---
title: "Lexicon, Part 2 (Epsilon–Omega): Letter Ψ"
title_greek: "Λεξικόν (Ε–Ω), Ψ"
author: Photius of Constantinople
eul_wid: woy-anr
eul_aid: woy
canonical: "https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-psi-woy-anr"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:793400bbe2e42a64d212db2bf9b2e3be3256d1c52ed30cbe22d1b123b89e2670"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Part 2 (Epsilon–Omega): Letter Ψ

*Λεξικόν (Ε–Ω), Ψ*

**Author:** Photius of Constantinople

**eul_wid:** `woy-anr` · [HTML page](https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-psi-woy-anr)

## Text

<!-- ψ.654 -->Ψιλεύς: ἐπʼ ἄκρου χοροῦ ἱστάμενος· ὅθεν καὶ φιλόψιλος παρὰ Ἀλκμᾶνι, ἡ φιλοῦσα ἐπʼ ἄκρου χοροῦ ἵστασθαι. Ψιλοδαπίδας: τὰς ψιλὰς καὶ μὴ μαλλωτὰς δαπίδας λέγουσιν. Ψιλοκόρρης: φαλακρός. Ψιλὴ γῆ: ἡ μὴ πεφυτευμένη· Πεφυτευμένη δʼ αὕτη ʼστὶν, ἢ ψιλὴ μόνον· Πόλεσιν. <!-- ψ.655 -->Ψιλόν: γυμνόν. Ψιλώεντα: αἰθαλώδη. Ψίμαρον: εὐδιαῖον. Ψινάδες: παρὰ Θεοφράστω αἱ ῥυάδες, αἱ ἄμπελοι ἔνιοι τὰς δρυπέπεις ἐλαίας. Ψινάζει: ἀπορρεῖ τὰ ἀσθενῆ τοῦ καρποῦ· φυλλορροεῖ. Ψινύθιον: φαῦλον. Ψίσαι: ψωμίσαι. Ψίτται: ἰχθύων εἶδος. Ψιττακίαν: ὑποδήματος γυναικείου γένος. Ψίχες: ἀρρενικῶς οἱ ψίχες καὶ τοὺς ψίχας. Ψο: ἐπὶ τοῦ σαπροῦ καὶ μὴ συναρέσκοντος· ἔστι δὲ ἀποκομματικοῦ λεξειδίου· ψόθον γὰρ καλοῦσιν· Ἀριστοφάνης· Πλέω γράσου τε καὶ ψοθοίου καὶ ῥύπου καὶ ψόθου· Αἰσχύλος Θεωροῖς. Ψόθος: ἀκαθαρσία· οὕτως Φρύνιχος. Ψόας: ἢ ψοίας, ἢ ὅπη χρὴ καλεῖν, παρʼ οὐδενὶ Ἀττικῶν εὗρον· οἱ δὲ παλαιοὶ γυμνασταὶ ἀλώπεκα προσαγορεύουσιν. Ψοίθης: ἀλαζών. Ψοῖθος: σποδός. Ψολόεν: φλογόεν πῦρ. Ψολόεντα κεραυνόν: τὸν ὀξέως φθείροντα. Ψολοκομπία: ἀλαζονεία· Ἀριστοφάνης Ἱππεῦσιν·

  
Ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις.  
<!-- ψ.656 -->Ψούδια: ψευδῆ· Κρῆτες. Ψοφοδεής: δειλός· τοὺς ψόφους φοβούμενος. Ψυκτήρ: σκεῦος ἔνθα διανίζουσι τὰ ποτήρια. Ψύλλα καὶ ψύλλαι: θηλυκῶς· παρὰ δὲ Ἡροδότωι Ψύλλοι, ἔθνος Λιβύης· καὶ τὸ ἐν τηῖ Μεσηνίαι Μενάνδρου κύριον ὄνομα· ὅτι δὲ τὸ ζωῖον τὸ μικρὸν ἀρρενικῶς Ἐπίχαρμος εἶπεν καὶ ἕτεροι. Ψύξας: φυσήσας· ἢ ἀμβλύνας. Ψύψαρα τὸν Διόνυσον ἄγοντες: ἡ παροιμία παρὰ Κρατίνωι· τὰ δὲ Ψύρα νησίδιον ἔρημον πλησίον Χίου· λέλεκται δὲ ἐπὶ τῶν εὐτέλειαν σημαινόντων. Ψυχαγωγεῖ: παραμυθεῖται· τέρπει. Ψύττα: ἐπὶ τοῦ ἀποδραμεῖν. Ψυχάζειν: ἀναψύχειν. Ψυχάζουσιν: πρὸς τὸ ψῦχος καὶ τὸ πνεῦμα διατρίβουσιν, ἵνα ἀναψυχήν τινα λάβωσιν· ἔστι δὲ ὅμοιον τὸ χειμάζειν. Ψυχικός: σαρκικός· σημαίνει δὲ καὶ τὸν ἀνδρόθυμον· οὕτως Ἄλεξις. Ψυχορροφεῖν: τὴν ψυχὴν ἐκπίνειν. Ψῦχος: τὸ ῥῖγος· Ἡρόδοτος· ἀλλὰ καὶ Ἕρμιππος. Ψυχρὸς ἄνθρωπος: ἀντὶ τοῦ δυσκίνητος. Ψυχουλκούμενος: τὴν ψυχὴν ἑλκόμενος. Ψυχρολογία: ψευδολογία· ἀκαιρολογία. Ψυχρὸν πρᾶγμα: <!-- ψ.657 -->Ψυχρός: ἀσθενής. Ψῶζα: νόσος τίς· Εὔπολις Μαρικᾶ· Ὃς θυμήνας τοῖς στρατιώταις λοιμὸν καὶ ψῶζαν ἔπεμψεν· οἱ δὲ φασὶ καὶ τὸ τῆς νόσου εἶδος· ὅτι κνησμὸς μετὰ δυσωδίας. Ψώθια: τὸ ὑποκάτω τοῦ ἄρτου. Ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου: ἡ παροιμία παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσιν· ἐλέχθη δὲ ἐπὶ τῶν μέχρι πολλοῦ διελκυσμένων· παρὰ δὲ Διφίλωι ἐν τοῖς ἐναγίσμασι παραπεποίηται ἄχρι τοῦ λάρυγγος. Ψωλός: ὁ λιπόδερμος· ὀξυτόνως· καὶ ἀκρόψωλος, ὁ ἐπιβραχὺ τοιοῦτος. Ψωμοκόλακες: Φιλιππίδης. Ψώμισμα: διάσυρμα. Ψωμός: ὡς ἡμεῖς· Ἐπίλυκος. Ψωρᾶν: καὶ βραγχᾶν· δισυλλάβως λέγουσιν. Ψῶχος: γῆ ψαμμώδης. Ψώχοντες: θρύπτοντες· λεπτύνοντες.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: woy-anr`.
