὸ τῆς ᾠδῆς ἀλλότριον.

### alpha 2756

Ἄπωθεν · χωρὶς ἢ πόρρωθεν.

### alpha 2757

Ἀπωτέρω · πόρρω.

### alpha 2758

Ἀπώμοτον · ἀπηγορευμένον, φευκτὸν καὶ ἀποίητον. Εὔπολις (fr. 217 K.).

### alpha 2759

Ἄπφα · ἀδελφῆς καὶ ἀδελφοῦ ὑποκόρισμα.

### alpha 2760

†Ἀπώναται† · ὠφελεῖται, εὐεργετεῖται.

### alpha 2761

Ἀπωνηθήσεται · περιπραθήσεται.

### alpha 2762

Ἀπῴχοντο · ἀπεφέροντο.

### alpha 2763

Ἄρα · συλλογιστικὸς σύνδεσμος. καὶ ἀντὶ τοῦ δή καὶ ὡς ἔοικεν καὶ ὡς φαίνεται. οὕτω Πλάτων (Reip. 2, 358c, al.).

### alpha 2764

Ἀράβιος αὐλητής · ἐπὶ τῶν ἀκαταπαύστων. Κάνθαρος Μηδείᾳ (fr. 1 K.)· „κιθαρῳδὸν ἐξηγείρατε Ἀράβιον τὸν χορὸν τοῦτον“. καὶ ἡ παροιμία· „Ἀράβιος αὐλητὴς δραχμῆς μὲν αὐλεῖ, τεττάρων δὲ παύεται“.

### alpha 2765

Ἀράττων · κρούων.

### alpha 2766

Ἀρᾶται · εὔχεται, ἢ καταρᾶται, ἢ ἐπιθειάζει. Φερεκράτης (fr. 118 K.)· 〈„ὕστερον ἀρᾶται κἀπιθεάζει〉 τῷ πατρί“.

### alpha 2767

Ἀραῖς · κατάραις.

### alpha 2768

Ἀργᾶς · οἱ μέν φασι τοῦτον κακὸν ποιητὴν γεγονέναι, οἱδὲ τὸν ἀργᾶν ὄφεως εἶδός φασι.

### alpha 2769

Ἀργαλέως · χαλεπῶς.

### alpha 2770

Ἀργιόδοντα · λευκὸν ἢ ὀξυόδοντα.

### alpha 2771

Ἀργᾶ〈σ〉 · πονηρὸς ποιητὴς κατὰ τὴν σύνθεσιν. μέμνηται τούτου Φανίας ἐν τῷ πρὸς τοὺς σοφιστάς (fr. 10 Wehrli). ἢ ὄφεως εἶδος.

### alpha 2772

Ἀράκους · τὰ ὄσπρια ἐν τῷ κ λέγουσιν, οὐκ ἐν τῷ χ ἀράχους.

### alpha 2773

Ἄρρατον · ἰσχυρόν, ἢ δυσκίνητον. ἢ σκληρὸν καὶ ἀμετάστροφον.

### alpha 2774

Ἀργέλοφοι · ποδεῶνες μηλωτῆς καὶ τῶν ἀσκῶν. δοκεῖ δὲ Ἰώνων εἶναι καὶ {ἡ φωνὴ} οὐκ Ἀττικῆς συγγραφῆς ὁ ποδεών. τῷ μέντοι ἀργέλοφοι Ἀριστοφάνης (Vesp. 672) καὶ Ἕρμιππος (fr. novum) κέχρηνται, τῷ δὲ ποδεὼν Αἰσχίνης (Socrat. fr. novum)· φησὶ γάρ· „καὶ τοὺς ποδεῶνας οἷς ἀφῆπτον τὸ κῴδιον ἀπὸ τοῦ ἀριστεροῦ ὤμου“.

### alpha 2775

Ἀργυρίου δίκη · ὅταν τις προσήκειν αὑτῷ παρά τινος ἀργύριον ᾤετο, δίκην αὐτῷ ἀργυρίου ἐλάγχανεν· καὶ ἐκαλεῖτο ἀργυρίου δίκη.

### alpha 2776

Ἀργυρίς · ἀργυρᾶ φιάλη, ὡς χρυσὶς ἡ χρυσῆ.

### alpha 2777

Ἀργυραμοιβός · ὁ κέρμα ἀντὶ ἀργύρου ἀλλασσόμενος.

### alpha 2778

Ἀργιλώδης γῆ · λευκὴ καὶ καθαρά.

### alpha 2779

Ἀργίποδες · ταχεῖς, ὀξύποδες.

### alpha 2780

Ἄργεμα{τα} · τὰ τῶν ὀφθαλμῶν λευκώματα.

### alpha 2781

Ἀργέμων · Σοφοκλῆς (fr. 212 N. 2 = 198d R.) ἀντὶ ὀφθαλμῶν ἀπὸ τοῦ πάθους μετενεγκὼν τὴν φωνὴν ἐπ’ αὐτὸ τὸ δεκτικὸν τοῦ πάθους.

### alpha 2782

Ἀργείους ὁρῶ · παροιμιῶδές ἐστι. Φιλωνίδης (fr. novum).

### alpha 2783

Ἀργυροῦν καὶ χρυσοῦν · τὸ δὲ ἀργύρεον καὶ χρύσεον Ἰακά.

### alpha 2784

Ἀργύριον καὶ τὸ λεπτὸν νόμισμα καλοῦσιν, 〈ὡς Ἀριστοφάνης Δαναΐσιν〉 (fr. 262 K.).

### alpha 2785

Ἀργυραμοιβόν · κολλεκτάριον. καλοῦσι δὲ οὕτω καὶ τὸν τραπεζίτην.

### alpha 2786

Ἀργυρὶς θήκη · διττὰ ἦν γραμματίδια, οἷς ἐχρῶντο Ἀθηναῖοι, τὰ μὲν ὥστε γράφειν μόνον ἑαυτοῖς, τὰ δὲ ὥστε καὶ ἀργυρίδιον κατατίθεσθαι, ἃ καὶ {τὰ} κιβώτια ἐκάλουν, τὰ δ’ ἄλλα †μαρτύρια†.

### alpha 2787

Ἀργυρόποδα δίφρον · ὁ Ξέρξου δίφρος, ὃς αἰχμάλωτος ἐπεκαλεῖτο. ἀνέκειτο δ’ εἰς τὸν Παρθενῶνα τῆς Ἀθηνᾶς.

### alpha 2788

Ἀργύρου κόπις · ἀργυρολόγος. παρὰ τὸ δοκιμάζειν τὸ κίβδηλον τοῦ ἀργυρίου.

### alpha 2789

Ἀργυρώματα καὶ χρυσώματα · ὁμοίως ὡς ἡμεῖς Λυσίας (fr. 148 S.).

### alpha 2790

Ἀργυροκοπεῖον · ἐν ᾧ κόπτεται νόμισμα, ὃ νῦν τινες †ἠμαντήριον† καλοῦσιν.

### alpha 2791

Ἀργυροσκόπος · τὸ μὲν ἀργυρογνώμων καὶ ἀργυραμοιβὸς τέτριπται παρὰ τοῖς Ἀττικισταῖς, τὸ δὲ ἀργυροσκόπος οὐκέτι. εἴρηται δὲ παρὰ τὸ σκοπεῖν τὸ ἀργύριον καὶ διακρίνειν ἀπὸ τοῦ ἀδοκίμου τὸ δόκιμον.

### alpha 2792

Ἀργυρῖται · οἱ ἀργυρίου εὐποροῦντες.

### alpha 2793

Ἀργυρογνώμων · δοκιμαστὴς ἀργύρου.

### alpha 2794

Ἀργυροδίνης · ὁ καλὰς δίνας ἔχων. δῖναι δὲ αἱ τῶν ὑδάτων συστροφαί.

### alpha 2795

Ἄρδηττος · τόπος ἐστὶν Ἀθήνησιν, ἐν ᾧ πάντες Ἀθηναῖοι δημοσίᾳ ὤμνυον τὸν ὅρκον τὸν Ἡλιαστικόν.

### alpha 2796

Ἄρδα καὶ ἄρδαλος · τὸ μόλυσμα. καὶ ἀρδαλῶσαι τὸ μολῦναι ἀσχημόνως.

### alpha 2797

Ἀρδάνιον · τὸ ἀπὸ τοῦ πυθμένος τοῦ κεραμίου ἕως τῆς γαστρός, ἐν ᾧ ἔπινε τὰ θρέμματα.

### alpha 2798

Ἀρδεύειν · παρ’ Ἀντιφάνει μόνον (fr. 314 K.). ἐκ τοῦ ἐναντίου δὲ ἦρσεν καὶ ἄρσῃ Ἡρόδοτος (5, 12, 4 et 2, 14, 2).

### alpha 2799

Ἄρδειν , οὐκ ἀρδεύειν λέγουσιν.

### alpha 2800

Ἄρδηττος · τόπος Ἀθήνησιν ἀπὸ Ἀρδήττου ἥρωος.

### alpha 2801

Ἀρεστήρ · εἶδος ποπάνου.

### alpha 2802

Ἀρετή · εὐδοξία. οὕτως Ἀνδοκίδης (fr. 6 Blass) καὶ Θουκυδίδης (1, 33, 2).

### alpha 2803

Ἄρειος πάγος · δικαστήριον Ἀθήνησιν. ἦσαν οὖν Ἀθήνησι βουλαὶ δύο, ἡ μὲν τῶν φʹ καθ’ ἕκαστον ἐνιαυτὸν κληρουμένη βουλεύειν, ἡ δὲ εἰς μῆνα τῶν Ἀρεοπαγιτῶν. ἐδίκαζε δὲ τὰ φονικὰ καὶ τὰ ἄλλα πολιτικὰ διῴκει σεμνῶς. ἐκλήθη δὲ Ἄρειος πάγος, ἤτοι ὅτι ἐν πάγῳ ἔστη καὶ ἐν ὕψει τὸ δικαστήριον· Ἄρειος δέ, ἐπεὶ τὰ φονικὰ δικάζει. ὁ δὲ Ἄρης ἐπὶ τῶν φόνων· ἢ ὅτι ἔπηξε τὸ δόρυ ἐκεῖ ὁ Ἄρης ἐν τῇ πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιρροθίου δίκῃ, ὅτε ἀπέκτεινεν αὐτὸν βιασάμενον Ἀλκίππην τὴν αὐτοῦ καὶ Ἀγραύλου τῆς Κέκροπος θυγατρός, ὥς φησιν Ἑλλάνικος 〈ἐν〉 αʹ (FGrHist 4 F 38 et 323a F 1).

### alpha 2804

Ἀρήν , οὐχὶ ἄρης· ὁ τοῦ κριοῦ. ἀρνειὸς δὲ ὁ τέλειος.

### alpha 2805

Ἀρὴν ἡ ὀρθή , ἡ δὲ γενικὴ ἀρνός· ἀπὸ ταύτης συνεκόπη.

### alpha 2806

Ἄρης τύραννος · κομμάτιον ἐκ τῶν Τιμοθέου Περσῶν (fr. 15 Wil.), ὃ διὰ τὴν ἐπὶ τῆς ᾠδῆς εὐημερίαν Ἀθήνησιν ἐπιπολάσαν εἰς παροιμίαν ἐχώρησεν.

### alpha 2807

Ἀρίδακρυς καὶ ἀλίδακρυς · ὁ ἐπίφορος εἰς τὸ δακρύειν. οὕτως Θεόπομπος (fr. novum).

### alpha 2808

Ἀριστῆσαι · Ἀραρὼς Καμπυλίωνι (fr. 11 K.) καὶ Φιλιππίδης (fr. novum) καὶ ἕτεροι.

### alpha 2809

Ἄριστα χωλὸς οἰφεῖ · καταφερεῖς γὰρ οἱ χωλοὶ πρὸς συνουσίαν. Δοῦρις δὲ ἐν ζʹ τῶν Φιλιππικῶν ἱστορεῖ (fr. novum) τὰς Ἀμαζόνας χωλοῦν τὴν ἄρρενα γενεάν.

### alpha 2810

Ἀριστεροστάτης · ἐν τῷ κωμικῷ καλεῖται χορῷ, ἐν δὲ τῷ τραγικῷ μέσος ἀριστεροῦ. Κρατῖνος Σεριφίοις (fr. 215 K.).

### alpha 2811

Ἀριστερεών · φυτὸν ἐπιτήδειον εἰς τοὺς καθαρμούς.

### alpha 2812

†Ἀρίφατος† · ὁ ἐν πολέμῳ ἀποθανών.

### alpha 2813

Ἀριστερός · ὁ ἀμαθὴς καὶ τῷ δεξιῷ ὑπεναντίος.

### alpha 2814

Ἀριστίνδην · κατ’ ἐκλογὴν καὶ αἵρεσιν τῶν ἀρίστων †νομοθετῶν†.

### alpha 2815

Ἀριστεύς · ὄνομα κύριον.

### alpha 2816

Ἀριστίων · ὡσαύτως· ἔστι δὲ Σάμιος μὲν ἢ Πλαταιεύς, ἐκ μειρακυλλίου δὲ ἑταῖρος Δημοσθένους.

### alpha 2817

Ἀρκάδας μιμούμενος · παροιμία, ᾗ κέχρηται Πλάτων ἐν Πεισάνδρῳ (fr. 99 K.), ἐπὶ τῶν ἄλλοις ταλαιπωρούντων· μαχιμώτατοι γὰρ ὄντες αὐτοὶ μὲν οὐδέποτε ἐνίκησαν, ἄλλοις δὲ αἴτιοι νίκης πολλοῖς ἐγένοντο. καὶ ὁ Πλάτων τὰς κωμῳδίας ποιῶν ἄλλοις παρέχων διὰ πενίαν Ἀρκάδας μιμεῖσθαι ἔφη.

### alpha 2818

Ἀρκεσίλας · ὁ μὲν λόγος ἐπὶ τοῦ Δωρικοῦ τούτου ὀνόματος Ἀρκεσίλα τὴν γενικὴν λέγει, Θουκυδίδης δὲ Ἀρκεσίλου φησίν (5, 50, 4), ὡς Περδίκκου καὶ Ἀμύντου.

### alpha 2819

Ἀρκεῖν · ἐπὶ τοῦ ἀρέσκειν. Ἀριστοφάνης (fort. Eccl. 828).

### alpha 2820

Ἀρκαλέον · ξηρόν, ῥυσόν.

### alpha 2821

Ἄρκος · ἄρκεσμα, βοήθημα.

### alpha 2822

Ἄρκαλα · λευκὰ ἐνώτια ἐξ ὑάλου περίχρυσα.

### alpha 2823

Ἀρκαλᾶν · παραχαλᾶν, μύζειν.

### alpha 2824

Ἄρκτος · τὸ θηρίον σὺν τῷ τ. Εὔπολις Χρυσῷ γένει (fr. no‐ vum)· „ἄρκτους, ἐλάφους, ἐλέφαντας, ὕστριχας, χελώνασ“.

### alpha 2825

Ἀρκτεῦσαι · Λυσίας (fr. 249 S.) τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῇ Ἀρτέμιδι ἀρκτεύειν ἔλεγεν· καὶ γὰρ αἱ ἀρκτευόμεναι παρθένοι 〈ἄρκτοι〉 καλοῦνται, ὡς Εὐριπίδης (fr. 767 N. 2 ) καὶ Ἀριστοφάνης δηλοῖ (Lys. 645 et fr. 370 K.).

### alpha 2826

Ἄρκτον , οὐχὶ ἄρκον. Κρατῖνος Ὀδυσσεῦσιν (fr. 140 K.)· „ἐν ἀριστέρ’ ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν ἕως ἂν ἐφεύρῃσ“. τὸν μέντοι ἄνεμον ἄνευ τοῦ τ, ὡς ἡμεῖς, ἀπαρκίαν διὰ τὸ εὔφωνον. καὶ τὴν πνοὴν ἄρκιον· „καὶ μὴν πελάζει καὶ καταψύχει πνοὴ ἄρκιος ὣς ναύτῃσιν ἀσκεύοις μολών“ (Aeschyl. fr. 127 N. 2 = 197 M.).

### alpha 2827

Ἀρκτοῦρος · λέγεται καὶ αὐτὸς ὅλος ὁ Βοώτης, ἰδίως δὲ καὶ ὁ ὑπὸ τὴν ζώνην αὐτοῦ ἀστήρ.

### alpha 2828

Ἄρκεσις · βοήθεια.

### alpha 2829

Ἄρκιον · ἕτοιμον, παρόν, αὐτοσχέδιον.

### alpha 2830

Ἀρκής · ταχύς.

### alpha 2831

†Ἀρκύσας† · ἀντὶ τοῦ βροχίσας. Ἀριστοφάνης (fr. novum).

### alpha 2832

Ἄρκυς · λίνα καὶ δίκτυα. ἐκτείνεται ἡ ὑστέρα συλλαβὴ ὁμοίως ἐπί τε τῆς ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως· καὶ ἄρκυς γὰρ καὶ τὰς ἄρκυς.

### alpha 2833

Ἀρκύ〈σ〉τατα · οἱ τόποι, ἔνθα αἱ ἄρκυες πήγνυνται.

### alpha 2834

Ἀρκύωρος · ὁ τὰς ἄρκυς, τουτέστι τὰ λίνα, φυλάττων. ἔστι δὲ ταῦτα τὰ κυνηγετικὰ πάντα λίνα.

### alpha 2835

Ἁρμάτειον μέλος · (a) Ἴων μὲν (fr. novum) τὸν ἱππόθορον νόμον, ὃν ᾄδουσι Φρύγες, ὅταν αὐτοῖς οἱ ὄνοι ὀχεύωσιν. (b) οἱ δὲ †ἁρμάτθιον† γεγράφθαι φασὶ δεῖν ἀπὸ τοῦ συνθέντος τὸν τῆς Ἀθηνᾶς νόμον Ὁρμαθοῦ Βοιωτίου. (c) οἱ δὲ τὸ 〈ἐπὶ τῷ〉 ἑλκυσμῷ τοῦ Ἕκτορος μέλος γενόμενον ἀπὸ τοῦ θρήνου Τρῳάδων. (d) οἱ δὲ τὸ ὀξὺ καὶ ὅμοιον τῷ ἀπὸ τῶν ἀξόνων καὶ τροχῶν. (e) οἱ δὲ τὸ μητρῷον· τὴν γὰρ μητέρα τῶν θεῶν ἐφ’ ἁρμάτων ἐξάγεσθαι. (f) οἱ δὲ τὸ ταχὺ καὶ †ἀπεσπασμένον† ἀπὸ τοῦ δρόμου τοῦ τῶν ἁρμάτων. (g) οἱ δὲ παρεγγραφὴν εἶναι τὸ ἁρμάτειον μέλος ἐν τῷ ἐκ τοῦ Ὀρέστου ἐξαγγέλῳ καὶ οὐκ ἀπὸ μέρους τοῦ ᾄσματος. (h) ὁ Δίδυμος οὖν τούτοις ἅπασιν ἀντειπὼν (p. 245 Schmidt) τὸν ἐπᾳδόμενόν φησι ὑμέναιον ταῖς νύμφαις, διότι ἐφ’ ἁρμάτων ἤγοντο.

### alpha 2836

Ἁρμαλιᾶς ὄχλος · ὁ σιτοφορικὸς ὄχλος, ὁ τὴν τροφὴν τῇ στρατιᾷ κομίζων· ἁρμαλιὰ γὰρ ἡ τροφή. οὕτω Σοφοκλῆς (fr. 828d R.).

### alpha 2837

Ἄρμενα · τὰ ἁρμόζοντα.

### alpha 2838

Ἁρμοσταί · οἱ φρούραρχοι τῶν Λακεδαιμονίων. παρὰ τὸ ἁρμόζειν καὶ καθιστᾶν τὰς ὑπ’ αὐτῶν φυλαττομένας πόλεις.

### alpha 2839

Ἁρμογή · Εὔπολις Αἰξί (fr. 11 K.)· „ταύτην ἐγὼ ἐζήτουν πάλαι τὴν ἁρμογήν“.

### alpha 2840

Ἁρμοδίων · φίλων, προσηνῶν· ὡς ἔμπαλιν ἀνάρσιοι οἱ πολέμιοι. Ἀριστοφάνης (fr. novum).

### alpha 2841

Ἁρμόζοντας · ἀντὶ τοῦ ἁρμοστὰς καθισταμένους. Ξενοφῶν (Lac. 14, 2).

### alpha 2842

Ἁρματροχιαί · αἱ ἀπὸ τῶν τροχῶν ἐγχαράξεις ἐν τῇ γῇ.

### alpha 2843

Ἁρμόσυνοι · ἀρχή τις Λακεδαίμονος.

### alpha 2844

Ἀρμόγματα · ἀρτύματα.

### alpha 2845

Ἁρμοδίου μέλος · τὸ ἐπὶ Ἁρμοδίῳ ποιηθὲν σκόλιον οὕτως ἔλεγον.

### alpha 2846

Ἁρμονίας · συνθήκας, σπονδάς. ἡ λέξις Διογενιανοῦ (fr. novum).

### alpha 2847

Ἀρνακίδα · τὸ κῴδιον, ὡς ἡμεῖς, τοῦ ἀρνειοῦ.

### alpha 2848

Ἀρνεώς · ὁ ἀρνειός. ἐν Φρίξῳ (trag. adesp. fr. novum).

### alpha 2849

Ἀρνεῖ · τὸ ὁριστικόν, τὸ δὲ ὑποτακτικὸν ἀρνῇ. καὶ ἐπὶ τῶν ὁμοίων ἁπάντων ὁ αὐτὸς λόγος.

### alpha 2850

Ἀρότους · τοὺς ἐνιαυτούς. οὕτω Σοφοκλῆς (Tr. 69).

### alpha 2851

Ἀρότρῳ ἀκοντίζειν · παροιμία ἐπὶ τῶν καθ’ ἑαυτῶν ἀκοντιζόντων. Σοφοκλῆς εἴρηκεν (fr. 828e R.).

### alpha 2852

Ἀροῦν , οὐκ ἀροτριᾶν λέγουσιν.

### alpha 2853

Ἁρπαγή · ὀξυτόνως ἡ διαρπαγή. τὸ δὲ σκεῦος βαρυτόνως, ἵνα ὀνοματικὸν γένηται.

### alpha 2854

Ἄρνυσθαι · ἀντικαταλλάττεσθαι. ὅθεν καὶ τὸ μισθαρνεῖν , τὸ μισθὸν ἀντί τινος λαμβάνειν λέγεται. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ περιποιούμενος καὶ ἀντὶ τοῦ φυλάττων. οὕτω Πλάτων (Prot. 349a).

### alpha 2855

Ἁρπεδόνη · ἡ διὰ σπάρτου θήρα.

### alpha 2856

Ἅρπη · δρέπανον. Σοφοκλῆς (fr. 391 N. 2 = 424 R.).

### alpha 2857

Ἁρπεδονίζειν · λωποδυτεῖν. καὶ διὰ σπάρτου θηρᾶν.

### alpha 2858

Ἀρπέζας · τοὺς αἱμασιώδεις τόπους. οἱ δὲ τείχη καὶ περιβόλους. οἱ δὲ κλιμακώδη χωρία.

### alpha 2859

Ἁρπῖδες · ὑποδήματα.

### alpha 2860

Ἀρράβακα · τὴν ὀρχηστρίδα ἢ τὸν ὀρχηστήν. ἢ βλάσφημον. ἀπὸ τοῦ ἀρραβάσσειν, ὅ ἐστιν ὀρχεῖσθαι. οὕτως Κρατῖνος (fr. novum).

### alpha 2861

Ἀρρενικόν · χρώματος εἶδος χλωρόν, ὅπερ ἡμεῖς ἀρσενικὸν λέγομεν.

### alpha 2862

Ἄρρηκτον · στερεόν.

### alpha 2863

Ἀρρηνεῖν · λοιδορεῖν. καὶ γυναικὶ πρὸς ἄνδρα διαφέρεσθαι.

### alpha 2864

Ἀρρηνές · ἄγριον, δυσχερές.

### alpha 2865

Ἀρρῆσαι · ἀπαγορεῦσαι, ἀβουλῆσαι.

### alpha 2866

Ἀρραβών · διὰ τῶν βʹ ρρ. ἡ χρῆσις ἀφθονωτάτη ἐστὶ παρὰ τοῖς Ἀττικοῖς. Κρατῖνος Σεριφίοις (fr. novum). τὸ δὲ σημαινόμενον δῆλον. ἡ λέξις Φρυνίχου (fr. novum).

### alpha 2867

Ἀρραβὼν κακῶν · Πλάτων Μετοίκοις (fr. novum)· „οὐκ ἐμάνθανον κακῶν μεγίστων ἀρραβῶνα λαμβάνων“.

### alpha 2868

Ἄραρεν · οἷον βεβαίως οὕτως ἔχει καὶ ἀμετακινήτως.

### alpha 2869

Ἄρρατον · ἰσχυρόν, στερεόν. οὕτω Πλάτων (Crat. 407d. Reip. 7, 535c).

### alpha 2870

Ἄρρητα · ἀντὶ τοῦ μὴ εἰρημένα. Πλάτων Συμποσίῳ (189b) καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21, 79)· „ῥητὰ καὶ ἄρρητα κακά“.

### alpha 2871

Ἄρρεν , οὐκ ἄρσεν. καὶ ὅλως ὅταν ᾖ μετὰ τοῦ ρ ς καὶ τοῦτο ρ ποιοῦσιν, οἷον θαρρεῖν, μυρρίνη, ταρρός, ἐπὶ κόρρης. Ὅμηρος διὰ τοῦ ς (ι 219)· „ταρσοὶ μὲν τυρῶν βρῖθον“. καὶ οἱ τραγικοί. πολλὰ δὲ καὶ ἄλλα τῶν Ἀττικῶν ὀνόματα φυλάττονται οἱ τραγικοὶ ὡς ἰσχνότερα τῆς τραγῳδίας καὶ πολιτικώτερα. οὐ μέντοι οὐδ’ οἱ Ἀττικοὶ ὁμαλίζουσιν ἐν τούτοις, οἷον Πέρσαι, Ἀρσινόη, Κερσοβλέπτης. καὶ Χερρόνησον μὲν λέγουσιν διὰ τοῦ ρ, χέρσον δὲ διὰ τοῦ ς.

### alpha 2872

Ἀρρενικόν , οὐχὶ ἀρσενικὸν καλοῦσιν οἱ Ἀττικοὶ τὸ τῶν γραφέων φάρμακον. Ἀριστοφάνης Δαιταλεῦσιν (fr. novum)· „οὕτως πάρεστιν ἀρρενικόν· κέλευε νῦν“.

### alpha 2873

Ἀρραγὲς ὄμμα · τὸ μὴ δακρῦον, ἀλλ’ ἀπαθές. Σοφοκλῆς εἴρηκεν (fr. 670 N. 2 = 736 R.).

### alpha 2874

Ἀρραγῶς · στερρῶς, ἐγκρατῶς, ὥστε μὴ ῥαγῆναι καὶ διαφθαρῆναι ὑπὸ βίας. Σοφοκλῆς (fr. 1024a R.).

### alpha 2875

Ἄρρητον · τὸ ἀνιστόρητον. Σοφοκλῆς εἴρηκεν (fr. 500 N. 2 = 543 R.).

### alpha 2876

Ἀρρηφορεῖν · τὸ τὰ ἀπόρρητα καὶ μυστικὰ φέρειν. καὶ Ἀρρηφόροι καὶ ἀρρηφορία ὁμοίως.

### alpha 2877

Ἄρριχοι · κόφινοι οἰσύϊνοι, οὓς ἀρσίκους οἱ Ἴωνες. θηλυκῶς δὲ οἱ Ἀττικοὶ τὰς ἀρρίχους. Ἀριστοφάνης (An. 1309).

### alpha 2878

Ἄρρυ · ἐπίφθεγμα ἐρετῶν, ὥσπερ τὸ ῥυππαπαὶ (Ar. Ran. 1073) καὶ ἕτερα τοιαῦτα.

### alpha 2879

Ἀρρωδεῖν · τὸ δεδοικέναι. καὶ διὰ τοῦ ο ὀρρωδεῖν. μᾶλλον δὲ τοῦτο Ἑλληνικόν.

### alpha 2880

Ἀρρωστία τοῦ στρατεύειν · ἀντὶ τοῦ ἀπροθυμία. Θουκυδίδης (3, 15, 2).

### alpha 2881

Ἀρρενωποὺς καὶ ἀρρενωπάδας †τὰς γυναῖκας† καλοῦσιν. Κρατῖνος (fr. 389 K.).

### alpha 2882

Ἀρρωστήμων · Εὔπολις Αὐτολύκῳ (fr. 63 K.).

### alpha 2883

Ἄρσεων (Ps. 80, 7)· βασταγμάτων.

### alpha 2884

Ἄρσει · ποτιεῖ.

### alpha 2885

Ἀρτάβη · μέτρον ἐστὶ Περσικόν.

### alpha 2886

Ἄρταμος · κρεουργός, μάγειρος. τάττει αὐτὸ Σοφοκλῆς καὶ ἐπὶ τοῦ φονέως (fr. 921 N. 2 = 1025 R.).

### alpha 2887

†Ἆρται† · ἐπικρέμαται.

### alpha 2888

Ἀρτάνη · κυρίως μὲν ἡ τῶν καλῳδίων ἀγχόνη. Σοφοκλῆς δὲ ἐν Αἰχμαλωτίσιν (fr. 48 N. 2 = 51 R.) ἐπὶ τοῦ δεσμοῦ.

### alpha 2889

Ἀρτεμισία · δύο γεγόνασι, Καρικαὶ γένος καὶ βασιλίδες ἀμφότεραι, ὧν ἡ μὲν πρώτη γέγονε κατὰ τὰ Περσικά, ἡ δὲ βʹ, ἧς καὶ Δημοσθένης 〈ἐν τῷ Περὶ τῆς Ῥοδίων ἐλευθερίασ〉 (15, 11) μνημονεύει, θυγάτηρ μὲν ἦν Ἑκατόμνου, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσώλου.

### alpha 2890

Ἄρτημα βαλαντίου · ὁ δεσμὸς τοῦ βαλαντίου. ἢ ὁ τελαμών, ἐξ οὗ ἤρτηται.

### alpha 2891

Ἀρτήρ · ὑποδήματος γένος. Φερεκράτης 〈Γραυσίν〉 (fr. 38 K.).

### alpha 2892

Ἄρτι · ἐπὶ τοῦ ἀπηρτισμένως καὶ πεπληρωμένως. λέγεται δὲ ἄρτι καὶ τὸ μέρος τοῦ παρεληλυθότος συνάπτον τῷ νῦν, ἐναντίως ἔχον τῷ αὐτίκα· τοῦτο γὰρ κατὰ τὸ μέλλον συνάπτει τὸ νῦν.

### alpha 2893

Ἀρτιάζειν · τὸ παίζειν ἄρτια ἢ περιττὰ καρύοις ἢ ἀστραγάλοις ἤ τισι τοιούτοις. οὕτως Πλάτων Λύσιδι (206e)· 〈„ἢ ἀρτιάζων ἀστραγάλοις παμπόλλοις ἐκ φορμίσκων τινῶν προαιρούμενοι“〉.

### alpha 2894

Ἀρτικροτεῖσθαι · συμφωνεῖσθαι.

### alpha 2895

Ἄρτια · ἡρμοσμένα, τέλεια, ὑγιῆ. λέγεται δὲ ταῦτα καὶ ἄρμενα.

### alpha 2896

†Ἀρτισμός† · ἀνακρεμασμός.

### alpha 2897

Ἀρτιμελής · ὑγιὴς τοῖς μέλεσιν.

### alpha 2898

Ἀρτιεπής · ἀπηρτισμένος ἐν τῷ λέγειν.

### alpha 2899

Ἀρτιθαλῆ · νεόφυτα.

### alpha 2900

Ἀρτίπους · ὑγιεῖς τοὺς πόδας ἔχων.

### alpha 2901

Ἀρτίστομος · ὁ σαφὲς καὶ ἡδὺ φθεγγόμενος.

### alpha 2902

Ἀρτίφρονες · σώφρονες.

### alpha 2903

Ἀρτίως · τελείως, ὑγιῶς.

### alpha 2904

Ἀρτίως , οὐ μόνον ἄρτι· τὸ πρὸ ὀλίγου. Φερεκράτης 〈Μυρμηκανθρώποις· (fr. 119 K.)· „ξένη γυνὴ γραῦς ἀρτίως ἀφιγμένη“〉.

### alpha 2905

Ἄρτος · ὄνομα τυράννου Μεσσαπίων, ὃν καὶ πρόξενον Ἀθηναίους φησὶ ποιήσασθαι Πολέμων (fr. 89 Preller).

### alpha 2906

Ἀρτοπόπον · καὶ Ἀττικοὶ καὶ Ἴωνες τὸν ἀρτοκόπον. ἔστι δὲ τὸ ἀρτοποπεῖν ἐν Μονοτρόπῳ Φρυνίχου (fr. 27 K.).

### alpha 2907

Ἀρτοσιτεῖν · τὸ ἐναντίον τοῦ ὀψοφαγεῖν. 〈Πλάτων ἐν Ὑπερβόλῳ (fr. 172 K.) κέχρηται τῷ ὀνόματι〉.

### alpha 2908

Ἀρτύειν · σκευάζειν.

### alpha 2909

Ἄρτυεν · ἐβασίλευεν.

### alpha 2910

Ἀρτύναντες (M 43)· παρασκευάσαντες.

### alpha 2911

Ἀρύβαλλος · τὸ ἑλκυστὸν βαλάντιον.

### alpha 2912

Ἀρύβας · κύριον. Ἀλκέτου μὲν ἦν υἱός, Μολοττῶν δὲ βασιλεύς.

### alpha 2913

Ἀρύει · βοηθεῖ.

### alpha 2914

†Ἄρυθμος† · ἀδιατύπωτος, ἀκανόνιστος, μὴ ἔχων ῥυθμόν· ῥυθμὸς γὰρ ὁ τύπος.

### alpha 2915

Ἀρυσάμενος · ἀντλήσας.

### alpha 2916

Ἀρυστίχους · τὰς οἰνοχόας καὶ κοτύλας.

### alpha 2917

Ἀρύτεσθαι σὺν τῷ τ λέγουσιν, οὐκ ἀρύεσθαι. Ἀριστοφάνης 〈Νεφέλαις (272)· „εἴτ’ ἄρα Νείλου προχοὰς ὑδάτων χρυσέοις ἀρύτεσθε πρόχοισιν“〉. καὶ Πλάτων 〈Νόμοις (1, 636d)· „ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δὴ καὶ ὁπόσον καὶ ὁπότε“〉.

### alpha 2918

Ἄρυστις · ἡ ἀπνευστὶ πόσις.

### alpha 2919

Ἀρχαιϊκὸν καὶ πάντα τὰ τοιαῦτα διὰ τῶν δύο ιι. Ἀριστοφάνης 〈Νεφέλαις (821)· „ὡς παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά“〉.

### alpha 2920

Ἀρχαῖος · ἀντὶ τοῦ εὐήθης. Πλάτων (Hipp. min. 371d).

### alpha 2921

†Ἀρχαῖος† · Ἰσοκράτης μὲν 〈ἐν τῷ Πανηγυρικῷ〉 (8) τὸ ἀρχαιοτρόπως εἰπεῖν, τουτέστιν ἀρχαιοτρόποις ὀνόμασι χρῆσθαι. Δημοσθένης δὲ ἐν Φιλιππικοῖς εἰπὼν (9, 48) „οὕτως δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶσ“, ἀντὶ τοῦ ἁπλῶς ἔλαβεν.

### alpha 2922

Ἀρχαιρεσίας λέγουσι θηλυκῶς καὶ πληθυντικῶς, οὐκ ἀρχαιρεσίαν οὐδὲ ἄλλως πως.

### alpha 2923

Ἀρχαιρεσιάζειν · τὸ πρὸς χάριν τινὶ ζητεῖν.

### alpha 2924

Ἀρχαίως · ἀπραγμόνως, ἀπαρατηρήτως καὶ ἠλιθίως.

### alpha 2925

Ἀρχεῖα · ἔνθα οἱ δημόσιοι χάρται ἀπόκεινται, χαρτοφυλάκιον. ἢ τὰ χωρία τῶν κριτῶν. ἢ ἀρχαί, ὡς Ξενοφῶν Ἱστοριῶν ηʹ (5, 17 et 6, 10).

### alpha 2926

Ἀρχηγέται · ἐπώνυμοι τῶν φυλῶν. Ἀριστοφάνης (fr. 126 K.)· „ὁ δὲ μεθύων ἤμει παρὰ τοὺς ἀρχηγέτασ“.

### alpha 2927

Ἀρχηγέτης · ἡγεμών.

### alpha 2928

Ἀρχῆθεν · οὐκ ἔστι παρὰ τοῖς Ἀττικοῖς, πλὴν παρ’ Αἰσχύλῳ (fr. 416 N. 2 = 758 M.). παρ’ Ἡροδότῳ δέ ἐστι (7, 104, 1) καὶ τοῖς Ἴωσι.

### alpha 2929

Ἀρχὴ ἄνδρα δείκνυσι · παροιμιῶδές ἐστι. Σόλωνος δὲ (Nr. 199 Martina) εἶναί φασιν αὐτὸ ἀπόφθεγμα. Ἀριστοτέλης δὲ (EN 1130a 1) καὶ Θεόφραστος (deest ap. Wimmer) Βίαντος.

### alpha 2930

Ἀρχὴν ἰᾶσθαι πολὺ λῴϊον ἠὲ τελευτήν · παροιμία. δηλοῖ δὲ ὡς †ἀρχόμενός τινος† πάθους καὶ ἄλλου τινὸς δεινοῦ μᾶλλόν ἐστι κωλύειν ἢ ἐνακμάσαντος καὶ τελειωθέντος.

### alpha 2931

Ἀρχὴν Σκυρίαν · παροιμία ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων, παρόσον πετρώδης καὶ λυπρὰ ἡ Σκῦρος.

### alpha 2932

Ἀρχίδια · τὰς ἀρχὰς ὑποκοριζόμενοι λέγουσιν.

### alpha 2933

Ἀρχιέρεων , οὐκ ἀρχιερέα. Πλάτων (Leg. 12, 947a).

### alpha 2934

Ἀρχιθεωρός · ὁ ἡγούμενος τῶν θεωρῶν. θεωροὶ δὲ οἱ τὴν θεωρίαν φέροντες τοῖς θεοῖς εἰς τοὺς καλλινίκους ἀγῶνας καὶ ὑπὲρ τῶν πατρίδων θύοντες.

### alpha 2935

Ἀρχιτέκτων · βʹ σημαίνει· καὶ τὸ τῶν οἰκοδομημάτων εἶναι ἐπιστάτην καὶ κυρίως τὸν ἄρχοντα τῶν τεκτόνων, ὃς τὴν διάθεσιν τοῦ κατασκευάσματος ἐπινοεῖ. λέγεται δὲ καὶ ἀπὸ τούτων ἀρχιτέκτων καὶ ὁ κατασκευάσας τινὶ καὶ σκευωρησάμενος πρᾶγμά τι. Δημοσθένης (56, 11)· 〈„τούτῳ τῷ ἀρχιτέκτονι τῆς ὅλησ“, φησίν, „ἐπιβουλῆσ“〉.

### alpha 2936

Ἄρχοντες οἱ θʹ τίνες · ἄρχων, πολέμαρχος, βασιλεύς, θεσμοθέται ἕξ. καὶ πρὸ μὲν τῶν Σόλωνος νόμων οὐκ ἐξῆν αὐτοῖς ἅμα δικάζειν, ἀλλ’ ὁ μὲν βασιλεὺς καθῆστο παρὰ τῷ καλουμένῳ Βουκολίῳ· τὸ δὲ ἦν πλησίον τοῦ πρυτανείου· ὁ δὲ πολέμαρχος ἐν Λυκείῳ, καὶ ὁ ἄρχων παρὰ τοὺς Ἐπωνύμους, οἱ θεσμοθέται παρὰ τὸ Θεσμοθέσιον. κύριοί τε ἦσαν ὥστε τὰς δίκας αὐτοτελεῖς ποιεῖσθαι. ὕστερον δὲ Σόλωνος οὐδὲν αὐτοῖς ἕτερον τελεῖται ἢ μόνον ὑποκρίνουσι τοὺς ἀντιδίκους.

### alpha 2937

Ἄρχων · ἀφ’ οὗ ὁ ἐνιαυτὸς ἐπώνυμος γενόμενος ἐμετρεῖτο. ἦν δὲ ὁ ἄρχων τῶν θʹ εἷς.

### alpha 2938

Ἀρωγή · βοήθεια.

### alpha 2939

Ἀρωγός · ὠφέλιμος.

### alpha 2940

Ἀρώματα · οὐ τὰ θυμιάματα οἱ Ἀττικοὶ καλοῦσιν, ἀλλὰ τὰ ἐσπαρμένα.

### alpha 2941

Ἀσαλὴς μανία · ἡ μηδενὸς φροντίζουσα· σάλη γὰρ ἡ φροντίς. Αἰσχύλος (fr. 319 N. 2 = 634 M.).

### alpha 2942

Ἀσάλπιγκτον ὥραν · τὸ μεσονύκτιον, ἐπεὶ ταύτης τῆς ὥρας οὐκ εἰώθασι σαλπίζειν, ἀλλ’ ἑσπέρας καὶ ὄρθρου.

### alpha 2943

Ἆσαι · βλάψαι. οὕτως Αἰσχύλος (fr. 417 N. 2 = 759 M.).

### alpha 2944

Ἄσβεστος (A 599)· ἀκατάπαυστος.

### alpha 2945

Ἀσαφές · ἀνόητον, ἄδηλον.

### alpha 2946

Ἄσβολος · θηλυκῶς ἡ ἄσβολος, οὐχὶ ἡ ἀσβόλη, οὐδὲ ἀρσενικῶς ὁ ἄσβολος. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (244/5)· „τὰ πλεῖστα γὰρ ἀποπεπόνηκας. φεῦ ἰοὺ τῆς ἀσβόλου“.

### alpha 2947

Ἀσέλγεια · ἀντὶ τοῦ πολυτέλεια. Αἰσχίνης (1, 95).

### alpha 2948

Ἀσέλγεια · πορνεία, ἀκαθαρσία. παρῆκται δέ, ὥς φασιν, ἐξ αἰτίας τοιαύτης. Σέλγη πόλις ἐστὶ τῆς Πισιδίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν. κατ’ ἐπίτασιν οὖν τὸ ἀσελγαίνειν.

### alpha 2949

Ἀσελγές · πᾶν τὸ σφοδρὸν καὶ βίαιον. καὶ ἀσέλγεια ἡ μετ’ ἐπηρείας καὶ θρασύτητος βία. καὶ ἀσελγὴς ὁ ἀνάγωγος. Δημοσθένης 〈ἐν τῷ κατὰ Μειδίου (21, 1)· „τὴν μὲν ἀσέλγειαν ἀεὶ καὶ τὴν ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται“. καὶ ὁ κωμικός (Eup. fr. 320 K.)· „ὥσπερ ἀνέμου ἐξαίφνης ἀσελγοῦς γενομένου“. καὶ Φερεκράτης „οἷον αὖ τὸ πνῖγος ὡς ἀσελγέσ“ φησί που〉 (fr. 176 K.). καὶ ἀσελγόκερων κριὸν Πλάτων (fr. 210 K.) τὸν μεγαλόκερων· ἢ τὸν χαλεπὸν καὶ βίαιον τοῖς κέρασι.

### alpha 2950

Ἄσεπτον · τὸ ἀσεβές.

### alpha 2951

Ἄση · λύπη.

### alpha 2952

Ἀσημάντοις · ἀφυλάκτοις, οὐκ ἔχουσι σημάντορας, τοὺς ἐπιστάτας. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν σφραγίδων.

### alpha 2953

Ἀσήμαντα · τὰ λεγόμενα ἀσφράγιστα· καὶ γὰρ σημεῖα τὰς σφραγῖδας ἔλεγον. Ξενοφῶν δὲ (Cyneg. 3, 4) ἐπιρρηματικῶς ἀσήμως καὶ ἀσήμων Εὐριπίδης (fr. novum). καὶ ἄσημον τὸ ἀργύριον τὸ ἀχάρακτον, ἐπίσημον δὲ τὸ κεχαραγμένον. οὕτως δὲ καὶ τὸ χρυσίον ἄσημον καὶ ἐπίσημον.

### alpha 2954

Ἄσθμα · πνοή. καὶ ἀσθμάζειν ἀντὶ τοῦ ἀσθμαίνειν, οἷον πνευστιᾶν.

### alpha 2955

Ἀσία · ὑπὸ τῶν παλαιῶν πᾶσα λέγεται, ἧς οἱ Πέρσαι τὴν ἀρχὴν ἐκέκτηντο, οὐχ ἡ νῦν ἰδίως ὀνομαζομένη οὕτως.

### alpha 2956

Ἀσιάς · ἡ κιθάρα, ἀπὸ Ἀσίου τινός. καὶ Ἀσία καὶ Ἀσιώνη, ἀπὸ Ἀσίας τῆς μητρὸς Προμηθέως. Δοῦριν δὲ (FGrHist 76 F 81) †Ἀριστοτέλης† φησὶ λέγειν ὅτι ἐκλήθη Ἀσιὰς ἀπὸ τῶν χρωμένων Λεσβίων, οἵτινες οἰκοῦσι πρὸς τῇ Ἀσίᾳ. οἱ δὲ ἀπὸ Τυρρηνοῦ Λυδοῦ εὑρόντος πρώτου τὸ τρίγωνον ὄργανον. οἱ δὲ ἀπὸ Τερπάνδρου.

### alpha 2957

Ἀσιάδος κρούματα · τῆς κιθάρας. οὕτως Ἀριστοφάνης (Thesm. 120). καὶ ἄσσιστα · ἔγγιστα.

### alpha 2958

Ἀσκάντης · κλινίδιον εὐτελές. καὶ ὑπὸ τῶν Ἀττικῶν ὁ σκίμπους. ὁ δὲ κράββατος οὐδὲ παρ’ ἑνί.

### alpha 2959

Ἀσκαρδαμυκτὶ ὁρᾶν · μὴ καταμύοντα. Ἀριστοφάνης (Equ. 292).

### alpha 2960

Ἀσκέραι · ὑποδήματα Ἀττικά.

### alpha 2961

Ἀσκαλαβώτην , οὐχὶ καλαβώτην λέγουσι· μᾶλλον δὲ γαλεώτην. Μένανδρος (fr. 163 K.—Th.).

### alpha 2962

Ἄσκευον · ἀντὶ τοῦ ἀπαράσκευον.

### alpha 2963

Ἀσκήσασα · μετ’ ἐπιμελείας ὑφάνασα, κοσμήσασα.

### alpha 2964

Ἄσκησις · ἀγωνιᾶν καὶ ὡς ἡμεῖς τὸ δεδιέναι καὶ προσδοκᾶν τὸ μέλλον λέγουσιν οἱ παλαιοὶ καὶ Πλάτων.

### alpha 2965

Ἄσκησίς ἐστιν ἐπίμονος πόνος πρὸς τὸ οἱονοῦν πρᾶγμα.

### alpha 2966

Ἀσκητικός · φιλομαθής, φιλόσοφος.

### alpha 2967

Ἄσκοπον · ἀντὶ τοῦ ἀπροσδόκητον.

### alpha 2968

Ἀσκληπιεῖον · πεντασυλλάβως λεκτέον.

### alpha 2969

Ἀσκοπήρα · Ἑλληνικὸν τὸ ὄνομα.

### alpha 2970

Ἀσκορδίνωτος · ὁ μὴ σκορδινώμενος. σκορδινᾶσθαι δέ ἐστι τὸ τὰ μέλη διατείνειν, ὃ μάλιστα ἐπὶ τῶν ἀφυπνισθέντων συμβαίνει.

### alpha 2971

Ἀσκούμενος · κατασκευάζων, κοσμῶν.

### alpha 2972

Ἀσκωλιάζοντες · ἐφ’ ἑνὸς ποδὸς ἐφαλλόμενοι ἢ στερούμενοι τῶν κατὰ φύσιν.

### alpha 2973

Ἀσκοθύλακος · Διοκλῆς Βάκχαις (fr. 3 K.) καὶ Ἄρχιππος Ἀμφιτρύωνι 〈δευτέρῳ〉 (fr. 4 K.).

### alpha 2974

Ἀσκωλιάζειν · τὸ ἐπὶ θατέρῳ τοῖν ποδοῖν πορεύεσθαι χωλαίνοντα. οὕτω Πλάτων (Symp. 190d). καὶ σκιμβάζειν τὸ αὐτὸ τοῦτο λέγουσι. κυρίως δὲ ἀσκωλιάζειν ἐστὶ τὸ ἐπὶ τοῦ ἀσκοῦ ἅλλεσθαι. τιθέασι δὲ καὶ ἐπὶ τοῦ ἅλλεσθαι τὸν ἕτερον τῶν ποδῶν ἄνω ἔχοντα. οἱ δὲ σύμποδα βεβηκότα ἅλλεσθαι.

### alpha 2975

Ἀσκῷ φλαυρίζεις · οἷον οὐδενὶ καταπλήττῃ, σκιᾷ μορμολύττῃ.

### alpha 2976

Ἀσπάθητον χλαῖναν · ἀνύφαντον.

### alpha 2977

Ἀσπάλαθος · εἶδος ἀκάνθης τραχυτάτης.

### alpha 2978

Ἀσπαλιεύς · ἁλιεύς, ἀπὸ τοῦ σπᾶν τὸ λίνον. λίνον δὲ ἡ ὁρμιά.

### alpha 2979

Ἄσμα · τὸ δίασμα. οὕτω Σώφρων (fr. 79 Kaibel). καὶ ἄττεσθαι , ὃ ἡμεῖς διάζεσθαι· μεταβολὴ γὰρ τῶν βʹ ττ εἰς τὸ ζ ἐγένετο.

### alpha 2980

Ἀσμένως · χαίρων, ἡδέως, προθύμως.

### alpha 2981

Ἀσολοίκως · τὸ ἀφελῶς.

### alpha 2982

Ἀσπαίροντες · σκαρίζοντες.

### alpha 2983

Ἀσπαλίας · ἁλιέως ἔργα. καὶ ἀσπαλιεὺς ἀπὸ τοῦ ἀποσπᾶν τὴν ἄγραν.

### alpha 2984

Ἀσπασία · πολυθρύλητος γέγονεν. ἦν δὲ γένος Μιλησία, δεινὴ δὲ περὶ λόγους. Περικλέους δέ φασιν αὐτὴν διδάσκαλον ἅμα καὶ ἐρωμένην εἶναι. δοκεῖ δὲ δυοῖν πολέμων αἰτία γεγονέναι, τοῦ τε Σαμιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ. δοκεῖ δὲ καὶ ἐξ αὐτῆς ἐσχηκέναι Περικλῆς τὸν ὁμώνυμον αὐτῷ Περικλέα τὸν νόθον.

### alpha 2985

Ἀσπαστοί · ἄσμενοι, θεοειδεῖς, ἡδεῖς.

### alpha 2986

Ἀσπασίως · προσηνῶς, φιλοφρόνως.

### alpha 2987

Ἀσπίς · ὅπλον, σκουτάριον.

### alpha 2988

Ἄσπονδοι · ἐχθροὶ ἀδιάλλακτοι.

### alpha 2989

Ἄσπουδος · ὁ μὴ σπουδαῖος. †οὕτως Ἀρχίδης†. Εὔπολις Πόλεσιν (fr. 234 K.)· „ἄσπουδος δ’ ἀνὴρ σπουδαίου κακίων“.

### alpha 2990

Ἀσπάζεσθαι · καὶ τὸ προσαγορεύειν, ὡς ἡμεῖς, καὶ τὸ χαίρειν τινὶ ἁπλῶς, καὶ ἀγαπᾶν καὶ φιλοφρονεῖσθαι.

### alpha 2991

Ἀσπαζόμεθα · καὶ σὺν τῷ ς „ἀσπαζόμεσθ’ ἐρετμὰ καὶ σκαλμίδια“ φησὶν ὁ κωμικός (com. adesp. fr. 607 K.). καὶ 〈πάντα〉 τὰ ὅμοια διττῶς λέγουσιν.

### alpha 2992

Ἄσταχυς καὶ ἀσταφίς · καὶ ὅλως τὸ πλεονάζειν τῷ α ἐν ἀρχῇ τῶν τοιούτων ὀνομάτων Ἀττικόν.

### alpha 2993

Ἀστεῖόν τι καὶ κατερρινημένον εἰπεῖν (Ar. Ran. 901) · κωμικὴ ἡ συμπλοκή. σημαίνει δὲ τὸ κατερρινημένον τὸ ἄκρως διειργασμένον. 〈ἐν〉 συνουσίᾳ χρῶ.

### alpha 2994

Ἀστάθμητος · ἄνισος.

### alpha 2995

Ἀσταθμητότατον · περὶ οὗ οὐδεὶς ἂν δύναιτο τεκμήρασθαι οὐδὲ σταθμήσασθαι, τί ποτε διανοεῖται ἢ τί †πρᾶξαι†. Δημοσθένης ἐν τῷ Παραπρεσβείας (19, 136).

### alpha 2996

Ἄστεγος · ὁ μὴ ἔχων στέγην. λέγεται δὲ καὶ 〈ὁ〉 φλύαρος καὶ ἀνυπομόνητος.

### alpha 2997

Ἀστεῖος · εὐσύνετος, εὐπρόσωπος, χαρίεις, καλός, γελοιώδης.

### alpha 2998

Ἀστάνδης · γραμματοφόρος. Περσικὸν τὸ ὄνομα.

### alpha 2999

Ἀσταφίδα καὶ ὀσταφίδα · οἱ Ἀττικοὶ ἑκατέρως λέγουσιν.

### alpha 3000

Ἀστείων · τῶν ἐν ἄστει διατριβόντων.

### alpha 3001

Ἀστεΐζεσθαι · τὸ χαριεντίζεσθαι. καὶ ἀστεῖος ὁ χαρίεις.

### alpha 3002

Ἀστεϊζόμενος · ἀγλαϊζόμενος, ὡραϊζόμενος.

### alpha 3003

Ἄστεκτα · ἀβάστακτα, ἀνυπομόνητα, οὐ δυνάμενα κατασχεθῆναι.

### alpha 3004

Ἄστεσι · πόλεσι.

### alpha 3005

Ἄστικτον · ἀνέπαφον χωρίον καὶ ἀνυπόθετον.

### alpha 3006

Ἀστικὸν ἐμπόριον · ἐν ᾧ οἱ ἀστοὶ Ἀθήνησιν ἐνεπορεύοντο. ἦν δὲ καὶ ἄλλο ξενικόν, ἐν ᾧ οἱ ξένοι.

### alpha 3007

Ἀστεμφέα · ἀμετακίνητον, βέβαιον. λέγεται δὲ καὶ ἐπιρρηματικῶς ἀστεμφῶς.

### alpha 3008

Ἀστερόεντα · ἤτοι ἀστέρας πεποικιλμένους ἔχοντα.

### alpha 3009

Ἀστέρων τέθριππος (Eur. Troad. 855)· τὸ ἅρμα τοῦ ἡλίου.

### alpha 3010

Ἀστιβής · ἀσφαλὴς ἢ ἄβατος.

### alpha 3011

Ἀστεϊσμός · πιθανολογία.

### alpha 3012

Ἄστομος · ὁ μὴ δυνάμενος λέγειν. Σοφοκλῆς εἴρηκεν (fr. 73 N. 2 = 76 R.).

### alpha 3013

Ἀστόξενοι · οἱ γένει ἐξ ἀρχῆς προσήκοντες, ἐπὶ δὲ τῆς ἀλλοδαπῆς γεγονότες.

### alpha 3014

Ἀστός · πολίτης.

### alpha 3015

Ἄστικτον · ἔστι δὲ χωρίον τὸ μὴ ὑποκείμενον δανειστῇ καὶ μὴ ἔχον ὅρον, ἥτις ἦν στήλη δηλοῦσα ὅτι ἐπ’ αὐτοῖς 〈 *** 〉 δεδάνεικεν· ὅταν γὰρ ὑποκέηται, αὐτὸ τοῦτο ὁ δανείσας διὰ γραμμάτων δηλοῖ ἐπικειμένων τῷ χωρίῳ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ οἰκίας γίνεται.

### alpha 3016

Ἀστραβηλάτης · ὀνηλάτης.

### alpha 3017

Ἀστράβη · τὸ ἐπὶ τῶν †ἐφίππων† ξύλον, ὃ κρατοῦσιν οἱ καθεζόμενοι. καὶ αὐτὸ τὸ νωτοφόρον ὑποζύγιον. οἱ δὲ τὴν σωματηγὸν ἡμίονον ἀστράβην ἐκάλεσαν.

### alpha 3018

Ἀστράγαλος · κυρίως τὸ συνήθως λεγόμενον. καὶ ὁ σπόνδυλος τοῦ τραχήλου. καὶ ὁ πεττικός. καὶ βοτάνη δὲ οὕτω καλεῖται.

### alpha 3019

Ἄστροις σημαίνεσθαι · τὸ μακρὰν καὶ ἔρημον ὁδὸν βαδίζειν.

### alpha 3020

Ἀστραγαλίζειν · Στράττις εἶπεν (fr. novum).

### alpha 3021

Ἄστυ ἄστεος · οὐκέτι δὲ ἀναλόγως ἥμισυ ἡμίσεος, ἀλλ’ ἡμίσεως.

### alpha 3022

Ἀστυγείτων · πλησιόχωρος.

### alpha 3023

Ἀστυνόμος · δέκα ἦσαν ἀστυνόμοι, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δὲ ἐν ἄστει, οἷς ἔμελε περί τε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ κοπρολόγων καὶ τῶν τοιούτων.

### alpha 3024

Ἀστυπολεῖν · τὸ ἐν ἄστει διατρίβειν ἄγριον ὄντα.

### alpha 3025

Ἀστυφίαν καὶ ἀστυσίαν · διά τε τοῦ φ καὶ διὰ τοῦ ς ὁμοίως ἐπὶ τοῦ †ἀσίτου† λέγουσιν.

### alpha 3026

†Ἀστυφίαν παρὰ τὴν ἀγορασίαν, ἣν ἐκήρυσσον ἐν ταῖς ἐκκλησίαις†.

### alpha 3027

Ἀσύμβατον · ἀφιλίωτον.

### alpha 3028

Ἀσυμφανῶς · ἐπικεκαλυμμένως, ἀδήλως.

### alpha 3029

Ἀσυνδυάστως · ἀσυμπλόκως, ἀσυζεύκτως.

### alpha 3030

Ἀσυνθεσία · παράβασις συνθηκῶν.

### alpha 3031

Ἀσύνθετος · ἀσύμφωνος, ἄμικτος.

### alpha 3032

Ἀσυνθετώτατον · Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας (19, 136) ἐπὶ ὄχλου τάττει τὸ ὄνομα, ἀντὶ τοῦ ἀπιστότατον καὶ ἀβεβαιότατον καὶ πίστεις διὰ τὸ ἀβέβαιον οὐ τιθέμενον. 〈ἢ ἀνομόλογον καὶ ἀσύμφωνον· ὁμολογίαι γὰρ αἱ συνθῆκαι. ἢ ἀντὶ τοῦ ἀσυνετώτατον. Ὅμηρος δὲ ἀντὶ τοῦ ὃ μὴ δύναταί τις συνιέναι, τί ποτε φρονεῖ· φησὶ γάρ (Z 334)· „σὺ δὲ σύνθεο καί μευ ἄκουσον“〉.

### alpha 3033

Ἀσύντακτον · μὴ συντεταγμένον, μὴ συμφραξάμενον.

### alpha 3034

Ἀσυντελής · ἀσύμφορος, ἀχρήσιμος.

### alpha 3035

Ἀσύφηλον · ἀπαίδευτον, ἀνόητον.

### alpha 3036

Ἀσφάλεια μὲν καὶ ἀσφαλὲς Ἑλληνικά, τὸ δὲ ἀσφαλίζεσθαι βάρβαρον.

### alpha 3037

Ἀσφαλεστέρως · Πλάτων.

### alpha 3038

Ἀσφάραγον · φάρυγα, στόμαχον, λαιμόν. λέγεται δὲ καὶ τὸ ἐξ ἀκανθῶν φυόμενον. ἔστι δέ τι καὶ βοτάνης εἶδος ἀσφάραγος πρὸς τὰς καθάρσεις ἐπιτήδειον. οὕτω μὲν οἱ Ἀττικοὶ διὰ τοῦ φ προφέρουσιν, οἱ δὲ πολλοὶ μὴ ἀκριβοῦντες διὰ τοῦ π λέγουσι. καὶ ἁπλῶς τὰ τῶν λαχάνων ὄρμενα ἀσπαράγους καλοῦσιν.

### alpha 3039

Ἀσφόδελος · σκιλλῶδες φυτὸν φύλλα ἔχον μακρὰ καὶ ἀνθέρικον ἐσθιόμενον. καὶ τὸ σπέρμα δὲ αὐτοῦ φρυγόμενον καὶ ἡ ῥίζα κοπτομένη μετὰ σύκων πλείστην ὄνησιν ἔχει. προπαροξυτόνως δὲ ἀναγνωστέον. τὸν δὲ τόπον, ἐν ᾧ φύεται, ὀξυτονητέον, ὡς καὶ παρ’ Ὁμήρῳ (λ 539)· „κατ’ ἀσφοδελὸν λειμῶνα“.

### alpha 3040

Ἀσχάλλων · ἀδημονῶν, λυπούμενος, χαλεπαίνων, ἀγανακτῶν.

### alpha 3041

Ἀσχέτως · ἀμέτρως.

### alpha 3042

Ἀσχέδωρος · παρ’ Αἰσχύλῳ (fr. 261 N. 2 = 461 M.) ὁ ἐκ τῆς ἰδίας ἀλκῆς ἄσχετα δωρούμενος, οἷον βίαιος. Ἰταλιῶται τὸν σύαγρον ἀσχέδωρον καλοῦσιν.

### alpha 3043

Ἀσχολοῦμαι καὶ ἀσχολεῖ καὶ ἀσχολεῖσθαι λέγουσιν Ἀττικοί.

### alpha 3044

Ἀσώδης ἐστί · 〈 *** 〉 λέγουσιν οὕτως. Αἰσχύλος δὲ (Suppl. 31) †ἐφυλώδης†. ὁ δὲ ἰατρὸς (Hipp. Art. 19 = 4, 132, 14 L.) τὸν πρὸς τὰ σιτία ἀτάκτως διακείμενον καὶ ἀηδῶς.

### alpha 3045

Ἀσωμένη · λυπουμένη.

### alpha 3046

Ἀσώτως · αἰσχρῶς.

### alpha 3047

Ἀσώδης · ἀμμώδης.

### alpha 3048

Ἀταλαίπωρον · ἄπονον. ἢ τὸ ἐξ ἑτοίμου λεγόμενον καὶ οὐ μετὰ ἀποδείξεως. ἢ τὸ εὐχερὲς καὶ φανερόν.

### alpha 3049

Ἀταλαιπώρως · ῥᾳθύμως, ὀλιγώρως. Ἀριστοφάνης 〈Δαναΐσιν (fr. 254 K.)· „οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο“〉.

### alpha 3050

Ἀτάλαντον · ἴσον, παραπλήσιον.

### alpha 3051

Ἀταλῇσιν (Y 222)· ἁπαλαῖς, νεογναῖς.

### alpha 3052

Ἀτάλλει · τρέφει, τιθηνεῖ, φιλεῖ, σαίνει, σκιρτᾷ, χαίρει.

### alpha 3053

Ἀταλόν · νήπιον, ἁπαλόν.

### alpha 3054

Ἀταμίευτον · ἀδιοίκητον. ἢ οὗπερ οὐκ ἔστι ταμιεῖον. λέγεται δὲ οὕτως καὶ τὸ πρόχειρον καὶ ἐν ἑτοίμῳ.

### alpha 3055

Ἀτάρ · καὶ δὴ ἢ πλήν, ἅτε δή. ἢ ὅμως. ἢ ἀντὶ τοῦ δέ.

### alpha 3056

Ἀτάρβητος · ἄφοβος, ἄτρομος.

### alpha 3057

Ἀτὰρ δέ · πλὴν ὅμως.

### alpha 3058

Ἀτὰρ ὡς · εἶτα δή, ὅμως.

### alpha 3059

Ἀτὰρ οὖν · διὰ τοῦτο οὖν.

### alpha 3060

Ἀταρνεύς · πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον.

### alpha 3061

Ἀτάσθαλα · ἄδικα, ἁμαρτωλά.

### alpha 3062

Ἆται · πληροῦται. Ἱπποκράτης.

### alpha 3063

Ἀτέγκτοις · τοῖς μήτε δακρύουσι μήτε ἱδροῦσιν, ἀβρόχοις.

### alpha 3064

Ἄτεγκτος ἄνθρωπος · ὁ μὴ βρεχόμενος μήτε προσιέμενος παραμυθίαν, ἀλλὰ σκληρὸς ὢν ὡς πέτρα ἢ ἄλλο τι τῶν σκληρῶν, ὡς μὴ ὑπὸ ὕδατος βρέχεσθαι.

### alpha 3065

Ἄτεγκτος · ἄπιστος καὶ ἀναίσθητος, οἷον ὁ μήτε παραινέσει μήτε φόβῳ τὴν πώρωσιν καὶ τὸ τοῦ ἤθους σκληρὸν τεγγόμενος ἢ μαλαττόμενος.

### alpha 3066

Ἅτε · ὡς ἄν.

### alpha 3067

Ἅτε δή · ὡς δή.

### alpha 3068

Ἀτέκμαρτον · ἀτελείωτον, ἀκαταστόχαστον.

### alpha 3069

Ἀτελῆ · ἀδάπανα, ὡς πολυτελῆ τὰ πολυδάπανα.

### alpha 3070

Ἀτέλεια · ἀλειτουργησία.

### alpha 3071

Ἀτελεύτητον · ἀτελείωτον. ἢ ἀΐδιον, οὐκ ἔχον τελευτήν.

### alpha 3072

Ἀτέλεστος · ὁ θεῷ μὴ τετελεσμένος.

### alpha 3073

Ἀτενές · εὐθύ, συνεχές, παντελῶς, καθόλου, παραχρῆμα, ἄγαν, ἰσχυρῶς.

### alpha 3074

Ἀτενὴς καὶ ἀτεράμων ἄνθρωπος · οἷον ἀτεράμων ἐστὶν ὁ σκληρὸς καὶ οὐκ ἔχων τέρεν, ὃ σημαίνει ἁπαλόν. ὡσαύτως καὶ ὁ ἀτενὴς σκληρὸς καὶ ἀντίτυπος. τὸ μέντοι ἀτέραμνον ἐπὶ τῶν δυσεψήτων ὀσπρίων τιθέασι, τὸ δὲ τέραμνον ἐπὶ τῶν ῥᾳδίως ἑψομένων. οὕτω Πλάτων (Leg. 9, 853d) καὶ Μένανδρος (fr. novum) καὶ Ἀριστοφάνης (Vesp. 730), ὥς φησι Φρύνιχος (Praep. soph. 33, 9 cf. 11, 4).

### alpha 3075

Ἀτενής · συντείνας· ἀτενίζειν γὰρ τὸ συντείνειν καὶ ἐπερείδειν τὴν ὄψιν.

### alpha 3076

Ἄτερ · ἐκτός, χωρίς.

### alpha 3077

Ἅτερα · ἄλλα.

### alpha 3078

Ἀτέραμνον · σκληρόν, δυσμετάβλητον.

### alpha 3079

Ἀτεράμων · ἀκαταπόνητος.

### alpha 3080

Ἀτεράμονες , οὐχὶ ἀτέραμνοι. 〈καὶ τὸ ἑνικὸν ἀτεράμων, οὐχὶ ἀτέραμνοσ〉. καὶ ὄσπρια ἀτεράμονα, οὐχὶ ἀτέραμνα. Ἀριστοφάνης Ἀχαρνεῦσιν (181)· „ἀτεράμονες, Μαραθωνομάχαι, σφενδάμνινοι“.

### alpha 3081

Ἀτερμάτιστος · ἀβέβαιος, ἀθεμελίωτος.

### alpha 3082

Ἀτερπὲς ἔργον · τὸ μὴ καθ’ ἡδονὴν πραττόμενον.

### alpha 3083

Ἀτέχνοις · ἀπανούργοις ἢ ἀπείροις.

### alpha 3084

Ἀτεχνως · περισπωμένως μὲν ἀντὶ τοῦ σαφῶς ἢ βεβαίως ἢ ἀσφαλῶς ἢ φανερῶς, παροξυτόνως δὲ ἀντὶ τοῦ ἀμελῶς καὶ ἄνευ τέχνης.

### alpha 3085

Ἄτη · ἡ ζημία. Ἡσίοδος (Op. 231) καὶ Σοφοκλῆς (OT 1284).

### alpha 3086

Ἀτημελήτους · ἀπρονοήτους, λίαν ἠμελημένους.

### alpha 3087

Ἀτημελὲς καὶ ἀτημέλητος καὶ ἀτημελήτως λέγουσιν.

### alpha 3088

Ἀτημελῶς · ἀμελῶς, ἀνεπιστημόνως.

### alpha 3089

Ἀτηρία · ἀναίδεια.

### alpha 3090

Ἀτηρὸν κακόν · οἷον ἰταμόν.

### alpha 3091

Ἀτηρότατον · Ἀριστοφάνης (Vesp. 1299). Πλάτων δὲ ἀτηρίας (fr. 182 K.).

### alpha 3092

Ἀτίθασον · ἀνήμερον.

### alpha 3093

Ἄτιμος · λέγεται μὲν ὁ ἀπεστερημένος τῆς ἐπιτιμίας, ὥστε μήτε βουλεύειν μήτε δικάζειν μήτε τὰ κοινὰ πολιτεύεσθαι. Δημοσθένης δὲ τὸν ἀτιμώρητον ἄτιμον εἶπεν (9, 42), οἷον τὸν τοῦ τιμήματος καὶ τῆς καταδίκης ἀφειμένον.

### alpha 3094

Ἀτίμητος ἀγὼν καὶ τιμητός · ἀτίμητος μὲν ὁ μηδὲν ἐκ τῶν νόμων ἔχων ὡρισμένον τίμημα, ἀλλὰ τῇ τῶν δικαστῶν γνώμῃ ἰθυνόμενος. τιμητὸς δὲ ὁ ἐκ τῶν νόμων ἔχων ὡρισμένον τὸ τίμημα.

### alpha 3095

Ἀτιμαγέλης · ὁ ἀποστάτης τῆς ἀγέλης ταῦρος. οὕτω Σοφοκλῆς (fr. 922 N. 2 = 1026 R.).

### alpha 3096

Ἄτιμος · ἰδίως Δημοσθένης 〈ἐν Φιλιππικοῖσ〉 (9, 42) τὸν ἀτιμώρητον λέγει, τουτέστιν ὃν ἄν τις ἀποκτιννὺς 〈οὐχ ὑπόκειται ἐπιτιμίῳ, ἀλλ’〉 ἔστι καθαρὸς αἰτίας· ὁ οἷον τὸν ἄτιμον ἀνελών.

### alpha 3097

Ἀτίμωσις · Λυσίας εἴρηκε (fr. novum) καὶ ἀτιμοσύνην Σοφοκλῆς (fr. 1026a R.) καὶ ἀτιμῶν Δημοσθένης (45, 84), ἀντὶ τοῦ ἀτιμάζων. ἀτιμοῦντι Φρύνιχος (fr. novum)· „τιμοῦντι καὶ ἀτιμοῦντι τοὺς βελτίονασ“. ἀτιμώσαντες δὲ Θεόπομπος (fr. novum)· „αἰσχρῶς ἀτιμώσαντες ἐξελαύνετε“.

### alpha 3098

Ἀτιμώρητος · ἀβοήθητος {ἢ θαυμαστός}. ἔστι δ’ ὅτε καὶ ὁ μὴ διδοὺς τιμωρίαν.

### alpha 3099

Ἀταλάντη · τριήρης τις ἦν ὀνομασθεῖσα ἀπὸ Ἀταλάντης, ἥτις ἦν ὀξυτάτη δραμεῖν. ἢ ὅτι ἰσόζυγος ἦν, ὡς „Διῒ μῆτιν ἀτάλαντον“ (B 169).

### alpha 3100

Ἀτλήτῳ · ἀνυπομονήτῳ.

### alpha 3101

Ἀτμίς · ἀναθυμίασις, ἄκρον πυρός.

### alpha 3102

Ἀτμῶν · ἀναθυμιάσεων.

### alpha 3103

Ἄτομα · λεπτότατα.

### alpha 3104

Ἄτοπον · ἀντὶ τοῦ ἄλογον, θαυμάσιον, παράδοξον, ξένον, κακόν, μοχθηρόν. καὶ ὃ μὴ ἔχει τόπον. καὶ ἀνυπονόητον, ὃ μὴ ἔστι τοπάσαι.

### alpha 3105

Ἄτοπον · οὐ τὸ πονηρῶς ἔχον καὶ φαύλως, ἀλλὰ τὸ ξένον καὶ ἰδιάζον. καὶ ἀτόπως τὸ ἀσυνήθως καὶ ἀνεπιφάτως· „ἀτόπως καθίζων καὶ οὐδὲ γιγνώσκειν δοκῶν“ φησὶ Φερεκράτης (fr. 163 K.).

### alpha 3106

Ἄτομον · ἀντὶ τοῦ ἄτμητον. σημαίνει δὲ καὶ τὸ καθ’ ἕκαστον.

### alpha 3107

Ἀτοπωτάτη · Φερεκράτης (fr. novum).

### alpha 3108

Ἄτρακτον · βέλος μεταφορικῶς.

### alpha 3109

Ἀτραπίζειν · βαδίζειν ἢ ὁδοιπορεῖν. οὕτω Φερεκράτης (fr. 26 K.).

### alpha 3110

Ἀτραπούς · ὁδοὺς τετριμμένας.

### alpha 3111

Ἀτρέα · καὶ καθόλου τὰς ἀπὸ τῶν εἰς ευς συμφώνῳ παραληγομένων αἰτιατικὰς μηκύνουσι, τὰς δὲ διὰ καθαροῦ τοῦ ευ συναιροῦσι· Χοᾶ καὶ Μηλιᾶ καὶ Σουνιᾶ. Ἴωνες δὲ συστέλλουσι τὰς προτέρας. Ἀτρέα καὶ Πηλέα βραχέως λέγοντες· διὸ καὶ παρὰ τοῖς τραγικοῖς οὐκ ἀναγκαῖον ἐκτείνειν, εἰ μὴ μέτρον ἀναγκάζει. καὶ τὰς ἀπὸ τῶν εἰς ης ὁμοίως· τὸ γὰρ συστέλλειν Ἰακόν. Ἀριστοφάνης 〈Γεωργοῖς (fr. 106 K.)· „†καχέτας† καὶ Μεγακλέας καὶ μαλακούσ“〉.

### alpha 3112

Ἀτρέως ὄμματα · οἱονεὶ ἄτρεπτα καὶ σκληρά. εἴρηται δὲ ἀπὸ τῆς Ἀτρέως παρανομίας, ὃς ὑπονοήσας ἐκ διαβολῆς τὸν ἀδελφὸν Θυέστην μοιχεύειν Ἀερόπην τὴν γυναῖκα αὐτοῦ, τὰ τέκνα τοῦ Θυέστου συγκόψας καὶ ἑψήσας δειπνοῦντι παρέθηκε τῷ πατρί, αἴσθησιν παρασχὼν τῆς συμφορᾶς ἐκ τοῦ τελευταῖα τὰ ἄκρα παραθεῖναι.

### alpha 3113

Ἀτρεκεῖ · ἀληθεῖ, ἀκριβεῖ.

### alpha 3114

Ἀτρεκές · ἀληθές, ἀκριβές.

### alpha 3115

Ἀτρέμας · ἠρέμα. 〈καὶ ἀτρέμα 〉 λέγουσι καὶ ἀτρεμεῖν.

### alpha 3116

Ἀτρεμία · ἡσυχία.

### alpha 3117

Ἀτρεμίζων · ἑδράζων.

### alpha 3118

Ἀτρείδαιν · τὴν γενικὴν περισπᾶν ἀξιοῦσιν οἱ ἀναλογικοί, τὴν δὲ δοτικὴν βαρυτονεῖν.

### alpha 3119

Ἄτριψ · ὁ οὐκ ἐντριβής τινι πράγματι.

### alpha 3120

Ἀτριβὴς φροντὶς λέγουσιν.

### alpha 3121

Ἄτρυτος · ἀκαταπόνητος.

### alpha 3122

Ἄτρυτον λῆμα · τὸ μὴ τρυόμενον μηδὲ κάμνον· τρύειν γὰρ καὶ τρύεσθαι τὸ κάμνειν.

### alpha 3123

Ἀτρύφερος · ἔστιν ἡ λέξις ἐν Βάπταις Εὐπόλιδος (fr. 69 K.)· „ὅτι οὐκ ἀτρύφερος οὔτ’ ἄωρός ἐστ’ ἀνήρ“.

### alpha 3124

Αττα · τινὰ ἢ ἅτινα. ἢ παραπλήσιον ἢ ὀλίγα. Δημοσθένης (19, 304) ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν. τῶν δὲ κωμικῶν τις τὸ αττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου.

### alpha 3125

Αττα · σημαίνει δʹ· ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα παρὰ Ἀντιφῶντι (fr. 27 Th.), ἀντὶ δὲ τοῦ τινὰ ἢ ποῖά τινα παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς (4, 50). ἐνιαχοῦ δὲ παρέλκει τὸ αττα.

### alpha 3126

Αττα · σημαίνει μὲν ἡ φωνή, ὁπότε ψιλοῦται, τὸ τινὰ ἢ καὶ τὸ ὀλίγα. ὁπότε δὲ δασύνεται, τὸ ἅτινα, ὅπερ οἱ Ἴωνες ἅσσα λέγουσι. σημαίνει δὲ καὶ τὸ ἅπερ ἄν. ἐνίοτε δὲ καὶ ὡς παρέλκον. παραλαμβάνεται δὲ καὶ 〈χρονικῶς μετὰ〉 τοῦ πότε καὶ τοῦ πηνίκα καὶ τῶν ὁμοίων.

### alpha 3127

Ἀτταγᾶς · ὄρνις οὕτω καλεῖται ὑπὸ τῶν Ἀττικῶν. καὶ αἱ πλάγιοι ἀτταγᾶ καὶ ἀτταγᾶν. καὶ τὸ πληθυντικὸν οἱ ἀτταγαῖ.

### alpha 3128

Ἀττάραγοι · αἱ ψίχες ὑπὸ τῶν Ἀττικῶν καλοῦνται. οἱ δὲ τὴν ἐπὶ τῶν ἄρτων ὑπὸ τοῦ πυρὸς ἐπανισταμένην φλύκταινάν φασιν οὕτω λέγεσθαι.

### alpha 3129

Ἄττεσθαι · ὃ ἡμεῖς διάζεσθαι. Ἕρμιππος Ἀθηνᾶς γοναῖς (fr. 2 K.)· „ἀπὸ τῆς τραπέζης τουτονὶ τὸν στήμονα ἄττεσθ’ ἐπινοῶν“.

### alpha 3130

Ἄττις · παρὰ Φρυξὶ μάλιστα τιμᾶται ὡς πρόσπολος τῆς μητρὸς τῶν θεῶν.

### alpha 3131

Ἄττιν , οὐχὶ Ἄττια. Δημοσθένης (18, 260).

### alpha 3132

Ἀττέλαβος · ἀκρίς τις.

### alpha 3133

ᾌττει · πηδᾷ, ἅλλεται.

### alpha 3134

Ἀττικισμός · ἡ πρὸς πρὸς τοὺς Ἀττικοὺς οἰκειότης καὶ εὔνοια, ὡς Λακωνισμὸς ἡ πρὸς Λάκωνας.

### alpha 3135

Ἀττικός · τοῦτο τιθέασιν ἐπὶ τοῦ Ἀθηναῖος.

### alpha 3136

Ἀττικοῖς γράμμασιν · Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας (59, 76) ἀντὶ τοῦ τοῖς παλαιοῖς· τὴν γὰρ τῶν κδʹ στοιχείων γραμματικὴν ὀψέ ποτε παρὰ τοῖς Ἴωσιν εὑρεθῆναι.

### alpha 3137

Ἀττικουργές · τὸ εἰργασμένον τὸν Ἀττικὸν τρόπον· οὐ μόνον ὑποδήματα καὶ σκεῦος, ἀλλὰ καὶ ῥήματα καὶ εἴ τι ἄλλο. ἀττικουργῆ φησι Μένανδρος (fr. 829 K.—Th.).

### alpha 3138

Ἀττικωνικός · ἡ τοιαύτη παραγωγὴ τῶν ὀνομάτων παρὰ τοῖς Ἀθηναίοις ἱκανῶς λέγεται. Ἀριστοφάνης Ὁλκάσι (fr. novum).

### alpha 3139

Ἀττικὴ φωνή · Πλάτων εἶπεν (Crat. 398d), ἀττίκισις δὲ Κηφισόδωρος (fr. novum) καὶ ἀττικουμένη Λεύκων (fr. novum) καὶ Ἀττικηρῶς ἐπιρρηματικῶς ἀντὶ τοῦ Ἀττικῶς Ἄλεξις (fr. 213, 4 K.).

### alpha 3140

Ἀτύραννος πόλις · ἡ μὴ τυραννουμένη. Δημήτριος ἐν τῇ Σικελίᾳ (fr. novum)· „τὸν δῆμον ἀνασῶσαι μὲν 〈 *** 〉 κατοικίσαι ἐλεύθερον ἀτύραννον“. οὕτως Φρύνιχος (Praep. soph. 30, 15).

### alpha 3141

Ἀτυφία · 〈 *** τῦφος γὰρ〉 τὸ περὶ μηδὲν σπουδάζειν, ἀλλὰ πάντων προσποιεῖσθαι καταφρονεῖν καὶ εἶναι ὑπερόπτην, ἀφιλότιμον καὶ ἄσπουδον.

### alpha 3142

Ἀτύφου μοίρας (Pl. Phaedr. 230a)· τῆς ἀβλαβοῦς ὑπὸ τύφου.

### alpha 3143

Ἀτυφία · ταπεινοφροσύνη.

### alpha 3144

Ἄτυφον · 〈ἐν Φαίδρῳ (230a) τὸ〉 ἀβλαβές, ἐπεὶ τὸ τῦφον βλάπτει. καὶ ἐπιτεθυμμένον (Pl. Phaedr. 230a). ὁμοίως· τὸ γὰρ θύψαι ἐπικαῦσαι. καὶ θυμάλωπες οἱ ἀπολελειμμένοι τῆς θύψεως ἄνθρακες, οἱ ἡμίκαυστοι.

### alpha 3145

Ἀτυχεῖν · τὸ μὴ τυγχάνειν τινός, ἀλλὰ διαμαρτάνειν. Εὔπολις Δήμοις (fr. 114 K.)· „λέγ’ ὅτου ’πιθυμεῖς· οὐ γὰρ ἀτυχήσεις ἐμοῦ“.

### alpha 3146

Ἀτυχῆσαι · μὴ τυχεῖν.

### alpha 3147

Αὖ · ποτὲ μὲν ἀντὶ τοῦ πάλιν, ποτὲ δὲ ἐκ περιττοῦ τιθέασιν.

### alpha 3148

Αὑαίνεται · ξηραίνεται· αὗοι γὰρ οἱ ξηροί. καὶ αὑασμός · ξηρασία. ἡ πρώτη δασεῖα. Ἀριστοφάνης (fr. 612 K.)· 〈„ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται“. καὶ ἑτέρωθι (fr. 613 K.)· „ὥστ’ ἔγωγ’ ηὑαινόμην θεώμενοσ“〉.

### alpha 3149

Αὑάνθη · ἐξηράνθη.

### alpha 3150

Αὐγῶ · ἀντὶ τοῦ αὐγάζομαι.

### alpha 3151

Αὔδα · λέγε.

### alpha 3152

Αὐδή · φωνή.

### alpha 3153

Αὐδήεσσα · ὀνομαστή, ἔνδοξος. αὐδωμένη, εἰς ὁμιλίαν καὶ φωνὴν ἀνθρώπων ἀφικνουμένη.

### alpha 3154

Αὐδήσας · φωνήσας, βοήσας.

### alpha 3155

Αὔεσθαι πῦρ καὶ ἐναύεσθαι · Ὅμηρος εἶπεν (cf. e 490) καὶ Ἀριστοφάνης (fr. 750 K.) καὶ Κρατῖνος (fr. 409 K.).

### alpha 3156

Αὐθάδης · αὐτάρεσκος, θυμώδης, θρασύς, ὑπερόπτης.

### alpha 3157

Αὐθαίρετος · αὐτεπάγγελτος.

### alpha 3158

Αὐθέκαστα · αὐτὰ τὰ γενόμενα, οἷον ἀκριβῶς καὶ συντόμως. καὶ λόγοι αὐθέκαστοι οἱ σαφεῖς καὶ σύντομοι· ἢ οἱ ἀληθεῖς. Ἡρόδοτος δὲ διαλύων φησὶν (5, 13, 3) αὐτὰ ἕκαστα , οἷον αὐτὴν τὴν ἀλήθειαν. λέγεται δὲ αὐθέκαστα καὶ τὰ ἀπότομα καὶ σκληρά. Μένανδρός φησι (fr. 736 K.—Th.)· „πικροῦ γέροντος, αὐθεκάστου τὸν τρόπον“. Ποσείδιππος δὲ ἀντὶ τοῦ ἁπλοῦ ἐχρήσατο (fr. 40 K.).

### alpha 3159

Αὐθέκαστος · ὁ ἀκριβὴς καὶ σκληρὸς καὶ αὐστηρὸς τῷ λόγῳ καὶ ἀπαρέγκλιτος τῷ τρόπῳ καὶ ἀπαρακάλυπτος. καὶ αὐθέκαστα τὰ ἁπλᾶ καὶ ἀληθῆ ἀκριβῶς.

### alpha 3160

Αὐθέντης · οὐχ ὁ δεσπότης, ἀλλ’ ὁ αὐτοχειρίᾳ φονεύς. λέγεται δὲ ὁ αὐτὸς ἐντελέστερον καὶ αὐτοέντης.

### alpha 3161

Αὐθέντης · Λυσίας (fr. 125 S.) ἰδίως αὐτὸ ἔταξεν ἐπὶ τῶν λʹ, καίτοι δι’ ἑτέρων εἰργάζοντο τοὺς φόνους· ὁ γὰρ αὐθέντης ἀεὶ τὸν αὐτόχειρα σημαίνει. αὐθεντὶς δὲ θηλυκῶς εἴρηκεν Εὐριπίδης (fr. novum).

### alpha 3162

Αὐθημερόν · Θουκυδίδης (2, 12, 2).

### alpha 3163

Αὖθι · αὐτόθι.

### alpha 3164

Αὐθιγενής · αὐτόχθων, γνήσιος.

### alpha 3165

Αὖθις · ἐξ ἀρχῆς, πάλιν, ἐκ δευτέρου. σημειωτέον δὲ ὅτι τὸ μὲν αὖθις Ἀττικόν, τὸ δὲ αὖτις Ὁμηρικόν.

### alpha 3166

Αὖθις αὖ πάλιν (Soph. Phil. 952)· ἐξ ἀρχῆς δὴ πάλιν. ἢ ἐκ δευτέρου δὴ πάλιν.

### alpha 3167

Αὔθαιμος · {εἰς σίδηρον}. Νικόμαχος (fr. novum)· „〈 *** 〉 εἰς σίδηρον ᾖξεν αὔθαιμος σπορά“. αὐθαίμων δὲ Σοφοκλῆς (Tr. 1041).

### alpha 3168

Αὐθωρήτους · συντόμους.

### alpha 3169

Αὐλαία · τὸ τῆς σκηνῆς παραπέτασμα. 〈κέχρηται δὲ αὐτῷ〉 Ὑπερείδης 〈ἐν τῷ κατὰ Πατροκλέουσ〉 (fr. 139 J.).

### alpha 3170

Αὔληρον · ἱμὰς ἢ σχοινίον, ὅπερ οἱ Ἴωνες εὔληρον.

### alpha 3171

Αὐλεία θύρα · πυλών. ἡ καὶ αὔλειος.

### alpha 3172

Αὔλια · ἀντὶ τοῦ ἐπαύλεις. ἢ ἀντὶ τοῦ τὰς μικρὰς αὐλάς. οὕτως Λυσίας (fr. 85 S.) καὶ Αἰσχίνης (3, 119).

### alpha 3173

Αὐλίζεται · κοιμᾶται, φυλάττει, παρεμβάλλει. οὕτως Εὔπολις (fr. 322 K.).

### alpha 3174

Αὐλίζεσθαι · τὸ ἐπὶ τῆς αὐλῆς διανυκτερεύειν καὶ κατάγεσθαι καὶ ἐπαυλίζεσθαι καὶ ἐπιμένειν.

### alpha 3175

Αὐλίκουροι · φύλακες.

### alpha 3176

Αὔλειος · ἡ ἀπὸ τῆς ὁδοῦ πρώτη θύρα τῆς οἰκίας.

### alpha 3177

Αὐλείους θύρας · καὶ ἑνικῶς αὔλειον λέγουσιν ὡς ἡμεῖς. Ἀριστοφάνης 〈Δαναΐσι (fr. 255 K.)· „πρὸς τὸν στροφέα τῆς αὐλείας ἐχίνου κεφαλῆς κατορύττειν“〉.

### alpha 3178

Αὐλιζόμενοι · Ἀντιφῶν (87 B 68 D.—K.) ἀντὶ τοῦ κοιμώμενοι.

### alpha 3179

Αὐλός · μουσικόν τι ὄργανον. καὶ ὁ εἰς εὐθὺ ἐξακοντισμὸς τοῦ αἵματος καὶ περόνης τι μέτρον. λέγεται δὲ αὐλὸς καὶ τὸ στάδιον. καὶ τῶν βασιλικῶν ἵππων τὸ ἔμπλεγμα.

### alpha 3180

Αὐλὸς χορευτής · Σοφοκλῆς (fr. 828f R.)· „παπαῖ χορευτὴς αὐλὸς οὐκέτι ψοφεῖ“.

### alpha 3181

Αὐλών · ἔστι μὲν τόπος ἐπιμήκης καὶ στενός, ἀγκάλαις οἷον περιεχόμενος. λέγεται δὲ ἰδίως καὶ τόπος τῆς Ἀττικῆς καὶ αὐτὸς ἐπιμήκης ὢν καὶ στενός.

### alpha 3182

Αὐλῶνες · φάραγγες ἢ τόποι πλατεῖς περὶ τὰ ὄρη.

### alpha 3183

Αὐλωνίζουσα · †ἐναύλως† διάγουσα.

### alpha 3184

Αὐξανόμενος · Φερεκράτης εἴρηκεν (fr. novum).

### alpha 3185

Αὐξάνεσθαι · Πλάτων Θεαιτήτῳ (163c). καὶ αὐξήσεσθαι ὁ αὐτός (Reip. 6, 497a), αὔξιμον δὲ Εὐριπίδης (fr. 1098a Snell).

### alpha 3186

Αὔξησις · Πλάτων 〈Νόμων〉 ιαʹ (10, 897a)· „ἄγονται πάντα εἰς αὔξησιν καὶ φθίσιν“.

### alpha 3187

Αὔξην καὶ ἄνθην καὶ βλάστην · παροξυτονεῖν ἀξιοῦσι πάντα τὰ τοιαῦτα. ἔστι καὶ παρὰ τοῖς κωμικοῖς (com. adesp. fr. novum) καὶ παρὰ Πλάτωνι. Ἐπίκουρος δὲ (fr. novum) πλεονάζει ἐν αὐτοῖς καὶ διὰ τοῦτο προσίσταται, ὥσπερ ἀττικίζων.

### alpha 3188

Αὐξίς · εἶδος θυννίδος, ἥν τινες κορδύλην. Φρύνιχος 〈Τραγῳδοῖς (fr. 56 K.)· „καὶ τέμαχος αὐξίδοσ“〉.

### alpha 3189

Αὔραν · πνοήν.

### alpha 3190

Ἀυπνίαν · Σοφοκλῆς (fr. 1027a R.), ἀυπνεῖν δὲ Ἀριστοφάνης (fr. novum). καὶ ἀύπνως Σαννυρίων (fr. 2 Dem.). καὶ ἀυπνεῖσθαι λέγουσιν.

### alpha 3191

Αὐρίβατον · τὸ αὖρι τιθέασιν ἐπὶ τοῦ ταχέως καὶ τάχα, οὐκ ἀπὸ τῆς αὔρας, ἀλλὰ κατά τινα βαρβαρικὴν λέξιν. τάχα δὲ καὶ ἀπὸ τοῦ αὔριον.

### alpha 3192

Ἀῧσαι (ι 65)· βοῆσαι. καὶ τὸ θιγεῖν καὶ ἅψασθαι. ἔνιοι δὲ ἀντὶ τοῦ κορέσαι.

### alpha 3193

Ἀϋσάντων (B 334)· βοησάντων, κηρυξάντων, φωνησάντων.

### alpha 3194

Αὐσονίων · Ἰταλῶν.

### alpha 3195

Αὐτὰ ταῦτα · ἀντὶ τοῦ δι’ αὐτὰ ταῦτα.

### alpha 3196

Αὑταιΐ · οὐ μόνον ἐπὶ ἑνικῶν ἡ προσθήκη τοῦ ι παρὰ Ἀττικοῖς, ἀλλὰ καὶ ἐπὶ πληθυντικῶν.

### alpha 3197

Αὐτάγγελτος · ἀντὶ τοῦ αὐτεπάγγελτος. Σοφοκλῆς εἴρηκεν (fr. 1027b R.).

### alpha 3198

Ἀϋτήν · βοήν, μάχην.

### alpha 3199

Αὐτὴ κάμινος · ἐπὶ τῶν τὰ παραπλήσια ποιούντων.

### alpha 3200

Αὐτὴ νῦν ἡ σοφία ζῇ · ἐπί τινος εὐδοκιμοῦντος.

### alpha 3201

Αὖτε · μετὰ ταῦτα.

### alpha 3202

Αὐτερέται · οἱ ἐλαύνοντες καὶ μαχόμενοι. οἱ αὐτοὶ καὶ ἐρέται καὶ ὁπλῖται.

### alpha 3203

Αὐτήκοοι · οἱ μὴ ἐπιτασσόμενοι, αὐτοὶ δὲ ἑαυτῶν ἀκούοντες.

### alpha 3204

Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν (Ar. Thesm. 928) · λεγόμενόν τι ἐπὶ τῶν ἀποτυγχανόντων.

### alpha 3205

Αὐτῆμαρ · αὐτῇ τῇ ἡμέρᾳ.

### alpha 3206

Αὐτίκα · εὐθέως, παραχρῆμα, συντόμως, πρὸς ὀλίγον, μικρὸν ὕστερον. τὸ δὲ αὐτίκα μάλα ἀντὶ τοῦ εὐθύς.

### alpha 3207

Αὐτοδάξ · τὸ παραχρῆμα ἀποδεδώκασιν. οἱ δὲ τὸ ἐκ τῶν χειρῶν ἀποδάκνειν.

### alpha 3208

Αὐτὸ δείξει · παροιμία· ἐλλείπει τὸ ἔργον.

### alpha 3209

Αὐτοβοεί · τὸ παραχρῆμα συντελεσθῆναι ἐν πολεμικοῖς ἔργοις, οἷον ταχέως καὶ ἅμα τῷ πολεμικῷ ἀλαλαγμῷ τοὺς πολεμίους νικῶντες. οὕτως Θουκυδίδης (2, 81, 4). παρὰ Θεοπόμπῳ δὲ (FGrHist 115 F 309) ἀντὶ τοῦ κατὰ κράτος.

### alpha 3210

Αὐτογνώμων ἄνθρωπος · ὁ τῇ αὑτοῦ γνώμῃ ἅπαντα πράττων καὶ μὴ πειθόμενος ἑτέρῳ.

### alpha 3211

Αὐτογνωμονήσαντες · Ξενοφῶν (HG. 7, 3, 6).

### alpha 3212

Αὐτογεωργοί · οἱ αὐτοὶ δι’ ἑαυτῶν γεωργοῦντες καὶ οὐ δι’ ἄλλων.

### alpha 3213

Αὐτοβοᾷς ὅμοιος ὢν τῷδε · Ἀττικῶς πάνυ συμπέπλεκται. σημαίνει δὲ οἷον αὐτὸς ἑαυτῷ μαρτυρεῖς κεκραγὼς ὅμοιος εἶναι τῷδε.

### alpha 3214

Αὐτοδοκεῖ · Δείναρχος (fr. 66, 2 C.) ἀντὶ τοῦ ἑαυτῷ τὰ δίκαια ὁρίζει.

### alpha 3215

Αὐτοδίκη · ὅταν αὐτὸς δι’ ἑαυτοῦ τις δικάζηται καὶ αὐτομαχῇ.

### alpha 3216

Αὐτοκακὸν ἔοικε τῷδε · ἄκρως καὶ καθ’ ὑπερβολὴν ἔοικε τῷδε.

### alpha 3217

Αὐτοκέρας · αὐτόκρατον. Κρατῖνος Νόμοις (fr. novum). καὶ Αὐτοκέρης ὁ αὐτόκρατος.

### alpha 3218

Αὐτόκρανον λόγον · τὸν ἐξ ἑαυτοῦ τὸ τέλος ἐπιφέροντα. οὕτως Αἰσχύλος (fr. 295 N. 2 = 760 M.).

### alpha 3219

Αὐτοκράτορα · πάντα τὸν ἀνυπεύθυνον.

### alpha 3220

Αὐτογένεθλον · αὐτογέννητον.

### alpha 3221

Αὐτοετές · ἐν αὐτῷ τῷ ἔτει.

### alpha 3222

Αὐτόθεν · ἐκεῖθεν.

### alpha 3223

Αὐτόθι · ἀντὶ τοῦ †αὐτός†.

### alpha 3224

Αὐτοκλείδης Κηδωνίδης καὶ Θέρσανδρος ὡς παιδερασταὶ σφοδροὶ διεσύροντο.

### alpha 3225

Αὐτοκέλευστος · ὁ ἑκών τι πράττων καὶ μὴ ὑπ’ ἄλλου κελευόμενος.

### alpha 3226

Αὐτοκῆρυξ · ὁ μὴ δι’ ἑτέρων ἐπικηρυκεύων, ἀλλὰ δι’ αὑτοῦ. ἔστι δὲ ὅμοιον τῷ αὐτουργός, αὐτεπάγγελτος. οὕτως Αἰσχύλος εἴρηκεν (fr. novum).

### alpha 3227

Αὐτολήκυθοι · Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος (54, 14). ἤτοι εὐζώνους τινὰς καὶ ἑτοίμους πᾶν ὁτιοῦν ποιεῖν καὶ ὑπομένειν. ἢ ἀντὶ τοῦ πένητας καὶ μηδὲν ἄλλο κεκτημένους ἢ ληκύθους. ἢ αὐτουργούς. ἢ ἀντὶ τοῦ εἰς πληγὰς ἑτοίμους καὶ οἷον τύπτοντας καὶ μαστιγοῦντας καὶ ὑβρίζοντας. ἢ τοὺς ἐκ προχείρου διδόντας ἀργύριον καὶ ἑτοίμους πρὸς τὰς μίξεις· καὶ γὰρ εἶχον ἐν ταῖς ληκύθοις ἀργύρια. καὶ λύσαντες δὲ πολλάκις τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸς τὸ μαστιγοῦν.

### alpha 3228

Αὐτολόχευτος · αὐτογέννητος. ἤ, ὥς τινες, ὁ θεὸς ὁ ἀγέννητος.

### alpha 3229

Αὐτόλυκος · Ἀρεοπαγίτης οὗτος ἦν καὶ τοὺς οἰκείους ὑπεκτιθέμενος ἐν τοῖς Χαιρωνικοῖς ἑάλω, καὶ κατεψηφίσαντο αὐτοῦ οἱ δικασταί.

### alpha 3230

†αὐτόλυκοι† · πένητες, οἷον αὐτοδιάκονοι.

### alpha 3231

Αὐτόματος · καὶ αὐτομάτη Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος (54, 12). αὐτόματος θηλυκῶς Φιλέταιρος (fr. 1 Dem.) καὶ αὐτοματίσαντες Ξενοφῶν (Cyr. 4, 5, 21) καὶ αὐτομάτως Δημοσθένης.

### alpha 3232

Αὐτόμαρτυς · σημαίνει μὲν οἷον αὐτὸς ἑαυτῷ μάρτυς ὤν. ἔστι δὲ παρ’ Αἰσχύλῳ (Ag. 989).

### alpha 3233

Αὐτομήνυτος · ὁ αὐτὸς ἑαυτὸν καταμηνύων.

### alpha 3234

Αὐτομαχεῖν · τὸ δι’ αὑτοῦ δικάζεσθαι καὶ μὴ δι’ ἑτέρου.

### alpha 3235

Αὐτομόλως · προδοτικῶς.

### alpha 3236

Αὐτόματοι δ’ ἀγαθοί · παροιμία τριχῶς λεγομένη· „αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν“. ἡ δέ· „αὐτόματοι κακοὶ ἀγαθῶν ἐπὶ δαῖτασ“. Πλάτων ἐν Συμποσίῳ (174b) τῇ πρώτῃ κέχρηται. Κρατῖνος δὲ ἐν Πυλαίᾳ τῇ βʹ (fr. 169 K.)· „οἵδ’ αὖθ’ ἡμεῖς, ὡς ὁ παλαιὸς λόγος, αὐτομάτους ἀγαθοὺς ἰέναι κομψῶν ἐπὶ δαῖτα θεατῶν“.

### alpha 3237

Αὐτόνομοι · Κρατῖνος (fr. 15 Dem.). καὶ Ξενοφῶν Λακώνων πολιτείᾳ (3, 1)· „αὐτονόμους ἀφιᾶσιν“.

### alpha 3238

Αὐτονομούμενα · Δημοσθένης εἴρηκεν (4, 4).

### alpha 3239

Αὐτονυχί · αὐτῇ τῇ νυκτί.

### alpha 3240

Αὐτὸν τὸν βατῆρα ἔκρουσεν · ἐπὶ τῶν τυγχανόντων οὗ ἐφίενται.

### alpha 3241

Αὐτόπαιδα · αὐτὸν τρόπῳ τινὶ παῖδα ὄντα. οὕτως Σοφοκλῆς (fr. 925 N. 2 = 1029 R.).

### alpha 3242

Αὐτόπεδον · τὸ πεζῇ ὁδεῦον.

### alpha 3243

Αὐτόποκον · ἱμάτιον τὸ ἐξ αὐτοῦ τοῦ πόκου εἰς κρόκην μεταβληθέν. {ὃ καὶ αὐτοπυρίτην καλοῦσιν}.

### alpha 3244

Αὐτόπρεμνον · αὐτόρριζον.

### alpha 3245

Αὐτοποίητον · εὐτελές.

### alpha 3246

Αὐτοπῶλαι · οἱ τῇ τῶν καπήλων ἀντικείμενοι τέχνῃ. 〈καὶ Πλάτων Πολιτικῷ (260c)· „καθάπερ ἡ τῶν καπήλων τέχνη〉 τῆς τῶν αὐτοπωλῶν διώρισται τέχνησ“.

### alpha 3247

Αὐτόρεξον · αὐτόρεκτον, οἷον τὸν ἑαυτὸν ἀποκτείναντα· ῥέξαι γὰρ τὸ θῦσαι. ἢ αὐτὸν ἐφ’ ἑαυτὸν ὀρέγοντα τὴν χεῖρα. Ὅμηρος (Δ 307)· „ἔγχει ὀρεξάσθω“.

### alpha 3248

Αὐτονομουμένη πόλις · ἡ τοῖς ἑαυτῆς νόμοις χρωμένη καὶ οὐχ ὑπείκουσα ἑτέροις.

### alpha 3249

Αὑτόν · Σοφοκλῆς (fr. 924 N. 2 = 1147 R.) ἀντὶ τοῦ ἐμαυτόν· καὶ Λυσίας 〈ἐν τῷ κατὰ Ἰφικράτουσ〉 (fr. 133 S.) καὶ ἄλλοι. σημαίνει δὲ καὶ τὸ μόνον.

### alpha 3250

Αὐτόσσυτον · αὐτοκέλευστον. Σοφοκλῆς (fr. 515 N. 2 = 559 R.).

### alpha 3251

Αὐτόσιτος · ὁ οἰκόσιτος.

### alpha 3252

Αὐτόσε · ἐκεῖσε.

### alpha 3253

†αὐτοσχέδιον† · ἐκ τοῦ σύνεγγυς τόπου, ἐκ χειρός.

### alpha 3254

Αὐτοσχεδιάζειν · Θουκυδίδης εἶπεν (1, 138, 3). καὶ αὐτοσχεδίασμα Πλάτων (fr. 87 K.), αὐτοσχεδιαστὴς δὲ Στράττις (fr. 4 Dem.).

### alpha 3255

Αὐτοσχεδίως · αὐτομάτως, συντόμως.

### alpha 3256

Αὐτοτελὴς δίκη · ἀφ’ ἧς οὐκ ἔστιν ἐκκαλέσασθαι ἐφ’ ἑτέραν. καὶ αὐτοτελὲς τὸ κύριον ἁπλῶς.

### alpha 3257

Αὐτοτελῶς · σημαίνει μὲν τὸ τελείως. Λυσίας δὲ ἀντὶ τοῦ ὡς ἔτυχεν ἐχρήσατο ἐν τῷ ὑπὲρ Εὐθύνου (fr. 101 S.)· „καὶ τοῦτο ἐποιήσαμεν οὐκ αὐτοτελῶς, ἀλλ’ ἀκριβῶσ“. τοιοῦτόν ἐστι καὶ τὸ παρ’ Ὁμήρῳ 〈 *** 〉 αὐτόποκον ἱμάτιον. δηλοῖ δὲ τὸ ἐξ αὐτοῦ τοῦ πόκου εὐθὺς εἰς κρόκην ἐργασθέν.

### alpha 3258

Αὐτοῦ · ἀντὶ τοῦ αὐτόθι. Ἀριστοφάνης (fr. novum)· „αὐτοῦ περὶ τὸ σπήλαιον“.

### alpha 3259

Αὐτουργὸς χείρ · Σοφοκλῆς εἴρηκεν (Ant. 52).

### alpha 3260

Αὐτόφορτοι · οἱ τὰ κοινὰ φορτιζόμενοι. Κρατῖνος (fr. 248 K.).

### alpha 3261

Αὐτόφυτον · Ἀντιφῶν εἶπεν (TrGF 55 F 5).

### alpha 3262

Αὐτοφρόνων · Ἴων εἴρηκεν (TrGF 19 F 53f)· „αὐτοφρόνων καὶ ὁμοσπόνδων“.

### alpha 3263

Αὐτόχειρα · οὐ τὸν ἑαυτὸν ἀνελόντα μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ πράξαντος ὁτιοῦν τῇ αὑτοῦ χειρί. οὕτως Θεόπομπος (fr. 86 K.) καὶ Ἀριστοφάνης (An. 1135. Lys. 269) καὶ Πλάτων (Leg. 9, 865b), ἀλλὰ καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος (25, 57)· „λαβὼν αὐτοὺς αὐτοχειρίᾳ πρὸς τὸ πωλητήριον ἀπήγαγε τοῦ μετοικίου“, ἀντὶ τοῦ τῇ ἰδίᾳ χειρί.

### alpha 3264

Αὐτόχειρες · οἱ ἑαυτοὺς φονεύοντες.

### alpha 3265

Αὐτοχειρίᾳ · τὸ τῇ ἑαυτοῦ χειρὶ ποιῆσαί τι.

### alpha 3266

Αὐτόχθονες · οἱ Ἀθηναῖοι· ἢ ἐπεὶ τὴν χθόνα, τουτέστι τὴν γῆν, ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο, ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺς ἐπήλυδας. αὐτόχθονες δὲ καὶ Αἰγινῆται καὶ Θηβαῖοι ἐκαλοῦντο.

### alpha 3267

Αὐτόχθων · τῆς αὐτῆς πόλεως.

### alpha 3268

Αὐτόχρημα ὅμοιον · παντελῶς ὅμοιον.

### alpha 3269

Αὔτως · ὡς ἔτυχεν.

### alpha 3270

Αὔχημα · σεμνολόγημα.

### alpha 3271

Αὐχμηρόν · στυγνὸν ἢ σκοτεινόν.

### alpha 3272

Αὐχμοί · ἀνομβρίαι.

### alpha 3273

Αὐχμώδους · ξηροῦ, ῥυπῶντος.

### alpha 3274

Αὐχμῶντες · στυγνοί.

### alpha 3275

Αὐχοῦντες · καυχώμενοι.

### alpha 3276

Αὐχμηρὰ γῆ · ἡ μὴ λιπαρὰ μηδὲ εὔγειος μηδὲ ἐπιτηδεία πρὸς καρπῶν φορὰν καὶ φυτῶν. οὕτως Ἀριστοφάνης (fr. novum).

### alpha 3277

Αὐχένισμα · Μεταγένης (fr. novum)· „κραταιὸν αὐχένισμα τοὐμόν“.

### alpha 3278

Αὐχμώδη · Φίλιστος εἴρηκεν (fr. novum). αὐχμηρότατος δὲ Πλάτων (Leg. 6, 761b) καὶ αὔχμησις Θουκυδίδης (6, 16, 5). ὁ αὐτὸς δὲ καὶ αὔχμημα (2, 62, 4), καὶ αὐχμηρόβιος Πλάτων εἶπεν (fr. 16 Dem.).

### alpha 3279

Αὐχενίζειν · τραχηλίζειν, πνίγειν.

### alpha 3280

Αὐτοῖς ταλάροις ἐσθίεις τὸν τυρόν · σύντροφον Ἀθηναίοις ἄνευ τῆς σύν προθέσεως λέγειν· αὐτοῖς ὅπλοις, αὐτοῖς ταλάροις.

### alpha 3281

Ἀφαγνίσαι · ἀποδοῦναι, καθιερῶσαι. λέγεται δὲ καὶ τὸ συλῆσαι.

### alpha 3282

Ἀφανίσαι · οὐ τὸ μολῦναι καὶ χρᾶναι δηλοῖ, ἀλλὰ ὅλως τὸ ἀνελεῖν καὶ ἀφανὲς ποιῆσαι.

### alpha 3283

Ἀφάκη · ὄσπριόν τι ἐμφερὲς φακῷ. Ἀριστοφάνης (fr. novum).

### alpha 3284

Ἀφαιρεθείς · οὐ μόνον ἀφαιρεθεὶς τὰ χρήματα, ἀλλὰ καὶ ἐπὶ τοῦ ἀφελκυσθείς. Λυσίας (23, 12).

### alpha 3285

Ἀφαδία · ἡ ἔχθρα.

### alpha 3286

Ἀφανὴς οὐσία λέγεται ἡ ἐν χρήμασι καὶ σώμασι καὶ σκεύεσι, φανερὰ δὲ ἡ ἔγγειος. οὕτως Λυσίας (fr. 122 S.).

### alpha 3287

Ἀφάνισιν · Δημοσθένης ἐν τῇ πρὸς Ἀπατούριον παραγραφῇ (33, 22).

### alpha 3288

Ἀφαίρεμα · ἀνάθημα, δῶρον ἢ ξένιον.

### alpha 3289

Ἀφαίρεσις · Ὑπερείδης ἰδίως τὴν εἰς ἐλευθερίαν λέγει (fr. 23 J.).

### alpha 3290

Ἀφαιρεῖ ὠτὸς ἢ ῥινός · Ἀττικὴ ἡ σύνταξις.

### alpha 3291

Ἀφαιρεῖν κροκύδας · ἐπὶ τῶν πάντα ποιούντων ἕνεκεν κολακείας. ἄλλοι τε χρῶνται καὶ Ἀριστοφάνης (fr. 657 K.)· „εἴ τις κολακεύει παρὼν καὶ τὰς κροκύδας ἀφαιρῶν“.

### alpha 3292

Ἁφαῖς · πληγαῖς. καὶ τὸ προσεγγίσαι {καὶ} ἅψασθαι.

### alpha 3293

Ἀφαυαίνεσθαι · ταὐτὸν δύναται τό τε ἀποθανεῖν καὶ τὸ ἀφαυανθῆναι.

### alpha 3294

Ἀφάννας · Ἐπίχαρμος Ἡρακλεῖ (fr. 77 Kaibel).

### alpha 3295

Ἀφάρμακον · τὸ ἄνευ χρώματος καὶ ἄνθους. καὶ τὸ ἀνίατον.

### alpha 3296

Ἀφάζει · ἀντέχεται, ἀπὸ τῆς ἁφῆς. Αἰσχύλος (fr. novum).

### alpha 3297

Ἀφαιάσαι · ἀπολέσαι. Σοφοκλῆς (fr. 1029a R.).

### alpha 3298

Ἀφαμαρτούσῃ (Z 411)· ἀποτυχούσῃ, στερηθείσῃ.

### alpha 3299

Ἀφασία · ἀφωνία.

### alpha 3300

Ἁφὰς λύχνων · Ἡρόδοτος λέγει (7, 215).

### alpha 3301

Ἀφάσσων · ψηλαφῶν.

### alpha 3302

Ἀφαυροτέροις · ἀσθενεστέροις.

### alpha 3303

Ἀφάψαι · προσκολλῆσαι.

### alpha 3304

Ἀφεδρῶνες · σέλλαι, σελλάρια, σωτήρια.

### alpha 3305

Ἀφεῖσθαι παίζειν · λέγεται ἐπὶ τῶν ἐν ταῖς ἑορταῖς ἀργούντων καὶ πρὸς παιδιὰν ἀφειμένων, μάλιστα δὲ ἐπὶ παίδων ἀφειμένων παίζειν.

### alpha 3306

Ἀφειδία · καρτερία.

### alpha 3307

Ἀφειδήσας · ἀμελήσας.

### alpha 3308

Ἀφείλετο · ἥρπασεν, ἀνέσπακεν.

### alpha 3309

Ἀφείλετο καὶ τὰ ὅμοια διὰ τοῦ ε, ἐφ’ ὧν τὸ αʹ πρόσωπον διὰ τοῦ ο, τὸ δεύτερον διὰ τῆς ου διφθόγγου. ὅτε δὲ τὸ αʹ διὰ τοῦ α, τὸ βʹ διὰ τοῦ ω, τὸ δὲ γʹ πάλιν διὰ τοῦ α ὁμοίως τῷ πρώτῳ, οἷον ἐποιησάμην, ἐδυνάμην.

### alpha 3310

Ἀφίημι · πολλαχοῦ συνεσταλμένως.

### alpha 3311

Ἀφελές · τὸ ὑγιὲς καὶ ὁλόκληρον. ἢ τὸ ἁπλοῦν καὶ ἀκατασκεύαστον. Φιλόχορος δὲ (fr. novum) διαφόρως.

### alpha 3312

Ἀφελοῦ · περισπᾶν ἀξιοῖ Ἀμμώνιος.

### alpha 3313

Ἀφεῖναι ἐλεύθερον · τὸ ἐλευθερῶσαι. Ἀριστοφάνης (fr. novum).

### alpha 3314

Ἀφεῖτε · βʹ σημαίνει· παρὰ μὲν Θουκυδίδῃ (1, 139, 3) ἀφήκατε, παρὰ δὲ Δημοσθένει (3, 5) συνεχωρήσατε.

### alpha 3315

Ἀφεῖσαν · συνεχώρησαν.

### alpha 3316

†Ἀφεῦσαν† · ἀφῆκαν. Πλάτων (fr. 237 K.) καὶ Ἕρμιππος (fr. 87 K.).

### alpha 3317

Ἀφ’ ἑσπέρας , οὐκ ἀφ’ ἑσπέρου λεκτέον. καὶ περὶ λύχνων ἁφὰς λέγουσιν, ὡς ἡμεῖς.

### alpha 3318

Ἀφειλόμην · ἐν τῷ ο. καὶ ἀφείλου καὶ ἀφείλετο ἐν τῷ ε. τὰ δὲ διὰ τοῦ α βάρβαρα, οἷον ἀφειλάμην καὶ ἀφείλατο. ὁμοίως δὲ καὶ τὸ ἀφείλω. τὸ δὲ ἀνάλογον ἐπὶ πάντων ἐστὶ τῶν ὁμοίων.

### alpha 3319

Ἀφεὶς καὶ ἀπαλλάξας · τὸ μὲν ἀφείς ἐστιν, ὅταν ἀπολύσῃ τις τῶν ἐγκλημάτων, ὧν ἐνεκάλει αὐτῷ. τὸ δὲ ἀπαλλάξας, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν. οὕτω Δημοσθένης (36, 25) καὶ Ἰσαῖος.

### alpha 3320

Ἀφεὶς τὴν ὑπέραν τὸν πόδα διώκει · παροιμία παρ’ Ὑπερείδῃ (fr. 181 J.) ἐπὶ τῶν παρέντων μὲν τὰ σπουδαιότερα, περὶ δὲ τὰ φαῦλα διατριβόντων. ὑπέραι δέ εἰσι ναυτικαὶ σχοῖνοι, αἷς μετάγεται τὸ κέρας.

### alpha 3321

Ἀφεωκέναι καὶ ἀφεώκαμεν · ἀντὶ τοῦ ἀφεῖναι καὶ καταλιπεῖν.

### alpha 3322

Ἀφ’ Ἑστίας μυούμενος · τὸ ἀφ’ Ἑστίας μυεῖσθαι. Ἀθηναῖος δ’ ἦν οὗτος.

### alpha 3323

Ἀφέμενον · ἀποστάντα, ἀντιλέγοντα.

### alpha 3324

Ἀφέξει · ἀποκωλύσει, ἀποστήσει.

### alpha 3325

Ἀφέξομαι · παύσομαι, ἀποστήσομαι.

### alpha 3326

Ἀφέσθαι · ἀποσχέσθαι.

### alpha 3327

Ἀφέται · τόπος ἐν Εὐβοίᾳ.

### alpha 3328

Ἀφ’ ἑστίας · ἀπὸ τῆς οἰκίας.

### alpha 3329

Ἀφετηρία · ἀρχή, θύρα τοῦ ἱπποδρομίου.

### alpha 3330

Ἀφεῦσαι · ἀποκαῦσαι, περιφλέξαι.

### alpha 3331

†Ἀφεψιαίμην† · ἀφωμίλησα. οὕτω Σοφοκλῆς (fr. 134 N. 2 = 138 R.).

### alpha 3332

Ἁφή · μία τῶν εʹ αἰσθήσεων. ἀπὸ τοῦ ἁφῶ ῥήματος βʹ συζυγίας τῶν περισπωμένων, ἐξ οὗ παράγωγον γέγονε τὸ ἀφάσσω. ἡ δὲ ἁφὴ δύναται καὶ ἀπὸ τοῦ ἁφῶ περισπωμένου γεγονέναι καὶ ἀπὸ τοῦ ἅφω βαρυτόνου.

### alpha 3333

Ἁφή · χροιὰ λέπρας. λέγεται δὲ καὶ ἡ ψηλάφησις. καὶ αὐτὴ ἡ αἴσθησις.

### alpha 3334

Ἀφηβηκότι · γηράσαντι, ὑπερβεβηκότι τὴν ἥβην, τουτέστι τὴν νεότητα.

### alpha 3335

Ἀφήκειν (Pl. Reip. 7, 530e)· ἀντὶ τοῦ ἀφικνεῖσθαι.

### alpha 3336

Ἀφήκοντος · ἀντὶ τοῦ διήκοντος. Ἀντιφῶν (87 B 16 D.—K.).

### alpha 3337

Ἀφηγεῖσθαι · τὸ διηγεῖσθαι. Πλάτων Νόμοις (8, 845e).

### alpha 3338

Ἀφήλικες · οὐδετέρως εἶπε Σοφοκλῆς Πριάμῳ (fr. 528a R.)· „ἀφήλικες θέαμα“.

### alpha 3339

Ἀφηλικέστερον ἄνδρα · Ἡρόδοτος εἶπεν (3, 14, 7).

### alpha 3340

Ἀφήλικα · τὸν πρεσβύτην. τινὲς δὲ χρῶνται τῇ λέξει ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας παιδός, ὅπερ δεῖ φυλάττεσθαι· ἐπὶ γὰρ τοῦ πρεσβυτέρου λέγεται.

### alpha 3341

Ἀφηνιαστής · ἀνυπότακτος, ὑπερήφανος.

### alpha 3342

Ἄφθα · καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η λέγουσι τὸ ἐν τῇ γλώσσῃ γινόμενον ἑλκύδριον, ὡς κίχλα καὶ κίχλη καὶ πεῖνα καὶ πείνη καὶ πολλὰ ὅμοια.

### alpha 3343

Ἀφῖγμαι · παραγέγονα.

### alpha 3344

Ἄφθαρτον καὶ ἄφθιτον · ἄφθορον, ἀΐδιον, οὐ φθειρόμενον.

### alpha 3345

Ἀφθίτους · ἀμεταστρέπτους καὶ μὴ διεφθαρμένας ἔχοντας γνώμας. Σοφοκλῆς (fr. 381 N. 2 = 414 R.).

### alpha 3346

Ἄφθονος ἄγρα · Σοφοκλῆς (fr. 737a N. 2 = 806 R.)· „λαβόντες ἄφθονον ἄγραν πρὸς οἴκους εὐτυχοῦντες ἄξομεν“.

### alpha 3347

Ἄφθονον · τὸν μὴ φθονοῦντα. Ἡρόδοτος (3, 80, 4).

### alpha 3348

Ἄφθονοι · οἱ ἐν τοῖς ἕλεσι κατοικοῦντες τῆς Αἰγύπτου.

### alpha 3349

Ἀφθονεστέραν εἶπεν Αἰσχύλος (fr. 72 N. 2 = 106 M.), Ἀφθονώτερος καὶ ἀφθόνως Δημοσθένης (18, 89 et Epist. 2, 25), Ἀφθόνητος δὲ Πίνδαρος (Ol. 11, 7 et 13, 25).

### alpha 3350

Ἄφθογγος · ὁ μὴ φωνὴν προϊείς. καὶ ἄφθογγα γράμματα τὰ λεγόμενα ἄφωνα.

### alpha 3351

Ἄφθονα · πολλά.

### alpha 3352

Ἄφθος · θεὸς παρ’ Αἰγυπτίοις, ὥσπερ ἡ Ἶσις καὶ ὁ Τυφῶν. Ἑκαταῖος Περιηγήσει Αἰγύπτου (fr. novum).

### alpha 3353

Ἀφίδρωσον · ἐν Συμμαχίᾳ ὡς ἐπὶ ἀσκητικοῦ τιθεὶς ἀλληγορικῶς Πλάτων (fr. novum = com. adesp. fr. 3 Dem.)· „ἄγε δὴ 〈 *** 〉 κἀνδρείως ὥσπερ πύκτης ἀφίδρωσον καὶ πιτύλευσον τὴν ῥῆσιν ὅλην καὶ κίνησον τὸ θέατρον“.

### alpha 3354

Ἀφ’ ἱερᾶς · παροιμία „κινήσω τὸν ἀφ’ ἱερᾶσ“. ἐλλείπει δὲ ἡ παροιμία· τὸ γὰρ ἐντελές· „κινήσω τὸν ἀφ’ ἱερᾶς πεττόν“. τάττεται δὲ μετενηνεγμένον ἀπὸ τῶν πεττῶν ἐπὶ τῶν παραβαλλομένων τινὶ πράγματι. λέγεται δέ τις παρὰ τοῖς πεσσεύουσιν ἱερὰ γραμμή. οὕτως Ἐπίχαρμος (fr. 225 Kaibel).

### alpha 3355

Ἀφίει (A 25)· ἀπέπεμπεν.

### alpha 3356

Ἀφίκετο · ἐλήλυθεν, ἦλθεν.

### alpha 3357

Ἀφῖκται · παραγέγονεν.

### alpha 3358

Ἀφίημι καὶ ἀφίεμι · ἑκατέρως προφέρονται καὶ συστέλλοντες καὶ ἐκτείνοντες τὴν δευτέραν συλλαβήν.

### alpha 3359

†Ἀφιοῖτο† · τὸ εὐκτικὸν περισπῶντες λέγουσιν. καὶ Ἀφεῖεν. καὶ τὸ ἀφιῶσι περισπᾶται.

### alpha 3360

Ἄφιμος ἵππος · ἀχαλίνωτος.

### alpha 3361

Ἄφιμον · ἀχαλίνωτον.

### alpha 3362

†Ἀφείκατο† · Ἀττικόν. τὸ δὲ ἀφέωκα Δώριον. κέχρηνται δὲ καὶ Ἴωνες, ὡς Ἡρόδοτος.

### alpha 3363

†Ἀφίκετο† καὶ †ἀφείκετο†. ἀφεῖσαν μᾶλλον ἢ ἀφῆκαν λέγουσιν. καὶ ἀφεῖσο {ὁ} τὸ ἴσθι ἀφειμένος.

### alpha 3364

Ἀφιλασαμένη (Pl. Leg. 9, 873a)· ἐξιλασαμένη.

### alpha 3365

Ἀφίλητος (Soph. OC 1702)· ὁ μὴ φιλούμενος.

### alpha 3366

Ἀφιλία · τὸ μὴ ἔχειν φίλον.

### alpha 3367

Ἀφιλότιμος · ταπεινός. παρὰ τὸ μὴ φιλεῖν τὴν τιμήν. ἢ ὁ πρὸς μηδὲν ἀξιόλογον ἐπεστραμμένος. καὶ ὁ φειδωλὸς παρ’ ἐνίοις.

### alpha 3368

Ἀφιματῶσαι · ἀποδῦσαι.

### alpha 3369

Ἄφλαστα · τὰ ἀκροστόλια Ἀπολλόδωρος (FGrHist 244 F 240). ὁ δὲ Δίδυμος (p. 79 et 181 Schmidt) τὸ ἐπὶ τῆς πρύμνης ἀνατεταμένον εἰς ὕψος ἐκ κανονίων πλατέων ἐπικεκαμμένων.

### alpha 3370

Ἀφλοισμός (O 607)· ἀφρός.

### alpha 3371

Ἀφνειός · ὁ πλούσιος.

### alpha 3372

Ἄφνω · Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21, 41) καὶ Μένανδρος Ἀσπίδι (49 et 335) καὶ ἐν ἄλλοις (Epitr. 275. Cith. 16).

### alpha 3373

Ἄφιππος · καὶ ὁ ἀνὴρ ὁ ἄπειρος ἱππικῆς καὶ ἡ χώρα ἡ μὴ ἱππάσιμος.

### alpha 3374

Ἀφοδεῦσαι · Πλάτων Ἀδώνιδι (fr. 5 K.). σημαίνει τὸ ἀποπατῆσαι.

### alpha 3375

Ἄφοδον · ἀναχώρησιν, ὥσπερ καὶ ἔφοδον τὴν ἐπέλευσιν. λέγεται δὲ ἄφοδος καὶ ὁ ἀπόπατος.

### alpha 3376

Ἀφοριζόμενος τὸν λόγον · ὅταν τὸ μὲν πρότερον ἱκανῶς εἰρῆσθαι λέγῃ, μεταβαίνῃ δὲ ἐφ’ ἕτερα.

### alpha 3377

Ἀφορμήν · τὴν πάροδον λέγουσιν, ἣν οἱ πολλοὶ προχρείαν καὶ ἐνθήκην καὶ αἰτίαν.

### alpha 3378

Ἀφορμή · ἰδίως παρὰ τοῖς Ἀττικοῖς, ὅταν τις ἀργύριον δώσῃ ἐνθήκην, ἀφορμὴ καλεῖται.

### alpha 3379

Ἀφόρητον · ἀβάστακτον.

### alpha 3380

Ἀφοσιούμεθα · τὸ ὅσιον προσποιούμεθα δῆθεν.

### alpha 3381

Ἀφοσιούμενος · πληροφορῶν, ποιήσας τὴν ὁσίαν.

### alpha 3382

Ἀφοσιῶ · ἀντὶ τοῦ ἀποκαθαίρω, †ἀφανίζω†. Αἰσχίνης (3, 120). τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ’ οἷον ἀπάρξασθαι ἢ σχηματίσασθαι Ἰσαῖος λέγει (fr. 54 S.).

### alpha 3383

†Ἀφωσιωμένοι† · τιμῶντες ἢ ἀπαρχόμενοι.

### alpha 3384

Ἀφοσιώσας · κατάρξας ἢ ξενώσας. ἢ τὴν ὁσίαν ποιῶν, τουτέστι κηδείαν, ἢ τὴν ἐπὶ τῷ θανάτῳ μνήμην.

### alpha 3385

Ἀφοσιώσεται · ἀπάρξεται.

### alpha 3386

Ἀφοσίωσις · ἀνάθεσις. καὶ ἀφοσιωσάμενοι δικαιωσάμενοι.

### alpha 3387

Ἀφοῦ · οἷον ἀπαλλάγηθι καὶ μὴ ἔχου. τῷ τόνῳ ὡς γενοῦ. Σοφοκλῆς Οἰδίποδι (1521).

### alpha 3388

Ἀφ’ οὗ· τὸ χρονικὸν παρ’ Ὑπερείδῃ (fr. novum)· „οὐ γὰρ διωρίσαντο τὸν χρόνον, ἀφ’ οὗ ἐκαθέζετο ὁ ἄνθρωποσ“.

### alpha 3389

Ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι · ὁ μὲν πολὺς καὶ ἐξ ὁδοῦ ἄνθρωπος ἢ καὶ ποιητικὸς οὕτως ἂν εἴποι· „ἀφ’ οὗ γόνος ἐστὶν ἀνθρώπων“. Δημοσθένης δὲ ἐν τῷ Περὶ παραπρεσβείας (19, 215)· „ἴστε γὰρ δήπου τοῦθ’, ὅτι ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι καὶ κρίσεις γίνονται“ καὶ τὰ ἑξῆς.

### alpha 3390

Ἀφραδέως · ἀνοήτως, ἀπείρως.

### alpha 3391

Ἀφραίνει · παρανομεῖ, μωραίνει, παραφρονεῖ.

### alpha 3392

Ἀφράσμων · ἀσύνετος. Σοφοκλῆς (fr. 556 N. 2 = 613 R.).

### alpha 3393

Ἀφροδίσιον · ἔργον Ἀφροδίτης. λαμβάνεται δὲ ἐπὶ τῶν λάγνων, τῶν ἐρωτικῶς περὶ τὴν συνουσίαν καὶ σφοδρῶς διακειμένων. καὶ ἀφροδίσιον ἰδίως τὸ τῆς Ἀφροδίτης ἕδος.

### alpha 3394

Ἀφροδίσιος ὅρκος · παροιμία· „ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμοσ“. ἢ „ἀφροδίσιος ὅρκος οὐ δάκνει“.

### alpha 3395

Ἀφροδισία ἄγρα (Soph. fr. 169 N. 2 = 166 R.) · οἱ πέρδικες, διὰ τὸ τοὺς θηρῶντας τῇ θηλείᾳ ἐπιβουλεύοντας αἱρεῖν αὐτούς.

### alpha 3396

Ἀφροδίσιον ἄθυρμα · Κράτης Λαμίᾳ (fr. 2 Dem.)· „καὶ μάλιστ’ ἀφροδισίοις ἀθύρμασιν“. 〈 *** 〉 ἡδὺ γὰρ κἀκεῖνο δρᾶν ἐστι, λέγεσθαι δὲ οὐ καλόν.

### alpha 3397

Ἀφροδίσιον ὑμέναιον · Φερεκράτης (fr. 12 Dem.)· „ὦ Χάριτες, ἀφροδίσιόν τις ὑμέναιον ὑμνεῖ γαμικόν“.

### alpha 3398

Ἀφροδίσιος κῆπος · Ἄρχιππος (fr. 2 Dem.)· „ὦ μάκαρ, ὃς ἐπὶ χλανιδοτρόφοις κόραισι τὸν ἀφροδίσιον κῆπον ἀποδρέπεισ“.

### alpha 3399

Ἀφροδίσιος λόγος · Πλάτων εἶπε Διῒ κακουμένῳ (fr. 2 Dem.). καὶ ἀφροδιταρίδιον ὁ αὐτὸς ὑποκοριστικῶς (fr. 3 Dem.)· „οἴμοι τάλας, ἀπολεῖς με. Ἀφροδιταρίδιον γλυκύτατον, ἱκετεύω σε, μή με περιίδῃσ“. ἀφροδιτίδιον δὲ Ἀριστοφάνης (fr. novum). καὶ Ἀφροδίτης γάλα τὸν οἶνον ὁ αὐτὸς εἴρηκεν (fr. 596 K.).

### alpha 3400

Ἀφροδίτην φεύγειν.

### alpha 3401

Ἀφροδίτην θηρᾶν · ἐπὶ τῶν κατὰ συνουσίαν ἐρωτικῶν. Εὐριπίδης (Bacch. 459).

### alpha 3402

Ἀφροδίτης · ἀντὶ τοῦ ἀφροδισίων. Ἀντιφῶν (87 B 17 D.‐ K.).

### alpha 3403

Ἀφροδίτη ψίθυρος · Κρατῖνος (fr. novum). ἔστι δὲ ὄντως ἐν Ἀθήναις ἱερὸν Ἀφροδίτης ψιθύρου ἀπὸ τοῦ τὰς εὐχομένας πρὸς τὸ οὖς αὐτῆς εὔχεσθαι.

### alpha 3404

Ἀφρόδιτος · ὁ Ἑρμαφρόδιτος. παραπλήσιοι δὲ τούτῳ καὶ ἄλλοι δαίμονες· Ὀρθάνης, Πρίαπος, Αἰακός, Γενετυλλίς, Τύχων, Γίγων, Κονίσαλος, Κύννειος καὶ ἕτεροι, ὧν καὶ Ἀριστοφάνης μέμνηται Ἥρωσιν (fr. novum = 702 K.). Ἀπολλοφάνης Κρησίν (fr. 1 Dem.)· „Ἀσκληπιός, Κύννειος, Ἀφρόδιτος, Τύχων“. Φερεκράτης (fr. 13 Dem.)· „οὐδ’ εἰς Ἑταίρας οὐδ’ Ἀφροδίτου πώποτε“.

### alpha 3405

Ἀφρόνη · ἡ ἀφροσύνη.

### alpha 3406

Ἀφύας · ὀνόματα ἑταιρῶν ἀδελφῶν δύο παρ’ Ὑπερείδῃ (fr. 24 J.).

### alpha 3407

Ἀφύας πληθυντικῶς λέγουσι, σπανιώτατα δὲ ἀφύην.

### alpha 3408

Ἀφύα ἐς πῦρ · ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων ἡ παροιμία, παρόσον καὶ τὴν ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει.

### alpha 3409

Ἀφύη καὶ ἀφύα · ἔστι μὲν τὸ ἰχθύδιον φαῦλον καὶ λυπρόν, ἀργυρίζον τῇ χροιᾷ. καὶ χρῶμα δὲ ἀφυῶδες καλεῖ †Ἱππασίων†. ἐκλήθη δέ τις καὶ ἑταίρα οὕτως, ἴσως ὅτι καὶ αὐτὴ τοιαύτη ἦν.

### alpha 3410

Ἄφυκτον · ὃ οὐκ ἔστιν ἐκφυγεῖν.

### alpha 3411

Ἄφυκτον λαβήν · ὁ λόγος ἐναργής· τροπικῶς ἀπὸ τῶν παλαιστῶν. Νικοχάρης (fr. 3 Dem.)· „ἀλλ’ εἰλήμμεθα λαβὴν ἄφυκτον“.

### alpha 3412

Ἀφυβρίσαι · μάλιστα τὸ ἀκολάστως δηλοῖ ὑβρίσαι εἰς κόρον καὶ ὥστε ἀποπληρωθῆναι. οὕτως Μένανδρος Παλλακῇ (fr. 319 K.‐ Th.)· 〈„νῦν πῖθι, νῦν ἀφύβρισον. —ἤν, ἀφύβρικα“〉.

### alpha 3413

Ἀφυπνισθῆναι · τὸ ἐξ ὕπνου ἐγερθῆναι Φερεκράτης εἴρηκεν (fr. 191 K.).

### alpha 3414

Ἀφυσμός · ἀργία ἢ ἄντλησις.

### alpha 3415

Ἀφύσσων · ἀπαντλῶν, ἀρυόμενος.

### alpha 3416

Ἀφωπλίζοντο (Y 26)· ἀπετίθεντο τὰ ὅπλα.

### alpha 3417

Ἄφωνον κακόν · ὡς ἄφατον. Πλάτων (fr. novum = com. adesp. fr. 8 Dem.)· „ἐκ Δελφῶν δ’ ἔχων ἥκει τι κακὸν ἄφωνον“.

### alpha 3418

Ἀφωρισμένον · Πλάτων Τιμαίῳ (24a)· „τὸ τῶν ἱερέων γένος ἀπὸ τῶν ἄλλων χωρὶς ἀφωρισμένον“.

### alpha 3419

Ἀχαία · ἐπίθετον Δήμητρος. βραχεῖα ἡ πρώτη· ἀπὸ τοῦ ἄχους μᾶλλον ἢ ἀπὸ τοῦ ἤχου. Ἀριστοφάνης Ἀχαρνεῦσιν (709)· „οὐδ’ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο“.

### alpha 3420

Ἀχαιοί · οἱ Ἕλληνες. οὕτως καλεῖ ὁ ποιητὴς πάντας τοὺς Ἕλληνας. εἰσὶ δὲ κυρίως Ἀχαιοὶ οἱ κατοικοῦντες μέρος τι τῆς Πελοποννήσου τὴν καλουμένην Ἀχαΐαν. καὶ οἱ τὴν Φθιώτιδα Ἀχαΐαν κατοικοῦντες ὑπὸ Ἀχιλλεῖ τεταγμένοι, ἀφ’ ὧν πάντες οἱ Μυρμιδόνες Ἀχαιοὶ καλοῦνται ὑπὸ Ὁμήρου.

### alpha 3421

Ἀχάνη · μέτρον Βοιώτιον πολλῶν τινων μεδίμνων. οὕτως Ἀριστοφάνης (Ach. 108).

### alpha 3422

Ἀχανής · ὁ μὴ κεχηνώς, ὁ ἄφωνος, ὁ ἐνεός, ὁ ἐκπεπληγμένος σιωπῇ.

### alpha 3423

Ἀχανεῖς · ἀφανεῖς, ἀφεγγεῖς.

### alpha 3424

Ἄχαρις · ᾗτινι μὴ μέτεστι χάρις.

### alpha 3425

Ἀχαρίστους · τοὺς μὴ ἀνταποδιδόντας χάριτας. Ἰσοκράτης (1, 31)· „μηδὲ τὰς χάριτας ἀχαρίστοις χαριζόμενοσ“. καὶ ὁ τοὺς εὐεργέτας κακοῖς ἀμειβόμενος.

### alpha 3426

†Ἄχαρτον† · 〈 *** 〉 {ἄψαυστον. κυρίως οὗ χεὶρ οὐχ ἥψατο}.

### alpha 3427

Ἀχαριστία · ἡ κατὰ στέρησιν τῆς χάριτος.

### alpha 3428

Ἀχαριστεῖν · μὴ χαρίζεσθαι.

### alpha 3429

Ἀχαριστῆσαι · τὸ μὴ χαρίσασθαι μηδ’ ὑπουργῆσαι.

### alpha 3430

Ἀχείρωτον · ἄμωμον, οὗ χεὶρ οὐχ ἥψατο.

### alpha 3431

Ἀχέρων · ποταμὸς ἐν Ἅιδου μεμυθευμένος παρὰ τὸ ἄχος.

### alpha 3432

Ἀχηνία · ἀπορία, πενία. Ἀριστοφάνης Ἀμφιαράῳ (fr. 1 Dem.)· „ἐμβαλὼν ἀχηνίαν“. εἴρηται δὲ κατὰ στέρησιν τοῦ ἔχειν. 〈ἐκ τοῦ ἔχω〉 γίνεται ἀεχὴν καὶ ἀχὴν καὶ ἀχηνία. οἱ δέ φασιν ἀπὸ τοῦ κενὰ ἠχεῖν. λέγονται δὲ καὶ οἱ πένητες ἀχῆνες.

### alpha 3433

Ἄχθεται · λυπεῖται.

### alpha 3434

Ἀχθηδών · λύπη.

### alpha 3435

Ἄχθος · βάρος, λύπη.

### alpha 3436

Ἀχθοφόρον · βαστάζοντα.

### alpha 3437

Ἄχθομαι αὐτοῦ τῷ ῥύπῳ · ἀντὶ τοῦ τῇ ἀνελευθερίᾳ καὶ μικρολογίᾳ· τὸν γὰρ ῥύπον ἐπὶ τῶν γλίσχρων καὶ ἀνελευθέρων ἐτίθεσαν. οὕτω γοῦν †ὑποκονδύλους† λέγουσι τοὺς τοιούτους.

### alpha 3438

Ἀχιλλέος καὶ Πηλέος · οἱ ἄλλοι Ἕλληνες χωρὶς Ἀττικῶν διὰ τοῦ ο, οἱ δὲ Ἀττικοὶ διὰ τοῦ ω. οἱ δὲ Ἴωνες καὶ τῇ τοῦ ε εἰς τὸ η μεταβολῇ χρῶνται Πηλῆος καὶ Ἀχιλλῆος λέγοντες. καὶ διὰ τοῦ ε Ὅμηρος (B 23)· „εὕδεις Ἀτρέος υἱέ“. λέγουσι δὲ καὶ διὰ τοῦ ως τὰς γενικὰς ἐνίοτε, οἷον καὶ Ἑκαταῖος (fr. novum) Κρηθέως καὶ Ἀτρέως ποτὲ λέγει παραπλησίως τοῖς Ἀττικοῖς. καὶ τὰ ἄλλα δὲ διὰ τοῦ ο Ἰακά, οἷον φύσιος, λέξιος, πόλιος.

### alpha 3439

Ἀχίλλειοι κριθαί · αἱ εὐτελεῖς.

### alpha 3440

Ἀχιλλεία · ἡ μᾶζα. ἀχίλλεια δὲ τὰ ἐν αὐτῇ ἄλφιτα.

### alpha 3441

Ἀχίλλειοι · οὕτως κριθαί τινες ἐκαλοῦντο Ἀθήνησιν, ἁδραί τε καὶ ἀδιάφοροι οὖσαι. καὶ τῶν σπόγγων δὲ τοὺς πολυτελεῖς Ἀχιλλείους ἐκάλουν.

### alpha 3442

Ἀχιλλείων ἀλφίτων · τῶν γεγονότων ἐκ τῶν Ἀχιλλείων κριθῶν. ἔνιοι δὲ λευκῶν.

### alpha 3443

Ἀχλύς · ζόφος, ὀμίχλη, σκότος, ἀμβλυωπία.

### alpha 3444

Ἄχναι · λεπτὰ ἄχυρα. ἢ ἀκαθαρσία.

### alpha 3445

Ἄχνη · τὸ λεπτότατον τοῦ ὕδατος, ὁ ἀφρὸς τῆς θαλάσσης.

### alpha 3446

Ἄχνη πυρός · ὁ καπνός. καὶ ἄχνη ὕπνου. ὁ δὲ Ἱπποκράτης (Mochl. 2 = 4, 346, 1 L.) καὶ ἄχνη †λιμοῦ†. δηλοῖ δὲ καὶ λεπτὸν ξύσμα.

### alpha 3447

Ἀχνυμένη σκυτάλη · Κρατῖνος (fr. novum) τὴν ἄχθεσθαι ποιοῦσαν εἶπεν.

### alpha 3448

Ἄχορα · ἀρσενικῶς τὰ ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ πίτυρα. Ἀριστοφάνης Ὁλκάσιν (fr. 410 K.)· „ἀδαχεῖ γὰρ αὐτοῦ ἄχορα ἐκλέγετ’ ἀεὶ ἐκ τοῦ γενείου τὰς πολιὰς τοῦ Διόσ“.

### alpha 3449

Ἀχόρευτος · ὁ ἀπεσπασμένος δι’ ἀπαιδευσίαν τοῦ χοροῦ.

### alpha 3450

Ἄχος · λύπη σιωπὴν ἐπιφέρουσα. παρὰ τοῦτο καὶ ἀχνύμενος.

### alpha 3451

Ἄχραντον · ἀμόλυντον, ἄψαυστον. κυρίως οὗ χεὶρ οὐχ ἥψατο.

### alpha 3452

Ἀχράς · ὁ καρπὸς τῆς ἀχέρδου. Ἀριστοφάνης Ἐκκλησιαζούσαις (355)· „ἀχράς τις ἐγκλείσασα ἔχει τὰ σιτία“.

### alpha 3453

Ἀχράδας · τὰς ἀχέρδους λέγουσιν. Εὔπολις Ἀστρατεύτοισιν (fr. 33 K.)· „οἳ πεπείρους ἀχράδας ἐσθίουσιν“. ἴσως δ’ ὁ μὲν καρπὸς ἀχράς, τὸ δένδρον δὲ ἄχερδος. Φερεκράτης (fr. 164 K.)· „ἢ τῆς ἀχέρδου τῆς ἀκραχολωτάτησ“. Μένανδρος Ἥρῳ (fr. 1 Sandbach)· „νῦν δὲ τοῖς ἐξ ἄστεως κυνηγέταις ἥκουσι περιηγήσομαι τὰς ἀχράδασ“.

### alpha 3454

Ἀχρειόγελως ἄνθρωπος · ἐπὶ τοῖς ἀχρήστοις καὶ μὴ σπουδαίοις γελῶν καὶ χαίρων.

### alpha 3455

Ἄχρειον · τῷ τόνῳ ὡς ἄμεινον.

### alpha 3456

Ἄχρηστος · ὁ ἀνωφελής· καὶ ἰδίως ᾧ οὐδεὶς χρῆται. οὕτως Πλάτων (Reip. 1, 332e, al.).

### alpha 3457

Ἄχρι, ἄχρις · ἀντὶ μέχρις, ἕως.

### alpha 3458

Ἄχρι κόρου · παροιμία ἦν· ὅτι ἐκεῖνος ἄχρι κόρου ἀναίσθητός ἐστιν. καὶ οὗτος ἄχρι κόρου ἐφενάκισεν.

### alpha 3459

Ἀχρήμων · ὁ μὴ ἔχων χρήματα, ὁ πένης. καὶ ἀχρήματοι καὶ Ἀχρηματωτέρων. καὶ ἀχρηματία Θουκυδίδης εἴρηκεν (1, 11, 1.2).

### alpha 3460

Ἀχρήστους · ἀντὶ τοῦ ἀχρησίμους, οὐκ ὠφελίμους. Ἀντιφῶν (fr. novum).

### alpha 3461

Ἄχρηστον · ἀντὶ τοῦ ἀχρησμῴδητον. Πλάτων (fr. novum). „αἰσχύνομαί σε, ὦ ξένε, μακρὰν ὁδὸν ἀνύσαντα ἄχρηστον ἀπολῦσαι“.

### alpha 3462

Ἄχρυσοι · Πλάτων Νόμων γʹ (679b)· „πλούσιοι δὲ οὐκ ἄν ποτε γένοιντο ἄχρυσοί τε καὶ ἀνάργυροι“.

### alpha 3463

Ἄχρυσοι · οἱ μὴ ἔχοντες χρυσόν.

### alpha 3464

Ἀχρώματος · ἀναιδής.

### alpha 3465

Ἀχυρμιαί · οἱ τόποι, εἰς οὓς τὰ ἄχυρα ἀποφέρεται λικμώμενα.

### alpha 3466

Ἄχυρον · τὸν ἀχυρῶνα. Ἀριστοφάνης Δαιταλεῦσι (fr. 10 Dem.)· „καὶ τὴν Ἑκάβην ὀτοτύζουσαν καὶ καιόμενον τὸν ἄχυρον“.

### alpha 3467

Ἀχυροπώλης · Νικοχάρης (fr. novum) ἀντὶ τοῦ χοιροπώλης γένῃ.

### alpha 3468

Ἀχυνώ · πόα τις οὕτω καλεῖται.

### alpha 3469

Ἀχυρός · ὁ ἀχυρών. λέγεται δὲ καὶ ἀχυρεών.

### alpha 3470

Ἀχυρός · ὡς ἀοιδὸς τῷ τόνῳ· καὶ ἐκτεινομένης τῆς μέσης συλλαβῆς. 〈ὁ〉 αὐτὸς 〈καὶ〉 ἀχυροβολών.

### alpha 3471

Ἄχυρα · καὶ τὰ πίτυρα. Ἀριστοφάνης Ἀχαρνεῦσιν (507/8). „αὐτοὶ γάρ ἐσμεν νῦν τε περιεπτισμένοι· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω“.

### alpha 3472

Ἀχών · ἄμπελος.

### alpha 3473

Ἁψαμένη · ἐξαρτήσασα.

### alpha 3474

Ἀψάλλακτον · ἀψηλάφητον.

### alpha 3475

Ἀψαύστως · ἀνεπάφως.

### alpha 3476

Ἄψαυστον · ἄθικτον.

### alpha 3477

Ἀψευδία · ἡ ἀλήθεια. λέγεται δὲ καὶ ἀψευδεῖν καὶ ἀψευδές.

### alpha 3478

Ἀψευδέστατος μάντις · Κρατῖνος (fr. 29 Dem.)· „τὸν θεὸν δ’ ἐμοῦ κλύων σέβε, ὡς ὄντα μάντιν ἀψευδέστατον“.

### alpha 3479

Ἀψευδόμαντις · Νικοχάρης Ἀγαμέμνονι (fr. 1a Edmonds)· „οἶδα δ’ ὡς ἀψευδόμαντις ἥδε καὶ τελεσφόροσ“. 〈 *** 〉 „γνώσῃ δὲ τέχνην τὴν ἐμὴν ἐτητύμως ἀψευδόμαντιν οὖσαν“ (trag. adesp. fr. 287a Snell).

### alpha 3480

Ἀψευδοῦσα · ἡ ἀληθεύουσα καὶ μὴ ἁμαρτάνουσα ἐν τῷ λέγειν.

### alpha 3481

Ἀψήφιστος · ἀντὶ τοῦ μὴ ψηφισάμενος. Ἀριστοφάνης εἴρηκεν (Vesp. 752).

### alpha 3482

Ἄψηστος · ἀκατάμακτος. Πλάτων (fr. 17 Dem)· „ὦ τᾶν, ταχὺ τρέχων ἀπωλόμην“.

### alpha 3483

Ἁψίμαχος ἄνθρωπος · οἷον ὁ πάντα τρόπον ἁπτόμενος μάχης τῆς διὰ χειρῶν. οὕτως Θεόπομπος (fr. novum).

### alpha 3484

Ἁψιμαχία · συνάφεια μάχης.

### alpha 3485

†Ἁψιμεσία† · πρὸς ὀλίγον διαφορά.

### alpha 3486

Ἄψορροι · ὀπισθόρμητοι.

### alpha 3487

Ἀψοφητί · ἠρέμα.

### alpha 3488

Ἄψ · πάλιν.

### alpha 3489

Ἁψίς · οὕτως ἐκάλουν τὸν ξύλινον κύκλον τοῦ τροχοῦ, τὸ δὲ ἐπ’ αὐτοῦ ἐπίσωτρον. Ὅμηρος δὲ τὸν μὲν τροχὸν κύκλον ὀνομάζει (Y 340), τὴν δὲ ἁψῖδα ἴτυν (D 486).

### alpha 3490

Ἁψῖδες · καμάραι.

### alpha 3491

Ἀψυχεῖν · τὸ ἐναντίον τοῦ εὐψυχεῖν. σημαίνει δὲ τὸ ἀποδειλιᾶν.

### alpha 3492

Ἀωρί, ἀωρία · Φερεκράτης Κραπατάλοις (fr. 6 Dem.)· „ἐβάδιζον δὲ ἀπὸ δείπνου· κνέφας δ’ ἦν ἄρτι κοὐκ ἀωρία“. λέγουσι δὲ {καὶ} ἀωρίαν καὶ τὴν ὥραν. Ἀριστοφάνης Ἀχαρνεῦσιν (23/4)· „εἶτ’ ἀωρίαν ἥκοντες, εἶτα δ’ ὠστιοῦνται πῶς δοκεῖσ“.

### alpha 3493

Ἀωρί, ἀωρία · τὸ παρὰ τὸν προσήκοντα καιρὸν καὶ τὴν ὥραν. λέγουσι δὲ ἀωρὶ τῶν νυκτῶν καὶ ἀωρὶ νύκτωρ. Ἀριστοφάνης δὲ ἔφη (fr. 663 K.) καὶ „ἀωροθάνατος ἀπέθανεν“, τουτέστι πρὸ τῆς προσηκούσης ὥρας.

### alpha 3494

Ἄωροι πόδες · ἐμπρόσθιοι· „τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι“ (μ 89). καὶ Φιλήμων (fr. 145 K.)· „οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία, πόδας πρίασθαι; σὺ δὲ φέρεις ὀπισθίουσ“.

### alpha 3495

Ἄωροι · οἱ πρὸ ὥρας ἀποθνῄσκοντες. σύνηθες δὲ τὸ ὄνομα πολλοῖς καὶ μάλιστα Ἀλεξανδρεῦσιν. ἔστι δὲ Ἀττικόν. Ἀριστοφάνης (fr. novum)· „ἔθανον κἄλλοισιν ἄωροι παῖδεσ“.

### alpha 3496

Ἄωρον · ἀπρεπές, ἀχαρές.

### alpha 3497

Ἀωρόλειος · ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λειαινόμενος.

### alpha 3498

Ἄωτον · ἄνθος, κόσμος, στέφανος.

### alpha 3499

†Ἀωτέβειν† · ὑφαίνειν.

### alpha post 3499t

Τέλος τοῦ Α στοιχείου

### beta t

Ἀρχὴ σὺν θεῷ τῆς Βῆτα

### beta 1

Βαβάζειν · τὸ 〈μὴ〉 διηρθρωμένα λέγειν. ἔνιοι βοᾶν.

### beta 2

Βαβράζων · κεκραγὼς συντόνως.

### beta 3

Βαβαί · θαυμαστικὴ ἡ φωνή.

### beta 4

Βαίτων καὶ βαιτάς · ἀντὶ τοῦ μωρὸς ἢ μωρά. οὕτω Φιλήμων (fr. novum).

### beta 5

Βάβακα · τὸν †γάμον†.

### beta 6

Βαβάκτης · ὁ μανιώδης καὶ ἀκρατής, καὶ ἰδιαίτερον ὁ Πάν.

### beta 7

Βάβαλον · αἰδοῖον.

### beta 8

Βαβάκτης · ὀρχηστής, ὑμνῳδός, μανιώδης, κραύγασος· ὅθεν καὶ Βάκχος.

### beta 9

Βαβοῦς · ὄνομα κύριον.

### beta 10

Βαβύας · πηλός, βάθρον, βῆμα.

### beta 11

†βάβικες† · τὰ οὖλα τῶν ὀδόντων. οἱ δὲ σιαγόνας. οἱ δὲ τὰ ἐν τοῖς ὀδοῦσιν ἀπὸ τῆς τροφῆς κατεχόμενα.

### beta 12

{ Βαβάκκαρις · μύρον τι. Ῥοδίαν γυναῖκα}.

### beta 13

Βαγεύει · πλανητεύει.

### beta 14

Βάγιον · μέγα.

### beta 15

Βάδην · περιπάτῳ ἐρχόμενος.

### beta 16

Βαδίζου · ἀντὶ τοῦ βάδιζε. οὕτως Κρατῖνος (fr. 391 K.).

### beta 17

†βάδιστοι† · βραδύτατοι.

### beta 18

Βάδιος · υἱός.

### beta 19

Βαθεῖαν αὔλακα (Aeschyl. Sept. 593)· ὅπερ ἐστὶ †στιχὶς† γῆς ὑπὸ ἀρότρου. μεταφορικῶς δὲ ἀπὸ τούτου βαθείας φρένας τὰς κεκρυμμένας σημαίνει.

### beta 20

Βάθρον · θεμέλιον. καὶ †βάραθρα† · ἀγάλματα.

### beta 21

Βαθύγλωσσοι · ἐλλόγιμοι, εὔγλωττοι.

### beta 22

Βαθυδίνης · ἐν βάθει ἔχων τὰ ῥεύματα.

### beta 23

Βαθυλήϊον · σιτοφόρον πεδίον.

### beta 24

Βαθυπέπλων · μεγάλων, ἐκ †τῶν παρακολουθούντων†.

### beta 25

Βαθύσχοινον (Δ 383)· ὑψηλὰς σχοίνους φέροντα.

### beta 26

Βαθύς · ἀντὶ τοῦ πονηρός. οὕτω Μένανδρος (fr. 830 K.—Th.).

### beta 27

〈Βάκκαρις · μύρον τι. „Ῥοδίαν γυναῖκα〉 βακκάριδι μεμιγμένην“. οὕτως 〈Εὔπολις ἐν〉 Αὐτολύκῳ (fr. novum).

### beta 28

Βακάντιβος · σχολαστής, μὴ παραμένων τῷ πράγματι αὐτοῦ.

### beta 29

Βάκηλος · μέγας μέν, ἀνόητος δὲ καὶ γυναικώδης.

### beta 30

Βακτηρεύειν ·

### beta 31

Βακτηρία καὶ σύμβολον · οἱ λαχόντες δικάζειν ἐλάμβανον παρὰ τῶν δημοσίων ὑπηρετῶν σύμβολον καὶ βακτηρίαν, καὶ οὕτως ἐδίκαζον. τὴν χρόαν ὁμοίαν εἶχε τῇ βακτηρίᾳ τὸ δικαστήριον. τὸ μέντοι γε σύμβολον 〈μετὰ〉 τὴν κρίσιν ἀποδιδοῦντες ἐκομίζοντο τριώβολον, ὅπερ καὶ δικαστικὸν ἔλεγον.

### beta 32

Βακτηρία καὶ σύμβολον · πολλῶν Ἀθήνησι δικαστηρίων ὄντων πολλάκις οἱ κληρωθέντες δικάζειν ἐνταῦθα ἀπῄεσαν ἀλλαχοῦ. ἵνα οὖν μηκέτι τοῦτο γένηται, ὁμόχρωμοι τοῖς δικαστηρίοις ἐδίδοντο βακτηρίαι.

### beta 33

† Βακάνιον · ἐπικαμίνιον†. Ἀριστοφάνης (fr. 592, 2 K.).

### beta 34

Βάκχους · τοὺς κλάδους. οὕτως Θεόπομπος (fr. novum).

### beta 35

Βακχεύων · μαινόμενος.

### beta 36

Βαλανάγρα · ἡ κλείς, παρὰ τὸ ἀγρεύειν τὴν βάλανον. βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦμεν μάγγανον.

### beta 37

Βαλάντιον · μάρσιππος.

### beta 38

Βαλανειομφάλους · τὰς φιάλας οἱ κωμικοὶ (Cratin. fr. 50 K.) καλοῦσιν.

### beta 39

Βαλανεύειν · λαμπροφωνεύεσθαι. οὕτως Ἀριστοφάνης (fr. novum).

### beta 40

Βαλβίς · ἡ ἄφεσις τῶν δρομέων. ἔστι δὲ ξύλα δύο, ἀφ’ ὧν σχοινίον διατείνεται· ἀφ’ ἧς βαλβῖδος ἐξέτρεχον οἱ ἀγωνιζόμενοι.

### beta 41

Βαλβῖσιν · ἀντὶ τοῦ ταῖς ἀρχαῖς. εἴρηται δὲ ἀπὸ τῶν δρομέων· ἡ γὰρ ὑπὸ τὴν ὕσπληγα γινομένη γραμμὴ διὰ τὸ ἐπ’ αὐτῆς βεβηκέναι τοὺς δρομέας βαλβὶς καλεῖται. {ὕσπληξ δὲ φραγγέλιον, ἀφετηρία}.

### beta 42

Βαλβίς · βάσις ταπεινή, ἢ ἀφετηρία καὶ καμπτός.

### beta 43

Βαλαντιοτόμος · κλέπτης.

### beta 44

Βαλανεύσασθαι · ἀντὶ τοῦ βαλανείῳ χρήσασθαι.

### beta 45

Βαλμός · στῆθος.

### beta 46

Βαλίαν · κατάστικτον.

### beta 47

Βάλλ’ ἐς Μακαρίαν · οἷον εἰς Ἅιδου· Μακαρία γὰρ ἡ Ἡρακλέους, ὁπηνίκα ἐπεστράτευσεν ὁ Εὐρυσθεὺς ταῖς Ἀθήναις, ἑαυτὴν ἐπέδωκε σφάγιον ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας. τὸ δ’ αὐτὸ τοῦτο καὶ οὕτω λέγουσιν· „ἐς Μακαρίαν“ καὶ „εἰς Μακαρίαν“.

### beta 48

Βάμμα Κυζικηνόν · τὴν ἀκάθαρτον ἀσχημοσύνην Ἀττικοὶ λέγουσιν.

### beta 49

Βαμβαίνει · διστάζει, τρέμει τοῖς ποσὶ καὶ τῇ γλώττῃ ἀσήμως φθέγγεται.

### beta 50

Βάμβαλον · ἱμάτιον Βαβυλώνιον. οὕτως Ἀριστοφάνης (fr. novum).

### beta 51

Βαμβακεύτριαι · αἱ μαγγανεύουσαι καὶ ἐπᾴδουσαι.

### beta 52

Βάβαξ · μάταιος, λάλος, φλύαρος, ἐνθουσιῶν, ἀναιδής.

### beta 53

Βαβάξαι · ὀρχήσασθαι Λύδιον.

### beta 54

Βαμβαλύζειν · τρέμειν ὑπὸ ψύχους.

### beta 55

Βαμβαίνοντες · τοῖς χείλεσιν ἠχοῦντες.

### beta 56

Βάναυσος · πᾶς τεχνίτης διὰ πυρὸς ἐργαζόμενος· βαῦνος γὰρ ἡ κάμινος.

### beta 57

Βάραθρον · τόπος βαθύς, ὅπου οἱ κακοῦργοι ἐμβάλλονται.

### beta 58

Βάραθρον · ὄρυγμά ἐστιν, εἰς ὃ ὁ τῆς Ἱπποθοωντίδος δῆμος τοὺς ἐπὶ θανάτῳ κατακρίτους ἐνέβαλον. ἐν δὲ τοῖς Φιλιππικοῖς ὁ Δημοσθένης (8, 45 et 10, 16) τὴν λέξιν οὐ κυρίως εἶπεν, ἀλλ’ ἐκ μεταφορᾶς, 〈οἷον〉 ἐν τῷ ὀλέθρῳ.

### beta 59

Βάραθρον · ἔστι μὲν †πᾶσα γῆ† τὰ μὲν ἄνω ἔχουσα ἰσχυρά, ὑπόχαυνα δὲ τὰ κάτω, ὥστε καταδῦναι τὸν ἐπιβάντα. Ἀθήνησι δὲ ἦν καὶ ὄρυγμα, εἰς ὃ τοὺς ἐπὶ θανάτῳ καταγνωσθέντας ἐνέβαλον, ὥσπερ εἰς τὸν Καιάδαν Λακεδαιμόνιοι.

### beta 60

Βαρυγέτας · σεμνὸς μὲν καὶ βάρος ἔχων, δοῦλος δὲ καὶ Γέτας. οὕτως Εὔπολις (fr. novum).

### beta 61

Βάραθρον · τόπος ἦν κοῖλος Ἀθήνησιν ὄρυγμα καὶ βάραθρον καλούμενος, εἰς ὃ τοὺς κακούργους ἐνέβαλον. οὗτος ὕστερον ἐχώσθη, ὁπότε τὸν Φρύγα τῆς μητρὸς τῶν θεῶν ὄργια δεικνύντα ἐμβαλόντες ἀπέκτειναν καὶ ἡ θεὸς ἐμήνισεν, κατὰ χρησμὸν δὲ καὶ τέμενος τῆς θεοῦ ἱδρύσαντο. Ἀριστοφάνης δὲ (fr. 320, 8 K.) κόσμιον γυναικεῖον.

### beta 62

Βάρβιτον · ψαλτήριον, κιθάρα.

### beta 63

Βαρβαρίζει · ἀντὶ τοῦ τὰ τῶν βαρβάρων φρονεῖ.

### beta 64

Βάρεις · πλοῖα, τείχη, στοαί, αὐλαί, πύργοι, σφῦραι.

### beta 65

Βαρύμηνις · μνησίκακος.

### beta 66

Βαρυπήμων · ἄθλιος, βεβαρημένος, κακός.

### beta 67

Βαρέως φέρειν · ἀντὶ τοῦ ἀηδῶς.

### beta 68

Βαρεῖα χείρ · Ἱππῶναξ τὴν δεξιάν (fr. 138a W.).

### beta 69

Βασανίζειν · οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι σημαίνει παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ἀνακρίνειν καὶ ἐλέγχειν τὸ ἀληθὲς διὰ λόγων.

### beta 70

Βάσανος · λίθος ἐστίν, ᾗ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσι. οὕτως Ἀντιφῶν (fr. 157 Th.) καὶ Πίνδαρος (Pyth. 10, 67). Ὑπερείδης δὲ (fr. 5 J.) τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφόμενα βασάνους ὠνόμασεν.

### beta 71

Βασανίσας · ἀντὶ τοῦ δοκιμάσας. κέχρηνται σχεδὸν ἅπαντες οἱ ἀξιόλογοι.

### beta 72

Βασιλίς · ἡ τοῦ βασιλέως γυνή, ὡς καὶ βαλανὶς ἡ τοῦ βαλανέως.

### beta 73

Βασιλικὴ διαδρομή · ἡ γενομένη τοῦ βασιλέως παρόντος διαδρομή. ἔστι δὲ οὗτος εἷς τῶν θʹ ἀρχόντων Ἀθήνησιν· ὃς βασιλικὴ διαδρομὴ καλεῖται.

### beta 74

Βασιλεύς · εἷς μέν ἐστι τῶν ἐν Ἀθήνησιν θʹ ἀρχόντων. ἐπεμελεῖτο δὲ οὗτος τῶν περὶ τοὺς θεούς, καὶ τὰς ἀσεβείας ἐξήταζεν καὶ εἰσῆγεν εἰς τὸ δικαστήριον. καὶ ἀντὶ τοῦ τύραννος. οὕτως Πλάτων ἐν Πολιτικῷ (258e, al.).

### beta 75

Βασιλίδες · ὑποδήματα.

### beta 76

Βασίλεια · ἡ βασιλεύουσα.

### beta 77

Βασιλίνδα · παιδιά τις, ἐν ᾗ βασιλέας τινὰς ἀποδεικνύασι.

### beta 78

Βασίλειον · ἀντὶ τοῦ βασιλικόν.

### beta 79

Βάσιμος · πορευτική, εὐεπίβατος.

### beta 80

Βασίλειος στοά · δύο εἰσὶ στοαὶ παρ’ ἀλλήλας, ἥ τε τοῦ Ἐλευθερίου Διὸς καὶ ἡ Βασίλειος. ἔστι δὲ καὶ τρίτη, ἣ πάλαι μὲν Πυανάκτιος ἐκαλεῖτο, νῦν δὲ μετωνομάσθη Ποικίλη.

### beta 81

Βάσκανος · ὁ κακίζων καὶ μεμφόμενος ἅπαντα καὶ πειρώμενος εἰς ἀπέχθειαν ἄγειν. καὶ βλαβερὸς καὶ δηλητικός. οὕτως Ἀριστοφάνης (Equ. 103. Plut. 571) καὶ Εὐριπίδης (fr. 933 N. 2 = 379a Snell). 〈Φερεκράτης δὲ ἐπὶ τοῦ λυπηροῦ λαμβάνει τὴν λέξιν, οἷον „ὁ λαγώς με βασκαίνει“ καὶ λυπεῖ〉 (fr. 174 K.).

### beta 82

Βασκαίνει · μέμφεται.

### beta 83

Βασκαίνει · ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ. οὕτω Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος (18, 189). καὶ ἐν τοῖς ἑξῆς (18, 108) „βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐδέν ἐστι πολίτευμα ἐμόν“ φησιν, ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικόν.

### beta 84

Βάσσαρος · ἀλώπηξ κατὰ Ἡρόδοτον (4, 192, 2).

### beta 85

Βασσάραι · χιτῶνες, οὓς ἐφόρουν αἱ Θρᾴκιαι Βάκχαι, καλούμεναι οὕτως ἀπὸ τοῦ Βασσαρέως Διονύσου. ἦσαν δὲ ποικίλοι καὶ ποδήρεις. Αἰσχύλος ἐν Ἠδωνοῖς (fr. 59 N. 2 = 73 M.)· „ὅστις χιτῶνας βασσάρας τε Λυδίας ἔχει ποδήρεισ“.

### beta 86

Βαστάσαι · οὐ τὸ ἆραι δηλοῖ παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ψηλαφῆσαι, διασηκῶσαι καὶ διασκέψασθαι τῇ χειρὶ τὴν ὁλκήν.

### beta 87

Βασμοί · βαθμοί.

### beta 88

Βαστάσας · ἀντὶ τοῦ δοκιμάσας. οὕτως Εὔπολις (fr. 303, 4 K.).

### beta 89

Βαστραχηλίσαι · τραχηλίσαι· βάστραχας γὰρ τοὺς τραχήλους Βοιωτοί.

### beta 90

Βατός · βάσιμος τόπος.

### beta 91

Βάταλος · κύριον. κεκωμῴδηται δὲ ἐπὶ μαλακίᾳ. Εὔπολις δὲ (fr. 82 K.) τὸν πρωκτὸν βάταλον καλεῖ. καὶ ἴσως ἔνθεν καὶ τοὺς κιναίδους βατάλους καλοῦσι.

### beta 92

Βατία · οἰκία τις ἀπὸ Βάτωνος ἐπωνομασμένη δεσπότου. ἢ σκεῦος, ἢ χωρίον τι, ἢ κόσμος.

### beta 93

Βατάνια · τὰς λοπάδας. οὕτως Ἄλεξις (fr. 24, 3 et 172, 9.18 K.).

### beta 94

Βατή · δῆμος Αἰγηΐδος.

### beta 95

Βατήρ · ἡ ἀρχὴ τοῦ τῶν πεντάθλων σκάμματος.

### beta 96

Βάτταλος · βδελυρός, αἰσχρός.

### beta 97

Βάτταλος · ἐπώνυμον ἦν Δημοσθένους. ἐκάλουν δὲ οἱ παλαιοὶ τὸν μαλακὸν οὕτως ἀπὸ Βαττάλου τινὸς αὐλητοῦ, ὃς μαλακὸς ὢν καὶ αὐλήματα τοιαῦτα ἐξεῦρεν. οἱ δὲ βάτταλον ὀνομάζεσθαι παρὰ τοῖς παλαιοῖς φασι τῶν μαλακιζομένων τὸν πρωκτόν, ἀπὸ τοῦ τύπτεσθαι ἐν τῷ ἔργῳ καὶ μαλακίζεσθαι.

### beta 98

Βατράχιον · βάμμα τι καὶ ἄνθος οὕτως καλεῖται. καὶ βατραχὶς ἡ βεβαμμένη ἐσθής.

### beta 99

Βάττου σίλφιον · ἐπὶ τῶν σπανίους τιμὰς λαμβανόντων· οἱ γὰρ Κυρηναῖοι ἑνὶ τῶν Βάττων ἐξαίρετον ἔδοσαν τὸ σίλφιον, καὶ τοῦ νομίσματος ἐπὶ μὲν θατέρου Ἄμμωνα, ἐπὶ δὲ θατέρου σίλφιον ἐτύπωσαν. οἱ δὲ ἐπὶ Λιβύης Ἀμπελιῶται εἰς Δελφοὺς ἀνέθεσαν καυλὸν σιλφίου.

### beta 100

Βατταρισμοί · φλυαρίαι.

### beta 101

Βατήρ · ἡ ἀρχὴ τοῦ τῶν πεντάθλων σκάμματος. „αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου“, φησί τις, οἷον τὸ ἐπικαιρότατον καὶ τὸ πρῶτον.

### beta 102

Βαυκαλᾶν · τιθηνεῖσθαι μετ’ ᾠδῆς τὰ παιδία.

### beta 103

Βαυκαλᾶν · τὸ κατακοιμίζειν.

### beta 104

Βαυκίδες · ὑποδήματα γυναικεῖα, ἀφ’ οὗ τὸ θρύπτεσθαι καὶ Βαυκίζεσθαι. καὶ τὸ τρυφερὸν βαυκόν.

### beta 105

Βαυκισμός · Ἰωνικὴ ὄρχησις. οὕτως Ἀμειψίας (fr. novum).

### beta 106

Βαυκόν · ἤτοι τὸ τεθρυμμένον ἢ ποικίλον.

### beta 107

Βαῦνος · ἡ κάμινος.

### beta 108

Βάψας τὴν κώπην (cf. Ar. fr. 225 K.)· πλεύσας, ἐλθὼν πρὸς τοὺς ναυτοδίκας, οἳ τὰ τῆς ξενίας ἐδίκαζον. ἢ ἀπὸ τῶν φαρμακοποιούντων· λέγουσι γὰρ τὸ βάψας ποιήσας μέλαν.

### beta 109

Βδάλλειν · ἀμέλγειν.

### beta 110

Βδέλλεται · ἀμέλγεται. Πλάτων δὲ βδάλλεται λέγει (Theaet. 174d).

### beta 111

Βδελυρός · αἰσχροποιός.

### beta 112

Βδελύττεσθαι · μυσάττεσθαι, ναυτιᾶν, ἀποστρέφεσθαι. Ἀπολλόδωρος Κυρηναῖος μισεῖν. ἀπὸ τούτου καὶ ἡ βδελυγμία. ἀπὸ τοῦ μύσους καὶ ἡ βδελυρία.

### beta 113

Βδέννυσθαι · ἐκκενοῦσθαι τὴν κοιλίαν.

### beta 114

Βέβακε · τὸ δεδαπάνητο λέγουσι Δωρικῶς.

### beta 115

Βεβαιολόγος · ὁ μάρτυς.

### beta 116

Βεβαιώσεως · δίκης ἐστὶν ὄνομα, ἣν ἐδικάζοντο τῷ ἀποδομένῳ οἱ παρ’ αὐτοῦ τι ὠνησάμενοι, ἐνίοτε δὲ καὶ ἀρραβῶνος μόνον δοθέντος. κινήσεως δέ τινος ἐπὶ τὸ πιπρασκόμενον γινομένης ἡ δίκη ἦν.

### beta 117

Βεβηκός · ἀσφαλές.

### beta 118

Βέβηλος · ἀκάθαρτος ἢ ἀμύητος.

### beta 119

Βέβηκεν · ἕστηκεν, ἐπέπηκτο.

### beta 120

Βέβριθε · βαρύνεται.

### beta 121

Βεβριθυῖα · βαρεῖα, ἰσχυρά.

### beta 122

Βέβρυχεν · ἠχεῖ.

### beta 123

Βεβυσμένα · λαθραῖα ἢ †πεπρωμένα†.

### beta 124

Βέλος · τραῦμα.

### beta 125

Βέλεμνα · βέλη.

### beta 126

Βενδῖς · Θρᾳκία δαίμων ὀπαδὸς Ἀρτέμιδος. διὸ καὶ οἱ ἀγείροντες αὐτῇ διλογχιδίῳ ἐχρῶντο.

### beta 127

Βέμβιξ · ὁ ῥόμβος. καὶ ἡ περιστροφὴ τῶν στρόμβων.

### beta 128

Βερβίνια · ξύλα καθηλωμένα, ἐξ ὧν τὰς ληκύθους κατήρτων.

### beta 129

Βερέσχετοι (Ar. Equ. 635)· ἀνόητοι.

### beta 130

Βῆ τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς, οὐχὶ βαὶ λέγουσιν Ἀττικοί. Κρατῖνος Διονυσαλεξάνδρῳ (fr. 43 K.)· „ὁ δ’ ἠλίθιος ὥσπερ πρόβατον βῆ βῆ λέγων βαδίζει“.

### beta 131

Βησᾶς ἕστηκας · οἷον ἀχανής. οὗτος ἕστηκεν ἀχανὴς καὶ παταγώδης καὶ ὑπόμωρος.

### beta 132

Βῆ δέ (A 34)· ἐπορεύθη.

### beta 133

Βηλός · βαθμὸς θύρας. ἢ οὐρανός.

### beta 134

Βήρηκες · τὰ φυράματα ἐξ ὧν αἱ μᾶζαι γίνονται.

### beta 135

Βησηΐς · δῆμός ἐστι τῆς Ἀντιοχίδος Βῆσσα.

### beta 136

Βίας · καὶ τὰς πλαγίους δισυλλάβως λέγουσι.

### beta 137

Βιβάζεται · ἐπὶ τοῦ ὀχεύεται. καὶ βαίνειν τὸ ὀχεύειν ἔλεγον οἱ παλαιοί.

### beta 138

Βιβάζει · συζεύει, ὀχεύει.

### beta 139

Βιαίων · ὄνομα δίκης ἐστὶ κατὰ τῶν βίᾳ πραττόντων ὁτιοῦν· ὁ δὲ ἁλοὺς ἀποτίνει εἰς τὸ δημόσιον ἴσον τῷ ἑλόντι. Δημοσθένης κατὰ Μειδίου (21, 44). εἰσὶ δὲ καὶ ἐν τοῖς Λυσιακοῖς φερόμενοι λόγοι βίαιοι (fr. 248 S.). καὶ δῆλον ὅτι οὐκ ἐπὶ φθορᾷ παρθένων μόνον οὔτε τὸ ὄνομα οὔτε ἡ δίκη ἐλέγετο, ἀλλὰ καὶ ἐπ’ ἄλλων.

### beta 140

†βίδοις† · κρούματος ὄνομα.

### beta 141

Βίολα · πέδιλα, ὑποδήματα.

### beta 142

Βίον μεμαγμένον · παροιμία ἐπὶ τῶν †εὐδαιμονιζόντων† ἐπὶ πολυτελεῖ καὶ ἡδεῖ βίῳ.

### beta 143

Βίον · ἐπὶ τῆς οὐσίας. Μένανδρος Παλλακῇ (fr. novum).

### beta 144

Βιοτὴ καὶ βίοτος · ζωὴ καὶ τὰ πρὸς τὸ ζῆν. καὶ ἡ οὐσία.

### beta 145

Βιοῦται · ἀντὶ τοῦ ζῇ ἢ ζήσεται. οὕτως Ἡρόδοτος (2, 177, 2).

### beta 146

Βιῶναι · ζῆσαι.

### beta 147

Βιώτω · ζησάτω.

### beta 148

Βιώνης · ὁ τὰ δημόσια ἀγοράζων.

### beta 149

Βλαισός · παραλυτικός.

### beta 150

Βλάκα · τὸν εὐήθη καὶ ἀνόητον. εἴρηται δὲ ἀπὸ ἰχθύος τινὸς ὁμοίου σιλούρῳ, ἀχρήστου δὲ ὄντος, ὡς μηδὲ κύνα αὐτῷ χρῆσθαι. 〈Πολιτείας δʹ (432d)· „βλακικόν τε ἡμῶν τὸ πάθοσ“, ὡς εἰ λέγοι τις πνευμονίαν, ἀπὸ τοῦ θαλαττίου ζῴου ὄντος ἀναισθήτου〉. οἱ δὲ ἀπὸ τοῦ πρὸς τῇ Κύμῃ χωρίου τῆς Βλακείας, οὗ μνημονεύει καὶ Ἀριστοτέλης (fr. 525 Rose). καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλος τι βλακεννόμιον , ὃ οἱ ἀστρολόγοι τελοῦσι διὰ τὸ τοὺς μωροὺς εἰσιέναι πρὸς αὐτούς.

### beta 151

Βλακᾶς · μωρός τις μὴ εἰδὼς τὰ πράγματα διακρῖναι.

### beta 152

Βλακεία · ὑπεροψία, μωρία.

### beta 153

Βλακεύει · μαλακίζεται.

### beta 154

Βλακεύεται · μαλακίζεται.

### beta 155

Βλάστη · βλάστημα.

### beta 156

Βλαύτας · ὑποδήματά τινα.

### beta 157

Βλεννόν · τὸν μωρόν. οὕτως Σώφρων (fr. 51 Kaibel). σημαίνει δὲ καὶ τὸν νωθῆ.

### beta 158

Βλέννα · ἡ μύξα. Σώφρων δὲ διὰ τοῦ π φησὶ πλέννα (fr. no‐ vum).

### beta 159

Βλεπεδαίμων · ὁ διεστραμμένος τὰς ὄψεις καὶ οἷον ὑπὸ δαίμονος πεπληγώς.

### beta 160

Βλάξ · μωρός.

### beta 161

†βλέποι† · ἀντὶ τοῦ βλέμμα. οὕτως Ἀριστοφάνης (Nub. 1176).

### beta 162

Βλέποντες · ἀντὶ τοῦ ζῶντες. οὕτω Σοφοκλῆς (Ai. 962).

### beta 163

Βλῆμα · 〈ἀντὶ〉 τοῦ βληθέντος βέλους. οὕτως Ἡρόδοτος(3, 35, 3).

### beta 164

Βλήσπειν · καταβάλλειν.

### beta 165

Βλητός · ἀπόπληκτος.

### beta 166

Βληχήματα · φωναὶ προβάτων.

### beta 167

Βληχρόν · ἀσθενὲς παρ’ Ὁμήρῳ καὶ †Ἀγκαίῳ†. Πίνδαρος δὲ (fr. 245 Snell) ἀντὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει.

### beta 168

Βλιμάζειν · τὸ πειράζειν καὶ ψηλαφᾶν καὶ ἅπτεσθαι τῶν ἀπορρήτων μελῶν τῶν γυναικείων καὶ διεγείρειν τὰς ἐπιθυμίας, 〈ὥς φησι Κρατῖνος (fr. 302 K.)· „ὡς μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον, ὦ θεοί· καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δ’ ἐφρόντιζεν οὐδὲ ἕν“〉.

### beta 169

Βλιμάζειν · τὸ ταῖς χερσὶ διαθλίβειν. καὶ τὸ τὰ κηρία θλῖψαι βλίσαι λέγεται.

### beta 170

Βλιμάζειν · τὸ ἐκθλῖψαι καὶ τὸ τιτθολαβεῖν καὶ ψηλαφᾶν. οὕτω Φερεκράτης (fr. novum).

### beta 171

Βλιμάζων · ἀποστάζων τοῦ μέλιτος.

### beta 172

Βλιτομάμας · μαλακός.

### beta 173

Βλίτων · ἀντὶ τοῦ μάργος. ἢ μωρός.

### beta 174

Βλιτάδας · οἱ παλαιοὶ τὰς εὐτελεῖς γυναῖκας, ὥς φησι Κράτης (fr. novum).

### beta 175

Βλίττειν · ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων.

### beta 176

†βλίχων† · ἡ †γλίχων† οὕτω λέγεται παρὰ Ἀττικοῖς. ἔστι δὲ εἶδος βοτάνης. καὶ τὸ ἐφήβαιον Ἀριστοφάνης (Lys. 89) οὕτως ὀνομάζει.

### beta 177

Βλοσυρός · ἀξιωματικός, καταπληκτικός, φοβερός, σεμνός.

### beta 178

Βλόψ · κατὰ μίμησιν ἐπὶ τῆς κλεψύδρας, ὥσπερ κὺξ ἐπὶ τῆς ψήφου.

### beta 179

Βλωθρά · χλωρά, ἁπαλή, †εὐαξής†.

### beta 180

Βοανηργές · υἱοὶ βροντῆς.

### beta 181

Βοείας ·

### beta 182

Βόακας , οὐ βῶκας τοὺς ἰχθύας καλοῦσιν. οὕτω Φερεκράτης (fr. 113, 3 K.).

### beta 183

Βοηδρομεῖν · μετὰ σπουδῆς παραγίνεσθαι. Κᾶρες δὲ ἀντὶ τοῦ βοηθεῖν.

### beta 184

Βοηδρομία · βοηδρομεῖν μὲν τὸ βοηθεῖν ὠνομάζετο, τουτέστιν ἐπὶ μάχην δραμεῖν. ἔστι δὲ ἡ Βοηδρομία ἑορτή τις Ἀθήνησι καλουμένη, καθ’ ἣν ἡμέραν ἐβοήθησεν 〈Ἴων〉 ὁ Ξούθου σπουδῇ πολλῇ πολεμουμένοις Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσειδῶνος. Ἐρεχθεὺς δὲ τότε Ἀθηναίων ἐβασίλευεν.

### beta 185

Βοήν · μάχην. καὶ μεγάλην φωνήν.

### beta 186

Βοηδρομιών · μὴν Ἀθήνησι τρίτος ὠνομάσθη.

### beta 187

Βοηθητικώτερον · τὸ ἐπὶ μᾶλλον ἔχον τὴν βοήθειαν.

### beta 188

Βοηδρομιών · μὴν Ἀθήνησι τρίτος ὠνομάσθη ἀπὸ τῆς βοῆς· τὸ παλαιὸν γὰρ οἱ ἄνθρωποι ἀπὸ τῆς ἐρημίας συνέτρεχον εἰς τὸ αὐτὸ πάντες μετὰ βοῆς καὶ ἐβουλεύοντο.

### beta 189

Βοεικόν · τὸ φθέγμα τῶν βοῶν. οὕτω Φερεκράτης (fr. novum).

### beta 190

Βοηθείας καὶ βοηθεῖν οὐ μόνον τὸ συμμαχεῖν, ἀλλὰ καὶ τὸ ἅμα τῷ πυθέσθαι τὴν ἔφοδον τῶν πολεμίων ἐκδραμεῖν κατ’ αὐτῶν. εἴρηται δὲ οὕτως παρὰ τὸ ἅμα τῇ βοῇ θεῖν, ἤγουν τρέχειν.

### beta 191

Βοίδης · πρᾶος. ἔστι παρὰ Μενάνδρῳ (fr. 833 K.—Th.).

### beta 192

Βοῖος · ἀντὶ τοῦ βόειος.

### beta 193

Βόθυνος · τόπος τις ἰδίως οὕτω καλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ, οὗ μνήμην Ἰσαῖος (fr. 55 S.) καὶ Καλλισθένης (FGrHist 124 F 45) ποιεῖται.

### beta 194

Βολεῶνες · οὕτως ἐλέγοντο, ἐν οἷς οἱ ἄνθρωποι ἀποπατοῦσι. Ξενοφῶν δὲ ὑηλεῖα τοὺς τοιούτους τόπους καλεῖ· ἥδονται γὰρ τοῖς τοιούτοις χώροις οἱ ὕες.

### beta 195

Βολεῶνας οἱ Ἀττικοὶ καλοῦσιν, οὗ ἡ κόπρος τῶν βοῶν καὶ τῶν ὑποζυγίων καὶ τῶν προβάτων βάλλεται.

### beta 196

Βολεῶνες · οἱ δεχόμενοι τόποι τὴν κόπρον οὕτω καλοῦνται. οὕτως Δείναρχος (fr. 3, 3 C.) καὶ Φιλήμων (fr. 221 K.) καὶ ἄλλοι.

### beta 197

Βολή · ἀντὶ τοῦ βουλή. οὕτως Ἀξιόνικος (fr. novum).

### beta 198

Βόλβιτον · τὴν παντοδαπῆ κόπρον.

### beta 199

Βολίς · βέλος, ἀκόντιον, λογχάριον.

### beta 200

Βόλιτον · βόλβιτον δὲ οἱ Ἴωνες, οἵ τε ἄλλοι καὶ Ἱππῶναξ (fr. 144 W.).

### beta 201

Βολβορυκτικόν · γενναῖον. οὕτως Ἀριστοφάνης (fr. novum).

### beta 202

Βολβορυκτικὸν τόλμημα · τὸ μετὰ βίας, γενναῖον.

### beta 203

Βολβωρυχεῖν · ἀντὶ τοῦ τοιχωρυχεῖν.

### beta 204

Βομβοῦσιν αἱ μέλισσαι, ὅταν τις προσίῃ μύρου ὄζων.

### beta 205

Βομβύλιον · ζῷον. ἢ τὸ βησίον λεγόμενον.

### beta 206

Βομβυλιός · εἶδος μελίττης ἢ παραπλήσιον μελίττῃ ὀνομασθὲν ἀπὸ τοῦ βομβεῖν. ἔστι δὲ καὶ ποτηρίου εἶδος στενοπόρου, ἐπεὶ καὶ τοῦτο βομβεῖ. καὶ τὸ ἐλαιηρὸν δὲ ἀγγεῖον καθ’ ὁμοιότητα 〈 *** 〉 βομβυλιὸς λέγεται.

### beta 207

†βόμβυλος† · σκεῦος στρογγυλοειδές.

### beta 208

Βόμβυξ · βοοβοσκός.

### beta 209

Βόμβος · ψόφος τις.

### beta 210

Βόμβησεν · ἐψόφησέ πως.

### beta 211

Βόμβυκες · εἶδος αὐλῶν.

### beta 212

Βομβάζειν · φθέγμα ἐπὶ τῷ διασύρειν καὶ τωθάζειν λεγόμενον.

### beta 213

Βορᾶς · βρώσεως ἢ τροφῆς.

### beta 214

Βορβορυγή · θόρυβος.

### beta 215

Βορβορουρύκη · βόρβορος ἐξ οὔρου.

### beta 216

Βορόν · βρωτικόν.

### beta 217

Βόσιν · τροφήν.

### beta 218

Βοτά · βοσκήματα.

### beta 219

Βοτῆρες · ποιμένες.

### beta 220

Βοτός · τροφὴ ἢ βοσκή. καὶ βροτός · ὁ ἄνθρωπος.

### beta 221

Βότρυς · ἐνώτια.

### beta 222

Βότρυν · τὴν ὀπώραν, οὐχὶ τὴν σταφυλὴν μόνην. καὶ μήποτε τὴν βοτρυΐαν ὀπώραν.

### beta 223

Βοτρυδόν · ἐπαλλήλους. ἡ ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς αἱ ῥᾶγες τῶν βοτρύων.

### beta 224

Βουκόρυζαν · τὴν μεγάλην κόρυζαν. καὶ βουκορυζᾶν · τὸν ἰσχυρῶς κορυζῶντα. Μένανδρος (fr. 834 K.—Th.).

### beta 225

Βουδόρῳ νόμῳ · καθάπερ τοὺς βοῦς δέρουσιν.

### beta 226

†Βούζυγις† · γένος τι Ἀθήνησιν ἱερὸν ἀπὸ Βουζύγου ἥρωος, ὃς πρῶτος ζεύξας βοῦν γῆν ἤροσε καὶ πρὸς γεωργίαν ἐξημέρωσεν. τούτου τοῦ γένους καὶ Λυκοῦργος ἦν. ἀλλὰ καὶ ἡ τῆς Ἀθηνᾶς ἱέρεια ἐκ τούτων ἐγίνετο.

### beta 227

Βουκολήσας · ἀπατήσας.

### beta 228

Βουλεύοντι · ἀντὶ τοῦ συμβουλεύοντι. οὕτω Θουκυδίδης (3, 42, 5).

### beta 229

Βουλεύσεως · τοῦτο τὸ ὄνομα τοῦ ἐγκλήματος ἐπὶ δύο τάττεται· ἢ ὅταν τις ἐπιβουλεύσῃ τινὶ θάνατον, ἄν τε κτείνῃ ἄν τε μή, ἢ ἐάν τις ἐγγεγραμμένος ὀφείλειν τῷ δημοσίῳ δικάζηται τῷ αἰτιασαμένῳ ὡς μὴ δικαίως ἐγγράψαντι. εἰσήγετο δὲ ὁ μὲν βουλεύσας τὸν θάνατον, ὡς μέν τινές φασιν, ἐπὶ Παλλαδίῳ, ὡς δὲ ἕτεροι, ἐν Ἀρείῳ πάγῳ, ὁ δὲ δικαζόμενος μὴ ὀφείλειν ἐν δικαστηρίοις ἑτέροις. ἑκάτερος δ’ οὖν ἐλέγετο βουλεύσεως δικάζεσθαι δίκην.

### beta 230

Βουλεύσεως · ἐγκλήματός ἐστιν ὄνομα ἐπὶ δυεῖν πραγμάτοιν ταττόμενον· τὸ μὲν γάρ ἐστιν, ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε καὶ μή, τὸ δὲ ἕτερον ὅταν τις ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν γεγραφότι. καὶ Ἰσαῖος μὲν (fr. 62 S.) ἐπὶ Παλλαδίῳ λέγει εἰσάγεσθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα, ὡσαύτως καὶ Ἀριστοτέλης (Ath. Pol. 57, 3), Δείναρχος δὲ (fr. 15, 2 C.) ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος πρώτῳ (25, 28.73) λέγει. ὁ μέντοι Ὑπερείδης (5, 18) ἰδίως τὸ τῆς βουλεύσεως ὄνομα ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς τὰ χρήματα λαμβάνει.

### beta 231

Βουληφόρος · πρόβουλος, ἀρχίβουλος, ἡγεμών, ἄρχων.

### beta 232

Βουλαία · Δείναρχος (fr. 19, 2 C.)· Ἑστία ἡ ἐν τῇ βουλῇ ἱδρυμένη.

### beta 233

†βουλία† · τὸ χρηματίζοντά τινα τῆς βουλῆς πράττειν, ἃ τοῖς βουλευταῖς προσήκει. οὕτω Δείναρχος (fr. 19, 2 C.) καὶ Ἀριστοφάνης (Thesm. 809).

### beta 234

†βουλιτὴ† δίκη · τὸ εἰς τὰ ἀλλότρια ἀποτίθεσθαι ἐπὶ τῇ μονῇ.

### beta 235

Βούλιμος · ἡ ἐπιτεταμένη λιμός.

### beta 236

Βουλυτός · ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπολύονται τῶν ἔργων.

### beta 237

Βούπαις · ὁ νέος, ἐφῆλιξ, βουκόλος.

### beta 238

Βουπλήξ · πέλεκυς, μάστιξ, βούκεντρον.

### beta 239

Βοῦς ἕβδομος · πέμμα κέρατα ἔχον κατὰ μίμησιν τῆς πρωτοφαοῦς σελήνης. ἐκάλουν δὲ αὐτὸ βοῦν προστιθέντες καὶ τὸ ἕβδομον, ὅτι ἐπὶ ἓξ ταῖς σελήναις ἐπεθύετο οὗτος ἕβδομος, ὡς Εὐθυκλῆς ἐν Ἀταλάντῃ (fr. 2 K.). ὁμοίως δὲ καὶ αἱ σελῆναι πέμματα πλατέα κυκλοτερῆ, ἃ καὶ οὕτως ἐκάλουν. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἄγαν ἀναισθήτων.

### beta 240

Βοῦν ἐν γνάθοις φέρει · ἐπὶ τῶν πολυφάγων.

### beta 241

Βούσταθμον καὶ βουστάδιον · βοοστάσιον.

### beta 242

Βούτας · βοονόμος.

### beta 243

Βουτάδαι · οἱ δημόται ἀπὸ Βούτου καὶ Ἐτεοβουτάδαι καλοῦνται.

### beta 244

Βουτάδης · δῆμός ἐστι τῆς Οἰνηΐδος Βουτία, ἀφ’ ἧς Βουτάδαι οἱ δημόται.

### beta 245

Βούτης · οὗτος τὴν ἱερωσύνην ἔσχεν καὶ 〈οἱ〉 ἀπ’ αὐτοῦ Βουτάδαι ἐκλήθησαν. καλοῦνται δὲ Ἐτεοβουτάδαι οἱ ἀπόγονοι τοῦ Βούτου· τὸ γὰρ ἐτεὸν ἀληθὲς δηλοῖ.

### beta 246

Βουτρόφους · τάξις, ὥς φασι, τὶς ἱερωσύνης ἡ τρέφουσα τοὺς βοῦς, ὥστε θύεσθαι τοῖς θεοῖς δημοσίᾳ.

### beta 247

Βουτύπος · βοοθύτης, ὁ τοὺς βόας βάλλων πέλυκι.

### beta 248

Βουτύπος · ἱερεύς τις, ὃς τοὺς βοῦς ἐν ταῖς θυσίαις τύπτων ἔθυεν.

### beta 249

Βουφόνια · ἑορτὴ Ἀθήνησιν, ἐν ᾗ πολλοὶ ἐθύοντο βόες. καὶ ἤγετο αὕτη Σκιροφοριῶνος μηνὸς τετάρτῃ ἐπὶ δέκα.

### beta 250

Βούχετα · πόλις ἐστὶ τῆς Ἠπείρου, οὐδετέρως καὶ πληθυντικῶς λεγομένη, ἥν φησι †Φιλόχορος† ὠνομάσθαι διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν.

### beta 251

Βοώμενον · ἐπικαλούμενον.

### beta 252

Βοώνης · οὗτος παρὰ τῆς πόλεως ᾑρεῖτο, ἵνα βοῦς αὐτῇ πρίηται πρὸς τὰς θυσίας. ἦν δὲ λαμπρὸν τὸ βοώνην γενέσθαι, ἐπειδὴ στρατηγούς φασι μάλιστα βοώνας χειροτονεῖσθαι.

### beta 253

Βοῶπις · μεγαλόφθαλμος, εὐόφθαλμος.

### beta 254

Βοώτης · ἄστρον πλησίον τῶν Ἄρκτων. ὁ δ’ αὐτὸς καὶ Ἀρκτοφύλαξ καλεῖται.

### beta 255

†βοώτης† · αἱ μέγισται ἀρχαὶ παρὰ Ἀθηναίοις ἀπὸ τούτων ἐχειροτονοῦντο.

### beta 256

Βραβεύει · ἐπιψηφίζεται, διανέμει.

### beta 257

Βραβεῖον · ἐπινίκιος ἀμοιβή.

### beta 258

Βραβευτής · διοικητής, κριτής, ὁριστής.

### beta 259

Βράζειν · στεναγμοῦ τι εἶδος.

### beta 260

Βράκανα · λάχανα δύσπλυτα καὶ ἄγρια.

### beta 261

Βράσσει · ζέει, ἀναβάλλει.

### beta 262

Βραυκανᾶσθαι · βοᾶν ὡς τὰ παιδία.

### beta 263

Βραυρών · τόπος τῆς Ἀττικῆς καὶ ἱερὸν Ἀρτέμιδος.

### beta 264

Βραυρωνία · Ἀθήνησιν οὕτως ἡ Ἄρτεμις ἐκαλεῖτο ἀπὸ Βραυρῶνος τόπου, ἐν ᾧ μάλιστα αὕτη ἐτιμᾶτο. ἐκλήθη δὲ ὁ χῶρος ἀπό τινος ἥρωος οὕτω καλουμένου. καὶ ἦν τὸ ἱερὸν πρὸς τῷ Ἐρασίνῳ ποταμῷ κατασκευασθὲν ὑπὸ Πεισιστράτου.

### beta 265

Βράχιστον · ἀντὶ τοῦ βραχύτατον. Σοφοκλῆς (fr. 172 N. 2 = 169 R.).

### beta 266

Βραχυμυθίας · βραχυλογίας.

### beta 267

Βραχυτελῆ · σύντομον, μικρόν.

### beta 268

Βρέγμα καὶ βρεγμόν · τὸ ὑπερμετώπιον μέρος.

### beta 269

Βρέμει (D 425)· ταράσσει, ἠχεῖν ποιεῖ.

### beta 270

Βρενθύεσθαι · διὰ θυμὸν μετεωρίζεσθαι ἢ προσποιεῖσθαι ὀργίζεσθαι.

### beta 271

Βρενθυόμενος · ἐπαιρόμενος, μέγα φρονῶν.

### beta 272

Βρέτας · εἴδωλον, ἄγαλμα.

### beta 273

Βρέτας · ἀναίσθητος. οὕτως Ἀναξανδρίδης (fr. 11 K.).

### beta 274

Βριαροί · βαρεῖς, ἄγριοι, στερεοί, φοβεροί.

### beta 275

Βριθομένη · βαρυνομένη διὰ πλῆθος ὧν ἔφερεν.

### beta 276

Βρίθων · εὐθηνῶν ἢ βαρῶν.

### beta 277

Βρικίσματα · τοὺς φόβους. οὕτως Τηλεκλείδης (fr. novum).

### beta 278

Βρίκαλα · ὄσπριά τινα.

### beta 279

Βριμάζων · τῇ τοῦ λέοντος χρώμενος φωνῇ.

### beta 280

Βριμοῦται · ἀπειλεῖ.

### beta 281

Βρόγχος · καταπότης, ὁ λάρυγξ.

### beta 282

Βρόμος · σπέρμα λεπτῇ κριθῇ ὅμοιον.

### beta 283

Βροτάχους · τοὺς βατράχους Ἴωνες.

### beta 284

Βροτοειδέσιν · ἀνθρωπίναις.

### beta 285

Βροτόεντα · ᾑμαγμένα.

### beta 286

Βροτός · φθαρτὸς ἄνθρωπος.

### beta 287

Βρόχος · σχοινίον ἀγκύλην ἔχον, ὅπερ ἐπισπασθὲν ἀποπνίγει τὸν ἔχοντα. ἢ ξύλινόν τι ὥσπερ κύφων τοῖς τραχήλοις τῶν νομοθετούντων ἐν Λοκροῖς περιτιθέμενον.

### beta 288

Βρῦ · χωρὶς τοῦ ο λέγουσιν ἐπὶ τῶν παιδίων τῶν αἰτούντων πιεῖν.

### beta 289

Βρύα · φυκία θαλάσσης.

### beta 290

Βρυάζει · †πάλιν† τρυφερῶς διάκειται, θάλλει, εὐφραίνεται.

### beta 291

Βρυγμός · τρισμὸς ὀδόντων ἢ μύλων ἀκόνησις.

### beta 292

Βρύει · ἀνθεῖ.

### beta 293

Βρυκυνισταί · εἰκασταί.

### beta 294

Βρύλλειν · τὸ πίνειν. οὕτως Ἀριστοφάνης (Equ. 1126).

### beta 295

Βρῦτον · κρίθινον πόμα. οἱ δὲ ζῦτος.

### beta 296

Βρύττοντες · ὀρύττοντες.

### beta 297

Βρύτια · τὰ τῆς σταφυλῆς πιέσματα, ἅ τινες στέμφυλα λέγουσιν. οἱ δὲ Ἀττικοὶ τὰ τῶν ἐλαῶν ἀλέσματα.

### beta 298

Βρυτίδαι · ὄνομα γένους Ἀττικοῦ.

### beta 299

Βρύχιος · βυθιζόμενος ὕδατι.

### beta 300

Βρυώδης · δυσώδης.

### beta 301

Βρωμᾶσθαι · τὸ ὀγκᾶσθαι πεινῶντα ὄνον. καὶ βρῶμα · ἡ φωνὴ αὕτη.

### beta 302

Βρώμης · βρώσεως, τροφῆς.

### beta 303

Βρώσιμον · ἀντὶ τοῦ βρωτόν.

### beta 304

Βρώταις · ἀντὶ τοῦ διαβιβρωσκούσαις. οὕτω Σοφοκλῆς (fr. 1034a R.).

### beta 305

Βρωτόν · βρῶσιν, τροφήν.

### beta 306

Βύας ὤφθη καὶ βύαι ὤφθησαν · Δίων ἐν Ῥωμαϊκοῖς (40, 47, 2 et 40, 17, 1) ἐν τέρατος λόγῳ τοῖς Ῥωμαίοις ταῦτα ἐπιφαίνεσθαι πολλάκις λέγει. σημαίνει δὲ 〈 *** 〉.

### beta 307

Βυβά · μεστά, πλήρη. καὶ ἐπὶ τοῦ μεγάλου ἔλεγον.

### beta 308

Βυβλιοφόρον · τὸν ἐπιστοληφόρον.

### beta 309

Βύβλος · πάπυρος.

### beta 310

Βύζην · ἀθρόως, πυκνῶς, ἐπαλλήλως, πεπληρωμένως.

### beta 311

Βυνεῖν · σάττειν.

### beta 312

Βύουσιν · φράττουσιν.

### beta 313

Βυρσοδέψης · σκυτοτόμος, ὁ τὰς βύρσας θεραπεύων.

### beta 314

Βυσαύχην · ὁ τοὺς ὤμους συνέλκων ἐπὶ τὸν τράχηλον.

### beta 315

Βυσσοδομοῦντες · ἐκ βάθους σκεπτόμενοι.

### beta 316

Βυσσόν · βάθος.

### beta 317

Βύστρα · τοὺς ἐκ τῶν λαχάνων ψωμούς.

### beta 318

Βύσταξ · ὁ ὑφ’ ἡμῶν μύσταξ. συστέλλουσι δὲ τὴν δευτέραν μύστακα λέγοντες.

### beta 319

Βυττάκη · ὄρνεον Ἰνδικόν. οὕτως Κτησίας (FGrHist 688 F 45).

### beta 320

Βωλίς · ἡ μᾶζα. οὕτως Ἀριστοφάνης (fr. novum).

### beta 321

Βωμολόχος · ὁ περὶ τοὺς βωμοὺς λοχῶν, ὑπὲρ τοῦ λαβεῖν τι παρὰ τῶν θυόντων. μεταφορικῶς δὲ καὶ ὁ παραπλησίως τούτῳ ὠφελείας ἕνεκά τινας κολακεύων. καὶ βωμακεύματα καὶ βωμολοχεύματα. Ἀπολλόδωρος Κυρηναῖος ὁ εὐτράπελος καὶ γελωτοποιός. τινὲς τὸν μετά τινος εὐτραπελίας κόλακα. καὶ τὸν πανοῦργον δὲ καὶ συκοφάντην.

### beta 322

Βωμολοχεύεσθαι · βωμολόχοι κυρίως ἐλέγοντο οἱ ἐπὶ τῶν θυσιῶν ὑπὸ τοὺς βωμοὺς καθίζοντες καὶ μετὰ κολακείας προσαιτοῦντες. ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταὶ καὶ μάντεις. ἐκ μεταφορᾶς δὲ τούτων ἐλέγοντο βωμολόχοι καί τινες εὔκολοι καὶ ταπεινοὶ ἄνθρωποι καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν. ὥστε τοὔνομα τρία σημαίνει.

### beta 323

Βωμοί · οὕτως λέγονται αἱ ἀναβάσεις, στιβάδες.

### beta 324

Βωμός · τέμενος.

### beta 325

Βῶμαξ · ὁ βωμὸς ὑποκοριστικῶς. οὕτως Ἀριστοφάνης (fr. novum).

### beta 326

Βώμακες · βωμολόχοι. οὕτως Τηλεκλείδης (fr. novum).

### beta 327

Βώμαξ · βωμολόχος. οὗτος δὲ ἀπὸ τῶν βωμῶν πρὶν καρπωθῆναι αἴρων. τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων.

### beta 328

Βωμόν · †σταπίδα†. Λάκωνες.

### beta 329

Βῶν · ἀσπίδα. Ἀργεῖοι.

### beta 330

Βώνυσοι · ἄποικοι, βουκόλοι.

### beta 331

Βωμακεύμασι · βωμολοχεύμασι.

### beta 332

Βῶροι · ὀφθαλμοί.

### beta 333

Βωσόμεθα · καλέσομεν, μαρτυρούμεθα.

### beta 334

Βῶσον · †βοήθησον†. Κρατῖνος (fr. 396 K.).

### beta 335

Βῶς · βύρσα, ἀσπίς.

### beta 336

Βωστρεῖν · καλεῖν, βοᾶν.

### beta 337

Βωτεῖν · ἀροῦν. Λάκωνες.

### beta 338

Βωτιάνειρα · ἡ βόσκουσα τοὺς ἄνδρας.

### beta 339

Βώτορες · †βοήτορες†, νομεῖς.

### beta 340

Βῶψ · ἰχθῦς.

### beta 341

Βωῶμεν · ὀμόσωμεν.

### beta 342

†βάων† · Σιμωνίδης (fr. novum) ἀντὶ τοῦ βοῦν. καὶ Ὅμηρος (H 238) „νωμῆσαι †βάων†“.

### beta post342t

Τέλος τοῦ Β στοιχείου

### beta 343

Et. Gen. AB s.v. βόλιμος (unde EM 204, 39): βόλιμος · {τὴν παραγωγὴν ἀπέδωκεν}. καὶ τὸ σημαινόμενον εὗρον εἰς τὸ ῥητορικὸν λεξικόν. ἔστι μόλιβος καὶ κατὰ ἐναλλαγὴν βόλιμος παρὰ Συρακουσίοις (gl. 8 Kaibel).

### gamma t

Ἀρχὴ σὺν θεῷ τῆς Γ

### gamma 1

Γαγγίλη · τὸ ἐν τοῖς ἐπισάρκοις ἐπὶ τῶν σιαγόνων καὶ τῶν ἰσχίων γινόμενον. οὕτω Καλλίας (fr. novum).

### gamma 2

Γαγγαμουλκοί · σαγηνευταί.

### gamma 3

Γαγγάμη · δίκτυον. κυρίως δὲ σαγήνη· ἔνθεν καὶ οἱ σαγηνεύοντες γαγγαμουλκοί.

### gamma 4

Γαδειρικὸν τάριχος · ἀπὸ Γαδείρων νήσων, ἐκτὸς τῶν Ἡρακλέους στηλῶν.

### gamma 5

Γάζα · πόλις Λιβύης.

### gamma 6

Γαζοφυλάκιον · θησαυροφυλάκιον· γάζα γὰρ θησαυρός.

### gamma 7

Γαῖα χάνοι (Z 282)· καταπίοι αὐτὸν ἡ γῆ.

### gamma 8

Γαῖσος · κοντός, εἶδος ἀμυντηρίου, οἷον δόρατος.

### gamma 9

Γακινίαν · τὸν σεισμόν. Καλλίας (fr. novum).

### gamma 10

Γαλεάγρα · ἡ τῶν θηρίων ὑποδοχή.

### gamma 11

Γαλεώτης · ἀσκαλαβώτης, Ἀττικῶς.

### gamma 12

Γαλερόν · φαιδρόν. γαληνόν, ἥσυχον, προσηνές.

### gamma 13

Γαλῇ χιτών · αὕτη ἐπὶ τῶν ἀδίκων τάσσεται καὶ μηδὲν ἀνιέντων.

### gamma 14

Γαληνιᾶν · γάννυσθαι, χαίρειν, διαχεῖσθαι.

### gamma 15

Γαληψός · πόλις ἐστὶ τῆς Θρᾴκης. ὠνομάσθη δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης.

### gamma 16

Γαλάξια · ἑορτὴ Ἀθήνησι 〈μητρὶ θεῶν ἀγομένη, ἐν ᾗ ἕψουσι τὴν γαλαξίαν. ἔστι δὲ πολτὸς κρίθινος ἐν γάλακτι〉.

### gamma 17

Γαλῆ Ταρτησία · μεγάλη πονηρία· τοιαῦτα γὰρ ἡ χώρα ἐκείνη φέρει.

### gamma 18

Γαλιδεύς · εὐτελής, οἷον γαλῆς παῖς.

### gamma 19

†γαλίνη† · γαλῆ. ὑποκοριστικόν.

### gamma 20

Γαλήνη · ἑταίρας ὄνομα. οὕτω Θεόπομπος (fr. novum).

### gamma 21

Γαλεός · εἶδος ἰχθύος.

### gamma 22

Γάλως · ἀνδρὸς ἀδελφή.

### gamma 23

Γαλῆ · περισπᾶν ἀξιοῖ ὁ Ἀρίσταρχος (fr. novum)· τὸ γὰρ πλῆρες γαλέα, ὡς λεοντῆ ἡ λεοντέα καὶ κυνῆ ἡ κυνέα. πάνυ γελοίως· οὐ γάρ ἐστιν ἡ γαλῆ τὸ ὄνομα 〈ὅμοιον〉 τούτοις οὐδὲ κτητικόν.

### gamma 24

Γαμησείειν · τὸ γάμου ἐπιθυμεῖν.

### gamma 25

Γαμηλία · ἡ διδομένη τοῖς φράτορσιν ἐπὶ γάμοις. ἢ τῶν γυναικῶν ἡ εἰς τοὺς φράτορας εἰσαγωγή. οὕτω Δίδυμος 〈ὁ γραμματικόσ〉 (p. 315 Schmidt).

### gamma 26

Γαμηλία · ἡ εἰς τοὺς φράτορας ἐγγραφὴ καὶ εἰσαγωγή, ἣν ὠνόμαζον καὶ Κουρεῶτιν. οἱ δέ φασι γαμηλίαν θυσίαν, ἣν ἔθυον τοῖς δημόταις οἱ εἰς τοὺς ἐφήβους ἐγγραφόμενοι καὶ μέλλοντες γαμεῖν. ἐγίνετο δὲ ἡ θυσία Ἥρᾳ καὶ Ἀφροδίτῃ καὶ Χάρισι γαμηλίαις.

### gamma 27

Γαμηλιών · μὴν Ἀθηναίων ἕβδομος ἀπὸ τῶν γαμηλίων πελάνων ὀνομασθείς, οὓς καθήγιζον τοῖς γαμηλίοις θεοῖς κατὰ τοὺς τῶν γάμων καιρούς. ἐν τούτῳ δὲ τῷ μηνὶ καὶ προχειρότερον ἐγάμουν.

### gamma 28

Γαμητίων · πλακοῦς ὁ ἐκ γάμων.

### gamma 29

Γαμψώνυχας · ἐπικαμπεῖς ὄνυχας ἔχοντας.

### gamma 30

Γάνος καὶ Γανιάδα · χωρία ἐστὶ Θρᾴκης.

### gamma 31

Γανυμένη · χαίρουσα.

### gamma 32

Γάνυσθαι · φαιδρύνεσθαι, χαίρειν καὶ διαχεῖσθαι.

### gamma 33

Γαργαλίζει · κινεῖ, †ὑποσημαίνει†, προτρέπει, ἐρεθίζει.

### gamma 34

Γάργαρα · πλῆθος σημαίνει ἡ λέξις.

### gamma 35

Γαργαρίζει · ἐρεθίζει ἀπὸ τοῦ στόματος ὥστε ἐμέσαι.

### gamma 36

Γαργηττός · δῆμος Αἰγηΐδος φυλῆς, ἔνθα τὸ Εὐρυσθέως ἀπόκειται σῶμα ἐν τῷ Ἀρατηρίῳ.

### gamma 37

Γαστρίζεσθαι · λαμπρότερον τρέφεσθαι.

### gamma 38

Γαστροίδην · τὸν μεγάλην ἔχοντα γαστέρα λέγουσι.

### gamma 39

Γαῦλος · πλοῖον στρογγύλον. καὶ οἱ κάδοι οὕτως.

### gamma 40

Γάστρις · ὁ περὶ τὴν γαστέρα ἀκρατής. καλοῦσι δὲ οὕτως καὶ τὸν ἕλμεις ἔχοντα.

### gamma 41

Γαυνάκας ἀμπεχόμενον.

### gamma 42

Γαυριᾷ · ἀγάλλεται, ἐπαίρεται, θρασύνεται.

### gamma 43

Γαῦρον · στερρόν, μέγα, ἀκλινές, ἀκατάπληκτον.

### gamma 44

Γεγανωμένος · λελαμπρυσμένος.

### gamma 45

Γέγηθε · χαίρει.

### gamma 46

Γέγονεν ἐν καλῷ · καλλίστως ἔσχεν.

### gamma 47

Γεγωνόν · ἐξάκουστον, λαμπρὸν φθέγμα. καὶ γεγωνίσκειν · τὸ φθέγγεσθαι ἐξάκουστα.

### gamma 48

Γεγωνεῖν · ἐξάκουστον βοῆσαι.

### gamma 49

Γεγωνοκῶμαι · γυναῖκες αἱ τὰς κώμας ἐμπιπλᾶσαι βοῆς.

### gamma 50

Γείσιον καὶ γεῖσος · τὸ ἄκρον τείχους. ἢ στεφάνωμα οἴκου. καὶ γεῖσα · τειχῶν ἄκρα.

### gamma 51

Γεισίπους καὶ γεισιπόδισμα · τὸ ξύλον οὕτως ἐλέγετο τὸ ὑποβληθὲν καὶ φέρον τὴν γεῖσαν. γεῖσα δέ ἐστιν καὶ τὸ ὥσπερ τὸ προσκήνιον λεγόμενον καὶ ἡ στεφάνη, δι’ ἧς καὶ ἡ ὑδρορρόη ἐφέρετο.

### gamma 52

Γειῶραι · οἱ τὴν γῆν φυλάττοντες.

### gamma 53

Γελασείοντα (Pl. Phaed. 64b)· γελαστικῶς ἔχοντα, γελάσαι θέλοντα.

### gamma 54

Γεισίπους καὶ γεισιπόδισμα καὶ γεισιποδίζειν · τὸ ἐξέχον τῆς δοκοῦ, ἐφ’ οὗ τὸ γεῖσόν ἐστι, γεισίπους καλεῖται καὶ γεισιπόδισμα. καὶ γεισιποδίζειν δὲ τὸ ποιεῖν τοῦτο.

### gamma 55

Γέλγη · τὸν ῥῶπον καλοῦσιν. ἔστι δὲ καὶ ὁ ῥῶπος Ἑλληνικόν. καὶ Δημοσθένης χρῆται (34, 9) καὶ ἄλλοι (Aeschyl. fr. 263 N. 2 = 245 M., Diph. fr. 55, 5 K.).

### gamma 56

Γέλγιθες · σκορόδων κεφαλαί.

### gamma 57

Γελοῖος · ὁ καταγελαστότατος, προπερισπωμένως. †ὀξυτόνως† δὲ ὁ γελωτοποιός.

### gamma 58

Γενάρχου · πατρός.

### gamma 59

Γενναῖος εἶ ἐκ βαλαντίου · ἐπὶ τῶν διὰ τὸν πλοῦτον εὐγενῶν εἶναι δοκούντων.

### gamma 60

Γένεθλα · γεννήματα.

### gamma 61

Γενέθλια · ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεχθέντος ἑορτή.

### gamma 62

Γενεθλιαλογία · μαντεία περὶ τῆς γεννήσεως.

### gamma 63

Γενέσια · ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεθνεῶτος μνήμη.

### gamma 64

Γέννησιν · τὴν τῶν ἀφροδισίων μίξιν.

### gamma 65

Γεννάδας · γενναῖος, εὐγενέστατος.

### gamma 66

Γενναῖος · ὁ εὖ γεγονώς.

### gamma 67

Γεννῆται · οὐχ οἱ ἐκ γένους καὶ ἀφ’ αἵματος προσήκοντες, ἀλλὰ οἱ ἐκ τῶν γενῶν τῶν συννενεμημένων εἰς τὰς φατρίας. οὗτοι δέ εἰσι καθάπερ οἱ δημόται καὶ φράτορες, νόμῳ τινὶ ἔχοντες κοινωνίαν. τὸ δὲ γένος ἔχει ἄνδρας λʹ. αἱ δὲ φατρίαι ἐκαλοῦντο τριττῦς, ὅτι τεσσάρων φυλῶν οὐσῶν εἰς τρία ἑκάστην διεῖλον μέρη, τὰς μὲν φυλὰς δʹ ποιήσαντες, ἀπομιμησάμενοι τὰς τοῦ ἐνιαυτοῦ ὥρας, τὰς δὲ φατρίας καὶ τριττῦς δώδεκα, καθάπερ οἱ μῆνες, τὰ δὲ γένη λʹ ἑκάστῃ φατρίᾳ, καθάπερ αἱ τξεʹ ἡμέραι.

### gamma 68

Γεννῆται · οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες· καὶ γὰρ διῄρηντο κατὰ μέρη οἱ τῶν Ἀθηναίων πολῖται, καὶ τὰ μὲν μέγιστα μέρη φυλαὶ ὠνομάζοντο, ἑκάστη δὲ φυλὴ πάλιν εἰς τρία διῄρητο, ὧν ἕκαστον μέρος τριττὺς καὶ φατρία ὠνομάζετο. πάλιν δὲ τῶν φατριῶν ἑκάστη εἰς γένη διῄρητο λʹ, ἐξ ὧν αἱ ἱερωσύναι αἱ ἑκάστοις προσήκουσαι ἐκληροῦντο. καὶ γεννῆται, οἱ ἐκ τοῦ αὐτοῦ καὶ πρώτου γένους τῶν λʹ γενῶν, οὓς καὶ πρότερόν φησι Φιλόχορος (FGrHist 328 F 35b) ὁμογάλακτας καλεῖσθαι. Ἰσαῖος μέντοι (7, 13) τοὺς γεννήτας ἁπλῶς ἐξ αἵματος συγγενεῖς ὀνομάζει.

### gamma 69

Γενέτειραν · μητέρα, ποιητικῶς.

### gamma 70

Γεννικῶς · γενναίως.

### gamma 71

Γενετή · πατριὰ ἢ γενέσια.

### gamma 72

Γενετυλλίς · γυναικεία τις θεός. οὕτως Ἀριστοφάνης (Nub. 52, al.).

### gamma 73

Γένυς · τὰ γένεια.

### gamma 74

Γένυσι · σιαγόσι.

### gamma 75

Γενούστης (Pl. Phileb. 30d)· οἷον γεννήτης, ἢ συγγενής, ἢ ἔγγονος. τὸ τελευταῖον ἐκδέχεσθαι ἄμεινον.

### gamma 76

Γεοῦχος · ὁ τὴν γῆν ἔχων.

### gamma 77

†γεοφανεῖον† · χωρίον, ἐν ᾧ γῆς ἦν μέταλλα ξανθά, ἐπιτήδεια τοῖς ζωγράφοις εἰς τὰς γραφάς· τάχα δὲ 〈ἡ〉 μίλτος ἐστί.

### gamma 78

Γέρας · ἀμοιβαί, τιμαί, ἀνταποδόσεις.

### gamma 79

Γεραιός · ἔντιμος.

### gamma 80

Γεραίρειν · τιμᾶν, δοξάζειν.

### gamma 81

Γεραιαί · αἱ τῷ Διονύσῳ ἱερωμέναι γυναῖκες.

### gamma 82

Γερανία · ὄρος τῆς Μεγαρίδος.

### gamma 83

Γεραρόν · ἔντιμον ἢ πρεσβύτερον.

### gamma 84

Γεργέριμοι · αἱ δρυπεπεῖς, ἤτοι καρποὶ οἱ ἐν τοῖς δένδροις πέπειροι, ἤτοι ὥριμοι.

### gamma 85

Γέρδιος · ὑφάντης.

### gamma 86

Γέργιδες · αἱ τῶν σκορόδων κεφαλαί.

### gamma 87

Γερήνιος · ἔντιμος γέρων.

### gamma 88

Γέρην · γέρανος θήλεια.

### gamma 89

Γερούσιον · ἔντιμον.

### gamma 90

Γερουσία καὶ γέροντες · ἐν Λακεδαίμονι ἄρχοντες ἦσαν κʹ καὶ ηʹ, οἳ ἀπὸ πρώτης ἡλικίας μέχρι γήρως ἐμαρτυροῦντο βεβιωκέναι καλῶς. καὶ ἦσαν οὗτοι ἡ μεγίστη μετὰ τοὺς ἐφόρους ἀρχή.

### gamma 91

Γέρρα · Περσικὰ μέν ἐστιν ὅπλα κυρίως τὰ γέρρα· καταχρηστικῶς δὲ καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴτε ἄλλης τινὸς ὕλης, γέρρον ἐλέγετο. διὸ καὶ Δημοσθένης (18, 169) τὰ τῶν σκηνῶν σκεπάσματα καὶ παρακαλύμματα 〈γέρρα καλῶν ἐμπίπρασθαι λέγει〉. λέγοιτ’ ἂν ὁμοίως γέρρα καὶ τὰ τῶν σκηνῶν περιφράγματα. καὶ εἶδός τι ὅπλου δερμάτινον. καὶ τὰ γυναικεῖα αἰδοῖα παρὰ Σικελοῖς.

### gamma 92

Γέρροιν · ἀπὸ σταυροῦ φησιν Εὔπολις (fr. 405 K.). καὶ Δημοσθένης (18, 169) „τὰ γέρρα ἐνεπίμπρασαν“. καὶ οἱ τόποι οἱ περιπεφραγμένοι. καὶ ἀσπίδες Περσικαὶ ἐκ λύγων.

### gamma 93

Γέρων βοῦς ἀπένθητος δόμοισιν · ἐπὶ τῶν καθ’ ὥραν τελευτησάντων.

### gamma 94

Γερράδια · στρωτηρίδια.

### gamma 95

Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται · ἐπὶ τῶν διὰ χρόνου πλῆθος οὐχ ἁμαρτανόντων.

### gamma 96

Γεφυρίς · ξένη καὶ ἐπείσακτος· οἱ γὰρ Γεφυραῖοι ξένοι καὶ ἐπήλυτοι ὄντες Ἀθήνησιν ᾤκησαν. οὕτως Ἡρόδοτος (5, 57).

### gamma 97

Γεωμόριον · γεώργιον.

### gamma 98

Γεώλοφον · ὀρεινὸν ὄρος, ὕψωμα γῆς. καλοῦσι δὲ οὕτω καὶ τὸν παχὺν καὶ ἀναίσθητον ἄνθρωπον.

### gamma 99

Γεωνόμας · τοὺς διανέμοντας τὴν γῆν ἐν ταῖς ἀποικίαις. οὕτως Κρατῖνος (fr. novum).

### gamma 100

Γεωφανεῖον · χωρίον ἐν ᾧ μέταλλον.

### gamma 101

Γεωπεῖναι · οἱ μικρὰν καὶ †λυγρὰν† ἔχοντες γῆν.

### gamma 102

Γήθειν · χαίρειν.

### gamma 103

Γηθοσύνη · χαρά.

### gamma 104

Γηθόσυνοι · χαίροντες.

### gamma 105

Γήθυα · πράσου τι εἶδος. ὅμοιόν τι ἀμπελοπράσῳ. οὕτως Ἀριστοφάνης (fr. 5 K.).

### gamma 106

Γηθυλλίς · λάχανον πράσῳ ὅμοιον, ὅ τινες ἀμπελόπρασον λέγουσιν.

### gamma 107

Γήπεδα · τὰ οἰκόπεδα.

### gamma 108

Γήπεδον · τὸ χωρίον. ὥσπερ καὶ οἰκόπεδον, τὸ γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον.

### gamma 109

Γηράναι · γηρᾶσαι.

### gamma 110

Γῆν ἰλλομένην (Pl. Tim. 40b)· συγκεκλεισμένην καὶ περιειλημμένην· ἰλλάδες γὰρ οἱ δεσμοί.

### gamma 111

Γήτεια · κρομμύων τι εἶδος.

### gamma 112

Γηῶραι · †ἐπίμικτοι†, τηρηταὶ τόπων.

### gamma 113

Γιγλισμός · κιχλισμός, ἀπὸ χειρῶν γέλως, γαργαλισμός.

### gamma 114

Γίγλυμοι · ἀντεμβολαί τινων ἐξοχῶν πρὸς κοιλότητας, οἵαπέρ ἐστι 〈καὶ ἡ〉 κατὰ τὸν πῆχυν πρὸς τὸν βραχίονα συμβολή.

### gamma 115

Γιγγλυμωτόν · εἶδός τι φιλήματος οὕτω καλοῦσιν, ὡς δρεπτὸν καὶ μανδαλωτόν.

### gamma 116

Γίγγρας · αὐλὸς Καρικός. καὶ τὸ αὔλημα ὁμωνύμως.

### gamma 117

Γιγγρί · ἐπιφωνημάτιόν τι ἐπὶ καταμωκήσει.

### gamma 118

Γιγγρών · ἀφροδισιακὸς δαίμων.

### gamma 119

†γισήποδες† · δοκίδες ἐκκείμεναι, ἐφ’ ὧν τὸ γεῖσον.

### gamma 120

Γλάγος · γάλα.

### gamma 121

Γλάμη καὶ γλαμῶντες · οἱ λημῶντες ὀφθαλμοί. ἔστι δὲ καὶ τὸ λημᾶν Ἑλληνικόν.

### gamma 122

Γλαυκός · λευκός, κυάνεος.

### gamma 123

Γλαμυρόν · ὑγρόν.

### gamma 124

Γλαῦκος · ὄνομα κύριον, γένος Καρύστιος.

### gamma 125

Γλαύκου τέχνη · παροιμία ἐπὶ τῶν μὴ ῥᾳδίως κατεργαζομένων, ἢ ἐπὶ τῶν πάνυ ἐπιμελῶς καὶ ἐντέχνως εἰργασμένων.

### gamma 126

Γλαῦκα Ἀθήναζε καὶ γλαῦκα Ἀθηναῖοι · παροιμία ἐπὶ τῶν μάτην τι πραττόντων, ὥσπερ εἴ τις γλαῦκας Ἀθήναζε ἄγοι· πλήθουσι γὰρ ἐνταῦθα γλαῦκες. ἁρμόττει τοίνυν ἐπὶ τῶν ἀλλαχόθεν ὡς σπάνιά τινα ἐμπορευομένων καὶ κομιζόντων αὐτά.

### gamma 127

Γλαῦκος · οὗτος ἦν πύκτης ἀπὸ Καρύστου τῆς Εὐβοίας μέγεθος ὢν πηχῶν δʹ, ὃς καὶ ὑπὸ Γέλωνος τοῦ Συρακουσίου ἀνῃρέθη, οὗ μέμνηται Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου (18, 319).

### gamma 128

Γλαυκῶπις · εὐόφθαλμος.

### gamma 129

Γλαυκώπιον · τὴν ἀκρόπολιν οἱ ἀρχαῖοι.

### gamma 130

Γλαῦξ · πετεινὸν νυκτερινόν. καὶ νόμισμα Ἀθήνησι τετράδραχμον. ἐλέγετο δὲ καὶ ὄρχησίς τις καὶ φυτόν.

### gamma 131

Γλάμων · ὁ λημῶν τοὺς ὀφθαλμοὺς καὶ διύγρους 〈αὐτοὺσ〉 ἔχων.

### gamma 132

Γλαφυρόν · τὸν εὐτράπελον. οὕτως Μένανδρος (fr. novum).

### gamma 133

Γλάφειν · τὸ γλύφειν Ἴωνες.

### gamma 134

Γλαφυρόν · ἡδύ, κοῖλον, βαθύ, σοφόν, ἔμπειρον, ἀκριβές, λαμπρόν.

### gamma 135

Γλεῦκος · τὰ ἀποσταλάγματα τῆς σταφυλῆς πρὶν πατηθῇ.

### gamma 136

Γλήνη · κόρη ὀφθαλμοῦ. ἢ †ὄρη†.

### gamma 137

Γλήναι〈α〉 · ἀξιοθέατα.

### gamma 138

Γλίσχρον · κολλῶδες. καὶ γλίσχρος· φειδωλός, σκνιφός, πάνυ ῥυπαρός.

### gamma 139

Γλίχεται · λίαν ἔχεται, ἐπιθυμεῖ.

### gamma 140

Γλοιάζειν · ἐπιμύειν τοὺς ὀφθαλμοὺς καὶ ἐπιλλώπτειν.

### gamma 141

Γλοίης · ὁ νωθρός.

### gamma 142

Γλοίητα · τὸν ῥυπαρὸν καὶ μοχθηρὸν τῷ ἤθει.

### gamma 143

Γλουτόν · τὸ σφαίρωμα τῆς κοτύλης.

### gamma 144

Γλυκυδερκής · ἡδὺς ἐν τῷ ὁρᾶν.

### gamma 145

Γλυκέρα · ἑταίρα τις.

### gamma 146

Γλυκυθυμία · ἡ ἐπὶ τῷ ζῆν ἡδονὴ καὶ οἷον φιλοψυχία. λέγεται κοινῶς καὶ πᾶσα ἡδονή.

### gamma 147

Γλυκύθυμος · ἁπαλόψυχος.

### gamma 148

Γλυκὺς ἀγκών · οὐ κατ’ ἐναντίωσιν ἡ παροιμία, ἀλλὰ βουλόμενος εἰπεῖν, ὡς γλυκέα ἤθη. ἔστι δὲ παροιμία ὡς ἐπιφωνούμενον. οὕτως ἐχρήσατο Πλάτων ὁ κωμικὸς ἐν τῷ Φάωνι (fr. 178 K.). γέρων δὲ αὐτῷ ὑπόκειται ἐρῶν αὐλητρίδος· „ὦ χρυσοῦν ἀνάδημα, ὦ τοῖσιν ἐμοῖς τρυφεροῖσι τρόποις, ὦ γλυκὺς ἀγκών“. ὡς εἴ τις λέγοι, ὦ γλυκὺς πῆχυς.

### gamma 149

Γλυκὺς ἀγκών · ἀπὸ τοῦ κατὰ τὸν Νεῖλον ἀγκῶνος. ἐκεῖνος δὲ κατ’ εὐφημισμὸν οὕτως ἐκλήθη· μακρὸς γὰρ καὶ ἐργώδης. κέχρηται τῇ παροιμίᾳ Πλάτων ὁ φιλόσοφος (Phaedr. 257d).

### gamma 150

Γλυκωνοχόρδους · τοὺς ἡδύνειν πειρωμένους ταῖς μελοποιΐαις. οὕτω Κρατῖνος (fr. novum).

### gamma 151

Γλύκων · ὁ εὐήθης. μωρός, ἔκλυτος.

### gamma 152

Γλυκυσίδην · βοτάνη τις, ἣν φυλάσσονται αἱ γυναῖκες, ὡς, ἐὰν παρατριβῶσιν αὐτῇ, ἀσχημονοῦσιν. ἔστι δὲ σύκῳ παραπλησία.

### gamma 153

Γλυφίδας · τὰς χηλὰς τῆς ἀκίδος, αἷς τὴν νευρὰν προσάγομεν. παρὰ τὸ ἐγγεγλύφθαι, ὅ ἐστι κεκοιλάνθαι.

### gamma 154

Γλώττας · τὰς τῶν αὐλῶν γλωττίδας. οὕτως Εὔπολις (fr. no‐ vum)· „γλῶσσα εἰ οὐκ ἐμπήξεται, ἄδηλον εἰ ἡσυχάσεται“.

### gamma 155

Γλωσσοκηλοκόμπην · τὸν τῇ γλώσσῃ κηλοῦντα καὶ τοῖς κόμποις.

### gamma 156

Γλῶσσα ποῖ πορεύῃ; πόλιν ἀνορθώσουσα καὶ πόλιν καταστρέψουσα · ἐπὶ τῶν διὰ λόγων ἢ ὠφελούντων ἢ βλαπτόντων.

### gamma 157

Γλωσσαλγίαν · ἀργολογίαν.

### gamma 158

Γλώσσαργον ἦθος · ἀντὶ τοῦ ταχὺ καὶ στωμύλον.

### gamma 159

Γλωσσόκομον · θήκη λειψάνων ξυλίνη.

### gamma 160

Γλωχῖνας · γωνίας.

### gamma 161

Γνάθων · αὔλημά τι ἢ ἀναφύσημα.

### gamma 162

Γνέφαλον · τύλη. οἱ δὲ προσκεφάλαιον.

### gamma 163

Γνυόμενον καὶ κνυόμενον ἑκατέρως. δηλοῖ δὲ τὸ κνώμενον.

### gamma 164

Γνύξ · ἐπὶ γόνατα.

### gamma 165

Γνύπετοι · στυγνοὶ καὶ οἷον νενυγμένοι. καὶ τὸ κατεγνυπῶσθαι τοιοῦτον δηλοῖ.

### gamma 166

Γνωματεύων · διακρίνων, διαγιγνώσκων ἀκριβῶς.

### gamma 167

Γνώμην ἐμοί · ὡς ἐμοὶ δοκεῖ.

### gamma 168

Γνώμη · ποιά τις διάθεσις. καὶ γνώμων · ὁ συνετός. λέγεται δὲ καὶ γνώμων κανόνιόν τι μηχανικόν, καὶ δὴ καί τι σχῆμα γεωμετρικόν. καὶ διοπτρικοῦ ὀργάνου μέρος, καὶ δὴ καὶ ἀστρονομικοῦ. ἀλλὰ καὶ τὸ ἐν τοῖς γνωμονικοῖς ὀργάνοις μάλιστα λαμβανόμενον.

### gamma 169

Γνῶμα · ὀδούς, δι’ οὗ τὰς ἡλικίας ἐξετάζουσι τῶν ὑποζυγίων. καὶ λιπογνώμων ἐντεῦθεν.

### gamma 170

Γνώμονας · τοὺς ἐπισκεπτομένους ἄρχοντας καθ’ ἕκαστον ἐνιαυτὸν τὰ χωρία, μήπως ἐξέκοψέ τις μορίαν· μορίας δὲ τὰς ἱερὰς ἐλαίας ἐκάλουν.

### gamma 171

Γνῶναι · τὸ συνουσιάσαι καλοῦσιν.

### gamma 172

†γνώνη† · τὸ κοῖλον τοῦ †ἀρτίου† δίφρου, εἰς ὃ τὰς μάστιγας οἱ ἡνίοχοι ἀπετίθεντο.

### gamma 173

†γνώπωνες† καὶ †γενυπέται† · παρειμένοι διὰ μαλακίαν.

### gamma 174

Γνώριμος · οὐχ ὁ μαθητὴς μόνον, ἀλλὰ καὶ ὁ γνωριζόμενος καὶ συνήθης.

### gamma 175

Γνωσιμαχῆσαι · μετανοῆσαι, μεταγνῶναι τὸ δίκαιον καὶ πρέπον.

### gamma 176

Γνωτός · ἀδελφός. καὶ γνωτή · ἀδελφή.

### gamma 177

Γογγύλιον · στρογγύλον.

### gamma 178

Γογγύλον οὐχ ἧττον λέγουσιν ἢ στρογγύλον.

### gamma 179

Γογγρύζειν καὶ γρυλίζειν · ἡ τῶν ὑῶν φωνή.

### gamma 180

Γοερόν · θρηνῶδες, λυπηρόν, κατανυκτικόν.

### gamma 181

Γόης · κόλαξ, περίεργος, πλάνος, ἀπατεών.

### gamma 182

Γόμφοι · μύλοι, σφῆνες, δεσμά, ἄρθρα, σύνδεσμοι ὀδόντων.

### gamma 183

Γονόπαις · ὁ φύσει καὶ οὐ γνήσιος.

### gamma 184

Γονύων · γονάτων.

### gamma 185

Γόον · θρῆνον.

### gamma 186

Γοργωπὸν ἕδραν · φοβερὰν καθέδραν.

### gamma 187

Γοργύνα · δεσμοῦ τι εἶδος.

### gamma 188

Γόργια · τὰ προσωπεῖα.

### gamma 189

Γόργυρα · ὑπόνομος βορβορώδης.

### gamma 190

Γουρόν · τὸν πλακοῦντα, ὃν ἡμεῖς αἴγουρον καλοῦμεν.

### gamma 191

Γοργολόφας (Ar. Ach. 567)· ὁ Λάμαχος, ὁ ἐπὶ τῆς ἀσπίδος Γοργόνα ἔχων.

### gamma 192

Γόργυρα · τὸ κατὰ γῆς ὄρυγμα. οὕτω Δείναρχος (fr. 16, p. 148, 6 C.) καὶ Ἡρόδοτος (3, 145) καὶ ἄλλοι.

### gamma 193

Γραμματεύς · ὁ γραμματεὺς γραμμάτων τέ ἐστι κύριος καὶ τὰ γενόμενα ψηφίσματα φυλάττει καὶ τὰ ἄλλα πάντα ἀντιγράφεται καὶ παρακάθηται τῇ βουλῇ.

### gamma 194

Γραμματεύς · οὗτος πράξεως μὲν οὐδεμιᾶς ἦν κύριος, ὑπανεγίνωσκε δὲ τῇ βουλῇ καὶ τῷ δήμῳ τὰ πραττόμενα. ὁ δὲ ἀντιγραφεὺς καὶ οὗτος ἀπὸ τοῦ γράφειν τὰ παρὰ τῇ βουλῇ ὠνόμασται.

### gamma 195

Γραμματοκύφων · Δημοσθένης ἐν τῷ Περὶ στεφάνου (18, 209) διαπαίζων τὸν Αἰσχίνην οὕτως εἶπεν, ἀντὶ τοῦ ὦ γραμματεῦ, διότι οἱ γραμματεῖς προσκεκυφότες γράφουσιν. ἢ γραμματοκύφων, ὡσανεὶ ὁ ἐν ἀγορᾶ γραμματεύων· οἱ γὰρ ἀγοραῖοι τῷ κύφωνι μαστιγοῦνται. δι’ ὃ καὶ „περίτριμμα ἀγορᾶσ“ αὐτὸν λέγει (18, 127).

### gamma 196

Γράμμα · τὸ ζωγράφημα.

### gamma 197

Γραμματεῖον · κυρίως τὸ πινακίδιον. καὶ ἀργυροῦν γλωσσόκομον.

### gamma 198

Γραμματοκύφων · ἀντὶ τοῦ ταπεινὲ γραμματεῦ· κυρίως γὰρ †κύφη† τὸ ξύλον καλεῖται, {δι’ οὗ τὸν τράχηλον καὶ τὰς χεῖρας διείρουσιν}.

### gamma 199

Γραμμὴ μακρά · ὁ καταδικάζων ἐν τῷ γραμματιδίῳ εἷλκε πρὸς τῷ ὀνόματι μακρὰν γραμμήν, ὁ δὲ ἀπολύων βραχεῖαν.

### gamma 200

Γραμματιστής · γραμματοδιδάσκαλος.

### gamma 201

Γράσον · τὴν δυσωδίαν τῶν μασχαλῶν.

### gamma 202

Γράφεται · ἀντὶ τοῦ γράφει ἢ κατηγορεῖ.

### gamma 203

Γραφεύς · ἀντὶ τοῦ ζωγράφος. Δημοσθένης κατὰ Μειδίου (21, 147). καὶ γράφειν τὸ ζωγραφεῖν.

### gamma 204

Γραφή · ἡ περὶ δημοσίων ἀδικημάτων κατηγορία καὶ περὶ ἄλλων ἁμαρτημάτων. γίνονται δὲ γραφαὶ καὶ νόμων καὶ ψηφισμάτων οὐκ ἐπιτηδείων εἰσκομίζεσθαι δοκούντων, αἵτινες γραφαὶ παρανόμων καλοῦνται.

### gamma 205

Γραφή · δημοσίου τινὸς ἐγκλήματος ὄνομα. οὐ μόνον δὲ ὅταν ψηφίσματος ἢ νόμου κατηγορῇ τις, παράνομον γραφὴν ἀποφέρεσθαι καὶ γράφεσθαι λέγεται, ἀλλὰ καὶ ἐπ’ ἄλλοις πολλοῖς δημοσίοις ἀδικήμασι. πολλὴ 〈δὲ ἡ〉 χρῆσις τοῖς ῥήτορσι.

### gamma 206

Γραφὴ καὶ γράψασθαι δίκης ἐστὶν ὄνομα κατὰ τῶν μέγιστα ἀδικούντων. ἀπετίθετο δὲ ἡ γραφὴ ἐπὶ τούτοις· ἀσεβείας, παρανόμων, ἀργίας, ξενίας, δωροξενίας, συκοφαντίας, προαγωγίας, καὶ ἄν τις ὑποσχόμενος τῷ δήμῳ μὴ ποιῇ, καὶ ἄν τις τοὺς νόμους διαφθείρῃ· ἐπὶ τούτοις γὰρ ἐξῆν γράφεσθαι γραφὴν ἀποθέμενον παρὰ τοὺς θεσμοθέτας. ἦν δὲ καὶ ὕβρεως γραφὴ καὶ ταύτης ἀγὼν δημόσιος. καὶ ἡ μὲν δημοσία, ἡ δὲ ἰδιωτική. δημοσία μὲν ἣν ἀπέφερέ τις πρὸς τοὺς θεσμοθέτας, ἰδιωτικὴ δὲ ἣν ἰδίᾳ ἀπέφερεν εἰς τὸ δικαστήριον ὁ ὑβρισθείς. καὶ τῆς μὲν δημοσίας τίμημα ἦν ὡρισμένον, ὅ, τι χρὴ παθεῖν ἢ ἀποτῖσαι, τῆς δὲ ἰδιωτικῆς ἀργύριον, ὃ τοῖς δικασταῖς ἐδόκει.

### gamma 207

Γραφήν · λογισμόν.

### gamma 208

Γραφὴ καὶ ἐγκλήματα · κατηγορία καὶ ἔγκλημα.

### gamma 209

Γραφεῖς · οἱ ζωγράφοι.

### gamma 210

Γραφικός · ζωγραφίας ἔμπειρος.

### gamma 211

Γράψαι · κοιλᾶναι, διασκάψαι.

### gamma 212

Γραῶν ὕθλοι · ἐπὶ τῶν μάτην ληρούντων.

### gamma 213

Γρῖφοι · τὰ συμποσιακὰ ζητήματα.

### gamma 214

Γρῖφος · τὸ δίκτυον. λέγεται δὲ καὶ ὁ δύσκολος καὶ συμπεπλεγμένος λόγος.

### gamma 215

Γρομφίς · ὗς, ἡ παλαιὰ σκρόφα.

### gamma 216

Γρῦ · βραχύ. ἔνιοι δὲ τὸν ἀπὸ τῶν ὀνύχων ῥύπον.

### gamma 217

Γρῦ · ἀντὶ τοῦ οὐδέν· καὶ γὰρ οὕτως καλεῖται ὁ ἐν τοῖς ὄνυξι ῥύπος.

### gamma 218

Γρύξαι · φθέγξασθαι, διακράξαι.

### gamma 219

Γρῦνος · ἡ τρύξ.

### gamma 220

Γρυπανίζειν · σείεσθαι τὴν γῆν βαλλομένην καὶ ὥσπερ 〈γ〉ρυποῦσθαι ἀπὸ σεισμοῦ. οὕτως ἐχρήσατο Ἀντιφῶν (87 B 31 D.‐ K.).

### gamma 221

Γρύλος · Ξενοφῶντος τοῦ Σωκρατικοῦ υἱὸς Γρύλος. καὶ ἕτερος Διόδωρος.

### gamma 222

Γρυπάνιον · γρυπαίνειν τὸ γρυποῦσθαι λέγουσιν, οἷον ἐπὶ τῶν ἁπαλῶν ξυλυφίων, ὅταν κάμψαντες ἀφῶμεν αὐτά. Ἀντιφῶν δέ φησιν ἐν Ἀληθείας δευτέρῳ (87 B 30 D.—K.)· „καίων γὰρ τὴν γῆν καὶ συντήκων γρυπάνιον ποιεῖ“. καὶ Μελάνθιος· „σεισμόσ“, φησί, „γέγονε καὶ ἔγρυπεν ἡ γῆ“ (FGrHist 326 F 1).

### gamma 223

Γυῖα · μέλη, ἢ πόδας τοῦ σώματος.

### gamma 224

Γύης · καὶ μέτρον τι γῆς καὶ μέρος τι τοῦ ἀρότρου.

### gamma 225

Γύλιος · εἶδος πήρας στρατιωτικῆς.

### gamma 226

Γυμνάσια · ἀλειπτήρια, ἢ βαλανεῖα, ἢ λουτρά.

### gamma 227

Γυμνασίαρχος · δέκα γυμνασίαρχοι ἦσαν, εἷς καθ’ ἑκάστην φυλήν, καὶ οὗτοι ἦγον τὰ λαμπαδηδρόμια τὴν ἑορτήν. ἤλειφε μὲν οὖν ὁ γυμνασίαρχος τοὺς ἐφήβους, οἱ δὲ ἀλειψάμενοι κατὰ διαδοχὴν ἔτρεχον ἄλλος ἄλλῳ τὴν λαμπάδα μεταδιδούς. καὶ ἧπτεν ὁ τελευταῖος τῆς τάξεως τὸν βωμόν. ἐκ τοίνυν τῶν διαφόρων τάξεων ὁ πρῶτος ἅψας τὸν βωμὸν οὗτος ἐνίκα, καὶ αὐτὸς καὶ ἡ τούτου φυλή. ἤγετο δὲ ἡ ἑορτὴ Προμηθεῖ καὶ Ἡφαίστῳ καὶ Πανί· τῷ μὲν διὰ τὴν κλοπὴν τοῦ πυρός, Ἡφαίστῳ δὲ ὅτι δεσπότης ἐνομίζετο τοῦ πυρός, τῷ Πανὶ δὲ ὅτι συμμαχήσειν ἔδοξεν Ἀθηναίοις ἐν τοῖς Περσικοῖς.

### gamma 228

Γύλιος · σκεῦος στρατιωτικὸν πλεκτόν, εἰς ὃ ἐνετίθεντο τὰ ἐπιτήδεια.

### gamma 229

Γύλιππος καὶ Γύλων · ὀνόματα κύρια.

### gamma 230

Γυμνοπαιδία · ἑορτὴ Λακεδαιμονίων, ἐν ᾗ 〈παῖδες ᾖδον τῷ Ἀπόλλωνι〉 παιᾶνας γυμνοὶ εἰς τοὺς περὶ Θυραίαν πεσόντας.

### gamma 231

Γυμνοπαιδία · χοροὶ ἐκ παίδων ἐν Σπάρτῃ τῆς Λακωνικῆς εἰς θεοὺς ὕμνους ᾄδοντες, εἰς τιμὴν τῶν ἐν Θυραίαις ἀποθανόντων Σπαρτιατῶν.

### gamma 232

Γυμνητία · τὸ τῶν γυμνητῶν σύνταγμα.

### gamma 233

Γυμνότερος Ἰαλέμου · ὁ Ἰάλεμος ἐπίρρημα θρήνου. τάσσεται δὲ ἐπὶ τῶν οἰκτρῶν.

### gamma 234

Γυναῖκες εἰλίποδες (Eup. fr. 161, 3 K.)· διὰ τὴν ἔνδεσιν τῶν μηρῶν.

### gamma 235

Γυναιμανής · ἐπὶ γυναιξὶ μαινόμενος. ὁ ἀκόλαστος.

### gamma 236

Γῦπαι · γυπῶν οἰκήσεις, αἱ νεοσσιαί.

### gamma 237

Γύννις · ἀνδρόγυνος, μαλακός.

### gamma 238

Γύρινοι · βάτραχοι οἱ μήπω πόδας ἔχοντες.

### gamma 239

Γῦροι · οὗ τὰ φυτὰ ἐμβάλλουσιν.

### gamma 240

Γῦρον · ὡς ἡμεῖς τὸν κύκλον.

### gamma 241

Γωνίᾳ ἀπορθῶσαι · τὸ ἐν γωνίᾳ ὑπό τινος περανθῆναι.

### gamma 242

Γωρυτός · θήκη τόξων.

### gamma 243

Γωνιασμός · Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ ἔστι γνήσιος (fr. 158 S.)· „κάμψαντι“, φησί, „τοῦ τείχους, ὦ βουλή, ἔστι γωνιασμὸς ἐν ἀριστερᾶ καὶ εὐρυχωρία πάνυ πολύσ“.

### delta t

Ἀρχὴ σὺν θεῷ τῆς Δ

### delta 1

Δᾷδες · λαμπάδες.

### delta 2

Δᾳδουχεῖ · φαίνει.

### delta 3

Δαιδάλεον · τῇ κατασκευῇ ποικίλον.

### delta 4

Δαίδαλον · ποικίλον κατασκεύασμα· ἀπὸ Δαιδάλου τινὸς μηχανοποιοῦ, ὃς κατασκευάσας 〈 *** 〉.

### delta 5

Δάειρα · τινὲς Στυγὸς ἀδελφήν. ἔνιοι τροφὸν Περσεφόνης. ἄλλοι τὴν αὐτὴν Δήμητρι. τινὲς τὴν αὐτὴν τῇ Ἥρᾳ. καὶ πιθανὸν τὴν Ἥραν δάειραν τοῦ Πλούτωνος λέγεσθαι· δαὴρ γάρ ἐστιν ὁ τοῦ ἀνδρὸς ἀδελφός. Ἀριστοφάνης δὲ (fr. novum) Σεμέλης φησὶ μητέρα εἶναι.

### delta 6

Δαΐα · μεγάλη, σεμνή, φοβερά.

### delta 7

Δάειρα καὶ Δάμων · ὀνόματα κύρια.

### delta 8

Δαΐαν ὁδόν (Ar. Ran. 897)· ἔμπειρον, ἀπὸ τοῦ δαῆναι θαυμασθῆναι.

### delta 9

Δαιδάλειον · τὸν ὑπὸ Δαιδάλου κατασκευασθέντα ἀνδριάντα, 〈ὃν〉 διὰ τὸ δοκεῖν ἀποδιδράσκειν νομίζεσθαι δεδεμένον· δόξα γὰρ κατεῖχεν ὡς τῶν δαιδάλων ἔργων ἐμψύχων ὄντων καὶ κινουμένων· πρῶτος γὰρ οὗτος ὁ Δαίδαλος τῶν ἀγαλμάτων φησὶ διεβίβασε τὸν ἕτερον τῶν ποδῶν καὶ τοὺς ὀφθαλμοὺς ἀνεπέτασε καὶ τὰς χεῖρας προέτεινε καὶ δόξαν παρέσχεν ὅτι ἔμψυχα ποιεῖ τὰ ἀγάλματα· πρὸ γὰρ αὐτοῦ συμπεπηγότα τε ἐγίνετο καὶ συμμεμυκότα καὶ τὰς χεῖρας καθήκοντα.

### delta 10

Δαιδαλίδαι · δῆμος Κεκροπίδος.

### delta 11

Δαίεις · φλέγεις.

### delta 12

Δαίει · καίει.

### delta 13

Δαΐζων · διακόπτων. ἢ παρὰ τὴν δάϊν, τὴν μάχην, ὁ καταμαχόμενος.

### delta 14

Δαιμονᾶν · τὸ ὑπὸ δαίμονος κατέχεσθαι καὶ πλήρη εἶναι δαίμονος, ὡς κορυβαντιᾶν τὸ ὑπὸ τῶν Κορυβάντων κατέχεσθαι.

### delta 15

Δαίμονα · ἐκστατικόν.

### delta 16

Δαιμόνιε · μακάριε.

### delta 17

Δαίνυ · εὐώχει.

### delta 18

Δαινύμενος · εὐωχούμενος.

### delta 19

Δαίς · εὐωχία.

### delta 20

Δαῖτας · εὐωχίας.

### delta 21

Δαιτὸς ἐΐσης (A 468, al.)· ἐξ ἴσου μεριζομένης εὐωχίας.

### delta 22

Δαιτρεύειν · μερίζειν.

### delta 23

Δαιτρόν · μεριστήν, μάγειρον.

### delta 24

Δαιτρός · προσδιαιρῶν ἐλάχιστα τοῖς ἑστιωμένοις· οὕτω γὰρ εἱστιῶντο μεριζόμενοι τά τε πρόβατα καὶ τὸν πότον. παρ’ ὃ καὶ λέγει „δαιτὸς ἐΐσησ“ (A 468, al.).

### delta 25

Δαῖρα · δισυλλάβως ὑπὸ τῶν Ἀττικῶν ὀνομάζεται μήτηρ Ἐλευσῖνος. οἱ δὲ περὶ τὰς τελετὰς καὶ τὰ μυστήρια διατρίβοντες τὴν ὑγρὰν οὐσίαν Δαῖραν ὀνομάζουσι.

### delta 26

Δᾴς · ἡ ἐκ δᾴδων λαμπάς, φανὸς δὲ ἡ ἐκ τῶν κληματίδων.

### delta 27

Δαιταλεῖς · δαιτυμόνες καὶ θιασῶται καὶ συμπόται καὶ οἷον συνδαιταλεῖς. 〈οὕτως Ἀριστοφάνησ〉 (I 438 K.).

### delta 28

Δαιτυμόνες · ἀριστηταί, εὐωχούμενοι.

### delta 29

Δαΐφρονος · συνετοῦ ἢ πολεμικοῦ.

### delta 30

Δάκετον · θηρίον ἑρπετόν.

### delta 31

Δάκη · θηρία.

### delta 32

Δακρυόεν · μετὰ δακρύων.

### delta 33

Δακτύλιος · τῷ τόνῳ ὡς δημόσιος.

### delta 34

Δακτύλιοι · οἱ τετρημένοι λίθοι, ἐξ ὧν τὰ ἀπόγεια 〈σχοινία〉 ἀνάπτουσι.

### delta 35

†Δαληταί† · διαιρέται.

### delta 36

Δαλός · λαμπάς, ἢ ξύλου ἀπόκαυμα, ἢ δᾳδίον ἡμίφλεκτον.

### delta 37

Δάμαρ · ἀνδρὸς γυνή.

### delta 38

Δάματερ · ἐκπλησσόμενοι λέγουσιν.

### delta 39

Δάμαρτος · γυναικός.

### delta 40

Δαμασίφρων · ὁ ἀπατῆσαι δυνάμενος. Πίνδαρος (Ol. 13, 78)· 〈„δαμασίφρονα χρυσόν“〉.

### delta 41

Δαμαρίππεως · συκῆς γένος.

### delta 42

Δαμέντα · δαμασθέντα ἢ φονευθέντα.

### delta 43

Δάμνα · ἐδάμαζεν.

### delta 44

Δάμνημι · δαμάζω.

### delta 45

Δανάκη · τοῦτο νομίσματός ἐστιν ὄνομα, ὃ τοῖς νεκροῖς ἐδίδοσαν πάλαι συγκηδεύοντες νεὼς Ἀχερουσίας ἐπίβαθρον. Ἀχερουσία δέ ἐστιν λίμνη ἐν Ἅιδου, ἣν διαπορθμεύονται οἱ τελευτῶντες τὸ προειρημένον νόμισμα τῷ πορθμεῖ διδόντες.

### delta 46

Δανά · ξηρὰ ξύλα. καὶ †εὔθραυστα† καὶ θερμά.

### delta 47

Δανεῖν · κακουργεῖν.

### delta 48

Δανειζόμενοι · οὐ μόνον οἱ ὑπόχρεοι, ἀλλὰ καὶ οἱ δανεισταὶ οὕτω καλοῦνται.

### delta 49

Δανειστήν · καὶ τὸν δεδανεισμένον λέγουσιν οἱ Ἀττικοί.

### delta 50

Δάοχος · εἷς ἐστιν οὗτος τῶν προεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα.

### delta 51

Δανάκης · νομισμάτιόν τι βαρβαρικὸν πλέον ὀβολοῦ, ὃ καὶ τοῖς τεθνεῶσιν ἐδίδοτο.

### delta 52

Δαπανᾶν · οὐ τὸ ἀναλίσκειν ἁπλῶς, ἀλλὰ τὸ λαμπρῶς ζῆν καὶ σπαθᾶν καὶ δαπανᾶν τὴν οὐσίαν. οὕτω Δημοσθένης (40, 51). καὶ οἱ ἄλλοι δικανικοὶ οὕτως χρῶνται τῷ ὀνόματι. Θουκυδίδης δὲ (4, 3, 3) „τὴν πόλιν δαπανᾶν“ φησιν, ἀντὶ τοῦ εἰς ἀναλώματα μεγάλα ἐμβαλεῖν.

### delta 53

Δάπεδον · ἔδαφος.

### delta 54

Δάπιδες · στρώματα ἄττα.

### delta 55

Δαρδάπτει · σπαράσσει, κατεσθίει.

### delta 56

Δαρεικὸν στατῆρα · ἀπὸ Δαρείου.

### delta 57

Δαρεικός · νόμισμά τι ἦν χρυσοῦν, ὅπερ Δαρεῖος πρῶτος ἐπενόησεν.

### delta 58

Δαρεικός · εἰσὶ μὲν χρυσοῖ στατῆρες οἱ δαρεικοί, ἠδύνατο δὲ ἕκαστος αὐτῶν ὅπερ καὶ ὁ παρὰ τοῖς Ἀττικοῖς ὀνομαζόμενος χρυσός. οὐκ ἀπὸ Δαρείου δὲ τοῦ Ξέρξου πατρός, ἀλλ’ ἀφ’ ἑτέρου τινὸς παλαιτέρου βασιλέως ὠνομάσθησαν. λέγουσι δέ τινες δύνασθαι τὸν δαρεικὸν δραχμὰς ἀργυρίου κʹ, ὡς τοὺς εʹ δαρεικοὺς δύνασθαι μνᾶν ἀργυρίου.

### delta 59

Δᾴς · λαμπάς.

### delta 60

Δάσασθαι · διαμερίσασθαι.

### delta 61

Δασμολογία · φορολογία.

### delta 62

Δασμολόγοι · μερισταί, φορολόγοι.

### delta 63

Δασυλλίδαι · οἱ δασεῖς.

### delta 64

Δασύπους · λαγώς.

### delta 65

Δασύπους κρεῶν ἐπιθυμεῖ · λέγεται ἐπὶ τοῦ ἐπιθυμοῦντος παρ’ ἄλλου γενέσθαι τὰ ὄντα παρ’ ἑαυτῷ.

### delta 66

Δασύποδα · τὸν λαγὼν καὶ οἱ Ἀττικοί.

### delta 67

Δασμός · †μέρος†, φόρου ἀπαρχή.

### delta 68

Δάσονται · διασπῶνται. κατὰ μέρη φαγοῦνται καὶ μεριοῦνται.

### delta 69

Δατηταί · οἱ τὰ κοινὰ διανέμοντες.

### delta 70

Δατεῖσθαι καὶ δατηταί · δατεῖσθαι μὲν τὸ μερίζεσθαι, δατηταὶ δὲ οἱ μερισταί. τὸ δὲ εἰς δατητῶν αἵρεσιν εἶδός ἐστι δίκης· ὁπότε γὰρ κοινωνοῖέν τινες ἀλλήλοις καὶ οἱ μὲν βούλοιντο διανέμεσθαι τὰ κοινά, οἱ δὲ μή, ἐδικάζοντο οἱ βουλόμενοι τοῖς μὴ βουλομένοις εἰς δατητῶν αἵρεσιν. οὕτως Λυσίας (fr. 7 S.) καὶ Ἀριστοτέλης (Ath. Pol. 56, 6).

### delta 71

Δατός · πόλις Θρᾴκης σφόδρα εὐδαίμων, ἀφ’ ἧς ἡ παροιμία „Δατὸς ἀγαθῶν“. ταύτην δὲ τὴν πόλιν καὶ τὴν παρακειμένην χώραν καὶ θηλυκῶς καὶ ἀρρενικῶς ὀνομάζουσι.

### delta 72

Δαυλίαν κορώνην (Ar. fr. 716 K.)· ἀηδόνα.

### delta 73

Δαυνότατα · καυστικώτατα.

### delta 74

Δαφνοπῶλαι · ἐν Δελφοῖς. οἱ λαμβάνοντες κερμάτιον ἐδίδοσαν.

### delta 75

Δαψιλέστατος · πολυτελέστατος. λέγεται δὲ καὶ ἐπὶ ῥευμάτων καὶ ἐπὶ τῶν μεγαλοψυχούντων.

### delta 76

Δέδασται · μεμέρισται.

### delta 77

Δεδαυμένον · Ἀττικοὶ λέγουσι τὸ κεκαυμένον.

### delta 78

Δέδηεν · φεύγει ἢ φλέγει.

### delta 79

Δεδί〈ττ〉οιντο · φοβοῖντο.

### delta 80

Δεδείκηλον · δειλόν.

### delta 81

Δεδιακόνηκεν · ἀντὶ τοῦ διῴκηκεν.

### delta 82

Δεδίξεσθαι · ἐκφοβῆσαι, διῶξαι.

### delta 83

Δεδιττόμενος · ἐκφοβῶν.

### delta 84

Δεδίξεται · καταφοβήσει. καὶ δεδίττομαι τὸ φοβοῦμαι.

### delta 85

Δεδημευμέναι · ἀπηγορευμέναι.

### delta 86

Δεδιώς · φοβούμενος.

### delta 87

Δεδμήμεθα · ὑποτετάγμεθα.

### delta 88

Δεδοκημένος · ἐκδεχόμενος, ἐνεδρεύων.

### delta 89

Δέδορκεν · ὁρᾷ, βλέπει.

### delta 90

Δέδοται καὶ κακοῖσιν ἄγρα · ἐπὶ τῶν παρ’ ἀξίαν εὐπραγούντων.

### delta 91

Δεδουπώς · πεπτωκώς, τεθνηκώς.

### delta 92

Δεδραγμένος · πεπραγμένος.

### delta 93

Δέδυκεν · εἰσῆλθεν.

### delta 94

Δεδμημένοι · δεδαμασμένοι.

### delta 95

†Δεδώνατον† · τὸ δεκαζόμενον.

### delta 96

†Δείδαρος† · ἀτυχής.

### delta 97

Δέει · τὸ δεῖ. τὸ ὁριστικὸν δηλονότι.

### delta 98

Δεήσεις · ἀντὶ τοῦ ἐνδείας. Ἀντιφῶν Ἀληθείας αʹ (87 B 11 D.‐ K.).

### delta 99

Δεῆσαν · χρείας γενομένης.

### delta 100

Δεῖ · τέσσαρα ἔχει τὰ σημαινόμενα. ἀντὶ τοῦ χρή. καὶ ἀντὶ τοῦ χρεία ἐστίν, οἷον „δεῖ δὲ χρημάτων καὶ ἄνευ τούτων οὐδὲν γενέσθαι τῶν δεόντων“ (Dem. 1, 20). καὶ ἀντὶ τοῦ δεσμεῖ. καὶ δέει ἐν διαλύσει ἀντὶ τοῦ ἀπέχει.

### delta 101

Δείκελον · ἄγαλμα ἢ ὁμοίωμα.

### delta 102

Δειλάκρα · ἡ ἐλεεινή. καὶ δείλακρος †ὁ† δειλακρίων · ἐλεεινός, ταλαίπωρος.

### delta 103

Δείλαιος · ἄθλιος.

### delta 104

Δεῖγμα · κυρίως μὲν τὸ δεικνύμενον ἀφ’ ἑκάστου τῶν πωλουμένων. ἔστι δὲ καὶ τόπος τις ἐν τῷ Ἀθήνησιν ἐμπορίῳ, εἰς ὃν τὰ δείγματα ἐκομίζετο, καλούμενος οὕτως. Ἀττικὸν δέ ἐστιν τὸ ἔθος τὸ καλεῖν ἀπὸ τῶν ἐν τῷ τόπῳ καὶ αὐτοὺς τοὺς τόπους.

### delta 105

Δείλη ὀψία · ἡ περὶ δύσιν ἡλίου.

### delta 106

Δείλῃ πρωΐᾳ · τῇ πρὸ ἀρίστου ὥρᾳ.

### delta 107

Δείλη · τὸ μετὰ τὴν μεσημβρίαν μέρος τῆς ἡμέρας.

### delta 108

Δείλη ὀψία · τὸ τελευταῖον τῆς δείλης μέρος, τὸ περὶ ἡλίου δυσμάς. καὶ δείλη πρωΐα · τὸ πρῶτον τῆς δείλης, τὸ εὐθὺς ἐκ μεσημβρίας.

### delta 109

Δειλόν · δείλαιον, μοχθηρόν.

### delta 110

†Δειλοκομπήσας† · ἐξαπατήσας. Ἕρμιππος (fr. 88 K.).

### delta 111

Δειλότερος εἶ τοῦ παρακύπτοντος · ἐπὶ τῶν σφόδρα δειλῶν· ἀνὴρ γάρ τις οὕτως ἐγένετο δειλός, ὃς παρακύψας ἐκ σπηλαίου καὶ ἰδὼν τὸν Ἡρακλέα ἀπελιθώθη. καὶ διέμεινεν ἔτι καὶ νῦν ὁ λίθος ἀνθρωποειδής.

### delta 112

Δεῖμα · φόβος.

### delta 113

Δειμαλέοι · λεπτοί.

### delta 114

Δειμαλέος · εὐλαβής.

### delta 115

Δειμάμενοι · οἰκοδομήσαντες.

### delta 116

Δειμᾶν · οἰκοδομεῖν.

### delta 117

Δειμαίνει · φοβεῖται.

### delta 118

Δειμαίνοντα · φοβούμενον.

### delta 119

Δείμασθαι · οἰκοδομεῖν.

### delta 120

Δειματώδης · φοβερός.

### delta 121

Δειμάτων · φόβων.

### delta 122

Δείμομεν · οἰκοδομοῦμεν.

### delta 123

Δεῖν · ὀφείλειν.

### delta 124

Δεῖν · δεσμεῖν.

### delta 125

Δεινοί · φοβεροί, ἔμπειροι, σοφοί.

### delta 126

Δεινοὶ πλέκειν τὰς μηχανὰς Αἰγύπτιοι (Aeschyl. fr. 373 N. 2 = 726 M.)· ἐπὶ τῶν σφόδρα κακουργοτάτων· τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι.

### delta 127

Δεινοπαθεῖ · δεινῶς ἔχει, χαλεπὰ πάσχει.

### delta 128

Δεινός · πανοῦργος, ἱκανός, ἀκολάκευτος, σοφός, ἔμπειρος.

### delta 129

Δεινότητα · τήν τε τῶν λόγων δύναμιν δηλοῖ τήν τε πανουργίαν.

### delta 130

Δεῖν ᾠήθην · δέον εἶναι ὑπέλαβον, ἀναγκαῖον ἐνόμισα.

### delta 131

Δεῖνος · προπερισπωμένως ὁ ψυκτήρ.

### delta 132

Δεινωποί · δειματώδεις, φοβεροί.

### delta 133

Δείνωσις · δεινότης, σκότωσις.

### delta 134

Δειπνιστός · ὁ καθ’ ἡμᾶς ἀρίστου καιρός.

### delta 135

Δειπνολόχον · κλεπτοτρόφον.

### delta 136

Δειπνοφόρος · αἱ φέρουσαι τοῖς κατακεκλιμένοις ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τὰ δεῖπνα.

### delta 137

Δεῖπνον · τὸ πρωϊνὸν ἄριστον.

### delta 138

Δειπνοφόρια · τὰ φερόμενα δεῖπνα ταῖς Κέκροπος θυγατράσιν Ἕρσῃ καὶ Ἀγραύλῳ καὶ Πανδρόσῳ. ἐφέρετο δὲ πολυτελῶς κατά τινα μυστικὸν λόγον ὑπὸ τῶν φιλοτίμων καὶ πολυτελῶν.

### delta 139

Δειράδες · οἱ τραχώδεις τόποι τῶν ὀρῶν.

### delta 140

Δειρατιώτης · δῆμός ἐστι τῆς Λεοντίδος Δειράδες, ἀφ’ οὗ ὁ δημότης Δειρατιώτης.

### delta 141

Δειρή · τράχηλος.

### delta 142

Δεισιδαίμων · θεοσεβής. ἢ ἀμφίβολος περὶ τὴν πίστιν καὶ οἱονεὶ δεδοικώς.

### delta 143

Δεῖται · προσδεσμεύεται ἢ χρῄζει.

### delta 144

Δεῖται · ἀντὶ τοῦ δεῖ· „ἀπελθεῖν με δεῖται“. Εὐέτης Ἐπικλήρῳ (fr. novum), Ἐπίχαρμος Πολιτείᾳ (cf. fr. 255, 1 Kaibel).

### delta 145

Δέκα · διάφοροι γεγόνασιν ὁ ἀριθμὸς οὗτος· οἱ μὲν γὰρ ἦρχον ἐν Πειραιεῖ ἐπὶ τῶν λʹ τυράννων, οἷς οὐκ ἐσπείσαντο Ἀθηναῖοι, καίτοι σπεισάμενοι τοῖς λʹ. ἕτεροι δέ τινες ἐγένοντο δέκα, οὓς Ἀθηναῖοι μετὰ τὴν καθαίρεσιν τῶν λʹ εἵλοντο.

### delta 146

Δεκάζειν · διαφθείρειν χρήμασιν ἢ δώροις.

### delta 147

Δεκάζεσθαι · ἐρρήθη μὲν ἀπὸ τοῦ κατὰ δεκάδα φθείρεσθαι δώροις· ὅτε γὰρ βούλοιντό τινες ἀρχῆς τυχεῖν ἢ ἄλλο τι ἀνύειν, κατὰ δέκα ἀνθρώπους ἐδίδοσάν τινα, ὅπως συμπράττωσιν αὐτοῖς. ἐξ ἐκείνου δὲ ἤδη τὸν λαμβάνοντα ἕνεκα τοῦ συμπράττειν μὴ ἀπαντῶντος τοῦ βελτίστου δεκάζεσθαί φασιν. ὅμοιον καὶ τὸ ἐριθεύεσθαι τῷ δεκάζεσθαί ἐστι· καὶ γὰρ 〈ἡ〉 ἐρίθεια εἴρηται ἀπὸ τῆς τοῦ μισθοῦ δόσεως.

### delta 148

Δεκάζων · τὸ σημαινόμενον δῆλον. ἐποιήθη δὲ τὸ ὄνομα ἐντεῦθεν. Λύκος μέν ἐστιν ἥρως μορφὴν ἔχων τοῦ θηρίου, πρὸς δὲ τοῖς ἐν Ἀθήναις ἀνεστήλωται δικαστηρίοις· πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ δέκα γινόμενοι ἀνεστρέφοντο. ἔνθα καὶ ἡ παροιμία „Λύκου δεκάσ“. ἐξ οὖν τῆς δεκάδος τὸ δεκάζειν καὶ δεκάζεσθαι.

### delta 149

Δέκα καὶ δεκαδοῦχος · δέκα μὲν ἦρχον μετὰ τοὺς λʹ καταστάντες, ἐκαλεῖτο μέντοι τούτων ἕκαστος τῶν ἀρχόντων δεκαδοῦχος, ὡς δηλοῖ Λυσίας (fr. 79 S.).

### delta 148a

〈 Δεκάζεσθαι · δωροδοκεῖσθαι〉.

### delta 150

Δεκαδαρχίαι · τὰς ὑπὸ Λακεδαιμονίων κατασταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστορικοί. καὶ Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδάρχην κατέστησεν, ὡς Δημοσθένης ἐν ϛʹ Φιλιππικῶν (22).

### delta 151

Δεκατεύειν · ἀντὶ τοῦ δεκάτην εἰσπράττεσθαι καὶ λαφυραγωγεῖν. τὰ δὲ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκατεύοντο θεοῖς. διὸ κυρίως δεκατεῦσαι τὸ καθιερῶσαι. κατὰ μεταφορὰν δὲ καὶ τὸ δεκάτην ὁπωσοῦν λαβεῖν καὶ ἀπαιτῆσαι.

### delta 152

Δεκάπαλαι · τὸ πρὸ πολλοῦ πάνυ λέγουσιν.

### delta 153

Δεκαδέας · τοὺς τῆς αὐτῆς δεκάδος καὶ ὑπὸ τῷ αὐτῷ δεκάρχῃ. οὕτω Ξενοφῶν (Cyr. 2, 2, 30).

### delta 154

Δεκάδραχμος · τελώνης δεκάτην πράσσων. οὕτως Κράτης (fr. novum).

### delta 155

Δεκάζειν · διαφθείρειν τοὺς δικάζοντας ἢ τοὺς ἐκκλησιαστὰς χρήμασι καὶ δώροις. ἐκλήθη δὲ ἀπὸ τοῦ κατὰ δέκα ἀθροιζομένους λαμβάνειν τὰ δῶρα. πρῶτον δέ φασι δεκάσαι Μέλητα, εὐθύνας διδόντα τῆς ἐν Πύλῳ στρατηγίας.

### delta 156

Δεκατεύειν · τὸ τὴν δεκάτην εἰσφέρειν, ὧν ἔχει τις χρημάτων. Θουκυδίδης δὲ ἐπὶ τοῦ τελωνεῖν τὴν δεκάτην τέθεικε καὶ τὸ δεκατεύειν.

### delta 157

Δεκατευτάς · τοὺς τελώνας τοὺς τὴν δεκάτην ἐκλέγοντας. οὕτως Ἀντιφῶν (fr. 10 Th.).

### delta 158

Δεκατηλόγους · τοὺς τὴν δεκάτην ἐκλέγοντας. ταὐτὸν ἄρα τοῖς δεκατευταῖς.

### delta 159

Δεκάτη πρώτη · ἡ πρὸ τῆς εἰκάδος. καὶ δεκάτη ὑστέρα · ἡ μετὰ τὴν εἰκάδα.

### delta 160

Δεκάτη 〈ν〉 θύομεν · ἐν ᾗ τὰ ὀνόματα τοῖς παιδίοις τίθεμεν. Ἀριστοτέλης δὲ ἑβδόμῃ φησί (Hist. an. 588a 8).

### delta 161

Δέκα τοὐβολοῦ · διὰ τὸ μικρὸν εἶναι Ἀσωπόδωρον. Εὔπολις Πόλεσιν (fr. novum).

### delta 162

Δεκάχοια · δεκαπλάσια.

### delta 163

Δεκασμός · δωροδοκία.

### delta 164

Δεκελεικὸν πόλεμον · τὸν Πελοποννησιακὸν λέγουσι. τὸν αὐτὸν δὲ καὶ Ἀρχιδάμειον. Δεκελεικὸν μέν, καθὸ Δεκέλεια Ἀθηναίοις ἐπετειχίσθη, Ἀρχιδάμειον δέ, ὅτι Ἀρχίδαμος αὐτοῦ ἡγεῖτο.

### delta 165

Δεκτῆρες · ὑποδοχεῖς.

### delta 166

Δεκατηλόγον · τὴν τὰς δεκάτας συλλέγουσαν.

### delta 167

Δέκων · ὁ δεκαζόμενος.

### delta 164a

〈 Δεκελεικός · ὁ Πελοποννησιακὸς πόλεμος· ἀπὸ μέρους τοῦ τελευταίου〉.

### delta 168

Δέλεαρ · ἀπάτη, δόλος.

### delta 169

Δελεάστραι · παγίδες.

### delta 170

Δέλτος · πινακίδιον, τιτλάριον, σχεδάριον.

### delta 171

Δελφάκιον · χοῖρος.

### delta 172

Δελφῖνες · ὄργανα †Ἀττικὰ† πρὸς ναυμαχίαν.

### delta 173

Δελφίς · πρὸς ναυμαχίαν πολεμιστήριον ὄργανον· ὅθεν καὶ δελφινοφόρον ναῦν Θουκυδίδης ἐν ζʹ φησίν (41, 2).

### delta 174

Δελφῖνα νήχεσθαι διδάσκεις · ἐπὶ τῶν ἐν ἐκείνοις τινὰ παιδοτριβούντων, ἐν οἷς ἤσκηνται.

### delta 175

Δελφῖνα πρὸς τοὐραῖον δεῖν · ἐπὶ τοῦ ἀδυνάτου διὰ τὸ εὐκίνητον εἶναι. πρὸς τοὺς οὐ δυναμένους τηρεῖν τὰ διδόμενα ἢ 〈ἃ〉 ἔχουσιν.

### delta 176

Δελφίνιον · ἔστι μέντοι χωρίον ἐν Χίῳ. ἔστι δὲ καὶ ἐν Ἀθήναις ἱερὸν Ἀπόλλωνος οὕτω καλούμενον, ἔνθα ἦν τὸ ἐν Δελφινίῳ δικαστήριον.

### delta 177

Δελφύς · μήτρα· ἔνθεν ἀδελφός.

### delta 178

Δέμας · σῶμα.

### delta 179

Δέμνια · ἐγκοίτια στρώματα.

### delta 180

Δενδρυάζειν · ὑπὸ δένδρον ὑποδύεσθαι. ἀπὸ τῶν τὸ παλαιὸν ταῖς δρυσὶ σκέπῃ χρωμένων πρὶν τὰς οἰκήσεις εὑρεθῆναι. καὶ τὸ καθ’ ὕδατος δύεσθαι καὶ ἀποκρύπτειν ἑαυτόν.

### delta 181

Δενδαλίδες · οἱ μὲν ἄνθος, ἄλλοι τὰς λευκὰς κάγχρυς, οἱ δὲ τὰς ἐπτισμένας κριθὰς πρὸ τοῦ φρυγῆναι. Θεόφραστος δὲ (fr. novum) ὑπὸ Εὐβοέων τὰς κριθὰς οὕτω καλεῖσθαι. οἱ δὲ τὰς ἐκ κριθῶν μάζας γινομένας.

### delta 182

Δεπύρως · διαπύρως, θερμῶς.

### delta 183

Δεξάμενος · ἀντὶ τοῦ λαβών. Ἡρόδοτος ηʹ (115, 1).

### delta 184

Δεξιάς · συνθήκας.

### delta 185

Δεξιολάβος · παραφύλαξ.

### delta 186

Δεξιός · ἀγαθός, ἐπιτήδειος.

### delta 187

Δεξίδωροι · δωροδόκοι.

### delta 188

Δεξιοῦται · προσάγεται, ξενοδοχεῖ, φιλοφρονεῖται.

### delta 189

Δεξίωσις · ὑποδοχή.

### delta 190

Δεξιμήλων θεῶν · ἀπὸ τοῦ δέχεσθαι τὰ θυόμενα μῆλα.

### delta 191

Δέοιτο · χρῄζοι.

### delta 192

Δέοντο (Σ 553)· ἐδεσμεύοντο.

### delta 193

Δέος · φόβος.

### delta 194

Δέπυρος · διάπυρος, θερμός.

### delta 195

Δεπάεσσι · ποτηρίοις.

### delta 196

†Δέρεα† · ἐπιτραχήλιος κόσμος.

### delta 197

Δερρίδιον · σκιάδιον δερμάτινον.

### delta 198

Δερκυλίδας · ὄνομα κύριον βασιλέως Λακεδαιμονίων.

### delta 199

Δέρκειν · βλέπειν.

### delta 200

Δερματικόν · Λυκοῦργος λέγει (fr. 1 C.) τὸ ἐκ τῶν δερματίων τῶν πιπρασκομένων περιγινόμενον ἀργύριον.

### delta 201

Δερμηστής · Λυσίας μὲν (fr. 104 S.) τὸν σκώληκά φησιν οὕτω λέγεσθαι, Ἀρίσταρχος δὲ τὸν ὄφιν. εἴη δ’ ἂν μᾶλλον ὁ τὰ δέρματα ἐσθίων †ἑτοιμότερον† οὕτω καλούμενος.

### delta 202

Δερμηστὴς ἔσθων · οἱ μέν φασιν εἶδος εἶναι σκώληκος, ὃς κατεσθίει τὰ δέρματα· Ἀρίσταρχος δὲ ὄφεως εἶδος τοῦτο εἶναί φησι.

### delta 203

Δερκομένων · βλεπόντων.

### delta 204

Δέρρις · δέρμα. ἢ τρύχινον παραπέτασμα.

### delta 205

Δέρρεις · τὰ ξηρὰ καὶ ἀμάλακτα δέρματα· καταχρηστικῶς δὲ καὶ τὰ ἄλλα.

### delta 206

Δέρος · αἱ τοιαῦται εὐθεῖαι ἤτοι Ἰωνικαί εἰσιν ἢ Δωρικαί· δέρος, κῶος· ἀπὸ γὰρ τοῦ δέρας καὶ κῶας πεποίηται.

### delta 207

Δέρτρον (λ 579)· ἐπίπλουν. ὁ δὲ Ἀρίσταρχος τὸ δέρμα καὶ πάντα τὸν χρῶτα τὸν πρὸς τοῦ ἥπατος. ἄμεινον δὲ τὸ ῥάμφος. δέρτρον ἀπὸ τοῦ δέρειν, ὅπερ ἐστὶ κρούειν. τούτῳ 〈δὲ〉 διαρρήσσουσιν ἃ ἂν ἐσθίωσιν οἱ γῦπες τῇ κρούσει τοῦ ῥάμφους. καὶ ἔστι τὸ ὄνομα ῥηματικόν. ὡς παρὰ τὸ πλήσσω πλῆκτρον, οὕτως καὶ παρὰ τὸ δέρω δέρτρον.

### delta 208

Δεσαύχενας · τοὺς ἀσκούς.

### delta 209

Δεσποτοῦν (Pl. Tim. 44d)· τὸ δεσπόζον καὶ κυριεῦον.

### delta 210

Δεσπόσυνοι · τοῖς οἰκέταις οἱ παῖδες τῶν δεσποτῶν.

### delta 211

†Δεσπότου κεκαρμένου · ἀπενθοῦντος†.

### delta 212

Δεσμοὶ Τυρρηνοί · οἷς ἐχρῶντο κατ’ ἐκεῖνο καιροῦ εἰς τὰς τῶν δεσμωτῶν κακουχίας.

### delta 213

Δεσποσύνων ὄψων · ἀντὶ τοῦ δεσποτικῶν ὄψων. Ἀριστοφάνης (fr. novum).

### delta 214

Δεύειν · φυρᾶν. καὶ δέδευκε πεφύρακεν. ἔστι δὲ τὸ φυρᾶν Ἑλληνικόν.

### delta 215

Δευθέντα · βραχέντα.

### delta 216

Δευόμενος · βρεχόμενος.

### delta 217

Δεῦρο · ἐνθάδε, ἐπὶ τοῦ παρόντος. καὶ τὸ ἐλθέ, ὡς ἡμεῖς.

### delta 218

Δεῦρο · ἔνιοι ἐπὶ {τοῦ} χρόνου τετάχθαι νομίζουσιν. οἱ δὲ ῥήτορες ἐπὶ τόπου πάντες αὐτῷ χρῶνται, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου (1, 174).

### delta 219

Δεῦρ’ ἀεί · ἀντὶ τοῦ ἕως τούτου. Πλάτων Νόμων ζʹ (811 c)· „πρὸς τοὺς λόγους οὓς ἐξ ἕω μέχρι δεῦρ’ ἀεὶ 〈δι〉εληλύθαμεν“. τινὲς δὲ ἀντὶ τοῦ ὡδὶ τιθέασι.

### delta 220

Δευσοποιός · βαφεύς. σημαίνει δὲ καὶ τὸν ἔμμονον καὶ δυσαπόπλυτον.

### delta 221

Δευσοποιὸς πονηρία · μετῆκται ἡ λέξις ἀπὸ τῶν καταβεβαμμένων ἐρίων. σημαίνει δὲ τὸ βέβαιον καὶ ἀνέκπλυτον τοῦ χρώματος. οἱ συγγραφεῖς δὲ ὅταν ἀμετακίνητόν τι δηλῶσαι βούλωνται, καταχρῶνται τῇ λέξει καὶ ἐπ’ ἄλλων. δύναται οὖν ἡ δευσοποιὸς πονηρία ὑπερβάλλουσα εἶναι καὶ ἧς οὐχ οἷόν τε ἦν περιγενέσθαι.

### delta 222

Δευσοποιός · κυρίως μὲν ἐπὶ τῆς πορφύρας λέγεται τὸ ὄνομα, τῆς ἔμμονον καὶ ἀνέκπλυτον ἐχούσης τὸ ἄνθος τῆς βαφῆς. ἐκ μεταφορᾶς δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν ἐχόντων τὸ χρῶμα ἔμμονόν τε καὶ πολυχρόνιον.

### delta 223

Δεῦτε · παρακελεύσεως ἐπίρρημα.

### delta 224

Δεύτερος πλοῦς · ὅτε ἀποτυχών τις οὐρίου κώπαις πλεῖ (cf. Men. fr. 205 K.—Th.).

### delta 225

Δευτέριον · τὸν δευτερίαν ὑφ’ ἡμῶν καλούμενον οἶνον.

### delta 226

Δέχομαι · ἀντὶ τοῦ ὁμολογῶ.

### delta 227

Δέω μικροῦ · μικροῦ γε ἔχομαι.

### delta 228

Δηγμούς · τοὺς δαγμούς.

### delta 229

Δῆθεν · ὡς δή φησι. τοῦτο δὲ προσποίησιν ἀληθείας ἔχει, δύναμιν δὲ ψεύδους. λαμβάνεται δὲ τὸ †δῆθεν† ὡς παραπληρωματικόν.

### delta 230

Δηϊοτῆτος · μάχης.

### delta 231

Δηΐουν · διέκοπτον, ἐτίτρωσκον.

### delta 232

Δηλαϊστή · ἐλεεινή, ἀθλία.

### delta 233

Δηλήσεται · βλάψει, διαφθερεῖ.

### delta 234

Δηλιασταί · οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί. οὕτως Λυκοῦργος (fr. 87 C.).

### delta 235

Δήλιος · ὁ βωμὸς ὃν ἀπὸ κεράτων παραθέουσιν.

### delta 236

Δήλιον · χωρίον Ταναγρικόν.

### delta 237

Δή · τόδε. καὶ Μένανδρος λέγει.

### delta 238

Δῆλοι · ὁράσεις, ἐνύπνια.

### delta 239

Δήλων · ὁράσεων.

### delta 240

Δημαγωγεῖ · στρατηγεῖ.

### delta 241

Δημαρχία · ὅτε δῆμος ἄρχει.

### delta 242

Δημαίνετος · ὄνομα κύριον.

### delta 243

Δήμαρχος · ὁ δήμου τινὸς ἄρχων, ὃς καὶ τοῦ κατὰ χώραν δήμου προΐστατο καὶ ἀπεγράφετο τὰς οὐσίας ἑκάστου πρὸς τὰ δημόσια ὀφλήματα.

### delta 244

Δήμαρχος · ἑκάστου δήμου τῶν ἐν Ἀθήναις ὁ κατάρχων δήμαρχος ἐλέγετο. οὗτοι δὲ τὰς ἀπογραφὰς ἐποιοῦντο τῶν προσόντων ἑκάστῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρ’ αὐτοῖς ἦν. ἀλλὰ καὶ συνῆγον τοὺς δήμους, ὁπότε δεήσειε, καὶ ψῆφον αὐτοῖς 〈ἐ〉δίδοσαν, καὶ ἐνεχυρίαζον δὲ οὗτοι.

### delta 245

Δημήτριος · τραγῳδιῶν ὑποκριτὴς †Διῶν† τὸν πλησσόμενον Ἀγαμέμνονα.

### delta 246

Δημ〈ι〉όπρατα · ἃ ὁ δῆμος πιπράσκει αὑτοῦ γενόμενα, δημοσιευθέντα.

### delta 247

Δημελέητος · ἐλεεινός.

### delta 248

Δημοθήσειε · θεωρήσειε.

### delta 249

Δημοποίητος · ὁ ὑπὸ τοῦ δήμου γεγονὼς πολίτης.

### delta 250

Δημεύσας · δημοσιεύσας.

### delta 251

Δήμιον · δημόσιον.

### delta 252

Δημηγόρος · ἐπὶ τοῦ δήμου λαλῶν.

### delta 253

Δημιουργεῖ · τὰ μὴ ὄντα ποιεῖ.

### delta 254

Δημότης · ὁ τοῦ αὐτοῦ μετέχων δήμου.

### delta 255

Δημοτικά · τὰ τοῖς πολλοῖς ἐμπρέποντα.

### delta 256

Δημιουργός · χειροτέχνης, ὁ τὰ μὴ ὄντα ποιῶν.

### delta 257

Δημοβόρος · ὁ τὰ δημόσια ἐσθίων.

### delta 258

Δημοκλείδας · ξένους καὶ μοιχούς· τοιοῦτος γὰρ ὁ Δημοκλῆς.

### delta 259

Δημόκοινον · δημόσιον.

### delta 260

Δημόκοινος · ὁ δημόσιος βασανιστής. ἢ ὁ δήμιος.

### delta 261

Δημογέροντες · οἱ τοῦ δήμου ἐντιμότατοι.

### delta 262

Δημοθοινία · τοῦ δήμου εὐωχία ἢ θυσία.

### delta 263

Δημοποίητος · ὁ φύσει μὲν ξένος, ὑπὸ δὲ τοῦ δήμου πολίτης γεγονώς.

### delta 264

Δημόσιος · δημοσίους λέγουσι τοὺς τῆς πόλεως δούλους

### delta 265

Δημόσιος · ὁ τῆς πόλεως δοῦλος, ὃς ὑπηρετεῖ τοῖς δικαστηρίοις καὶ τοῖς κοινοῖς ἔργοις.

### delta 266

Δημότας · οἱ μὲν Ἴωνες τοὺς δημοτικούς. καὶ Ἡρόδοτος οὕτως (2, 172, 2.5 et 5, 11, 2). οἱ δὲ Ἀττικοὶ τοὺς τοῦ αὐτοῦ δήμου μετέχοντας.

### delta 267

Δημοτελῆ · δημοσίαν.

### delta 268

Δημοτελῆ καὶ δημοτικὰ ἱερά · διέφερον ἀλλήλων καὶ τῶν ὀργεωνικῶν καὶ τῶν γενικῶν.

### delta 269

Δημοτελῶς · παντὶ τῷ δήμῳ.

### delta 270

Δημοτευόμενος · μετὰ τῶν δημοτῶν. φησὶ Δημοσθένης (44, 39 et 57, 49.55).

### delta 271

Δημοτευόμενος · δημοτεύεσθαί ἐστι τὸ τοῦδέ τινος δήμου κοινωνεῖν καὶ χρηματίζειν ἀπ’ αὐτοῦ.

### delta 272

Δημοῦσθαι · δημοκοπεῖν. καὶ ἀντὶ τοῦ παίζειν. οὕτως Πλάτων (Theaet. 161e).

### delta 273

Δημότης · πολίτης.

### delta 274

Δημότης · ὁ τοῦ αὐτοῦ μετέχων δήμου.

### delta 275

Δημωδέστερος · ἀσχημονέστερος· διὰ τὸ ἐν ὄψει πάντων γινόμενον, διὰ τὸν δῆμον.

### delta 276

Δημωφελής · δῆμον ὠφελῶν.

### delta 277

Δῃοῦν · πολεμεῖν.

### delta 278

Δηνάριον · εἶδος ἀργυρίου ὁλοκοτίνου.

### delta 279

Δήξομαι · λυπήσω.

### delta 280

Δήπου · ὡς δή.

### delta 281

Δήπουθεν · δηλονότι. ἢ ἔκ τινος τόπου.

### delta 282

Δῆριν · μάχην ἢ φιλονεικίαν.

### delta 283

Δῆτα · οὕτως.

### delta 284

Δημοφάνης · κύριον.

### delta 285

Δῃώσας · πραιδεύσας, ἀνελών, κατατεμών.

### delta 286

Διαβασιλίζεται · τῆς βασιλείας ἀντιποιεῖται.

### delta 287

Διαβάλλειν · τὸ ἐξαπατᾶν καὶ παραλογίζεσθαι. Θουκυδίδης αʹ καὶ Κρατῖνος (fr. novum).

### delta 288

Διαβάτης ἢ διαβήτης · ὄργανόν τι τεκτονικόν. ἔστι δὲ καὶ νόσημά τι σωματικὸν ὁ διαβήτης, ᾧ οἱ ἐχόμενοι κατέχειν τὸ ὕδωρ οὐ δύνανται.

### delta 289

†Διαβούλομαι† · ἀναπείσω. Θουκυδίδης.

### delta 290

Διάβαθρα · σανδαλίων εἶδος.

### delta 291

Διαβάλλεις · παραλογίζῃ, εἰς ἀπέχθειαν ἄγεις. τάττουσι δὲ τὴν λέξιν καὶ ἐπὶ τοῦ ἐναντίου, οἷον „τῇ θυγατρὶ τῇ ἐμῇ διαβεβλημένοσ“ (Hdt. 1, 118, 2), καθὸ καὶ Πλάτων ἐν Πολιτείᾳ (6, 498c) „μὴ διάβαλε ἐμὲ καὶ Θρασύμαχον“.

### delta 292

Διαγορεύων · ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. οὕτως Ἰσαῖος (fr. 20 S.). τὸ δὲ ἐναντίον συναγορεύειν, ὥσπερ ἐναντίον καὶ τὸ συμφέρεσθαι πρὸς τὸ διαφέρεσθαι καὶ τὸ συμφωνεῖν πρὸς τὸ διαφωνεῖν.

### delta 293

Διὰ γὰρ μαχαιρῶν καὶ πυρὸς ῥιπτεῖν δεῖ · ἐπὶ τῶν παραβαλλομένων καὶ ῥιψοκίνδυνα ποιούντων.

### delta 294

Διαγραφὴ δίκης · ὅταν ἀπαλλαγῇ τοῦ ἐγκλήματος ὁ φεύγων, ἢ κατὰ συγχώρησιν τοῦ διώκοντος ἢ κατὰ διάγνωσιν τυχόντος, καὶ μηκέτι παρὰ μηδενὸς ἐγκαλῆται, διαγραφὴ δίκης λέγεται.

### delta 295

Διαγραφή · ἡ διατύπωσις τῶν πιπρασκομένων μετάλλων δηλοῦσα διὰ γραμμάτων, ἀπὸ ποίας ἀρχῆς μέχρι πόσου πέρατος πιπράσκεται.

### delta 296

Διάγραμμα · τὸ τεταγμένον ἐν ταῖς συμμορίαις, ὁπόσον ἕκαστον εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τιμὴν τῆς οὐσίας. διαγραφεὺς μέντοι ἐστὶν ὁ καθιστάμενος ἐν ταῖς συμμορίαις ἐπὶ τῷ διακρῖναι, πόσον ἕκαστος εἰσενεγκεῖν ὀφείλει.

### delta 297

Διάγραμμα · ὅταν εἰσφορᾶς δεήσειεν εἰς τὸ κοινὸν πολέμου ὄντος, τὸ ἑκάστῳ ἐπιγραφόμενον ἀργύριον διάγραμμα καλεῖται.

### delta 298

Διάγραμμα · τὸ μίσθωμα· διέγραφον γὰρ οἱ ἀγορανόμοι ὅσον ἔδει λαμβάνειν τὴν ἑταίραν ἑκάστην.

### delta 299

Διαβούλια · τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα.

### delta 300

Διαγνώμη · διάγνωσις καὶ διάκρισις. ὥσπερ καὶ καταβοή . ἡ λέξις ἰδικὴ Θουκυδίδου (1, 87, 6 et 3, 42, 1. 67, 7).

### delta 301

Διαγραμμίζειν · ἐπὶ γραμμαῖς παίζειν.

### delta 302

Διαγράφειν · διαξέειν, ἐξαλείφειν. ἀπὸ τοῦ τεταραγμένα διεξιόντος.

### delta 303

Διαγραφεύς · ὁ μερίζων ἑκάστῳ τῶν ἀπὸ τῆς συμμορίας τὴν προσήκουσαν αὐτῷ εἰσφέρειν συμφοράν.

### delta 304

Διαγράψαι · εἰώθασι μὲν καὶ τὸ διαξύσαι λέγειν οὕτω. λέγεται δὲ διαγράψαι καὶ τὸ περιελεῖν τὸ ἐπιγραφὲν ἔγκλημα.

### delta 305

Διαδικασία · οὐχ ἁπλῶς πᾶσα δίκη, ἀλλ’ ἐν αἷς περί τινος ἀμφισβήτησίς ἐστι. λέγεται δὲ διαδικασία 〈καὶ ὅταν δημευθείσης οὐσίας δικάζηταί〉 τις πρὸς τὸ δημόσιόν τινι, ὡς ὀφειλομένων αὐτῷ χρημάτων ἐν τῇ δημευθείσῃ οὐσίᾳ.

### delta 306

Διαδοκίς · διάβολος. οὕτως Κρατῖνος (fr. novum).

### delta 307

Διαδοκίς · ἡ δεχομένη τὰς ἄλλας καὶ βαστάζουσα, ὑποτιθεμένη δὲ πλαγία.

### delta 308

Διαδικασία ἐστίν, ἣν ποιοῦνταί τινες τοῖς μέλλουσι χορηγεῖν, οὓς ἂν ὁρισθῆναι βούλωνται, πότε χρὴ λειτουργεῖν αὐτούς.

### delta 309

Διαγράψαντος · τινὲς μὲν ἀντὶ τοῦ καταβαλόντος καὶ καταθέντος. ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθμήσαντος, ὡς λέγομεν ἐν τῇ συνηθείᾳ.

### delta 310

Διαδιδράσκει · διαφεύγει.

### delta 311

Διαδρᾶναι · διαφυγεῖν.

### delta 312

Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι · ἐπὶ τῶν διὰ νόσον ἢ λύπην λεπτῶν καὶ ἰσχνῶν γινομένων.

### delta 313

Δι{α}δοῦσι · τὸ διδόασιν οἱ Ἴωνες καὶ Ἡρόδοτος οὕτως (2, 30, 5).

### delta 314

Διαθέσθαι · ἀντὶ τοῦ ἀποδόσθαι.

### delta 315

Διαθείη · διαπράξει.

### delta 316

Διαθέουσα · διατρέχουσα.

### delta 317

Διάθεσιν · Πολιτείας ηʹ (Pl. Reip. 6, 489a)· „πρὸς τοὺς ἀληθινοὺς φιλοσόφους τὴν διάθεσιν ἔοικεν“, καθὸ καὶ εἰκόνια λέγουσιν ἀναθεματικά.

### delta 318

Διαθετῆρα · Νόμων ηʹ (Pl. Leg. 6, 765a)· „τὸν ἄρχοντα χορῶν καὶ διαθετῆρα“· διακοσμοῦντα, διατάσσοντα.

### delta 319

Διάθεσις · Ἰσοκράτης (11, 14) ἀντὶ τοῦ πρᾶσις. Ἀντιφῶν δὲ (87 B 63 D.—K.) ἀντὶ τοῦ διοίκησις. καὶ διαθέσθαι ἐπὶ τοῦ διοικῆσαι. παραλαμβάνεται δὲ τὸ διαθέσθαι καὶ ἀντὶ τοῦ συνθέσθαι, ὡς Ὑπερείδης (1, 1, 12 J.) καὶ Δημοσθένης.

### delta 320

Διαθήκη · δυϊκῶς ἐκφωνεῖται. ἡ μὲν ἐπὶ θνῃσκόντων διατάξεως καὶ ἐνταλμάτων χαρακτῆρα φέρουσα. ἡ θατέρα δὲ 〈 *** 〉.

### delta 321

Διάθημα · ἐπιτήδευμα.

### delta 322

Διαθλοῦντες · πονοῦντες.

### delta 323

Διαθρύπτεται · χαυνοῦται, διαλύεται.

### delta 324

†Δίεδρον† · τὸ μετ’ ἐρυθήματος λαμπρόν.

### delta 325

Διὰ τοῦ τοίχου λαλεῖν · ἐπὶ τῶν ἀναισθήτως τι διαπραττομένων.

### delta 326

Διαίταις · ταῖς χωρὶς δικαστηρίου κρίσεσι.

### delta 327

Διακεχρημένον · ἀντὶ τοῦ κατὰ μέρος δεδανεισμένον. Δημοσθένης (27, 11).

### delta 328

Διαιτῶν · δικάζων.

### delta 329

Διαιωνιεῖ · δι’ αἰῶνος παραμενεῖ.

### delta 330

Διαιτητῶν αἵρεσις · εἶδός τι δίκης ἐστίν· ὁπότε γὰρ τῶν δικαζομένων οἱ μὲν βούλοιντο διαιτᾶσθαι, οἱ δὲ οὔ, τοῖς μὴ βουλομένοις, ἵνα ἀναγκασθῶσιν, ἐδίδοτο ἡ διαιτητῶν αἵρεσις.

### delta 331

Διακεκναισμένη · διεφθαρμένη.

### delta 332

Διακαυνίσασθαι · διακληρώσασθαι.

### delta 333

Διακεκορῆσθαι · διαπεπαρθενεῦσθαι, τετμῆσθαι τῇ μίξει.

### delta 334

Διακεχυμένος ·

### delta 335

Διακίγκλισον · διάσεισον.

### delta 336

Διακέκοπται · οἷον ἀδοκίμαστόν ἐστι· διέκοπτον γὰρ τὸ ἀδόκιμον νόμισμα οἱ παλαιοί.

### delta 337

Διακεχλοιδέναι · θρύπτεσθαι.

### delta 338

Διακλιμακίσας · διαπαλαίσας· κλῖμαξ γὰρ καὶ κλιμακισμὸς πάλαισμα ποιόν.

### delta 339

Διακλῶν · διαθρύπτων.

### delta 340

Διακναιόμενος · ξεόμενος ἢ λυπούμενος.

### delta 341

Διακναίουσι · διαφθείρουσι.

### delta 342

Διακόκκω · ὁ μεταξὺ χρόνος. Φερεκράτης (fr. novum).

### delta 343

Διακομισθείς · διελθών.

### delta 344

Διακόνιον · οἱ μὲν τὴν πλακοῦντος κρηπῖδα, Μενεκλῆς δὲ ἐν τῷ Γλωσσοκόμῳ (FGrHist 270 F 8) ταῦτ’ εἴρηκε περὶ αὐτοῦ· „Ἀθηναῖοι τῷ Ἀπόλλωνι τὴν καλουμένην εἰρεσιώνην ὅταν ποιῶσι, πλήττοντες λύραν τε καὶ κοτύλην καὶ κλῆμα καὶ ἄλλ’ ἄττα κυκλοτερῆ πέμματα ταῦτα καλοῦσι διακόνιον“. {λέγεται δὲ ἐπί τινος ἐγκρατοῦς}. ὁμοίως δὲ καὶ Ἀμερίας (p. 7 Hoffmann) διακόνια τὰ κατὰ τὴν εἰρεσιώνην τῷ Ἀπόλλωνι πλασσόμενα πέμματα. τινὲς δὲ λέγουσι ζωμὸν ποιόν, τινὲς δὲ μᾶζαν.

### delta 345

Διακορεῦσαι · διαπαρθενεῦσαι, οἱονεὶ διατεμεῖν.

### delta 346

Διακονίστερος καὶ διακονίστατος · καὶ λαλίστερος καὶ κλεπτίστερος. {παροιμία} „Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονίστερόσ“ φησιν ἡ παροιμία.

### delta 347

Διακουράζεσθαι · ἀτενὲς βλέπειν· διὰ τὸ τοὺς ὀφθαλμοὺς κόρας λέγεσθαι.

### delta 348

Διακρία · τόπος ὑπὲρ Βραυρῶνα.

### delta 349

Διακριδόν · διακεκριμένως.

### delta 350

Διακορής · μεμεστωμένος.

### delta 351

Διακρίνεται · ἀμφιβάλλει, ἀπιστεῖ, διαχωρίζεται.

### delta 352

Διακρούεσθαι · ἐξωθεῖν ἢ ὑπερτίθεσθαι. καὶ ἄλλοτε ἄλλως διαναβάλλεσθαι.

### delta 353

Διάκτωρ · διάκονος, ἄγγελος, ἀπαγγέλλων.

### delta 354

Διακυκῶσι · διαταράσσουσι.

### delta 355

Διακυνοφθαλμίζεσθαι · τὸ ὑποβλέπεσθαι καὶ ὑφορᾶσθαι ἀλλήλους.

### delta 356

Διαιτηταί · τοὺς ὑπὲρ πεντήκοντα ἔτη γεγονότας καὶ καθαροὺς πάσης αἰτίας ὑπειλημμένους ἀπὸ τοῦ ληξιαρχικοῦ γραμματείου κληρώσαντες τὰ τῶν πολιτῶν διαιτᾶν ἐποίουν. ξένοις μέντοι γε ἐπὶ τοῦτο ἐλθεῖν οὐ συγκεχώρητο. ἔξεστι δὲ τοῖς μεμφομένοις †διαιτᾶν† ἐκκαλεῖσθαι τὸ δημόσιον δικαστήριον.

### delta 357

Διακωδωνίσαντες · δοκιμάσαντες.

### delta 358

Διακωδωνισθέντες · διαφημισθέντες. ὡς ἐπὶ πλεῖστον δὲ ἐπὶ τῶν διαπαιζομένων λαμβάνεται.

### delta 359

Διακωχή · διάλειψις.

### delta 360

Διαλαβεῖν · καὶ τὸ ἑκατέρωθέν τινος ἐπιλαβέσθαι. καὶ τὸ διαχωρίσαι εἰς δύο μέρη καὶ εἰς πλείονα.

### delta 361

Διαλαμβάνων · ὑπομνηματίζων, συγγράφων.

### delta 362

Διαλαβών · διαδεξάμενος.

### delta 363

Διαλαγχάνειν · διαμερίζεσθαι, διακληροῦσθαι.

### delta 364

Διαλέγεσθαι · τὸ συνουσιάζειν.

### delta 365

Διάλαυρος · ὀμφαλός.

### delta 366

Διαλέγοιντο γυναιξίν · ὁμιλοῖεν ἢ συνουσιάζοιεν. οὕτως Ἱεροκλῆς (fr. 3 Arnim).

### delta 367

Διαλεληφότες · ἀπειληφότες.

### delta 368

Διαλείμματος · διαχωρισμοῦ.

### delta 369

Διαλέγουσαν · διοικοδομοῦσαν· λέγειν γὰρ τὸ οἰκοδομεῖν.

### delta 370

Διαλέγουσι · διορύττουσι. Θουκυδίδης.

### delta 371

Διάληψις · ἐνθύμησις ἢ γνῶσις.

### delta 372

Διάληξις · διαλαγχάνειν μέν ἐστι τὸ διαιρεῖσθαι κλήρῳ, διάληξις δὲ τὸ πρᾶγμα.

### delta 373

Διάλειμμα · διάστημα.

### delta 374

Διαλλακτής · φιλιωτής.

### delta 375

Διάλογος πορνῶν · τὸ ἔσχατον καὶ λείψανον· διάλογος γὰρ παιδιᾶς μέρος, ὅταν ἐπὶ τέλει διαλέγωσι τὰς ψήφους.

### delta 376

Διαλύσω · ἀντὶ τοῦ καταλλάξω.

### delta 377

Διαμαξαμένη · διαψησαμένη.

### delta 378

Διαμαρτυρία · αὕτη τρόπον τινὰ παραγραφή ἐστι περὶ τοῦ εἰσαγώγιμον εἶναι τὸ πρᾶγμα ἢ μή.

### delta 379

Διαμαρτυρία καὶ διαμαρτυρεῖν · τρόπος τις ἦν ἡ μαρτυρία παραγραφῆς· πρὸ γὰρ τοῦ εἰσαχθῆναι τὴν δίκην εἰς τὸ δικαστήριον ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆσαι, ὡς εἰσαγώγιμός ἐστιν ἡ δίκη ἢ οὐκ εἰσαγώγιμος. διαφέρει δὲ τῆς παραγραφῆς τῷ τὴν μὲν διαμαρτυρίαν γίνεσθαι οὐ μόνον ὑπὸ τῶν φευγόντων, ἀλλὰ καὶ ὑπὸ τῶν διωκόντων. καὶ πρότερόν γε ὁ διώκων προὐβάλλετό τινα μαρτυροῦντα εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ περὶ τούτου πρῶτον ἐγίνετο ἡ κρίσις πρὸς αὐτὸν τὸν διαμαρτυρήσαντα, οὐ πρὸς τὸν ἐξ ἀρχῆς δικαζόμενον. εἰ δὲ μὴ προβάλοιτο μάρτυρα ὁ διώκων, τότε ἐξῆν τῷ φεύγοντι προσαγαγεῖν τινα μαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ πάλιν πρὸς τὸν διαμαρτυρήσαντα ὁ ἀγὼν ἐγίνετο. ἐπεσκήπτοντο δὲ ψευδομαρτυριῶν καὶ ταῖς διαμαρτυρίαις, ὥσπερ ταῖς μαρτυρίαις. τάχα δὲ ἐπὶ μὲν ταῖς τοῦ ἀποστασίου δίκαις ἐκεκώλυτο διαμαρτυρεῖν, ἐν δὲ ταῖς τοῦ ἀπροστασίου οὐκέτι.

### delta 380

Διαμάρτοι · ἀποτύχοι.

### delta 381

Διαμέλλει · ἀναβολῇ χρῆται.

### delta 382

Διαμεμετρημένη ἡμέρα · τὸ διάστημα τῆς ἡμέρας ὕδατι μεμετρημένῳ διεμέτρουν. καὶ τοῦτο ἐγίνετο ἐν μόνῳ τῷ Ποσειδεῶνι μηνί· βραχυτάτας γὰρ οὗτος ὁ μὴν τὰς ἡμέρας ἔχει. οἱ τοίνυν δημόσιοι καὶ μεγάλοι ἀγῶνες πρὸς τοῦτο τὸ ὕδωρ ἠγωνίζοντο. καὶ διενέμετο εἰς τρία μέρη ἡ ἡμέρα· ἡ μὲν πρώτη ἡμέρα τῷ κατηγόρῳ, ἡ ἐφεξῆς δὲ τῷ κατηγορουμένῳ καὶ ἡ τρίτη τοῖς δικάζουσιν εἰς τὸ σκέψασθαι τὴν ψῆφον.

### delta 383

Διὰ μέσου τείχους · τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, τοῦ τε βορείου καὶ τοῦ νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τῶν παρ’ ἑκάτερα τὸ νότιον ἐλέγετο, οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργίᾳ (455e).

### delta 384

Διαμεμετρημένη ἡμέρα · μέτρον τί ἐστιν ὕδατος πρὸς μεμετρημένον ἡμέρας διάστημα ῥέον. ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί, ὡς δὴ †τοῦτο† ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. διενέμετο δὲ τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ τρίτον τοῖς δικάζουσιν. ἐπισκεπτέον δὲ τὸ παρ’ Ἰσαίῳ (fr. 40 S.), ὃς μεμετρημένης ἡμέρας ὁτὲ μὲν χωρὶς ὕδατός φησι γίνεσθαι τοὺς ἀγῶνας, ὁτὲ δὲ πρὸς ὕδωρ.

### delta 385

Διάμετρον · διάμετρον Δείναρχος λέγει (fr. 19, 3 C.) τὸ ἐλλεῖπον ἀπὸ τοῦ δικαίως μετρηθέντος.

### delta 386

Διαμῆσαι · διακόψαι.

### delta 387

Διαμπάξ · διόλου, διαπαντός.

### delta 388

Διαμπερές · διόλου διῆκον.

### delta 389

Διάμορφον Σωκράτην ἀπώλεσεν (com. adesp. fr. 386, 2 K.)· ἀντὶ τοῦ „δίμορφον ὤλεσεν Μίνω γόνον“. παρὰ τὸ ἐκ Μελεάγρου Εὐριπίδου (fr. novum). διάμορφον δὲ αὐτὸν ἔφη, ἐπεὶ ἀμορφότατος ἦν.

### delta 390

Διαμυλλαίνειν · διεσθίειν, διακόπτειν, διαστρέφειν τὰ χείλη.

### delta 391

Διαμυδῶντες · διαβρέχοντες.

### delta 392

Διαμυδαίνεται · ἀντὶ τοῦ διαπηδᾷ καὶ διαρρεῖ καὶ διηθεῖται.

### delta 393

Διαμώμενοι · διασκάπτοντες, ζητοῦντες.

### delta 394

Διανενεύκαμεν (Pl. Reip. 4, 441 c)· ἀντὶ τοῦ ἐπεραιώθημεν.

### delta 395

Διανίζεται · διανίπτεται, καθαρίζεται.

### delta 396

Διανυσθῆναι · τελειωθῆναι.

### delta 397

Διαπαρθενεῦσαι · μιγῆναι παρθένῳ. ἐλέγετο δὲ οὕτως καὶ τὸ παρθενοτροφῆσαι καὶ διαφυλάξαι παρθένον.

### delta 398

Διαπαρατριβαί · ἐνδελέχειαι.

### delta 399

Διαπατταλεύειν · τὸ διερευνᾶν καὶ ζητεῖν ἐπιμελῶς.

### delta 400

Διαπατταλευθήσῃ (Ar. Equ. 371)· ἀπὸ τῶν τὰς βύρσας διατεινόντων. σημαίνει δὲ τὸ ἐρευνᾶν ἐπιμελῶς.

### delta 401

Διαπεπατταλευμένα · διεσφηκωμένα ὥστε οὐδὲ πάτταλον διεῖραί που διὰ πυκνότητα. δύναται δὲ εἶναι καὶ ἀπὸ τῶν τοίχων τῶν μηκέτι πασσάλου τόπον ἐχόντων. οἷον ἐπ’ ἀκριβὲς ἠγμένα. ἡ μεταφορὰ ἀπὸ τῶν ψυχομένων δερμάτων.

### delta 402

†Διαπεπάχθαι† · τὸ διαστῆσαι τὰ σκέλη.

### delta 403

Διαπεπονημένης · κατορθωθείσης.

### delta 404

Διαπερᾶναι · τελειῶσαι.

### delta 405

Διαπεράναντες · διακεντήσαντες.

### delta 406

Διαπηνηκίσαι · ἐξαπατῆσαι· πηνήκην γὰρ οἱ ἀρχαῖοι Ἀττικοὶ τὴν ἐκ τῶν τριχῶν περιθέτην ἔλεγον. καὶ τὸ φενακίσαι δέ τινες ἀπὸ τούτου εἰρῆσθαι νομίζουσι.

### delta 407

Διαπιθηκίσαι · τὸ διαπαῖξαι· ἀπὸ τῶν πιθήκων· φιλοπαιγμονέστατον γὰρ τὸ ζῷον.

### delta 408

Διαπληκτίζονται · διαμάχονται.

### delta 409

Διαπονεῖν · ἀσκεῖσθαι.

### delta 410

Διαπορῶ · ζητῶ, ἀμφιβάλλω.

### delta 411

Διαπορθμεύεται · διακομίζεται, διαπερᾷ.

### delta 412

Διαπορηθέντες (Pl. Tim. 49b)· διαποροῦντες.

### delta 413

Διαπορθμεύσων · διαπεράσων, διακομίσων.

### delta 414

Διαπραξάμενον ἐλευθερίαν ·

### delta 415

Διαπρέπειν · διαφαίνεσθαι, διαφέρειν.

### delta 416

Διαπρεπής · ἔκδηλος, ἐπίσημος.

### delta 417

Διαπρύσιον · διὰ παντὸς †δεξιόν†, μέγα, ἐξάκουστον, διαβόητον.

### delta 418

Διαπυνθάνεται · ἐρωτᾷ.

### delta 419

Διαρκῶς · δαψιλῶς.

### delta 420

Διαρθρώσας · διατυπώσας.

### delta 421

†Διαροίζεται† · ὁρμᾷ.

### delta 422

Διαρτῆσαι · τὸ ἐξαπατῆσαι. οὕτω Μένανδρος (fr. 839 K.—Th.).

### delta 423

Διαρρεῖν · διαχεῖσθαι, χαυνοῦσθαι.

### delta 424

Διαρρέουσα · τρυφηλή.

### delta 425

Διαρρήδην · σαφῶς, φανερῶς.

### delta 426

Διαρραῖσαι · διαφθεῖραι.

### delta 427

Διαρρικνοῦσθαι · τὸ τὴν ὀσφὺν φορτικῶς περιάγειν. Κρατῖνος 〈Τροφωνίῳ (fr. 219 K.), οἷον „ξίφιζε καὶ σπόδιζε καὶ διαρρικνοῦ“〉.

### delta 428

Διαρ{ρ}ύτ{τ}ειν · διαρ{ρ}ύειν, διαντλεῖν, ὡς ἀνύτ{τ}ειν τὸ ἀνύειν.

### delta 429

Δι’ Ἅρματος · Ἅρμα τόπος Ἀθήνησιν, ἐν ᾧ διοσημείας γινομένης ἔπεμπον εἰς Δελφούς.

### delta 430

Διαρτᾶν · κυρίως ἀντὶ τοῦ διαιρεῖν. καὶ τὸ δι〈 *** 〉.

### delta 431

Διαρτίσαι · ἀναπλάσαι, καταρτίσαι.

### delta 432

Διαρτωμένων · καταρτιζομένων.

### delta 433

Διασαλακωνίσαι · διαθρύψαι.

### delta 434

Διασαυλούμενον · θρυπτόμενον.

### delta 435

Διασαυλούμενος · ἁβρυνόμενος καὶ διαθρυπτόμενος. 〈Ἀριστοφάνης (fr. 624 K.)· „ὁρῶ γὰρ ὡς ὄμφακα διασαυλούμενον“. παρὰ τὸν σαῦλον, τὸν τρυφερὸν καὶ γαῦρον. Σιμωνίδης ἐν Ἰάμβοις (fr. 18 W.)· „καὶ σαῦλα βαίνων ἵππος ὡς κορωνίτησ“〉.

### delta 436

†Διασή〈θειν〉† · διαξύειν, ἀπαλείφειν, παράπτεσθαι.

### delta 437

Διασκεδαννύουσιν · διασκορπίζουσιν.

### delta 438

Διασιλλαίνειν · δυσαρεστεῖν.

### delta 439

Διασκανδικίσῃς (Ar. Equ. 19)· διευριπιδίσῃς· σκάνδιξ γὰρ λάχανον. ἡ δὲ μήτηρ Εὐριπίδου σκάνδικας ἐπίπρασκεν.

### delta 440

†Διασμύχων† · διαξέων.

### delta 441

Διασκευάσασθαι · ἀντὶ τοῦ συσκευάσασθαι. Ἰσαῖος (fr. 76 S.).

### delta 442

Διασπῶν · κατασπῶν, διαστρέφων.

### delta 443

Διασπαθᾶν · ἀφειδῶς δαπανᾶν.

### delta 444

Διασείστους · ἐοίκασιν ὠνομάσθαι οἱ διάσειστοι παρὰ τὸ κινεῖσθαι καὶ διασείεσθαι πρότερον, εἶτα βάλλεσθαι, ἵνα 〈ἀ〉κακούργητοι μᾶλλον ὦσιν.

### delta 445

Διάστασις · ἀντὶ τοῦ διακόσμησις. Ἀντιφῶν (87 B 23 D.—K.).

### delta 446

Διαστείχειν · διέρχεσθαι.

### delta 447

Διαστείχοντες · διαπορευόμενοι.

### delta 448

Διαστείχουσαν · διερχομένην.

### delta 449

Διαστελλόμενος · διαχωριζόμενος.

### delta 450

Διασαφηνίζειν · τὸ τῇ γλώττῃ ἀκριβοῦν. {οἱ νεώτεροι 〈διαφθεῖραι〉 καὶ βιάσασθαι ἐπὶ τοῦ αὐτοῦ τάττουσιν ἀδιαφόρως}.

### delta 451

Διασφάγες · διεστῶσαι πέτραι.

### delta 452

Διασφάξ · διατομὴ ὄρους.

### delta 453

Διάσχεσις · κροῦμά τι, ἢ φορά τις τῶν χειρῶν ἐν τῇ λύρᾳ.

### delta 454

Διασχών · διελθών, διαστήσας.

### delta 455

Διαταφρεύει · διασκάπτει.

### delta 456

Διαττᾶν · σήθειν.

### delta 457

Διαταμιεύειν (Pl. Leg. 7, 805e)· ἐπιμελεῖσθαι τῶν κατὰ τὴν οἰκίαν.

### delta 458

Διαστῆσαι · ἀντὶ τοῦ διαταράξαι καὶ οἷον ἀδύνατον ποιῆσαι.

### delta 459

Διαιτηταί · ἕτεροι παρὰ τοὺς δικαστάς εἰσιν οἱ διαιτηταὶ {ἔξω τῶν δικαστηρίων κρίνοντες}. οἱ μὲν γὰρ ἐν δικαστηρίοις ἐδίκαζον καὶ τὰς ἀπὸ τῶν διαιτητῶν †ἀφεσίμους† ἔκρινον, οἱ δὲ διαιτηταὶ πρότερον κλήρῳ λαχόντες ἢ ἐπιτρεψάντων αὐτοῖς τοῖς κρινομένοις διῄτουν. καὶ εἰ μὲν ἤρεσκεν τοῖς ἀντιδίκοις, τέλος εἶχεν ἡ δίκη· εἰ δὲ μή, τὰ ἐγκλήματα καὶ τὰς προκλήσεις καὶ μαρτυρίας, ἔτι δὲ καὶ τοὺς νόμους καὶ τὰς ἄλλας πίστεις ἑκατέρων ἐμβαλόντες εἰς καδίσκους καὶ σημηνάμενοι παρεδίδοσαν τοῖς εἰσαγωγεῦσι τῶν δικῶν.

### delta 460

Διατείνεται · διαβεβαιοῦται.

### delta 461

Διατεθρυμμένος · διακεκλασμένος.

### delta 462

Διατεθρυλημένος τὰ ὦτα (Pl. Reip. 2, 358c)· οἷον κατηδολεσχημένος. ἢ οἷον πλειστάκις καὶ περὶ τῶν αὐτῶν πλεῖστα ἀκηκοώς.

### delta 463

Διατεθώκηται · διακεχώρισται.

### delta 464

Διατεκμαίρεται · στοχάζεται.

### delta 465

Διατελεῖς τυραννίδας (Pl. Reip. 10, 618a)· ἃς ἔχων ἄν τις †διατελέσας† ἀφίκοιτο.

### delta 466

Διατίθεται · πράττει.

### delta 467

Διατιμᾶται · δοκιμάζεται.

### delta 468

Διατιμητικός · δοκιμαστικός.

### delta 469

Διατιτρᾶν · διατρυπᾶν.

### delta 470

Διατοιχεῖ · ἀντὶ τοῦ ποτὲ μὲν ἐπὶ τοῦ δεξιοῦ τοίχου τοῦ πλοίου, ποτὲ δὲ ἐπὶ τοῦ ἀριστεροῦ γίνεται.

### delta 471

Διάτορον · ἐξάκουστον, μεγαλόφωνον.

### delta 472

Διατραπῆναι · διὰ φόβον ἀλλάξαι τὸ χρῶμα καὶ ὠχριάσαι.

### delta 473

†Διατραμεῖσα† · διερρηγυῖα τῶν ἰσχίων καὶ οἱονεὶ ξηρά.

### delta 474

Διατρίβει · στραγγεύεται, χρονίζει.

### delta 475

Διατριβή · τόπος ἐν ᾧ τινες μανθάνουσιν. ἢ καιρὸς καθ’ ὃν ἀναστρεφόμεθα περί τινα διάλεξιν φιλόσοφον.

### delta 476

†Διατταχῶς† · ἀντὶ τοῦ διχῶς.

### delta 477

Διᾴττειν · ὁρμᾶν, διατρέχειν. ἢ δάκνειν.

### delta 478

Διαύλια · μεσαύλια.

### delta 479

Διαύλιον · τὸ μεταξὺ τῆς ᾠδῆς αὐλούμενον. λέγεται καὶ μεσαύλιον.

### delta 480

Δίαυλος · ὁ διστάδιος τόπος.

### delta 481

Διαυλίζων · βαθύνων ἢ μηκύνων.

### delta 482

Διαυανθῆναι · ξηρανθῆναι.

### delta 483

Διαφανής · ὁ ἐπιφανὴς καὶ ἐπίσημος.

### delta 484

Διαφέρον · ἀντὶ τοῦ συμφέρον. †Ἀριστοφάνης†.

### delta 485

Διαφαίνει · διαδείκνυσιν.

### delta 486

Διαφόρως · διαφερόντως.

### delta 487

Διαφόρων · διαστάσεων καὶ χωρισμῶν τῶν κατὰ τὴν ὀργὴν γινομένων· διαφέρονται γὰρ πρὸς ἀλλήλους οἱ μὴ λέγοντες τὰ αὐτὰ ὑπὲρ οἱουδήποτε πράγματος, ἀλλὰ διχοστατοῦντες.

### delta 488

Διαφρυκτοῦν · διαψηφίζειν, διακληροῦν· τὸν γὰρ κύαμον ἐκάλουν φρυκτόν. ἀντὶ δὲ ψήφων κυάμους ἐφόρουν οἱ τῶν Ἀθηναίων δικασταί.

### delta 489

Διαφανῶς · σαφῶς ἢ συμφώνως.

### delta 490

Διαφεῖναι · διαλῦσαι.

### delta 491

Διαφερόντως · ἐξαιρέτως.

### delta 492

Διαφερώμεθα · φιλονεικήσωμεν.

### delta 493

Διαφορά · ἔχθρα.

### delta 494

Διαφορά · τὸ ἐν τῇ συνηθείᾳ ἡ παραλλαγὴ καὶ ἀνομοιότης.

### delta 495

Διάφοροι · ἐχθροί. παρὰ τὸ διαφορεῖσθαι τὰς γνώμας. 〈Θουκυδίδησ〉 (1, 57, 2. 3, 61, 2, al.).

### delta 496

Διάφορα · ἀναλώματα. {Θουκυδίδης}.

### delta 497

Διαχείριζε · διοίκει.

### delta 498

Διαχειρίσαι · φονεῦσαι.

### delta 499

Διαχειροτονία · διάκρισίς τις χειροτονίας ἐν πλήθει γινομένης. τοῦτο Δημοσθένης (24, 25, al.).

### delta 500

Διαχεῖται · χαίρει, διαχέεται.

### delta 501

Διάχυσις · χαρά, τέρψις.

### delta 502

Διαχύτλαζε · διακίνει, διάχει.

### delta 503

Διαψαίρουσα · διασύρουσα. καὶ Τιμόθεος τὴν ἐκλυομένην καὶ καταρρέουσαν. σημαίνει δὲ καὶ τὴν ἠρεμαίαν κίνησιν. Εὐριπίδης (fr. 926 N. 2 ) ἐπὶ τοῦ καθαίρειν κέχρηται τῇ λέξει, 〈οἷον „γλώσσῃ διαψαίρουσα μυκτήρων τόπουσ“〉.

### delta 504

Διαψαίρουσιν (Ar. Av. 1717)· διαπνέουσιν· ψαίρειν γὰρ τὸ πνεῖν οἱ ναυτικοὶ λέγουσι.

### delta 505

Διαψαλάττεσθαι · τὸ διαστέλλεσθαι εἰς ἔρευναν· τὸ γὰρ ἀψάλακτον ἄθικτον. οὕτως Κρατῖνος.

### delta 506

Διαψήφισις καὶ ἀποψήφισις · οἱ πολῖται συνίασιν ἕκαστοι κατὰ τοὺς αὑτῶν δήμους καὶ περὶ τῶν αἰτίαν ἐχόντων ἢ παρεγγεγραμμένων εἰς τὴν πολιτείαν ψῆφον φέρουσι κρύβδην· οἷον Ἀχαρνεῖς περὶ Ἀχαρνέων καὶ περὶ Ἐλευσινίων οἱ Ἐλευσίνιοι καὶ οἱ λοιποὶ δημόται παραπλησίως. καὶ τοῦτο †διὰ ψήφου†. οἱ μὲν οὖν πλειόνων ψήφων τυγχάνοντες ἀναμφισβητήτως τὴν πολιτείαν ἔχουσιν, ὅσοι δ’ ἂν ἐλάττονας ψήφους λάβωσιν, οὐκέτι νομίζονται, καὶ τοῦτό ἐστιν ἡ ἀποψήφισις.

### delta 507

Διαψήφισις · ἰδίως ἐπὶ τῶν ἐν τοῖς δήμοις ἐξετάσεων, αἳ γίνονται περὶ ἑκάστου τῶν δημοτευομένων, εἰ τῷ ὄντι πολίτης καὶ δημότης ἐστίν, ἢ ξένος ὢν παρεγγέγραπται.

### delta 508

Διαψήφισις · ἁπλῶς μὲν τὸ ἐνέγκαι ψήφους, κυρίως δὲ ἡ τῶν δημοτῶν ἐξέτασις, ἣν ἐποιοῦντο ἐν ἑαυτοῖς ἐπὶ τὸ ἀποψηφίσασθαι τοὺς ξένους καὶ ἐκβαλεῖν τοῦ δήμου καὶ τῆς πολιτείας. ἐδίδου δὲ ἕκαστος τῶν δημοτῶν τῷ δήμῳ διαψήφισιν ἰδίαν, εἴτε πολίτην ἐδόκει τὸν ἐξεταζόμενον εἴτε μή. καὶ εἰ ἀπεψηφίσθη παρ’ αὐτῶν, εἰσήγετο εἰς τὸ δικαστήριον καὶ ξενίας ἐκρίνετο. καὶ εἰ μὲν ἑάλω, ἐπιπράσκετο ὡς ξένος. εἰ δὲ ἀπέφυγεν, οἱ δημόται πάλιν αὐτὸν ἀνεδέχοντο.

### delta 509

Δίγονος μάσθλης · διπλοῦς ἱμάς. ἢ ὅτι οὐ μόνον κατὰ τὴν βαφὴν ἦν τοιοῦτος, ἀλλὰ καὶ ὑπὸ τοῦ αἵματος ἐκέχρωστο. Σοφοκλῆς Ἀνδρομέδᾳ (fr. 125 N. 2 = 129 R.)· „δίδου δαφοινὸν μάσθλητα δίγονον“.

### delta 510

Διδάσκαλον · ἰδίως διδασκάλους λέγουσι τοὺς ποιητὰς τῶν διθυράμβων ἢ τῶν κωμῳδιῶν ἢ τῶν τραγῳδιῶν.

### delta 511

Διδάσκαλον , οὐ καθηγητὴν λεκτέον. ἰδίως μέντοι διδασκάλους οἱ Ἀττικοὶ τοὺς μουσικοὺς βούλονται καλεῖν. οὕτως Φερεκράτης (fr. novum).

### delta 512

Διδαχή · ἀντὶ τοῦ διδασκαλία. Ἡρόδοτος γʹ (134, 4).

### delta 513

Δίδραχμον · συντέλεσις, εἰσφορά, λειτουργία. ἔχει δὲ τὸ δίδραχμον οὐγγίας ϛʹ.

### delta 514

Δίδυμοι · συνήθως ἡμῖν καὶ οἱ συμφυεῖς, ἰδίως δὲ οἱ μόνοι. ἢ δισσῶς. καὶ „αὐλοῖσι διδύμοισιν“ (τ 227).

### delta 515

Διέγνωκα · κέκρικα.

### delta 516

Διέθει · διέτρεχεν.

### delta 517

Διέβαλεν · ἠπάτησεν. οὕτω Θουκυδίδης.

### delta 518

Διεγγύησιν · ἀντὶ τοῦ κατάστασιν ἐγγυητῶν. Δημοσθένης (24, 73).

### delta 519

Διειδές · λαμπρόν, διαυγές.

### delta 520

Διδαξάμενος · τελέσας τι ὑπέρτερον διδασκάλου.

### delta 521

Δίειμι · διέρχομαι.

### delta 522

†Δεδιοίκησε† · διέτριψεν.

### delta 523

Διεῖπεν · διῴκει, περιήρχετο.

### delta 524

Διέζευξε · διεχώρισε. καὶ παρὰ τοῖς μουσικοῖς διεζευγμένον λέγεται τὸ τετράχορδον. καὶ συνεζεῦχθαι λέγουσι τὸ ἐν αὐτῷ εἶναι.

### delta 525

Διεκόρησας τὴν παῖδα ·

### delta 526

Διεκωδώνισεν · ἀντὶ τοῦ διεπείρασε καὶ ἐξήτασεν. ἡ δὲ μεταφορὰ ἢ ἀπὸ τῶν περιπολούντων τοῖς κώδωσι νυκτὸς τὰς φυλακάς, ἢ ἀπὸ τῶν δοκιμαζόντων τὰς μαχίμους ὄρτυγας τῷ ἤχῳ τοῦ κώδωνος.

### delta 527

Διεκοσμήθησαν · διετάχθησαν.

### delta 528

Διεκπαίσαντες · διεκτρυπήσαντες, διεκδραμόντες.

### delta 529

Διελάφυξας · διερρόφησας, ἀνήλωσας.

### delta 530

Διειλκύσθησαν · διέτριψαν, διηνέχθησαν.

### delta 531

Διενέγκαντες · ὑπενέγκαντες.

### delta 532

†Διεδοιδύκησε† · διέγραψε τῇ χειρὶ στρογγύλην αὐτὴν ποιήσας ὡς δοίδυκα.

### delta 533

†Δίεξιν† · διεξέλευσιν.

### delta 534

Δι’ ἐνιαυτοῦ · ἀντὶ τοῦ δι’ ὅλου τοῦ ἐνιαυτοῦ. καὶ δι’ ἡμέρας · ἀντὶ τοῦ δι’ ὅλης τῆς ἡμέρας.

### delta 535

Διεπηνήκισας (Cratin. fr. 282 K.)· ἐξηπάτησας. ἀπὸ τῆς πηνήκης· τὴν γὰρ περιθέτην οὕτως λέγουσιν, ἣν ἔχοντες ἐξαπατῶσι τοὺς ὁρῶντας.

### delta 536

Διέπει · ἐνεργεῖ, διοικεῖ, καθίσταται.

### delta 537

Διέπληντο · ἐπεπλήρωντο.

### delta 538

Διέπτυξεν · διεσαφήνισεν.

### delta 539

Διεπυνθάνετο · ἠρώτα.

### delta 540

Διερός · ὑγρός.

### delta 541

Διεργασθείς · ἀναλωθείς.

### delta 542

Διερειδόμεθα · στηριζόμεθα.

### delta 543

Διερικνοῦντο · διεκαμπυλοῦντο.

### delta 544

Διερέττοντα · διακωπηλατοῦντα.

### delta 545

Διερπύσαι · διελθεῖν.

### delta 546

Διέρρει · διεφθείρετο.

### delta 547

Δίεσιν · διαχωρισμόν. καὶ ἡ πρώτη κατὰ μουσικῆς ᾠδῆς κίνησις.

### delta 548

Διεσαρδώνισεν · διεγέλασεν, οὐκ ἐπὶ διαχύσει, ἀλλ’ οἱονεὶ Σαρδάνιον γέλωτα.

### delta 549

Διεσκίασται · ἀποκέκρυπται.

### delta 550

†Διεσκεδασμένον† · διατετυπωμένον.

### delta 551

Διεσκαριφησάμεθα · σκαριφήσασθαί ἐστι τὸ ἐπισεσυρμένως τι ποιεῖν καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν.

### delta 551a

〈 Διεσκαριφησάμεθα · ἀντὶ τοῦ διελύσαμεν· σκάριφον γάρ ἐστι τὸ κάρφος καὶ φρύγανον. ἔστι δὲ τὰ τοιαῦτα εὐδιάλυτα καὶ εὐφύσητα. οὕτως Ἰσοκράτης (7, 12)〉.

### delta 552

Διεσμιλευμένον · διεσχισμένον, ἠκριβωμένον, ἐξεσμένον, περικεκαθαρμένον.

### delta 553

Διέσχεν · διῆλθεν.

### delta 554

Διεσπευσάμην · ἀντὶ τοῦ διὰ σπουδῆς ἐποιησάμην. ἢ ἀντὶ τοῦ διεπραξάμην.

### delta 555

Διεσπαθικότα · διερριφότα.

### delta 556

Διεσφηκωμένον (Ar. Vesp. 1072)· διαδεδεμένον.

### delta 557

Διετείνετο · διαρρήδην εἶπεν.

### delta 558

†Διετείνετο† · ἰδίως Ἀντιφῶν (5, 46). ἀντὶ τοῦ διὰ συντόνου σπουδῆς ἀπηρνήσαντο.

### delta 559

Διευκρινῆ · σαφῆ.

### delta 560

Διευκρινημένοι · διακρίνοντες.

### delta 561

Διευκρινησάμενος · ἀντὶ τοῦ διαλυσάμενος, ἀπὸ τοῦ εὖ διακρίνειν.

### delta 562

Διηγκυλωμένον ·

### delta 563

Διηθεῖται · ἀφυλίζεται.

### delta 564

Διηθεῖν · διϋλίζειν.

### delta 565

Διήκει · διέρχεται.

### delta 566

Διήκουσαν · διελθοῦσαν, διερχομένην.

### delta 567

Διήλλαξεν · ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν.

### delta 568

Διηνέχθη · ἐμαχέσατο.

### delta 569

Διηρθρωμένον · δεδηλωμένον, ἠκριβωμένον.

### delta 570

Διήρκεσεν · διέμεινεν, παρέμεινεν.

### delta 571

Διῆρξα · ἀντὶ τοῦ διὰ τέλους ἦρξα. Λυσίας (fr. 177 S.).

### delta 572

Διῆρες · ὑπερῷον.

### delta 573

Διήρτησεν · ἐξηπάτησεν, ἐπλάνησεν.

### delta 574

Διηύθυνεν · ἐκώλυσεν.

### delta 575

Διθύραμβος · ὕμνος εἰς Διόνυσον.

### delta 576

Διθύροις · διπτύχοις, διπλαῖς θύραις.

### delta 577

Διϊέναι · διέρχεσθαι.

### delta 578

Διϊείς · διαπέμψας.

### delta 579

Διϊκνούμενος · διερχόμενος.

### delta 580

Δίϊξις · διεξέλευσις.

### delta 581

Διῒ Συκασίῳ · ἀντὶ τοῦ καθαρσίῳ· τῇ γὰρ συκῇ ἐχρῶντο ἐν τοῖς καθαρμοῖς.

### delta 582

Διϊστάς · διαχωρίζων.

### delta 583

Διΐσταται · διαχωρίζεται.

### delta 584

Διιππασία καὶ †Ἀνιππασία† · τῶν ἵππων ἅμιλλα· ὥσπερ δὴ διωμοσία καὶ ἀντωμοσία τὸ αὐτὸ ἄμφω δηλοῖ.

### delta 585

Διϊπόλια · ἑορτὴ ἀγομένη Διΐ, Σκιροφοριῶνος μηνὸς ἕκτῃ ἐπὶ δέκα.

### delta 586

Δίκη ἐμπορική · ἡ πρὸς τοὺς ἐμπόρους περὶ ὅτου λαγχανομένη. ἦσαν δὲ αὗται ἔμμηνοι ὑπὲρ τοῦ μὴ τρίβεσθαι αὐτοὺς καὶ ἀργεῖν δικαζομένους.

### delta 587

Δίκροτος ναῦς · ἡ δύο στοίχους ἐρετῶν ἔχουσα, ὥσπερ τριήρης ἡ τρεῖς λέγεται.

### delta 588

Δίκρα · διπλῆ. καὶ δίκροοι ὄφεις παρὰ Ἀριστοτέλει οἱ δικέφαλοι.

### delta 589

Δίκρον · τὸ δίκρανον οὕτως ἔλεγον δύο ἐξοχὰς ἔχον, οἷον δίκρανον, δικέφαλον.

### delta 590

Δίλογχον Βενδῖν · διαπλάσσεται παρά τισιν ἡ Ἄρτεμις δύο λόγχας ἔχουσα. παρὸ καὶ Ἀθήνησι πομπεύοντες δύο λόγχας ἔχουσι τοῖς Βενδιδείοις. ἢ δύο τιμῶν λελογχυῖαν, οὐρανίων καὶ ἐπιγείων. ἢ τὴν δύο λαμπάδας ἔχουσαν· λόγχας δὲ καὶ ἔγχη τὰς δᾷδας λέγεσθαι.

### delta 591

Δικαιότερον σταχάνης ἢ τρυτάνης · ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων· σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσιν, ἴσως παρὰ τὴν στάσιν.

### delta 592

Δικαιογένης · ὄνομα κύριον, ὃς τραγῳδίας (TrGF 52 T 1) καὶ διθυράμβους ἔγραψεν.

### delta 593

Δικαιόπολις · πόλις ἐν Θρᾴκῃ.

### delta 594

Δικαιώσεις · Λυσίας (9, 8) τὰς δικαιολογίας, Θουκυδίδης δὲ τὰς κολάσεις λέγει (8, 66, 2).

### delta 595

Δικαιοῦν · δύο δηλοῖ· τό τε κολάζειν καὶ τὸ δίκαιον νομίζειν. οὕτως Ἡρόδοτος (1, 100, 2 et 3, 42, 2).

### delta 596

Δίκας πραττόμενοι ·

### delta 597

Δικασπόλοι · δικασταί.

### delta 598

Δίκη · ἡ ὑπὲρ ἰδιωτικῶν ἀδικημάτων συνισταμένη κατηγορία καὶ ἧς τὸ τίμημα ὥρισται τοῖς νόμοις.

### delta 599

Δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην · ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκας δίκαις.

### delta 600

Δίκη · κρίσις. καὶ σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ ἐπὶ τῶν ἰδιωτικῶν ἐγκλημάτων λέγεται, ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος δῆλον ποιεῖ (54, 1).

### delta 601

Δείκηλα · μιμήματα, εἰκάσματα.

### delta 602

Δίκης · δικαιοσύνης ἢ τιμωρίας.

### delta 603

Δικητροπεῖ · φυγαδεύει.

### delta 604

Δίκης ἀνάκρισις · οὐ πάσας δίκας κελεύουσιν οἱ νόμοι εἰσάγεσθαι, ἀλλ’ ὅταν ὁ φεύγων ἀντιλέγῃ καὶ παραγράφηται, λέγων εἰσαγώγιμον μὴ εἶναι αὐτήν, πρότερον ἐπὶ τούτῳ γίνεται κρίσις, ἥτις δίκης ἀνάκρισις λέγεται.

### delta 605

Δικαιούμενος · κολαζόμενος. δίκης τυγχάνων.

### delta 606

Δικαιωτήρια (Pl. Phaedr. 249a)· οἷον δικαστήρια.

### delta 607

Δίκορσον · δικόρυφον.

### delta 608

Δικορραφεῖν · δίκας συρράπτειν, ἐν τοῖς δικαστηρίοις ἀναστρέφεσθαι.

### delta 609

Δικραές · δικέφαλον.

### delta 610

Δικτάτωρ · ὁ διπλασίαν τὴν ἀρχὴν ἔχων, ὃς παρὰ Ῥωμαίοις δισύπατος καλεῖται. ἀρχὴ δ’ ἦν πρόσκαιρος, οὐ διὰ βίου, καὶ ἀνεύθυνος.

### delta 611

Δικτυωτή · καγκελλωτή.

### delta 612

Δικτύῳ ἄνεμον θηρᾷ · ἐπὶ τῶν μάτην καὶ ἀνοήτως τι ποιούντων.

### delta 613

Διλήμματον · διχῶς νοούμενον.

### delta 614

Δῖναι · αἱ τῶν ὑδάτων συστροφαί.

### delta 615

Δῖνος · σχῆμα χορικόν.

### delta 616

Δίκυμα · τὰ διδυμοτόκα πρόβατα.

### delta 617

Δινεύοντες · στρέφοντες.

### delta 618

Δινήεντος · δίνας ἔχοντος, συστροφὰς ὕδατος περιφερεῖς τινας πεποιημένας.

### delta 619

Δινήσας · στρέψας.

### delta 620

Δίνης · συστροφῆς ὑδάτων.

### delta 621

Διογενές · εὐγενέστατον.

### delta 622

†Διοβελία† · δύο ὀβολοί.

### delta 623

Διοικιεῖν · ἀντὶ τοῦ διαιρήσειν, ὥστε μὴ ἐν ταὐτῷ πάντας οἰκεῖν, ἀλλὰ χωρὶς καὶ κατὰ μέρος.

### delta 624

Διμοιρίτης †τοῦτο† ἐνίοτε τριώβολον ἀποδεδώκασιν, ἐπειδὴ τοῦτο δίμοιρόν ἐστι τῆς δραχμῆς. ὁ οὖν τοῦτο λαμβάνων στρατιώτης διμοιρίτης ἐλέγετο. ἔστι δέ τις καὶ στρατιωτικὴ ἀρχή, ὡς λοχαγός, διὰ τὸ παρὰ τοὺς ἄλλους στρατιώτας δύο μοίρας λαμβάνειν.

### delta 625

Διοιδηκώς · πεφυσημένος.

### delta 626

Διοιδούντων · ἐκφυσώντων.

### delta 627

Διοικίζεσθαι · χωρίζεσθαι.

### delta 628

Διοικίσαι τοῦ συνοικίσαι 〈διαφέρει〉 · συνοικίζει μὲν γάρ τις τοὺς διεσπαρμένους εἰς ἕν, διοικίζει δὲ ἀπὸ ἑνὸς χωρίου εἰς πολλοὺς διανέμων τόπους.

### delta 629

Διοικητής · ὁ ἐπὶ τῶν ἀναλισκομένων. καὶ ἀρχὴ Ἀθήνησιν ὁ ἐπὶ τῆς διοικήσεως, οἷον τῶν προσιόντων τῇ πόλει καὶ ἀναλισκομένων.

### delta 630

Διολούφειν · τὸ διατίλλειν.

### delta 631

Διολκή · †ἀνακωχὴ χρόνου†.

### delta 632

Διωλύγιον · ἄνυδρος τόπος.

### delta 633

Διωλύγιον · τὸ μέγα. Ἰσαῖος (fr. 123 S.) καὶ Πλάτων (Theaet. 162a. Leg. 10, 890e).

### delta 634

Διοίσασα · διαπεράσασα.

### delta 635

Διοίσειν · διαφέρειν.

### delta 636

Διομεῖς · δῆμος τῆς Ἀττικῆς ἐν ᾧ ὁ Ἡρακλῆς.

### delta 637

Διομήδειος ἀνάγκη · παροιμία ἀπὸ τοῦ Τυδέως ἢ ἀπὸ τοῦ Θρᾳκός, ὃς ἠνάγκαζε τοὺς ξένους αἰσχραῖς οὔσαις ταῖς θυγατράσιν αὐτοῦ μίσγεσθαι, ἃς καὶ ἵππους ἀλληγορεῖ, εἶτα ἀνῄρει. οἱ δὲ ὅτι Διομήδης καὶ Ὀδυσσεὺς τὸ Παλλάδιον κλέψαντες νυκτὸς ἐπανῄεσαν. ἑπόμενος δὲ ὁ Ὀδυσσεὺς τὸν Διομήδην ἐβουλήθη ἀποκτεῖναι. ἐν τῇ σελήνῃ δὲ ἰδὼν τὴν σκιὰν τοῦ ξίφους ὁ Διομήδης δήσας τὸν Ὀδυσσέα ἐποίησε προάγειν παίων αὐτοῦ τῷ ξίφει τὸ μετάφρενον. τάττεται δὲ ἐπὶ τῶν κατὰ ἀνάγκην τι πραττόντων.

### delta 638

Διωμοσία καὶ ἀντωμοσία · ὅταν οἱ κατηγοροῦντες ὀμνύωσιν, ὡς ἀληθῶς κατηγοροῦσι, τοῦτο διωμοσία· ὅταν δὲ οἱ κατηγορούμενοι ὀμνύωσι τὸν αὐτὸν ὅρκον διαλυόμενοι τὰ ἐγκλήματα, τοῦτο ἀντωμοσία.

### delta 639

Δῖον · ἔνδοξον.

### delta 640

Διονύσιον · τὸ ἱερὸν τοῦ Διονύσου.

### delta 641

†Διόνεια · δῆμος Αἰνηΐδος†.

### delta 642

Διόπαι · ἐνώτια. τινὲς δὲ εἶδος ὑποδημάτων.

### delta 643

Διοπετές · ἐξ οὐρανοῦ κατερχόμενον.

### delta 644

Δίοποι · βασιλεῖς. παρὰ τὸ διόπτειν ἢ διοπτεύειν.

### delta 645

Δίοπος · ναυφύλαξ, ἄρχων, ναύαρχος, οὐχὶ πρῳρεύς, ὥς τινες νομίζουσιν· οὐ γὰρ ὡς προόπτης τις ὠνόμασται, ἀλλ’ ὡς ἐπισκοπῶν καὶ ἐφορῶν. ἔστι καὶ παρὰ Δημοσθένει ὁ διϊθύνων τὴν ναῦν.

### delta 646

Διοπομπεῖσθαι · τὸ ἀποτρέπεσθαι καὶ ἀποπέμπεσθαι τὸν προστρόπαιον Δία.

### delta 647

Διοπτεύσων (K 451)· διοψόμενος, κατασκοπήσων.

### delta 648

Διοπομπεῖσθαι · ἀποτροπιάζεσθαι καὶ ἀποκαθαίρεσθαι.

### delta 649

Διοπτεύων · δίοπος λέγεται ὁ διέπων καὶ ἐποπτεύων.

### delta 650

Διοπτῆρα (K 562)· κατάσκοπον, οἰκονόμον.

### delta 651

Διοριστέον · διαχωριστέον.

### delta 652

Διόρμησον · κατασκεύασον, εὐτρέπισον, ἕτοιμον ἀπέργασαι.

### delta 653

Διὸς ἄνθος · φυτὸν ἀκανθῶδες.

### delta 654

Διὸς βαλάνους (Hermipp. fr. 63, 20 K.)· ἃ καὶ καστάνια καλοῦσί τινες.

### delta 655

Διὸς ἐγκέφαλος · τὸ κάλλιστον βρῶμα.

### delta 656

Διὸς Κόρινθος · ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων παροιμία. ἐρρέθη δὲ δι’ αἰτίαν τοιαύτην· Μεγαρεῖς ὑπακούοντες Κορινθίοις ἐβαροῦντο τοῖς ἐπιτάγμασι καὶ φανεροὶ δυσανασχετοῦντες ἦσαν ἐπὶ τούτῳ. Κορινθίων δὲ πρέσβεις ἦλθον εἰς τὰ Μέγαρα καὶ τοῦ δήμου μὴ προσέχοντος αὐτοῖς ἀγανακτοῦντες ἐβόων· „οὐκ ἀνέξεται ταῦτα 〈ὁ〉 Διὸς Κόρινθοσ“. φασὶν οὖν τοὺς Μεγαρεῖς ἐκβάλλοντας αὐτοὺς παίειν καὶ λέγειν· „παῖε τὸν Διὸς Κόρινθον“.

### delta 657

Διὸς κῴδιον · οὗ τὸ ἱερεῖον Διῒ τέθυται. θύουσι δὲ τῷ τε Μειλιχίῳ καὶ τῷ Κτησίῳ Διΐ. τὰ δὲ κῴδια τούτων φυλάσσουσι δῖα προσαγορεύοντες. χρῶνται δ’ αὐτοῖς οἵ τε Σκιροφορίων τὴν πομπὴν στέλλοντες καὶ ὁ δᾳδοῦχος ἐν Ἐλευσῖνι καὶ ἄλλοι τινὲς πρὸς τοὺς καθαρμοὺς ὑποστρωννύντες αὐτὰ τοῖς ποσὶ τῶν ἐναγῶν.

### delta 658

Δίοψις · διάβλεψις, διάσκεψις.

### delta 659

Διὸς ψῆφος · οὕτως καλεῖται, ἐν ᾧ Ἀθηνᾶ καὶ Ποσειδῶν ἐκρίθησαν. Κρατῖνος Ἀρχιλόχοις (fr. 7 K.)· „ἔνθα Διὸς μεγάλου θᾶκοι πεσσοί τε καλοῦνται“· ὁ γὰρ τόπος, ἐν ᾧ ἐκρίθησαν, Διὸς ψῆφος καλεῖται. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων.

### delta 660

Διοτρεφής · ὑπὸ Διὸς τεθραμμένος.

### delta 661

Διότι · ἔσθ’ ὅτε καὶ ἀντὶ τοῦ ὅτι λαμβάνεται· οὕτω γὰρ ἄλλοι πολλοὶ καὶ Ἱεροκλῆς (fr. 4 Arnim).

### delta 662

Διότιμος · κύριον. καὶ Διόφαντος ὁμοίως.

### delta 663

Διποδία · εἶδος Λακωνικῆς ὀρχήσεως.

### delta 664

Διπτύχια · δύο περιβόλαια ἔχοντα, ὡς τὸ μὲν ὑπεστρῶσθαι, τὸ δὲ ἕτερον †ὑποβεβλῆσθαι†.

### delta 665

Δίπυρον · Δωρίδα ἑταίραν δύο ἐραστὰς ἔχουσαν. οὕτω Μένανδρος (fr. novum).

### delta 666

Δίρκοι · φθεῖρες.

### delta 667

Δίσεπτα · ὑφ’ ἓν λέγειν καὶ τὴν πρώτην συλλαβὴν ὀξυτονεῖν ἀξιοῦσιν Ἀττικοί.

### delta 668

Δὶς ἑπτὰ πληγαῖς πολύπους πιλούμενος · ἐπὶ τῶν κολάσεως ἀξίων. παρ’ ὅσον ὁ πολύπους θηρευθεὶς τύπτεται πολλάκις πρὸς τὸ πίων γενέσθαι.

### delta 669

Δισκεύων · ἐκδεχόμενος, κυλίων.

### delta 670

Δίστομον · τὸν διπλοῦν λέγουσιν.

### delta 671

Διφᾶν · ζητεῖν. {καὶ ὑπὸ τρυφῆς διαρρεῖν}.

### delta 672

Διφροφόροι · Στράττις ἐν Ἀταλάνταις (fr. 8 K.). διφροφορουμένους · Ἡρόδοτος (3, 146, 3) τοὺς παρὰ Πέρσαις φορείοις φερομένους.

### delta 673

Δίφρον · ἅρμα ἢ καθιστήριον.

### delta 674

Δίφορος · συκῆ τις. Ἀριστοφάνης (Eccl. 708).

### delta 675

Διφυᾶ · δύο φύσεις ἔχοντα.

### delta 676

Διχῇ · διχῶς.

### delta 677

Διχοφορία · ἡ εἰς δύο διαμεριζομένη.

### delta 678

Διχομηνιαία · πεντεκαιδεκαταία τοῦ μηνὸς ἢ τῆς σελήνης.

### delta 679

Δίωκε · ἀντὶ τοῦ κατάτρεχε.

### delta 680

Δίωκε · ζήλου, ἐπιτήδευε.

### delta 681

Διωθούμενοι · ἀνατρεπόμενοι, ἐκβαλλόμενοι.

### delta 682

Διῳκισμένος · κεχωρισμένος.

### delta 683

Διωλύγιον · μέγα, ἐπὶ πολὺ διῆκον, δι’ ὅλου τοῦ πράγματος 〈ἰόν〉, μακρόν. Αἰολεῖς δὲ τὸ μὴ ἀπολλύμενον.

### delta 684

Διωλύγιον κακόν · ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφισταμένων· διωλύγιον γάρ ἐστι τὸ μέγα καὶ 〈ἐπὶ〉 πολὺ διῆκον. οὕτως „οὐ μακρὰ καὶ διωλύγιος φλυαρία“. Πλάτων (Theaet. 162a).

### delta 685

Διωμοσία · ὅρκοι οἱ ὑπὸ τῶν δικαζομένων γινόμενοι, τοῦ μὲν ὀμνύοντος ὅτι παθὼν ἐγκαλεῖ, τοῦ δὲ ὅτι οὐκ ἐποίησεν.

### delta 686

Διωμοσία · 〈ὅρκος ἐστίν, ὃν〉 ὤμνυον καὶ οἱ φόνου ἀγῶνα διώκοντες καὶ οἱ φεύγοντες καὶ μετὰ τὸ εἰπεῖν τὸν πάντα λόγον καὶ πρὸ τοῦ εἰπεῖν· ὁ μὲν ἦ μὴν τὰ ἀληθῆ κατηγορήσειν, ὁ δὲ ἦ μὴν τὰ ἀληθῆ ἀπολελογῆσθαι. καὶ ἐπενεχθείσης δὲ λοιπὸν ἤδη τῆς ψήφου πάλιν ὤμνυεν ὁ κρατήσας, ἦ μὴν δικαίως νενικηκέναι ἐξώλειαν αὑτῷ ἐπαρώμενος, εἰ ἐξηπάτησεν.

### delta 687

Διώνυμον · διαβόητον, ὀνομαστόν, περίφημον.

### delta 688

Διωρυχή · διάνοιξις τοίχων ἢ χωμάτων ἢ ποταμῶν.

### delta 689

Διωρίζετο · διεβεβαιοῦτο.

### delta 690

Διωσόμεθα · ἀπωσόμεθα καὶ πεμψόμεθα.

### delta 691

Διωστῆρσιν (Exod. 38, 10)· ἀναφορεῦσι τοῖς ἀναβαστάζουσιν.

### delta 692

Δμηθέντα · δαμασθέντα, ὑπείξαντα.

### delta 693

Δνοπαλίξεις · τουτέστι διὰ τῶν χειρῶν κινήσεις καὶ δονήσεις καὶ ἐκτινάξεις.

### delta 694

Δνοφερόν · μέλαν, σκοτεινόν.

### delta 695

Δοάζω · ἀμφιδοξῶ.

### delta 696

Δογματίζει · θεολογεῖ, φυσιοῦται.

### delta 697

Δόκησις · ὑπόνοια. ἢ τὸ μὴ ὄν, νομιζόμενον δέ. ὅ ἐστι φαντασία καὶ σκιὰ καὶ ὄναρ.

### delta 698

Δοκεῖν · ὅταν ἔξωθέν τι προσδοκῶμεν.

### delta 699

Δοκιμάσας · κρίνας.

### delta 700

Δοκιμασθείς · Δημοσθένης μὲν (30, 6) ἀντὶ τοῦ εἰς ἄνδρας ἐγγραφείς· λέγει γὰρ καὶ ἐπὶ τῶν ἀρχόντων τὸ δοκιμασθῆναι (57, 25). ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων τὸ δοκιμασθῆναι, εἰ καὶ μηδ’ ἥντινα ἦρχον ἀρχήν. ἐνίοτε δὲ καὶ αὐτῶν ἐξητάζετο ὁ βίος. Λυκοῦργος δὲ (fr. 18 C.) τρεῖς δοκιμασίας φησὶ κατὰ τὸν νόμον γίνεσθαι· καὶ γὰρ μία μέν ἐστιν, ἣν οἱ ἐννέα ἄρχοντες δοκιμάζονται· ἄλλη δέ, ἣν οἱ ῥήτορες, τρίτη δέ, ἣν οἱ στρατηγοί. λέγει δὲ ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν.

### delta 701

Δόκωσις · ἡ στέγη.

### delta 702

Δοκιμασίαν ἐπαγγεῖλαι · τὸ δίκην ἑταιρήσεώς τινα καταγγεῖλαι. γίνεται δὲ ἡ τῆς ἑταιρήσεως δοκιμασία οὐ πᾶσιν, ἀλλὰ πολιτευομένοις ῥήτορσι καὶ ψηφίσματα γράφουσιν.

### delta 703

Δοκιμασία · ἰδίως ἡ τῶν στρατηγῶν καὶ τῶν ἄλλων ἀρχόντων καὶ ῥητόρων ἐξέτασις, εἰ προΐστασθαι τῶν πολιτικῶν ἐπιτήδειοί εἰσιν.

### delta 704

Δολιχά · μακρά, πολλά.

### delta 705

Δόλιχον · τὸ ἀγώνισμα. Ἐπίχαρμος.

### delta 706

Δολιχεύειν · περιοδεύειν.

### delta 707

Δολιχὸν κύκλον · μακρόν, πολύν.

### delta 708

Δολομήτης · δολιόβουλος.

### delta 709

Δόνακα ὑπολύριον (Ar. Ran. 233)· πρότερον ταῖς λύραις ἀντὶ κέρατος ὑπετίθεσαν καλάμους.

### delta 710

Δόνακες · κάλαμοι ἁλιευτικοί. ἢ αὐλοί.

### delta 711

Δόξα · ὑπόνοια, ὑπόληψις.

### delta 712

Δοξάριον · δόξα ὑποκοριστικῶς.

### delta 713

Δοξοκοπία · κενοδοξία.

### delta 714

Δοξασίας · δόξης, ὑπολήψεως. Δίων ἐν Ῥωμαϊκῶν νγʹ (19, 6)· „προσέσται δὲ καὶ τῆς ἐμῆς δοξασίασ“.

### delta 715

†Δοξίας · ὁμοίως†.

### delta 716

Δόρατα · λογχάρια.

### delta 717

Δορπία · ἡ πρώτη ἡμέρα ἡ τῶν Ἀπατουρίων· ἡ δὲ ἑξῆς Ἀνάρρυσις, ἡ δὲ τρίτη Κουρεῶτις.

### delta 718

Δόρπιστος · δείπνου ὥρα.

### delta 719

Δορίδες · σκεύη μαγειρικά.

### delta 720

Δόρπος · δεῖπνος, βορά.

### delta 721

Δορυξεῖον · †δορύξεστον†.

### delta 722

Δόρυ ἐπ’ ἐκφορᾷ · ἔθος ἦν ἐπάγεσθαι δόρυ καὶ πηγνύναι τοῖς τάφοις τῶν βιαίως ἀνῃρημένων εἰς παράστασιν τῆς μιαιφονίας.

### delta 723

Δόρυ κηρύκειον · παροιμία ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων. οἱ δεκατευθέντες εἰς Δελφοὺς ὑπ’ Ἀθηναίων Γεφυραῖοι λαβόντες χρησμὸν (Delphic Oracle II 312 P.—W.) „ἀνδρὶ Γεφυραίῳ φίλος οἶκοσ“, ἀκολουθοῦντες βουσίν, ἕως ἂν ἐκεῖνοι κοπιάσωσιν, ὡς ὁ θεὸς αὐτοῖς ἔχρησεν, ὅπως ἐκεῖ καταμείνωσιν, πολεμουμένων Ἀθηναίων ὑπὸ Εὐμόλπου ἐπὶ τὴν Τάναγραν καλουμένην ὥδευσαν, δόντες μὲν τῷ προηγουμένῳ κηρύκειον, καθοπλίσαντες δὲ κατόπιν τοὺς νέους.

### delta 724

Δορύξενος · ὁ ἐκ τῶν πολεμίων φίλος, ὁ πρεσβεύων περὶ λύτρων, εἰ ζωγρηθεῖέν τινες.

### delta 725

Δορύκτητος · αἰχμάλωτος.

### delta 726

Δορυφορεῖ · τιμὴν περιποιεῖ.

### delta 727

Δορύληπτος · αἰχμάλωτος.

### delta 728

Δορυφόροι · φύλακες, ὑπηρέται βασιλέως, ὁπλοφόροι, ὑπασπισταί.

### delta 729

Δούλων πόλις · ἐν Λιβύῃ. Ἔφορος πέμπτῃ (FGrHist 70 F 50). καὶ ἑτέρα ἱεροδούλων, ἐν ᾗ εἷς ἐλεύθερός ἐστιν. ἔστι δὲ καὶ ἐν Κρήτῃ Δουλόπολις, ὡς Σωσικράτης 〈ἐν τῇ πρώτῃ τῶν Κρητικῶν〉 (FGrHist 461 F 2). ἔστι δέ τις καὶ περὶ Θρᾴκην Πονηρόπολις, ᾗ Φίλιππόν φασι συνοικίσαι τοὺς ἐπὶ πονηρίᾳ διαβαλλομένους αὐτόθι συναγαγόντα συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηροὺς ὡς δισχιλίους, ὡς Θεόπομπος ἐν ιγʹ τῶν Φιλιππικῶν φησι (FGrHist 115 F 110).

### delta 730

Δούπησεν (Δ 504)· ἔπεσεν, ὥστε ψόφον ἀποτελέσαι.

### delta 731

Δοῦπον · ψόφον.

### delta 732

Δουροδόκης (α 128)· τῆς τὰ δόρατα δεχομένης.

### delta 733

Δορίσκος · χωρίον Θρᾳκικόν.

### delta 734

Δόσις · ἰδίως λέγεται παρὰ τοῖς ῥήτορσι συμβόλαιον γραφόμενον, ὅταν τις τὰ αὑτοῦ διαδῷ διὰ τῶν ἀρχόντων.

### delta 735

Δοχμόλοφοι · ἐκ πλαγίων τοὺς λόφους ἔχοντες.

### delta 736

Δόχμη · σπιθαμή.

### delta 737

Δρᾷ · ποιεῖ.

### delta 738

Δραμητέον καὶ τροχαστέον.

### delta 739

Δράγματα · χειρόληπτα θερίσματα.

### delta 740

Δρακοντίδης · εἷς τῶν λʹ.

### delta 741

Δράκων · ἐπιφανέστατος γέγονε νομοθετῶν.

### delta 742

Δραπετίνδα · παιδιᾶς εἶδος. {ὅταν ἑτέρῳ δείξαντες ἄλλῳ μεθῶσιν}.

### delta 743

Δρᾶμα · ποίημα, πρᾶγμα, ὡς καὶ δρᾶσαι πρᾶξαι. λέγεται δὲ δρᾶμα καὶ τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμενα ὡς ἐν ὑποκρίσει.

### delta 744

Δραματουργήσας · συνθείς.

### delta 745

Δραπετεύσας · φυγών.

### delta 746

Δρασμός · φυγή.

### delta 747

Δράσας · ποιήσας.

### delta 748

Δρασκάζειν · περιΐστασθαι.

### delta 749

Δραστήριος · πρακτικώτατος.

### delta 750

†Δραύκαλος† · Σοφοκλῆς Τυμπανισταῖς (fr. 585 N. 2 = 643 R.). ἐπεὶ ἡ Ἀθηνᾶ δοκεῖ παρ’ αὐταῖς αὐλίσαι τὸν δράκοντα ταῖς Κέκροπος θυγατράσιν. ὅτι συναυλίζονται κατὰ τὸ εἰκὸς Κέκροπι ὄντι διφυεῖ. ὅτι συναυλίζεται μία τῶν ἐν τῇ ἀκροπόλει δράκοντι προσημερεύουσα τῇ θεῷ.

### delta 751

Δραχμήν · ἐπὶ χρυσίου λέγουσιν, ὅταν ἕλκῃ μὲν ἡμίχρυσον, ἰσχύῃ δὲ δραχμὰς ιʹ.

### delta 752

†Δρέμνα† · κλάσμα.

### delta 753

Δρεπανηφόρος · ξιφοφόρος.

### delta 754

Δρέπεται · θερίζεται, τρυγᾶται, ἀπανθίζεται.

### delta 755

Δρέπου · τρύγα.

### delta 756

Δρεφθῆναι · ἀποδρεπανισθῆναι.

### delta 757

Δρογγίλον · χωρίον Θρᾳκικόν.

### delta 758

Δρόμοις · τοῖς γυμνασίοις κατὰ Κρῆτας.

### delta 759

Δρομοκήρυκες · ἡμεροδρόμοι.

### delta 760

Δρόμοι · οἱ περίπατοι.

### delta 761

Δρομοκήρυκες · οἱ δρόμῳ τι ἀπαγγέλλοντες καὶ σημαίνοντες.

### delta 762

Δρυαχαρνεῦ · δρύϊνε Ἀχαρνεῦ, ἀναίσθητε· ἐκωμῳδοῦντο γὰρ οἱ Ἀχαρνεῖς ὡς ἄγριοι καὶ σκληροί (com. adesp. fr. 75 K.), Ποτάμιοι δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράφους. 〈Θυμοιτάδαι καὶ Προσπάλτιοι ὡς δικαστικοί〉.

### delta 763

Δρυμός · 〈ἐν τῷ Παραπρεσβείασ〉 Δημοσθένης (19, 326). πόλις ἐστὶ μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς.

### delta 764

Δρυμός · χωρίον τῆς Ἀττικῆς.

### delta 765

†Δρυμαράξεις† · σπαράξεις.

### delta 766

Δρύϊνος · ξύλινος, ὡς ἄν τις εἴποι λίθινος· πᾶν γὰρ ξύλον δρῦς καλεῖται κατὰ τὸ ἡγεμονικόν. ἀπὸ τούτου καὶ τὰ ἀκρόδρυα. καὶ δρύφακτοι καὶ δρυμοὶ καὶ δόρατα καὶ δούρειος ἵππος καὶ δρυπεπεῖς ἐλαῖαι.

### delta 767

Δρύοχοι · δρυόχους ἐν Τιμαίῳ (81b) καλεῖ τὰ στηρίγματα τῆς πηγνυμένης νεώς.

### delta 768

Δρυοπαγῆ στόλον · τὸν δρύϊνον στόλον.

### delta 769

Δρυπεπής · ὁ πέπειρος καρπὸς τῶν δένδρων.

### delta 770

Δρυπολεῖν · τὸ ξύλοις πολιορκεῖν.

### delta 771

Δρύπτεται · ξύεται.

### delta 772

Δρῦς · εἶδος δένδρου. καὶ πᾶν δένδρον.

### delta 773

Δρῦς · ἔστι μὲν πόλις ἐν Ἠπείρῳ, ἔστι δὲ καὶ ἑτέρα ἐν Θρᾴκῃ.

### delta 774

Δρυτόμος · ὑλοτόμος, δενδροτόμος.

### delta 775

Δρύφακτοι · ξύλινοι θώρακες. τὰ διαφράγματα ἢ τὰ περιτειχίσματα.

### delta 776

Δρυφάκτους · τὰς θύρας τοῦ δικαστηρίου, ἃς καὶ κιγκλίδας ἔλεγον. φασὶ δὲ καὶ οὓς ἡμεῖς †ἐπανωγέω† περιπάτους λέγομεν.

### delta 777

Δρύφεσθαι · περαίνεσθαι.

### delta 778

Δρύφη · ξέσματα.

### delta 779

Δρύψαι · ἀποξέσαι.

### delta 780

Δρωπακίζεσθαι · οἱ μὲν ψιλίζειν, οἱ δὲ λεαίνεσθαι, οἱ δὲ πιττοκοπεῖν.

### delta 781

†Δρώπειν† · διασκώπτειν.

### delta 782

Δρώμενα · πραττόμενα, ἐνεργούμενα.

### delta 783

†Δυάζει† · φλυαρεῖ, ἀλογεῖ.

### delta 784

Δύης · κακοπαθείας· δύη γὰρ ἡ δυστυχία. ὅθεν καὶ δοῦλος· δύηλός τις ὤν.

### delta 785

Δῦναι · κατελθεῖν. ἢ εἰς δύσιν ἀπελθεῖν.

### delta 786

Δύο τοίχους ἀλείφεις · λέγεται ἐπὶ τῶν ἐπαμφοτεριζόντων καὶ διὰ μέσου χωρούντων ἐν μάχαις ἢ φιλίαις. εἴρηται δὲ ἴσως ἀπὸ τῶν δύο τοίχους εὐφεγγέας ποιούντων.

### delta 787

Δυοῖν · ἀντὶ τοῦ δύο.

### delta 788

{δυσαγώγους, δυσμετόχους, τοὺς ἐκ μεταφορᾶς τῶν ἵππων· ἡνίαι γὰρ τὰ λῶρα}.

### delta 789

Δυσάγωγος · δυσχερής, ἀπειθής.

### delta 790

Δῦσαι · ἀποδῦσαι.

### delta 791

Δυσάλγητος · ἀσυμπαθής.

### delta 792

Δυσαλθής · δυσίατος.

### delta 793

Δυσάλωτον · δύσληπτον.

### delta 794

Δυσανασχετοῦσι · βαρέως οἴσουσι, παραιτοῦνται.

### delta 795

†Δυσάνισος† · Ἀντιφῶν (87 B 89 D.—K.). ὁ ἐπὶ παντὶ ἀνιώμενος, κἂν μικρὸν κἂν εὐκαταφρόνητον ᾖ.

### delta 796

Δυσάντητον · δυσχερές, δυσαπάντητον.

### delta 797

Δυσαρεστούμενος · μὴ ἀρεσκόμενος.

### delta 798

Δυσαύλης · οὗτος αὐτόχθων μὲν ἦν, συνῴκησε δὲ Βαυβοῖ καὶ ἔσχε παῖδας Πρωτονόην τε καὶ Νῆσαν.

### delta 799

†Δυσβάρκανος† · δυσκατανόητος· βράκανα γὰρ ἄγρια λάχανα δύσπλυτα.

### delta 800

Δυσαριστοτόκεια (Σ 54)· δυστυχῶς τὸν ἄριστον τεκοῦσα. ἢ διὰ τὴν ἀριστείαν δύστηνον.

### delta 801

Δυσαχθές · βαρύ, ἀβάστακτον.

### delta 802

Δυσβουλία · κακοβουλία.

### delta 803

Δυσγενής · ὁ ἐκ κακοῦ γένους.

### delta 804

Δυσγάργαλις · δυσυπότακτος· γαργαλίζειν γὰρ τὸ εἰς γέλωτα κινεῖν καὶ πείθειν.

### delta 805

Δυσδιάλλακτον · †δυσθρήνητον†.

### delta 806

Δυσδιάφευκτον · δυσχερῶς λανθάνον.

### delta 807

†Δυσεάκτου† · δυσθρηνήτου.

### delta 808

Δυσέκλυτα · δυσχερῶς λυόμενα.

### delta 809

Δύσερμος · ὡς δύσελπις.

### delta 810

Δυσέκτων · δυσγνωμόνων.

### delta 811

Δυσέμβολος · δυσεπιχείρητος.

### delta 812

Δυσερμίας · κακῆς ἀποτυχίας· εὐερμίαν γὰρ τὴν ἐπιτυχίαν καλοῦσιν.

### delta 813

Δυσέξοιστον · δυσεκκόμιστον.

### delta 814

Δύσεριν · φιλόνεικον. παρὰ τὸ δυς, ὅ ἐστι κακόν, καὶ τὴν ἔριν.

### delta 815

Δύσερως · κακὸς ἔρως.

### delta 816

Δυσθήρατος · δυσεύρετος.

### delta 817

Δυσθύροις · δυσφυλάκτοις.

### delta 818

Δυσήνεμον · τὸ κακοὺς ἀνέμους ἔχον, δυστάραχον.

### delta 819

Δυσηκεῖ · δυσιάτῳ.

### delta 820

Δυσηνίους · δυσπειθεῖς, ἀνυποτάκτους, δυσαγώγους, δυσμετόχους, 〈τοὺς ἐκ μεταφορᾶς τῶν ἵππων· ἡνίαι γὰρ τὰ λῶρα〉.

### delta 821

Δυσήνυτον · δυσκατόρθωτον.

### delta 822

Δυσῆρες · δυσχερές.

### delta 823

Δυσκάθεκτον · δυσνόητον, ἀκατάληπτον.

### delta 824

Δυσκελάδου (Π 357)· κακοήχου.

### delta 825

Δυσκλεές · ἄδοξον, ἄτιμον, ἀπρεπές.

### delta 826

Δύσλοφα · χαλεπῶς φερόμενα.

### delta 827

Δύσκωφος · ὁ ἐκ μέρους ἀκούων.

### delta 828

Δυσμαῖς βίου · τῷ τέλει τῆς ζωῆς.

### delta 829

Δυσμένεια · ἔχθρα, κακόνοια.

### delta 830

Δύσμηνις · βαρύθυμος, ὀργίλος, μνησίκακος.

### delta 831

Δυσξύμβολα · δυσνόητα.

### delta 832

Δύσοδος · τραχεῖα, δυσχερῆ διάβασιν ἔχουσα.

### delta 833

Δυσοίζου{σα} · ἄγαν ὑπόπτευε καὶ οἰωνίζου.

### delta 834

Δυσόμοια · ἀνόμοια. Στράττις (fr. 75 K.).

### delta 835

Δυσοίκτου · δυσθρηνήτου.

### delta 836

Δύσοιστος · δυσφόρητος.

### delta 837

Δύσοιμος · δύσοδος, οἷον ἐπὶ κακῷ ἄγουσα.

### delta 838

Δυσόρφναια · μέλανα.

### delta 839

Δύσοσμος · δυσώδης.

### delta 840

Δυσπαίπαλος · τραχεῖα.

### delta 841

Δυσπάλαιστος · δυσκαταγώνιστος. οὕτως Εὐριπίδης (Alc. 889).

### delta 842

Δύσπαρι (Γ 39)· ἐπὶ κακῷ ὠνομασμένε, οἷον ζήσας ὡς Πάρις, δυσώνυμε. καὶ δυσπάριτον χωρίον · τὸ ἄβατον. οὕτως Ξενοφῶν ἐν τῇ Ἀναβάσει (4, 1, 25).

### delta 843

Δυσπέμφελον · δυσάρεστον, χαλεπόν, μεμψίμοιρον.

### delta 844

Δυσπετοῦντα · κακῶς πάσχοντα.

### delta 845

Δυσπετής · δυσχερής.

### delta 846

Δυσπόριστον · δυσεύρετον.

### delta 847

Δυσπρόσιτα · δυσχερῆ ἐγγισθῆναι.

### delta 848

Δυσποτμότερον · ἀθλιώτερον.

### delta 849

Δυστεκμαρτότερον · δυσκαταληπτότερον.

### delta 850

Δύστηνος · ταλαίπωρος, δυστυχής, ἄθλιος.

### delta 851

Δύστροπον · σκολιόν, δυσάρεστον.

### delta 852

Δυστόπαστος · κακοϋπονόητος.

### delta 853

Δυστοπώτατα · δυσχερέστατα.

### delta 854

Δυστράπελος · δύστροπος, ἄμορφος, δυσμετάθετος.

### delta 855

Δυσφώρατος · δυσκόλως ἐλεγχόμενος. {ἢ ὁ κακῶς ὑφορώμενος καὶ ὑπονοῶν}.

### delta 856

Δυσχεραίνειν · μισεῖν.

### delta 857

Δυσώνυμος · κακώνυμος.

### delta 858

Δυσωπεῖσθαι · ὑφορᾶσθαι καὶ ὑπόπτως ἔχειν, φοβεῖσθαι μεθ’ ὑπονοίας.

### delta 859

〈 Δυσωπεῖσθαι · ὑφορᾶσθαι, φοβεῖσθαι μεθ’ ὑπονοίας, σκυθρωπάζειν〉. ἔνιοι δέ, εἰ καὶ μὴ τῶν Ἀττικῶν, ἀντὶ τοῦ αἰδεῖσθαι. ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται.

### delta 860

Δυσωποῦμαι · Δημοσθένης 〈ἐν Φιλιππικοῖσ〉 (9, 65) καὶ Ξενοφῶν 〈ἐν Ἀπομνημονεύμασιν〉 (2, 1, 4) ἀντὶ τοῦ φοβοῦμαι.

### delta 861

Δύω · καὶ ἐν τῷ ω δύω λέγουσιν ἑκατέρως.

### delta 862

Δῶ · κατὰ ἀποκοπὴν δῶμα, οἶκος.

### delta 863

Δωδωναῖος · ὁ Ζεύς, παρόσον ἐν Δωδώνῃ τῆς Θεσπρωτίας τιμᾶται.

### delta 864

Δωδώνη · πόλις ἐν τῇ Θεσπρωτίᾳ Πελασγία.

### delta 865

Δωδεκάκρουνος · κρήνη Ἀθήνησιν, ἣν Θουκυδίδης Ἐννεάκρουνον (2, 15, 5).

### delta 866

Δωδωναῖον χαλκεῖον · Δήμων μέν φησι (FGrHist 327 F 20) ἐν τῇ Δωδώνῃ πολλῶν παραλλήλων κειμένων λεβήτων, ὅταν τις ἑνὸς ἅψηται, ἐκ διαδοχῆς πάντας ἠχεῖν. †Ἀριστοτέλης† δὲ ὡς πλάσμα διελέγχων δύο φησὶ στύλους εἶναι καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας σειομένους ὑπ’ ἀνέμου τῷ λέβητι προσκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. κέχρηται τῇ παροιμίᾳ Μένανδρος Αὐλητρίσι (fr. 60, 3 K.—Th.). 〈 *** 〉 πρὸς Δήμωνα. εἰ πολλοὶ ἦσαν, οὐκ ἂν ἑνικῶς ἐλέγετο ἡ παροιμία.

### delta 867

Δωδεκῇδες · θυσίαι δώδεκα ἱερείων, ὡς τριττύς, ἡ ἐκ τριῶν.

### delta 868

Δωδεκαμήχανος · πόρνη δώδεκα σχήμασι χρωμένη, Κυρήνη τὸ ὄνομα.

### delta 869

Δωμάτιον · οἰκημάτιον.

### delta 870

Δωριάζειν · παραγυμνοῦσθαι· Δωρικὸν γάρ ἐστι τὸ παραφαίνειν τὸ σῶμα διὰ τὸ μηδὲ ζώνας ἔχειν, τὸ πολὺ δὲ χιτῶνας φορεῖν. ἐν δὲ Σπάρτῃ καὶ τὰς κόρας γυμνὰς φαίνεσθαι.

### delta 871

Δωρογραφή · ὅταν τις αἰτίαν ἔχοι τῶν πολιτευομένων δῶρα λαβεῖν, τὸ ἔγκλημα τὸ κατ’ αὐτοῦ διχῇ ἐλέγετο, δωροδοκία τε καὶ δώρων γραφή.

### delta 872

Δωροδοκήσας · δῶρα λαβών.

### delta 873

Δωροδόκος · δῶρα δεχόμενος.

### delta 874

Δωροδόκησιν · τὴν δωροδοκίαν. Θουκυδίδης (5, 16, 3).

### delta 875

Δωροξενία · ὅταν τις γραφεὶς ξενίας καὶ δῶρα δοὺς ἐκφύγῃ τὴν συκοφαντίαν, δωροξενία λέγεται.

### delta 876

Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας.

### delta 877

Δειλὸν ὁ πλοῦτος · παρόσον οἱ πλούσιοι τὰς οἰκίας ἀσφαλίζονται καὶ κύνας τρέφουσι καὶ πολλὰς αὑτῶν ποιοῦνται φυλακάς.

### delta 878

Δωριάζειν · τὸ παραφαίνειν καὶ παραγυμνοῦν πολὺ τοῦ σώματος· αἱ γὰρ κατὰ Πελοπόννησον κόραι διημέρευον ἄζωστοι καὶ ἀχίτωνες, ἱμάτιον μόνον ἐπὶ θάτερα ἐπιπεπορπημέναι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: woy-ao`.
