---
title: "Lexicon, Part 2 (Epsilon–Omega): Letter Φ"
title_greek: "Λεξικόν (Ε–Ω), Φ"
author: Photius of Constantinople
eul_wid: woy-anq
eul_aid: woy
canonical: "https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-phi-woy-anq"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:75dbfb44a2560a95d39601e9c1eeb9d726ced64bc9312c938ae4150170c10e81"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Part 2 (Epsilon–Omega): Letter Φ

*Λεξικόν (Ε–Ω), Φ*

**Author:** Photius of Constantinople

**eul_wid:** `woy-anq` · [HTML page](https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-phi-woy-anq)

## Text

<!-- φ.636 -->

Ἀρχὴ σὺν Θεωῖ τοῦ φ.

Φαγανθρώπων: ἀκαθάρτων. Φαγέδαινα: νόσος λοιμική. Φαγύλιον: μαρσίππιον. Φαέθοντα τόκον: ἐπιφανῆ καὶ καταπληκτικὸν τὴν πρόσοψιν. Φαέθων: λάμπων· ἥλιος. Φαεινόν: λαμπρόν. Φαεσίμβροτον: ἡ φέρουσα φῶς τοῖς ἀνθρώποις. Φαεσφόρους: φωτοφόρους· φωτὸς παρεκτικάς· γνώσει φωτιζούσας. Φάθι: εἰπέ. Φαιδιμόεντες: λαμπροί. Φαίδιμος: λαμπρός· ἰσχυρός. Φαιδίμων: λαμπρός. Φαιδρός: καθαρός. Φαιδρωπόν: τὸ τερπνὸν καὶ χάριεν πρόσωπον. Φαῖεν: εἴποιεν. Φαίημεν: εἴποιμεν. Φαιλόνης: εἰλητὸν τομάριον μεμβράϊνον· ἢ γλωσσόκομον, ἢ χιτώνιον. Φαινόλης: χιτών· οἱ δὲ παλαιοὶ ἐφεστρίδα. Φαίνων: δεικνύων. Φαιδρυντής: ὁ φαιδρύνων τὰ ἀγάλματα. <!-- φ.637 -->Φαικω: ἀκμάζοντι καὶ λαμπρῶ· οὕτως Σοφοκλῆς. Φαιόν: χρῶμα σύνθετον ἐκ μέλανος καὶ λευκοῦ· ἠγοῦν μύϊνον. Φάκελον: φορτίον· ἢ εὐάλωτον. Φαινόμενα: Πλάτων Πολιτείας δεκάτηι ἔφη· φαινόμενα· οὐ μέντοι ὄντα γε που τηῖ ἀληθείαι· ἀντὶ τοῦ φαντασίαν ἀποτελοῦντα· οὐ μέντοι γε ὄντα. Φάκελος: τὸ τῆς κεφαλῆς φόρημα. Φακῆ: τὸ ἕψεμα τοῦ φακοῦ. Φακός: τὸ ὄσπριον ὠμόν. Φάλα: κόσμος τῆς περικεφαλαίας. Φάλαγγες: στίχες· τάξεις· οἱ δὲ τὸ ἐκ πλειόνων τάξεων ὁπλιτικὸν πλῆθος· λέγεται καὶ τὰ τῶν δακτύλων ἄρθρα· καὶ νεὼς ὑπερείσματα· ἔνιοι καὶ τὸ στρογγύλον ξύλον καὶ σύμμετρον, φαλάγγιον· λέγεται καὶ τοῦ ζυγοῦ ὁ κανὼν φάλαγξ· καὶ ἐπὶ τῆς νεὼς ἡ διαβάθρα· καὶ ὁ ἀράχνης δὲ, ὃν ἔνιοι φαλάγγιον· καὶ οἱ κόρακες δὲ, παρὰ Ἀττικοῖς φαλάγγια. Φαλάγγια: ζῶόν τι τῶν δακέτων ἐστὶ τὸ φαλάγγιον. Φαλάγγιον: γένος ὄφεως, ὡς φησὶ Νίκανδρος. Φαλλικὸν ποίημα: αὐτοσχέδιον· ἐπὶ τῶ φαλλωῖ ἀδόμενον. Φαλακρόν: ἀντὶ τοῦ κεφαλὴν φαλακράν. <!-- φ.638 -->Φάλανθοι: φαλακροί· ἄνθος γὰρ ἡ λευκὴ θρίξ. Φάλαρα: τὰς προμετωπίδας· τοὺς ἀσπιδίσκους· τὴν κόσμησιν τὴν κατὰ τὸ μέτωπον τῶν ἵππων· ἢ τὰ τῶν γνάθων σκεπάσματα. Φάλαγξ: θηλυκῶς ὁ ἀράχνης· Πλάτων Ἑλλάδι·

  
—ἡμῖν οἱ νόμοι Εἴκασι τούτοις τοῖσι λεπτοῖς ἀραχ-  
  
νίοις, Ἃ ʼν τοῖσι τοίχοις ἡ φάλαγξ ὑφαίνεται.  
Φαληρεύς: πολίτης. Φαληροῖ: δῆμος τῆς Ἀντιοχίδος, ἀφʼ οὗ ὁ δημότης Φαληρεύς. Φαληρυκόν: ἱππόδρομον Ἀθήνησιν. Φαλλοί: μόρια δερμάτινα. Φάλον: τὸ προμετωπίδιον. Φαλακρότερος εὐδίας: Φάλος: βῶλος· ἢ λόφος· ἢ ἡ ὑπερέχουσα πέτρα ἐν θαλάσσηι. Φαμέν: λέγομεν. Φάναι: ἐν αὐτῶ ὑπολαμβάνειν· τὸ δὲ λέγειν, ἑτέρωι δηλοῦν. Φάναι: εἰπεῖν. Φάνας: τὰς ἐκλάμψεις. Φανίας: ὄνομα κύριον· τῶν ἐστρατηγηκότων τις οὕτως ἐκαλεῖτο. <!-- φ.639 -->Φανίον: τόπος εἰς ὃν τὰ καθάρματα ἐξέβαλον. Φανόν: λευκόν· λαμπρόν· οὕτως Φρύνιχος. Φανότερον: λαμπρότερον. Φανός: λαμπὰς ἡ ἐκ κλημάτων· οὕτως Μένανδρος. Φανοτεύς: ἡ πόλις· οὐχὶ Πανοπεύς. Φαντασία: ἐνύπνιον· ἢ ἴνδαλμα· ἢ ἀποκάλυψις θεία. Φαντασιοκοπεῖς: Φαντάζομαι: συκοφαντοῦμαι· οὕτως Ἀριστοφάνης. Φανοστράτη: Ἀπολλόδωρος ἐν τῶ περὶ τῶν Ἀθήνησιν ἑταιρῶν ταύτην φησὶν ἐπονομάζεσθαι Φθειροπύλην· ἐπειδὴ ἐπὶ τῆς πύλης ἑστῶσα ἐφθειρίζετο. Φαντασμάτων: ἀντὶ τοῦ, ψευδῶν φαντασιῶν. Φαρέτρα: βελοθήκη. Φάρκτεσθαι: τὸ φράττεσθαι· καὶ ναύφρακτον· καὶ ναυτικὴν δύναμιν. Φαρμακᾶς: μυρεψεῖς. Φάρμακον: παραμυθία· ὁμιλία· εἴρηται δὲ ἀπὸ τοῦ φέρειν τὴν ἄκεσιν· εἴρηται δὲ καὶ ἀπὸ τῶν ἀνθέων. Φαρμακός: ὄνομα κύριον· Λυσίας φησὶ δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις· ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν· ὅτι δὲ ὄνομα κύριον ἐστὶν ὁ Φαρμακὸς, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας, ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη· καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματά ἐστιν, Ἴστρος ἱστορεῖ· Δημοσθένους δὲ <!-- φ.640 -->ἐν τῶ κατὰ Ἀριστογείτονος λέγοντος, οὕτως οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός· Δίδυμος προπερισπᾶν ἀξιοῖ τούνομα· ἀλλʼ ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν· φαρμακῶντα δὲ Δημοσθένης κατὰ Στεφάνου ἔφη· ἔστιν δὲ φαρμακῶν ὁ ὑπὸ φαρμάκων βεβλαμμένος, ὡς καὶ Θεόφραστος ἐν ιεʹ Νόμων ὑποσημαίνει. Φαρμακός: τὸ κάθαρμα· βραχέως· οἱ δὲ Ἴωνες ἐκτείνοντες λέγουσι φάρμακον· οὗτοι γὰρ διὰ τὴν τῶν βαρβάρων παροίκησιν ἐλυμήναντο τῆς διαλέκτου τὸ πάτριον· τὰ μέτρα· τοὺς χρόνους· δηλοῖ καὶ Ἱππώναξ. Φάρμακα: τὰ τῶν ζωγράφων χρώματα· τὰ δὲ τῶν ἰατρῶν, φαρμάκια. Φαρμακτά: λίμνη οὕτως προσαγορευομένη. Φαρμακοτρίβαι: οἱ βαφεῖς οἱ τὰ φάρμακα τρίβοντες· ἢ οἱ τὰ φάρμακα πωλοῦντες. Φαρμακίδα: τὴν ἐκ τοῦ γήρως ῥυτίδα· οὕτω Σοφοκλῆς. Φαρμάξας: ἀποστήσας· γοητεύσας· ἰατρεύσας. Φάρος: ἱμάτιον· περιβόλαιον· ἀπὸ τοῦ φέρεσθαι ἢ τηῖ ὑφηῖ ἀρηρέναι· λέγεται δὲ ἐπὶ γυναικός. Φαρυγίνδην: ὡς ἀριστίνδην, σκώπτοντες τὴν γαστριμαργίαν τῶν χορευτῶν Ἀττικοὶ λέγουσιν. Φάρσος: τρύφος· ῥάκος· πτερύγιον· ἀκρωτήριον· κλάσμα. <!-- φ.641 -->Φάσις: φάσις ἐστὶν ἣν ποιεῖταί τις πρὸς τὸν δοκοῦντα ὑπορύττειν δημόσιον μέταλλον· ἢ χωρίον· ἢ οἰκίαν· ἢ ἄλλό τι τῶν δημοσίων· ἔτι δὲ καὶ οἱ τοὺς ἐπιτρόπους τῶν ὀρφανῶν αἰτιώμενοι παρὰ τοῖς ἄρχουσιν, ὡς οὐ δεόντως μεμισθωκότας τὸν ὀρφανὸν οἶκον προφαίνειν λέγονται. Φασί: λέγουσι. Φάσις: λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνηι τῶν δημοσίων ἔχοντα τινὰ μὴ πριάμενον· λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων· ὅτε γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα ἵνα μισθωθηῖ· ἔφαινεν δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν μεμίσθωτο· τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχω καὶ Δημοσθένει· τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίαι πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου. Φάς: εἰπών. Φάσγανον: ξίφος. Φασηλιτῶν θῦμα: ἐπὶ τῶν εὐτελῶν τίθεται· Φασηλίτας γὰρ τάριχον τῶ Κολάβρωι θύειν· φησὶ Καλλίμαχος ἐν βαρβαρικοῖς Νομίμοις. Φασιανοί: ἀλεκτρυόνες καὶ ὄρνεις τινές. Φασκώλιον: ἱματιοφορεῖον· φάσκωλον δέ ἐστιν <!-- φ.642 -->μαρσίππιον· φάσκωλον· πήρα τις οὕτως ἐκαλεῖτο· ὡς Ἰσαῖος καὶ Λυσίας. Φάσκων: λέγων. Φασιανός: συκοφάντης· παρὰ τὴν φάσιν ἢ τὸ φαίνειν. Φασίμη κύλιξ: παρὰ τὴν φάσιν, τὴν ἔνδειξιν. Φατέ: λέγετε. Φάτις: φήμη· λόγος. Φατνώματα: σανιδώματα· στέγη διάγλυφα. Φατνωτόν: σανιδωτόν. Φατρία: σύνταγμα. Φαύζειν: τὸ φρύγειν· Ἀττικοί. Φαύλια μῆλα: εἶδος τι μήλων. Φαυλία: ἡ κότινος· καὶ ἁπλῶς εἶδος ἐλαίας. Φαῦλον: ἡμεῖς μὲν ἐπὶ τοῦ κακοῦ καὶ μοχθηροῦ τάσσομεν· παρὰ δὲ Πλάτωνι καὶ τοῖς ἄλλοις Ἀττικοῖς, σημαίνει τὸ ἁπλοῦν καὶ ῥαίδιον, καὶ τοῖς λοιποῖς. Φαῦλον: τὸ ἁπλοῦν· καὶ Εὐριπίδης ἐν τῶ Λικυμνίωι· Φαῦλον, ἄκομψον, τὰ μέγιστʼ ἀγαθόν· ἁπλοῦν καὶ ἀπόνηρον λέγων· ἔστι δʼ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ καὶ τοῦ τυχόντος· Πλάτων ἐν τῶ περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης, ζητεῖς· τεθείη δʼ ἂν καὶ ἐπὶ τοῦ τυχόντος· οἷον, φαῦλον πρᾶγμα, ἔσται τὸ τυχὸν πρᾶγμα· καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν <!-- φ.643 -->πρὸς τῶ ουτο τυχόν· Πλάτων· πρᾶγμα δʼ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον, οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς· τάττοιτο δʼ ἂν καὶ ἐπὶ τοῦ μοχθηροῦ· ὅτʼ ἂν ἀντιδιαστέλληται πρὸς τὸ σπουδαῖον, ὡς Πλάτων· δοῦλοι γὰρ καὶ δεσπόται οὐδέποτʼ ἂν γένοιντο φίλοι, οὐδʼ ἐν ἴσαις τιμαῖς διαγενόμενοι φαῦλοι καὶ σπουδαῖοι· τεθείη δʼ ἂν καὶ ἐπὶ τοῦ μεγάλου· Σοφοκλῆς Αἰχμαλωτίσιν· Εἰ μικρὸς ὢν τὰ φαῦλα νικήσας ἔχω· καὶ ἐπὶ τοῦ ῥαιδίου, Πολιτείας αʹ· καὶ φαῦλόν γε, ἔφη, ἴσως αὐτοῖς προστάξομεν· καὶ τούτου δʼ ἐγὼ ἔτι φαυλότερον· τάττεται καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου· ὡς Δημοσθένης· καὶ ἐπὶ τοῦ ταπεινοῦ, ὡς Ἰσαῖος ἐν τῶ περὶ τῶν ἀποφάσεων· καὶ ἐπὶ πένητος, καὶ ἐπὶ τοῦ ἀδόξου, καὶ ἐπὶ τοῦ ἀνοήτου. Φαῦλος: εὐτελής· χαλεπός. Φαῦλος: Δημοσθένης ἐν τῶ κατὰ Ἀριστοκράτους· Ὀνόμαρχός τις ἦν Φωκέων τύραννος· τούτω δὲ ζῶντι συνῆρχεν ὁ ἀδελφὸς Φαῦλος. Φαυλίζει: εὐτελίζει· χλευάζει. Φαύστιγγες: οἱ ἐκ τοῦ πυρὸς ἐν ταῖς κνήμαις σπίλοι· οὕτως Ἀριστοφάνης. Φάων: ἐπὶ τῶν ἐρασμίων καὶ ὑπερηφάνων· τοῦ γὰρ Φάωνος ἐρασθῆναι φασὶ πολλοὶ Σαπφὼ, οὐ τὴν ποιήτριαν, ἀλλὰ Λεσβίαν, καὶ ἀποτυγχάνουσαν ῥίψαι ἑαυτὴν ἀπὸ τῆς Λευκάδος πέτρας. <!-- φ.644 -->Φειδήσεται: φείσεται. Φειδώ: πρόνοια· φεισμονή· εὐσπλαγχνία. Φειδωλός: φειδόμενος· κνιπός. Φελλέα: τὰ πετρώδη καὶ αἰγίβοτα χωρία· ὡς Ἰσαῖος. Φελλεύς: σκληρὸς πόσως καὶ πετρώδης τόπος. Φενακίζει: χλευάζει. Φέναξ: χλευαστής· ἀπατεών. Φεννίς: παιδιὰ διὰ σφαίρας· ὅτʼ ἂν ἑτέρω ἀφίωσι τὴν σφαῖραν, ὥσπερ φενακίζοντες. Φενάγματα: φενακίσματα. Φεραυγής: κατάλαμπρος. Φέρβει: βόσκει· τρέφει. Φέρε: οἷον, ὑπόθου. Φερέγγυος: ἀσφαλής· ἀξιόπιστος· ἐγγυητής. Φερέοικος: ὁ κοχλίας· ἔνιοι ζῶον λευκὸν, ὅμοιον γαλῆ, ὑπὸ δρυσὶ καὶ ἐλαίαις γιγνόμενον· οἱ δὲ ζῶον σφηκὸς εὐμεγέθους μέγιστον. Φέρειν: λαμβάνειν· Ἀριστοφάνης Ἀχαρνεῦσιν·

  
Ἐπέμψαθʼ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν, Μισθὸν  
φέροντας δύο δραχμὰς τῆς ἡμέρας· Μένανδρος Ὀλυνθίαι· Μετʼ Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας Ὀβολοὺς φέρων· καὶ ὁ μισθοφόρος ἀπὸ τούτου. <!-- φ.645 -->Φερεσβίους: ζωοποιούς. Φερέτρωι: τηῖ τῶν νεκρῶν κλίνηι. Φέριστον: κράτιστον· ἐξοχώτατον· ἢ ἀγαθόν. Φέρνη: ἀμοιβή. Φέρνην: τὴν προῖκα· καὶ Αἰσχίνης ὁ ῥήτωρ καὶ Μένανδρος. Φέρνιξ: προῖξ. Φέροικος: ἐν Κλεοβουλίναις· ζῶον ὅμοιον γαλῆ, λευκὸν, φωλεῦον ἐν ταῖς ῥίζαις τῶν δρυῶν, βαλανηφάγον, οὕτω καλούμενον. Φέρτερον: κρεῖττον· ἢ ταχύτερον. Φέψαλος: σπινθὴρ ὁ ἀναφερόμενος ἐκ τῶν καιομένων ξύλων. Φερώνυμος: ἀληθὲς ἔχων τὸ ὄνομα. Φεσκάσιον: μαγγάνιον πλοϊκόν. Φεῦ: σχετλιαστικὸν ἐπίρρημα ἢ ὀδυνηρὸν οἴμωγμα. Φεύγοιεν: κατηγοροῖντο. Φηγαιεῦσι: δῆμος τῆς Αἰαντίδος. Φήγινος: δρύϊνος. Φηγός: δρῦς ἢ πεύκη. Φηγοῦς: δῆμος Ἐρεχθηΐδος. Φηγούσιον: Λυσίας ἐν τῶ περὶ τοῦ Βατράχου φόνου. Φηλοῦν: ἀπατᾶν· Μένανδρος Ἁλιεῖ· —δύʼ οἰκίας Φηλῶν γερόντων, ὡς λέγεις, ἀβελτέρων. Φηλώματα: ἐξαπάτας· φηλοῦν γὰρ τὸ ἐξαπατᾶν· οὕτως Ἀντιφῶν. <!-- φ.646 -->Φημί: λέγω· ὑπολαμβάνω. Φήσεις: λέξεις. Φθάνει: προλαμβάνει. Φθάνοντος ἔργον γίνεται: Φθέγμα: ῥῆμα. Φθείρ: ὁ τῆς πιτύος καρπός. Φθεῖσθαι: διαφθείρεσθαι. Φθεῖναι: προλαβεῖν. Φθείσεται: καταλήψεται. Φθιάδος: Θετταλικῆς. Φθίνει: φθείρεται· λήγει. Φθινύθων: φθειρόμενος. Φθισίμβροτος: διαφθείρουσα τὸν ἄνδρα. Φθείσονται: διαφθαρήσονται. Φθογγαῖς: βουλαῖς. Φθόην: τὴν νῦν φθίσιν λεγομένην οὕτως ἐκάλουν, ὡς Δημοσθένης. Φθόη: φθίσις· ἢ ὄνομα πάθους ἐξ αἵματος ἀναγωγῆς. Φθοῖς: ὄνομα πλακοῦντος. Φθόνος: πάθος λύπης ἐπὶ τηῖ τῶν πέλας εὐπραγίαι. Φιαρόν: λαμπρόν. Φιβαλέως: γένος συκῆς· λέγουσι δʼ οὕτως καὶ τὰς μυρρίνας· Ἀπολλοφάνης καὶ τὰ σῦκα φιβαλέα· καὶ φιβαλέαι ἰσχάδες. Φιδάκνας: πιθάκνας· Δημοσθένης. <!-- φ.647 -->Φίλα: ἴσα· ὅμοια· προσφιλῆ. Φίλαθλος: φιλόπονος. Φιλαιτίων: τῶν ἐπιλαμβανομένων. Φιλακίζεται: χαριεντίζεται. Φιλάμμων: Δημοσθένης Φιλάμμονα τὸν Ἀθηναίων πύκτην φησί. Φιλαπεχθήμων: φιλομίσητος· φίλεχθρος· φιλομίσης. Φιλαυτίας: ὑπερηφανίας. Φιλαργίδης: ποιητὴς κακός. Φιλεῖ γάρ πως: τέρπεται γάρ πως· ἢ ἔθος γάρ πως. Φιλιότητα: φιλίαν. Φίλεργος: φιλόπονος. Φιλερισταί: φιλόνεικοι. Φιλεριστῆσαι: φιλονεικῆσαι. Φιλέψιος: Δημοσθένης κατὰ Τιμοκράτους· Φιλεψίου μνημονεύουσιν οἱ τῆς ἀρχαίας κωμωδίας ποιηταί· ἐπὶ τωῖ μεταξὺ τῶν δημηγοριῶν μύθους λέγειν· κεκωμώδηται δὲ καὶ εἰς πανουργίαν. Φίλη κεφαλή: προσφιλέστατε. Φιλήκοος: φιλομαθής. Φίλιοι: προσφιλέστατοι. Φίλιος Ζεύς: ὁ τὰ περὶ τὰς φιλίας ἐπισκοπῶν· Μένανδρος Ἀνδρογύνωι· Μαρτύρομαι τὸν φίλιον, ὦ Κράτων, Δία· Φερεκράτης Κραπατάλοις· —τοῖς δὲ κριταῖς Τοῖς νυνὶ κρίνουσι λέγω Μὴ ʼπιορκεῖν, μὴδʼ ἀδίκως Κρίνειν, ἢ νὴ τὸν Φίλιον, Μῦθον εἰς <!-- φ.648 -->ὑμᾶς ἕτερον Φιλοκράτης λέξει πολὺ τού— Του κακηγοριστότερον. Φιλίσκος: ὄνομα κύριον. Φιλοδεσποτεύομαι: οὕτως ὁ Ἀναξίλας. Φιλόπαις: οὐχ ὁ παιδεραστὴς ὑπὸ τῶν Ἑλλήνων καλεῖται· ἀλλʼ ὁ φιλόπαις. Φιλλεῖδαι: γένος ἐστὶν Ἀθήνησιν· ἐκ δὲ τούτων ἡ ἱερεία τῆς Δήμητρος καὶ Κόρης, ἡ μύουσα τοὺς μύστας ἐν Ἐλευσῖνι. Φιλιππίδης: τῶν πολιτευομένων παρʼ Ἀθηναίοις εἷς ἦν· ἐδόκει δὲ ἰσχνὸς εἶναι τὸ σῶμα· διὸ καὶ Ἄλεξις πεφιλιππιδῶσθαι ἔφη, ἀντὶ τοῦ ἐλεπτύνθαι. Φιλοθεάμονες: φιλοθεωρηταί. Φιλοθηρεῖ: φιλεῖ ἀγρεύειν. Φιλοκάλως: καθαρῶς. Φιλοκόμπων: μεγαλορήμων· ὁ ἑαυτὸν ὑψῶν. Φιλοκτέανος: φιλοχρήματος· φιλοκτήμων. Φιλομειδής: φιλογέλως. Φιλοπευστεῖ: φιλοπραγμονεῖ. Φιλόπευστος: ἡδέως μανθάνων· περίεργος. Φιλόπονος: φίλεργος· περὶ τὸ πονεῖν πρόθυμος. Φιλοσοφεῖν: ἀντὶ τοῦ πονεῖσθαι· —φιλοσοφεῖ δὲ τοῦθʼ <!-- φ.649 -->ὅπως Καταπράξεται τὸν γάμον, ἔφη Μένανδρος οὕτως· καὶ Ἰσοκράτης. Φιλοσοφεῖν: σπουδάζειν. Φιλοτέχνημα: κατασκευή· καύχησις. Φιλοτησίαν προπίνειν: ἔστιν ἡνίκα τίς ἐν ἀρίστω ἀπὸ τῆς δοθείσης αὐτῶ φιάλης πιὼν μέρος, τὸ λοιπὸν παράσχηι φίλωι, καὶ τὴν φιάλην χαρισάμενος. Φιλοτησία: Δημοσθένης ἐν τῶ κατʼ Αἰσχίνου· ἡ κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προύπινον, φιλοτησία ἐκαλεῖτο, ὡς Ὑπερίδης φησὶ καὶ Ἄλεξις. Φιλοτησία: φιλία· δεξίωσις. Φιλότητα: φιλίαν. Φιλοτιμεῖται: ἐπιδαψιλεύεται· μεγαλοφρονεῖ· σπουδάζει· ἀγαπᾶ. Φιλοτιμίας: δωρεάς· ἢ πλεονεξίας· ἢ κενοδοξίας. Φιλοτησίας: τὰς δεξιώσεις διὰ τῆς φιάλης. Φιλοτίμως: μεγαλοδώρως· ὑπερμέτρως· ἐπιμελῶς. Φιλοφρονέστατα: φιλικώτατα. Φιλοφρονούμενα: παραμυθούμενα. Φιλοφρόνως: προθύμως· σπουδαίως. Φιλοφροσύνη: δεξίωσις ἢ προσήνεια. Φιλουργός: οὗτος ἐφωράθη τὰ ἱερὰ συλήσας καὶ τὸ Γοργόνιον ὑφελόμενος, ὡς Ἰσοκράτης λέγει. Φίλυδρα: φιλοῦντα τὸ ὕδωρ. Φιλύρα: φυτὸν ἔχον φλοιὸν βύβλωι παπύρωι ὅμοιον· ἐξ οὗ τοὺς στεφάνους πλέκουσιν. <!-- φ.650 -->Φιλυδρίας: φιλῶν τὸ ὕδωρ. Φιμοῖ: ἄγχει· ἐπιστομίζει. Φιμοί: Αἰσχίνης κατὰ Τιμάρχου· καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα· φιμὸς δέ ἐστιν ὁ καλούμενος κημὸς, εἰς ὃν ἐνεβάλλοντο· Δίφιλος δέ φησιν·

  
Ἕλκʼ ἐς μέσον τὸν φιμὸν ὡς ἂν ἐμβάληι.  
Φίσκος: δημόσιον ταμιεῖον. Φιτρῶν: κορμῶν· ξύλων. Φῖτυ: φυτόν· φύτευμα· Φερεκράτης. Φιτῦσαι: γεννῆσαι· ἐπὶ τοῦ πατρὸς τίθησιν· ἐπὶ δὲ μητρὸς οὐκ ἔτι· ἀλλὰ γεννῆσαι· καὶ φιτύοντος ὁμοίως, τοῦ γεννῶντος· λέγεται δὲ καὶ τὸ γέννημα φῖτυ· Εὔπολις Αὐτολύκωι· Ἀτὰρ ἤγαγες καινὸν τὸ φῖτυ τῶν βοῶν. Φλάβιος: ὄνομα χρηματισμοῦ. Φλᾶν: θλᾶν· τύπτειν. Φλᾶν: μαλάττειν· καὶ ἀναφλᾶν τὸ ἀναμαλάττειν· Ἀριστοφάνης. Φλαῦρον: ἢ κοῦφον κακόν· διαφέρει γὰρ φλαῦρον καὶ φαῦλον· φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν κακόν· φαῦλον δὲ τὸ μέγα. <!-- φ.651 -->Φλεβάζοντες: βρύοντες. Φλεγμαίνουσαν πόλιν: ἡ μεταφορὰ ἀπὸ τῶν ἑλκῶν τῶν διὰ φλεγμονὴν κινδυνευόντων ἐκρήσσειν. Φλεήσιον: τὸ Φλιάσιον πεδίον· Ἀριστοφάνης. Φληναφᾶ: φλυαρεῖ. Φλήναφος: μωρολόγος. Φλιει: μιμητικὸς ἦχος τῶν γαμψωνύχων· Ἀριστοφάνης. Φλιοῦντα: ἀρρενικῶς οἱ Ἀττικοί· Ξενοφῶν φησίν· αὖθις δὲ ἐστράτευσαν εἰς τὸν Φλιοῦντα. Φλόγεα: λαμπρά. Φλογμός: καῦμα ἐκ πυρακτώσεως. Φλοίσβου: ταράχου. Φλόμος: λοχμῶδες φυτόν· ωἷ ἀντʼ ἐλλυχνίου ἐχρῶντο. Φλύην: τὴν ἐκ φλοοῦ· Ἡρόδοτος. Φλυκτίδες: τὸ ἀπὸ πυρὸς φύσημα· ἢ ὁ καλούμενος ἄνθραξ. Φοβερός: ὁ φοβούμενος παρὰ Θουκυδίδηι καὶ Φερεκράτει. Φλυεία: δῆμος τῆς Κεκροπίδος· ἐκ τούτου δὲ τοῦ δήμου ἦν Εὐριπίδης ὁ τῆς τραγωδίας ποιητής. Φόβος: φυγή. Φοιβάσασα: λαμπρύνασα. Φοιβᾶσθαι: καθαίρεσθαι. <!-- φ.652 -->Φοῖβος: καθαρός· ἁγνός· ἢ μάντις· καὶ ἀμίαντος· καὶ ὁ Ἀπόλλων. Φοινικήϊα γράμματα: Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος τοῦ εὑρόντος· τούτοις δὲ ἀντιλέγουσι Κρῆτες, ὡς εὑρέθη ἀπὸ τοῦ γράφειν ἐν φοινίκων πετάλοις· Σκάμων δʼ ἐν τηῖ δευτέραι τῶν εὑρημάτων ἀπὸ Φοινίκης τῆς Ἀκταίονος ὀνομασθῆναι· μυθεύεται δʼ οὗτος ἀρσένων μὲν παίδων ἄπαιδα γενέσθαι αὐτῶ θυγατέρας Ἄγλαυρον· Ἔρσην· Πάνδροσον· τὴν δὲ Φοινίκην ἔτι παρθένον οὖσαν τελευτῆσαι· διὸ καὶ Φοινικήϊα γράμματα τὸν Ἀκταίονα, βουλόμενον τιμῆς ἀπονεῖμαι τηῖ θυγατρί. Φοινικικὸν τὸ ψεῦδος: ἀπὸ τῶν κατὰ τὸν δράκοντα καὶ τοὺς Σπαρτοὺς καὶ Κάδμον ψευδῶς λεγομένων. Φοινικολόφου: ξανθολόφου. Φοινικοῦν: ἐρυθρόν· πυρρόν. Φοινίκων συνθῆκαι: οἱ τὴν Καρχηδόνα κτίσαντες Φοίνικες, ὅτε προσέπλευσαν τηῖ Λιβύηι, ἐδεήθησαν τῶν ἐγχωρίων δέξασθαι αὐτοὺς νύκτα καὶ ἡμέραν· ἐπιτυχόντες δὲ τούτου, οὐκ ἐβούλοντο ἀπαλλάσσεσθαι, ὡς συντιθέμενοι νύκτας καὶ ἡμέρας μένειν· διὸ λέγεσθαι τοῦτο ἐπὶ τῶν ἐνεδρευτικῶς συντιθεμένων· τὰ δʼ ὅμοια Δήμων ἐπὶ Μεταποντίνων ἱστορεῖ. <!-- φ.653 -->Φοίνιξ: τὸ μουσικὸν ὄργανον· διὰ τὸ ὑπὸ Φοίνικος εὑρεθῆναι. Φοινίξω: αἱμάξω· βάψω· πυρώσω· ἀπὸ τοῦ φόνου, ἢ τοῦ φοίνικος, ὅτι πυρρός. Φοινίττων: βάπτων αἵματι. Φοινός: πυρρός· φόνιος. Φοιτᾶ: παραγίνεται. Φοιτητάς: μαθητάς· παραγενομένους. Φολίδες: αἱ λεπίδες τοῦ ὄφεως· καταχρηστικῶς δὲ τὰ μικρὰ πτερά· τούτοις γὰρ ἐοίκεσαν. Φολιδωτόν: λεπιδωτόν. Φονᾶ: ἀποκτεῖναι ἐπιθυμεῖ. Φόνου πτερόν: διὰ τῶν οἰστῶν· πτερόεντα ἢ ταχύν· βέλτιον δὲ ἀκούειν περιφραστικῶς τὸν φόνον. Φολκός: στραβός. Φονᾶν: ἑτοίμως πρὸς τὸ φονεύειν ἔχειν. Φόνος ἔρευσεν: αἷμα ἔρευσεν. Φόξινος: ἰχθὺς εὐθέως γενόμενος ἔχων κύημα· τίκτει δὲ ἐν ταῖς προλίμναις τῶν ποταμῶν, ὡς Ἀριστοτέλης. Φοξός: ὀξυκέφαλος. Φορά: ἡ καθόλου τόπου ἐναλλαγή· καὶ μάλιστα ἡ μὴ δυναμένη ἐφʼ ἑαυτῆς στῆναι ὅτἂν ἐθέλη. Φοράδην: ὁρμητικῶς φερόμενος. Φοράς: ὁρμάς· ἢ τύχας. Φορβάδας: τοὺς ἐν τηῖ γηῖ βοσκομένους. <!-- φ.654 -->Φορβάδων: νομάδων· βοσκομένων. Φορβαντεῖον: Ὑπερίδης ἐν τωῖ κατὰ Πατροκλέους· ὅτι τὸ Ἀθήνησι Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρήτων, καὶ ὑπʼ Ἐρεχθέως ἀναιρεθέντος· ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας. Φορβειάν: περιστόμιον· καπίστριον. Φορβή: τροφή. Φορεῖον: ὁ νῦν ὄκνος λεγόμενος. Φορεῖται: περιφέρεται. Φορέουσιν: φέρουσιν. Φορῆες: οἱ φέροντες. Φορητή: βαστακτή. Φορητῶς: μεγάλως.  <span class="gap">…</span>

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: woy-anq`.
