---
title: "Lexicon, Part 2 (Epsilon–Omega): Letter Υ"
title_greek: "Λεξικόν (Ε–Ω), Υ"
author: Photius of Constantinople
eul_wid: woy-anp
eul_aid: woy
canonical: "https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-upsilon-woy-anp"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:7e3bf133aaecb969d0c060e2807232ded5ad230392fa32dc9720b038d1b1c045"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Part 2 (Epsilon–Omega): Letter Υ

*Λεξικόν (Ε–Ω), Υ*

**Author:** Photius of Constantinople

**eul_wid:** `woy-anp` · [HTML page](https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-upsilon-woy-anp)

## Text

<!-- υ.613 -->

Ἀρχὴ σὺν Θεῶ τοῦ υ.

Ὑάδες: οἱ ἐπὶ τῶν κεράτων τοῦ ταύρου ἀστέρες. Ὑακίνθινον: ὑπομελανίζον· πορφυρίζον. Ὑάλη: ὕαλος. Ὑάλιος: πολέμιος. Ὑακινθίδες: θυγατέρες Ὑακίνθου τοῦ βασιλέως. <!-- υ.614 -->Ὑάλινα: ἀντὶ τοῦ ὑαλᾶ. Ὕαλος: διὰ τοῦ α· οὐχὶ ὕελος· καὶ θηλυκῶς ἡ ὕαλος· καὶ ὑάλινον· Ἀριστοφάνης Ἀχαρνεῦσιν· Ἐξ ὑαλίνων ποτηρίων καὶ χρυσίδων· πάντα δὲ τὰ τοιαῦτα διὰ τοῦ α λέγεται. Ὑβάδαι: δῆμος ἐστὶ τῆς Λεοντίδος. Ὑβός: κυρτός. Ὑβριστοδίκαι: οἱ ἐπὶ τῶν μὴ ἐθελόντων εἰσάγειν τὰς δίκας. Ὕβρις: ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπηρείας καὶ αἰκίας· αἰκία δὲ πληγαὶ μόνον· Λυσίας ἐν τωῖ περὶ αἰκίας πρὸς Ἰσοκράτην· καί τοι τίς οὐκ οἶδεν ὑμῶν, ὅτι τὴν μὲν αἰκίαν χρημάτων ἐστὶ μόνον τιμῆσαι· τοὺς δὲ ὑβρίζειν δόξαντας ἔξεστιν ὑμῖν θανάτωι ζημιοῦν. Ὑγεία Ἀθηνᾶ: ἐπώνυμόν ἐστιν Ἀθηνᾶς· καὶ γὰρ Ὑγεία καλεῖται, καὶ Νίκη, καὶ Ἱππεία, καὶ Ἐργάνη. Ὑγιείαν καλοῦσιν Ἀττικοὶ τὴν πεφυραμένα οἴνωι καὶ ἐλαίω ἄλφιτα· καὶ πᾶν ὅτι ἐξ ἱεροῦ φέρει· οἷον θαλλόν τινα ἢ ἄλφιτα. Ὑγιέστερος ὄμφακος: παροιμία· ὥσπερ καὶ, ὑγιέστερος Κρότωνος· πολλοὶ γὰρ Κροτωνιάται ἀσκηταί· καὶ ὑγιέστερος κολοκύντης. Ὑγρὰ κέλευθα: τὴν διὰ θαλάσσης ὁδόν. Ὑγρός: ὁ εὐκατάφορος εἰς τὰς ἡδονάς· ῥευματιζόμενος. <!-- υ.615 -->Ὑγρότης: ἀραιότης· καὶ ὠφέλεια. Ὑδατίδες: σταγόνες. Ὑδερῶν: ὑδρωπιῶν. Ὕδραν τέμνειν: ἐπὶ τῶν ἀμηχάνων λέγεται· ἱστορεῖται γὰρ, Ὕδρα τηῖ ἐν Λέρνηι ἑκατοντακεφάλωι τυγχανούσηι μαχόμενον Ἡρακλέα, ὡς τῶν τεμνομένων αὐτῆς κεφαλῶν ἀνεφύοντο πλείους, κελεῦσαι Ἰολάωι ἐπικαίειν τὰς τεμνομένας. Ὑδρεύειν: ποτίζειν. Ὑδρηλοί: κάθυγροι. Ὑδριαφόροι: ὥσπερ σκαφηφόροι· αἱ μέτοικοι. Ὕδρου: ὄφεως. Ὑδροφορία: ἑορτὴ πένθιμος Ἀθήνησιν, ἐπὶ τοῖς ἐν τῶ κατακλυσμωῖ ἀπολομένοις, ὡς Ἀπολλώνιος. Ὕδωρ αὐτοπαγές: τὸ συνεστηκὸς ἐν τοῖς ἱεροῖς· ἢ τὸ αὐτομάτας πηγὰς ἔχον. Ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις: τοῦτο ἐξ ἐπιγράμματος εἶναι μέρος, οἱ μὲν Ἀσκληπιάδου, οἱ δὲ Θεαιτήτου φασίν. Ὕδωρ παραρέη: ἐπὶ τῶν ἐπαγγελλομένων παντὶ σθένει σπουδάσειν, ὡς κἂν εἰς ῥέοντα πλοῖα ἐμβῆναι οὐκ ὀκνησάντων. Ὗε: ἔβρεχεν. Ὑεικόν: ὑὸς ἴδιον· χοίρου ἔργον· λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ <!-- υ.616 -->Εὐθυδήμου εἰπεῖν· ὅτι ὑεικὸν αὐτῶ δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυδήμωι προσκνήσασθαι, ὥσπερ τὰ ὕδια τοῖς λίθοις· Ξενοφῶν φησίν. Ὑηνῶν θρεμμάτων: καὶ ἔδοξέν μοι τοῦτο οὐκ ἀνθρώπινον, ἀλλʼ ὑηνῶν τινων μᾶλλον εἶναι θρεμμάτων· Πλάτων Νόμων ζʹ· ὑηνεῖς· ὗς δὲ δὴ καὶ κυνοκεφάλους λέγων, οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾶν πρὸς τὰ συγγράμματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν· Πλάτων Θεαιτήτωι. Ὕειον: χοίρειον. Ὕης: ἐπίθετον Διονύσου, ὡς Κλείδημος· ἐπειδὴ, φησὶν, ἐπιτελοῦμεν τὰς θυσίας αὐτῶ, καθʼ ὃν ὁ θεὸς ὕει χρόνον· ὁ δὲ Φερεκύδης τὴν Σεμέλην Ὕην λέγεσθαι, καὶ τὰς τοῦ Διονύσου τροφοὺς Ὑάδας· Ἀριστοφάνης δὲ συγκαταλέγει ξενικοῖς θεοῖς τὸν Ὕην. Ὑηνεῖς: ὑϊκόν τι καὶ ζωῶδες ποιεῖς. Ὑηνῶν: σκαιῶν καὶ ἀμαθῶν· καὶ ὑηνία· σκαιότης καὶ ἀμαθία· οὕτως Καλλίας. Ὕης: τοῦ Σαβαζίου ἡ ἐπίκλησις. Ὕθλος: φλυαρία ἢ μωρία. Υἱωνός: ὁ τοῦ υἱοῦ υἱός. <!-- υ.617 -->Υἱῶσαι τὸν παῖδα: υἱὸν ποιῆσαι αὐτὸν θετόν· καὶ υἱώσει, τηῖ υἱοθεσίαι· καὶ υἱώσατο, ἀντὶ τοῦ, υἱὸν θετὸν ἐποιήσατο· καὶ τὰς υἱώσεις καὶ τὰς υἱοθεσίας· ἡ χρῆσις παρʼ Αἰλιανῶ πολλή. Ὑλακόμωροι: ὑλακτικοί· οἱ περὶ τὸ ὑλακτεῖν πονούμενοι. Ὕλαν κραυγάζειν: ἱστοροῦσιν Ὕλαν τὸν Θειοδάμαντος, καλὸν τὴν ὥραν, ἐρώμενον Ἡρακλέους, ὅτε συνέπλει τοῖς Ἀργοναύταις· γενόμενον δὲ κατὰ Μυσίαν, ἐξελθεῖν ὑδρευσόμενον, ὑπὸ Νυμφῶν δὲ ἀφανισθῆναι· τούτου δὲ ἐπὶ ζήτησιν Πολύφημον πεμφθέντα κεκραγέναι καὶ ὀνομαστὶ ἀνακαλεῖν τὸν Ὕλαν, μηδὲν περαίνοντα· διὸ καὶ τὴν παροιμίαν ἐπὶ τῶν μηδὲν ἀνυόντων λέγεσθαι· καὶ νῦν δὲ Κιανοὺς ἔτι, ἀπομίμημα τῆς ζητήσεως ποιουμένους, ἑορτάζειν τῶ ἥρωϊ. Ὕλας: ὄνομα οἰκέτου βαρβάρου. Ὑλάστριαι: καὶ ὑλαζόμενοι, οἱ ξύλα συλλέγοντες· καὶ ὑληφόροι, οἱ ξυλοφόροι. Ὕλην: τὸ καθίζον τοῦ οἴνου ἢ τοῦ ὕδατος· οὕτως Ἀριστοφάνης. Ὑλήεσσα: σύνδενδρος. Ὑμεῖς, ὦ Μεγαρεῖς, οὔτε τρίτοι, οὔτε τέταρτοι: χρησμοῦ κομμάτιόν ἐστιν παροιμιαζόμενον οὕτως·

  
Ἵππον Θετταλικὴν, Λακεδαιμονίαν τε γυναῖκα·  
  
Ἄνδρας δʼ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης· Ἀλλʼ  

  
<!-- υ.618 -->ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἵτε μεσηγὺ Τίρυνθος  
  
ναίουσι καὶ Ἀρκαδίης πολυμήλου· Ἀργεῖοι λινοθώ-  
  
ρηκες, κέντρα πτολέμοιο· Ὑμεῖς δʼ, Αἰγιέες, οὔτε  
  
τρίτοι, οὔτε τέταρτοι, Οὔτε δυωδέκατοι, οὔτʼ ἐν  
λόγωι, οὔτʼ ἐν ἀριθμωῖ· ἱστορεῖ δὲ Μνασέας, ὅτι Αἰγιεῖς οἱ ἐν Ἀχαίαι καταναυμαχήσαντες Αἰτωλοὺς καὶ λαβόντες πεντηκόντορον αὐτῶν, δεκάτην Πυθοῖ ἀνατιθέντες ἠρώτων τίνες κρείττονες εἶεν τῶν Ἑλλήνων· ἡ δὲ Πυθία ἔχρησεν αὐτοῖς τὰ προκείμενα· καὶ Ἴων δὲ Αἰγιεῦσι δοθῆναι τὸν χρησμὸν ἱστορεῖ· τινὲς δὲ οἴονται Μεγαρεῦσιν εἰρῆσθαι αὐτὸν, καὶ προφέρονται· Ὑμεῖς δʼ, ὦ Μεγαρεῖς, οὔτε τρίτοι, οὔτε τέταρτοι· ὡς καὶ Καλλίμαχος ἐν τοῖς ἐπιγραμματίοις· —τῆς δὲ ταλαίνης Νύμφης, ὡς Μεγαρέων, οὐ λόγος, οὐδʼ ἀριθμός. Ὑμεναιοῦν: τὸ ἄδειν τὸν ὑμέναιον καὶ συνάπτειν τὸν γάμον. Ὑμένων: γαμικῶν ὕμνων. Ὑμεδαπῶν: τῶν ἐκ τοῦ αὐτοῦ ἐδάφους· συγγενῶν· ἢ τῆς αὐτῆς χώρας. Ὑμενῶδες: λεπτότατον καὶ οἷον εἰπεῖν ἀερῶδες. Ὑμήττιον μέλι: τὸ εὔχρηστον πρὸς ἰατρείαν· Ὑμηττὸς δέ ἐστι τόπος τῆς Ἀττικῆς περὶ τὰς Ἀθήνας. Ὑμνηπολείτω: ὑμνείτω. <!-- υ.619 -->Ὑμνεῖν: ὀδύρεσθαι· μέμφεσθαι· λοιδορεῖν· κατʼ εὐφημισμόν· ὡς ἐν αʹ Πολιτείας. Ὑμνούντων: ὅτι ψιλῶς ἀντὶ τοῦ λεγόντων· Νόμων ϛʹ Πλάτων· ψευδῆ φήμην ἡμῶν κατὰ θεῶν ὑμνούντων. Ὕνιν: ῥόπαλον. Ὑόμενος: βρεχόμενος. Ὑοσκυαμᾶν: μεμηνέναι· παραπαίειν· Φερεκράτης Κοριαννοῖ· Ὑοσκυαμᾶς, ἀνὴρ γέρων ὤν. Ὑοσκύαμος: ὃν πίνοντες μαίνονται. Ὑπάγει: ἐξαπαταῖ. Ὑπάγουσιν: ἀντὶ τοῦ προάγουσιν· Δημοσθένης Φιλιππικοῖς. Ὑπαγωγαί: ἀπάται. Ὑπαγωγάς: τὰς ἀναχωρήσεις· διώξεις τε καὶ ὑπαγωγὰς, φησὶ Θουκυδίδης. Ὑπάγειν εἰς δίκην: τὸ ἄγειν· καὶ Θουκυδίδης καὶ ἄλλοι. Ὑπαγωγεύς: ἐργαλεῖον οἰκοδομικόν. Ὑπαγωγή: ἡ ταῖς ναυσὶ σκέπη· καὶ προσόρμησις· οἷον ὕφορμός τις. Ὑπαγωγή: ὑποχώρησις. Ὑπαίθριον: ὑπὸ τὸν ἀέρα· καὶ ὕπαιθρον ὁμοίως. Ὑπακτέον: πορευτέον. Ὑπαλύξας: ἐκφυγών. Ὑπάλυξις: ἔκκλισις. <!-- υ.620 -->Ὑπανέντος: ἐνδόντος. Ὑπανίσχει: ὑπανατέλλει. Ὑπαντιάζων: ὑπαντῶν. Ὕπαρ: ἀλήθεια· οὐκ ἐν ὀνείρωι. Ὕπαρ: ἐγρήγορος· ὀπτασία ἀληθής. Ὑπαρκτά: μόνιμα ὑπάρχοντα. Ὑπαρξάμενος: κατάρξας. Ὑπάρχων: προκατάρχων· Ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος· καὶ τὸ ὑπάρχειν οὐχ ἁπλῶς τὸ εἶναι σημαίνει· ἀλλὰ τὸ πάλαι εἶναι· καὶ προϋπεῖναι· φθάνειν· Μένανδρος· Οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ἡμῖν εὐνοεῖν, Ἀλλὰ καὶ ὑπάρχειν. Ὑπασπισταί: δορυφόροι. Ὕπατε κρειόντων: βασιλεῦ βασιλευόντων· ἐξοχώτατε· μέγιστε. Ὕπατον: ὑψηλόν. Ὑπʼ αὐγάς: ὑπὸ τὸν ὄρθρον· ἢ ὑπὸ τὸν πεφωτισμένον ἀέρα. Ὕπαφρον: ὕπουλον· φανερόν. Ὑπαχθέντες: ἀπατηθέντες. Ὑπειδόμενος: ὑφορώμενος. Ὑπέδυ: ὑπεισῆλθεν. Ὑπεζωσμένος: περιβεβλημένος· ὑποσυρόμενος. Ὑπειλημμένον: ὑπονενοημένον. Ὑπείξομεν: παραχωρήσομεν. <!-- υ.621 -->Ὑπείπομεν: ἀντὶ τοῦ προείπομεν· καὶ ὑπειπεῖν, ὑπαγορεύειν. Ὑπελθεῖν: ὑποδραμεῖν. Ὑπέμβρυον: τὸ ὑπὸ τηῖ θηλαζούσηι· νεογνόν. Ὑπένερθεν: ὑποκάτωθεν. Ὑπενήνεκται: ὑπεσύρη. Ὑπενόθευσεν: ὑπέφθειρεν. Ὑπενοστήσαμεν: ὑπεχωρήσαμεν· ἐπανήλθομεν. Ὑπέπισα: ὑπεπότισα. Ὑπέρα: τὸ τοῦ κέρως τοῦ ἱστοῦ σχοινίον, ωἷ ἀνίεταί τε καὶ διατείνεται τὸ σχοινίον· γέγονε δὲ ἀπὸ τούτου παροιμία ἐπὶ τῶν, ἃ δεῖ ἔχειν, ἀφιέντων· ἃ δὲ μὴ δεῖ, κρατούντων. Ὑπεράγασθαι: ὑπερθαυμάζειν. Ὑπέρακμος: ὑπερδραμὼν τὴν ὥραν. Ὑπεραλεῖται: ὑπερπηδήσει. Ὑπερανάστης: μετανάστης· μεταβάτης. Ὑπέρβιον: ὑπερβίως· οἷον ἄγαν βιαίως· ἢ ὑπερβαλλόντως τηῖ βίαι· ὑπερήφανον. Ὑπερβολήν: τὴν ἀναβολὴν καὶ ὑπέρθεσιν· καὶ ἐν τωῖ περὶ τοῦ στεφάνου Δημοσθένης. Ὑπέρβολος: δημαγωγὸς ἦν, ὃν Θουκυδίδης ἐν τηῖ ηʹ ἐξωστρακίσθαι φησίν. Ὑπεργαμία: ἡ ὀψιγαμία. <!-- υ.622 -->Ὑπερδέα: ὑπερβαλλόντως ἐνδέα· οἷον πάνυ ἐλάσσονα κατὰ δύναμιν. Ὑπερδέξιον χωρίον: εἶχον δʼ ὑπερδέξιον χωρίον, οἷον χαλεπώτατον· Ξενοφῶν φησίν. Ὑπέρδικον: τὸν ἀκροδίκαιον καὶ σφόδρα δίκαιον. Ὑπερείδουσα: ὑποστηρίζουσα. Ὑπερηγάσθην: ὑπερεθαύμασα. Ὑπερημερίας: ὑπερβαλούσης ἐκπροθεσμίας. Ὑπερήμερος: ὑπερπρόθεσμος ἢ ἐκπρόθεσμος. Ὑπερήμερος: οἱ δίκην ὀφείλοντες ὁποίαν οὖν, καὶ τὰ ἐπιτίμια τοῖς ἑλοῦσι μὴ ἀποδιδόντες ἐν ταῖς τακταῖς προθεσμίαις, ὑπερήμεροι ἐκαλοῦντο· τὸ δὲ πρᾶγμα, ὑπερημερία. Ὑπερήμεροι: οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν ἡμέρας λαβόντες καὶ μὴ διαλυσάμενοι. Ὕπερθεν: ἐπάνω. Ὑπέρθεον: ὑπὲρ θεῶν βούλησιν. Ὑπερθέοντες: ὑπερτρέχοντες. Ὑπερθήσει: οἰκοδομήσει. Ὑπερθορών: ὑπερπηδῶν. Ὑπερίονα: ὑπὲρ ἡμᾶς ἀνατέλλοντα. Ὑπέρινος: ὑπερκεκαθαρμένος· οὕτως Δημήτριος. Ὑπὲρ κάρα φοιτῶντα: ὑπὲρ κεφαλῆς ἐρχόμενον. Ὑπερμαζεῖ: ὑπερτρυφαῖ· πλουτεῖ· στρηνιᾶ. Ὑπερμενέα: ἰσχυρότερα λίαν. Ὑπερνήχεται: ὑπερβαίνει. Ὑπεροιαζομένου: ὑπερηφανευομένου. <!-- υ.623 -->Ὑπέροπλον: ὑπερήφανον. Ὑπερορᾶν: ὑπερβλέπειν. Ὑπερόριος: ἐκτὸς τῶν ὁρίων· ἐξόριστος. Ὑπέροπτον: μεγάλην. Ὑπέρου περιτροπή: ἐπὶ τῶν ταυτὰ ποιούντων καὶ μηδὲν περαινόντων· καὶ αὗται δὲ αἱ παροιμίαι τοῦτο δηλοῦσιν· ὁ Διὸς Κόρινθος· καὶ, αὖθις αὖ Πυθῶδʼ ὁδός· καὶ, ὁ τὴν δοκὸν φέρων· καὶ, οὐ τυφλὸς, ἀλλʼ ἐξώρυκται· Πλάτων Ἀδώνιδι· Εἶτʼ οὐχ ὑπέρου μοι περιτροπὴ γενήσεται. Ὑπέροφρυς: ὑπερήφανος. Ὑπεροψίαν: καταφρόνησιν. Ὑπερπαίειν: ὑπερβαίνειν· πλεονάζειν. Ὑπὲρ τὰ Καλλικράτους: φησὶ Κλέαρχος ὅτι Καλλικράτης τις ἐγένετο ἐν Καρύστω πλουσιώτατος· εἴ ποτε οὖν ἐθαύμαζον τινὰ οἱ Καρύστιοι ἐπὶ πλούτω ὑπερβολικῶς, ἔλεγον, ὑπὲρ τὰ Καλλικράτους· Ἀριστοτέλης δὲ φησὶν ἐν τηῖ Ἀθηναίων πολιτείαι Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι· ὅθεν καὶ τὴν παροιμίαν εἰρῆσθαι. Ὑπὲρ τὰ ἐσκαμμένα: ὑπὲρ τὰ μέτρα· ἀπὸ δὲ τῶν πεντάθλων ἡ μεταφορά· λέγεται δὲ ἀπὸ Φαΰλλου τοῦ πεντάθλου τοῦ Κροτωνιάτου εἰρῆσθαι· ὃς, πεντήκοντα ποδῶν ὄντων πρότερον τῶν σκαμμάτων, πρῶτος αὐτὸς ὑπερέβαλε τοῖς πηδήμασι ταῦτα, <!-- υ.624 -->ὡς τὸ ἐπίγραμμα λέγει τῆς εἰκόνος αὐτοῦ· Πέντʼ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος, Δίσκευσεν δʼ ἑκατὸν, πέντʼ ἀπολειπομένων· καὶ Πλάτων ἐν ὧ ἡ ἐπιγραφὴ, Κρατύλος, περὶ ὀνομάτων ὀρθότητος. Ὕπερθρον: ὁ οὐρανός· ὑπὸ γὰρ τὸν αἰθέρα ὑπάρχει. Ὑπερτέλλον: ὑπερανατέλλον. Ὑπερτενές: ὑψηλόν· ὑπερέχον. Ὑπέρτερον: κρεῖττον. Ὑπερτεροῦν: δεσπόζον. Ὑπερτίθεται: ἀναβάλλεται. Ὑπὲρ τὸν κατάλογον: ἐπὶ τῶν γεγηρακότων. Ὑπερφερές: μέγα· ὑπερέχον. Ὑπερφυής: μεγαλοφυής· μείζων. Ὑπέρχρεως: κατάχρεως. Ὑπέρχολος γενόμενος: ἀντὶ τοῦ ὑπεραγανακτήσας· οὕτως Ἀντιφάνης. Ὑπερώησαν: ὑπεχώρησαν. Ὑπεστειλάμην: παρητησάμην· ἀπεκρυψάμην. Ὑπέστημεν: ὑπεσχόμεθα. Ὑπετέθυπτο: ὑπεκαίετο· καὶ κέκνιστο· Ἀπολλοφάνης. Ὑπέχει: ὑφίσταται. Ὑπεψηνισμένοι: ἀκμαῖοι πρὸς τόκον· ἀπὸ τῶν σύκων τῶν διὰ τοὺς ψῆνας πεπείρων. Ὑπήγετο: ὑπέπειθεν. Ὑπηνέμια: λέγουσιν ὡς ἡμεῖς· Ἀριστοφάνης <!-- υ.625 -->Δαιδάλωι· Ἓν ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίαι Ὑπηνέμια τίκτουσιν ὠὰ πολλάκις· Πλάτων δὲ ὁ φιλόσοφος ἐν Θεαιτήτωι ἀνεμιαῖα· καὶ Μένανδρος Δακτυλίωι· —ἀνεμιαῖον ἐγένετο. Ὑπηνέμιοι: ὑπὸ τὸν ἄνεμον. Ὑπέρπεδον: ὄρος· βουνός· ἔπαρμα γῆς· πέδον γὰρ ἡ γῆ. Ὑπηνέμια τίκτουσι: τὰ οὔρια· ἀπὸ τοῦ οὐρίου ἀνέμου λέγουσιν. Ὑπήνη: μύσταξ· τὸ γένειον· πώγων· ἢ ἡ τοῦ ἄνω χείλους τρίχωσις. Ὑπηνήτηι: ἀκμαίωι· ἄρτι γενειῶντι. Ὑπʼ ἠοῖ: ὑπὸ τὸν ὄρθρον. Ὑπηρέσιον: ὑπαγκώνιον τῶν ἐρετῶν ἤγουν κωπηλατῶν, ἐφʼ οὗ καθίζουσιν. Ὑπηρέσιον: ὁ διδόμενος μισθὸς τοῖς ὑπηρετοῦσι, τοῖς στρατευομένοις καὶ ἐρέσσουσι καὶ δουλεύουσιν· τοῦ ὀνόματος ἀπὸ τοῦ ὑπηρετεῖν κληθέντος. Ὑπίσχεται: ὑπισχνεῖται. Ὑπό: ὀλίγον. Ὑπόβαθμος: ὑπόβαθρον. Ὑποβάθραν: ὑπόβασιν· θεμέλιον. Ὑποβασμόν: ὑποβάθραν. <!-- υ.626 -->Ὑποβιβάζοντες: ἐλαττοῦντες. Ὑποβιβάζουσιν: ὑποκαταβαίνουσιν. Ὑποβλεπόμενος: ὑπονοῶν· ἐχθραίνων· ἐπιτηρῶν. Ὑποβλήδην: ὑποβάλλων λόγον· ὑποκρουστικῶς ἔτι λέγων. Ὑποβολιμαῖοι: ὑποβαλλόμενοι καὶ εἰσποίητοι, ὡς ἐπὶ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυτῶν ἀποβάλλουσιν αἱ γυναῖκες. Ὑπόβολον: ὑποκείμενον πρὸς δάνειον καὶ τόκον· Φερεκράτης Ἰπνῶ· —οὐχ ὁρᾶς τὴν οἰκίαν Τὴν Πολυτίωνος κειμένην ὑπώβολον. Ὑποβρύχιοι: ὑπὸ τὸ ὕδωρ ποντισθέντες. Ὑπογεγραμμένη: ἐστειβισμένη· Ἀριστοφάνης. Ὑπόγειον: ὑπὸ τὴν γῆν. Ὑπόγειος: ὁ ὑποτεταγμένος. Ὑπογενειάζων: λιτανεύων· ὑπὸ τοῦ γενείου ἁπτόμενος. Ὑπὸ γῆν οἰκοῦντες: λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῶ περίπλω λεγομένους Τρωγλοδύτας· καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γʹ καταλόγου κατουδαίους ὀνομαζομένους. Ὑποκυδεῖς γὰρ εἰσὶν οἱ τόποι: Δείναρχος ἐν τῶ κατὰ Στεφάνου· ὑποκύδης ἐστὶν ὁ δίυγρος τόπος· ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων γέγραπται ὑπόκοιλοι. Ὑπογράφεται: δείκνυται. Ὑπογλωττίς: στεφάνου εἶδος. Ὑπόγραμμα: ωἷ τοὺς ὀφθαλμοὺς ὑπογράφουσιν. <!-- υ.627 -->Ὑπόγυον: ἐγγύτερον· πρόσφατον· νεωστὶ γινόμενον· τὸ πρὸ ὀλίγου καὶ μετʼ ὀλίγον. Ὑποδεής: ὑπόφοβος. Ὑποδενδρυάσαι: ὑποδῦναί που καὶ πτῆξαι ὑπὸ σκέπην. Ὑποδέξηι: ὑποδέχη τὰ πρὸς ὑποδοχὴν ἐπιτήδεια. Ὑποδέξιος: ὑποδοχεύς. Ὑποδέραια: περιτραχήλια. Ὑποδερίδα: ὁρμίσκον· πλόκιον. Ὑποδερίς: κόσμος γυναικεῖος, οἷον δείραιον. Ὑποδιδάσκαλος: ὁ τωῖ χορωῖ καταλέγων· διδάσκαλος γὰρ αὐτὸς ὁ ποιητὴς, ὡς Ἀριστοφάνης. Ὑποδρόμους: στόμια. Ὑποδμώς: δοῦλος. Ὑποδύτην: τὸ ἐσώτερον ἱμάτιον. Ὑποδύς: ὑπεισελθών. Ὑποζυγιώδης ἄνθρωπος: ὁ μὴ ἐκ τῆς ἑαυτοῦ προαιρέσεως καὶ προθυμίας τί πράττων· ἀλλʼ ἐκ τῆς ἑτέρων κελεύσεως· ὥσπερ καὶ τὰ ὑποζύγια· εἴποις δʼ ἂν καὶ ὑποζυγιῶδες πρᾶγμα· Ἀριστοφάνης. Ὑπόθεσις: περιοχή· αἰτία. Ὑποθήκαις: παραινέσεσι. Ὑποθημοσύνη: διδασκαλία. Ὑποθήσομαι: διδάξω. Ὑποικουροῦν λεληθὸς τὶ μῖσος: ὑποικουροῦν ἀντὶ τοῦ ὑποτρεφόμενον καὶ ἐνδομυχοῦν. <!-- υ.628 -->Ὑποιστόν: φορητόν. Ὑποίσων: ὑπομένων. Ὑποίσω: ὑπενέγκω. Ὑποκαθεῖναι τὰς ὀφρῦς: οἷον παύσασθαι χαλεπαίνοντα καὶ πραότερον γενέσθαι· τὸ γὰρ ἀνατείνειν τὰς ὀφρῦς, ὀργῆς ἐστι σημεῖον. Ὑποκατάβασιν: παραχώρησιν. Ὑποκείσεται: ὑποβληθήσεται. Ὑποκορίζεται: κολακεύει· ὑποκρίνεται. Ὑποκηρυξάμενοι: τὸ ὑπὸ τωῖ κήρυκι τωῖ δημοσίωι στῆναι, καὶ ποιῆσαι τι διὰ τοῦ κήρυκος φανερῶς. Ὑποκοριζόμενοι: διασύροντες· Ξενοφῶν φησίν· οἱ δὲ μισοῦντές με ὑποκοριζόμενοι ὀνομάζουσιν κακίαν· ὁ δὲ Δημοσθένης ἐχρήσατο τηῖ λέξει ἐπὶ τοῦ εὐφημοῦντες καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντες· λέγει γὰρ ἐν τῶ παραπρεσβείας· αὐθαίρετον αὐτοῖς ἐπάγονται δουλείαν, Φιλίππου ξενίαν καὶ ἑταιρίαν καὶ τὰ τοιαῦτα ὑποκοριζόμενοι. Ὑποκοριστικόν: ἔλαττον. Ὑπὸ κρασίν: ὑπὸ ταῖς κεφαλαῖς. Ὑποκρίνεσθαι: τὸ ἀποκρίνεσθαι οἱ παλαιοί· καὶ ὁ ὑποκριτὴς ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῶ χορῶ· Θουκυδίδης ζʹ· οἱ δʼ οὐδὲν ὑπεκρίνοντο, διεφθείροντο· καὶ οἱ Ἴωνες οὕτως· Ἡρόδοτος· οἱ μὲν ταῦτα ὑποκρινάμενοι, Ἀθηναίων ἀπηλλάττοντο. Ὑποκρίνοντι: ἀποκρίνοντι. <!-- υ.629 -->Ὑποκυσαμένη: ἐγκυμονήσασα. Ὑπολαβών: ὑπονοήσας· ἢ ἀποκριθείς· η ἀντειπών· ἀντικρούσας. Ὑπολαπάξας: ὑποκενώσας. Ὑπόλογον: Λυσίας φησίν· οὐχ ὑπόλογον ὄντα, ἀντὶ τοῦ, οὐκ ἐν λόγω· καὶ Δείναρχος· οὐδεὶς ὑπόλογος βουληῖ γέγονεν· ἀντὶ τοῦ, οὐδὲ μία συγγνώμη, οὐδὲ μία παραίτησις. Ὑπὸ μάλης: τὸ ὄνομα μὲν κεῖται παρὰ τοῖς ῥήτορσιν· ὅταν μὲν οὖν ἑνικῶς λέγουσιν, οὕτως αὐτὸ πάντες τάττουσιν μετὰ τῆς προθέσεως· ὅταν δὲ πληθυντικῶς, οὐ μάλας λέγουσιν, ἀλλὰ μασχάλας· Λυσίας· καὶ τὴν μὲν κόμην ψιλὴν ἔχεις, τὰς δὲ μασχάλας δασείας. Ὑπὸ μάλης: μάλην δʼ οὐ λέγουσιν, ἀλλὰ μασχάλην. Ὑπομηλαφῆσαι: ὑποψηλαφῆσαι. Ὑπονομεύοντες: ἀντὶ τοῦ ὑπονόμους ὀρύττοντες· Δείναρχος ἐν τῶ κατὰ Καλλίστου. Ὑπόνομος: ὀχετός· διώρυξ. Ὑπονοστῆσαι: ἐπανελθεῖν· ὑποκαταβῆναι. Ὑπόξυλος: κίβδηλος· ὡς ὑπόχαλκος· οὕτως Μένανδρος. Ὑπὸ παντὶ λίθωι σκορπίος: ἐλλείπει, ὕπεστι· λέγεται ἐπὶ τῶν κακοήθων καὶ ἐπὶ ἐριστικῶν. <!-- υ.630 -->Ὑπώπια: ἀπὸ μέρους τὴν ὄψιν. Ὑποπίνειν: ἀντὶ τοῦ μεθύσκεσθαι· οὕτως Νικοφῶν. Ὑπόπλεως: μεστός. Ὑποποιεῖσθαι: ὑποτάσσειν. Ὑπόπτερος: ταχεῖα. Ὑποπτεύω: ὑπονοῶ. Ὑπʼ ὄροφον: ὑπὸ στέγην. Ὑποσκάλλειν: ὑπεργάζεσθαι. Ὑποσακίζειν: ὑπεξαίρειν· ἀναλογοῦν· καὶ ὑποσακίζειν τῆς ὁδοῦ φασὶ, τὸ προκόπτειν καὶ ἀναλογοῦν. Ὑπὸ σκότω δὲ γεγονώς: σκότιος· ὅπέρ ἐστι λαθραῖος· παρθένιος, ὁ ὑπὸ παρθένου δοκούσης γεγονώς. Ὕποσμος: ὁ ὑπονοῶν τι καὶ ὑποπτεύων. Ὑποσμύχουσα: ἐνδιερεθίζουσα· ὑποκαίουσα· θλίβουσα· καταπονοῦσα. Ὑπόσπονδος: ὑπὸ φιλίαν ὑποτεταγμένος. Ὑποσταθμίς: τρυγίας. Ὑποστειλάμενος: ἀποκρυψάμενος· φοβηθείς. Ὑποστρωμνίους: τοὺς ἐν τῆ στρωμνῆ κειμένους. Ὑποστέλλεται: ἀναδύεται· ὑποκρίνεται· φεύγει· δολιεύεται. Ὑπόστημα: πλῆθος. Ὑποστήσας: ἀντὶ τοῦ ὑποβαλλόμενος· Ὑπερίδης. Ὑποστολῆς: φυγῆς. <!-- υ.631 -->Ὑποσυγχύτως: συγκεχυμένως. Ὑποσχεῖν: ὑπολαβεῖν· ἀπαιτηθῆναι· ὑποθεῖναι. Ὑποσχέσθαι: ἐκτεῖναι. Ὑπόσχωμεν: ὑποβάλλωμεν. Ὑποτείνουσιν: ὑποβάλλουσιν· ἢ προτείνονται. Ὑποτείνων: ὑπισχνούμενος. Ὑποτεμέσθαι: ἀφελέσθαι. Ὑποτεμνόμενος: ἐκκόπτων. Ὑποτεμνόμενος τὸν πλοῦν: ἀντὶ τοῦ, διὰ τῶν συντομωτάτων πλέων, ἵνα καταλάβη τὸν διωκόμενον· οὕτως Ξενοφῶν φησίν. Ὑποτίτθια: ὑπομάζια παιδία· καὶ ὑπότιτθον ὁμοίως, τὸ ὑπομάζιον. Ὑποτοπεῖσθαι: ὑπονοεῖσθαι· καὶ καθυποτοπεῖσθαι, τὸ ἐπὶ τὸ χεῖρον ὑπονοεῖν. Ὑποτοπήσας: ὑπονοήσας. Ὑπὸ τὸν τόνον: ὑφειμένω τωῖ τῆς φωνῆς τόνωι. Ὑπότριμμα: ἔκ τε φοινίκων καὶ μέλιτος καὶ ἄλλων τινῶν ἀρτυμάτων. Ὑποτροπάζει: ὑποστρέφει. Ὑπότροπος: ἐξ ἀποστροφῆς. Ὑπὸ τοὺς αὐτοὺς χρόνους: καὶ κατὰ τοὺς αὐτοὺς χρόνους, καὶ ἐν τοῖς αὐτοῖς χρόνοις, καὶ ἐν τῶ αὐτῶ ἐνιαυτῶ, καὶ κατὰ τὸν αὐτὸν ἐνιαυτὸν ὁμοίως· καὶ ἔτει καὶ ἔτος· καὶ χρόνω καὶ χρόνους καὶ χρόνον καὶ χρόνοις· πάντα ταῦτα χρήσιμα. <!-- υ.632 -->Ὑποτυπώσεων: χαρακτήρων λόγοι. Ὕπουλα ἕλκη: τὰ κρυπτά. Ὕπουλοι: οἱ ἐγγὺς τοῦ κατουλωθῆναι μώλωπες. Ὕπουλα γόνατα: καὶ ὕπουλον πόδα· καὶ ὕπουλον χεῖρα· καὶ σῶμα τὸ φλεγμαῖνον διά τινας πληγὰς, καὶ ἐγγὺς τοῦ ἀφίστασθαι ὄν· Κρατῖνος. Ὕπουλος: δόλιος· φαινόμενος δῆθεν εἰρηνικὸς, ὡς ἐπὶ τῶν ἑλκῶν τῶν ἐχόντων οὐλὰς, ὑγιεῖς ἐπιπολαίως, ἔνδοθεν δὲ σηπεδόνας πυώδεις· ἐξ οὗ ἐπὶ τῶν προσποιουμένων μὲν εἶναι χρηστῶν ἀνθρώπων, ὄντων δὲ μοχθηρῶν, ἐλέχθη οὗτος ὁ λόγος. Ὑπʼ οὔρει: ὑπὸ τῶ ὄρει. Ὑποφέρονται: ὑποβάλλονται· καὶ ὑποφέρων, ὑποβάλλων. Ὑποφῆται: ἱερεῖς· προφῆται· χρησμολόγοι. Ὑποφθάς: φθάσας· προλαβών. Ὑποφόνια: τὰ ἐπὶ τῶ φόνωι διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ ἀναιρεθέντος, ἵνα μὴ ἐπεξίωσι· οὕτως Δείναρχος καὶ Θεόφραστος. Ὑπόφορος: ὑπεύθυνος· ὑπὸ κίνσον· ὑπὸ τέλος. Ὑποφύσεις: παραφυάδες φαύλων λογισμῶν ἔξωθεν φυόμεναι. Ὑποχόνδρια: τὰ ἀκροσπάθια· τὰ ὑπὸ τὴν λαγόνα. <!-- υ.633 -->Ὑποχυτῆρες: τρύβλια, διʼ ὧν τὸ ἔλαιον εἰς λύχνους ἐπιχέουσιν. Ὕπτια: ὑψηλά. Ὑπτιάζει: ὑποστρέφει. Ὕπτιος: ἐπὶ νῶτον κείμενος. Ὑπωμοσία: τὸ ἀναβάλλεσθαι δίκην τινὰ ἢ τί ἄλλο προφάσει τινι χρώμενον μεθʼ ὅρκου. Ὑπωμοσία: σκῆψις καὶ παραίτησις. Ὑπωμοσία: τὸ ὑπερτίθεσθαι δίκην, προφάσει χρώμενον ἀποδημία ἢ νόσω· ἢ τινὶ τῶν παραπλησίων μεθʼ ὅρκου, οὕτως ἐλέγετο· καὶ τὸ ποιεῖν τοῦτο, ὑπόμνυσθαι. Ὑπώπια: τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιώματα· ἢ τὰ ἐξ αὐτῶν ἐξιόντα πῦα. Ὑπώρεια: ἡ ὑπὸ τὸ ὄρος πεδιάς. Ὑπωρόφιοι: ὑπὸ τὴν αὐτὴν οἰκίαν περιειλημμένοι· συγγενεῖς. Ὑπώροφον: ὑπόστεγον. Ὕς: χοῖρος ἢ σύαγρος. Ὕσας: βρέξας. Ὓς διὰ ῥόδων: ἐπὶ τῶν σκαιῶν καὶ ἀναγώγων· Κράτης Γείτοσιν. Ὑσμίνης: μάχης. <!-- υ.634 -->Ὕσπληξ: φραγέλιον· ἀφετηρία. Ὕσθην: ὠμβρίσθην· ἐραντίσθην. Ὕρχαι: τὰ βικώδη κεράμια. Ὑρισοί: ἐρυσοί· σπυρίδες. Ὑσίαι: πόλις τῆς Βοιωτίας. Ὕστατος: τελευταῖος· ἔσχατος. Ὑσσάκους: τοὺς πασσάλους· Ἀριστοφάνης Λυσιστράτηι· καὶ οἱ Δωριεῖς. Ὑστέρα δεκάτη: ἡ ἐξ εἰκάδος ἡμέρα καλεῖται ὑπὸ τῶν Ἀττικῶν, ἣν ἡμεῖς πρώτην καὶ εἰκάδα καλοῦμεν. Ὑστέρας: πληθυντικῶς λέγουσιν, οὐχ ὑστέραν. Ὑστριχίς: καὶ ὕστριξ· ἡ ἐκ τῶν ὑείων τριχῶν μάστιξ. Ὓς ὑπὸ ῥόπαλον δραμεῖται: παροιμία παρὰ Δεινολόχω, ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλλόντων. Ὑφαιρεῖται: παρεκβάλλει. Ὕφαλοι: ὑποθαλάσσιοι κεκρυμμέναι πέτραι. Ὑφειμένοι: ὑποχείριοι. Ὑφειμένως: ἐνδιδομένως. Ὕφαλος φάτις: ἡ κρυφία. Ὕφεσις: ἐλάττωσις. Ὑφεστώς: ἐνυπόστατος. Ὑφηγήσονται: ὑποδείξουσιν. <!-- υ.635 -->Ὑφηνίοχος: ἀντὶ τοῦ ἡνίοχος. Ὑφιέμενον: ἐνδιδόμενον. Ὑφιέναι: ὑπενδοῦναι. Ὑφιζάνει: ὑποκαθέζεται· ἐλαττοῦται. Ὑφιστάς: ὑποστάς· ὑποτιθείς. Ὑφόλμιον: ἀπὸ τῶν αὐλῶν· Φερεκράτης. Ὑφορμία: κόσμου εἶδος. Ὑφορμοῦν: ἀπαντοῦν· ἐναντιούμενον. Ὕφος: ὑφεύς· Φερεκράτης. Ὑφωμαδόν: ὁμοθυμαδόν. Ὑψαγόρας: ὑψίλογος. Ὑψαυχεῖν: ὑψηλοφρονεῖν. Ὑψηγόρε: μεγαληγόρε. Ὑψιβρεμέτης: ἐν ὕψει βροντῶν. Ὑψίζυγος: ἐν ὕψει θρόνον ἔχων. Ὑψικάρηνε: ὑψηλέ. Ὑψικρατεῖν: τὰ ἐν τῶ ὕψει κρατεῖν. Ὑψιμέδοντες: ἐν ὕψει βασιλεύοντες. Ὑψιφοίτης: ὑψηλοπόρος ἢ ὑψηλόφρων. Ὑψόθι: ἐν ὕψει. Ὑψοῦ διάττει: ἐν ὕψει ὁρμᾶ καὶ τρέχει. Ὕων: βρέχων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: woy-anp`.
