---
title: "Lexicon, Part 2 (Epsilon–Omega): Letter Π"
title_greek: "Λεξικόν (Ε–Ω), Π"
author: Photius of Constantinople
eul_wid: woy-anl
eul_aid: woy
canonical: "https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-pi-woy-anl"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:200f9735038132bcd58f23816313e8bd1fbe00cc3196f0c38429ac2de4983631"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Part 2 (Epsilon–Omega): Letter Π

*Λεξικόν (Ε–Ω), Π*

**Author:** Photius of Constantinople

**eul_wid:** `woy-anl` · [HTML page](https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-pi-woy-anl)

## Text

<!-- π.367 -->

Ἀρχὴ σὺν Θεωῖ τοῦ πῖ στοιχείου.

Πάγας: δίκτυα· παγίδας. Παγασαί: Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς· ἐπίνειόν ἐστι Φεραίων. Πάγη: θηρατικὸν ὄργανον· καὶ ἔστι τετράγωνον. Παγκάλης: πάνυ καλῆς. Παγκρατιασταῖς: ἀθληταῖς· πύκταις. <!-- π.368 -->Παγκράτιον: πυγμή· ἀγών· ἄθλησις. Πάγκυφος ἐλαία: ἡ κατακεκαμμένη. Πάγοι: αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν. Πάγον εὐτειχῆ: ἐν ὄρει τετειχισμένην. Παθαίνεσθαι: οὐ δεινοπαθεῖν. Παιάν: εἶδος ωἰδῆς. Παιᾶνας: κώμους· εὐφημίας. Παιανιεῖς καὶ Παιονίδαι: δῆμοι διττοί εἰσι Παιανιέων, τῆς Πανδιονίδος φυλῆς· οὓς Διόδωρος καλεῖσθαι φησὶ Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπένερθεν· τὸν δὲ δημότην ἑκατέρου δήμου καλεῖσθαι ὁμοίως Παιανιέα· διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν· δῆμος δέ ἐστι καὶ οὗτος τῆς Λεοντίδος. Παιανίσαι: τὸν Παιᾶνα ἐπικαλεῖσθαι· ἦν δὲ ἔθος καὶ ἐπὶ ἔργον ἐρχομένους καὶ ἐπὶ τηῖ νίκηι τοῦτο λέγειν. Παιανίαζε ἐπορεύετο: μὴ Παιανιοῖ· τὸ γὰρ Παιανιοῖ τὴν ἐν τόπωι σημαίνει δύναμιν. Παιδαγωγηθεῖσαν πόλιν: ἀντὶ τοῦ ἀχθεῖσαν. Παιδάρητος: τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἔστιν οὗτος ἁρμοστής· ἀνὴρ εἷς τῶν γεγονότων καλῶν. Παιδάριον: οὐ μόνον τὸ ἄρρεν, ἀλλὰ καὶ τὸ θῆλυ λέγουσι. Παιδάρια: τὰ μείζονα καὶ τὰ ἄρτι γεγονότα λέγεται. <!-- π.369 -->Παιδέρως: σφραγῖδος ὄνομα· οἱ δὲ ἀλείμματος. Παιδεύειν: παιδοτροφεῖν. Παιδιὰν καὶ παίγνιον: ἑκατέρως λέγουσιν. Παιδικά: ἐπὶ θηλειῶν καὶ ἀρρένων ἐρωμένων τάττεται ἡ λέξις· παραδείγματα δὲ τοῦ ἐπὶ μὲν τῶν ἀρρένων τάττεσθαι πολλά· καὶ ἐν τοῖς Ἀχιλλέως δʼ ἐρασταῖς δῆλον ὡς οὕτως ἐξείληπται· ἐπιδόντων γάρ τι τῶν Σατύρων εἰς τὴν γυναικείαν ἐπιθυμίαν, φησὶν ὁ Φοίνιξ· Παπαῖ, τὰ παιδίχʼ, ὡς ὁραῖς, ἀπώλεσας· καὶ Κρατῖνος Πανόπταις· Μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπηι νῦν· ὅτι δὲ ἐκάλουν οὕτως καὶ τὰ πρὸς τὰς γυναῖκας Εὔπολις· φησὶ γὰρ ὡς πρὸς αὐλητρίδα τίς· Ἐγὼ δὲ χαίρω πρός γε τοῖς σοῖς παιδικοῖς· καὶ Κρατῖνος δὲ Ὥραις, τῆς παλλακῆς ἀποδημοῦντος τοῦ Διονύσου ἐρώσης, φησὶν ἐπʼ αὐτοῦ, —μακάριος τῶν παιδικῶν· οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τωῖ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ· κατὰ μεταφορὰν τὴν ἀπʼ ἐκείνων· Πλάτων Φαίδρωι· ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐλαβόμην, ἐρεσχελήσων σε· λέγεται δὲ παιδικὸν καὶ τὸ παιδαριῶδες, οἷον τὸ ἁρμόζον παιδί· ἡ δὲ λέξις, ὡς ἐπὶ τὸ πολὺ, ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων. Παιδικώτερον: ἱλαρώτερον. Παιδισκάριον: κοράσιον δὲ οὐ λέγεται· ἀλλὰ καὶ κεκωμωίδηκεν Φιλιππίδης, ὡς ξενικόν. <!-- π.370 -->Παιδείαν: παιδικὴν ἡλικίαν. Παιδιά: παῖγμα. Παιδοκόμον: παῖδα τρέφοντα. Παιδολέτειρα: παιδοφόνον. Παιδοτρίβας: ἀλείπτας· γυμναστάς. Παιδουργία: παιδοποιΐα. Παιδοῦσα: ἐγκύμων. Παίει: τύπτει. Παίειν: ἐσθίειν. Παιπάλη: ἄλευρον, ἀπὸ κριθῶν ἢ ἀπὸ κέγχρου. Παιπάλημα: τὸν πανοῦργον καὶ ποικίλον ἐν κακίαι, καὶ παμπόνηρον σὺν ἀγχινοίαι. Παιπάλημα: οἱ μὲν ὁ τραχὺς καὶ ἀνώμαλος ἄνθρωπος· καὶ γὰρ Ὅμηρος τὰς ἀνωμαλίας τῶν ὀρῶν παιπάλημα καλεῖ· οἱ δὲ τὸν εὐρίπιστον καὶ εὐμετάβολον, ἀπὸ τοῦ λεπτοτάτου ἀλεύρου. Παῖσαι: τύψαι. Παισθείς: τυπτηθείς. Πεττείαις: παιδιαῖς· τάβλαις. Παιῶνας: ἰατρούς· καὶ ἀλαλαγμούς· καὶ παιωνίζειν, τὸ ἀλαλάζειν. Παιωνεῖον: ἰατρεῖον· θεραπευτήριον· ἢ σωτήριον φάρμακον. Πακτῶσαι: σφηνῶσαι θύραν. Παλάθαι: μάζαι σύκων. Παλαιόν: οἱ ῥήτορες ἐχρήσαντο τωῖ παλαιὸν ἐπὶ ἀργυρίου ἐκ δανείσματος ὀφειλομένου· οὕτως Λυσίας ἐν τωῖ πρὸς Ἀλκίβιον· καί τοι εἰ ἀποδεδώκει τωῖ Κτησικλεῖ τὰς νʹ παλαιὰς, ὥσπερ οὗτος φησί. <!-- π.371 -->Παλαιγενές: πρεσβύτατον. Πάλαι: τὸ ἤδη λέγειν εἰώθασιν. Πάλαι: καὶ τρίπαλαι· καὶ δεκάπαλαι λέγουσιν. Παλαιοθέτης: παλαιοπράγμων καὶ δραστήριος. Παλαιθέου: παλαιᾶς θεοῦ. Παλαιότερον: καὶ ἄνευ τοῦ ο λέγουσι· καὶ τὸ ὑπερθετικὸν, παλαίτατον. Παλαιστάς: σπιθαμάς· ἢ ἔμπαλιν. Παλαιφάτου: παλαιᾶς καὶ ἀρχαίας· περὶ ἧς ἔφασαν ἔκπαλαι μῦθοι. Παλαμᾶσθαι: τεχνάζεσθαι. Παλαμίς: τεχνίτης. Παλαμναῖος: φονεύς· ἢ μιαρός· παλαμναῖοι γὰρ λέγονται οἱ διὰ χειρὸς ἀνδροφονοῦντες· παρὰ τὴν παλάμην· καὶ Ζεὺς παλαμναῖος, ὁ τοὺς τοιούτους τιμωρούμενος· καὶ προστροπαῖος, ὁ προστρέπων τὸ ἄγος αὐτοῖς. Παλαμωμένων: χερσὶν ἐργαζομένων. Παλαμῶν: χειρῶν. Παλάσια: τὰ συγκεκομμένα σῦκα· παλάθην λέγουσι καὶ παλαθίδα· εἰσὶ δὲ ἐξ ἰσχάδων ἢ σύκων κεκομμένοι βῶλοι πλινθοειδεῖς. Παλαστή: θηλυκῶς· Κρατῖνος Νόμοις· —μεῖζον τὸ δέος παλαιστῆς· Φιλήμων Ἐφεδρίταις· Σκιμπόδιον ἓν καὶ κώδιον καὶ ψιαθίον Ἴσως παλαστῆς. Παλεύετε: θηρεύετε· καὶ τὰς περιστερὰς τὰς θηρευούσας, παλευτρίας καλοῦσιν. <!-- π.372 -->Παλευτά: τὰ λίνα οἷς τὰ θηρία ἁλίσκεται· ὡς καὶ παλευτρίδες, αἱ περιστεραί. Παλεῦσαι: ἐξαπατῆσαι· ὑπαγαγέσθαι· καὶ παλεύτρια, περιστερὰ πλάνος. Παλεῦσαι: ὑπαγαγέσθαι· ἀπὸ τῆς πάλης ἢ τοῦ παλαίειν· οὕτως δὲ ἔλεγον τὸν εὐεξαπάτητον. Παλημάτιον: λεπτὸν ἄλευρον. Παλίλλογα: παλισύλλεκτα. Παλιλλογία: ταυτολογία. Παλιμβαλής: ὁ ἀνάταυρα πεσών. Παλίμβιος: ὡς ἐξ ἀναβιώσεως. Παλιμβολία: ἡ εὐμετάβλητος γνώμη. Παλίμβολος: ἀδόκιμος· εὐμετάβολος· ἀνελεύθερος· Κλήμης· δύναται καὶ ἀντὶ τοῦ παλίμβολος, ἐναντιόβουλος· ἐναντιογνώμων· ὡς καὶ παλίνδης ὄνος. Παλιμπετής: ὀπισθόρμητος. Παλίμφημα: δύσφημα· κακά· ἐναντία. Παλινάγγελος: ὀπίσω ἐπανελθὼν ἄγγελος. Παλινάγρετον: πάλιν καὶ αὖθις· ὑστερόληπτον. Παλιναίρετα: ἐπεσκευασμένα· καὶ οἷον ἐπίγναφα· οὐ καινὰ οὐδὲ ὑγιῆ. Παλιναίρετα: φευκτά· ἔκκλιτα· τὸ ἐναντίον αὐτηῖ τηῖ αἱρέσει πάθος ἐμποιοῦντα· σημαίνει δὲ καὶ παλαιά· Πλάτων ἐν Τιμαίωι παλιναίρετα γάρ φησι γεγονότα πάντα καὶ διεφθαρμένα. <!-- π.373 -->Παλιναίρετος: Δείναρχος ἐν τηῖ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ἐνδείξει· μήποτε δὲ αἱρετὸν λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον· ἐπειδὴ γὰρ συκοφαντῶν τινὰς, ἔπειτα λαμβάνων δῶρα τούτοις αὐτοῖς ἐβοήθει· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο, καὶ διὰ τοῦτο ἐκωλύετο λέγειν, πρὶν ἀποτίσαι τὴν ζημίαν ἣν ὤφειλεν· ἔπειτα ἀποτίσας τὴν ζημίαν, πάλιν ἔλεγεν· ἐκάλουν δὲ τοὺς τοιούτους παλιναιρέτους· ἀλλὰ καὶ τοὺς ἀποχειροτονηθέντας ἄρχοντας τινὰ ἀρχὴν καὶ πάλιν χειροτονηθέντας· Πίνδαρος δὲ ἐν Διθυράμβοις ἐπὶ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ ἀνοικοδομηθέντων ἐχρήσατο τηῖ λέξει. Παλινδικεῖ: ἐπισυνάπτει δίκην. Παλινδορία: σκύτος. Παλινδρομῶν: ὑποστρέφων. Παλιγκάπηλος: ὁ μεταπράτης. Παλιγκάπηλος: ὁ τὸ αὐτὸ ἀγοράζων καὶ πωλῶν· λέγουσι δὲ καὶ παλινέμπορος. Πάλιν: καὶ αὖθις· καὶ αὖτις· ταῦτα τὰ τρία ταυτὸν σημαίνει· ὥστε καὶ ἐκ παραλλήλου χρῶνται ἀμφοῖν· αὖτις πάλιν, πάλιν αὖτις λέγοντες. Παλινοδία: ἐναντία ὁδός. Παλίνορσος: ὀπισθόρμητος. Παλινοστήσας: ἐπανελθών. Παλινσκίωι: σκοτεινωῖ· τὸ γὰρ πάλιν ἐπίτασιν δηλοῖ· ὡς παλιγκάπηλος καὶ παλίμπρατος. Παλιντράπελον: ἀντίστροφον· ἐναντίον· ἀντεστραμμένον. <!-- π.374 -->Παλινωιδία: ἐναντία ωἰδή· ἢ τὸ τὰ ἐναντία εἰπεῖν τοῖς προτέροις. Παλίνρυτα: κύμβαλα. Παλίνσκιον: τὸ ὑπὸ ἄλλου σκιαζόμενον. Παλίμβολον: Αἰσχίνης ἐν τωῖ περὶ παραπρεσβείας· ὁ πολλάκις ἐπʼ ἐμποληῖ μεταβεβλημένος, καὶ λεγόμενος ἐν τωῖ βίωι παλίμπρατος, παλίμβολος ἐλέγετο· ὡς Δείναρχος δηλοῖ καὶ Μένανδρος. Παλιρρόθιον: ἐκ τουπίσω ἐφωρμηκός. Παλίνσκιον: Ἰσαῖος μὲν ἀντὶ τοῦ σύσκιον· Ἀρχίλοχος δὲ ἀντὶ τοῦ σκοτεινόν· καὶ Σοφοκλῆς· — χειμῶνι σὺν παλινσκίωι· ἀντὶ τοῦ ζοφερωῖ. Παλίωξις: ἡ ἐξ ἐπιστροφῆς δίωξις· ὅταν οἱ φεύγοντες μεταβαλλόμενοι διώκωσιν. Παλιώρους: ἀκοντιστάς. Παλλάς: παρθένος μεγάλη· ἔστι δὲ ἐπίθετον Ἀθηνᾶς, ἀπὸ τοῦ πάλλειν τὸ δόρυ· ἢ ἀπὸ τοῦ ἀνηιρηκέναι Πάλλαντα ἕνα τῶν Τιτάνων. Παλλάδος πρόσωπον: τοὺς στατῆρας· ἀπὸ τοῦ σεσημασμένου· ἐκ θατέρου γὰρ Ἀθηνᾶς πρόσωπον ἦν. Παλλακίς: κόρη. Παλλακόν: τὸν παλλακευόμενον. Παλαμναῖος: τοὺς αὐτοχειρία τινὰς ἀνελόντας τηῖ παλάμηι παλαμναίους ἐκάλουν. Παλληνεύς: Παλλήνη δῆμος τῆς Ἀντιοχίδος· τὸ δὲ ἐκ τόπου ἐπίρρημα, Παλλήνηθεν· ὁ δὲ δημότης, Παλληνεύς· ὅτι δέ ἐστι καὶ ἐν Θραίκηι Παλλήνη, γνώριμον. <!-- π.375 -->Πάλλει: κινεῖ· σείεται· ἅλλεται. Παλλόμενον: ἁλλόμενον· κληρούμενον. Παλμός: τρόμος· σεισμός. Πάλος: κλῆρος. Παλτά: τὰ δόρατα. Παλτάρια: σεμίδαλις. Παμμάχιον: παγκράτιον. Παμμήστορα: πάντων τεχνίτην. Πάμπαν: παντελῶς· Δράκων δὲ ὁ Στρατονικεὺς συναλιφὴν εἶναι φησὶν ἐκ τοῦ παντάπασι. Παμπήδην: παντελῶς. Παμπησία: παγκτησία. Παμπληθεῖς: πάνυ πολλάς. Παμύλης: Αἰγύπτιος θεὸς Πριαπώδης. Παμφαής: ἡ πᾶσι φαίνουσα φαιδρότης. Πάμφορος: παντοῖα φέρων. Παναγές: καθαρόν· ἅγος γὰρ καὶ ἁγνεία, καὶ μύσος κατὰ ἀντίφρασιν. Παναγής: ὁ κατὰ πάντα ἁγνός. Παναθήναια: Ἀθήνηισιν ἑορτὴ ἐπὶ τωῖ ὑπὸ Θησέως γενομένωι συνοικισμωῖ, πρὸ τοῦ Ἐριχθονίου τοῦ Ἡφαίστου καὶ Γῆς· Ἀθηναίων· ὕστερον δὲ ὑπὸ Θησέως· πεντέτης· καὶ ἀγωνίζεται παῖς, Ἰσθμικοῦ πρεσβύτερος· καὶ ἀγενείου· ἀνήρ· τῶ δὲ νικῶντι δίδοται ἆθλον, ἔλαιον ἀμφιφορεῦσι· καὶ ὁ νικῶν στεφανοῦται ἐλαίαι πλεκτηῖ. <!-- π.376 -->Παναθήναια: ἀγὼν πεντετηρικὸς Ἀθήνηισιν. Πανάκεια: θεραπεία. Παναλκές: ἰσχυρότατον. Πανάμερον: διʼ ὅλης τῆς ἡμέρας. Πανάνυτον: παντοδύναμον. Πανάπυστος: ἀνήκοος. Παναρμόνιον: πάντοθεν ἡρμοσμένον. Παναυγές: πάνυ λαμπρόν. Πανδαισίας: πολυτελοῦς τραπέζης· εὐωχίας. Πανδαισία: ἡ πάντα ἔχουσα ἄφθονα καὶ μηδὲν ἐλλείπουσα ἐν τηῖ δαιτί. Πανδαίσιον: πολυτελὴς τράπεζα. Πανδαμάτωρ: πάντας ὑποτάσσων. Παναθήναια: διττὰ Παναθήναια ἤγετο Ἀθήνηισι· τὰ μὲν καθʼ ἕκαστον ἐνιαυτὸν, τὰ δὲ διὰ πεντετηρίδος, ἃ καὶ μεγάλα ἐκάλουν· ἤγαγε δὲ τὴν ἑορτὴν πρῶτος Ἐριχθόνιος ὁ Ἡφαίστου· τὰ δὲ Παναθήναια πρότερον Ἀθήναια ἐκαλοῦντο. Πάνακτος: πόλις μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας· Θουκυδίδης δὲ καὶ οὐδετέρως καλεῖ τὸ χωρίον, Μένανδρος δὲ ἀρσενικῶς. Πάνδια: ἑορτή τις· ἀπὸ Πανδίας τῆς Σελήνης· ἢ ἀπὸ Πανδίονος, οὗ ἐστὶ καὶ φυλὴ ἐπώνυμος· ἄγεται δὲ αὕτη τωῖ Διί· ἐπονομασθεῖσα ἴσως οὕτως ἀπὸ τοῦ πάντα δεῖν θύειν τωῖ Διί. Πάνδια: ἑορτή τις Ἀθήνηισι, μετὰ τὰ Διονύσια ἀγομένη. Πανδείνως: εὐφήμως· λέγεται δὲ ὡς παναθλίως. <!-- π.377 -->Πανδερκεῖς: πάντα ὁρῶντες. Πάνδημος Ἀφροδίτη: οὕτως ἐκάλουν τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγοράν· διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τὸ παλαιόν· ἃς ἐκάλουν ἀγοράς· ἔστι δὲ τὸ πάνδημον πάγκοινον. Πανδήμου: παντὸς τοῦ πλήθους· ἢ παντὸς τοῦ δημώδους καὶ ἀγελαίου ὄχλου. Πανδιονίς: μία τῶν ιʹ φυλῶν παρὰ Ἀθηναίοις· ἀπὸ Πανδίονος τοῦ Ἐριχθονίου κληθεῖσα. Πανδοκεῖον: καταγώγιον· τὸ διδόμενον μισθοῦ στεγανόμιον· λέγεται καὶ διὰ τοῦ χῖ, διὰ τὴν τῶν στοιχείων συγγένειαν. Πανδοσία: πόλις μία τῶν ἐν Κασωπία. Πάνδροσος: ὄνομα γυναικός. Πανδωρία: ἡ γῆ. Πανιὰς αἶσα: ἀπὸ τοῦ Πανός. Παγκαρπία: πανσπερμία. Παννύχιον: ὅλην τὴν νύκτα. Πανομφαίωι: ωἷ πᾶσα φήμη καὶ μαντεία ἀναφαίνεται. Πανόν: ἀπὸ τοῦ πάντα φαίνειν σχηματισθέντα, κατὰ μεταβολὴν τοῦ φ· Σοφοκλῆς Ἑλένης γάμωι. Πανόπτης Ζεύς: πολυόφθαλμος· καὶ πανόπτρια. Πανὸς σκῶλος: ὄνομα σχήματος. Πανός: δέσμη κληματίδων· οἱ δὲ νεώτεροι Ἀττικοὶ φανόν· Ἀριστοφάνης. <!-- π.378 -->Πανός: σκοπός· μανιώδης· ἐπεὶ τῶν φανταστῶν αἴτιος ὁ Πάν· παρὰ τὸ φαίνειν λελεγμένος. Πανοσπρία: ἡ ἐκ τῶν ὀσπρίων μίξις. Πάνοψ: ἥρως Ἀττικός· καὶ ἐν τοῖς ἐπωνύμοις. Πανοῦργος: ὁ πάντα ἐν πονηρία ἐργαζόμενος· λέγεται δὲ καὶ ὁ πάνυ φρόνιμος καὶ ὁ πάντα ἐπιστάμενος. Πανσέληνον: λεκτέον, οὐ πληροσέληνον. Πανσθενέστατον: ἰσχυρότατον. Πανσπερμία: παγκαρπία. Πανστρατεία: οὕτως λέγει καὶ Θουκυδίδης καὶ οἱ ἄλλοι. Πάντα θεῖ κἀλαύνεται: παροιμία ἐπὶ τῶν εὐπόρων. Πάντα κάλων σείειν: παροιμία ἐπὶ τῶν πάσηι προθυμίαι χρωμένων· παρῆκται δὲ ἀπὸ τῶν τὰ ἅρμενα χαλώντων. Πάντα κάλων: ἐπὶ τῶν μετὰ πάσης προθυμίας πραττόντων. Πάντα λίθον κινεῖν: Πολυκράτει τωῖ Θηβαίωι χρησμὸς ἐξέπεσεν· πριαμένωι τόπον ἔνθα Μαρδόνιος ἐσκήνωσεν, ὅτε Πέρσαι ἔφυγον, εὑρεῖν χρυσόν· οἱ δὲ εἰρῆσθαι φασὶν ἀπὸ τῶν τοὺς καρκίνους θηρευόντων. Πάντα ὀκτώ: οἱ μὲν Στησίχορον φασὶν ἐν Κατάνηι ταφῆναι πολυτελῶς πρὸς ταῖς ἀπʼ αὐτοῦ Στησιχορείοις πύλαις λεγομέναις· καὶ τοῦ μνημείου ἔχοντος ὀκτὼ κίονας, καὶ ὀκτὼ βαθμοὺς, καὶ ὀκτὼ γωνίας· <!-- π.379 -->οἱ δὲ ὅτι Ἀλήτης κατὰ χρησμὸν τοὺς Κορινθίους συνοικίζων, ὀκτὼ φυλὰς ἐποίησεν πολίτας καὶ ὀκταμερῆ τὴν πόλιν. Παντάπασιν: ἀντὶ τοῦ παντελῶς καὶ ὁλοσχερῶς· σφόδρα. Πανταχηῖ: πάντα τρόπον· καὶ πανταχοῦ, ἐν παντὶ τόπωι· καὶ πανταχόθι· πανταχοῖ δὲ καὶ πανταχόσε, εἰς πάντα τόπον. Παντέλειον: ὁλόκληρον. Παντευχίαν: πανοπλίαν. Παντὶ σθένει: ὅλη δυνάμει. Παντί τωι: παντί τινι. Παντοδαπά: παντοῖα. Παντοδαπώτερον: συγκρίνοντες λέγουσιν. Παντὸς μᾶλλον: ἀντὶ τοῦ πάντως. Πάντοσε: πανταχοῦ. Πάνυ: λίαν. Πάνυ σφόδρα: ἀνάπαλιν δʼ οὐ λέγουσι σφόδρα πάνυ. Πανύστατον: πάντων ἔσχατον. Παμφάλυα: τὸν πομφόλυγα· Σώφρων. Πανώλης: πανώλεθρος. Πάξοι: νῆσοι κατʼ Ἰταλίαν. Παπάζοιεν: πατέρα καλοῖεν. Πάπας: τοὺς πατέρας καλοῦσιν. Πάππος: αἱ ἐπὶ τοῦ κάτω χείλους τρίχες· μύσταξ δὲ, αἱ ἐπὶ τοῦ ἄνω. Πάπποι: αἱ τῶν ἀκανθῶν ἐξανθήσεις. <!-- π.380 -->Παπταίνειν: ἐρευνᾶν. Παρά: διά. Παραβαλέσθαι: τὸ παύσασθαι καὶ ἀπαλλαγῆναι· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων. Παραβάλλεσθαι: τὸ ἐξαπατῆσαι· Θουκυδίδης αʹ· οὕτως καὶ Ὅμηρος· παραβλήδην ἀγορεύων. Παραβαλεῖς: παραθήσεις· ὁμοιώσεις· ἐπιφοιτήσεις. Παραβάλοιτο: ἀντὶ τοῦ παραπέμψαιτο· Αἰσχίνης κατὰ Κτησιφῶντος. Παραβαλοῦ: παύου· κυρίως δὲ παραβάλλειν λέγεται τὸ παῦσαι τὴν κώπην τῆς εἰρεσίας. Παραβάλλεσθαι: παρακαθῆσθαι· συνθέσθαι. Παραβεβάσθαι τὰς σπονδάς: τὸ παθητικὸν τοῦ παραβεβηκέναι, πάνυ ἀκολούθως· Θουκυδίδης. Παραβιβάζεσθαι: παραβαίνεσθαι. Παραβλέπειν: ὑποβλέπειν. Παραβλήδην: ἀπατητικῶς· παραλογιστικῶς. Παραβληθησόμενος: συγκριθησόμενος· ὁμοιωθησόμενος. Παραβλῶπες: παρορῶντες· στραβοί. Παραβολή: πραγμάτων ὁμοίωσις. Παράβολος:  <span class="gap">…</span> Παραβύουσα: παρακαλύπτουσα. Παράβυστον: παρακεκρυμμένον· λάθραι γινόμενον. Παράβυστον: οὕτως ἐκαλεῖτο τί τῶν παρὰ Ἀθηναίοις δικαστηρίων· ἐν ωἷ ἐδίκαζον οἱ ιαʹ· ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δωματίοις καὶ κλίνη <!-- π.381 -->παράβυστος· ἧς μέμνηται καὶ Ὑπερίδης ἐν τωῖ κατὰ Πατροκλέους· λέγεσθαι δʼ ἔοικε ταῦτα κατὰ μεταφορὰν ἀπὸ τῶν ἐν τοῖς φορτίοις παραβυσμάτων, τουτέστι, παραπληρωμάτων. Παραγγείλας  <span class="gap">…</span> Παραγκωνίσας: ἀποστρέψας· ἐκ τῶν ἀγκώνων δήσας. Παραγνούς: παρανοήσας. Παραγγελία: ὅση σπουδὴ καὶ παραγγελία περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε· καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τηῖ αὐτηῖ διανοίαι ἐχρήσατο ἐν τωῖ κατὰ Κτησιφῶντος· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παράταξιν ὅση γεγένηται, καὶ τὰς κατὰ τὴν ἀγορὰν δεήσεις, αἷς κέχρηνται τινές· Δείναρχος ἐν τηῖ κατὰ Πολυεύκτου ἀποφάσει· καὶ τὰς ἰδίας παραγγελίας γεγενημένας καὶ τὰς δεήσεις. Παραγραφή: δίκη λεγομένη ὑπὲρ τοῦ μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην· μηδὲ ἀγωνίσασθαι τὴν εὐθυδικίαν· παρεγράφοντο δὲ διὰ τρόπων δʹ· διὰ προσώπων· διὰ χρόνων· διὰ τόπων· διὰ τρόπων. Παραγράφεται: ἐξουθενεῖ· παραιτεῖται· ἀποβάλλεται. Παραγραφή: οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλʼ ἰδίως Ἰσοκράτης παραγραφῆς εἶπεν ἀντὶ τοῦ ἀπογραφῆς· καὶ ἔστι <!-- π.382 -->τὸ λεγόμενον παρʼ αὐτοῦ ἀφʼ οὗ ἀντέγραψαν· τοῦτο δʼ ἂν εἴη, ἀφʼ οὗ παρεθέμην· ὁ δὲ Ὑπερίδης ἐν τῶ κατὰ Δημοσθένους, οὐδὲ μέχρι παραγραφῆς φησίν· ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμένου, ὅπέρ ἐστι περιγεγραμμένου. Παραγραφή: ὅτʼ ἂν λέγηι τίς, ὅτι τὸ πρᾶγμα περὶ οὗ τὸ ἔγκλημά ἐστιν, εἰσήχθη πρότερον εἰς δικαστήριον, καὶ γένηται περὶ αὐτοῦ γνῶσις· καὶ διὰ τοῦτο φησὶ μὴ δεῖν ἔτι περὶ αὐτοῦ συνίστασθαι κρίσιν· μάλιστα δὲ τοὺς νόμους ἀναγινώσκει τοῖς δικασταῖς· οἳ πλεονάκις δικάζεσθαι περὶ τῶν αὐτῶν οὐ συγχωροῦσιν· λέγει δὲ περὶ αὐτοῦ τοῦ πράγματος ἅμα τοῖς δικασταῖς παραδεικνὺς, ὡς οἱ πάλαι δικάσαντες καὶ δικαίως, καὶ κατὰ τοὺς νόμους ψηφίσαντες· καὶ τοῦτό ἐστι παραγραφή· καὶ ἐπʼ ἐκείνηι τηῖ δίκηι, περὶ ἧς οὐδὲν ὥρισται παρὰ τοῖς νόμοις, οὐδὲ ἔνεστιν αὐτὴν ὁ εἰσάξων, ὥσπερ καὶ τὰς ἄλλας δίκας· τῶν γὰρ ἄλλων δικῶν προστέτακται ἑκάστωι τῶν ἐν ταῖς ἀρχαῖς εἰσάγειν τινά· παραγράφεσθαι οὖν ἐφεῖται καὶ τοῖς τοσοῦτον τί ἐγκαλουμένοις, περὶ οὗ οὐ νενομοθέτηται. Παράδειγμα: εἰκών· ἢ χαρακτὴρ ἔννοιαν ἔχων αἰσθητοῦ πράγματος· ἰστέον δὲ ὅτι ἄλλο παράδειγμα καὶ ἄλλο παραβολή· παράδειγμα μὲν γάρ ἐστιν, ὅτʼ ἂν ἀντιπαραθηῖ τις ὅμοιον ὁμοίωι· οἷον, λογικωῖ λογικόν· παραβολὴ δὲ, ὅτʼ ἂν ἀνόμοιον ἀνομοίωι· οἷον, ἀλόγωι λογικόν· ἢ ἔμπαλιν. <!-- π.383 -->Παράδειξις: ὁμοιότης· δήλωσις. Παράδεισος: τὸ ἐνεστώς· σημαίνει δὲ οἷον τὸ ἐμπεριπατεῖσθαι τεθειμένως διὰ τὴν ἀναισθησίαν· ὁ γὰρ παράδεισος ἐπὶ τοῦ περιπάτου δένδρα καὶ ὕδατα ἔχοντος· καὶ χρῶνται συνεχῶς οἱ κωμικοὶ, τιθέντες τὸν παράδεισον ἐπὶ τῶν ἀναισθητῶν· ἔστι δὲ τούνομα Περσικὸν, καὶ λέγεται φαρδαιθί. Παραδιαιτᾶσθαι: τὸ παρʼ ἑτέρω τινὶ τρέφεσθαι. Παρὰ δίκην: παρὰ τὸ δίκαιον. Παράδοξον: ἀπροσδόκητον· θαυμαστόν. Παραζηλῶν: παροξύνων· ζηλοτυπῶν. Παραθέουσι: παρατρέχουσιν. Παραθήγειν: ἀκονᾶν· παροξύνειν. Παραθήκην: Πλάτων Συμμαχίαι. Παραιρημάτων: τῶν ἱματίων· Θουκυδίδης. Παρασαβάζειν: παραμαίνεσθαι· ἀπὸ τοῦ σαβοῦ· τοὺς γὰρ παρὰ τῶ Σαβαζίω βακχεύοντας καλοῦσι σαβούς· καὶ τὸ βακχεύειν σαβάζειν. Παραθήξονται: παρακονήσονται. Παραθρήσειας: παρίδης. Παραιξορουσον: Ἀριστοφάνης Ταγηνισταῖς· ἀπέδωκαν δὲ οἱ μὲν παιδιᾶς εἶδος τί· Εὐφρόνιος δὲ παροιμιωδῶς λέγεσθαι ἐπὶ τῶν παρακελευομένων ταχέως ἥκειν, ἢ ἀπαλλάττεσθαι. Παραιρήσεται: ἀφαιρήσεται. Παραιροῦνται: ἀφαιροῦνται. Παρακαρής: ὀλίγου. <!-- π.384 -->Παραίσια: ἀπαίσια. Παραιτεῖσθαι: παρακαλεῖν· συγγνώμην αἰτεῖν. Παραιτητής: παρακλήτωρ· ἀπολογούμενος. Παρακαταβολή: πρόθεσις τοῦ δεκάτου μέρους τοῦ τιμήματος. Παρακαταβολὴ καὶ παρακαταβάλλειν: οἱ ἀμφισβητοῦντες χρημάτων τινῶν δεδημευμένων πρὸς τὴν πόλιν· καὶ οἱ περὶ κλῆρον ἢ ἐπὶ κλῆρον πρὸς ἰδιώτας ἀντιδικοῦντες ἀργύριον τί κατετίθεσαν· καὶ τοῦτο ἐχρῆν αὐτοὺς στρέφεσθαι, εἰ τὴν δίκην ἡττηθεῖεν· ἐπὶ μὲν οὖν τῶν πρὸς τὸ δημόσιον ἀμφισβητήσεων, δῆλόν ἐστιν ὅτι τὸ πέμπτον μέρος τοῦ ἀμφισβητουμένου κατετίθετο· Δημοσθένης μέν τοι ἐν τηῖ πρὸς Πανταίνετον παραγραφηῖ περὶ ἰδίας τινὸς δίκης φησί· καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν· ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς. Παρακαταθήκη: ἐνέχυρον. Παρακατάστασις: ἀργύριον ἐν μιαῖ δραχμηῖ ὑπὸ τῶν ἰδίας δικαζομένων δίκας τοῖς διαιτηταῖς καταβαλλόμενον· ἔτι δὲ καὶ παρὰ τῶν ὑπομνυμένων αὐτάς· κατεβάλλετο δὲ καὶ τοῖς θεσμοθέταις ἐπί τισι γραφαῖς. Παρακεκομμένος: ἐξεστηκώς· παράφρων· μαινόμενος. Παρακελεύεται: προτρέπεται· διεγείρει. Παρακέλευστοι: οἱ ἐκ παρακελεύσεως καὶ παρακλήσεως συλλαμβάνοντες καὶ οὐ στασιάζοντες. <!-- π.385 -->Παρακέλευστοι: οἱ σπουδασταί· ὁ γὰρ σπουδαστὴς τὸν αὐστηρὸν καὶ σπουδαῖον οἰκεῖον δηλοῖ. Παράκλησις: ἀντὶ τοῦ προτροπή· Ἰσοκράτης Παραινέσεσι· διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες· Λυκοῦργος δὲ ἀντὶ τῆς δεήσεως ἐχρήσατο, λέγων· ὑμᾶς οἶμαι τοῦτο ποιήσειν, καὶ χωρὶς τῆς ἐμῆς παρακλήσεως. Παρακινοῦντα: ἐξιστάμενα. Παράκλητος: ὡς ἡμεῖς, εἴρηκεν Λυκοῦργος. Παρακοίτης: ἀνήρ. Παρακοᾶν: παρανοεῖν καὶ παραφρονεῖν· κοᾶν γὰρ καὶ κονᾶν, τὸ φρονεῖν. Παρακονᾶν: τὸ ἐν τῶ φιλεῖν διατρίβειν. Παρὰ κωφὸν ἀποπέρδειν: παροιμία· ἐπὶ ἀναισθήτων. Παρακροτοῦντες: παραθαρσύνοντες· παρορμῶντες. Παρακρούεται: ἀντὶ τοῦ ἐξαπαταῖ· μετῆκται δὲ τούνομα ἀπὸ τοῦ τοὺς ἵσταντας τί ἢ μετροῦντας κρούειν τὰ μέτρα καὶ διασείειν, ἕνεκα τοῦ πλεονεκτεῖν. Παρακεχόρδικεν: οἷον παρημάρτηκεν· λέγουσιν Ἀττικοὶ, καὶ παράχορδον. Παρακρούεσθαι: ἐξαπατῆσαι· ἤτοι ἀπὸ μεταφορᾶς τῶν οὐ βίαι, ἀλλʼ ἐξ ἐνέδρας παρακρουόντων χειρὶ ἢ ποδί. Παρακρουσιχοίνικος: παρακρουόμενος ἐν τῶ μετρεῖν· <!-- π.386 -->τὸ γὰρ ἀπατᾶν παρακρούσασθαι ἔλεγον· ὅθεν καὶ κρουσιμετρεῖν καὶ θυροκρουστεῖν. Παραλέγειν: τὰς ὑπερέχουσας ἐν ταῖς ὀφρύσι τρίχας ἐκλέγειν. Πάραλοι: οἵ τε ἐν τηῖ νηῒ τηῖ παράλωι πλέοντες, καὶ οἱ τὴν παράλιον τῆς Ἀττικῆς κατοικοῦντες, ὥσπερ ἕτεροι πεδιάσιοι καὶ διάκριοι· πάραλος δὲ τριήρης ἱερὰ καλεῖται, ἥτις διηνεκῶς ταῖς ἐπειγούσαις χρείαις ὑπηρετεῖ· ὁπότε δὲ ἐκ τῆς ἀλλοδαπῆς μεταπέμψασθαι στρατηγὸν ἠβούλοντο, ὥσπερ Ἀλκιβιάδην ἀπὸ Σικελίας, τηῖ παράλωι ἐχρῶντο· λέγεται δὲ ἡ αὐτὴ καὶ Σαλαμινία· ὕστερον δὲ ἄλλαι δύο προσεγένοντο αὐταῖς· Ἀντιγονίς τε καὶ Δημητριάς. Παραλογισμός: ἀπάτη λογισμοῦ. Παραλογιστής: ἀπατεών. Παράλογον: λέγουσιν ἀρσενικῶς οἵ τε ἄλλοι καὶ μάλιστα Θουκυδίδης· τὸ παράδοξον καὶ ὃ οὐκ ἄν τις προσδοκήσειεν· οἷον, τοῦ πολέμου τὸν παράλογον· καὶ, ὅτι ἐγένετο πολὺς ὁ παράλογος. Παράλογος: τὸ ἀνέλπιστον· τὸ παρὰ προσδοκίαν. Παράλιον: ἡρωῖον Παράλου τινὸς ἥρωος, ἀφʼ οὗ τάχα καὶ ἡ πάραλος ναῦς. Πάραλος: ἱερὰ τριήρης, ὥσπερ καὶ ἡ Σαλαμινία· ἦσαν δὲ καὶ ἄλλαι τριήρεις βʹ· Ἀντιγονὶς καὶ Δημητριάς· ἔτι δὲ καὶ Ἀμμωνιάς· ἀλλʼ ἡ μὲν πάραλος ἐπέμπετο πρὸς τὰς θεωρίας· εἴς τε Δῆλον φημὶ <!-- π.387 -->καὶ Ὀλυμπίαν· ἡ δὲ Σαλαμινία πρὸς τὸ μεταπέμπεσθαι τοὺς ἐξ αὐτῆς Ἀττικοὺς ἀδικεῖν δοκοῦντας· ἐπολέμουν δὲ ὅμως καὶ αὗται αἱ τριήρεις. Πάραλος: ναῦς ἱερά· θεωρίς· ἦν δὲ καὶ ἑτέρα Σαλαμινία. Παράλλαξον: πάρελθε. Παραλοῦμαι: παροιμιακῶς εἰώθεισαν γὰρ πρότερον ἐν τοῖς βαλανείοις οἱ πλούσιοι παραλούειν τοὺς πένητας· Ἀριστοφάνης Ἀναγύρωι· Ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ τοὺς σπόγγους ἐᾶν· συνεισιέναι τοῖς πλουσίοις, ὥστε μηδὲ σπόγγους φέρειν, ἀλλὰ τοῖς ἐκείνων χρῆσθαι. Πάραλος: Δημοσθένης Φιλιππικοῖς· μία τῶν παρʼ Ἀθηναίοις πρὸς τὰς δημοσίας χρείας διαπεμπομένων τριηρῶν, ἀπό τινος ἥρῶος τούνομα λαβοῦσα· πάραλοι δʼ ἐκαλοῦντο οἱ ἐπιβεβηκότες αὐταῖς· οἱ καὶ διὰ ταύτην τὴν ὑπηρεσίαν, τέσσαράς τε ὀβολοὺς ἐλάμβανον· καὶ τὸ πλεῖστον τοῦ ἐνιαυτοῦ οἴκοι τε ἔμενον, καὶ ἄλλα τινὰ ὑπῆρχεν αὐτοῖς παρὰ τῆς πόλεως. Παράλληλον: ὅμοιον· ἀκόλουθον· ἐγγὺς ἀλλήλων· ἐξ ἴσου. Παραλουργίς: παράβαφος. Παραμείψας: παραλλάξας. Παραμπυκίζεται: παραπλέκεται τὰς τρίχας. Παραμυθῆσαι: συμβουλεῦσαι· καὶ παραμυθήσασθαι ὡσαύτως. <!-- π.388 -->Παραπαίων: ληρῶν. Παραπέτασμα: τὸ προκάλυμμα κυρίως τῶν πορνῶν· ὃ προβάλλονται ὑπὲρ τοῦ μὴ ὁρᾶσθαι τοὺς εἰσιόντας· ἔχει δὲ καὶ ἄλλα σημαινόμενα ἡ λέξις. Παραπεπτωκώς: ἀντὶ τοῦ ὑποπεπτωκώς· Δημοσθένης ἐν τωῖ κατὰ Στεφάνου. Παραπέτασμα: παρακάλυμμα· παράπλωμα. Παράπηγμα: κανόνα· καὶ εἶδος τί ὀργάνου ἀστρονομικοῦ. Παραπλαγιάσας: πλασάμενος. Παράπηχυ: ἱμάτιον τὸ παρʼ ἑκάτερον μέρος ἔχον πορφύραν· τοῦτο δὲ καὶ πάρυφες καλοῦσι· τὸ δὲ κύκλωι τὴν πορφύραν ἔχον, ἔγκυκλον. Παραπλέξαι: ἐμπλέξαι. Παραπλήξ: μαινόμενος· παράφρων· τὰς φρένας βεβλαμμένος. Παραπλῆγας πέτρας: παραλίας· πλησσομένας ὑπὸ τῆς θαλάσσης. Παραπληξία: μανία. Παρὰ πόδας: εὐθέως· ἢ ἐγγύς· ἢ πλησίον. Παραπτερυγίζειν: κολακεύειν· ἀπὸ τῶν ἀλεκτρυόνων. Παραρρητοῖς: παρηγορικοῖς λόγοις· παραμυθήμασιν· ὑποθήκαις· οἱ δὲ συμβόλοις. Παναρμόνιον: ὄργανον μουσικόν· Ἄλεξις· —ἐν ωἷ Τὸ παναρμόνιον τὸ καινὸν ἔντεινον τεχνῶν. <!-- π.389 -->Παράρυμμα ποδός: τὰ ὑποδήματα τὰ ῥυόμενα τοὺς πόδας. Παραρύμματα: δέρεις· σκεπάσματα. Παραρυῶμεν: παραπέσωμεν. Παρασάγγης: εἶδος μέτρου Περσικοῦ, ὅ ἐστι στάδια τριάκοντα. Παρασημαίνει: δηλοῖ· χαράττει. Παράσημος: ἀδόκιμος. Παράσημος ῥήτωρ: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· ἐκ μεταφορᾶς εἴρηται ἀπὸ τῶν νομισμάτων ἃ καλοῦσι παράσημα οἱ τοιοῦτοι χαράττεται ὑπὸ τῶν ἀργυραμοιβῶν σημείωι τινὶ, ὃ τὴν φαυλότητα δηλοῖ· ἐπειδὴ παρατετύπωται καὶ παρακεχάρακται. Παράσημος ῥήτωρ: ὁ φαῦλος· ἀπὸ μεταφορᾶς τῶν νομισμάτων· τούτων γὰρ τὰ φαῦλα παράσημα λέγεται. Παράσιτοι: οἱ ἐπὶ τὴν τοῦ σίτου ἐκλογὴν αἱρούμενοι· κεῖται ἡ λέξις ἐν τωῖ τοῦ βασιλέως νόμωι. Παρασεῖσαι τὰς χεῖρας: τὸ ἐν τωῖ τρέχειν γινόμενον. Παρασκήνια: αἱ εἴσοδοι αἱ εἰς τὴν σκηνήν. Παρασκήνια: ἔοικε παρασκήνια καλεῖσθαι ὁ παρὰ τὴν σκηνὴν ἀποδεδειγμένος τόπος ταῖς εἰς τὸν ἀγῶνα παρασκευαῖς· ὁ δὲ Δίδυμος τὰς ἑκατέρωθεν τῆς ὀρχήστρας εἰσόδους οὕτως φησὶ καλεῖσθαι. <!-- π.390 -->Παράστασις: στάσις παρά τινα ἄτιμος· γίνεται δὲ καὶ ἐπὶ τῶν χρεωφειλετῶν. Παράστασις: τούνομα πολὺ παρὰ τοῖς ῥήτορσι· ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικαζομένων τὰς ἰδίας δίκας· Μένανδρος Μισογύνηι· —ἕλκει δὲ γραμματίδιον Ἐκεῖσε δίθυρον καὶ παράστασις μία Δραχμή· Ἀριστοτέλης δὲ ἐν Ἀθηναίων Πολιτείαι περὶ τῶν θεσμοθετῶν λέγων φησίν· εἰσὶ δὲ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται ξενίας καὶ δωροξενίας· ἄν τις δῶρα δοὺς ἀποφύγοι τὴν ξενίαν· καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητίας καὶ βουλεύσεως καὶ ἀγραφίου καὶ μοιχείας· Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς περὶ Νομοθεσίας τοὺς διαιτητάς φησι λαμβάνειν τὰς δραχμάς· μίαν μὲν ἀπὸ τῆς λήξεως, ἣν παράστασιν ἐκάλουν· ἑτέραν δὲ κατὰ ὑπωμοσίαν ἑκάστην. Παρράσιος: ὅτι μὲν ζωγράφος οὗτος, δῆλον· φασὶ δὲ αὐτὸν υἱὸν εἶναι καὶ μαθητὴν Εὐήνορος· Ἐφέσιον δὲ τὸ γένος. Παράσιτος: κοσσοτράπεζος. Παρασπιστής: παρεστὼς ὁπλίτης. Παράστασις: ἡ διδομένη δραχμὴ ὑπὲρ τοῦ εἰσαχθῆναι τὴν δίκην· Ἄνδρες Ἑλλήνων ἄριστοι καταβαλεῖν παράστασιν. Παρασπονδήσας: παραβὰς τὰς σπονδάς. Παρασπονδοῦμαι: παραβαίνομαι. <!-- π.391 -->Παραστησάμενος: παραλαβών· ἑλών· καταστρεψάμενος. Παρασταδόν: παραστατικῶς· κατὰ τρόπον· κατὰ τὸ δέον. Παραστάται: οἷον οἱ παριστάμενοι ἢ ὑπηρετοῦντες τοῖς ἕνδεκα, τουτέστι, τοῖς βασανισταῖς. Παραστησόμεθα αὐτὸν εἰς κρίσιν: Πολιτείας ηʹ· ἀντὶ τοῦ καταστήσομεν αὐτὸν εἰς κρίσιν· τὸ μὲν γὰρ ἔγκλημα ἀντωμοσία καλεῖται· ὁ δὲ ἐγκαλῶν, γράψας τὸ ο εἰς πινακίδιον καὶ τὸ ὄνομα καὶ τὸ ἐπίσημον μεθʼ ὑπηρέτου τωῖ ἐγκαλουμένωι ἐπιδίδωσιν. Παρὰ σφίσιν: παρʼ αὐτοῖς. Παρασχεδόν: παραυτίκα. Παραταχθείς: παρʼ αὐτὸν ταχθείς. Παρατέθηγμαι: ἠκόνημαι. Παρατενεῖς: ἀπολεῖς· ἐπὶ πλέον παρελκύσεις. Παρατηρημάτων: ἐπιτηρήσεων· κληδονισμῶν· καὶ ἀπαντήσεων καὶ οἰωνοσκοπιῶν καὶ μαντειῶν. Παρατίλτρια: οὐ δρωπακίστρια· καὶ παρατιλλόμενος, ὁ πιττούμενος. Παρὰ τούτου: ἀντὶ τοῦ ἀπὸ τούτου· καὶ παρὰ τοῦτον, ἀντὶ τοῦ πρὸς τοῦτον· οὕτως πανταχοῦ Ἀρριανός. Παρατρύζει: παραφρονεῖ· εἴληπται δὲ ἀπὸ τῶν <!-- π.392 -->ὀρνέων, ὅτʼ ἂν τοῖς οἰκείοις νεοττοῖς γοερὰ ἐπιφωνοῦσιν. Παρατεῖναι: τὸ ἐπιστρέψαι καὶ ἀπολέσαι· ὁ κωμικὸς ἐπὶ Εὐβοίας· Οἶδʼ· ὑπὸ γὰρ ὑμῶν παρετάθη καὶ Περικλέους. Παραυδήσας: παραμυθησάμενος. Παραύλια: πρόσχωρα. Παραυτίκα: ἔγγιόν τι τοῦ αὐτίκα σημαίνει· καὶ ὑπογυώτερον· Θουκυδίδης· εἰ δέ τις τὸ παραυτίκα μὴ ἐθέλοι ξυμμαχεῖν. Παραφέρων: παράγων. Παράφορος: ὁ παρʼ ἑαυτὸν καὶ ὑπὸ δαίμονος παραφερόμενος. Παραφρυκτωρεῖν: τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον χρῆσθαι· τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πολεμίων, ἐπὶ βλάβηι δὲ τῶν φιλίων· ὡς καὶ Δείναρχος ἐν οἰκείωι λόγω ἐχρήσατο. Παραχαράκτης: διαστροφεύς. Παραχειμάζοντι: Δημοσθένης· καὶ παρεχείμασεν Ὑπερίδης. Παραχρᾶται πολύ: σφοδρῶς συνουσιάζει· ἀκολάστως μίγνυται· εἴρηται δὲ καὶ ἐπὶ ἑκάστου πράγματος ὃ ἐκ περιουσίας γίνεται. Παραχορδίζειν: διαφωνεῖν· ἁμαρτάνειν. Παραυχενίζων: παρακρούων. Παρέγγραπτον: νόθον. <!-- π.393 -->Παρεγγεγραμμένος: ὁ μὴ ἀστός. Παρεγγύησεν: καὶ παρεγγυηθέντος· παρεγγύησεν μὲν ἀντὶ τοῦ παρέδωκεν· Ἰσαῖος· καὶ παρεγγυηθέντος δὲ ἀντὶ τοῦ παραλαβόντος· ὁ αὐτός. Παρεγγράπτους: ξένους· νόθους. Παρεγγυαῖ: παραδίδωσι· παραγγέλλει· παραινεῖ· παρακατατίθεται. Παρεγγυήσαντος: παρασχόντος. Παρεγγυῶν: παραινῶν· διαβεβαιούμενος. Πάρεδρος: Ἀριστοτέλης ἐν τηῖ Πολιτείαι φησι· λαμβάνουσι δὲ καὶ παρέδρους, ὅ, τε ἄρχων καὶ ὁ πολέμαρχος· δύο ἑκάτερος, οὓς ἂν βούληται· καὶ οὗτοι δοκιμάζονται ἐν τωῖ δικαστηρίω πρὶν παρεδρεύειν· καὶ εὐθύνας διδόασιν ἐπἂν παρεδρεύωσιν· ἔστι δὲ ἡ λέξις συνήθης· οὐ τοῖς ῥήτορσι μόνον, ἀλλὰ καὶ τοῖς κωμικοῖς. Παρεθείς: παραλυθείς. Παρεθέντος: ἐκλυθέντος. Παρεῖαι ὄφεις: ὀνομάζονται τινὲς ὄφεις οὕτως, παρὰ τὸ παρειὰς μείζους ἔχειν· ὁ δὲ Ὑπερίδης ἐν τωῖ κατὰ Δημάδου· εἶναι δὲ τοὺς ῥήτορας ὁμοίους τοῖς ὄφεσι· τούς τε γὰρ ὄφεις μισητοὺς μὲν εἶναι πάντας· τῶν δὲ ὄφεων αὐτῶν τοὺς μὲν ἔχεις τοὺς ἀνθρώπους ἀδικεῖν· τοὺς δὲ παρείας, αὐτοὺς τοὺς ἔχεις κατεσθίειν. Παρεῖαι ὄφεις: ὄφεις παρειὰς ἔχοντες μεγάλας ἱεροί· <!-- π.394 -->οὐ τοὺς ἀνθρώπους, ἀλλὰ τοὺς ἄλλους ὄφεις ἀδικοῦντες. Παρείετο: παρητεῖτο. Παρείεμαι: παραιτοῦμαι. Παρεικάθη: παρέλθη. Παρειά: γνάθος· καὶ μέρος τῆς νεώς. Παρήκοντα: παρατείνοντα· ὡς διήκοντα, ἐπεκτεινόμενα. Παρεικότος: παραλελυμένου. Παρειμένον: κεχαυνωμένον. Παρειμένος: παρεωραμένος. Πάρειμι: παρελεύσομαι. Παρείπηι: παραπείσει. Παρειπών: παραινέσας. Παρείς: ἐάσας· ἀφείς. Παρείσακτον: ἀλλότριον. Πάρεισι: παρελεύσεται. Παρείσεται: παραιτήσεται. Πάρεισι: παραρρηδήσεται. Παρεισκρίνει: παρεισέρχεται· παρεισβάλλει. Παρεῖτε: παραγίνεσθαι. Παρʼ ἕκαστα: ἑκάστοτε. <!-- π.395 -->Παρεκβατικῶς: συντόμως. Παρεκόπτου: ἠφάνιζες· ἀπὸ τῶν τὰς πτέρυγας παρακοπτομένων ὀρνέων. Παρεκότει: ὠργίζετο. Παρέλαβεν τὴν πόλιν, οὐ τὴν ἐπὶ τῶν προγόνων, ἀλλὰ γραῦν, σανδάλια ὑποδεδεμένην καὶ πτισάνην ῥοφοῦσαν. Παρελαχάνιζες: παρέπρασσές τι καὶ μετεῖχες. Παρελθεῖν: ἀντὶ τοῦ νικῆσαι· Δημοσθένης ἐν τηῖ τοῦ ὑπὲρ Κτησιφῶντος. Παρέλεξας: τὰς ὑπερεχούσας τρίχας ἐν ταῖς ὀφρύσιν εἰώθασιν ἐκλέγειν· ἔνιοι δὲ ἐκσύρουσι τὴν τοιαύτην θεραπείαν γίνεσθαι. Παρελθών: ἀντὶ τοῦ εἰσελθών. Παρέλκον: περιττὸν ἢ παρατεῖνον. Παρέλκεσις: ὑπέρθεσις. Παρελογίσασθε: ἠπατήσατε. Παρέλυσαν: ἀπήλλαξαν· μετέστησαν· Θουκυδίδης· τὸν μὲν Νικίαν οὐ παρέλυσαν τῆς ἀρχῆς. Παρεμβαλόντων: κυκλωσάντων. Παρεμβολή: σκηνή· κάστρον· στρατόπεδον. Παρέμφασις: παραίνεσις· συμβουλή. Παρενδατη: παρεντεθη. Παρενθήκη: ἐπὶ τῶν παρεργαζομένων τεχνιτῶν. Παρεξερεσίαν: τὸ ἔξω τῶν ἐρεσσόντων· ἐν δʹ Θουκυδίδης. Παρεξηυλημένον καὶ κατατετριμμένον: τὸ ἀμυδρόν· ἀπὸ τῶν γλωσσίδων τῶν αὐλῶν τῶν <!-- π.396 -->κατατετριμμένων· Ἀριστοφάνης· Οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους. Παρενείρει: παρεμβάλλει· ἤγουν λέγει. Παρεπλεξάμην: παρέπλεξα τῶν τριχῶν ἀπὸ τοῦ ἐμπλέκειν. Παρέπτη: παρῆλθεν. Πάρεργος: ὀλίγωρος· καὶ παρέργως, ὀλιγώρως. Παρέρχεται: ὑπερβάλλει. Πάρες: ὑποχώρησον. Πάρεσις: νέκρωσις. Πάρεστιν: ἐκ παντὸς δυνατόν ἐστιν. Παρέσφηλεν: παρεσφάλη· ἀπερρύη. Παρετέον: σιωπητέον· παραληπτέον. Παρευδοκιμησάσης: νικησάσης· ἤτοι εἰς δόξαν ὑπερβάσης. Παρευθύνει: παραφέρει· βιάζεται. Παρευνηθείς: παρακοιμηθείς. Παρηβηκώς: γεγηρακώς. Παρηβῆσαι: παρακμάσαι. Παρηγορίας: συμβουλῆς ἢ παρακλήσεως. Παρήκαμεν: ἐπέμψαμεν ἢ ἀφήκαμεν. Παρήλασεν: ὑπερήλασεν ἤτοι ἐνίκησεν. Παρῆν: παρήμην. Παρῆσθα: παρῆν. Παρήσω: παράσχω. <!-- π.397 -->Παρθένιος: ὁ ἐκ παρθένου ἔτι δοκούσης εἶναι γεννώμενος. Παρθένοι: οἱ γεννώμενοι παρθένω πρὸ τοῦ γήμασθαι· ὑπὸ δὲ Ἀθηναίων Ἐρεχθέως θυγατέρες· παρὰ δὲ Γοργίαι παρθένος ἐπὶ παντὸς ἀμετόχου τέτακται· καλοῦνται δὲ ἐκ μεταλήψεως, καὶ ἄφθοροι. Παρθένοι: τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτίμων· ἦσαν δὲ τὸν ἀριθμὸν ἕξ· πρεσβυτάτη μὲν Πρωτογένεια· δευτέρα δὲ Πανδώρα· τρίτη Πρόκρις· τετάρτη Κρέουσα· πέμπτη Ὠρείθυια· ἕκτη Χθονία· τούτων λέγεται Πρωτογένεια καὶ Πανδώρα δοῦναι ἑαυτὰς σφαγῆναι ὑπὲρ τῆς χώρας, στρατιᾶς ἐλθούσης ἐκ Βοιωτίας· ἐσφαγιάσθησαν δὲ ἐν τωῖ Ὑακίνθωι καλουμένωι πάγωι ὑπὲρ τῶν Σφενδονίων· διὸ καὶ οὕτως καλοῦνται παρθένοι Ὑακινθίδες· καθάπερ μαρτυρεῖ Φανόδημος ἐν τηῖ εʹ Ἀτθίδι, μεμνημένος τῆς τιμῆς αὐτῶν· καὶ Φρύνιχος Μονοτρόπωι. Παρθενοπίπας: ὁ τὰς παρθένους ἀπατῶν. Παρίαμβοι: καὶ παριαμβίδες καὶ ἴαμβοι· κιθαρωδικοὶ νόμοι, οἳ προσηύλουν. Παριεμένους: παρερχομένους. Παρίεται: παραλύεται. Παρίεμαι: παραιτοῦμαι. Παριλλαίνουσαν: παραβλέπουσαν. Παριππεύσαντες: παραδραμόντες. Παρʼ ἵππον καὶ κόρην: τόπος Ἀθήνηισιν οὕτω <!-- π.398 -->καλούμενος· ἐπειδὴ τίς τοῦ γένους τῶν Κοδριδῶν, Ἱππομάνης τούνομα, ὃς καὶ τελευταῖος ἐβασίλευσεν, τὴν θυγατέρα καθεῖρξεν ἐν χωρίωι τινὶ μεθʼ ἵππου μαινομένου, διότι λαθραίω μίξει τὴν παρθενίαν αὐτῆς ἐλυμήνατο· καὶ ὁ ἵππος τὴν κόρην βορὰν ἐποιήσατο· ἀφʼ οὗ πάριππος καὶ κόρη ὁ τόπος, ἐν ωἷ τὸ πάθος ὑπέστη, καλεῖται. Παρίσθι: παραγίνου· παρατύγχανε· Ἕρμιππος Δημόταις. Παρίσθμια: τὰ περὶ τὸν φάρυγα. Πάρνης: τὸ ὄρος θηλυκῶς· Ἐς τὴν Πάρνηθʼ ὀργισθεῖσαι φροῦδαι κατὰ τὸν Λυκάβηττον· Ἀριστοφάνης Νεφέλαις καὶ ἐξῆς. Παρνησός: ὄρος μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς. Πάρνοπες: ἀττέλαβοι· οἱ δὲ τὰς Κυπρίας ἀκρίδας οὕτως ἀπέδοσαν. Πάρνοψ: εἶδος ἀκρίδος. Πάροιθεν: ἔμπροσθεν. Παροιμία: λόγος ὠφέλιμος· καταχρηστικῶς δὲ πᾶν τὸ παροδικὸν διήγημα· οἶμος γὰρ ἡ ὁδός. Παροινίας: ὕβρεις. Πάροινος: μέθυσος. Παροισθέντι: παρενεχθέντι. Παροιστρῶσα: ἐξεστηκυῖα· ἐρεθίζουσα. Παροιστρῶσι: παρακαθίσωσι θυμωῖ. Παρό: διό. <!-- π.399 -->Παροκλάζων: γονατίζων. Παροκωχή: παροχὴ παρὰ Θουκυδίδηι· ὡς ἡ ἀνοκωχὴ καὶ διοκωχή. Παρολκή: ὑπέρθεσις. Παρομαρτεῖ: παρακολουθεῖ. Παρʼ ὅντινα οὖν: παρὰ πάντα. Παρόν: ἐξόν· δυνατόν· δέον. Παρορμαῖ: διεγείρει· παροξύνει. Πάρος: χρονικῶς καὶ τοπικῶς, ἀντὶ τοῦ ἔμπροσθεν. Παρʼ οὐδέν: εὔκολον· εἰς οὐδέν. Παρουσία: ἀντὶ τοῦ περιουσία· ἤτοι ἡ αἰτία τοῦ πλούτου· ἡ οὐσία· Δημοσθένης ἐν τωῖ περὶ συντάξεως· καὶ Κράτης· Ἔχοντες εὐπαθῆ βίον, Παρουσίαν τε χρημάτων. Παροχεύει: παραπλαγιάζει· ἢ ἀπὸ ἑτέρου ὑδρηγοῦ εἰς ἕτερον ἐπιβάλλει· ἢ μεταφέρει τὸ ὕδωρ. Παροχετεύοντες: μεταφέροντες. Παροχλίζουσι: μετακινοῦσιν. Παροχήσομαι: πάροχος ἔσομαι. Πάροχος: ὁ παροχούμενος ἐκ τρίτων τῶ νυμφίωι καὶ τηῖ νύμφηι ἐπὶ τῆς ἁμάξης. Παροψίδας: σκεύη ὑπηρετικὰ τραπέζης. Παροψίς: ἐμβάφιον· ὀξυβάφιον. Παροψίς: οὐ τὸ ἀγγεῖον, ἀλλὰ καὶ ὄψον καὶ μακα ποιαι <!-- π.400 -->Παρουσία: λέγεται οὕτως ἐπὶ τῆς τῶν παρόντων δαψιλείας· ὡς καὶ ἐν τωῖ Πλάτωνος Φάωνι·— ὡς καὶ νῦν ἔχομεν παρουσίας· καὶ πολύ ἐστιν ἐπὶ τούτου παρʼ αὐτοῖς· καὶ ἐπὶ τοῦ παρεῖναι δὲ τάσσεται, ὡς καὶ ἐν τοῖς Νίπτροις Σοφοκλέους· —τὴν παρουσίαν Τῶν ἐγγὺς ὄντων· Θουκυδίδης ἐν τηῖ αʹ· Βυζάντιον γὰρ ἑλὼν τηῖ προτέραι παρουσίαι· τούτω γὰρ τὸ ἐναντίον σημαίνει ἡ ἀπουσία. Παρρησία: ἐξουσία· ἄδεια. Παρρησίας: ἀντὶ τοῦ βλασφημίας καὶ λοιδορίας· Ἰσοκράτης Βουσίριδι. Παρυφή: ἡ ἐν ἐσθῆτι ἐργασία. Παρύφως  <span class="gap">…</span> Παρῶ: ἀφῶ· συγχωρῶ. Παρῶαι: ἵπποι μεταξὺ τεφροῦ καὶ πυρροῦ χρώματος. Παρωδούμενος: λεγόμενος. Παρωθοῦντες: ἐκβάλλοντες. Παρῶμμαι: ἐν ὑπεροψίαι εἰμί· Μένανδρος Ἡνιόχωι. Παρώνυμον: ἐκ τοῦ συμβεβηκότος λεγόμενον. Παρώπια καὶ ἀντήλια: τὰ παρὰ τὰς ὄψεις τῶν ἵππων δερμάτια. Παρῶπτο: παρεωρᾶτο. Παρώσας: παρεκβαλών. Παρώτρυναν: παρώξυναν. Παρώχετο: παρήρχετο. <!-- π.401 -->Πάσασθαι: γεύσασθαι. Πάσηι τέχνηι: ἐκ παντὸς τρόπου· Ἀριστοφάνης Λυσιστράτηι· Σὺ δʼ ἢν σχολάσης πάσηι τέχνηι πρὸς ἑσπέραν Ἐλθὼν ἐκείνη τὴν βάλανον ἐνάρμοσον. Πασῖνος: ὄνομα κύριον. Πασίων: ὄνομα τραπεζίτου. Πασπάλη: τὸ τυχόν· οἱ δὲ κέγχρον· οἱ δὲ τὰ κέγχρινα ἄλευρα· Ἱππώναξ· —πασπαληφάγον γρόμφιν. Πασπακίωι: πασσάλωι. Πανσυδίη: μετὰ πάσης ὁρμῆς· πανστρατιαῖ· ὁμοθυμαδόν. Πασσυδί: παντελῶς· ὁ Θουκυδίδης ηʹ· μὴ οὕτως τε πασσυδὶ διεφθάρθαι· ὅπερ ἀγνοήσαντές τινες γράφουσι πασσυδί· ἔστι καὶ ἐν Αὐτομόλοις Φερεκράτους. Παστά: ἔτνος ἀλφίτοις μεμιγμένον. Παστοφορεῖον: τὸ φέρον τὸν παστόν. Πάσσους: παχυτέρους. Πασχητιᾶ: πάσχειν θέλει. Πάταγος: ψόφος. Πατάνια: τὰ ἐκπέταλα καὶ τὰ ἀναπεπταμένα λοπάδια· οἱ δὲ πολλοὶ διαστρέφουσιν ὡς Ῥωμαϊκὸν τὸ ὄνομα. <!-- π.402 -->Πατάσσει: πλήττει. Πάταχνα: ποτήρια φιαλοειδῆ ἐκπέταλα. Πατεκίων: ὄνομα κλέπτου καὶ τοιχωρύχου. Πάτορες: κτήτορες. Πατάγημα: ἀντίλαλος καὶ πανοῦργος· Μένανδρος· Οἷον πατάγημʼ ἥκεις. Πάτος: ὁδός. Πατραλοίας: πατρατύπτης. Πάτρης: ἡ ἐκ τοῦ αὐτοῦ πατρὸς γέννησις. Πατρίληκτος: ἡ οὐσία ἡ πατρική· καὶ ὑπὸ τοῦ πατρὸς εἰλημμένη κλήρωι. Πατριώτης: ὁ βάρβαρος λέγεται τῶ βαρβάρωι καὶ οὐ πολίτης. Πατριῶται: οἱ δοῦλοι τῶν Ἑλλήνων· πολίται δὲ οἱ ἐλεύθεροι· οἱ δὲ τοὺς βαρβάρους πατριώτας. Πατριαί: χῶραι· φυλαί· τοπαρχίαι. Πατρονομούμενοι: οἱ τοὺς ἀπὸ τῶν πατέρων παραδεδομένους νόμους τηροῦντες. Πατρούχου παρθένου: τῆς ὀρφανῆς καὶ ἐπικλήρου· ηἷ προσήκει τὰ τοῦ πατρὸς ἔχειν. Πατρώζοντα: τὰ τοῦ πατρὸς φρονοῦντα. Πατρώων· πατρίων· καὶ πατρικῶν: πατρωῖα λέγουσιν οἱ παλαιοὶ, ὅτʼ ἂν αὐτοῖς ὁ λόγος ηἶ περὶ χρημάτων ἢ τόπων· οὕτως Ἰσαῖος ἐν τωῖ πρὸς Διοκλέα· πάτρια δὲ, τὰ ἔθη καὶ τὰ νόμιμα· καὶ τὰ μυστήρια· καὶ τὰς ἑορτὰς, ὡς Ἀντιφῶν· πατρικῶν δὲ, <!-- π.403 -->ὅτʼ ἂν περὶ προσώπων ποιοῦνται τὸν λόγον, ὡς Αἰσχίνης ἐν τωῖ κατὰ Κτησιφῶντος. Πατταλεῦσαι: προσπῆξαι. Παῦ: τὸ παῦσαι λέγουσι μονοσυλλάβως. Παῦλα: ἀνάπαυσις. Παυσικάπη: μηχάνημα τροχωῖ ἐμφερές· διʼ οὗ τὸν τράχηλον διεῖρον καὶ τῶν ὑποζυγίων, ὥστε μὴ ἐσθίειν καὶ τῶν ἀνθρώπων, ὡς μὴ δύνασθαι τὰς χεῖρας τῶ στόματι προσάγειν. Παφλάζοντα: ἠχοῦντα· ἀναζέοντα. Παχεῖς: Ἀττικοὶ τοὺς πλουσίους καλοῦσι συνήθως. Πάχνη: δρόσος πεπηγυῖα· κρύσταλλος δὲ τὸ ὑπὸ κρύους συνεσταλμένον καὶ πεπηγός. Παχνουμένης: ἀνιωμένης. Παχνοῦται: πήσσεται· πήγνυται· λυπεῖται. Παχύνοοι: παχύνοες· ἀνόητοι. Παχύτερον: ἀμβλύτερον· οὐκ ἀκριβές. Πεδία καὶ πρόβατα: τόπος Ἀθήνηισιν ἰδίως οὕτως ὀνομάζεται, ἐν ωἷ πρόβατα ἐγίνετο καλὰ νεμόμενα. Πεδίον: ἁπλῶς μὲν τὴν γῆν σημαίνει τὴν ὁμαλήν· σημαίνει δὲ καὶ τόπον τινὰ Ἀθήνηισιν οὕτω καλούμενον. Πεδοικούσης: μετοικούσης. Πέδαι: δεσμά. Πεδικά: μοῖρα τῆς Ἀττικῆς· ἐκαλεῖτο δὲ οὕτως ἀπὸ τοῦ συμβεβηκότος· εἶχεν καὶ προβάτων νομάς· <!-- π.404 -->ἔστι τὸ ὄνομα παρά τε Λυσίαι καὶ παρʼ ἄλλοις ῥήτορσιν. Πέδιλα: ὑποδήματα. Πεδῆται: πεπεδημένοι· συνδεδεμένοι. Πέδον: γῆ· ἔδαφος. Πεδότριψ: ὁ πολλοὺς χρόνους ἐν πέδαις γεγονώς· καὶ πέδων ὁ αὐτὸς, καὶ ὀψιπέδων. Πέδουρος: μετέωρος. Πεζέταιροι: οἱ ἀπὸ ἱερατικῶν ἔργων ἑταῖροι καὶ φίλοι γεγονότες· Δημοσθένης δὲ τοὺς περὶ τὸ σῶμα τοῦ Φιλίππου φρουροὺς οὕτως ὀνομάζει· οἳ ἦσαν καὶ πιστοὶ καὶ ἰσχυροί· ἀπὸ μεταφορᾶς δὲ λέγεται τῶν πεζῶν, αἵ εἰσι τῶν ἱματίων ωἰαί· ἐπεὶ ἔξωθεν εἰσὶν αὗται περὶ τὰ ἱμάτια κατεσκευασμέναι. Πεζὰς μόσχους: ἀντὶ τοῦ ἑταίρας· ἐλέγοντο γάρ τινες οὕτως ὡς Ἀριστοτέλης ἐν τηῖ Πολιτείαι· τὰς χωρὶς ὀργάνων· Κάνθαρος Συμμαχία· —αὐλητρίδα πεζήν· καὶ Εὔπολις Κόλαξι. Πεζίδα: τὴν ὦαν τοῦ ἱματίου· Ἀριστοφάνης Σκηνὰς καταλαμβανούσαις· καὶ τὴν ἀργυρόπεζαν τινὲς οὕτως εἰρῆσθαι. Πεζῆ: τὸ τοῖς ποσὶν ἐλθεῖν λέγουσιν· καὶ πεζῆ φράσαι, τὸ ἄνευ μελῶν· Παῦσαι μελωιδοῦσʼ, ἀλλὰ πεζῆ μοι φράσον, ὁ Κωμικός· τὰς ἑταίρας τὰς μὴ <!-- π.405 -->μουσικὰς, ἀλλʼ ἄνευ ὀργάνων καὶ ψιλὰς πέζας καλοῦσιν. Πέζα: τὸ ἄκρον· ἢ τὸ ἀπολῆγον τοῦ χιτῶνος· ὃ ἡμεῖς ὦαν λέγομεν· πρότερον γὰρ ὑπὲρ τοῦ μὴ τρίβεσθαι, δέρμα προβάτων προσέρραπτον. Πεζέταιροι: Δημοσθένης ἐν Φιλιππικοῖς· Ἀναξιμένης δὲ ἐν αʹ Φιλιππικῶν περὶ Ἀλεξάνδρου λέγων φησίν· ἔπειτα τοὺς μὲν ἐνδοξοτάτους ἱππεύειν συνεθίσας, ἑταίρους προσηγόρευσεν· τοὺς δὲ πλείστους καὶ τοὺς πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς διελὼν, πεζεταίρους ὠνόμασεν· ὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑταιρείας, προθυμότατοι διατελῶσιν ὄντες. Πεζολόγος: συγγραφεύς. Πεζοφοροῦσιν: ἤτοι πέζαν ἐχόντων τῶν χιτώνων· ἢ τοῖς ποδήρεσιν. Πεζῶ γόωι: ἄνευ αὐλοῦ ἢ λύρας· ὡς καὶ πεζαὶ ἑταῖραι, αἱ χωρὶς ὀργάνων μισθαρνοῦσαι. Πειρᾶν: τὸ πειράζειν ἐπὶ φθοραῖ καὶ συνουσίαι· Μένανδρος. Πειρατῶν: καταποντιστῶν· κατὰ θάλασσαν ληστῶν. Πειρῶντα: πειράζοντα διὰ λόγων. Πείρινθα: τὸ ἐπάνω τῆς ἁμάξης, εἰς ὃ ἐντίθεται τὸ κομιζόμενον. <!-- π.406 -->Πείσματα: τὰ ἀγκύρεια σχοινία παρὰ τὸ πείθεσθαι διʼ αὐτῶν τὴν ναῦν. Πεισόμενον: παθεῖν μέλλοντα. Πείσων: εἷς τῶν παρὰ Ἀθηναίοις τριάκοντα τυραννησάντων. Πείσονται: πάθωσιν. Πεκτούμενος: τιλλόμενος. Πέκτειν: κείρειν πρόβατον. Πελαγίζειν: Ὑπερίδης· τὸ ἀπὸ πελάγους περαιοῦσθαι. Πελάζειν: πλησιάζειν· ἐγγίζειν. Πειρᾶν: τὸ λόγους περὶ συνουσίας προφέρειν· καὶ πειραθῆναι, τὸ ἀκοῦσαι λόγους τοιούτους· Θουκυδίδης· πειραθεὶς δὲ ὁ Ἁρμόδιος ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου καταγορεύει τῶ Ἀριστογείτονι· σημαίνει ἡ λέξις καὶ τὸ ἄλλως διαπειρᾶσθαι. Πελανός: γίνεται πέμματά τινα τοῖς θεοῖς ἐκ τοῦ ἀφαιρεθέντος σίτου ἐκ τῆς ἅλω· Δίδυμος δέ φησι κυρίως εἶναι πελανὸν τὸ ἐκ τῆς πετάλης πέμμα· ἐξ ἧς ποιοῦνται πέμματα· ἢ καὶ ἀπὸ τοῦ πεπλατύνθαι· ἢ ὅτι λευκόν ἐστιν, ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐστι λευκόν· Εὐριπίδης μέντοι ἐν τωῖ Ὀρέστηι ἰδίως φησίν· —ἐκ δʼ ὄμορξον ἀθλίου Στόματος ἀφρώδη πελανόν· ὅπερ τὸν ἐπὶ τοῦ στόματος ἀφρὸν δηλοῖ. Πελανοί: πέμματα ἐκ πολῆς, τουτέστιν ἀλεύρου, <!-- π.407 -->εἰς θυσίαν ἐπιτήδεια· καρποὶ μέλιτι δεδευμένοι· Διονύσιος Θράξ· θεοῖς ἀπαρχαί τινες· λέγεται δὲ πελανὸς καὶ ὁ περὶ τῶ στόματι πεπηγὼς ἀφρὸς, καὶ τὸ περιπεπηγὸς καὶ ἐξηραμμένον ὀπῶδες δάκρυον· οἷον, λιβανωτὸς, κόμμι· καὶ ὁ τῶ μάντει διδόμενος μισθὸς ὀβολός. Πελαργικοὶ νόμοι: ἀντεκτρέφειν τοὺς γονεῖς· οὕτως Ἀριστοφάνης. Πελαργικόν: τὸ ὑπὸ τῶν τυράννων κατασκευασθὲν τῆς ἀκροπόλεως τεῖχος· τούτους γὰρ κληθῆναι πελαργοὺς, οἷον Πελασγοὺς, ὡς πλανήτας τινας· ἢ ὅτι ἰδόντες αὐτοὺς πρῶτον οἱ Ἀθηναῖοι σινδόνας λαμπρὰς περιβεβλημένους, πελαργρῖς εἴκασαν. Πέλας: πλησίον· γείτων. Πέλαθρα: πλέθρα· ἔστι δὲ μέτρα γῆς· τὸ δὲ πλέθρον, σταδίου ἕκτον. Πελάται: οἱ παρὰ τοῖς πλησίον ἐργαζόμενοι· καὶ θῆτες οἱ αὐτοὶ καὶ ἑκτήμοροι· ἐπειδὴ ἕκτωι μέρει τὸν καρπὸν εἰργάζοντο τὴν γῆν. Πελάται: οἱ μισθῶ δουλεύοντες· ἐπεὶ τὸ πέλας ἐγγύς· οἷον ἔγγιστα διὰ πενίαν προσιόντες· Ἀριστοτέλης. Πελάτης: ὁ ἀντὶ τροφῶν καὶ ὑπηρετῶν καὶ προσπελάζων. Πέλει: γίνεται· ἔστιν. Πέλεκυς: ὁ δὲ πέλυξ βάρβαρον. <!-- π.408 -->Πελληνικαὶ χλαῖναι: διάφοροι· καὶ τοῖς νικήσασι τὰ Ἑρμαῖα ἐδίδοντο. Πελιάδες: περιστεραί· καὶ πελιὰν, περιστεράν. Πελιδνόν: μέλαν· λέγεται καὶ πελιτνὸν παρὰ Θουκυδίδηι. Πελιοί: μέλανες· ὠχροί. Πέλλης: ἔνθα τυρὸν ἀμέλγουσι· σκάφην τινά. Πέλικαν: Βοιωτοὶ τὴν ξυλίνην λεκάνην, διὰ τὸ ἐκπεπελεκῆσθαι· Ἀπολλόδωρος δὲ ποτηρίου εἶδος. Πελιτνόν: Θουκυδίδης διὰ τοῦ τ. Πέλται: λόγχαι· καὶ ἀσπίδια τετράγωνα. Πελτασταί: τοξόται· ἢ τοὺς ξυστοὺς κατέχοντες. Πελτασταί, οἱ πέλτας ἔχοντες στρατιῶται· πέλτη δὲ εἶδος ἀσπίδος οὐκ ἐχούσης ἴτυν· οὐδʼ ἐπίχαλκον, οὐδὲ βοός· ἀλλʼ αἰγὸς δέρματι περιτεταμένη. Πελλοίρα: κόσμος τίς. Πέλτη: ὅπλον κοῦφον ἴτυν οὐκ ἔχον· ἀλλʼ ἐκ μόνης βύρσης γεγονός. Πέλωρ: μέγα τεράστιον. Πελώριος: μέγας. Πέλωρον: μέγα. Πελώρου: τέρατος μεγάλου. Πέμματα: πλακούντια. Πέμπτα: πέντε καὶ Αἰολεῖς καὶ Ἴωνες καὶ Ἀττικοί· πεμπάζειν γὰρ τὸ κατὰ πέντε ἀριθμεῖν· καὶ <!-- π.409 -->πεμπώλαρχον· καὶ Πλάτων πέμπελα, καὶ Ξενοφῶν. Πέμπειν: τὸ πομπεύειν· Μένανδρος Ὑποβολιμαίω ἢ Ἀγροίκωι· Μικρὰ Παναθήναια, ἐπειδὴ διʼ ἀγορᾶς πέμποντά σε, Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφʼ ἅρματος· καὶ πέμψαντες, τὸ πομπεύσαντες· Θουκυδίδης. Πέμπτη φθίνοντος: ἐν ταύτηι αἱ τῆς μοιχείας γραφαὶ ἐδίδοντο· Μένανδρος Χαλκίδι. Πέμφιξ: πνοή· Αἰσχύλος Ξαντρίαις ἐπὶ τῶν ἀκτίνων. Πέμψιν: ἀποστολήν. Πενέσται: Δημοσθένης ἐν τῶ κατʼ Ἀριστοκράτους· πενέσται δὲ παρὰ Θετταλοῖς καλοῦνται, οἱ παρὰ Λακεδαιμονίοις Εἴλωτες· οὐ μόνον δὲ αὐτοὺς πενέστας καλεῖσθαί φησιν, ἀλλὰ καὶ Θετταλοικέτας. Πενέσται: οἱ παρὰ Θεσσαλοῖς μὴ γόνω δοῦλοι, ἀπὸ τῶν ὑπὸ Αἵμονος ἐν Αἰγίνηι νικηθέντων Βοιωτῶν· οὐ φυγόντων τὴν παρʼ αὐτωῖ δουλείαν, ἀλλὰ μεινάντων μέχρι τῆς γʹ γενεᾶς, φιληδούντων τηῖ χώραι· παρέδοσαν δὲ ἑαυτοὺς ἐφʼ ὅρκωι· ἐπὶ τῶ μήτε παθεῖν τί ἐργαζόμενοι, μήτε ἐκβληθῆναι ἀπὸ τῆς χώρας· καὶ ἀπὸ τοῦ μεῖναι μενέσται καλούμενοι, ὕστερον πενέσται μετωνομάσθησαν, παραφθαρέντος τοῦ χαρακτῆρος. Πενέσται: οἱ τῶν Θετταλῶν δοῦλοι, ἴσως παρὰ τὸ <!-- π.410 -->πένεσθαι, ὥσπερ οἱ τῶν Λακεδαιμονίων Εἴλωτες, καὶ τῶν Κρητῶν Καλαρῶται. Πενιχρὰν λέγουσι τὴν γυναῖκα καὶ πένισσαν. Πενθερὰ τωῖ νυμφίωι: ἡ τῆς κόρης μήτηρ· καὶ πενθερὸς ὁ πατήρ· Εὐριπίδης δὲ γαμβρὸν αὐτὸν παρὰ τάξιν λέγει· ὁ γοῦν Ἀλκμαίων τωῖ Φηγεῖ φησί· Καὶ σὲ ὦ γεραιὲ, τήν τε παῖδα μὴ δῶς ἐμοὶ Γαμβρὸς νομίζηι καὶ πατὴρ σωτήρ τʼ ἐμός· καὶ ὁ Πρωτεσίλαος τωῖ Ἀλκάθω φησίν· —ἀξίως δʼ ἐμὸς Γαμβρὸς κέκλησαι, παῖδα μοι ξυνοικίσας· Σοφοκλῆς δὲ τὸ ἔμπαλιν· εἶπε γὰρ πενθερὸν τὸν γαμβρὸν ἐν Ἰφιγενείαι· Ὀδυσσεύς φησι πρὸς Κλυταιμνήστραν περὶ Ἀχιλλέως· Σὺ δʼ ὦ μεγίστων τυγχάνουσα πενθερῶν· ἀντὶ γαμβρῶν. Πενταετηρόν: εʹ ἐτῶν. Πένταχα: εἰς εʹ μέρη. Πεντακοσιομέδιμνον: τέσσαρα τέλη ἐποίησεν Ἀθηναίων πάντων ὁ Σόλων· ὧν ἦν ἓν τέλος καὶ οἱ πεντακοσιομέδιμνοι. Πεντέπηχυ: καὶ πεντέκλινον· καὶ πεντέχαλκον· καὶ πεντέμηνον, καὶ πάντα τὰ ὅμοια οὕτω λέγουσι διὰ τοῦ ε. Πεντέκτενοι: περιπόρφυροι· διὰ τὸ ἐνυφάνθαι παρὰ τὰς ὤας πέντε κτένας πορφυροῦς. Πεντεσύριγγον ξύλον: εʹ ὀπὰς καὶ τρήματα ἔχον· τραχήλω· χερσί· ποσίν· Ἀριστοφάνης. <!-- π.411 -->Πέντε κριταί: οἱ τοῖς κωμωδοῖς ἀποδεικνύμενοι. Πεντέλεια: ὄρος Ἀρκαδίας· ἐξ οὗ ὁ Λάδων ποταμός. Πεντελιθίζειν: διὰ τοῦ ε λέγουσιν. Πεντηκόνταρχος: ὁ τῆς πεντηκοστῆς τοῦ τέλους ἄρχων. Πεντηκοστολόγοι: τελῶναι· Μένανδρος. Πεντηκόνταρχος: ὁ τῆς πεντηκοντόρου ἄρχων· ἐκαλεῖτο δὲ πεντηκόντορος ἡ ὑπὸ πεντήκοντα ἐρεσσομένη ναῦς. Πεντηκοστή: καὶ πεντηκοντεύεσθαι· καὶ πεντηκοστολόγοι· πεντηκοστὴ μὲν, τὸ τέλος ὃ τελοῦσι· πεντηκοστεύεσθαι δὲ, τὸ πράττεσθαι τὴν πεντηκοστήν· πεντηκοστολόγοι δὲ, οἱ τὸ τέλος ἐκλέγοντες· ταῦτα δέ ἐστιν εὑρεῖν ἐν τωῖ κατὰ Μειδίου καὶ ἐν τωῖ πρὸς τὴν Λακρίτου παραγραφὴν Δημοσθένους· καὶ Ὑπερίδης ἐν τῶ ὑπὲρ τῶν Εὐβούλου δωρεῶν. Πεντετηρίς: πενταετηρίς. Πεξάμενος: κτενίσας· ξάνας. Πέξαι: κεῖραι. Πεπαλμένος: βεβαμμένος· καὶ πεπαλκέναι λέγεται, τὸ ἐκπίπτειν τὰ πλοῖα. Πεπαλαγμένος: μεμολυσμένος· ἔνθεν καὶ παληλία, τὸ μολύνεσθαι τηῖ κόνει. Πεπάρηθος: νῆσος οὐκ ἄποθεν Εὐβοίας. Πεπαίνει: πραΰνει. Πεπαρμένον: πεπερονημένον· καθηλωμένον· τετρυπημένον. Πεπαρωινήκασιν: ἡμαρτήκασι. <!-- π.412 -->Πέπειρον: ἀκμαῖον· εἴρηται δὲ ἐπὶ ὀπώρας ὡρίμου. Πεπιναρωμένα: Πεπελτωμένα: πεπιναρωμένα. Πεπεμμένην λέγουσιν, οὐ μόνον ἀπεσταλμένην. Πεπιλημένη: συνεσφιγμένη. Πεπλαδικός: ὑγρανθέν· σεσηπός. Πεπλασμένον: κακοῦργον. Πέπλεκται: ἥττηται· Μένανδρος. Πέπλος: περὶ τοῦ πέπλου τοῦ ἀναγομένου τηῖ Ἀθηναῖ τοῖς μεγάλοις Παναθηναίοις, οὐ μόνον παρὰ τοῖς ῥήτορσιν ἐστιν ἡ μνήμη, ἀλλὰ καὶ παρὰ τοῖς κωμικοῖς. Πέπλον: περιβόλαιον· ἱμάτιον γυναικεῖον. Πεπνυμένος: συνετός. Πεποιωμένον: ποιότητα ἔχον. Πέπον: προσηνέστατε· προσφιλέστατε. Πέπονες: ἔκλυτοι· ἀσθενεῖς. Πεπρωμένη: εἰμαρμένη· τύχη· γένεσις. Πεπρωμένον: εἰμαρμένον· ὡρισμένον· πεπερασμένον ἀπὸ μοίρας εἰς πέρας. Πέποσχα: Δωριέων τινὲς τούτωι κέχρηνται· ὧν καὶ Στησίχορός ἐστιν. Πεπραδίδαι: πορδαί· ἢ γένος ἰχθύων ὅμοιον μεμβράδι. Πέπταται: ἥπλωται. Πεπυκασμένον: ἐσκεπασμένον· περιβεβλημένον· καὶ ἀπύκαστον, ἀσκέπαστον. <!-- π.413 -->Πέπυστο: ἠκηκόει. Περαῖ: πλέει. Περαίνοντας: τελειοῦντας. Περαιτέρω: πλέον πάνυ. Περγάμιον: δήμιον. Πέργαμον: τὴν πόλιν Ἴωνες λέγουσιν· οἱ δὲ πάντες τὰ ὑψηλά. Περγασῆθεν: δῆμος ἡ Περγάση τῆς Ἐρεχθηΐδος φυλῆς· τὸν μέντοι δημότην διχῶς λέγεσθαι φασί· Περγασέα τε καὶ Περγασῆθεν. Πέρδικος ἱερόν: παρὰ τηῖ ἀκροπόλει· Εὐπαλάμωι γὰρ ἐγένοντο παῖδες Δαίδαλος καὶ Πέρδιξ, ἧς υἱὸς Καλὸς, ωἷ φθονήσας ὁ Δαίδαλος τῆς τέχνης, ἔρριψεν αὐτὸν κατὰ τῆς ἀκροπόλεως· ἐφʼ ωἷ ἡ Πέρδιξ ἑαυτὴν ἀνήρτησεν· Ἀθηναῖοι δὲ αὐτὴν ἐτίμησαν· Σοφοκλῆς δὲ ἐν Κωμικοῖς τὸν ὑπὸ Δαιδάλου ἀναιρεθέντα Πέρδικα εἶναι τούνομα. Πέρι: περισσῶς. Περίτρια: ἡ περιαγγέλλουσα τὴν ὥραν. Περιαγειρόμενοι: ὥσπερ οἱ νικηφόροι περιαγόμενοι ἀθληταί· Πολιτείας εʹ ἐπὶ τέλει· λέγεται γὰρ ὅτι τὸ μὲν ἐξαρχῆς ἆθλα προυτίθεσαν τοῖς ἀγωνιζομένοις· ὃν τρόπον καὶ Ὅμηρος καὶ ἄλλοι ποιηταὶ ἱστοροῦσιν· ἐπεὶ δὲ ἤρξαντο χωρὶς ἄθλων ἀγωνίζεσθαι, τοὺς νικήσαντας οἱ μὲν κατὰ φιλίαν ἢ συγγένειαν προσήκοντες στεφάνοις ἀνέδουν· τῶν δʼ ἄλλων οἱ μὲν σύνεγγυς καθήμενοι καὶ <!-- π.414 -->περισιάζοντες πλέονος ἄξια ἐπετίθεσαν· οἱ δὲ πορρώτερον ἄνθεσι καὶ φύλλοις ἔβαλλον περιερχομένους· ὡς καὶ νῦν τοῖς ἐπιφανῶς ἀγωνισαμένοις ἐπιβάλλουσι πετάσους καὶ ζώνας· οἱ δὲ χιτῶνας· ἐκ τούτου σύνηθες ἐγένετο κύκλω περιπορευομένους τοὺς ἀθλητὰς ἐπαγείρειν καὶ λαμβάνειν τὰ διδόμενα· ὅθεν Σιμωνίδης περὶ Ἀστύλου φησὶν οὕτως· Τίς δὴ τῶν νῦν τοσάσδε πετάλοισι μύρτων ἢ στεφάνοισι ῥόδων ἀνεδήσατο νίκας ἐν ἀγῶνι περικτιόνων· ἔνιοι δὲ τοῦτο τὸ ἔθος ἀπὸ Θησέως τὴν ἀρχὴν λαβεῖν· ἐκεῖνον γὰρ ἐκ Κρήτης κομισθέντα μετὰ τὸ ἀνελεῖν τὸν Μινώταυρον οἱ ἀπὸ τῆς χώρας ἄνθεσι καὶ φύλλοις ἔβαλλον καὶ τοῖς παροῦσι καρποῖς ἐτίμων. Περιαγές: ἐπικαμπές. Περιαγκώνισμα:  <span class="gap">…</span> Περιαλγής: ὃς πενήρης τωῖ γόνωι καὶ τοῦ δράματος τοῦ Πλατωνικοῦ. Περιάγνυται: περικατακλᾶται· οἱονεὶ περιίσχεται. Περιαγοραῖος: λάλος. Περιαθρεῖν: περισκοπεῖν. Περίαλος: τὸ ἰσχίον. Περιαμησάμενος: θερίσας. Περιαμφί: κύκλωι. Περιάοιδος: ἐγκύκλιος ὠδή. <!-- π.415 -->Περιαυθαδίζεται: ἐν ὑπερηφανίαι ἀναστρέφεται· ἢ μέγα φρονεῖ περὶ ἑαυτοῦ. Περιαυτά πως: οἷον ἐγγὺς καὶ παρὰ μικρόν. Περιαυτίζεται: περὶ ἑαυτοῦ μέγα φρονεῖ· ἢ ἐν αὐτηῖ τηῖ λέξει ἐνδιατρίβει. Περιαυτολογεῖν: περὶ ἑαυτοῦ λέγειν, τουτέστι μετὰ ὑπερηφανίας. Περιβαλλομένους: προσλαμβανομένους. Περίβαλε: οἷον περίλαβε· καὶ κατὰ τὸ ἐναντίον λέγουσι· σπανίως δέ. Περιβάλλων: περιλαμβάνων. Περίβαρα: ὑποδήματα. Περιβαρίδες: ὑποδήματα γυναικῶν. Περίβλεπτος: ἔξοχος· μέγιστος. Περιγηθής: περιχαρής. Περιγράψαι: οἷον ἀποκτεῖναι· ἐπεὶ οἱ ἀποθανόντες περιγράφονται καὶ περιαιροῦνται τῶν ἀρχείων. Περιγίνεται: περιττεύει· Ἀριστοφάνης. Περιγυρίδα: περιφέρειαν. Περιδαρδάπτεσθαι: περικατεσθίεσθαι. Περιδεδόσθαι: τὸ συνθέσθαι· καὶ Ὅμηρος· Εἰ δʼ ἄγε νῦν τρίποδος περιδώμεθον. Περιδεής: περίφοβος. Περίδειπνον: ἡ ἐπὶ τοῖς ἀποθανοῦσιν ἑστίασις γινομένη. Περιδέξιος: ὁ καὶ τηῖ ἀριστεραῖ ἐργαζόμενος· παρὰ δὲ τωῖ Θεολόγωι λέγοντι, καὶ ὅπως ἀποφεύξηι τὸ <!-- π.416 -->σὸν περιδέξιον, περιδέξιόν ἐστι πᾶν διλήμματον· ἑκατέρωθεν γὰρ ὃ βούλεται συνάγει. Περιδέραια: περιτραχήλια κόσμια. Περιδήλιον: πειρατήν. Περιδράττεσθαι: περιέχεσθαι. Περιδινοῦνται: περιστρέφονται. Περίδρομος: παντὶ περιέχεσθαι δυνάμενος. Περιδύεται: κρύπτεται· εἰσδύεται. Περιδοῦ: σύνθου· λέγουσι δὲ καὶ περὶ συνθήκης· οὕτως Δίφιλος. Περιεῖπον: περί τινα ἦσαν φυλακτικῶς καὶ θεραπευτικῶς. Περιδώμεθα: συνθώμεθα. Περιεῖχεν: ὑπερεῖχεν. Περιειλάμενος: περιειλησάμενος. Περιεκόκκασα: περιεγέλασα καὶ κατωρχησάμην· Ἀριστοφάνης. Περιεκτικόν: περιέχον. Περιέπειν: φυλάσσειν· ἢ ἐνεργεῖν. Περιεπτισμένον: λελεπισμένον· περιεξεσμένον· περικεκαθαρμένον. Περιερέττων: κωπηλατῶν. Περιεργάζεσθαι: ἀντὶ τοῦ πολυπραγμονεῖν. Περιέσσατο: περιεβάλετο. Περιέσεσθαι: περιγενήσεσθαι. Περίεσι: καθαρά. Περιεσκεμμένος: ἠκριβωμένος. Περιεσόμεθα: περιγενησόμεθα. <!-- π.417 -->Περιέστηκεν: περιίσταται· περιέστραπται. Περιέστηξαν: περιεκύκλωσαν. Περιεστήξει: περισταθήσεται. Περιέχεσθαι: ἀντέχεσθαι. Περιεχόμενον: ἀντιποιούμενον. Περιήγγελλεν: ἐκέλευεν. Περιῆλθεν: ἐξηπάτησεν. Περιῆν: ἐνίκα· περιεγίνετο· ὑπῆρχεν. Περιήτητος: ὁ περιπόρφυρος χιτών. Περιηχήθην: περιεψιθυρίσθην. Περίθετος κεφαλή: ἡ περιθέτη· Ἀριστοφάνης· Κεφαλὴ περίθετος ἣν ἐγὼ νύκτωρ φορῶ. Περιθοῖδαι: δῆμος τῆς Οἰνηΐδος φυλῆς· ἀπὸ Πειρίθου τοῦ Ἰξίονος· νόμος δʼ ἦν Ἀθήνηισι ξένους εἰσδέχεσθαι τοὺς βουλομένους τῶν Ἑλλήνων· Θεσσαλοὺς δὲ ἐξαιρέτως ὑπεδέχοντο, διὰ τὴν Πειρίθου καὶ Θησέως φιλοξενίαν· τούτοις δὲ καὶ χώραν ἐμέρισαν, ἣν ἐκάλεσαν Περιθοίδας· Ἔφορος ἱστορεῖ ἐν γʹ. Περιθρέξει: περιδραμεῖ. Περιθειῶσαι: περικαθάραι. Περιθυρεῖν: περὶ θύρας εἶναι. Περιιόντα: περιερχόμενον. Περιιππεύων: περιτρέχων. Περιιστάμενος: φεύγων. Περιίστασο: ἀντιλαβοῦ· περισκόπησον. Περικαθαίρων: ἀναλύων τὸν πεφαρμακευμένον· ἢ τὸν γεγοητευμένον. <!-- π.418 -->Περικαλλές: λίαν καλόν. Πέριλλος: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· ὄνομα κύριον. Περικατατραπήσεται: ἀντὶ τοῦ περιτραπήσεται κάτω· συνήθως λέγουσιν. Περικόπται: κλῶπες. Περικεφαλαία: ἡ ἐκ τῶν τριχῶν. Περικνύων: περιξύων. Περικονῆσαι: περισπογγίσαι. Περικόρημα: τὸ περισάρωμα· κόρημα γὰρ λέγεται τὸ σάρον· ἀφʼ οὗ καὶ νεωκόρος, ὁ τὸν ναὸν κορῶν καὶ σαρῶν. Περίνησα: περιβόλαια περιφερῆ καὶ νησοειδῆ· ὅμοια ταῖς ὑπὸ Ῥωμαίων καλουμέναις χλαίναις· Μένανδρος Βοιωτίαι· Πεντεκτένους μὲν καὶ περίνησα πορφυρᾶ. Περίνεως: ὁ δεύτερος ἱστὸς καὶ πάντα τὰ περιττά. Περινοεῖ: νοεῖ περιττῶς. Περίνεως: τοὺς περιττοὺς καὶ ἔξω τῶν ὑπηρεσιῶν· ὡς λειπόνεως, τοὺς λειποτάκτας· Θουκυδίδης. Περίνοια: ὑπερηφανία, ἢ μηχανὴ, ἢ τέχνη. Περινομαί: περιχωρίαι· Ἦσαν περινομαὶ τηῖ θεωῖ· Μένανδρος. Περινοστοῦντας: περιερχομένους. Περίοδος: περιέλευσις· κύκλος. <!-- π.419 -->Περίοδος: Δημοσθένης Φιλιππικοῖς· περιοδικὰ νοσήματα καλοῦσιν οἱ ἰατροὶ τὰ τεταγμένως ἀνιέμενα καὶ αὖθις ἐπιγινόμενα· οἷον τριταίους, τεταρταίους καὶ τὰ ὅμοια· καὶ γὰρ ἐπὶ τούτων οἱ κάμνοντες δοκοῦσιν ἐν ταῖς τῶν ἀνέσεων ἡμέραις μηδὲ νοσεῖν, ἀλλʼ ὑγιεῖς εἶναι. Περιοίκιον: ὁ περὶ τὴν πόλιν, ἢ ὁ περὶ τὴν ἔπαυλιν τόπος. Περιοίκιον: Ἰσαῖος ἐν τωῖ πρὸς Μενεκράτην· καὶ τὸ περιοίκιον καὶ τὴν οἰκίαν· μήποτε ὃ ἡμεῖς λέγομεν ἐποίκιον. Περιοίσειν: τὸ περιέσεσθαι καὶ ἀνθέξειν· Θουκυδίδης ζʹ· σημαίνει καὶ τὸ ἀνοίσειν ἐκ τῆς νόσου. Περιοιστικός: ὁ φορητός. Περιόν: ὑπερβάλλον. Περὶ ὄνου σκιᾶς: παροιμία ἐπὶ τῶν ἐνδιατριβόντων τοῖς μηδενὸς ἀξίοις. Περίοπτον: περιθέατον· μέγα· ὑψηλόν. Περιορᾶσθαι: καραδοκεῖν· ἀποθεωρεῖν· περισκέπτεσθαι· φροντίζειν· Θουκυδίδης· καὶ τοὺς Μεγαρέας περιορωμένους ποτέρων ἔσται ἡ νίκη· καὶ πάλιν· περιορωμένους τὸν πόλεμον· λέγει· καὶ, ὁ Βρασίδας τῆς Μένδης περιορώμενος. Περιόργως: ἄγαν παρωρμημένος. Περιοργής: ὡς περιχαρής· ἐν δʹ Θουκυδίδης εἴρηκεν· ὀργιζόμενος. Περιορίσαι: περινοῆσαι. <!-- π.420 -->Περιορισθῆναι: γνωρισθῆναι· ἢ ὑπὸ ὅρον γενέσθαι. Περιορισμός: ἐξορισμός. Περιοχή: περιπέτεια· καὶ ὑπόθεσις· θλίψις· συνοχή. Περιόψεται: παρίδηι· καταφρονήσει. Περιουσιασμός: πλῆθος· ὕπαρξις φυσική. Περιπαθῶς: συμπαθῶς· λυπηρῶς. Περιπείρει: περικεντεῖ. Περιπέτεια: προπέτεια· ἢ σύμπτωμα, ἢ σύμβασις. Περιπετῆ γενέσθαι: περιπεπτωκέναι. Περίπλεον: πλήρη. Περὶ πλήθουσαν ἀγοράν: περὶ ὥραν τετάρτην· ἢ πέμπτην ἢ ἕκτην· τότε γὰρ μάλιστα πληθύει ἡ ἀγορά. Περὶ πόδα: οἷον ἁρμόττον σφόδρα· ὡς τὰ ὑποδήματα τοῖς ποσί· Πλάτων· Ὡς ἔστι μοι τὸ χρῆμα τοῦτο περὶ πόδα· καὶ ἐν Σκευαῖς· Καὶ τοῖς τρόποις ἁρμόττον ὥσπερ περὶ πόδα. Περιποιήσει: κτήσεται. Περιποίησιν: κτῆσιν. Περίπολος: οἱ ἔφηβοι περίπολοι τῆς χώρας καὶ φύλακες ἐγένοντο, προγυμναζόμενοι εἰς τὰ πολέμια. Περὶ πολλοῦ ποιοῦ: τίμα· θεράπευε. Περίπολος: Ἀριστοτέλης ἐν τηῖ Ἀθηναίων Πολιτείαι περὶ τῶν ἐφήβων λέγων οὕτως φησί· τὸν δεύτερον ἐνιαυτὸν ἐκκλησίας ἐν τωῖ θεάτρωι γινομένης, λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου, περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις· παρατηρητέον δὲ, ὅτι ὁ μὲν Ἀριστοτέλης <!-- π.421 -->ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπόλοις γίνεσθαι τοὺς ἐφήβους· ὁ δὲ Αἰσχίνης δύο. Περιπολῶν: περιτρέχων. Περίπτερα: ἀποσπινθηρισμοί· καὶ περίπτερον, πανταχόθεν ἐξέχον. Περιπτώσεις: συμφοράς. Περίπυστον: ἐξάκουστον· διαβόητον. Περιρρηδεῖς: οἱ ἐπὶ ὀχημάτων· ἢ οἱ ἐπικείμενοι· ἢ οἱ ἐρριμμένοι. Περισσά: τὰ ἐν τηῖ ἀριθμητικηῖ καλούμενα ἄζυγα· οἷον, ἓν, τρία· καὶ τὰ ὅμοια· ἄρτια δὲ τὰ ζυγά· οἷον, δύο, τέσσαρες. Περίσημα: διαβόητα. Περισκελές: σκληρόν· δυσχερές. Περισκελῆ: βρακία· φημινάλια. Περισκεπές: κεκαλυμμένον. Περίσκεπτον: ἀφʼ οὗ ἐστι περισκοπῆσαι καὶ ἰδεῖν. Περισκυθίσαντες: σπαράξαντες. Περισκυτίζοντος: ἐκδερματίζοντος. Περισπᾶν: ἐξαπατᾶν· καὶ τὸ μετὰ βίας ἀφαιρεῖσθαι τί. Περισπώμενος: ἐμπαιζόμενος· ἐξαπατώμενος. Περισο: περιφέρειν· Εὐριπίδης. Περισσαίνεται: τὸ περισσὸν θυμοῦσθαι καὶ ὀργίζεσθαι. Περισσοεπῆσαι: περισσολογῆσαι. Περισταδόν: περιεστῶτες. <!-- π.422 -->Περίστασιν: Δείναρχος Τυρρηνικωῖ· μετὰ ταῦτα τοῦ Δάμωνος ἤδη περὶ ἀναγωγὴν ὄντος, περίστασιν ποιήσουσιν· οὗ καὶ μαρτυρεῖν ἀξιοῦντος, καὶ τὰ ἑξῆς· μήποτε τοιοῦτόν ἐστι τὸ λεγόμενον· ἐν κύκλωι περιέστη με αὐτὸς καὶ οἱ συμπαρόντες αὐτωῖ, καὶ μαρτυρεῖν ἠνάγκαζον· ἵνα τὴν αὐτὴν ἔννοιαν ἔχηι τωῖ, περίστατόν με ἐποίησαν· ἐν ἐνίοις δὲ παράστασιν ἀντὶ τοῦ περίστασιν γράφεται. Περίστατοι: Ἰσοκράτης ἐν τωῖ περὶ τῆς ἀντιδόσεως· θαυματοποιίαις ταῖς οὐδὲν ὠφελούσαις, ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γινομέναις· ἀντὶ τοῦ, περὶ ἃς κύκλωι ἵστανται οἱ θεώμενοι. Περιστεῖλαι: περικαλύψαι. Περιστένεται: περιτείνεται· στενοχωρεῖται. Περίστενος: οὗτος δράκων καλεῖται. Περιστερόν: ἀρσενικῶς· Φερεκράτης. Περιστέρνιον: τὸ περιστερνίδιον· ἔστι δὲ κοσμάριόν τι. Περιστίξαι: περικυκλῶσαι· περιελθεῖν· περιελάσαι· ἀπὸ τοῦ στίχους. Περιστίαρχος: ὁ περικαθαίρων τὴν ἑστίαν καὶ τὴν ἐκκλησίαν καὶ τὴν πόλιν· ἀπὸ τῆς ἑστίας ἢ τοῦ περιστείχειν· Ἴστρος δὲ ἐν τοῖς Ἀττικοῖς, περίστια, φησὶ, προσαγορεύεται τὰ καθάρσια· καὶ οἱ τὰ ἱερὰ καθαίροντες περιστίαρχοι· ἔξωθεν γὰρ περιέρχονται χοιροφοροῦντες· ἑκάστου τῶν ἱερῶν οἰκίαις <!-- π.423 -->περιειλημμένου δημοσίαις· καὶ περίδρομον ἔχοντες. Περιστοιχίζεται: περιαιρεῖ· λαμβάνει· ἀπὸ μεταφορᾶς τῶν κυνηγῶν· οἵτινες στοίχους περιβάλλουσιν τοῖς ὄρεσι· στοῖχοι δέ εἰσιν αἱ λεγόμεναι στάλικες. Περιστοιχίζεται: Δημοσθένης ἐν Φιλιππικοῖς· μέλλοντας ἡμᾶς, φησὶ, καὶ καθημένους περιστοιχίζεται· ἐκ μεταφορᾶς τῶν κυνηγετῶν· κατὰ γὰρ τὰς ἐκδρομὰς τῶν θηρίων ὀρθὰ ξύλα ἱστᾶσιν, ἃ καλοῦσι στοίχους ἢ στίχους, καταπεταννύντες αὐτῶν δίκτυα· ἵνα, ἐὰν αὐτοὺς ἐκφύγηι τὰ θηρία, εἰς τὰ δίκτυα ἐμπέσηι· ἔνια μέντοι τῶν ἀντιγράφων περιστοιχίζεται ἔχει· ἄλλα δὲ περισχοινίζεται. Περιστοιχίσαντος: περιλαβόντος. Περίστοιχον: Δημοσθένης ἐν τωῖ πρὸς Νικόστρατον· φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν· Δίδυμος δέ τι γένος ἐλαῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοιχάδας προσηγόρευσεν· μήποτε δὲ νῦν ὁ ῥήτωρ περιστοίχους κέκληκεν, τῶν κύκλωι περὶ τὸ χωρίον ἐν στοίχωι πεφυκότων. Περιστολή: περιβολή· ἐπαγωγή. Περίστωιον: περίστυλον στοὰς ἔχον. Περισφάτως ἔχων: περιωδύνως. Περισχέσθαι: ἀγαπῆσαι. Περισχιδές: οἰκετικὸν ὑπόδημα. <!-- π.424 -->Περισχών: κατασχών· περιβαλών. Περιτελλομένων: περιερχομένων. Περιτεύξεται: συντύχηι· περιπεσεῖται. Περιτροπηῖ: ἐν περιόδωι. Περιτρόχαλα κείρονται: Ἡρόδοτος. Περὶ τῆς ἐν Δελφοῖς σκιᾶς: Δημοσθένης ἐν Φιλιππικοῖς· Δίδυμος φησὶ τὴν περὶ ὄνου σκιᾶς παροιμίαν παραπεποιῆσθαι ὑπὸ τοῦ ῥήτορος λέγοντος, περὶ τῆς ἐν Δελφοῖς σκιᾶς· λέγεσθαι δὲ αὐτὴν ἐπὶ τοῖς περὶ τῶν μηδενὸς ἀξίων μαχομένοις. Περιττότης: δύο σημαίνει ἡ λέξις· τό, τε ὑπερβάλλον, οἷον, εἰς περιττότητά σε φιλῶ· καὶ τὸ μὴ ἀναγκαῖον, ἀλλʼ ἄχρηστον. Περιτυλίξας: περιειλήσας. Περιφερές: κύκλωι στρογγύλον. Περιφοιτῶντα: περιερχόμενα. Περιφορά: κίνησις. Περιφοριῶσθαι: Λυσίας· τὸν ὀφθαλμὸν τὸν ἕτερον γλαυκότερον εἶναι ἢ περιφοριῶσθαι· ἐπὶ τοῦ ἀνακεκλιμένου Εὐφορίων κέχρηται τωῖ ὀνόματι· εἰσὶ δέ τινες ὀφθαλμοὶ, κεχαλασμένα τὰ βλέφαρα ἔχοντες καὶ οἱονεὶ μύοντες· ἐὰν δὲ γράφηται πεφορινῶσθαι, εἴη ἂν πεπαχύνθαι· ἀπὸ τῆς φορίνης· τάσσουσι γὰρ ἐπὶ ἀνθρώπων τὴν φορίνην. Περιφρονεῖν: ὑπερφρονεῖν. Περίφρων: περισσόφρων. Περιφύς: περιπλακείς. Περιχάρειαν: περιττὴν χαράν. <!-- π.425 -->Περιχλαινίζεται: περιβάλλεται. Περίχολος: ὑπέρχολος. Περίψημα: κάταγμα· ἢ ὑπὸ τὰ ἴχνη· ἢ ἀπολύτρωσις· οὕτως ἐπέλεγον τωῖ κατʼ ἐνιαυτὸν ἐμβαλλομένωι τηῖ θαλάσσηι νεανίαι ἐπὶ ἀπαλλαγηῖ τῶν συνεχόντων κακῶν· περίψημα ἡμῶν γενοῦ· ἤτοι σωτηρία καὶ ἀπολύτρωσις· καὶ οὕτως ἐνέβαλον τηῖ θαλάσσηι, ὡσανεὶ τωῖ Ποσειδῶνι θυσίαν ἀποτιννύντες. Περιψῆν: διὰ τοῦ η, οὐ περιψᾶν. Περιωδυνίαν: ἀλγηδονίαν καὶ περιττὴν ὀδύνην. Περιωπή: ἀκρώρεια· ὑψηλὸς τόπος. Περιωπή: καὶ πισύνη· καὶ πύστις· πάντα ταῦτα γλωττώδη παρὰ Θουκυδίδηι· καλεῖ δὲ περιωπὴν τὴν φροντίδα καὶ τὴν περίσκεψιν, οὐ τὸν τόπον, ὡς Ὅμηρος. Περιώσας: ὠθήσας. Περκάζει: πεπαίνει· μελανίζει. Περκνός: μέλας. Πέρπερος: ὁ μετὰ βλακείας ἐπηρμένος· οἷον, λάλος· προπετής· μηδὲν λογισμωῖ ποιῶν. Περσέα: καὶ Θησέα καὶ Αἰγέα καὶ Ἀχιλλέα· καὶ τῶν ὁμοίων πάντων, ἐκτείνουσι τὸ α τὸ τελευταῖον, καὶ ἐπὶ τῆς αἰτιατικῆς πτώσεως. Περσικά: καὶ περιβαρίδες· ὑποδημάτων εἴδη. Πέσημα: πτῶμα. Πεσκέων: δερμάτων. <!-- π.426 -->Πεσσεύων: μετατίθησι τὴν γνώμην ἐπὶ τὸ κρεῖσσον· ἀπὸ τῶν πεσσῶν. Πεσσοί: αἱ παιδιαὶ ἀπὸ τῶν πεσσῶν, οἵπέρ εἰσιν ἀστράγαλοι. Πεστικόν: τὸ παρὰ Θετταλοῖς θητικὸν, ὡς τὸ Εἰλωτικὸν παρὰ Σπαρτιάταις. Πετάλοις: φύλλοις. Πέταυρα: τίγνα. Πέταχνον: ποτήριον ἐκπέταλον. Πεταχνοῦνται: ἐξυπτιοῦνται· τρυφῶσιν. Πέτευρον: παγίς· βάθος. Πέτευρον: πᾶν τὸ μακρὸν καὶ ὑπόπλατυ καὶ μετέωρον ξύλον· Ἀριστοφάνης ἐν τῶ ε. Πετρήεσσα: πετρώδης· βαθεῖα. Πετρόβλητον: τὸ ὑπὸ πέτρας τιτρωσκόμενον· καὶ πετροβλήτους νεφροὺς, τοὺς ὑπὸ λίθων βαλλομένους καὶ πάσχοντας. Πεττεύει: μεταφέρει· ἀπὸ τῶν πεττῶν, τουτέστι τῶν κύβων. Πεττεία: ἡ διὰ ψήφων παιδιά· ἔστι δʼ ὅτε καὶ γεωμετρίαν λέγουσι. Πεττεύουσι: ταβλίζουσιν. Πέττουσιν: ἀρτοποιοῦσιν· καὶ πέττουσα, ἀρτοποιοῦσα. Πεττοί: βόλια ἐν οἷς ταβλίζουσιν. Πευθῆνες: ἐπήκοοι. Πεύσομαι: ἐρωτήσω. <!-- π.427 -->Πεφασμένον: εἰρημένον ἢ πεφανερωμένον. Πεφασμένος: ἀντὶ τοῦ γεγενημένος· Λυκοῦργος· Λυσίας δὲ ἀντὶ τοῦ φανερὸς λέγει. Πεφενάκικεν: ἠπάτησεν. Πέφηνας: τὸ εἴρηκας· Μένανδρος. Πέφηνεν: ἐφανερώθη. Πεφρυγμένα: τὰ εἰς τὴν χεῖρα λεπτυνόμενα χίδρα, σίτου καὶ κριθῆς. Πεφρασμένος: παρεσκευασμένος εἰς τὸ φρασθῆναι· προσεκτικὴν ἔχων διάνοιαν· Αἰσχύλος. Πεφοριρῶσθαι: πεπαχύνθαι τὸ δέρμα τοῦ ὀφθαλμοῦ· κατʼ ἔνδειαν δὲ πρόκειται τοῦ ν· φορίνιον γὰρ λέγεται τὸ παχυνθὲν δέρμα τοῦ ὀφθαλμοῦ. Πέφρικα: ἀπὸ τοῦ φρίκη. Πέφυκεν: φύσει ὑπάρχει. Πεφυκώς: φύσει ὑπάρχων. Πεφυσιγγωμένοι: οἷον ἐσκοροδισμένοι· φύσιγγες γὰρ αἱ τῶν σκορόδων ἐντεριῶναι. Πεφώραται: πεφανέρωται· εὕρηται. Πεφωρημένα: ἐνηνεγμένα. Πέψει: πραΰνη. Πηῖ: ποῦ· εἰς τίνα τόπον· Πηῖ δὴ τόνδε μολοβρὸν ἄγεις· ἔστι δὲ Ἰακόν· τὸ δὲ ποῖ Ἀττικόν. Πηγαί: τόπος ἐν Μεγάροις καὶ Βυζαντίωι. Πηδάλια: οἴακες· αὐχένες. Πηκτίς: πανδούριον· ἤτοι Λύδιον ὄργανον, χωρὶς πλήκτρου ψαλλόμενον. <!-- π.428 -->Πηκτὸς θάνατος: ὁ τοῦ Αἴαντος· περιεπάγη γὰρ τωῖ ξίφει. Πηλέως μάχαιρα: παροιμία· ταύτην ἀναγράφει καὶ Ἀριστοφάνης οὕτως· μέγα φρονεῖ μᾶλλον ἢ Πηλεὺς ἐν τηῖ μαχαίρηι· ἐδόκει σωφροσύνης γέρας Ἡφαιστότευκτος ἣν εἰλήφει μάχαιραν ὁ Πηλεύς· λαμβάνεται δὲ ἐπὶ τῶν σπανίων καὶ τιμιωτάτων κτημάτων· διὰ γὰρ σωφροσύνης ὑπερβολὴν παρὰ θεῶν λαβεῖν φασὶ τὸν Πηλέα ξίφος, Ἡφαίστου κατασκευάσαντος. Πήλασθαι: κληρώσασθαι. Πηλαμύς: διὰ τοῦ υ. Πήληξ: δῆμος Λεοντίδος. Πήληκα: περικεφαλαίαν. Πηλὸς οὗτος: ἀντὶ τοῦ ἀναίσθητος εἰς ὑπερβολήν. Πήλυξ: ῥαγάς. Πῆμα: κακόν· βλάβη· δυστυχία. Πημαίνει: κακοῖ· βλάπτει. Πηῖ μέν: ὅπου μέν. Πημηίνειαν: βλάψειαν· διαφθείρειαν. Πηνήκη: περικεφαλαία τριχωτή· καὶ περιθέτη κόμη· ἔνθεν καὶ πηνηκίζειν τὸ ἀπατᾶν· τῆς δὲ περιθέτης κόμης, τὸ μὲν ἔντριχον, τὸ δὲ προκόμιον, τὸ δὲ πηνήκην ἐκάλουν. Πηνίκα: πότε. Πηνίον: ὁ ἄτρακτος, ἐν ωἷ εἰλεῖται ἡ κρόκη. Πηνίον: ζωῖον ὅμοιον κώνωπι· Ἀριστοφάνης Νεφέλαις· Κείσεσθον ὥσπερ πηνίω κινουμένω· ἀντὶ <!-- π.429 -->τοῦ ξηροί· σκώπτει γὰρ τοὺς περὶ Χαιρεφῶντα εἰς ξηρότητα καὶ ἀσθένειαν· ὅτι δὲ κώνωπος εἶδος ἐστι, Σπεύσιππος ἐν τωῖ βʹ τῶν ὁμοιοτήτων φησὶν οὕτως· πηνίον· ἐμπίς· κώνωψ. Πηνώμενον: πηνιζόμενον· τριβόμενον. Πῆρος: ὁ παντάπασι μὴ ὁρῶν. Πήχεων: οὕτως· οὐ πηχῶν· ὡς καὶ πήχεως, οὐ πήχους. Πηγύνη: κνίκος, ὁ τὸν τυρὸν πηγνύων. Πίδακες: σταγόνες· πηγαί. Πίδαξ: πηγὴ ἢ σταγών. Πιεζόμενος: βαρούμενος· δαμαζόμενος. Πιερίδες: αἱ Μοῦσαι αἱ ἐν Μακεδονίαι. Πιερία: ὄρος. Πιθάκνη: μικρὸς πίθος, ὃν οἱ παλαιοὶ φιδάκνην λέγουσιν. Πιθανούς: τοὺς εὐπειθεῖς· Ξενοφῶν Κύρου παιδείαι· πιθανοὶ δὲ οὕτως εἰσί τινες, ὥστε πρὶν εἰδέναι τὸ πραττόμενον, πρότερον πείθεσθαι· ὥσπερ φοβεροὺς τοὺς φοβουμένους Θουκυδίδης. Πιθανώτατος τοῖς πολλοῖς: ὁ πιστικώτατος καὶ πείθων τοὺς πολλοὺς παρὰ Θουκυδίδηι. Πῖλον χαλκοῦν: εἶδος περικεφαλαίας εἰς ὀξὺ ἠγμένης. Πιλήσεσιν: πυκνώσεσιν. Πίλοις: πιλωτοῖς. Πιμελή: πάχος· λιπαρότης. Πίμπραται: καίεται· ἐμπυρίζεται. Πινάκια: τὰ καθιέμενα ἀντὶ τῶν κλήρων ὑπὸ τῶν <!-- π.430 -->κληρουμένων· ἔοικεν δὲ ταῦτα εἶναι χαλκᾶ, ὡς ὑποσημαίνει Δημοσθένης ἐν τωῖ περὶ τοῦ ὀνόματος· ἐν δὲ τοῖς Φιλιππικοῖς ὅταν λέγηι ὁ ῥήτωρ· μικρὸν, ὦ ἄνδρες Ἀθηναῖοι, μικρὸν πινάκιον, τυχὸν πινάκιον λέγει, εἰς ὃ ἐγγράφεται τὰ ἐγκλήματα κατὰ τῶν εἰσαγγελλομένων. Πινάκιον: σύμβολον δικαστικὸν, χαλκοῦν ἢ πύξινον· ἐν ωἷ γέγραπται τὸ ὄνομα τοῦ κρινομένου καὶ ὁ δῆμος καὶ τὰ γράμματα, ἀπὸ λ ἕως κ· ἦσαν γὰρ δέκα φυλαί. Πινακοπώλην: ὀρνιθοπώλην· τίλλοντες γὰρ αὐτὰ ἐπὶ πίνακος ἐτίθεσαν οἱ πωλοῦντες. Πίννα: εἶδος ὀστρέου. Πίναξ: σανὶς ἐζωγραφημένη. Πιναρά: εὐτελῆ· ῥυπαρά· ταπεινά. Πινώδης: ῥυπαρά. Πιννοτήρης: καρίδιον ἢ καρκινίδιον ἐγκαθήμενον ταῖς πίνναις, οὗ στερηθεῖσαι διαφθείρονται· λέγεται δὲ καὶ πιννοφύλαξ. Πίονα: εὐδαίμονα· λιπαρά· καὶ εὐτραφῆ. Πιππίζειν καὶ τιτίζειν: μίμησις ὀρνέων φωνῶν. Πίσαι: ποτίσαι. Πίσον: τὸ ὄσπριον· Ἄλεξις. Πισσοκωνήτωι πυρί: τωῖ εὐκαύτωι· ἐπεὶ τὰ καιόμενα πίσσηι χρίεται· Αἰσχύλος Κρήσσαις. <!-- π.431 -->Πιστήριον: ποτιστήριον. Πισύγγιον: σκυτίον. Πισυνός: πεπιστευκώς· τεθαρρηκώς. Πιτάνη: φυλὴ καὶ τόπος τῆς Λακωνικῆς· λόχος δὲ οὐκ ἐγίνετο Πιτανάτης· ὡς Θουκυδίδης. Πιτάνη εἰμί: αὕτη παρὰ Ἀλκαίωι κεῖται· λέγεται δὲ κατὰ τῶν πυκναῖς συμφοραῖς χρωμένων ἅμα καὶ εὐπραξίαις· παρʼ ὅσον καὶ τηῖ Πιτάνηι τοιαῦτα συμβέβηκε πράγματα· ὧν καὶ Ἑλλάνικος μέμνηται· φησὶ γὰρ αὐτὴν ὑπὸ Πελασγῶν ἀνδραποδισθῆναι καὶ πάλιν ὑπὸ Ἐρυθραίων ἐλευθερωθῆναι. Πιτυάνη: ἀσκὸς μικρός. Πιτθεύς: δῆμος τῆς Κεκροπίδος ἡ Πιτθίς. Πίτυλος: κτυπητής· φαντασιοσκόπος. Πλάγγων: κοροκόσμιον κήρινον· ὅπερ δάγυνον οἱ Ἴωνες. Πλαγίως: δολίως. Πλαδαρόν: χαῦνον· ὑγρόν· πλάδος γὰρ καὶ πλάδωσις. Πλάδανον: ωἷ διαπλάττουσι τοὺς ἄρτους. Πλάδος: δούλου ὄνομα. Πλαδῶσιν: ὑγροῖς· χαύνοις· ἀσθενέσιν. Πλαίσιον: τετράγωνος τάξις στρατεύματος· καὶ τὸ ἐκ ξύλων τετράγωνον πῆγμα, ὅ τινες πλινθίον καλοῦσιν. Πλαισός: οὐ κἀν τωῖ β βλαισός· ὁ γονύκρουσος· οἱ Ἴωνες ἐγγονύκρουστος. <!-- π.432 -->Πλάξ: καὶ ἡ γαστὴρ καὶ τὸ ἐν τωῖ πλακοῦντι ῥύμμα. Πλάκα: τὴν χώραν ἢ τὴν γαστέρα. Πλάνον: τὴν πλάνην ἐνίοτε λέγουσιν ἀρρενικῶς. Πλανύττειν: πλανᾶσθαι ἢ πλανᾶν. Πλάστιγξ: τοῦ ζυγοῦ τὸ ἀντίῤῥοπον. Πλαταγώνιον: τὸ μηδέν· κυρίως δὲ τὸ τῆς μήκωνος φύλλον· καὶ τὸ τῆς ἀνεμώνης, ἀπὸ τοῦ πλάσσειν, τουτέστιν ἠχεῖν· καταχρηστικῶς δὲ ωἷ τινι οὖν πλάτος ἔχοντι, ὅθεν καὶ ἡ πλάτη· ἐσημειοῦντο δὲ ἀπʼ αὐτοῦ τὴν τῶν ἐρωμένων στοργήν· τιθέντες ἐπί τε τοῦ ἀντίχειρος καὶ τοῦ λιχανοῦ· καὶ ἀντικόπτοντες· καὶ εἰ μὲν ἤχησεν, ἐστέργοντο. Πλατά: προσπελαστά. Πλαταμών: πολὺς ποταμός· καὶ τὸ παραθαλάσσιον πλατὺ χωρίον. Πλατιάζειν: ἀλαζονεύεσθαι. Πλατιάσαι: τὸ πλατείαι τηῖ χειρὶ παῖσαι· Φερεκράτης. Πλατίστακος: τὸ γυναικεῖον αἰδοῖον. Πλατυγίζει: τοῖς πτεροῖς κρούει. Πλέα: πλήρη. Πλέας: πλείους. Πλέθρα: μέτρα γῆς ἠγοῦν ἄρουραι· ἢ τοὺς διύγρους τόπους καὶ βοτανώδεις· ἔχει δὲ τὸ πλέθρον πήχεις ξϛʹ δίμοιρον. <!-- π.433 -->Πλέθρισμα: δράμημα. Πλέθρον: τὸ τοῦ σταδίου ἕκτον μέρος· ὅπέρ ἐστι πηχῶν ξηʹ· ὅλον γὰρ τὸ στάδιόν ἐστι τετρακοσίων. Πλείω καὶ πλέω: ἄμφω Ἑλληνικά. Πλέκος: πλέγμα. Πλειόνως: καὶ τὸ πολὺ λέγουσι καὶ πλέον. Πλειστηριάσαντες: ἀντὶ τοῦ ὑπερβάλλοντες ἐν τηῖ τιμηῖ τῶν πιπρασκομένων· οὕτως Λυσίας καὶ Πλάτων ὁ κωμικός. Πλειστηριάσας: πλείονος πωλήσας οὗ ὠνήσατο. Πλειστοβολεῖν: διαπαίζειν. Πλειστοβολεῖν: λέγουσιν ὡς ἡμεῖς Ἀττικοί. Πλειστός: ποταμὸς Δελφῶν. Πλεῖστον ὅσον: πολύ. Πλεκτάναι: οἱ πόδες τοῦ πολύποδος. Πλευμονίαν: νόσον τὴν ἐρωτικήν. Πλεύμων: διὰ τοῦ λ· καὶ Ὅμηρος· —πάγη δʼ ἐν πλεύμονι χαλκός. Πλῆγμα: βῆμα. Πλῆκτρα: τὰ τῶν ὀρνίθων κέντρα. Πλῆμα: πλήρωμα. Πλημμέλεια: πολλὴ ἀμέλεια. Πλημμελεῖν: τὸ ἀτακτεῖν, καὶ ὑβρίζειν καὶ ῥαθυμεῖν· καὶ πλημμελὲς, τὸ ἐκμελὲς καὶ ἀπαίδευτον· Λύσις· τὸ δὲ ἄχρηστον φίλον ὁμολογεῖν, πλημμελές· <!-- π.434 -->Νόμων θʹ· σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς ἂν δόξειε λέγειν. Πλῆμναι: χοινικίδες. Πλημμύρα: οὐ πλήμνη λεκτέον· καὶ πλημμυρίδα. Πληρωτής: Δημοσθένης κατὰ Ἀριστογείτονος· πληρωτὰς ἐκάλουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις· εἶεν δʼ ἂν οὗτοι οἱ παρʼ ἡμῖν καλούμενοι ἐρανάρχαι. Πλησιφαής: ἡ πληροσέληνος ἡμέρα. Πλινθεύεται: ἐξαπατᾶται· ἀπὸ τῆς ἀναισθησίας τοῦ πηλοῦ. Πλινθιεῖον: ὁ τόπος ἐν ὧ πλίνθοι πλάττονται· οὕτως Λυσίας. Πλωΐζει: πορεύεται· πλοῦς γὰρ καὶ ἡ ὁδός. Πλοιάρια: ὑποδήματά τινα. Πλόϊμα: πλευστικά· ἢ τὰ πλωῖ πεμπόμενα. Πλόϊμοι: πλόκαμοι. Πλοιάριον: λεκτέον ὡς παιδάριον· Ἀριστοφάνης. Πλοῖ: τὸ πληθυντικὸν οἱ πλόες· καὶ τοὺς πλοῦς· ἐς τὴν τῶν πλῶν χρείαν, φησὶ Πλάτων. Πλοκαμῖδα: Μένανδρος καὶ οἱ ἄλλοι. Πλοκαμίς: ὁ οὖλος βόστρυχος· κατὰ συστολὴν δὲ ἐκφέρεται· καὶ ἡ τῶν τριχῶν ἐμπλοκή. Πλόκιον: ἁλυσίου χρυσείου πλοκή. Πληθόχωρον: τὸ πολλὰ χωροῦν. Πληθόχορος: ὁ πολλὰ χορεύων· ἢ ὁ περὶ αὐτὸν πλῆθος χορείας συνιστῶν. <!-- π.435 -->Πληθοχορεία: ἡ ἐπὶ πολὺ ἐκτεινομένη χορεία. Πλόκιον Γοργάδος: τὸν δοθέντα πλόκαμον τῆς Γοργόνης Ἀστεροπηῖ τηῖ Κηφέως· καθʼ ὃν χρόνον Κηφεὺς Ἡρακλεῖ συνεστράτευσεν εἰς Λακεδαίμονα, ἵνα τούτου ἀποδημοῦντος, ἡ πόλις ἀπόρθητος μείνη. Πλύνεται: λοιδορεῖται· αἰσχρῶς ὑβρίζεται. Πλόχανον: πλέγμα ωἷ ὁ σῖτος καθαίρεται. Πλυνοί: πύελοι ἐν οἷς πλύνουσιν. Πλυντήρια: ἑορτὴ Ἀθηναίων. Πλύσμα: οὐ πλύμα. Πλῶτες: εἶδος ἰχθύων. Πλωθεύς: Πλωθεία δῆμος τῆς Αἰγηΐδος, καὶ ὁ δημότης Πλωθεύς. Πλωτόν: πλεόμενον. Πνεύσας: σφοδρῶς ὀργισθείς. Πνιγεύς: ὁ φοῦρνος. Πνῖγος: καῦμα. Πνύξ: Ἀθήνηισιν ἐκκλησία· ἢ ἀπὸ τοῦ πυκνοῦσθαι τὸν ὄχλον ἐκεῖ· ἢ ἀπὸ τοῦ πυκνὰ εἶναι τὰ περὶ αὐτὴν οἰκήματα. Πόα: ἑκάστη βοτάνη οὕτως λέγεται· ἡ δὲ σμήχουσα, ποία λέγεται παρὰ Δημοσθένει καὶ Λυσία. Ποάστριαι: αἱ τὴν πόαν ἐκλέγουσαι τοῦ σίτου καὶ τὴν καλάμην. Ποδανιπτῆρα: καὶ λεκάνην λέγουσιν. Ποδαπόν: διὰ τοῦ δ, οὐχὶ διὰ τοῦ τ· ἔστι γὰρ οἷον ποίου δαπέδου. <!-- π.436 -->Πόδεια: ἐνειλήματα ποδῶν. Ποδεών: κυρίως τοῦ ἀσκοῦ τὰ προύχοντα· ἤτοι τῶν ποδῶν τὰ δέρματα. Ποδηγέστερον: ὁδηγητικώτερον. Ποδήρης: ἕως τῶν ποδῶν χιτών· οἱ δὲ τὸ συρραπτόμενον εἰς τὸ κατώτερον τῆς στολῆς ἐκ πορφύρας ἢ βύσσου ῥάκιον. Ποδοκάκη: ξύλον ωἷ ἐν εἰρκτηῖ τοὺς πόδας ἐμβάλλοντες συνέχουσιν· ὃ παρὰ Ῥωμαίοις κοῦσπος λέγεται. Ποδοκάκη: Δημοσθένης κατὰ Τιμοκράτους· τὸ ξύλον τὸ ἐν τωῖ δεσμωτηρίωι οὕτως ἐκαλεῖτο· ἤτοι παρεμβεβλημένου τοῦ ἑτέρου κ, ποδῶν τις κάκωσις οὖσα· ἢ κατὰ συγκοπὴν, ὡς Δίδυμος, οἷον ποδοκατόχη. Ποδοστράβη: ποδοστράβας ἔλεγον μηχανήματα τινὰ ὑπὸ τῶν κυνηγετῶν κατασκευαζόμενα· εἰς ἃ τὰ θηρία ἐμβαίνοντα ἡλίσκετο· οὕτως Ὑπερίδης καὶ Ξενοφῶν. Ποδοστράβη: εἶδος πάγης· ωἷ οἱ κυνηγοὶ πρὸς τὰς θήρας ἐχρῶντο. Πανδώνυχον: ἐσθὴς τῆς Πανδρόσου κυκλοτερής. Πόει: χωρὶς τοῦ ι λέγουσι. Πόθεν: ἐκ τόπου. Πόθι: ποῦ. Ποῖ θεῖς: ποῦ τρέχεις. Ποιήεσσαν: σιτοφόρον. Ποίαν: πᾶσαν βοτάνην. <!-- π.437 -->Ποιητέον: ἀντὶ τοῦ ἃ δεῖ ποιεῖν. Ποιήσειας: καὶ γράψειας· καὶ ποιήσειαν καὶ γράψειαν Ἀττικοὶ μᾶλλον· οἱ Ἴωνες δὲ καὶ οὕτω, καὶ ποιήσαις καὶ γράψαις. Ποίθιοι: τέσσαρες ἄνδρες αἱρετοὶ παρὰ Λάκωσιν· δύο καθʼ ἕκαστον βασιλέα σύσσιτοι. Ποῖ: εἴς τινα τόπον· τὸ δὲ ποῦ, ἔν τινι τόπω καὶ εἴς τινα τόπον. Ποῖ· ἦχος· Ποῖ: ἐγγύς· εἴς τινα τόπον· Ἐρατοσθένης δὲ τὸ ἐγγύς. Ποικιλομήτης: ποικιλόβουλος. Ποικιλτικήν: πολυμιταρικήν. Ποικιλόστερον: ποικιλόβουλος. Ποικιλτής: ὁ ποικίλα ποιῶν ἔργα. Ποικίλον: τὸ Διονυσιακὸν ἱμάτιον οὕτως ἔλεγον. Ποιμένας: καὶ ἐπὶ θηλυκοῦ λέγουσιν. Ποιμάνωρ: ποιμανδρῶν. Ποινήν: τιμωρίαν· ἀντέκτισιν· πρόστιμον. Ποιναν καὶ ἄποιναν: τὸ λύτρον· Σόλων. Πλοκάδες: τρίχες. Πολέμαρχος: ἀρχὴ τίς ἐστι παρʼ Ἀθηναίοις οὕτω καλουμένη· ἔστι δὲ οὗτος εἷς τῶν θʹ ἀρχόντων· διοικεῖ δὲ οὗτος ἄλλά τε καὶ εἰσάγει δίκας, τάς τε <!-- π.438 -->τοῦ ἀποστασίου, καὶ ἀπροστασίου, καὶ κλήρων, καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἄλλα ὅσα τοῖς πολίταις ὁ ἄρχων ἔστι, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος· ἔστι δὲ καὶ κύριον ὄνομα, ὁ τοῦ Λυσίου ἀδελφός. Πολέμαρχος: Ἀθήνηισιν ἄρχων εἷς τῶν θʹ· οὗτος τὸ μὲν παλαιὸν τῶν ἐν πολέμοις ἡγεῖτο· ἀφʼ οὗ καὶ τὴν κλῆσιν ἔχει· ὕστερον δὲ τῆς ἡγεμονίας ἐκείνης ἀφαιρεθεὶς, προειστήκει μὲν τῶν τε ξένων καὶ τῶν μετοίκων· οὐκ ἤμειψε δὲ τὴν κλῆσιν. Πολεμησείειν: πολεμητικῶς ἔχειν· Θουκυδίδης ἐν τηῖ αʹ· ὡς καὶ τὸ Ὁμηρικόν· Τῶ ῥʼ οἵγʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο· οὕτως καὶ γαμησείειν Ἀττικοὶ φασὶ καὶ ἄλλας φωνὰς οὕτως σχηματίζουσιν. Πολεμιστὴς ἵππος: οὐχ ὡς ἄν τις οἰηθηῖ, ὁ εἰς τοὺς πολέμους ἐπιτήδειος, ἀλλʼ ὁ ἐν τοῖς ἀγῶσι σχῆμα φέρων, ὡς εἰς πόλεμον εὐτρεπισμένος· ἦν γὰρ τοιοῦτον ἀγώνισμα. Πολεμητέα εἶναι ἐν τάχει: ἀντὶ τοῦ δεῖν πολεμεῖν· ἰστέον δὲ ὅτι τὰ τοιαῦτα θετικὰ ἐπιῤῥήματα ἔχουσιν ἐν αὐτοῖς ἢ χρὴ ἢ τὸ δεῖ· οἷον γαμητέον, ἀντὶ τοῦ, χρὴ γαμῆσαι· ἢ πλευστέον, ἀντὶ τοῦ, δεῖ πλεῦσαι· καὶ, οὐ παραδοτέα, ἀντὶ τοῦ, οὐ χρὴ παραδοῦναι. Πολεορκία: φυλακή. <!-- π.439 -->Πόλεις παίζειν: τὰς νῦν χαρὰς καλουμένας ἐν ταῖς ζʹ ψήφοις. Πολιούχοις: τοῖς τῶν πόλεων ἄρχουσιν. Πολίοχος: καὶ Πολυάκης· ὀνόματα κύρια. Πολιτεία: ἰδίως εἰώθασι τῶ ὀνόματι χρῆσθαι οἱ ῥήτορες ἐπὶ τῆς δημοκρατίας· καὶ Ἰσοκράτης ἐν τωῖ Πανηγυρικωῖ· καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς. Πολιτεύμασιν: ταῖς πολιτείας ἢ ταῖς ἄλλαις αἱρέσεσιν. Πολιτοκοπεῖν: Δίφιλος. Πολιτικός: ἀστεῖος μετά τινος τέχνης. Πολλὰ χαίρειν φράσας: ἀποταξάμενος· ἀπογνούς. Πολλοστημόριον: τὸ ἐλάχιστον μέρος. Πολλοστόν: ἐπὶ τάξεως καὶ μορίου· Δημοσθένης καὶ ἄλλοι. Πόλλʼ οἶδʼ ἀλώπηξ, ἀλλʼ ἐχῖνος ἓν μέγα:  <span class="gap">…</span> Πολλοῦ γε καὶ δεῖ: οὐδὲ ὅλως. Πολλοῦ δὴ δέω καὶ λέγειν: σιωπῶ· πόρρω λίαν εἰμὶ τοῦ λέγειν· οὐ βούλομαι λέγειν. Πόλου: οὐρανοῦ· ἢ κόσμου. Πολύαινος: πολλοῦ ἐπαίνου ἄξιος. Πολυάνδρειον: μνῆμα· τάφος. Πολυβότειρα: πολλοὺς τρέφουσα. <!-- π.440 -->Πολυγηθής: πολυχαρής. Πολύγνωτος: οὗτος ζωγράφος μὲν ἦν τὴν τέχνην· Θάσιος δὲ τὸ γένος· υἱὸς δὲ καὶ μαθητὴς Ἀγλαοφῶντος· τυχὼν δὲ τῆς Ἀθηναίων πολιτείας, ἢ ἐπεὶ τὴν ποικίλην στοὰν ἀνέγραψε προῖκα· ἢ, ὡς ἔνιοι, τὰς ἐν τωῖ Θησαυρωῖ καὶ τὰς ἐν Ἀνακείω γραφάς. Πολυγνώτου λαγώς: ἐζωγραφημένος ἐν τωῖ Ἀνακείωι ὑπὸ τοῦ Πολυγνώτου. Πολυδαιδάλου: πολλὰ ποικίλματα ἔχοντος. Πολυειδής: πολύμορφος. Πολύευκτον: τίμιον· πολυπόθητον. Πολυζύγωι: πολυκαθέδρωι. Πολύθετον: καὶ πολύσεπτον· ὑπὸ πολλῶν λιτανευόμενον. Πολυθρύλλητον: πεφημισμένον· διαβεβοημένον· ὀνομαστότατον. Πολυκηδέος: πολυφροντίστου. Πολύκλητοι: ἐκ πολλῶν κεκλημένοι τόπων. Πολύκμητος: πολυκάματος. Πολύκρημνον: δύσβατον· ὀρεινόν. Πολυμάργοις: ἠχητικοῖς. <!-- π.441 -->Πολύμητις: πολύβουλος. Πολυμνήστειʼ ἀείδειν: γένος τί μελοποιίας· Κολοφώνιος δὲ ὁ Πολύμνηστος. Πολυπάμων: πολλὰ κεκτημένος. Πολυπαίπαλος: πεποικιλμένος· οὐχ ὁμαλός· μετενήνεκται ἀπὸ τῶν μὴ ἐπʼ εὐθείας ὁδῶν. Πολλύνεται: πολὺς γίνεται· αὐξάνει· πληθύνει. Πολυπίδακα: πολλὰς ἀναβολὰς ἔχουσαν. Πολύποδος δίκην: αὐτὸς ἑαυτὸν καταφαγών. Πολυστείνοις: πολυπορεύτοις. Πολυπτύχου: πολλὰς ἀποκλίσεις ἔχοντος· οἷον πτύχας. Πολύρρηνες: πολλὰ θρέμματα ἔχοντες. Πολύς: σφοδρός. Πολύστρατος: οὗτος αἰτίαν ἔχων τὰς Ἑρμὰς περικόψαι, ἀνηρέθη ὑπὸ Ἀθηναίων· οὗ Λυσίας μέμνηται· ἕτερος δέ ἐστιν ὑπὲρ οὗ λόγον ἔγραψεν ὁ αὐτὸς Λυσίας· ἄλλος δʼ ἂν εἴη, οὗ μνημονεύει Δημοσθένης ἐν Φιλιππικοῖς· λέγων αὐτὸν ποτὲ ἐν Κορίνθωι ξενικὸν τρέφειν· μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν Πολύτροπον, ἀντὶ τοῦ Πολυστράτου· παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον, ἡγησάμενον τοῦ ἐν Κορίνθωι ξενικοῦ· τὸν μέντοι Πολύτροπον Ἀθηναῖον εἶναι. Πολυσχιδής: πολυμερής. Πολυτελές: τὸ δαπανηρόν· Θουκυδίδης. Πολυτελεῖν: τὸ πολυδαπάνως ζῆν. <!-- π.442 -->Πολυτιμητιζόμενος: θεραπευόμενος. Πολύτλας: πολλὰ ὑπομένων. Πολύτορον: δέρμα τὸ τοῦ ἐχίνου. Πολυφασίας: πολυλογίας. Πολυφλοίσβου: πολυταράχου. Πολυφραδέστερον: συνετὸν ἐν λόγωι. Πολύχουν: πολυφόρητον· ἢ πολυειδῆ. Πολυωρήσεις: πολλὴν φροντίδα ποιήσεις· φυλάξεις. Πόλφοι: τὰ ἐκ τῶν χίδρων καὶ ἐκ τῆς ἐρικτῆς ἑψόμενα. Πομπεία: λοιδορία· καὶ οἱ δικανικοὶ χρῶνται τωῖ ὀνόματι. Πομπείας καὶ πομπεύειν: ἀντὶ τοῦ λοιδορίας καὶ λοιδορεῖν· Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος· ἡ μεταφορὰ δὲ ἀπὸ τῶν ἐν ταῖς Διονυσιακαῖς πομπαῖς ἐπὶ τῶν ἁμαξῶν λοιδορουμένων ἀλλήλοις· Μένανδρος Περινθίαι· Ἐπὶ τῶν ἁμαξῶν εἰσὶ πομπεῖαι τινὲς, Σφόδρα λοίδοροι. Πομπεία: λέγεται πομπεία καὶ τὰ εἰς πομπὰς κατασκευαζόμενα σκεύη· ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τοῖς κατὰ Ἀνδροτίωνος ὑποσημαίνει· Φιλόχορος δέ φησιν ὡς πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας τῶν λʹ κατασκευασθεῖσιν· ὀψὲ καὶ Ἀνδροτίων ἄλλα κατεσκεύασεν. Πομπεύει: ὡς νενικηκὼς μεγαληγορεῖ. Πομπή: θεώρημα. Πομπή: ἀπόπεμψις· σημαίνει δὲ καὶ τὸ κοινῶς. <!-- π.443 -->Πομπὴν ἔπεμπον: ἢ ἀνεπόμπευον. Πομπήν: τὴν πέμψιν· Θουκυδίδης δʹ· ξύλων τε ναυπηγησίμων πομπήν. Πομπόν: συνοδοιπόρον καὶ προπέμποντα. Πομποστολεῖ: ἐκπέμπει τηῖ νηῒ τὸν στόλον. Πομφόλυγες: αἱ ἐκ τῶν ὄμβρων ἢ ἄλλως καταφερόμεναι. Πομφόλυξ: ἐκβρασμὸς ὕδατος. Πόνηρος: ἐπίπονος· ἡ πρώτη ὀξεῖα. Πονταράκη: τὰ σπαράγματα τῶν σπόγγων. Ποντεινοί: σπόγγοι. Ποντόβροχος: θαλασσόβροχος. Πόντος: κυρίως μὲν ὁ ἔνδον τῆς Χερρονήσου καὶ Εὐξείνου καλούμενος· καταχρηστικῶς δὲ πᾶσα ἡ θάλασσα. Πονωπόνηρος: σφόδρα πονηρός. Πόπανα: πλακούντια πλατέα καὶ λεπτὰ καὶ περιφερῆ. Ποππύσματα: κολακεῖαι εἰς τοὺς ἀδαμάστους ἵππους. Πορεῖα: τὰ εἰς πορείαν χρήσιμα. Πορθήσειας: ἕλοις· λάβοις. Πόρθησις: ἐρήμωσις. Πόρδαλιν: οἱ ἄλλοι Ἕλληνες· Ἀττικοὶ πάρδαλιν· Ὅμηρος τὸ μὲν ζῶον διὰ τοῦ ο, τὴν δορὰν δὲ διὰ τοῦ α. <!-- π.444 -->Πορθμός: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· πόλις ἐστι τῆς Εὐβοίας. Πορθμός: πέραμα· ἀμφίγειος θάλασσα· ἰσθμὸς γάρ ἐστι γῆ στενὴ, ἑκατέρωθεν ἔχουσα θάλασσαν· πορθμὸς δὲ θάλασσα ὑπὸ γῆς περιεχομένη. Πόριμον: εὐπόριστον. Πορισταί: οἱ τοὺς πόρους εἰσηγούμενοι δημαγωγοὶ ἐπὶ τωῖ ἑαυτῶν λυσιτελεῖν. Πόρκης: ὁ ἐπιδακτύλιος τῆς ἐπιδορατίδος· ὁ περιειργνύων αὐτὴν πρὸς τὸ ξύλον. Πόρκος: κύρτος θαλάσσιος ὁ εἰς ἄγραν ἰχθύων. Πόρον: διέξοδον· τρίβον· καὶ περαίωσις ποταμοῦ. Πόρος: πέρας ἢ ποταμὸς, ἢ ὁδὸς, ἢ φυσήματα ὑδάτων ἢ μηχανὴ, ἢ τέχνασμα. Πόρος: Δημοσθένης ἐν τηῖ πρὸς Εὐβουλίδην ἐφέσει· δῆμός ἐστι τῆς Ἀκαμαντίδος ὁ Πόρος· καὶ ὁ δημότης Πόριος. Πόρπαξ: τὸ ἐντὸς τῆς ἀσπίδος πρόσθημα, διʼ οὗ τὴν χεῖρα διεῖρον. Πόρπη: φίβλα. Πορποῦσθαι: φιβλοῦσθαι. Πορσύνεται: ὁδεύεται· ἀπὸ τοῦ πόρου· Σοφοκλῆς. Πορφύρει: ταράσσεται. Ποσαπλῶς: ποσαχῶς· ἀναριθμήτως. Ποσειδεών: καὶ οὗτος μὴν Ἀθήνηισιν ὀνομασθεὶς ἀπὸ τοῦ καθιερῶσθαι τωῖ Ποσειδῶνι. <!-- π.445 -->Ποσειδεών: ἕκτος μὴν παρὰ Ἀθηναίοις οὕτω καλούμενος. Πόσθιον: αἰδοῖον· ἢ τὴν Ἀφροδίτην. Πόσθων: κυρίως λέγεται παιδάριον· οὕτως γὰρ ὑποκοριζόμενοι ἔλεγον ἀπὸ τοῦ αἰδοίου· πόσθιον γὰρ τοῦτο καλοῦσιν· δεῖ δὲ καὶ τὸν παιδαριώδη καὶ ἄφρονα κατὰ μεταφοράν. Πόσις: ἀνήρ. Ποταγωγίδες: φάνται ἢ μηνυταί. Ποταμοί: δῆμος τῆς Λεοντίδος· οὗ ὁ δημότης Ποτάμιος· ἐκωμωδοῦντο δὲ, ὡς ῥαιδίως δεχόμενοι τοὺς παρεγγράφους. Ποταίνιος: πρόσφατος· Δώριος δὲ ἡ λέξις. Πότε: λέγεται πρὸς τὸ νῦν κατʼ ἄμφω· καὶ κατὰ τὸ παρεληλυθὸς καὶ κατὰ τὸ μέλλον· κατὰ μὲν τὸ παρεληλυθὸς, πότε ἐγένετο· κατὰ δὲ τὸ μέλλον, πότε ἔσται. Πότερον: τὸ πευστικὸν βαρυτόνως· ὀξυτόνως δὲ ποτερός· ἅτερος· καὶ προστιθέντες τὸ ἕτερον λέγουσι συνήθως ἕτερον. Πότερον: ἆρα· ὁποῖον· ποταπόν. Ποτίκρανον: προσκεφάλαιον· ὅτε δὲ τὸ ὑπειρέσιον, ἐφʼ οὗ καθέζονται οἱ ἐρέσσοντες. Πότις: ἡ γυνὴ ἡ μεθύση. Ποτήριον: λέγουσιν, οὐ μόνον ἔκπωμα· Ἀριστοφάνης. Πότνα: δέσποινα. Πότμον: μόρον· θάνατον. <!-- π.446 -->Ποτνιάδας: Βάκχας· Εὐριπίδης. Ποτνιᾶται: παρακαλεῖ· ἐπικαλεῖται θεούς. Ποτνιώμενος: δυσφορῶν· μετʼ οἰμωγῆς παρακαλῶν. Ποτώμεναι: διατρίβουσαι. Ποῦ μήν: ποῦ δὴ οὖν. Πρακτικόν: ἀνυστικόν. Πράγματʼ ἐξ ἀπραξίας: λεγόμενον τί. Πραμεῦσαι: παρελθεῖν· παραλλάξαι. Πράμνειος οἶνος: Ἀρίσταρχος ἐπιμελῶς τὸν ἡδὺν οἶνον Πράμνειον ἔλεγεν· τινὲς τὸν ὤνιον οἶνον ἢ παραμόνιον· τινὲς ἀπὸ ἀμπέλου Πραμνείας ὀνομαζομένης· ὁ δὲ ἰδίως τὸν μέλανα· ἔνιοι τὸν πραΰνοντα τὸ μένος· Σῆμος ὁ Δήλιος ἐν τρίτωι· ἐν ηἷ καὶ ὁ πράγμων πέτραν εἶναι ἀφʼ ἧς τὸν οἶνον εἶναι. Πρανές: κάταντες. Πρανής: ὁδὸς κατωφερής. Πρανιχθῆναι: τὸ ἐπὶ στόμα πεσεῖν. Πραξιδίκη: θεὸς ἧς κεφαλὴν μόνον ἱδρύοντο· Μνασέας δὲ ἐν τωῖ περὶ Εὐρώπης Σωτῆρος καὶ τῆς ἀδελφῆς Πραξιδίκης γενέσθαι Κτήσιον υἱὸν, καὶ θυγατέρας Ὁμόνοιαν καὶ Ἀρετήν· ἃς ἀπὸ τῆς μητρὸς Πραξιδίκας κληθῆναι· Διονύσιος δὲ ἐν Κτίσεσιν, Ὠγύγου θυγατέρας· Ἀλκομενίαν· Θελξινίαν· Αὐλίδα· ἃς ὕστερον Πραξιδίκας ὀνομασθῆναι. <!-- π.447 -->Πράστιλλος: πόλις Μακεδονική. Πρασοκουρεῖς: χλωροί. Πρατήρ: οὐχὶ πράτης ὑπὸ τῶν Ἀττικῶν λέγεται. Πρατέας: ὁ τὰ δημόσια πωλῶν· κήρυξ δημόσιος. Πραττομένους: ἀπαιτουμένους· Ἰσοκράτης· καὶ τοὺς μαθητὰς μικρὸν πραττομένους. Πραϋπάθειαν: πραΰτητα· ἡσυχίαν. Πράως: οὐ πραέως· καὶ πρᾶον, οὐ πραΰ· καὶ πρᾶος, οὐ πραΰς. Πρέμνα: τὰ παχέα ξύλα. Πρέμνον: στέλεχος δένδρου. Πρεμνίζειν: καταβάλλειν τὰ πρέμνα· τουτέστι τὰ παχέα καὶ μεγάλα ξύλα. Πρέψαι: τὸ ὁμοιῶσαι· Αἰσχύλος. Πρεσβεύειν: προτιμᾶν· Εὐριπίδης. Πρέσβεων καὶ πρεσβευτῶν: ἑκατέρως ὑπὸ τῶν ῥητόρων εἴρηται· ἔστι δὲ τὸ μὲν καθωμιλημένον καὶ τὴν Ἑλληνικὴν ἀναλογίαν σῶζον· ὅτʼ ἂν εἴπωσι πρέσβεις· καὶ χρῶνται τούτωι συνήθως ἅπαντες· εὑρίσκεται δὲ καὶ τὸ πρεσβευτάς. Πρεσβυγένεια: παλαιοτέρα γένεσις· καὶ συγκριτικῶς προυργιαίτερον. Πρεσβυτάτην: ἐντιμοτάτην. Πρεσβύτερος: μείζων. <!-- π.448 -->Πρεσβύτερος Κόδρου: παροιμία ἐπὶ τῶν πανὺ παλαιῶν, ἀπὸ τοῦ βασιλεύσαντος Ἀθήνησι Κόδρου. Πρηγοριών: ὁ πράτης καὶ προαγορεύων καὶ προλέγων. Πρηνές: ἐπὶ πρόσωπον. Πρῆμαι καὶ πρημάδες: γένος ἰχθύων. Πρῆσαι: καῦσαι. Πριάμενος: ἀγοράσας. Πριαμωθῆναι: ξυρηθῆναι· τὸ γὰρ τοῦ Πριάμου πρόσωπον ξυρίας ἐστίν. Πριμιγγιλίων: τιμῶν ἤτοι βασιλικῶν δωρεῶν ἢ προνομίων. Πριμικήριος: ὁ πρῶτος τάξεως τυχούσης. Πρινὴ πτίσαι τὰ ἄλευρα: παροιμία· καὶ, Πρὶν τοὺς ἰχθῦς ἑλεῖν, σὺ τὴν ἅλμην κυκᾶς· καὶ, Πρὶν ἐσφάχθαι δέρεις. Πρίου: ἐλευθέρωσον. Πρηστήρ: πῦρ ἀπʼ οὐρανοῦ. Πριών: ὀξυτόνως, τὸ ἅρμενον· πρίων δὲ, ὡς παίων, ὁ τέμνων τῶ ἁρμένωι τούτωι· τὸ δὲ πληθυντικὸν, πρίονες διὰ τοῦ ο· Κρατῖνος. Πριῶ: ἀγοράσω. Πρό: ἀντὶ τοῦ ἀντί· Φιλήμων Παγκρατιαστηῖ· Δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου· Ἀθλεύων πρὸ ἄνακτος· Ὅμηρος. Προαγήλη: τιμήσει. <!-- π.449 -->Προαγωγός: διδάσκαλος κακῶν. Προαιρούμενοι: προφέροντες. Προαλέστατον: προπετέστατον. Προαλίσαντες: προαθροίσαντες. Προαναθρώσκειν: προπηδᾶν. Προανάσχοι: προανατείλοι. Προαύλια: προαυλήματα· ὡς προαμβολὰς καὶ προανακρούσεις. Προαύλιον: ὃ προενδίδωσιν οἱ αὐληταὶ, οἷον προαύλημα. Προβάλλεσθαι: ἀντὶ τοῦ προτείνεσθαι· Θουκυδίδης· τὰ δὲ Μηδικὰ καὶ ὅσα αὐτοὶ ξύνιστε, καὶ διʼ ὄχλου μᾶλλον· ἔσται δὲ ἀεὶ προβαλλομένοισι· καὶ ὁ ῥήτωρ· τὴν ἀειλογίαν ὁρῶ ἀεὶ προβαλλομένους. Προβαλλομένους: ἀντὶ τοῦ ὑποτιθεμένους· οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους· ὁ Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· καὶ τῶ κατʼ Αἰσχίνου, τὴν προαίρεσιν, φησὶ, τῆς πολιτείας προβεβλημένην καὶ ἄπιστον εἰπεῖν· ἀντὶ τοῦ εὐλαβῶς ἔχουσαν καὶ φυλαττομένην· ἐν δὲ τωῖ κατὰ Μειδίου· καὶ προυβαλόμην, φησὶν, ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν· ἀντὶ τοῦ προβοληῖ ἐχρησάμην τηῖ συνήθει καὶ νομιζομένηι κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων· ἐν δὲ τοῖς Φιλιππικοῖς φησί· προβάλλεσθαι δʼ ἢ βλέπειν ἐναντίον, οὔτε οἶδεν οὔτε ἐθέλοι· ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην <!-- π.450 -->Πρόβαλλον: ἀσπίδα. Πρόβασις: ἡ τῶν βοσκημάτων κτῆσις. Πρόβατα: πάντα τὰ τετράποδα. Προβατεία: ἡ τῶν προβάτων κτῆσις καὶ νομή. Προβατοκάπηλος: προβατοπῶλος· ἐλέγετο δὲ Λυσικλῆς. Προβέβουλα: προέκρινα. Προβιβάσαντες: προάξαντες. Προβλῆτας: ἔξω προβεβλημένας ὑπὲρ ἀσφαλείας· οἱ δὲ τὰς πρώτας προβεβλημένας· ὃ καὶ μᾶλλον. Προβολάς: ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἢ τινῶν ἄλλων δυνάμεων· ἐπὶ σωτηρίαι καὶ κράτει γινομένων· οὕτως Δημοσθένης· παρὰ δὲ Αἰσχίνηι ἡ προβολὴ τούνομα γέγονεν ἀπὸ τοῦ προβάλλεσθαι τινὰ ἀδικεῖν. Προβουλεύματα: τὰ τῆς βουλῆς περὶ τῶν ψηφισμάτων βουλεύματα· ἃ πρὸ τοῦ δήμου ἐβούλευεν· τὰ γὰρ ψηφίσματα πρῶτον μὲν εἰσίετο εἰς τὴν βουλήν· εἶτα δεξαμένης εἰσεφέρετο εἰς τὸν δῆμον, ἤδη προκυρωθέντα καὶ προβουλευθέντα· εἰ δὲ μὴ ἐδέξατο ἡ βουλὴ, οὐδʼ εἰς τὸν δῆμον εἰσεφέρετο· ἀλλὰ παρανομῶν ὁ εἰσάγων ἡλίσκετο· μετὰ μέντοι καὶ τὸν δῆμον χειροτονῆσαι κύρια ἦν τὰ προβουλεύματα, εἰ μή τις ἐγράψατο. Προβολή: γραφὴ κατὰ τῶν συκοφαντούντων. <!-- π.451 -->Προβόλιον: εἶδος τί δόρατος· ωἷ χρῶνται οἱ κυνηγέται πρὸς τὴν τῶν συῶν θήραν. Πρόβολον: πρόμολον· πρόμαχον. Πρόβολος: τὸ τῶν σιτίων δοχεῖον. Προβόλωι: προβεβλημένηι εἰς θάλασσαν πέτρα. Πρόβολοι: αἱ εἰς θάλασσαν προκείμεναι πέτραι· καὶ οἷον ἀκταί τινες· Δημοσθένης ἐν Φιλιππικοῖς. Προβούλευμα: τὸ ὑπὸ τῆς βουλῆς ψηφισθὲν, πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι· Δημοσθένης ἐν τωῖ κατʼ Αἰσχίνου. Πρόβουλος: ἔξαρχος τοῦ βουλευτηρίου. Προβύσαι: ἐξελκύσαι. Πρόδικον δίκην: τὴν ἐπὶ φίλων καὶ διαιτητῶν· Ἀριστοφάνης Κενταύρωι· Ἐγὼ γὰρ, εἴ τι σʼ ἠδίκηκʼ, ἐθέλω δίκην Δοῦναι πρόδικον ἐν τῶν φίλων τῶν σῶν ἑνί. Προδόμωι: τηῖ πρὸ τοῦ οἴκου παστάδι. Προδοσίκομπος: ὁ ὑποσχετικός· ὁ τὰς ἑαυτοῦ ὑποσχέσεις ἐν οὐδενὶ τιθέμενος, ἀλλὰ προδιδούς. Προδοτίστερον: λέγουσιν ὡς λαγνίστερον· καὶ κλεπτίστερον· καὶ πτωχίστερον. Πρόδρομοι: ἄδοξοι. Προεγκεῖσθαι: ἐπικεῖσθαι. Πρόεγμα: στήριγμα. Πρόεδροι: οἱ τὰ περὶ τὰς ἐκκλησίας Ἀθήνηισι <!-- π.452 -->διοικοῦντες· εἷς ἐκληροῦτο ὑπὸ τῶν Πρυτανέων καθʼ ἑκάστην ἐκκλησίαν ἐξ ἑκάστης φυλῆς· πρόεδροι δὲ, ὅτι προεδρίαν εἶχον ἐν ταῖς ἐκκλησίαις. Πρόεδροι: ἐκληροῦντο τῶν Πρυτανέων καθʼ ἑκάστην πρυτανείαν, εἷς ἐξ ἑκάστης φυλῆς, πλὴν τῆς πρυτανευούσης· οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διωίκουν· ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων· ὅτι δὲ ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς, εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείαι. Πρόεδρος: ὁ τῆς πολιτείας ἀρχηγὸς καὶ ἡγεμών. Προέηκεν: προέπεμψεν. Προειδόμενοι: προγνῶσται. Προείλαντο: ἠθέλησαν. Προειλόμεθα: προήκαμεν. Προέμενος: ἐκδιδούς· προδούς· περιφρονήσας. Προέμενος: ἀντὶ τοῦ προαφεὶς τῶν αὐτοῦ τί, πρὶν πίστιν λαβεῖν. Προέπεσον: προπετῶς ἐποίησαν· Ὑπερίδης. Προδικασία: οἱ τὰς ἐπὶ φόνωι δίκας ἐγκαλούμενοι ἐν Πρυτανείω πρὸ τῆς δίκης διατελοῦσιν ἐπὶ τρεῖς μῆνας, ἐν οἷς ἐξ ἑκατέρου μέρους λόγοι προάγονται· τοῦτο φασὶ προδικασίαν. Προέντες: προδόντες. Προέσθαι: προδοῦναι. Προετικός: χαριστικός. Προέτω: προπεμψάτω. <!-- π.453 -->Προεχόμεθα: ὑποβαλλόμεθα ἢ προβαλλόμεθα. Προηγγελκέναι: προμεμηνυκέναι. Προήκατο: προέδωκεν. Προημώμενον: τὸν περὶ γάμου ἐντυγχάνοντα καὶ μνηστευόμενον. Προηροσία: ἡ ὑπὲρ τῶν καρπῶν θυσία γινομένη ὑπὸ Ἀθηναίων κατὰ μαντείαν ἐν Ἤλιδι. Προηροσία: ὄνομα θυσίας. Προηροσίαι: αἱ πρὸ τοῦ ἀρότου γινόμεναι θυσίαι. Προήσομαι: προδώσω. Προήχθην: προετράπην· ὡς ἐξήχθην καὶ ἐξετράπην. Προθέλυμνα: συνεχῆ· ἄλλα ἐπʼ ἄλλοις. Προθελύμνους: ἄλλας ἐπʼ ἄλλαις. Πρωθήβας: πρώτους ἀκμάζοντας νέους. Προθεσμίας νόμους: Δημοσθένης ὑπὲρ Φορμίωνος τὴν τῶν εʹ ἐτῶν ἂν λέγοι προθεσμίαν. Πρόθεσις: τὸ τὸν νεκρὸν προθεῖναι· προετίθεσαν δὲ πρὸ τῶν θυρῶν, ὥστε φανερὸν γίνεσθαι ὅτι οὐκ ἐξ ἐπιβουλῆς τινος ἀνηίρηται· ὡς δὲ ἔνιοι, πρὸς τὸ μὴ δοκεῖν ἀνηλῶσθαι· τὰ παλαιὰ γὰρ ἤσθιον ἀλλήλους. Προϊέμενος: προδιδούς. Προΐκτας: τοὺς προϊχνουμένους καὶ ἐπαιτοῦντας τὴν τροφήν. Προΐσταται: ἐπιπολάζει· ἀπὸ τῆς τροφῆς μετενήνεκται. <!-- π.454 -->Προικός: δόσεως· ἀντὶ τοῦ δωρεᾶς· πᾶν γὰρ δῶρον οὕτως καλεῖ ὁ ποιητής. Προΐστορες: οἱ μαρτυροῦντες. Προΐσχεται: προβάλλεται. Προκόλπιον: πρὸ τοῦ κόλπου· λαμβάνεται δὲ καὶ ἐπὶ δωροδόκων. Προκόμιον: κόμην. Πρόκλησις: εἰώθεσαν ὁπότε δικάζοιντο τινὲς, ἐξαιτεῖν ἐνίοτε θεράποντας ἢ θεραπαίνας εἰς βάσανον ἢ εἰς μαρτυρίαν τοῦ πράγματος· καὶ τοῦτο ἐκαλεῖτο προκαλεῖσθαι· τὸ δὲ γραμματεῖον τὸ περὶ τούτου γραφόμενον, ὠνομάζετο πρόκλησις. Προκαλεῖσθαι: οὐ τὸ εἰς ἀγῶνα καὶ μάχην, ἀλλὰ τὸ εἰς συμβάσεις καὶ συνθήκας· Θουκυδίδης· οἱ δὲ δικανικοὶ ἐπὶ πάσης προκλήσεως. Προκαταβολὴ καὶ προσκαταβόλημα: τῶν τελῶν πιπρασκομένων, δύο προθεσμίαι ἐδίδοντο τοῖς ὠνουμένοις· ἐν αἷς ἐχρῆν εἰσενεχθῆναι τὸ ἀργύριον· ὅπερ οὖν μέρος χρημάτων, πρὶν ἄρξασθαι τοῦ ἔργου, εἰσφέρουσιν εἰς τὸ δημόσιον, τοῦτο προκαταβολὴ καλεῖται· τὸ δὲ τηῖ δευτέραι προθεσμίαι διδόμενον, προσκατάβλημα. Προκόττα: κουρᾶς εἶδος. Προκότταν: τὴν πρὸ τῆς κεφαλῆς τρίχωσιν· κόττης γὰρ παρὰ τοῖς Δωριεῦσιν ἡ κεφαλὴ λέγεται. <!-- π.455 -->Προκνίς: γένος ἰσχάδων. Προκόπα: ἡ πρὸ τῆς κεφαλῆς τρίχωσις. Προκεχωρηκότος: προεληλυθότος· Θουκυδίδης. Πρόκριτον: ἐκλεκτὸν ἢ πονηρόν. Προκώνια: Λυκοῦργος κατὰ Μενεσαίχμου· Δίδυμος δὲ προκώνι, φησὶ, πυροὶ μέλιτι κεχρισμένοι· Ἀριστοφάνης δὲ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτως φασὶν ὀνομάζεσθαι· ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι· Δήμων δέ φησιν ἐν τωῖ περὶ θυσιῶν· καὶ προκώνιά ἐστι κάχρυς κατηριγμέναι μετὰ ἀρωμάτων. Προκώνια: ἢ ὡς Κράτης πυροκώνια, αἱ ἄφρυκτοι κριθαί· ἢ πυροὶ μέλιτι κεχρισμένοι. Προκώνια: κριθαὶ ἄφρυκτοι· εἰς ἄλφιτα ἁδρὰ κεκομμέναι· οἷον προκεώνια. Πρόκωπος: ἕτοιμος· πρόχειρος. Πρόληψις: γνῶσις. Προμαντεία: τὸ πρὸ τῶν ἄλλων ἁπάντων χρῆσθαι τωῖ ἐν Δελφοῖς μαντείωι· ἦν δὲ προεδρία τὸ αὐτό. Προμήθεια: πρόνοια. Προμηθεῖσθαι: προβουλεύεσθαι· προνοεῖσθαι. Προμηθεύσασθαι: προνοήσασθαι. Προμνῶμαι: προξενῶ· προμνηστεύομαι. Προμυθίζει: πρόσω χωρεῖ. Προμυλαία: θεὸς προμύλιος· ἣν ἀφίδρυντο ἐν τοῖς μυλῶσιν ὡς εὔνοστον. <!-- π.456 -->Προνάπης: ὄνομα κύριον. Πρόνοια: πρόγνωσις. Πρόνοια Ἀθηνᾶ: οἱ μὲν διὰ τὸ πρὸ τοῦ ναοῦ τοῦ ἐν Δελφοῖς ἑστάναι αὐτήν· οἱ δὲ ὅτι προυνόησεν ὅπως τέκη ἡ Λητώ. Πρόνοια: ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Πρόνοια, διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρῦσθαι· ταύτην δὲ Ἡρόδοτος ἐν τηῖ ὀγδόη Προνοίην ὀνομάζει. Προμετρητάς: Σκύθου τοῦ Προμετρητοῦ ἦν υἱὸς καὶ ἐν δημόταις γέγονεν καὶ αὐτὸς ἐν τηῖ ἀγοραῖ προμετρῶν διατετέλεκεν. Προνομή: διαρπαγή. Προνομίας: τιμῆς πλείονος. Προνομίων: προλημμάτων. Προνωπης: προτεταγμένος· προέχων. Προνώπιον: τὸ προεκκείμενον. Προόδων: ὁ τοὺς ὀδόντας ἐξωτέρω ἔχων τοῦ δέοντος. Προοίμιον: πρόλογος. Πρόοπτον: τὸ προορώμενον καὶ προφανές· οἷον τὸ προκείμενον πρὸ τῶν ὀφθαλμῶν. Προπάτωρ: ἢ ὁ πάππος ἢ ὁ πρόγονος. Προπάροιθεν: ἔμπροσθεν. Πρόπεμπτα: τὸ πρὸ πέντε ἡμερῶν τῆς ἐκκλησίας προγράφειν, ὅτι ἔσται ἡ ἐκκλησία εἰ τύχοι· ἵνα καὶ οἱ ἐν τοῖς ἀγροῖς συνέλθωσι καὶ ἕκαστον τῶν βουλῶν προευτρεπισθηῖ. Πρόπεμπτα: Δίδυμός φησι, μήποτε ἄλλα τινά εἰσιν <!-- π.457 -->ἐπιτίμια τὰ πρὸ τῆς μεταβολῆς· εἰσὶ γὰρ οἳ τὰ πέμπτα τῶν τιμημάτων παρακαταβάλλεσθαι φασίν· εἰ μὴ ἄρα πρόπεμπτα ὡς Δημοσθένης πρὸς ἡμέρας πέντε· ταῖς γὰρ μεγάλαις δίκαις οὐκ ἤρκει μία ἡμέρα πρὸς τὴν κρίσιν. Προπεπωκότες: ἀντὶ τοῦ προδεδωκότες· ἐκ μεταφορᾶς δὲ λέγεται. Προπέρυσιν: λέγουσιν ὡς ἡμεῖς. Προπηλακίζων: ἀδικῶν· ὑβρίζων· διασύρων· ἐξουθενῶν. Προπίνει: διὰ τοῦ οἴνου τιμαῖ· καὶ προδίδωσι· καὶ Δημοσθένης δὲ τοὺς προδιδόντας τὰς πατρίδας τοῖς ἐχθροῖς, προπίνειν ἔφη τοῖς ἐχθροῖς. Πρόπιον: μάντευμα. Πρόποδες: μεγάλους πόδας ἔχοντες. Προποδῶν: τὸ παρατυχόν· οἷον δήποτε. Προπολέμια: ἔοικεν εἶναι τὰ πρὸ τοῦ πολέμου θυόμενα ὑπὲρ τῆς νίκης. Πρόπολος: δούλη προπολεύουσα. Προπόλωι: θεράποντι. Προπύλαια ταῦτα: Δημοσθένης Φιλιππικοῖς· δύναται μὲν δεικτικῶς λέγεσθαι, ἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆς Πυκνός· βέλτιον δὲ ἀναφορικῶς ἀκούειν· ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτως λέγειν <!-- π.458 -->εἰώθασιν· ἐν γοῦν τωῖ κατʼ Αἰσχίνου ὁ αὐτὸς Δημοσθένης φησίν· ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν· Ἡλιόδωρος δὲ περὶ τῆς Ἀθήνηισιν ἀκροπόλεως φησίν· ἐν ἔτεσι μὲν γὰρ πέντε παντελῶς ἐξεποιήθη· τάλαντα δὲ ἀνηλώθη ͵βιβʹ· πέντε δὲ πύλας ἐποίησαν διʼ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασιν. Πρόρριζον: ἐκ ῥιζῶν. Προσαγώγιον: τὸ τῶν τεκτόνων ὄργανον, ὃ προσάγοντες εὐθύνουσι τὰ στρεβλὰ ξύλα. Πρὸς ἀκτῖνα: ἀνατολή. Προσανέχων: προσέχων· προσκεκολλημένος. Πρόσαντες: δυσχερὲς καὶ ἐναντίον. Πρὸς ἀπαλέξησιν: πρὸς βοήθειαν. Προσαρασσόμενα: προσρηγνύμενα· προσκρουόμενα. Προσαύρετο: προσηγάγετο. Προσβάλλει: προσέρχεται. Προσγράφει: προσκρίνει. Προσδοκᾶν: ὑπονοεῖν· ὑπολαμβάνειν· προσδέχεσθαι. Προσείσεται: προσελεύσεται. Πρόσειλος: πρὸς τὴν τοῦ ἡλίου αὐγὴν ἐστραμμένος. Προσείσας: προσανακινήσας. Προσέκειτο: ἀντὶ τοῦ προσεῖχε· Θουκυδίδης ἐν αʹ. Προσδεχόμενοι: προσδοκῶντες. Προσδεῖσθαι καὶ ἐνδεῖσθαι διαφέρουσι· τὸ μὲν γὰρ δηλοῖ ὀλίγων τινῶν κτῆσιν, τὸ δὲ παντελῶς ἀπορίαν τοῦ ὅλου δηλοῖ. <!-- π.459 -->Προσείρων: προσάπτων. Προσέκοψεν: ἀντὶ τοῦ προσέπαισεν· Ἄλεξις. Προσέκοψεν τωῖ ἀνθρώπωι: ἀντὶ τοῦ ἠλλοτριώσατο· οὕτως Ποσείδιππος. Πρὸς ἐμοῦ εἶ: οἰκεῖος μου· ἐγγύς μου· φίλος μου· παρʼ ἐμοί. Προσεποίσω: προσεπάξω. Προσεποιήσαντο: Ἰσαῖος· ἀντὶ τοῦ ἀντεποιήσαντο. Προσέπαισεν: προσέπαιξεν· Πλάτων τωῖ σ ἀντὶ τοῦ ξ κέχρηται. Προσερήσομαι: ἐρωτήσω. Προσεῤῥύη: προσεφοίτησεν· προσῆλθεν· οὐ προσέρευσεν. Προσέχειν: ἀντὶ τοῦ ἀκούειν καθόλου τιθέασιν· καὶ ἀντὶ τοῦ φυλάσσεσθαι· καὶ ἀντὶ τοῦ παρακεῖσθαι· τιθέασι δὲ καὶ ἐπὶ τῶν εὐνοούντων καὶ φιλοστοργούντων. Προσεχές: ἐγγύς. Πρὸς ζόφον: πρὸς δυσμάς. Προσηγλαϊσθω: ἐλαμπρύνετο. Προσηγμένον: ὑψηλόν· τιμιώτατον. Προσηγορία: προσφώνησις. Προσημπόλησα: προσέλαβον. Προσηροσίαι: αἱ πρὸ τοῦ ἀρότου γινόμεναι θυσίαι. Προσηρτημένος: προσκεκολλημένος. Πρὸς ἠώ: πρὸς ἀνατολήν. <!-- π.460 -->Προσθεῖναι τὰς θύρας: ἀντὶ τοῦ ἐπικλεῖσαι· Ἡρόδοτος ἐν γʹ. Προσίσχε: τὸ πρόσεχε· Κρατῖνος· Καὶ μὴ προσίσχε βαρβάροισι βουκόλοις· καὶ Εὔπολις· Προσίσχε τὸν νοῦν τηῖδε· καὶ Θουκυδίδης γʹ· παρανίσχον δὲ καὶ οἱ ἐκ τῆς πόλεως· οὕτως δὲ καὶ ὑπίσχομαι, οἵ τε τραγικοὶ καὶ Ἀριστοφάνης· Τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι. Προσίασι: προσέρχονται. Προσίενται: προσάγονται. Προσίεται: ἀρέσκεται· προσδέχεται. Προσιζήσαντες: προσκαθίσαντες. Πρόσιμεν: προσερχόμεθα. Προσιτόν: προσδεχόμενον. Προσιών: προσερχόμενος. Προσκαλέσαι: ἀντὶ τοῦ προσκαλέσασθαι. Προσκεφάλαιον κλητέον: ἀλλʼ οὐ τὸ Ῥωμαϊκὸν ὄνομα· καλεῖται δὲ οὕτως καὶ τὸ ὑπηρέσιον. Προσκέψομαι: περισκοπήσω. Προσκείμενοι: οἱ κολλώμενοι· οἱ προσεγγίζοντες. Πρόσκλησις: κλῆσις ἐπὶ δίκην. Πρόσκλησις: ἡ εἰς δικαστήριον κλῆσις· καὶ προσκαλέσασθαι, τὸ παραγγέλλειν εἰς δίκην· Δημοσθένης ἐν τωῖ περὶ τοῦ Ἁγνίου κλήρου. Προσκλήσεις: πρὸς ἃς καλεῖ τίς εἰς δικαστήριον ἢ βουλὴν κλητῆρας ἔχων· πρόκλησις δὲ χωρὶς τοῦ σ, καὶ προκαλεῖσθαι, ἐπὶ διαιτητὴν καὶ οἷον ἐπὶ <!-- π.461 -->βάσανον τινὸς ἀνδραπόδου ἢ μαρτυρίαν τοῦδε τινὸς βάλλεσθαι. Πρόσκλισις: ἑτερομέρεια. Προσκομιστέον: προσενεκτέον. Πρόσκομμα: ζημία· βλάβη· σκάνδαλον. Προσκυροῖ: προσεγγίζει. Πρόσοδος: εἰσφορά· εἴσοδος· ἢ παρουσία· ὡς Θουκυδίδης καὶ ἕτεροι. Προσμερεῖται: προσαρμόζει. Προσουρίου: ἐπιτηδείου. Πρὸς ὄψιν: πρὸς θεωρίαν. Προσπάλτιοι: Προσπάλτα δῆμος τῆς Ἀκαμαντίδος. Προσπελάζει: προσεγγίζει. Προσπήξομαι: προσκυνήσω. Προσποιεῖται: οἰκειοποιεῖται· ἢ πλάττεται καὶ ὑποκρίνεται. Προσπορισθέν: ἐπινοηθέν· προσοδευθέν. Προσρήσεσι: προσηγορίαις. Προστατήριος: Ἀπόλλων· ἐπεὶ πρὸ τῶν θυρῶν αὐτὸν ἱδρύοντο· Σοφοκλῆς. Προστάτης: οἱ τῶν μετοίκων Ἀθήνηισι προεστηκότες προστάται ἐκαλοῦντο· ἀναγκαῖον γὰρ ἦν ἑκάστωι τῶν μετοίκων πολίτην τινὰ Ἀθηναῖον νέμειν προστάτην. Προστασία: Δημοσθένης ἐν τωῖ κατὰ Ὀνήτορος· ταῦτα οὐχ ὁμολογουμένη προστασία· ἀντὶ τοῦ <!-- π.462 -->βοήθεια, προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τωῖ ἀδικουμένωι· Αἰσχίνης ἐν τωῖ περὶ τῆς παραπρεσβείας· ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδμείας· Δίδυμος τὴν προστασίαν φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως· τουτέστι τῆς ὑπʼ ἐνίων προστάδος καλουμένης. Προστέρνησα: περιεπτυξάμην. Προστέτηκεν: προσκεκόλληται. Προστήσας: προαγαγών. Πρόστιμον: ζημίαν· παραγραφήν. Πρὸς τηῖ πυλίδι Ἑρμῆς: Δημοσθένης ἐν τωῖ κατʼ Εὐέργου· Φιλόχορος φησὶ περὶ τοῦ πρὸς τηῖ πυλίδι Ἑρμοῦ· ὡς ἀρξάμενοι τειχίζειν τὸν Πειραιᾶ οἱ θʹ ἄρχοντες, τοῦτον ἀναθέντες, ὑπέγραψαν οὕτως·

  
Ἀρξάμενοι πρῶτοι τειχίζειν οἵδʼ ἀνέθηκαν Βου-  
  
λῆς καὶ δήμου δόγμασι πειθόμενοι.  
Προστιμήματα: ἔστι μέν τινα ἐν τοῖς νόμοις ὡρισμένα κατὰ τῶν ἀδικούντων ἡ ἐπωβελία· ἔστι δὲ καὶ ἄλλα, ἃ προστιμᾶται τὸ δικαστήριον, ὡς δείκνυσι Δημοσθένης ἐν τωῖ κατὰ Τιμοκράτους. Προστρόπαιος: δαίμων τίς ἐπὶ τῶν ἐναγῶν· ἐπεὶ οἱ μετὰ τὸ σταθῆναι ἤδη τὸ τρόπαιον οἱ ἀναιροῦντες τινὰ τῶν πολεμίων, πρόστροποι καὶ ἐναγεῖς εἰσιν. Προστρόπαιος: παρακαλῶν. <!-- π.463 -->Προστυχής: ὁ κατὰ τύχην ἐντυχών. Προστρέπεσθαι: ἀποπέμπεσθαι· τρέπεσθαι ἐφʼ ἑαυτοῦ. Προστρόπαιον: τὸ ἄγος· τὸ μίασμα· οὕτως Αἰσχίνης· καὶ προστροπὴ δὲ λέγεται· ἐν γοῦν τωῖ κατὰ Κτησιφῶντος ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ. Πρόσφατος: κυρίως μὲν ὁ νεωστὶ ἀνηρημένος· φάσαι γὰρ τὸ φονεῦσαι· ἀφʼ οὗ καὶ φάσγανον· καταχρηστικῶς δὲ καὶ πᾶν ὅτι οὖν ἄρτι συμβεβηκός. Προσφερέστερον: βέλτιον. Προσφέρονται: ἀντὶ τοῦ προστεθῶσιν. Πρὸς φθεῖρα κείρασθαι: Εὔβουλος Δούλωι. Πρόσφορον: οἰκεῖον· ἁρμόδιον· ἐπιτήδειον. Προσφερεῖς: ὁμοίας. Προσφυές: προσοικειούμενον. Προσφύς: προσπλακείς. Προσφυῶς: οἰκείως· ἀκολούθως. Προσφορά: ἀντὶ τοῦ πρόσοδος· ὡς Ἀντιφῶν. Πρόσχημα: προκάλυμμα. Προσχίσματα: εἶδος ὑποδήματος· Ἀριστοφάνης. Πρόσχορδα: σύμφωνα. Πρόσχωροι: περίοικοι. Προσχαιρητήρια: ἑορτὴ παρʼ Ἀθηναίοις γραφομένη, ὅτε δοκεῖ ἀπιέναι ἡ κόρη. Πρόσω: ἔμπροσθεν. Προσωιδία: ἡ μετὰ τοῦ ὀργάνου ωἰδή. <!-- π.464 -->Προσωπεῖον: πρόσχημα. Προσοκείλαντες: προσορμίσαντες. Προσώχθικε: προσκέκρουκε· προσκέκοφεν· ἀπὸ τοῦ τὰ ἐπινηχόμενα ταῖς ὄχθαις προσκρούεσθαι. Προσώχθισα: βδελύσσομαι· σιαίνομαι. Προτέλεια: ἡ πρὸ τῶν γάμων θυσία· Μένανδρος. Προτέλεια: τὰ προθύματα· ἐκλήθη δὲ οὕτως ἀπὸ μεταφορᾶς τοῦ γάμου· τέλος γὰρ λέγεται ὁ γάμος· καὶ προτέλειος, ἡ πρὸ τῶν γάμων τελουμένη θυσία. Προτέρα καὶ προτεραία: καὶ ὑστέρα καὶ ὑστεραία. Προτήνιον: ἡλικία τίς αἰγός· ἐν Καμειρέων ἱεροποιίαι, τράγον προτήνιον θύειν νόμος. Προτιμᾶν: τὸ φροντίζειν· καὶ Δημοσθένης ἐν Φιλιππικοῖς καὶ Ἀριστοφάνης. Προτέλεια: Λυκοῦργος ἐν τωῖ περὶ τῆς ἱερείας· τὰ πρὸ τοῦ τελεσθῆναι τι τῶν εἰς ῥόθιον ἀναφερομένων γιγνόμενα ἢ διδόμενα. Προτελείαν ἡμέραν ὀνομάζουσιν, ἐν ηἷ εἰς τὴν ἀκρόπολιν τὴν γαμουμένην παρθένον ἄγουσιν οἱ γονεῖς ὡς τὴν θεὸν, καὶ θυσίαν ἐπιτελοῦσιν. Προτεμενίσματα: προπύλαια· ἢ προάστεια. Πρότμησις: ὁ κατὰ τὸν ὀμφαλὸν τόπος. Πρότμηστιν: ὀμφαλόν. Προτομίζεσθαι: προάρχεσθαι. <!-- π.465 -->Προτομαὶ βασιλικαί: εἰκόνες βασιλικαί· καὶ προτομαὶ λέοντος· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. Προτόνιον: ἱματίδιον, ὃ ἡ ἱερεία ἀμφιέννυται· ἐπιτίθεται δὲ ἀπὸ τῆς ἱερείας τῶ σφάττοντι· προτόνιον δὲ ἐκλήθη, ὅτι πρώτη Πάνδροσος μετὰ τῶν ἀδελφῶν κατεσκεύασε τοῖς ἀνθρώποις τὴν ἐκ τῶν ἐρίων ἐσθῆτα. Πρότριτα: τῆ τρίτη ἐπάνω ἡμέρα· Θουκυδίδης ἐν βʹ· τὴν τρίτην πρὸ τῆς ἐκφορᾶς. Προτροπάδην: προθύμως· ἀμεταστρεπτί· ἢ εἰς τούμπροσθεν. Προύνεικον: οὐ τὸν ἀκόλαστον, ἀλλὰ τὸν κομίζοντα τινὰ ἐξ ἀγορᾶς μισθοῦ· καὶ ἐγκεῖται τὸ ἔνεικα. Προύνεικος: δρομαῖος· γοργός. Προῦπτον: φανερόν. Προυνούστερος: ἀντὶ τοῦ προνοητικώτερος· Σοφοκλῆς. Προυνουργέστατον: προτιμότατον. Προύργου: προέργου· συμφέρον· πλέον· Ἰσοκράτης φησίν· ἵνα προύργου τι γένηται, ἀντὶ τοῦ πλέον. Προύχειν: προέχειν. Προυργιαίτερον: τὸ πρὸ τοῦ ἔργου αἱρετώτερον. Προύτυψαν: προήρξαντο. Προύχοντο: προέβαλον· οὕτως καὶ Θουκυδίδης ἐχρήσατο ἐν αʹ ἱστοριῶν, λέγων· εἰ τὸ Μεγαρέων ψήφισμα μὴ καθέλοιμεν, ὅπερ μάλιστα προύχονται· ἀντὶ τοῦ προβάλλουσι· προτείνουσιν. <!-- π.466 -->Προφερεῖς: οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι· Αἰσχίνης ἐν τωῖ κατὰ Τιμάρχου. Προφορούμενοι: Ἀριστοφάνης Ὄρνισιν· ἀντὶ τοῦ δεῦρο κακεῖσε πορευόμενοι· εἰς τὰ ἐναντία· προφορεῖσθαι γὰρ λέγεται τὸ παραφθείρειν τὸν στήμονα τοῖς διαζομένοις. Πρόφρων: πρόθυμος· φρόνιμος. Προφυλακὴ τωῖ κυρίωι: εἰς τέσσαρας φυλακὰς διαιρεῖται ἡ νὺξ, ἑκάστην τρεῖς ὥρας ἔχουσαν. Προχάζοις: προβαίνοις. Πρόχνυ: ἐπὶ γόνυ. Προχειροτονία: ἔοικεν Ἀθήνηισι τοιοῦτον γίνεσθαι, ὁπότʼ ἂν τῆς βουλῆς βουλευσάσης, εἰσφέρηται εἰς τὸν δῆμον ἡ γνώμη· πρότερον γίνεται χειροτονία ἐν τηῖ ἐκκλησίαι, πότερον δοκεῖ περὶ τῶν προβουλευθέντων σκέψασθαι τὸν δῆμον, ἢ ἀρκεῖ τὸ προβούλευμα. Προχοαί: αἱ τῶν ποταμῶν ἐξοδευτικαὶ ἀφέσεις εἰς τὴν θάλασσαν· καὶ ἡ παντὸς ὕδατος ἐκροή. Προχοίδιον: σταμνίσκιον· ὡς εἰ κατάχυσιν. Πρόχους: ξέστης τὸ μέτρον. Προχόωι: τηῖ ἐπιχύσει· καὶ ἀγγείωι τινὶ εἰς τοῦτο ἐπιτηδείωι κωθωνοειδεῖ. Πρόωμαι: παραχωρήσω. Πρύμναν ἐκρούοντο: πρύμναν ἀνακρούεσθαί ἐστι τὸ <!-- π.467 -->κατʼ ὀλίγον ὑπαναχωρεῖν, μὴ στρέψαντας τὸ πλοῖον· ὁ γὰρ οὕτως ἀναχωρῶν ἐπὶ τὴν πρύμναν κωπηλατεῖ· τοῦτο δὲ ποιοῦσιν, ἵνα δόξωσι μὴ φανερῶς φεύγειν, κατʼ ὀλίγον ὑπαπιόντες· ἢ ἵνα μὴ τὰ νῶτα τοῖς πολεμίοις δόντες, τιτρώσκωνται. Πρύμνην: κάτωθεν· ἐκ ῥιζῶν. Πρυμνώρειαν: τὸ κάτω μέρος τοῦ ὄρους. Πρύτανις: διοικητής· προστάτης· φύλαξ· βασιλεύς· ἄρχων· ταμίας· ἔξαρχος. Πρυτανεία: πρόσοδος εἰς τὰ δημόσια κατατασσομένη· ἣν οἱ δικασάμενοι τισὶ καὶ ἡττηθέντες κατέβαλον, ὡρισμένην ζημίαν κατατιθέντες ἑκάστοις. Πρυτανείας: ἔστιν ἀριθμὸς ἡμερῶν ἤτοι λϛʹ ἢ λεʹ· καὶ ἑκάστη φυλὴ πρυτανεύει. Πρυτανεία: ἔστι παρὰ τοῖς ἄλλοις Ἀττικοῖς τὰ πρυτανεῖα· ἦν δὲ ἀργύριόν τι ὅπερ κατετίθεσαν οἱ δικαζόμενοι ἀμφότεροι, καὶ ὁ φεύγων καὶ ὁ διώκων. Πρυτανεύοντα: κυρίως μὲν ἀντὶ τοῦ πρυτανέα ὄντα· ἀντὶ δὲ τοῦ διοικοῦντα Δημοσθένης ἐν Φιλιππικοῖς. Πρυτανεία: ἐκτεταμένως μὲν καὶ θηλυκῶς, ἀριθμός τις ἡμερῶν· οὐδετέρως δὲ, σαφῶς μὲν οὐδεὶς εἶπεν τί δηλοῖ· τινὲς δὲ ἀργύριόν τι ἔφασαν εἶναι, ὃ κατετίθεσαν οἱ δικαζόμενοι· ἐξ ὧν τὸ δικαστικὸν ἐδίδοτο τοῖς ἐξακισχιλίοις· πρυτανεῖαι δὲ, ὁ τῶν ἡμερῶν ἀριθμός· δέκα ἐγίνοντο κατʼ ἐνιαυτὸν, ὅτι καὶ δέκα αἱ φυλαί· ἐνιαυτὸν δὲ οἱ Ἀθηναῖοι τὸν σεληνιακὸν ἦγον· ἐπέβαλεν δὲ ἑκάστη φυλὴ τῶν <!-- π.468 -->δέκα· λεʹ ἡμέρας· καὶ ἐπερίττευον ἐκ τοῦ σεληνιακοῦ ἐνιαυτοῦ ἡμέραι τέσσαρες· ἃς ἐπεμέριζον ταῖς πρώταις λαχούσαις πρυτανεύειν τέσσαρσι φυλαῖς· καὶ τῶν μὲν τεσσάρων πρῶτον ἑκάστη εἶχε τὴν πρυτανείαν ἀπαρτιζομένην εἰς λϛʹ ἡμέρας· αἱ δὲ λοιπαὶ ἓξ ἀνὰ λεʹ. Πρυτάνεις: τὸ δέκατον μέρος τῆς βουλῆς τῶν φʹ, νʹ ἄνδρες ἀπὸ μιᾶς φυλῆς οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα· ἐπρυτάνευον δὲ ἐκ διαδοχῆς ἀλλήλοις αἱ δέκα φυλαὶ κλήρωι λαχοῦσαι· ὡς Αἰσχίνης ἐν τωῖ κατὰ Κτησιφῶντος. Πρώην: τὴν τρίτην ἡμέραν· λέγουσι δὲ καὶ ἐπὶ τῶν ἐπάνω ἡμερῶν. Πρωθήβης: ἄρτι ἀκμάζων. Πρωΐ: καὶ τὸ πρὸ μεσημβρίας δηλοῖ καὶ τὸ πρὸ τοῦ καιροῦ, καὶ θᾶττον τοῦ δέοντος, ὥσπερ ὀψὲ καὶ τὸ ἑσπέρας καὶ τὸ βραδέως. Πρωϊαίτερον: θᾶττον· ἢ ἀντὶ τοῦ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον. Πρωΐ: ἔτι ὄρθρου βαθέως. Πρώϊα: οὐ πρώϊμα· καὶ δισυλλάβως πρωΐ. Πρωΐαν: οὐ λέγουσι καθʼ ἑαυτὸ, ἀλλʼ ἐν συντάξει, δείλην πρωΐαν, τὸ πρῶτον τῆς δείλης μέρος· καὶ δείλην ὀψίαν, τὸ περὶ ἡλίου δυσμάς. Πρωΐ: ταχέως· πρὸ ὥρας. Πρωκτὸς λουτροῦ περιγίνηι: παροιμία, ὅτʼ ἄν τις μὴ <!-- π.469 -->δύνηται ἀπονίψασθαι, ἀλλʼ ἡ κοιλία ἐπιφέρηται· ἐπὶ τῶν ἀνωφελῶν οὖν καὶ εἰκῆ πραττομένων ἐλέγετο. Πρωτόλειον: ἀπαρχήν. Πρῶνες: ὀρῶν ἐξοχαί· βουνοί. Πρωτόγονος: πρῶτος· νέος. Πρωτόλεια: τὰ ἀπάργματα τῆς λείας, ἃ τοῖς θεοῖς ἀνετίθεσαν· ἢ αἱ τῶν καρπῶν ἀπαρχαὶ, οἷον πρωτολήϊα. Πρῶτον ξύλον: πρῶτον βάθρον· ἢ προεδρία. Πρωτοπραξία: τὸ πρῶτον ἀπαιτούμενον· εἰσπραττόμενον. Πρωτονέωι: οἱ πρῶτον πλέοντες, ἢ πρῶτον εἴς τινα τόπον καταπεπλευκότες. Πρωτόνεως: καὶ ἀρχένεως· καὶ ἄλλα πολλὰ ὁμοίως· καὶ περίνεως· Θουκυδίδης αʹ. Πτακίδες: δεσμοί. Πτακείς: δειλός· ὁ ἐπτηκώς. Πτάμενος: διελθών. Πτακωρεῖν: πτήσσειν· δεδοικέναι. Πτεκάδες: δειλοί. Πτέον: διὰ τοῦ ε λέγουσιν, οὐ πτύον. Πτέρνη: οὐ πτέρνα. Πτερνίδες: τὰ πυθμένια τῶν λεκανίων. Πτερνίζει: ἀπατᾶ ἢ λακτίζει. Πτερόεντα: ταχύκουφα. <!-- π.470 -->Πτεροφόρους: πτερὰ εἰώθασιν ἔχειν ἐν ταῖς περικεφαλαίαις οἱ στρατιῶται παρὰ τοὺς λόφους. Πτέρυγας: τὰ πηδάλια· Σοφοκλῆς. Πτερυγίζων: πετόμενος. Πτερυγίζειν: ἀντὶ τοῦ μηδὲν ἀνύειν· ἀπὸ τῶν ἐπιβαλλομένων πέτεσθαι νεοσσῶν· Ἀριστοφάνης Πλούτωι. Πτερύγιον: ἀκρωτήριον. Πτήσσει: πτοεῖται. Πτῆται: πέτεται. Πτίλον: πτερὸν ἁπαλώτερον. Πτίλλος: ὁ μαδαρὸς τοῖς βλεφάροις. Πτισάνη: κεκομμένη κριθὴ καθαρά. Πτίσαι: κόψαι. Πτοίαν: πτόησιν· θόρυβον· τάραχον· συναθροισμόν· πτυρμόν. Πτολίπορθος: ἀνδρεῖος· πόλεις πορθῶν. Πτόλισμα: πόλις. Πτόρθους καὶ κλῶνας: τὰς ἐκφύσεις τῶν δένδρων· οἱ δʼ Ἀττικοὶ πρέμνα καὶ κλάδους καλοῦσιν. Πτύγμα: δίπλωμα. Πύκτης: παγκρατιαστής· ἀθλητής. Πυκτίον: βιβλίον. Πτυκτῶ: πτυσσομένω. Πτυόδωρος: ὄνομα κύριον. Πτύσχλοι: ὑποδημάτιόν τι· καὶ κατὰ ἀφαίρεσιν τοῦ σ πτύχλοι. <!-- π.471 -->Πτυχαί: αἱ τῶν ὀρῶν ἀποκλίσεις· καὶ τὰ διάφορα τῆς ἀσπίδος ἐπʼ ἀλλήλοις ἐλάσματα. Πτῶκα: δειλόν· καὶ πτῶκας, δορκάδας ἢ ἐλάφων νεβροὺς ἢ λαγωούς. Πτῶμα: σῶμα. Πτώματα ἐλαιῶν: Λυσίας ἐν τωῖ κατὰ Νικίου λέγοι ἂν ἤτοι τὸν καρπὸν τὸν ἀποπεπτωκότα τῶν φυτῶν, ἢ αὐτὰ τὰ δένδρα κατά τινα τύχην πεπτωκότα. Πτώξ: λαγωός. Πτώσσοντες: δειλιῶντες. Πτωχός: ἐπαίτης· προσαίτης· παρὰ τὸ πτώσσειν, ὅ ἐστι ταπεινοῦσθαι. Πυανοί: κύαμοι· ἀφʼ ὧν Πυανόψια. Πυανοψία: Λυκοῦργος ἐν τηῖ κατὰ Μενεσαίχμου· καὶ ἡμεῖς Πυανοψίαν ταύτην τὴν ἑορτὴν καλοῦμεν· οἱ δὲ ἄλλοι Ἕλληνες Πανοψίαν· ὅτι πάντας εἶδον τοὺς καρποὺς τηῖ ὄψει· Πυανεψίωνος δὲ ἑβδόμηι τὰ Πυανέψια Ἀπόλλωνι ἄγεσθαι φασίν· δεῖν δέ φασι λέγειν Πυανέψια· καὶ τὸν μῆνα Πυανεψίωνα· πύανα γὰρ ἕψουσιν ἐν αὐτοῖς, καὶ ἡ εἰρεσιώνη ἄγεται. Πυανοψία: ἑορτὴ Ἀθήνηισιν Ἀπόλλωνος· ὠνομάσθη δὲ καὶ διὰ τὸ ἑψόμενον ἔτνος τῶν κυάμων· τὸ γὰρ ἔτνος καὶ τὴν ἀθάραν, πύανα καλοῦσιν· ἀφʼ οὗ καὶ μήν ἐστι, Πυανεψίων λεγόμενος. Πυανεψιών: μὴν Ἀθήνηισιν δʹ· ἐν ωἷ καὶ τὰ πύανα <!-- π.472 -->ἕψεται εἰς τιμὴν τοῦ Ἀπόλλωνος· πύανα δὲ πάντα τὰ ἀπὸ γῆς ἐδώδιμα ὀσπριώδη· ἃ συνάγοντες ἕψουσιν ἐν χύτραις, ἀθήραν ποιοῦντες. Πύγαργος: ἀετοῦ γένος. Πύγαια: τὰς σπείρας τῶν κιόνων· καὶ τοῦ σώματος ἡμῶν τὰ κατὰ τὸ ἱερὸν ὀστοῦν. Πύγελα: πόλις ἐν τηῖ Ἰωνίαι τὰ Πύγελα· λαβεῖν δὲ τούνομα, ἐπειδὴ τῶν μετὰ Ἀγαμέμνονος τινὲς νοσήσαντες τὰς πυγὰς ἐνταῦθα κατέμειναν. Πυγμή: πάλη· σύγκλεισις δακτύλων· γρόνθος. Πυγοστόλος: μαυλίστρια. Πυγών: τὸ ἀπὸ τοῦ ὠλεκράνου πρὸς τὸν κόνδυλον τοῦ μικροῦ δακτύλου. Πυδαρίζειν: σκιρτᾶν καὶ οἷον μετὰ τάχους σπαράττεσθαι. Πυελίς: ὁ σφραγιδοφύλαξ. Πύελος: ὄρυγμα ἐμβατὴ, ἔνθα ἀπολούονται. Πυελίδα: τὸ ὑφʼ ἡμῶν λεγόμενον σφραγιδοφυλάκιον· οὕτως Λυσίας καὶ Ἀριστοφάνης. Πύθια: πανήγυρις· ἑορτὴ Ἑλληνική. Πύθη: ἀντὶ τοῦ ἱστορήσεις· καὶ μάθης· ὅτε δὲ ἀντὶ τοῦ ἀκούειν. Πύθιον: ἱερὸν Ἀπόλλωνος Ἀθήνηισιν ὑπὸ Πεισιστράτου γεγονός· εἰς ὃ τοὺς τρίποδας ἐτίθεσαν οἱ τωῖ κυκλίωι χορωῖ νικήσαντες τὰ Θαργήλια. Πύθιος: ἑορτὴ Ἀθήνηισιν ἀγομένη Ἀπόλλωνι, ἀπὸ τοῦ Πυθῶνος. <!-- π.473 -->Πύθια καὶ Δήλια: φασὶ Πολυκράτην τὸν Σάμου τύραννον Πύθια καὶ Δήλια ποιήσαντα ἅμα ἐν Δήλωι, πέμψαι εἰς θεοῦ χρησόμενον, εἰ τὰ τῆς θυσίας ἄγει κατὰ τὸν ὡρισμένον χρόνον· τὴν δὲ Πυθίαν ἀνελεῖν, ταῦτά σοι Πύθια καὶ Δήλια· βουλομένην δηλοῦν ὅτι ἔσχατα· μετʼ ὀλίγον γὰρ χρόνον αὐτὸν ἀπολέσθαι συνέβη· Ἐπίκουρος δὲ ἔν τινι τῶν πρὸς Ἰδομενέα ἐπιστολῶν ταῦτα. Πυθόληπτος: ὑπὸ τοῦ Πυθίου ληφθείς. Πυθόμενος: ἐρωτήσας. Πύθοντο: ἠρώτων· ἤκουον. Πύθου χελιδόνος: παροιμία ἀπό τινος Χελιδόνος θεολόγου ἀνδρὸς καὶ τερατοσκόπου καὶ περὶ τελετῶν διειλεγμένου· ὡς Μνασέας ὁ Πατρεὺς ἐν τωῖ περίπλωι· οἱ δὲ ὅτι θρηνητικὸν τὸ ζωῖον· οἱ δὲ ὅτι τὸ ἔαρ προσημαίνει. Πυθώδε ὁδός: παροιμία ἐπὶ τῶν τὰ τοιαῦτα πρασσόντων ὡς πρὸς Διὸς Κόρινθος. Πύθω: σήπω· καὶ τὸ πυθόμενος, σηπόμενος· ἔνθεν καὶ ἡ Πυθία· διὰ τὸ ἐν ἐκείνω τωῖ τόπωι σαπῆναι τὸ τοῦ δράκοντος σῶμα· Λύκος δὲ ὁ Νεαπολίτης καὶ τὸ πῦον ἐντεῦθεν ὀνομασθῆναι φησίν· ἔστι γὰρ σεσηπὸς αἷμα. Πυθῶνος: δαιμονίου μαντικοῦ. Πυκνά: συχνῶς· ἐπιμελῶς. Πυκάζει: καλύπτει· σκεπάζει. Πυκάζεται: σκεπάζεται· κοσμεῖται. <!-- π.474 -->Πυκάζουσι: σκιάζουσι· στεφανοῦσιν. Πυκνή: ἡ τῶν Ἀθηναίων ἐκκλησία οὕτως ἐκαλεῖτο· Κλείδημος δέ φησιν Πύκναν ὀνομασθῆναι, διὰ τὸ τὴν συνοίκησιν πυκνουμένην εἶναι. Πυκνή: ἡ ἐκκλησία τῶν Ἀθηναίων οὕτως λέγεται· παρὰ τὸ πεπυκνῶσθαι τοὺς συνερχομένους ἐν αὐτηῖ. Πυκασμός: δασύτης. Πυκτεύειν: εἶδος γυμνασίου καὶ παλαίστρας. Πύκτης: παγκρατιαστής· ἀθλητής. Πυλαγόρος: ὁ πεμπόμενος εἰς τὴν Πυλαίαν εἰς τὴν Ἀμφικτυονίαν ῥήτωρ, ὥς τε ἐκεῖ ἀγορεῦσαι· Πυλαγόρος δὲ παρὰ τὸ ἐν τηῖ Πυλαίαι ἀγορεύειν· Πυλαία δὲ τὸ Ἀμφικτυονικὸν συνέδριον· ἦσαν δὲ Πυλαγόροι τρεῖς. Πυλαιστάτους: τοὺς μηδὲν ὑγιὲς μήτε λέγοντας, μήτε πράσσοντας· διὰ τὸ παραγίνεσθαι τοιούτους τινὰς ἀνθρώπους εἰς τὸν προειρημένον τόπον. Πύλαι· καὶ Πυλαία· καὶ Πυλαγόρας: Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι· ἐκλήθησαν δὲ οὕτως, διὰ τὸ στενὴν εἶναι ταύτην εἴσοδον ἀπὸ Θετταλίας εἰς τὴν Φωκίδα πορευομένοις· Πυλαία δὲ ἐκαλεῖτο ἡ εἰς τὰς Πύλας σύνοδος τῶν Ἀμφικτυόνων· ἐπέμποντο δὲ ἐκ τῶν πόλεων τῶν μετεχουσῶν τῆς Ἀμφικτυονίας τινὲς, οἵπερ ἐκαλοῦντο Πυλαγόροι. Πυλάρτης: δούλου ὄνομα. Πυλάρτου: τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος. <!-- π.475 -->Πυλωρεῖ: φυλάσσει. Πύνδαξ: πυθμήν. Πυνθάνεσθαι: μανθάνειν· διδάσκεσθαι· ἱστορεῖν· ἐρωτᾶν· ἢ ἕτερόν τι σημαίνει παραπλήσιον μὲν τοῦ ἐρωτᾶν, οὐ μὴν αὐτὸ τὸ ἐρωτᾶν· ἔστι γάρ τις, ὡς δῆλον, διαφθορὰ μάλιστα παρὰ τοῖς διαλεκτικοῖς μεταξὺ πύσματος καὶ ἐρωτήματος. Πύξ: γρόνθον. Πῦον: τὸ πρὸ τοῦ γάλακτος ἀμελχθέν· τὸ μεταβεβληκὸς αἷμα· αὐτὸ τὸ γάλα· τὸ γαλακτῶδες ὑγρόν· γάλα νέον μετὰ χθεσινοῦ γάλακτος ἑψηθὲν ἔνιοι. Πῦον: τὸ πυρίεφθον· τινὲς δὲ πᾶν γάλα νέον· ἢ ὃ ἂν μετὰ γάλακτος ἑψηθῆ χθεσινοῦ. Πύππαξ: ἐπίφθεγμα σχετλιασμοῦ· ὡς πένθους ἀμετάφραστον· ὡς τὸ τρισαιδέκατον. Πυρά: καύματα. Πυράγρα  <span class="gap">…</span> Πυράγρη: καρκίνω· παγούρω. Πυραί: πυρκαϊαί. Πυρακτῶν: ἐμπυρσεύων· σφοδρῶς καίων. Πυραμειδής: πυροειδής. Πύραυνος: ὁ τὸ πῦρ ἐναυόμενος. Πυργηρούμεθα: ἐντὸς ἐσμὲν τῶν πύργων. <!-- π.476 -->Πυργοῦται: ὑψοῦται. Πυργηδόν: στοιχηδόν· κατὰ τάξιν. Πυργηρούμενοι: τὰ τείχη φυλάττοντες. Πυργοβάρεις: προμαχῶνες· οἱ ὀχυρώτεροι τῶν πύργων. Πύργοι: τάξεις. Πύρδανα: τὰ λείψανα. Πυριάτη: θηλυκῶς τὸ πυρίεφθον· οὐχὶ πυρίατος, οὐδὲ πυριατὴ ὀξυτόνως· οὐδὲ πυρίεφθος. Πυριλαμπής: ὄνομα κύριον. Πυριλάμπη: πτηνόν τι μικρὸν, ὃ ἐν τωῖ σκότω λάμπει· καλεῖται δὲ ὑπὸ ἐνίων λαμπυρίς. Πυριλαμπίς: τὸ ζωῖον καλεῖται ὑπὸ τῶν Ἀττικῶν, οὐ λαμπυρίς. Πῦρ ἐπὶ πυρί: παροιμία ἧς μέμνηται καὶ Πλάτων· κακὸν ἐπὶ κακωῖ. Πυρεῖον: θυμιατήριον. Πυριρραγής: σαθρός· ἄχρηστος· ἀπὸ τοῦ ἐν ταῖς καμίνοις διαρησσομένου κεράμου. Πυροὶ ἐπικάλαμοι: οἱ μήπω θερισθέντες· ἢ οἱ ἐπὶ τῆς ἅλω· οἱ μήπω ἀπηλοημένοι· ἀλλʼ ἐν τοῖς δράγμασιν ὄντες· ἢ πυροὶ ἐπικάλαμοι λέγονται οἱ ἐπὶ τῆς αὐτῆς γῆς, ἥτις οὐκ ἔσχεν ἀνάπαυμα, ἐπισπαρέντες· τουτέστιν, ὅτʼ ἂν σῖτος ἐπὶ σίτωι χωρὶς διαλείμματος ἐπισπαρηῖ. Πύρρα: μία πόλις τῶν ἐν Λέσβωι. Πυρραῖς γένυσι: ξανθαῖς θριξίν. <!-- π.477 -->Πυρόεσσαν: ἐπίπνουν· πῦρ πνέουσαν. Πυρὸς μένος: πῦρ περιφραστικῶς. Πυρπαλάμην: ὁ ταχέως τι ἐπινοῶν καὶ παλαμώμενος ἴσα πυρί. Πυρπολεῖται: καίεται· ἐμπυρίζεται. Πυρρίχαις: ταῖς ἐνόπλοις ὀρχήσεσιν. Πυρσεύει: πῦρ ἐξάπτει. Πυρσεύσασαν: φλέξασαν. Πυρσοί: λαμπάδες· πυρκαϊαί· λαμπτῆρες· φρυκτωρίαι. Πυρσοκόρσου λέοντος: Αἰσχύλος ἐν Κάρυξι Σατύροις. Πυρσολόφους: τοὺς ἐκ παροπτηθεισῶν βυρσῶν ἱμάντας τεμνομένους· Ἀντίμαχος. Πυροφόρος: σιτοφόρος. Πυρφόρος: πῦρ φέρων· πυρφόρους δὲ ἔλεγον τοὺς ἱερέας, τοὺς ἐπιβώμιον πῦρ ἀνάπτοντας· ἐν τοῖς οὖν πολεμίοις εἰώθασι τῶν ἱερέων οἱ νενικηκότες φείδεσθαι· ἐπὶ δὲ τῶν παντελῶς ἡττηθέντων καὶ συμπατηθέντων ἐν τῶ πολέμωι, εἰώθασιν ὑπερβοληῖ χρώμενοι οὕτως λέγειν, ὅτι οὕτως ἀπώλοντο, ὥστε οὐδὲ πυρφόρος, ταυτὸν δὲ εἰπεῖν ἱερεὺς, ὑπελείφθη τωῖ στρατωῖ. Πυρῶν: φλέγων καὶ καίων. Πύσμα: ἐρώτημα. Πύστεις: ἐρωτήσεις. Πυστιᾶσθαι: πυνθάνεσθαι. Πύτυλος: ἡ συστροφὴ τῶν χειρῶν· ὅτʼ ἂν πυκνῶς ἐπιφέρηται. <!-- π.478 -->Πύτυλος: ἡ συνεχὴς τῶν πυκτῶν κροῦσις. Πυτίνη: πλεκτὴ λάγυνος· Ἀριστοφάνης. Πώγωνα πυρός: τὴν ἀναφορὰν τοῦ πυρός· Εὐριπίδης Φρίξω. Πωληταί: οὗτοι τῶν ὀφειλόντων τωῖ δημοσίωι κατὰ προθεσμίαν καὶ μὴ ἀποδιδόντων ἐπίπρασκον τὰς οὐσίας· ὑπέκειντο δὲ τοῖς πωληταῖς καὶ ὅσοι τὸ διαγραφὲν ἀργύριον ἐν πολέμωι μὴ εἰσέφερον· ἔτι δὲ καὶ οἱ ξενίας ἁλόντες, καὶ ὁ μέτοικος προστάτην οὐκ ἔχων· καὶ ὁ ἀποστασίου γραφείς· τούτων γὰρ τὰς οὐσίας πωλοῦντες, παρεκατέβαλον εἰς τὸ δημόσιον. Πωληταὶ καὶ πωλητήριον: οἱ μὲν πωληταὶ ἀρχή τις ἐστὶν Ἀθήνηισιν· δέκα τὸν ἀριθμὸν ἄνδρες, εἷς ἐκ τῆς φυλῆς ἑκάστης· διοικοῦσι δὲ τὰ πιπρασκόμενα ὑπὸ τῆς πόλεως πάντα, τὰ τέλη καὶ μέταλλα καὶ μισθώσεις καὶ τὰ δημευόμενα· πωλητήριον δὲ καλεῖται ὁ τόπος, ἔνθα συνεδρεύουσιν οἱ πωληταί. Πωλητήριον: τὸ πρατήριον· οὕτως Ὑπερίδης. Πωλοδάμνης: πωλοδαμαστής. Πωλοῦσιν: Δημοσθένης ἐν τωῖ κατὰ Νεαίρας· ἢ ἐν τηῖ ἀγοραῖ πωλοῦσιν τί ἀποπεφασμένως· Δίδυμος φησὶν ἀντὶ τοῦ πορνεύουσι φανερῶς· πωλεῖν γὰρ τὸ παρέχειν ἑαυτὸν τοῖς βουλομένοις· ὅθεν καὶ τὸ πορνεύειν, ὅπέρ ἐστι περνάναι· ἐγὼ δέ φημι, ὅτι κυρίως ἔταξε νῦν ὁ ῥήτωρ τὸ πωλεῖν· φησὶ γὰρ τὸν <!-- π.479 -->νόμον οὐκ ἐᾶν ἐπὶ ταύταις μοιχὸν λαβεῖν, ὁπόσαι ἂν ἐπʼ ἐργαστηρίου κάθωνται, ἢ ἐν τηῖ ἀγοραῖ πωλοῦσι τί ἀποπεφασμένως. Πῶλοι καὶ ἐπὶ βοῶν: Ἀλκαῖος ἐν Ἱερῶ γάμωι·

  
Ἀνδράποδα πέντε, πωλικὸν ζεῦγος βοῶν.  
Πῶμα: τὸ πότον οὕτως λέγουσιν. Πώμαλα: ἀντὶ τοῦ ποθέν· οἷον οὐδαμῶς· ἔστι δὲ τὸ μὲν πω Δώριον· τιθέμενον ἀντὶ τοῦ ποθέν· τὸ δὲ μάλα ἢ παρέλκει, ἢ ἐν πω τοις ἐστὶ λεγόμενον. Πώμαλα: οἴνου μάλα. Πώρινον: λίθον. Πωτᾶσθαι: πετᾶσθαι. Πωλάς: ἀντὶ τοῦ πράσεις· Ὑπερίδης· ἔστι τὸ ὄνομα καὶ ἐν τοῖς Σώφρονος Ἀνδρείοις.

Τέλος τοῦ π στοιχείου.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: woy-anl`.
