---
title: "Lexicon, Part 2 (Epsilon–Omega): Letter Ξ"
title_greek: "Λεξικόν (Ε–Ω), Ξ"
author: Photius of Constantinople
eul_wid: woy-anj
eul_aid: woy
canonical: "https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-xi-woy-anj"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:597c8166b1841cebed808576bbc7eb0d9c30677fd9884c979926df24dc3a4a53"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Part 2 (Epsilon–Omega): Letter Ξ

*Λεξικόν (Ε–Ω), Ξ*

**Author:** Photius of Constantinople

**eul_wid:** `woy-anj` · [HTML page](https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-xi-woy-anj)

## Text

<!-- ξ.307 -->

Ἀρχὴ σὺν Θεωῖ τοῦ ξ.

Ξάνθιον: ἐπικοπτόν. Ξάνθοισιν: ὀρνέοις. Ξανθίζεσθαι: κοσμεῖσθαι τὰς τρίχας. Ξανθήν: πυρροειδῆ. Ξανήσει: κοπιάσει. Ξάνιον: κτένιον ὃ φοροῦσιν αἱ γυναῖκες ἐν τοῖς ἀναδεματίοις· κόσμος χρυσοῦς ἐπὶ κεφαλῆς. Ξανῶ: κοπιάσω· Σοφοκλῆς Ποιμεσίν· Ἕκτωρ τοῖς Ἀχαιοῖς βουλόμενος μάχεσθαι φησίν· Ἡδὺ ξανῆσαι καὶ προγυμνάσαι χέρα. Ξαίνω: νήθω· σωρεύω. Ξανᾶν: πονεῖν τοὺς καρποὺς τὰς γυναῖκας τῶν χειρῶν· διὰ συνεχῆ τῶν ἐρίων ἐργασίαν. Ξεῖνοι: οἱ ἀπὸ ξένης φίλοι. <!-- ξ.308 -->Ξεναγός: ὁ τῶν ξένων ἡγεμών. Ξεναγῶν: ξενοδοχῶν. Ξενηλατεῖν: Λακεδαιμόνιοι μετὰ πληγῶν ἐξήλαυνον τοὺς ξένους. Ξενίαν: καταγώγιον· κατάλυμα. Ξενίζειν: ξένηι χρῆσθαι φωνηῖ ἢ ξενικοῖς ἐπιτηδεύμασι· δηλοῖ δὲ καὶ τὸ ξενίας χάριν τινὰ ὑποδέξασθαι. Ξενίζειν: οἱ μὲν ξένηι διαλέκτωι χρῆσθαι· οἱ δὲ ἐν τηῖ ξένη διατρίβειν. Ξενικὸν ἐμπόριον: ὅπου οἱ ξένοι ἐμπορεύονται· ὥσπερ ἀστικὸν, ὅπου οἱ ἀστοί. Ξενικὸν ἐν Κορίνθωι: Δημοσθένης Φιλιππικοῖς· καὶ Ἀριστοφάνης· συνεστήσατο δʼ αὐτὸ πρῶτον Κόνων· παρέλαβεν δὲ αὐτὸ Ἰφικράτης ὕστερον· καὶ Χαβρίας· ωἷ χρησάμενος τὴν Λακεδαιμονίων μοῖραν κατέκοψεν, στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλικλέους. Ξένιος: ὁ τῆς ξενίας ἔφορος. Ξενιτευομένους: ἀντὶ τοῦ μισθοφοροῦντας· Ἀριστοφάνης Εὐθυδίκωι· Ἐγὼ ξενιτευόμενος ἐστρατευόμην. Ξειρης: φυτὸν ἀρωματικόν· Ἀριστοφάνης. Ξενοκοπεῖν: ἐπὶ τοῦ πληγὰς ἔλαβον· οὕτω Μεταγένης. Ξενολόγος: ξένους συλλέγων στρατιώτας. Ξένος: καὶ ὁ καταγόμενος καὶ ὁ ὑποδεχόμενος. Ξενίζειν: τὸ ξενικῶς διαλέγεσθαι. <!-- ξ.309 -->Ξενίσεις: ξενοδοκίας· Θουκυδίδης. Ξεστόν: ὡμαλισμένον. Ξηραλοιφία καὶ ξηραλοιφεῖν: τὸ ἄνευ τοῦ λούεσθαι ἀλείφεσθαι. Ξηραλοιφεῖν: Αἰσχίνης κατὰ Τιμάρχου· ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι· μήποτε δὲ καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτρίβεσθαι οὕτως ἐλέγετο. Ξηρὸν καὶ αὖον ἑκατέρως. Ξηρὸς ἱδρώς: ὁ μὴ ὑπὸ λουτρῶν, ἀλλʼ ὑπὸ γυμνασίων καὶ πόνων γινόμενος. Ξεναπάτας: ἰδίως ἐπὶ τῶν  <span class="gap">…</span> ὅτἂν μὴ τοιοῦτοι πνέωσιν ἄνεμοι ἐν τοῖς πελάγεσιν, ὁποῖοι ἐν τοῖς λιμέσιν· Εὐριπίδης Σθενεβοίαι· Τίς ἄνδρα τιμᾶ ξεναπάτην. Ξιφισμός: σχῆμα ἐκ τῆς ἐμμελείας καλουμένης· καὶ ξιφίζειν, τὸ χειροτονεῖν, παραπλήσιον ξίφει τὸ τῆς χειρὸς σχῆμα ποιοῦντα. Ξιφήρης: ξίφος ἔχων. Ξιφηφόρος: ξιφήρης. Ξόανον: ἄγαλμα· εἴδωλον· ζώδιον· ἀνδριάς. Ξουθόν: λεπτόν· ἁπαλόν· ἐλαφρόν· χλωρόν· ὑγρόν· ξανθόν· καλόν· πυκνόν· ὀξύ· ταχύ· οἱ δὲ ποικίλον· εὐειδές· διαυγές. Ξοῦθος: ὄνομα κύριον. Ξύει: γράφει· ὡς παρʼ Ὁμήρωι· ἔνθεν καὶ τὰ ξύσματα γράμματα. <!-- ξ.310 -->Ξυήλην: ἣν ξυάλην λέγομεν· Ξενοφῶν Κύρου Ἀναβάσει· εἶχον δὲ θώρακας λινοῦς μέχρι τοῦ ἤτρου· ἀντὶ δὲ τῶν πτερύγων σπάρτα πυκνὰ ἐστραμμένα· εἶχον δὲ καὶ κράνη, καὶ παρὰ τὴν ζώνην μαχαίριον ὅσον ξυήλη Λακωνική· ἣν Ἀττικοὶ κνῆστιν, Λάκωνες ξυήλην λέγουσι μόνον· —ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν Κνήστι χαλκείη· οἱ μὲν οὖν Ἀττικοὶ τὸ ῥῆμα οὕτω λέγουσιν· —καπικνῆν καπεσθίειν· οἱ δὲ Λάκωνες τούνομα ξυήλην· ὡς καὶ Ξενοφῶν φησὶν ἐν δʹ τῆς Ἀναβάσεως, ὅτι Δρακόντιος ἔφυγεν ἐκ Σπάρτης, παῖς ἔτι ὢν, ἀποκτείνας ξυήληι Λακωνικηῖ παῖδα· διὰ τοῦτο δὲ καὶ τὸ κνῆν οἱ Δωριεῖς ξύειν λέγουσιν· ὡς καὶ Σώφρονα τίς τὸν ξύοντα ἀντιξύει· καὶ πάλιν· ὁ χοραγὸς ξύεται. Ξύλων ἐρεψίμων: στεγάσματά ἐστι τὰ ἐρέψιμα εἰς τὰς οἰκίας κατατεταγμένα. Ξυλοῦχος: σύνδενδρος καὶ ξυλώδης τόπος· δρυμός· ὕλη· χέρσος· ἀγρός· τόπος· οἱ δὲ κοίτην θηρίου. Ξύλον πρῶτον: τὸ βάραθρον. Ξύλοχον: ὑλώδη τόπον. Ξύμβαθι: σύμβαθι· ὅλως δὲ ὁ διὰ τοῦ ξ σχηματισμὸς κοινὸς ἔστι τῶν τε Ἰώνων καὶ τῶν Ἀττικῶν. Ξυμβῆ ἡ πεῖρα: ἀντὶ τοῦ ἐπιτευχθῆ παρὰ Θουκυδίδη. Ξύμβολον: ἀρρενικῶς λέγουσι τὸ ξύμβολον. <!-- ξ.311 -->Ξυμβόλους: οὕτω τοὺς διὰ τῶν πταρμῶν οἰωνισμοὺς ἔλεγον· ἀνετίθεντο δὲ οὗτοι Δήμητρι. Ξυμφέρειν: συμφωνεῖν. Ξυναυλία: αὔλησις τίς σύμφωνος, ὑπὸ δύο περαινομένη, αὐλωδία. Ξύν: Θουκυδίδης ἀντὶ τοῦ συν καὶ τὰ ἄλλα τὰ ὅμοια· οὕτω καὶ οἱ παλαιοὶ πάντες. Ξυνδύο: καὶ ξυντρία λέγουσιν οἱ Ἀττικοί. Ξυμβάλλεται: καὶ συμβάλλεται. Ξυναίρεται: συνάπτεται. Ξυνάορον: γαμετήν. Ξυνήϊα: κοινὰ χρήματα. Ξύνες: λέγουσι καὶ σύνες. Ξυννένοφε: ἐπινεφῆ καὶ συννεφῆ καὶ συννέφελα ἐστίν· Ἀριστοφάνης Ἀναγύρωι· Καὶ ξυννένοφε καὶ χειμέρια βροντᾶ μάλʼ εὖ· καὶ ἐν Νήσοις· Ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει· ἀντὶ τοῦ σκυθρωπάζουσα. Ξύνθημα: καὶ σύνθημα. Ξυνηρέτης: σύμφωνος· ὡς ὁ ἐναντίος, ἀντηρέτης. Ξυμφορά: συντυχία. Ξύνηβον: συμπότης. Ξυνοθόκος: ξενοδόχος. Ξυνωρίς: συζυγία· ἢ ἅρμα ἐκ δύο ἵππων συνεζευγμένον. <!-- ξ.312 -->Ξυρηκής: ὁ ξυρήσιμος καὶ κουριῶν. Ξυπεταίωνες: δῆμος τῆς Κεκροπίδος φυλῆς Ξυπεταιή· ἀφʼ ἧς ὁ δημότης Ξυπεταιών. Ξυρίδες: καμπάγια· ζυγάβδια· ἢ ἄλλο ὑπόδημα διάφορον. Ξυροῦ ἀκμῆς: τοῦ ὀξυτάτου· κατὰ λεπτότητα τῶν σιδηρίων. Ξυσταρχεῖς: τοῦ γυμνασίου ἄρχεις. Ξυστίδα: λεπτὸν ὕφασμα· περιβόλαιον. Ξυστίς: γυναικεῖον τί ἔνδυμά ἐστι πεποικιλμένον· ὡς δῆλον ποιοῦσιν ἄλλοι τὲ τῶν κωμικῶν καὶ Ἀντιφάνης ἐν Εὐπλοίαι· ἔστι μέντοι καὶ τραγικόν τι ἔνδυμα οὕτω καλούμενον, ὡς Κρατῖνος ἐν Ὥραις· ἔστι δὲ καὶ ἱππικὸν ἔνδυμα, ὡς Ἀριστοφάνης ἐν Νεφέλαις. Ξυστίς: χιτὼν ποδήρης γυναικεῖος· οἱ δὲ τραγικὸν ἔνδυμα ἐσκευοποιημένον καὶ ἔχον ἐπιπόρπημα· οἱ δὲ τὸ λεπτὸν, παρὰ τὸ ἐξύσθαι· ἰδίως δὲ τὸ τῶν τραγωδῶν ἔνδυμα. Ξυστόν: δορύλλιον· ἀκόντιον· καὶ τὸ τέλειον δόρυ· καὶ ὁ τόπος ἔνθα οἱ ἀθληταὶ γυμνάζονται. Ξυνωμοσάμην: συνήγαγον καὶ φίλους ἐποίησα. Ξυνῶνα: τὸν κοινωνόν· Σοφοκλῆς. Ξυναλλαγῆναι: τὸ συμβῆναι· Θουκυδίδης. Ξυνσάσσεται: συσκευάζεται. <!-- ξ.313 -->Ξυρεῖσθαι: οὐδὲ ξυρᾶσθαι λέγουσιν. Ξυρόν: ἐκτεταμένως τὰ πολλὰ λέγουσιν. Ξυστίδες: εἶδος ὑποδημάτων· ἢ κόσμος γυναικεῖος· ἢ σκεῦος ἱματίων τί. Ξύστης: περισκελὲς ἔνδυμα. Ξυστόν: κοντόν· ἀκόντιον. Ξυστός: τόπος ἀνειμένος ἀθλητῶν. Ξύστραν: καὶ στλεγγίδα λέγουσι. Ξυστάς: ἀμπελοτόμον δρέπανον· καὶ γῆ ἀμπελοφόρος.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: woy-anj`.
