---
title: "Lexicon, Part 2 (Epsilon–Omega): Letter Ο"
title_greek: "Λεξικόν (Ε–Ω), Ο"
author: Photius of Constantinople
eul_wid: woy-ank
eul_aid: woy
canonical: "https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-omicron-woy-ank"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:3b520ed5b1aa5ceba1c3d0dd15260218cc2aed3e41b59fb8b36293026a332dfa"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Part 2 (Epsilon–Omega): Letter Ο

*Λεξικόν (Ε–Ω), Ο*

**Author:** Photius of Constantinople

**eul_wid:** `woy-ank` · [HTML page](https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-omicron-woy-ank)

## Text

<!-- ο.313 -->

Ἀρχὴ τοῦ ο στοιχείου

. Ὄα: ἀκροδρύων εἶδος, μήλοις μικροῖς ἐμφερές. Ὀαὶ τῶν ἱματίων: Ἀριστοφάνης Δαιταλεῦσιν· —ὅτε τὰς ὄας ἴσας ἐποιήσατο· οἱ γὰρ παλαιοὶ καὶ ταύταις οἰὸς δέρμα προσέρραπτον, ἵνα ἥκιστα τρίβοιντο. Ὀαρισμοί: διάλογοι. Ὄας: μηλωτάς· οἶς γὰρ πρόβατον. Ὄας: τὰς τῶν ἱματίων. Ὀβελίας ἄρτος: ὁ ἐπὶ ὀβελῶν ὀπτώμενος· λέγονται δὲ καὶ ὀβελιαφόροι, οἱ ἐν τοῖς Διονυσίοις τοὺς ὀβελίας ἄρτους αἴροντες· ἐτάσσετο δὲ ἡ λέξις ἐπὶ τῶν ἐργατῶν καὶ ἀγροίκων. Ὀβελός: ὀβελίσκος. <!-- ο.314 -->Ὀβελίας ἄρτος: περιπεπλασμένος μακρωῖ ξύλωι καὶ οὕτως ὀπτώμενος· γίνεται δὲ παραμήκης καὶ γαστρώδης. Ὀβολὸν ἐκβαλεῖν: τὸ ἐλάχιστον καὶ τὸ μηδὲν σημειωθῆναι. Ὀβολός: ὁ τόκος· εἶδος νομίσματος· ὀβολὸς δὲ παρʼ Ἀθηναίοις ἕξ ἐστι χαλκῶν· ὁ δὲ χαλκοῦς λεπτῶν ἑπτά· τὸ δὲ τάλαντον τοῦ ἀργυρίου λιτρῶν τῶν νῦν τεσσάρων καὶ νομισμάτων ὀκτὼ καὶ ἕξ· ἡ δὲ μνᾶ ἑξηκοστόν ἐστι τοῦ ταλάντου· τὸ δὲ τάλαντον τοῦ χρυσίου ἑξαπλάσιόν ἐστιν. Ὀβολοστατοῖ: ἀντὶ τοῦ δανείζοι· Λυσίας· οὐδʼ ἂν οἱ πολλοὶ ἐλάττονα τόκον λογίσαιτό τις, ἢ ὅσον οὗτοι ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται· ἔλεγον δὲ ὀβολοστάτας τοὺς δανειστὰς, ὡς Ὑπερίδης καὶ ἡ κωμωδία. Ὀβολοῦ χίμαιρα ἐν Ἅδου. Ὀβολὸς ἡλιαστικός: ὃς τοῖς δικάζουσιν ἐδίδοτο. Ὀβολοστάτης: δανειστὴς ἐπʼ ἐνεχύροις· στήσασθαι γὰρ τὸ δανείσασθαι. Ὀβολοστατῆσαι: τὸ λαβεῖν τόκους. Ὄβρια καὶ ὀβρίκαλα: τὰ τῶν λεόντων καὶ λύκων σκυμνία· Αἰσχύλος Δικτυουλκοῖς. Ὄβριμος: ἰσχυρός. Ὅγε: ὁ δή. Ὀγκίαν: τὸν σταθμόν· Σώφρων καὶ Ἐπίχαρμος. Ὄγκοι: αἱ ἀκίδες. <!-- ο.315 -->Ὀγκύλλεσθαι: ὑψαυχενεῖν· καὶ ὄγκους περιβάλλεσθαι· σεμνύνεσθαι. Ὠγκυλωμένος: ὑπερήφανος. Ὄγμος: ἡ κατὰ στοῖχον ἔφοδος τῶν θεριστῶν· καὶ ὄγμοι σταχύων. Ὄγχναι: ἀχράδες ἢ ἄπιοι. Ὀδάξ: τοῖς ὀδοῦσιν ἐνδεδηχότος. Ὀδαξησμός: κνησμός· καὶ ὀδόντων τρισμός. Ὁδαγός: διὰ τοῦ ἄλφα, οὐχ ὁδηγός. Ὁδαῖος Ἑρμῆς: ὁ ἐνόδιος. Ὀδακτάζειν: δάκνειν. Ὅδʼ ἐγώ: αὐτὸς ἐγώ. Ὁδῆσαι: τὸ ὠνήσασθαι· Εὐριπίδης Ἀλόπη καὶ Κύκλωπι. Ὁδιός: Ἑρμοῦ ἐπίθετον. Ὁ Διὸς Κόρινθος: παροιμία ἐπὶ τῶν πάλαι μὲν εὐπραγησάντων, ὕστερον δʼ οὐ καλῶς ἀπαλλαξάντων. Ὁδοιπόριον: τὴν ἐπὶ τωῖ συμπλεῦσαι εὐωχίαν. Ὀδμή: ἀποφορά· ὀσμή. Ὁδοιδοκος: ὁ ἐν ταῖς ὁδοῖς· πανοῦργος· κλώψ. Ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς: λεγόμενον· Ἀριστοφάνης Ἀναγύρω· Ὅρμου παρόντος τὴν ἀτραπὸν κατερρύην. Ὁδός: Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστοκράτους· ἢ ἐν <!-- ο.316 -->ὁδῶ καθελών· ἀντὶ τοῦ ἐν λόχωι καὶ ἐνέδρα· τοιοῦτον δὲ καὶ τὸ Ὁμηρικόν· Ἢ ὁδὸν ἐλθέμεναι· εἰ δὲ ψιλωθῆ ἡ προτέρα συλλαβὴ, σημαίνει τὸν βαθμόν. Ὀδοντισμός: εἶδος αὐλήσεως. Ὁδοποιοί: οἱ ὁδῶν ἐπιμεληταί. Ὀδός: ἀρσενικῶς· καὶ οὐδὸς, ὁ τῆς θύρας· οὗ χρὴ ὁδὸς ὁδεύειν οὐδεὶς εἴρηκε τῶν Ἀττικῶν, ὅσα γε καὶ ἡμᾶς ἐπίστασθαι· παρʼ Ὁμήρω δέ ἐστιν. Ὁδουρις: πρῶτος. Ὁδουρεῖς: προπορεύηι. Ὁδουρούς: τοὺς ἐν ταῖς ὁδοῖς κακουργοῦντας. Ὀδυνήφατος: ἡ τὰς ὀδύνας ἀφανίζουσα. Ὀδυσσέα: ἡ ἐσχάτη μακρά· καὶ τὰ ὅμοια. Ὄδωδεν: ὄζει. Ὁδωρεῖν: ὁδοφυλακεῖν. Ὄζαι: τὰ δέρματα τῶν ὀνάγρων. Ὄζειν: οὐ μόνον ὀδωδέναι λέγουσιν. Ὄζος: κλάδος. Ὅθι: ὅπου. Ὀθνεῖος: ἀλλογενής· ξένος· ἀλλότριος· Ἰσαῖος καὶ Πλάτων. Ὀθόναις: λεπτοῖς ὑφάσμασι· καὶ πᾶν τὸ ἰσχνὸν, κἂν μὴ λινοῦν ηἶ. Οἰστούχου: φαρέτρας. Οἰστόν: δισυλλάβως Ἀττικοὶ λέγουσι τὸ βέλος. <!-- ο.317 -->Οἴδια: προβάτια. Οἷ: ὅπου. Οἷ: περισπωμένως ἀντὶ τοῦ ἑαυτωῖ· ὀξυτόνως δὲ τὸ οὗτοι· συμποσίωι· οἷ μὲν γὰρ εὐθὺς παῖδα τινα τῶν ἔνδον ἀπαντήσαντα· καὶ οὗ ἀντὶ τοῦ αὐτοῦ· Πολιτεία· πλὴν οὗ. Οἰητας: τοὺς κωμήτας· Σοφοκλῆς Ἀνδρομέδα. Οἴηθεν: δῆμος Πανδιονίδος ἡ Οἴη· καὶ τὸ Οἴηθεν τοπικὸν ἐπίρρημα· Φιλόχορος δὲ τὴν Οἴην φησὶν Κεφάλου μὲν θυγατέρα εἶναι, Χαροποῦ δὲ γυναῖκα. Οἴαι: διφθέραι· μηλωταί. Οἴακες: πηδάλια· αὐχένες. Οἰακίζει: κυβερνᾶ. Οἰακιστής: κυβερνήτης. Οἰακοστρόφος: κυβερνήτης. Οἰακοστροφῶν: κυβερνῶν. Οἰγνύει: ἀνοίγει. Οἰδαίνων: φλεγμαίνων· ψύχων. Οἰδαίνει: οἰδεῖν ποιεῖ. Οἰδεῖ: φλεγμαίνει· πεφύσηται. <!-- ο.318 -->Οἴδημα: ὄγκωμα· φλεγμονή· ἀπόστημα· ὡς ἐκ μεταφορᾶς τῶν σωμάτων, καὶ ἐπὶ τῆς ἐπάρσεως καὶ φυσιώσεως λέγεται. Οἰδήματα: ἐπάρματα ἢ φυσήματα. Οἴδησις: φλεγμονή· φύσημα. Οἶδμα: κῦμα ἢ πέλαγος. Οἴεσθαι: ὑπονοεῖν. Ὀΐεσσι: προβάτοις. Οἰζύς: πόνος· ταλαιπωρία. Οἰηθείς: ὑπολαβών. Οἴησις: ἔπαρμα· ὑπόνοια. Οἴκαδε: εἰς τὰ οἰκεῖα. Οἰκέα: τὸν οἰκογενῆ οἰκέτην οἱ παλαιοὶ Ἀθηναῖοι· οἰκέτας καλοῦσιν οἱ Ἀττικοὶ καὶ τοὺς κατὰ τὴν οἰκίαν πάντας. Οἰκάριον: τὸ οἰκίδιον. Οἰκείαν: τὰ τοιαῦτα παρεσημειοῦτο Ἀριστοφάνης πρὸς τὴν οἰκείαν· ὅτι οὐ κυρίως κέχρηται τωῖ ὀνόματι· οἰκείους γὰρ ἐκτίθενται ἐν τωῖ περὶ συγγενῶν τοὺς κατʼ ἐπιγαμίαν παρεσηγμένους ἔξωθεν· ὁ δὲ Μένανδρος ἐνίοτε ἐπὶ τῶν συγγενῶν λέγει, οὐχ ὡς ἡμεῖς ἐπὶ τῶν κατʼ ἐπιγαμίαν φίλων· ὁ γὰρ τὴν ἐπιγαμίαν λαμβάνων ἔστι συγγενής· οἰκεῖος δὲ ὁ συγγενής. Οἰκεῖλαι: ἐκβληθῆναι. Οἰκεῖος: ἴδιος. Οἰκεύς: οἰκέτης. <!-- ο.319 -->Οἰκίδιον: τὴν δευτέραν συλλαβὴν ἐκτείνουσιν, ὡς καὶ χρυσίδιον καὶ τὰ ὅμοια. Οἰκίσκος: περδικοτροφεῖον· Ἀριστοφάνης Πελαργοῖς. Οἰκογενές: τὸ οἰκόθρεπτον ἀνδράποδον. Οἰκέως:  <span class="gap">…</span> Οἴκημα: ἀντὶ τοῦ δεσμωτήριον· Δείναρχος· ἀντὶ δὲ τοῦ πορνεῖον· Αἰσχίνης. Οἰκίσκωι: ἀντὶ τοῦ μικρῶ τινὶ οἴκωι· Δημοσθένης ἐν τωῖ περὶ Κτησιφῶντος· ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφʼ ἡμῶν λεγόμενον ὀρνιθοτροφεῖον οἰκίσκον. Οἴκοθι: ἐπὶ τῆς οἰκίας. Οἴκοι: ἐν τωῖ οἴκωι. Οἴκοι γενοίμην: ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐχομένων. Οἰκόπεδον: ἔρημον κατάπτωμα οἴκου. Οἰκόσιτος: ὁ τὰ οἴκοθεν καὶ τὰ ἑαυτοῦ ἐσθίων, οὐχὶ τὰ τῶν πέλας. Οἰκυπορεῖα: τὰ κατʼ οἰκίαν σκεύη. Οἰκότριψ: οἰκέτης. Οἰκοτρύβλιον: τὸ οἰκογενὲς παιδάριον. Οἰκουρός: οἰκονομικὸς ἢ οἰκοφύλαξ· οὐρὸς γὰρ ὁ φύλαξ. Οἰκουρὸν ὄφιν: τὸν τῆς Πολιάδος φύλακα· καὶ Ἡρόδοτος· Φύλαρχος δὲ αὐτοῦ δύο. Οἰκούρια: ἃ καταλείπουσιν ἢ φέρουσιν αἱ μητέρες τοῖς οἴκοις τῶν παιδίων ἀπολειφθεῖσιν· ἢ παίγνια. <!-- ο.320 -->Οἰκουρουμένης: τῆς ἀσφαλῶς τηρουμένης καὶ ὑποικουρουμένης ὑγρότητος· ἤτοι τῆς ἐνδομυχούσης καὶ ἔνδον κατεσπαρμένης. Οἰκονόμους: τοὺς κατὰ τὸν οἶκον νεμομένους. Οἰκότριβες: οἱ ἐκ δούλων δοῦλοι, οἳ καὶ οἰκογενεῖς λέγονται· ἐνομίζοντο δὲ τὸ παλαιὸν ἀτιμότεροι τῶν ὠνητῶν· ὅτι οἱ μὲν ἐκ δούλων, οἱ δὲ ἐξ ἐλευθέρων ἐγένοντο· καὶ οἱ μὲν ἀεὶ δοῦλοι, οἱ δὲ ὕστερον. Οἴκτιστον: ἐλεεινόν. Οἴμησεν: ὥρμησεν· καὶ οἴματα, ὁρμήματα. Οἶμος: ὁδός· ἢ στίχος· ἢ ῥάβδος κύκλου· ἔνθεν καὶ παροιμία κέκληται, τὸ παροδικὸν διήγημα. Οἰμωγή: στεναγμός. Οἰμώζει: στενάζει. Οἰμώκτιαν: ἀντὶ τοῦ οἰμώξειαν. Οἴναρα: τὰ τῆς ἀμπέλου φύλλα. Οἰνάνθη: ἡ τῆς ἀμπέλου ἔκφυσις, καὶ φυτὸν ὀρεινὸν εὔοδμον. Οἰνήρυσις: κοτύλη· οἰνοχόη. Οἰναῖοι τὴν χαράδραν: ἐπὶ τῶν ἐπʼ ὠφελείαι παρακαλουμένων, βλαπτόντων δέ· τῶν γὰρ Οἰναίων παροχετευόντων τὴν χαράδραν, ἐπιρραγὲν ὕδωρ πολὺ κατέκλυσε πάντα. Οἰνηΐς: μία τῶν δέκα φυλῶν παρὰ Ἀθηναίοις. Οἰνόη· καὶ Οἰνέως: δῆμος τῆς Ἱπποθοωντίδος πρὸς Ἐλευσῖνα· ὁ δὲ τῆς Αἰαντίδος πρὸς Μαραθῶνα· ἀφʼ ἑκατέρου δὲ τῶν δήμων ὁ δημότης Οἰνέως. <!-- ο.321 -->Οἰνιαστήρια: σπονδὴ τωῖ Ἡρακλεῖ ἐπιτελουμένη ὑπὸ τῶν ἐφήβων πρὶν ἀποκείρασθαι· Εὔπολις Δήμοις. Οἰνοβαρές: μέθυσε. Οἰνηβόλος: καινὸς καὶ ἀντικείμενος τ εξει. Οἰνίζει: μονάζει. Οἱ νομοφύλακες τίνες: ἔδοξε τισὶ τοὺς αὐτοὺς εἶναι τοῖς θεσμοθέταις· ἀλλʼ οὐκ ἔστιν οὕτως· οἱ μὲν γὰρ θεσμοθέται κατὰ τὰ πάτρια ἐστεφανωμένοι ἐπὶ τὸν Ἄρειον πάγον ἀνέβαινον· οἱ δὲ νομοφύλακες στροφίοις λευκοῖς ἐχρῶντο· καὶ ἐν ταῖς θέαις ἐπὶ θρόνων ἐκάθηντο· κατάντικρυ τῶν ἐννέα ἀρχόντων· καὶ τηῖ Παλλάδι τὴν πομπὴν ἐκόσμουν· ὅτε κομίζοιτο τὸ ξόανον ἐπὶ τὴν θάλασσαν· ἠνάγκαζον δὲ καὶ τὰς ἀρχὰς χρῆσθαι τοῖς νόμοις· καὶ ἐν ταῖς ἐκκλησίαις ἐκάθηντο μετὰ τῶν προέδρων, κωλύοντες ψηφίζειν, εἴ τι παράνομον αὐτοῖς εἶναι δόξειεν ἢ ἀσύμφορον τηῖ πόλει. Οἰνοποτάζων: οἰνοποτῶν· εὐωχούμενος ἐν συμποσίωι. Οἰνόπται: εὐτελὴς ἀρχὴ Ἀθήνησιν, παρέχουσα λύχνους καὶ θρυαλλίδας ἐν ἑορταῖς τισίν. Οἰνόπται: ἐπιμεληταὶ τοῦ τοὺς φράτορας ἡδὺν οἶνον ἔχειν· Δίδυμος οὕτως ἀποδίδωσιν· εὐτελὴς ἀρχὴ τίς Ἀθήνησιν. Οἶνος ἄνευ παιδευτῶν: δύο παροιμίαι· ἡ μὲν, οἶνος καὶ ἀλήθεια· ἡ δὲ, οἶνος καὶ παῖδες ἀληθεῖς· <!-- ο.322 -->λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἁπλοιζομένων καὶ τὴν ἀλήθειαν λεγόντων. Οἰνόσπονδα: αἱ γινόμεναι θυσίαι μετʼ οἴνου σπονδῆς. Οἰνοῦττα: μάζα οἴνωι δεδευμένη· μελιτοῦττα δὲ ἡ μέλιτι. Οἰνοχοεῖ: κιρνᾶ. Οἰνοχόος: πιγκέρνης. Οἰνώνης: οἷον οἶνον συνωνούμενος. Οἰνωπός: οἰνώδης· διαυγής· ἢ μέλανος. Οἴξας: ἀνοίξας. Οἰόθεν οἶος: ἐκ μόνου μόνος· θέλει δὲ εἰπεῖν μόνος πρὸς μόνον. Οἶοι: μόνοι· ἢ δυνατοί. Οἰόμενος: νομίζων. Οἷον: τὸ θαυμαστικόν. Οἶον: δῆμοι εἰσὶν ἐν τηῖ Ἀττικηῖ διττοὶ, οὐδετέρως λεγόμενοι· καλεῖσθαι δὲ φασὶν αὐτοὺς οὕτως, διὰ τὸ μηδαμῶς οἰκητὸν τόπον ἔχειν, ἀλλὰ μεμονῶσθαι· τὸ γὰρ μόνον οἶον ἐκάλουν οἱ ἀρχαῖοι· ἔστι δὲ τὸ μὲν Κεραμικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελικὸν Οἶον τῆς Ἱπποθοωντίδος φυλῆς· οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου· ἄλλοι δὲ ἦσαν οἱ λεγόμενοι Οἴηθεν, ὡς προείρηται. Οἷόν τε: δυνατόν· ἀρκούντως ἔχειν· κατὰ δυνατόν. Οἶος: μόνος· ἢ ὁποῖος. <!-- ο.323 -->Οἷος εἶ καὶ οἷός τε εἶ: τὸ μὲν χωρὶς τοῦ τε σημαίνει τὸ βούλει καὶ προηίρησαι· τὸ δὲ σὺν τωῖ τε τὸ δύνασθαι· ἀμφοτέροις δὲ Λυσίας ἐχρήσατο. Οἰός: προβάτου. Οἷος: ἀντὶ τοῦ ἕτοιμος· καὶ οἷός τε, ἀντὶ τοῦ ἕτοιμος· καὶ οἷος ἦν, ἀντὶ τοῦ ἕτοιμος ἦν· τίθεται δὲ καὶ ἀντὶ τοῦ ἐσπούδαζεν· Λυσίας· ἐβιάζετό τε γὰρ καὶ οἷος ἦν ἐξευρεῖν τὴν θύραν· σημαίνει δὲ καὶ τὸ ἀνταποδοτικόν· τοιοῦτος οἷος ἦν ὁ πατήρ. Οἷον: τὸ ἀνταποδοτικὸν τοῦ τοιοῦτον· καὶ τὸ ἐπὶ παραδειγμάτων παραλαμβανόμενον· καὶ τὸ ἐπὶ θαυμασμοῦ· ὡς τὸ, οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου· Δημοσθένης ἐν τωῖ κατὰ Μειδίου· οὐδὲν οὕτως καλὸν, οἷον τὸ ἀκούειν αὐτοῦ τοῦ νόμου. Οἶς: αἲξ ἢ πρόβατον. Οἴσει: κομίσει. Οἴσεται: λήψεται. Οἶσθα: ἀντὶ τοῦ οἶδας· λέγεται καὶ χωρὶς τοῦ σ· μετὰ δὲ τοῦ σ ποτὲ ἢ διὰ μέτρον, ἢ διὰ τὸ μὴ συγκροῦσαι σύμφωνα. Οἰσθείς: εἰκασθείς· ὑπολαβών. Οἰσόμενος: κομίσων. Οἰστά: φορητά. Οἰσπώτη: οἰῶν ῥύπος· οἴσυπος· Ἀριστοφάνης Λυσιστράτηι· Ἐκπλύναντας τὴν οἰσπώτην ἐκ τῆς πόλεως ἐπικλίνη. Ὀϊστεύσας: τοξεύσας· σαγιτεύσας. <!-- ο.324 -->Οἰστός: βέλος· σαγίτα. Οἰστρᾶ: συντόνως καὶ μανικῶς κινεῖται. Οἰστρεῖ: ἐρεθίζει· ἐκμαίνει. Οἰστρηλατούμενοι: πυρούμενοι· ἐκμαινόμενοι. Οἰστροπλῆγα: τηῖ μανία πεπληγότα. Οἶστρος: ἐρεθισμός· ἔκκαυσις· πύρωσις ἐμμανής. Οἰσύμη: πόλις τῆς Θράκης. Οἰσύπη: ὁ ῥύπος τῶν ἐρίων. Οἰσυπηρός: ῥυπαρός. Οἴσω: κομίσω ἐνέγκω. Οἴφι: χοίνιξ. Οἴχεται: πορεύεται. Οἰχήσομαι: πορεύσομαι. Οἰχόμενος: πορευόμενος. Οἰωνόβρωτος: ὀρνεόβρωτος. Οἰωνοί: σαρκοφάγα ὄρνεα· ἢ σύμβολα. Ὁ κάνης τῆς κοίτης ὑπερέχει: ἐπὶ τῶν τὰ μὴ ἀναγκαῖα μείζω καὶ πλείω τῶν ἀναγκαίων κεκτημένων. Ὁ κάτωθεν νόμος: Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστοκράτους· ἢ τὴν ἡλιαίαν λέγει διὰ τὸ τῶν δικαστηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι· ἢ διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστροφηδὸν γεγραμμένης· ἢ ἀπὸ τῶν εὐωνύμων ἀρχομένων νόμων, κάτωθεν ὀνομάζει ὁ Δημοσθένης· ὅτι γάρ φησι βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι, δεδήλωκεν Εὐφορίων ἐν τωῖ Ἀπολλοδώρωι· ἢ ἐπεί φησι τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ <!-- ο.325 -->βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὡς φησὶν Ἀναξιμένης ἐν Φιλιππικωῖ. Ὀκέλλει: προσορμεῖ· ἐκρίπτεται· εἴρηται ἐπὶ τῶν νηῶν. Ὀκιμβάζειν: καὶ σκιμβάζειν, τὸ στραγγεύεσθαι. Ὀκλαδίας δίφρος: ὃν οἱ ἀκόλουθοι τοῖς πλουσίοις εἰς ἀγορὰν ἠκολούθουν φέροντες. Ὀκλάζει: χωλεύει· εἰς τὸ γόνυ κάμπτεται· διστάζει· ἀποκάμνει· λαγγάζει. Ὀκλάξ: οὕτως καὶ οἱ Ἀττικοὶ λέγουσιν ὡς ἡμεῖς. Ὀκνεῖν: τὸ φοβεῖσθαι δηλοῖ παρὰ τοῖς παλαιοῖς. Ὀκνεῖ: εὐλαβῶς ἔχει. Ὀκνῶν: ἀναδυόμενος. Ὀκρίβαντας: ἐμβάδας. Ὀκρίβας: σχῆμα ἡνιόχου. <!-- ο.326 -->Ὀκρίβας: σκηνή· ἰδίως πάντων τῶν λεγόντων τὰ πλαστικὰ πήγματα· ἐφʼ οἷς διατυποῦσι τὰς εἰκόνας· καὶ τὰ ὑπερείσματα τῶν ξυλίνων θεάτρων· βέλτιον φαίνεται τὸ λογεῖον, ἐφʼ οὗ ἵστανται οἱ τραγωδοί. Ὀκρίβας: τὸ λογεῖον, ἐφʼ ωἷ οἱ τραγωδοὶ ἠγωνίζοντο· καὶ Πλάτων ὁ φιλόσοφος ἐν Συμποσίωι κέχρηται τωῖ ὀνόματι. Ὀκόρνους: τοὺς πάρνοπας· Αἰσχύλος Φιλοκτήτηι· οἱ δὲ Ἴωνες ἀττελέβους. Ὁ Κρὴς τὴν θάλασσαν: ἰδὼν γὰρ αὐτὴν γαληνίζουσαν ἔφη· εἰ μὴ ηἴδειν σε. Ὀκριάζων: τραχυνόμενος· Σοφοκλῆς. Ὀκτώπηχυς καὶ ὀκτώπους: Φιλήμων. Ὀκτώπαν ποταμὸν Αἰσχύλος διαπέπλευκε Νεανίσκοις. Ὀκτώπας: ἤτοι ὁ σκορπίος. Ὀκτώπους: ἢ ὁ μακρὸς ὀκτὼ ποδῶν. Ὀκτώπουν: Κρατῖνος Θράτταις· Ὀκτώπουν ἀνεγείρεις· ἀντὶ τοῦ σκορπίον· παροιμία γάρ· σκορπίον ὀκτώπουν ἀνεγείρεις· ἐν δὲ ταῖς Αἰσχύλου Ξαντρίαις ἡ Λύσσα ἐπιθειάζουσα ταῖς Βάκχαις φησίν· —

  
ἐκ ποδῶν δʼ ἄνω Ὑπέρχεται σπαραγμὸς εἰς ἄκρον  
  
κάρα, Κέντημα γλώσσης σκορπίου βέλος λέγω.  
<!-- ο.327 -->Ὄλας: οὐχὶ ἅλας λεκτέον. Ὀλαγμεύειν: ὄλας βάλλειν. Ὀλβιοδαίμων: εὐδαίμων· εὐτυχέστατος. Ὄλβιος: πλούσιος· εὐδαίμων· μακάριος. Ὀλβοδότης: πλουτοδότης. Ὀλέθρου πείρατʼ ἐφῆπται: ἐπιδέδεται καὶ ἐξῆπται τὸ τοῦ ὀλέθρου ὑμῶν πέρας· οἷον δεδέσθαι τωῖ ὀλέθρωι. Ὄλεθρον: τὸ μόριον τὸ γυναικεῖον. Ὀλέκει: φονεύει. Ὀλέκρανον: ἀγκών· οἷον τῆς ὠλένης κάρα ἢ κράνιον. Ὀλέκρανον: τὸ ὀστοῦν τοῦ ἀγκῶνος. Ὀλέκρανα: τοὺς ἀγκῶνας καὶ τοὺς πήχεις τῶν ποδῶν λέγουσι. Ὀλέσκει: ὀλοθρεύει. Ὀλετῆρα: φονέα. Ὀλίγα ἄττα: ὀλίγα τινά. Ὀλιγαρχούμενοι: ὑπὸ ὀλίγων ἀρχόμενοι· τρεῖς δὲ εἰσὶ πολιτείαι· βασιλεία· ὀλιγαρχία· δημοκρατία. Ὄλιγγοι: γένος ἀκρίδων. Ὀλιγίστου: παρὰ μικρόν. Ὀλίγωρος: σὺν τωῖ γ. Ὀλιγογνώμων: ὀλίγωρος. <!-- ο.328 -->Ὄλιγγος: ὁ γόνος τῶν ἀκρίδων. Ὀλιγοδεής: ὀλίγα χρήζων. Ὀλιγοδρανής: ὀλίγα ἰσχύων. Ὀλίγου δεῖν: σχεδόν· παρὰ μικρόν· λέγεται δὲ καὶ χωρὶς τοῦ δεῖν. Ὀλισθηρός: εὐόλισθος· εὐχερῶς μεταγινώσκων. Ὀλιγωρήσετε: ἀντὶ τοῦ ἀμελήσετε· Δημοσθένης Φιλιππικοῖς· ὀλιγωρεῖν γὰρ λέγεται τὸ ὀλίγην ὥραν ἔχειν· ἔστι δὲ τὸ μὲν ὀλίγην ἀντὶ τοῦ οὐδὲ ὀλίγην· ὡς ἐν τωῖ, Ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς· ὥρα δὲ ἡ φροντίς. Ὄλιζον: ἔλασσον. Ὄλισβοι: δερμάτινα αἰδοῖα. Ὁλκάδες: πλοῖα. Ὅλκειον: χαλκοῦς λέβης τρεῖς πόδας ἔχων. Ὁλκῆ: δυνάμει· ἢ βάρει ἢ σταθμωῖ. Ὁλκήν: ἐπαγωγήν· τροπήν. Ὁλκοί: σχοινία εἰς τὸ ἕλκειν ἐπιτήδεια. Ὁλκὸς ἄνθρωπος: ὁ ἑλκυστικὸς καὶ ἐπαγωγὸς ἄνθρωπος. Ὅλκοις: ἄγειν καὶ ἐφέλκεσθαι δυνάμενον. Ὁλκόν: ἰσχυρὸν τόνον· ἢ ἑλκυστικόν· ἢ ὅρμον· ἢ ὁδόν. Ὁλκός: ὁδός· ἢ ἀγωγὸς ῥεύματος· ἢ οὐρά· ἢ ὁλκὸς κυρίως τὸ τῶν δρακόντων σύρμα· καταχρηστικῶς δὲ καὶ τὸ τῆς τροπίδος ἔκταμα· δρακοντοειδὲς γὰρ, διὰ πάσης τῆς νεὼς διῆκον. Ὁλκούς: ἐφελκομένας. <!-- ο.329 -->Ὁλκούς: ναυστάθμους. Ὅλμοι· καὶ ὑφόλμια: ἐπὶ αὐλῶν· Εὔπολις Φίλοις·

  
Ῥέγκειν δὲ τοὺς ὅλμους οἴμοι τῶν κακῶν.  
Ὁλοκαρπούμενον: ὅλον προσφερόμενον. Ὁλόκληρος: οἱ ἄρχοντες ἐδοκιμάζοντο, εἰ ὁλόκληροι εἰσίν· Μένανδρος Θετταληῖ· Ὁλόκληρος οὗτος σοὶ ξένε. Ὁλοκαυτισμός: ὁλοκαρπία. Ὅλος: θόλος. Ὁλοσχερῶς: ὁλοτελῶς. Ὁλοσχοίνων: Αἰσχίνης ἐν τωῖ περὶ τῆς παραπρεσβείας· Θεόφραστος δὲ τρία εἴδη σχοίνου φησίν· ὧν ὁ τρίτος μεγέθει καὶ εὐσαρκία διαφέρων, ὁλόσχοινος καλεῖται. Ὁλοσπάδες: ὅλαι καταπινόμεναι καὶ κατασπώμεναι· Σοφοκλῆς. Ὁλόσφυρον: τὸ ὁλοσφύρατον. Ὄλολυν: Μένανδρος τὸν γυναικώδη καὶ κατάθεον καὶ βάκηλον. Ὀλολύττουσιν: οὐχὶ ὀλολύζουσι· Μένανδρος. Ὀλόλους: τοὺς δεισιδαίμονας ἐκάλουν οἰωνιζόμενοι· Μένανδρος Δεισιδαίμονι· Θεόπομπος Τισαμενωῖ καὶ ἄλλοι. Ὁλόσχοινος: ἡ σχοῖνος· καὶ Δημοσθένης καὶ οἱ ἄλλοι. Ὀλοίτροχος: στρογγύλος λίθος· ἢ ὁ ἐπʼ ὀλέθρωι τρέχων. <!-- ο.330 -->Ὀλούφειν: τίλλειν ἢ κατασπᾶν· οἷον ὁλοσφίζειν. Ὁλοφυκτίς: φλύκταινα ἐπὶ τῆς γλώττης. Ὁλοφυκτίς: οἷον ἐπινυκτὶς ἢ δοθίην· ὅτʼ ἂν δὲ ἐπὶ τῆς γλώττης τοῦτο γένηται, λέγουσιν αἱ γυναῖκες, ὅσα ποθεῖς τίς σοι μερίδα ἐπέδωκεν· δοκεῖ δὲ ταῦτα ἐπιγίνεσθαι τηῖ γλώττηι καὶ ὅταν ὑπὲρ ἀπόντος καλοῦ ἢ καλῆς διαλέγηται. Ὀλοφύρεται: ἀποδύρεται· κλαίει. Ὁλόφωνος: ὁ ἀλεκτρυών· οὕτως Κρατῖνος. Ὀλοφυρμός: θρῆνος. Ὀλύμπια: τὰ ἐν Πίσηι Ὀλύμπια· Ἀθήνησι· καὶ τὸ ἱερὸν Ὀλυμπίειον πεντασυλλάβως ὡς Ἀσκληπίειον· Ἀριστοφάνης. Ὄλυμπος: οὐρανός· θεοῦ οἰκητήριον· καὶ ὄρος ἐν Μακεδονίαι. Ὄλυρα: ζειαί· εἶδος σπέρματος. Ὀλώλαμεν: ἀπολώλαμεν. Ὅλω ποδί: ὅληι δυνάμει. Ὁμαδος: θόρυβος· ἀπὸ τοῦ ὁμοῦ αὐδᾶν. Ὅμαιμος καὶ ὁμαίμων: ἀδελφὸς ἢ συγγενὴς καὶ ὁμονήδυος. Ὁμαιχμία: ὁμομαχία· συμμαχία· παρὰ τὸ ὁμοῦ τὰς αἰχμὰς τίθεσθαι. Ὁμαλές: ἐπὶ τοῦ πράγματος· ὁμαλὸν ἐπὶ τόπου· Θουκυδίδης· καὶ προελθόντες εἰς τὸ ὁμαλόν· καὶ <!-- ο.331 -->πάλιν· ἐν τωῖ ὁμαλωῖ τὴν μάχην ποιεῖσθαι. Ὀμαμαιτα: τὰ οὐρήματα· Αἰσχύλος. Ὄμμα ῥαπτόν: ἐπὶ τῶν παλευτριῶν περιστερῶν. Ὁμαρτῶν: ἀκολουθῶν. Ὅμαυλον: ὁμόκοιτον. Ὀμβρήσαντος: πηγάσαντος. Ὁμέθνιον: ὁμόφυλον. Ὁμείρειν: ὁμοῦ ἡρμόσθαι. Ὁμείρονται: ἐπιθυμοῦσι. Ὁμέστιον: ὁμόοικον· ὁμωρόφιον. Ὁμηρεῦντας: Αἰσχίνης ἐν τωῖ κατὰ Κτησιφῶντος ἐπὶ τῶν ἀναπεμφθέντων Λακεδαιμονίων Ἀλεξάνδρωι· ἦσαν δὲ νʹ· ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι· ὁμηρῶσαι γὰρ τὸ συμβαλεῖν· Θεόπομπος δὲ ὁμηρεῖν φησὶ λέγεσθαι παρὰ τοῖς Ἀχαιοῖς τὸ ἀκολουθεῖν· τοὺς οὖν ἐπʼ ἀκολουθίαι τῶν ὁμολογουμένων διδομένους ἐντεῦθεν ὁμήρους φησὶ λέγεσθαι. Ὁμηρίδαι: γένος ἐν Χίωι ἀπὸ τοῦ ποιητοῦ ὠνομασμένον· οἱ δὲ φασὶν ἁμαρτάνειν τοὺς οὕτω νομίζοντας· ὀνομάζεσθαι γὰρ ἀπὸ τῶν ὁμήρων· ἐπεὶ αἱ γυναῖκες ποτὲ τῶν Χίων ἐν Διονυσίοις παραφρονήσασαι εἰς μάχην ἦλθον τοῖς ἀνδράσι· καὶ δόντες ἀλλήλοις ὅμηρα νυμφίους καὶ νύμφας ἐπαύσαντο· ὧν τοὺς ἀπογόνους Ὁμηρίδας λέγουσιν. Ὁμηρίταις: ὁμοψήφοις· ἀπὸ τοῦ ὁμοῦ ἐρέσσειν· ὁμογνώμοσιν. <!-- ο.332 -->Ὁμήρους: τὰ ἐνέχυρα· παρὰ τὸ ὁμηρεῦσαι, ὅ ἐστι συντυχεῖν καὶ συμβαίνειν ἀλλήλοις περὶ τῶν διαφόρων. Ὁμευνέτου: συγκοίτου· ἀνδρός. Ὁμήγυριν: ἄθροισμα· πλῆθος. Ὁμηρεύειν: συμφωνεῖν. Ὁμηρίδαι: οἱ τὰ Ὁμήρου ὑποκρινόμενοι. Ὅμηρον: ἐνέχυρον τὸ εἰς εἰρήνην διδόμενον. Ὁμιλαδόν: κατʼ ἀθροίσματα καὶ τάγματα. Ὁμιλεῖ: συναναστρέφεται ἢ ἀπαντᾶ ἢ ἐντυγχάνει. Ὅμιλος: ἄθροισμα· ὄχλος· πλῆθος. Ὀμίχλη: ἀορασία· ἢ παχὺς ἀήρ. Ὀμνύναι καὶ ὀμνύειν: διττῶς λέγουσιν· μᾶλλον δὲ διὰ τοῦ ναι· καὶ ζευγνύναι καὶ τὰ ὅμοια· τὸ δὲ ἱστάναι μόνως οὕτως, ἀλλʼ οὐχ ἱστάνειν. Ὄμνυθι: καὶ ἔκδυθι καὶ τὰ ὅμοια διὰ τοῦ θι. Ὁμόδουλος: σύνδουλος. Ὁμόγνια: ὁμογενῆ· ἢ γνήσια· ἢ φίλα. Ὁμοερκές: Δείναρχος ἀντὶ τοῦ ὑφʼ ἓν ἕρκος· τουτέστιν ὑπὸ τὸν αὐτὸν περίβολον. Ὁμοθυμαδόν: ὁμοφρόνως· ὁμοψύχως. Ὁμοδίαιτος: ὁμοτράπεζος. Ὁμοίας λαβάς: ἀντιμεταλήψεις καὶ ἀντιμεταθέσεις. Ὁμοθύμως: ὁμοψύχως· ὁμοφρόνως· ὁμολόγως. Ὁμογάλακτες: οἱ τοῦ αὐτοῦ γάλακτος· οὓς καὶ γεννήτας ἐκάλουν. <!-- ο.333 -->Ὁμόγνιοι θεοί: οἷς οἱ συγγενεῖς κοινῶς ὀργιάζουσιν. Ὁμοείρκτης: ὁμότοιχος· ἐκ τοῦ αὐτοῦ γένους. Ὁμόθεν: ἐκ τοῦ αὐτοῦ τόπου. Ὁμολώϊος Ζεύς: ἐν Θήβαις καὶ ἐν ἄλλαις πόλεσι Βοιωτίας· καὶ ὁ ἐν Θεσσαλίαι ἀπὸ Ὁμολώας προφήτιδος τῆς Ἐνυέως· ἣν προφῆτιν εἰς Δελφοὺς πεμφθῆναι ὁ Ἀριστοφάνης ἐν δευτέρωι Θηβαϊκῶν· Ἴστρος δὲ ἐν τηῖ δωδεκάτηι τῆς συναγωγῆς, διὰ τὸ παρʼ Αἰολεῦσιν τὸ ὁμονοητικὸν καὶ εἰρηνικὸν ὅμολον λέγεσθαι· ἔστι δὲ Δημήτηρ Ὁμολωΐα ἐν Θήβαις. Ὁμόπτεροι: ὁμότριχες. Ὁμονήδυος: ἀδελφὸς γνήσιος. Ὁμόνοια: συνέδριον· ἀρχὴ τίς· καλεῖται δὲ ὁμονοίας ἐπιστάται. Ὀμόργνυσι: ἀπομάσσει· ἀποψύχει. Ὀμόρξας: ἐκμάξας· ἀποψήσας. Ὅμορος: πλησιόχωρος. Ὁμοροῦσα: γειτνιῶσα· πλησίον ἐλθοῦσα. Ὁμορροθεῖ: συμφωνεῖ. Ὁμορρόφιον: ὁμόσκηνον. Ὁμόσε: ὁμοῦ εἰς τὸν αὐτὸν τόπον· ἢ ἐξ ἐναντίας· σφοδρῶς· θρασέως. Ὁμόσε ἰέναι: ἀντὶ τοῦ παραβάλλεσθαι· λέγεται δὲ ἐκ μεταφορᾶς ὁμόσε ταῖς λόγχαις ἰέναι ἀντὶ τοῦ <!-- ο.334 -->ἐξ ἐναντίας εἰς τὸ αὐτὸ ἔρχεσθαι· καὶ μὴ στρέφεσθαι, μὴ δὲ φεύγειν. Ὁμοῦ: Δημοσθένης ἐν τωῖ κατʼ Ἀριστογείτονος φησίν· ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι· ἀντὶ τοῦ ἐγγύς· ἔστι δὲ τοῦτο πολὺ παρὰ Ἀττικοῖς, ὡς καὶ Μένανδρος· Ἤδη γὰρ ἔστιν ἥδε τοῦ τίκτειν ὁμοῦ. Ὁμόσιτον: ὁμοῦ τρεφόμενον. Ὁμόσπονδος: φίλος. Ὁμοτέρμονας: πλησιοχώρους· τοὺς ὁμοῦ τὰ τέλη ἔχοντας. Ὁμότεχνον: οὐ σύντεχνον. Ὁμότιτθον: οὐχ ὁμότιθον. Ὁμοῦ: ἐν τωῖ αὐτωῖ· λέγουσι δὲ καὶ τὸ ἀναμὶξ ὁμοῦ. Ὁμοῦ: Δημοσθένης τῶ ὁμοῦ κέχρηται ἐν τωῖ κατὰ Ἀριστογείτονος ἐπὶ τοῦ ἐγγύς· φησὶν γὰρ οὕτως· εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι· ἐνθάδε γὰρ βούλεται δηλοῦν ὅτι ἐγγὺς τῶν δισμυρίων εἰσίν· ἐπεὶ ὅτι γε οὐκ ἦσαν δισμύριοι, φανερόν· Ἰσαῖος δὲ τὸ ὁμοῦ ἐπὶ χρόνου ἔταξεν ἐν τωῖ πρὸς Δωρόθεον· Λυσίας δὲ καὶ Ὅμηρος ἐπὶ τόπου· γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων· δοκεῖ δὲ καὶ Ὅμηρος ὁμοίως τωῖ Λυσίαι κεχρῆσθαι ἐν τοῖς Πατρόκλου λόγοις πρὸς Ἀχιλλέα· φησὶ γάρ·

  
Μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,  
  
Ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ἡμετέροισι δόμοισιν.  
<!-- ο.335 -->Ὄμπην: Ἀθηναῖοι ὅτʼ ἂν τὸν νεὼν ἱδρύωνται πυροὺς μέλιτι δεύσαντες, ἐμβαλόντες εἰς καδίσκον, εἶθʼ οὕτως ἐπιθέντες τὸ ἱερεῖον, συντελοῦσι τὰ ἑξῆς· χρῶνται δὲ τούτωι καὶ πρὸς ἄλλας ἱδρύσεις καὶ θυσίας, προσαγορεύοντες ὄμπην, εὐθένειαν οἰωνιζόμενοι· ὅθεν καὶ ἡ Δημήτηρ Ὄμπνια. Ὀμπνεύειν: αὔξειν. Ὄμπναι: πυροὶ μέλιτι πεφυραμένοι. Ὀμπνίου νέφους: μεγίστου. Ὀμφαλόν: τὸ μεσαίτατον. Ὀμφαλητομία: ὅτε αἱ μαῖαι τὸν ὀμφαλὸν τοῦ βρέφους ἀποτέμνουσι· καὶ αὗται δὲ ὀμφαλητόμοι λέγονται. Ὄμφακα: πᾶν τὸ αὐστηρὸν λέγουσιν. Ὀμφάλειος: εἶδος σύκου· ἰσχάδος. Ὀμφαλιστήρ: ωἷ τοὺς τῶν παιδίων ὀμφαλοὺς ἀποτέμνουσιν. Ὀμφή: θεία κληδὼν ἢ φήμη. Ὀμφήν: φωνήν· κληδόνα· φήμην θείαν· ἢ ὄνειρα· φάσματα. Ὀμφύνειν: σεμνύνειν. Ὀμώμοκα: Ἄρχιππος Ὄνωι. Ὁμωχέτας: Θουκυδίδης τοὺς συννάους θεοὺς καὶ ὁμορροφίους· Βοιωτιακὴ δὲ ἡ λέξις. Ὀναίμην: ἀπολαύσω· ἐπιτύχοιμι. Ὄναιντο: ὠφεληθεῖεν· καὶ ὄνασθαι, ὠφεληθῆναι. Ὀνειρόπληκτον: ὑπὸ ὀνείρων πληττόμενον. <!-- ο.336 -->Ὀνειροπολεῖ: φαντάζεται. Ὀνειροπόλος: ὀνειροκρίτης. Ὀνήσασθαι: ὠφεληθῆναι· ἀπολαύειν. Ὀνησιφόρος: ὠφελείαν φέρων. Ὠνητήν: ἀγοραστήν· ἐναπόλαυστον. Ὀνήτωρ: ὄνησιν φέρων· καὶ ὀνάτωρ ὁμοίως. Ὀνήτωρ: πρὸς ὃν Δημοσθένης ἔγραψεν τοὺς ἐξούλης λόγους· εἷς δὲ ἦν τῶν χορηγησάντων· οὗ καὶ Ἰσοκράτης ἐν τωῖ περὶ ἀντιδόσεως μέμνηται. Ὄνθος: βόλβιτον· τουτέστιν ἡ τῶν βοῶν κόπρος. Ὀνιαία: τοῦ ἵππου τὸ ἀφόδευμα. Ὀνίνασθαι: ὀνεῖσθαι· ὠφελεῖσθαι. Ὀνίνησιν: ὠφελεῖ. Ὄνοι: ἐν ωἷ κρόκην νήθουσιν. Ὄνοι: κανθήλιοι. Ὀνοκίνδιος: ὀνηλάτης· ἀστραβηλάτης. Ὀνομήνω: ὀνομάσω. Ὀνομάζων: ἀντὶ τοῦ φράζων· ἑρμηνείαι χρώμενος· Δημοσθένης. Ὄνος: τὸ ἐπάνω τοῦ μύλου· Ἀριστοτέλης δὲ κατʼ ἀμφοτέρων τάσσει. Ὄνος ἄγων μυστήρια: ἐπὶ τῶν ἑτέροις <!-- ο.337 -->κακοπαθούντων καὶ παρεχόντων εὐφροσύνην· διὰ τὸ τωῖ καιρωῖ τῶν μεγάλων μυστηρίων ἐξ ἄστεος Ἐλευσίναδε τοὺς ὄνους κομίζειν αὐτοῖς τὰ ἐπιτήδεια· τότε γὰρ θλίβονται μᾶλλον, τὰ πρὸς τὴν χρείαν ἀγόμενα βαστάζοντες· Δήμων ἐπὶ τοῦ μύλου λέγεσθαι φησὶν, ὅτι στεφανοῦσιν αὐτὸν τότε. Ὄνος εἰς ἄχυρα: Παροιμία ἐπὶ τῶν παρʼ ἐλπίδας εἰς ἀγαθὰ ἐμπιπτόντων καὶ τούτοις ἀπολαυστικῶς χρωμένων. Ὄνος ἐν μελίτταις: Κράτης Τόλμαις· καὶ, ὄνος ἐν μύρωι· παροιμία. Ὄνος λύρας: Μένανδρος Ψοφοδεεῖ· ἡδοχη παροιμία· Ὄνος λύρας ἤκουε καὶ σάλπιγγος ὗς· λέγεται δὲ ἐπὶ τῶν μὴ συγκατατιθεμένων μὴ δὲ ἐπαινούντων. Ὄνος ἀκροᾶται σάλπιγγος: Εὔπολις Ταξιάρχαις. Ὄνος ἰσόσπριος: ζωῖον πολύπουν σκωληκῶδες, ὃ συνειληθὲν ὅμοιον κυάμωι φαίνεται. Ὄνος ὕεται: ἐπὶ τῶν μὴ ἐπιστρεφομένων· Κηφισόδωρος Ἀμαζόσι· Σκώπτεις μʼ· ἐγὼ δὲ τοῖς λόγοις ὄνος ὕομαι· Κρατῖνος Δραπέτισιν· Οἱ δὲ πυππάζουσι περιτρέχοντες· ὁ δʼ ὄνος ὕεται. Ὄνου γνάθος: τόπος τῆς Λακωνικῆς· ἅμα δὲ εἰς πολυφάγον. Ὄνου πόκοι: παροιμία ἐπὶ τῶν ἀνηνύτων· ὥσπερ <!-- ο.338 -->αἱ τοιαῦται· πλίνθον πλύνειν· ἀσκὸν τίλλειν· χύτραν πλύνειν. Ὄνου θάνατος: ἐπὶ τῶν ἀλλόκοτα διηγουμένων. Ὄνου παρακύψεως: ὄνου παρακύψαντος, ὄρνιθες πτοηθεῖσαι ἱστὸν ἀνέρρηξαν· ὁ δὲ δεσπότης τοῦ ἱστοῦ τωῖ τοῦ ὄνου δεσπότηι ἐνεκάλεσεν· ὅθεν ἡ παροιμία. Ὄνου πόκαι: ἐπὶ τῶν ἀνηνύτων καὶ τῶν μὴ ὄντων λέγεται ἡ παροιμία ὑπὸ τῶν Ἀττικῶν· ὥσπερ αἱ τοιαῦται· πλίνθον πλύνειν· ἀσκὸν τίλλειν· χύτραν ποικίλλειν· εἰς κοπρῶνα θυμιᾶν· Ἀρίσταρχος δὲ διὰ τὸ Κρατῖνον ὑποθέσθαι ἐν Αἵδου σχοινίον πλέκοντα· ὄνον δὲ τὸ πλεκόμενον ἀπεσθίοντα· οἷον ἀποκείροντα. Ὄνου σκιά: καὶ περὶ ὄνου σκιᾶς· Σοφοκλῆς Κηδαλίωνι·

  
Ὅτι ἄν τι γίνηται, τὰ πάντʼ ὄνου σκιά·  
Ἀριστοφάνης Δαιδάλωι· Περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος νῦν ἐστί· περὶ ὄνου σκιᾶς· Ἀριστοτέλης δὲ ἐν Διδασκαλίαις καὶ δράματός τινος φέρει ἐπιγραφὴν, ὄνου σκιάν· οἱ δὲ πρῶτον φθέγξασθαι Δημοσθένην, ἀπολογούμενον ὑπέρ τινος ἐπὶ μεγάλαις αἰτίαις κρινομένου· ὡς ἑώρα θορυβοῦντας τοὺς ἀκροωμένους· παρακαλέσας γὰρ αὐτοὺς μικρὰ προσέχειν, ἤρξατο διηγεῖσθαι· ὡς Μεγάραδε ἀπιὼν μισθώσαιτο ὄνον· καύματος δὲ ἐν τηῖ ὁδωῖ γενομένου, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου βουληθείη ἀναπαύσασθαι· οὐ παρεῖναι γὰρ οὔτε δένδρον, οὔτʼ ἄλλο τοιοῦτον οὐδέν· τὸν δὲ ὀνηλάτην κωλύειν, φάσκοντα ὄνον αὐτωῖ μεμισθωκέναι μόνον, οὐ μὴν καὶ σκιάν· ὥστε <!-- ο.339 -->διατριβὴν αὐτοῖς καὶ φιλονεικίαν πολλὴν περὶ τούτου γενέσθαι· ταῦτα δὲ εἰπὼν, ὡς εἶδε τοὺς Ἀθηναίους προσέχοντας σφόδρα καὶ ἡδομένους καὶ ποθοῦντας τὰ ἑξῆς ἀκοῦσαι, ἐπέπληξεν αὐτοὺς, εἰ περὶ ὄνου μὲν σκιᾶς ἀκροᾶσθαι δέονται καὶ παρακαλοῦσιν· ὑπὲρ δὲ ἀνδρὸς περὶ τοῦ ζῆν κινδυνεύοντος, οὐκ ἐθέλουσιν ἀκούειν· δῆλον δὲ ὅτι λεγομένωι τούτωι ἐχρήσατο Δημοσθένης· διόπερ καὶ ἐν τοῖς Φιλιππικοῖς παρωδῶν τὴν παροιμίαν, φησὶ διαφέρεσθαι τοὺς Ἀθηναίους περὶ τῆς ἐν Δελφοῖς σκιᾶς. Ὀνοταζομένη: ἐκφαυλιζομένη· Ἴων μεγάλωι δράματι. Ὄντως: ἀληθῶς. Ὀνυχίζεται: ἀκριβολογεῖται· οὕτως Ἀριστοφάνης. Ὄνυχος ἕλκος: οἷον ἕλκυσμα· ἢ μακρὰ γραμμή. Ὄνωι τίς ἔλεγε μῦθον: ἐλλείπει ὅτι, ὁ δὲ ἀκούων, ἐκίνει τὰ ὦτα. Ὀξάλειοι: συκαί τινες. Ὀξίνη διάθεσις: ἣν φασὶν οἱ πολλοὶ τοῦ στομάχου ὀξίδα. Ὀξίνην: τὸν οἶνον, οὐκ ὀξίναν· καὶ Ἕρμιππος καὶ Φιλωνίδης καὶ οἱ ἄλλοι. Ὀξίς: λαγύνιον ὀξηρόν. Ὄξος Σφήττιον: ἴσως ἂν οἱ Σφήττιοι ὀξεῖς, ὡς οἱ Ἀχαρνεῖς κακολόγοι. <!-- ο.340 -->Ὀξύβαφον: οὐχὶ ὀξόβαφον λεκτέον. Ὀξυβελής: ὀξέως βάλλων· ἢ ὀξὺ βέλος ἔχων. Ὀξυθύμια: Ὑπερίδης ἐν τωῖ κατὰ Δημάδου φησί· περὶ οὗ πολλωῖ ἂν δικαιότερον ἐν τοῖς ὀξυθυμίοις ἡ στήλη σταθείη, ἢ ἐν τοῖς ἡμετέροις ἱεροῖς· ἔνιοι μὲν οὖν, ὧν ἔστι καὶ Ἀρίσταρχος, ὀξυθύμια λέγεσθαι φασὶ τὰ ξύλα ἀφʼ ὧν ἀπάγχονται τινές· ἀπὸ τοῦ ὀξέως τωῖ θυμωῖ χρῆσθαι· ταῦτα δὲ ἐκκόπτοντες, ἐξορίζουσι καὶ καίουσιν· Δίδυμος δέ φησιν ὀξυθυμίαν τὰ καθάρματα λέγεσθαι καὶ ἀπολύματα· ταῦτα γὰρ ἀποφέρεσθαι εἰς τὰς τριόδους ὅταν τὰς οἰκίας καθαίρωσιν. Ὀξυθύμια: ὅσα καθαίροντες τὰς οἰκίας Ἀθηναῖοι, νύκτωρ ἔθος ἔχουσιν ἐν ταῖς τριόδοις τεθῆναι, ταῦτα ὀξυθύμια καλεῖται. Ὀξυθύμια: τὰ ἀποκαθάρματα τῶν μυσαρῶν· οἱ δὲ τὰ ἀγχονιμαῖα ξύλα· οἱ δὲ τοὺς τόπους, ἐν οἷς τὰ τοιαῦτα κατεκαίετο· Εὔπολις Δήμοις. Ὀξυθυμεῖσθαι: οὐχὶ ὀξυθυμεῖν λέγουσιν· τὸ ὀργίζεσθαι ἀκραχόλως. Ὀξυπρώρωι ταύρωι: ὀξυκέρατι. Ὀξυρεγμεῖν: ὅταν μεθʼ ἡμέραν ἐποξίσηι ἡ τροφή· Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις τὴν ὀξυθυμίαν οὕτως ἔφη· Καὶ μὴν ἄκουσον, ὦ γύναι, θυμοῦ δίχα, Καὶ κρῖνον αὐτὴ, μὴ μετʼ ὀξυρεγμίας. Ὀξύρροπον: ὀξέως θέον. <!-- ο.341 -->Ὀξυωπέστερος: ὀξύτερον βλέπων. Ὀξυωπεῖν: ὀξέως βλέπειν. Ὀπαζόμεναι: θεραπεύουσαι καὶ ἑπόμεναι. Ὀπασθείς: ἐκ τῶν ὀπίσω δεθείς. Ὀπαία κεραμίς: ἡ τὴν κάπνην ἔχουσα· Δίφιλος Χρυσοχόωι· —διακύψας ὁρῶ Διὰ τῆς ὀπαίας κεραμίδος καλὴν σφόδρα. Ὄπα: φωνήν. Ὀπαδός: ἀκόλουθος. Ὀπάζει: θεωρεῖ ἢ παρέχει ἢ διώκει. Ὅπηι: ὅπου. Ὀπὴν λεκτέον, οὐχὶ τρώγλην. Ὀπή: διʼ ἧς ἐστὶν ἰδεῖν· ἔνθεν καὶ ὀπήτιον. Ὀπιπεύειν: παρατηρεῖν. Ὀπισθόδομος: τὸ ὄπισθεν παντὸς οἰκήματος· ἢ ταμιεῖον τῆς πόλεως ἐν ἀκροπόλει· ὄπισθεν τοῦ τῆς Ἀθηνᾶς νεώ. Ὀπισθοτείλαν: τὴν σηπίαν οἱ Βοιωτοί· ὄπισθεν ἀποτιλῶσαν. Ὄπισθεν καὶ κατόπιν: Ἱππεῦσιν. Ὀπιάντορον: τὸν πεπηγότα ὑπὸ ὀποῦ. Ὀπικίαν: τὴν τῶν Ὀπικῶν χώραν· Θουκυδίδης. Ὀπικοί: οἱ περὶ τὴν Ἰταλίαν οἰκοῦντες. Ὀπισθόδομος: Δημοσθένης ἐν τωῖ περὶ Συντάξεως· ἀνέωξαν δήπου πρωίην τινὲς τὸν ὀπισθόδομον· ἐκαλεῖτο δὲ οὕτως ὁ ὄπισθεν τοῦ νεὼ τῆς Ἀθηνᾶς οἶκος, ἐν ωἷ ἀπετίθεντο τὰ χρήματα. <!-- ο.342 -->Ὀπίστατον: τελευταιότατον. Ὁπλαί: αἱ πυξίδες· τῶν ἵππων οἱ ὄνυχες. Ὅπλα φωτός: αἱ τῶν ἀρετῶν ἐργασίαι. Ὁπλή: ὁ κυκλοειδὴς ποὺς τῶν κτηνῶν· οἷον, βοῶν· προβάτων καὶ τῶν λοιπῶν τῶν ἐχόντων μικροὺς ὄνυχας ἐν τοῖς τῶν ποδῶν ὀπισθίοις. Ὁπλιτεύειν: ὁπλίζεσθαι. Ὁπλίττομαι: οὐ πείθομαι· καὶ τοῦτο Βοιώτιον· Ἀριστοφάνης Ἐκκλησιαζούσαις. Ὄπνιος χείρ: πλουσία χείρ· πλούσιος. Ὄπνιον νέφος: μέγα· πολύ· ηὐξημένον· Σοφοκλῆς Θησεῖ. Ὄπνιος λειμών: ὁ σῖτος καὶ οἱ Δημητριακοὶ καρποί· ἐπεὶ Ὀπνία ἡ Δημήτηρ λέγεται. Ὀπνιηρὸν ὕδωρ: τὸ τρόφιμον. Ὅποι: ὅπου. Ὅποι ποτέ: ὅπου ποτέ. Ὀπός: τὸ τῶν δένδρων δάκρυον· καὶ τὸ ἀποστάλαγμα τοῦ γάλακτος. Ὁπότερος: ὁποῖος. Ὁποτέρωθεν: ἀπὸ ποίου μέρους. Ὅπου γε δή:  <span class="gap">…</span> Ὁ προτυχών: οὐχ ὁ προστυχών. Ὀπτανεῖον: τὸ μαγειρεῖον. Ὀπτῆρας: κατασκόπους. Ὀπτήρια: ἀνακαλυπτήρια. Ὄπωπα: ἐθεασάμην. Ὀπωπέναι: ἑωρακέναι. <!-- ο.343 -->Ὀπωρώνας: ὠνητὰς ὀπώρας. Ὅρα δὴ καὶ σκόπει: Δημοσθένης ἐν τωῖ πρὸς Λεπτίνην· ἀντὶ τοῦ, βλέπε τοῖς ὀφθαλμοῖς. Ὁρᾶτε: ἀντὶ τοῦ ἐνθυμεῖσθε· ὁ αὐτὸς ἐν τωῖ περὶ τῆς παραπρεσβείας. Ὀργᾶν: τὸ ἐπείγεσθαι· καὶ κατοργᾶν, τὸ κατεπείγειν. Ὄργανα χρόνου: ἐν Τιμαίωι· τοὺς πλανήτας· τοὺς δʼ εἰς σελήνης, τοὺς δʼ εἰς ἄλλα ὅσα ὄργανα χρόνου. Ὀργάς: χωρίον· οἷον ἄλσος μέγα· καὶ ὀργεῶνες, οἱ εἰς τοῦτο συνάγοντες καὶ τοῖς ἐνταῦθα θεοῖς ὀργιάζοντες. Ὀργάς: τὰ λοχμώδη καὶ ὀρεινὰ χωρία καὶ οὐκ ἐπεργαζόμενα οὕτως καλεῖται· ὅθεν καὶ ἡ Μεγαρικὴ ὀργὰς προσωνομάσθη, τοιαύτη τις οὖσα. Ὀργάς: θυσία· τελετή· μυστήρια. Ὀργεῶνας: Ἰσαίου λόγος ἐστι πρὸς Ὀργεῶνας· ὀργεῶνες δέ εἰσιν οἱ ἐπὶ τιμηῖ θεῶν ἢ ἡρωίων συνιόντες· ὀργιάζειν γάρ ἐστι τὸ θύειν καὶ τὰ νομιζόμενα δρᾶν· ἢ παρὰ τὸ ὀρέγειν τὼ χεῖρε· ἢ παρὰ τὰ ὄργια· ἢ διὰ τὸ ἐν ταῖς ὀργάσι καὶ τοῖς ἄλσεσι τὰ ἱερὰ δρᾶν· οἱ μέντοι ποιηταὶ ἔταττον τούνομα ἁπλῶς ἐπὶ τῶν ἱερέων· μήποτε δὲ ὕστερον νενόμισται τὸ ἐπὶ τιμηῖ τινὰς τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὀνομάζεσθαι· ὡς ἔστι συνιδεῖν ἐκ τῶν Θεοφράστου διαθηκῶν. <!-- ο.344 -->Ὀργάσας: μαλάξας. Ὀργιάζων: θύων· ἐπιτελῶν. Ὀργᾶν: ἐπιθυμεῖν. Ὀργάς: ἡ εὔγειος καὶ σύμφυτος καὶ λιπαρὰ καὶ ἀκμαία. Ὄργια: μυστήρια· ἱερά. Ὀργεῶνες: οἱ τοῖς ἰδίαι ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες· ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν· τουτέστι μυστήρια καὶ νόμιμα· Νόμων δʹ· μὴ κεκτῆσθαι ἔσω ἐν ἰδίαις οἰκίαις ἱερά· τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια· Σέλευκος δὲ ἐν τωῖ ὑπομνήματι τῶν Σόλωνος ἀξόνων· ὀργεῶνας φησὶ καλεῖσθαι τοὺς συνόδους ἔχοντας περί τινας ἥρωας ἢ θεούς· ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱερέας οὕτως καλοῦσιν· ὁ γʼ οὖν Ἀντίμαχος ἐν τηῖ Λυδηῖ· Γενεαῖ Καβάρνους θῆκεν ἀγακλέας ὀργείωνας· καὶ ὁ Αἰσχύλος ἐν Μυσοῖς τὸν ἱερέα τοῦ Καΐκου προσαγορεύων· Ποταμοῦ Καΐκου χαῖρε πρῶτος ὀργέων· Εὐχαῖς δὲ σωίζοις δεσπότας Παιωνίαις· περὶ δὲ τῶν ὀργεώνων γέγραφεν καὶ Φιλόχορος· τοὺς δὲ φράτορας ἐπάναγκες δέχεσθαι καὶ τοὺς ὀργεῶνας καὶ τοὺς ὁμογάλακτας, οὓς γεννητὰς καλοῦμεν. Ὀργάδες: τὰ ἱερὰ χωρία· ἤτοι ἀπὸ τῶν ὀργίων ἢ <!-- ο.345 -->τῶν μυστηρίων· ἢ παρὰ τὸ ὀργᾶν· ὅ ἐστιν ἐπιθυμεῖν· καὶ γὰρ ἐπιθυμοῦντες τρυγᾶν τὰ ἱερὰ φυτὰ, οὐ τολμῶσι, διὰ τὸ ἐπάρατα εἶναι. Ὀργεῶνες: πρῶτοι ὀργίων καὶ τελετῶν συγγενικῶν· ἀλλαχοῦ οὕτως. Ὀργάνη: ἢ Ἐργάνη· ἡ Ἀθηνᾶ. Ὀργεῶνες: σύνταγμά τι ἀνδρῶν· ὡς τῶν γεννητῶν καὶ φρατόρων· ὀνομασθὲν ἀπὸ τοῦ κοινηῖ ὀργιάζειν· οἷον θύειν καὶ εὔχεσθαι. Ὀργεωνικά ἐστι θύματα, τὰ κοινὰ τῶν ὀργεώνων. Ὀργιασταί: οἱ τὰ μυστήρια ἐπιτελοῦντες. Ὀργῶσα: ἐπιθυμοῦσα ἢ μανιῶσα. Ὀργιουμένοις: ἐπιθυμοῦσιν. Ὀρέγει: παρέχει. Ὀρέγεται: ἐπιθυμεῖ. Ὀρεγνύς: ἐκτείνας. Ὄρειοι πόδες: αἱ κῶπαι. Ὀρεκτεῖν: ἐπιθυμεῖν· ταυτὸν καὶ ὀρεκτιᾶν. Ὀρείχαλκος: ὁ διαυγὴς χαλκός. Ὀρέξει: δώσει· ἐκτείνει. Ὄρεξις: ἐπιθυμία. Ὀρεωκόμος: ὁ ἐπιμελητὴς τῶν ἡμιόνων· ὀρεὺς γὰρ ὁ ἡμίονος. Ὀρέστης: ἐν ὄρεσι διαιτώμενος. Ὀρεῖς: ἡμιόνους· καὶ ὀρεωκόμους, τοὺς ἐπιμελουμένους τῶν ἡμιόνων. <!-- ο.346 -->Ὀρδάνιον: ἐν ωἷ ἦν ὕδωρ, ἵνʼ οἱ περιρραινόμενοι καθαροὶ ἀπέρχωνται. Ὀρθάνης: Πριαπώδης θεός· ἐντέτακται Ἑρμηῖ καὶ Νύμφαις. Ὀρθοκέρως: ὀρθόθριξ· Σοφοκλῆς. Ὀρθόκωμος Ἡρακλῆς: ἵδρυται Ἀθήνηισιν. Ὀρθοῖ: σωίζει. Ὀρθῆς δὲ τῆς πόλεως οὔσης ἐπὶ τούτοις: ἀντὶ τοῦ κεκινημένης καὶ πεφοβημένης· Ὑπερίδης φησίν· ὀρθῆς δʼ ἡμῖν τῆς πατρίδος οὔσης· Αἰσχίνης δὲ ἀντὶ τοῦ ἀπαθοῦς καὶ ἀκεραίου. Ὀρθὴν δʼ ἐντυγχάνει: ἀντὶ τοῦ εὐθύς· Ὑπερίδης. Ὄρθιον νόμον καὶ τροχαῖον: τοὺς δύο νόμους· ἀπὸ τῶν ῥυθμῶν ὠνόμασεν Τέρπανδρος· ἀνατετραμμένοι δʼ ἦσαν. Ὀρθόπληξ ἵππος: ὀρθὸς ἐπαιρόμενος καὶ πλήσσων· Ἀριστοφάνης Ἀναγύρωι· Ὡς δʼ ὀρθόπληξ· πέφυκε γὰρ δυσγάργαλις. Ὀρθόπτερον: Σοφοκλῆς Αἰθίοψιν· ὀρθοὺς ἔχοντα κολωνούς· τὰ γὰρ εἰς ὕψος ἀνέχοντα πτερὰ ἔλεγον· καὶ τὰ περίστωα. Ὀρθογόη: χελιδών. Ὀρθόφρων: ἀνατεταμένος καὶ μετέωρος ταῖς φρεσίν· οὕτως Σοφοκλῆς. Ὀρθοστάδιοι: οἱ στατοὶ χιτῶνες· οἱ γὰρ συρόμενοι, συρτοί. <!-- ο.347 -->Ὄρθριον: ἀντὶ τοῦ ὄρθρου. Ὀρθριάζειν: μαντεύεσθαι. Ὀρθριοφοίτης: ὁ παραγενόμενος ὄρθρου. Ὀρθῶς: κατʼ ὀρθὴν γνώμην· καὶ ἐστὶν ἀμείνων ἡ λέξις τοῦ καλῶς ἐπὶ τῶν τοιούτων ἐννοιῶν. Ὀριγνηθῆναι: ἀντὶ τοῦ ἐπιθυμῆσαι. Ὀριγνώμεθα: ὀρεγόμεθα. Ὀρικὰ ζεύγη: τὰ τῶν ὀρέων, τουτέστι, τῶν ἡμιόνων. Ὁρκάνη: περίφραγμά τι ἀκανθῶδες. Ὁρκάνη: ὁ περιέχων τοῖχος οἴκησιν ἢ χωρίον· λέγεται δὲ ἀπὸ τοῦ ἕρκος· ὅ ἐστι περιβόλου φράγμα. Ὁρκάνη: Λυκοῦργος κατὰ Λυκόφρονος βʹ· μήποτε ὁ φραγμὸς, τουτέστι τὸ περίφραγμα καὶ ἡ αἱμασιά, οὕτως καλεῖται· παρὰ τὸ ἐρύκειν ἢ παρὰ τὸ ἕρκος εἶναι· Ὅμηρος· Αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος. Ὁρκάνας: εἱρκτάς. Ὁρκαπάτην: χλευαστὴν διʼ ὅρκων. Ὁρκάνην: τὴν σαργάνην λέγουσιν. Ὁρκίζειν: καὶ ὁρκοῦν· ἑκατέρως. Ὅρκιον: σκῆπτρον· καθʼ ὃ ὤμνυον οἱ βασιλεῖς· ἢ ῥάβδος. Ὁρκίλλεσθαι: τὸ διακενῆς ὀμνύναι. Ὁρκύπτεσθαι: ὑπερκύπτειν ἐπʼ ὀνύχων ἱστάμενον. Ὁρκωμοσία: τὰ θύματα καὶ ἱερεῖα. Ὁρκωμοτεῖν: τὸ ὀμνύναι· Ἀριστοφάνης Βαβυλωνίοις. Ὁρκωντας: οὐχὶ ὁρκιστὰς, οὐδὲ ὁρκωμότας λέγουσιν. <!-- ο.348 -->Ὁρμᾶν: οὐ τὸ ἐξιέναι που· ἀλλὰ τὸ ὁρμηῖ πρός τι χρῆσθαι. Ὁρμαθός: σύνδεσμος· στοῖχος. Ὅρμενα: τὰ τῆς κράμβης· Ποσείδιππος Συντρόφοις· —ἔνδοθι προνομεύειν ὅρμενα: παρὰ τοῖς παλαιοῖς οὐχ εὕρομεν· Νικοστράτωι· —ῥήτορες Ἐξωρμενικότες δυσχερεῖς, πάλιν αἱρετοί. Ὁρμιάν: Ἀντιφάνης Ἁλιευομένη. Ὅρμον: λιμένα. Ὅρμενον: τὸ ἄγριόν τι λάχανον κυρίως οὕτως καλούμενον· καταχρηστικῶς δὲ καὶ πᾶν τὸ ἐκκεκαυλικὸς παντὸς λαχάνου καὶ ἄνθους. Ὁρμίσκος καὶ ὅρμος: περιτραχήλιος κόσμος· ἐνώτια· χαλαστήρια. Ὁρμωμένους: προθυμουμένος· λέγεται δὲ καὶ ὁ γενεαλογούμενος. Ὀρνιθευομένου: μαντευομένου διʼ ὄρνιθος. Ὀρνιθευτής: ὁ ὀρνιθοθήρας. Ὀρνίθεια δίκτυα: ἐν οἷς τὰ ὄρνεα ἁλίσκεται. Ὀρνιθευτήν: ἰξευτήν. Ὀρνιθοκλόνοι: ὀρνιθοσκόποι. Ὄρνις: Ἀττικοί· Ἴωνες δὲ ὄρνιξ· καὶ αἱ πλάγιαι ἀκολούθως· καὶ Δωριεῖς ὄρνιξ· παρʼ Ἀλκμᾶνι δὲ ἅπαξ ὄρνις· Ἀδεὲς ἦτορ ἔχων ἁλιπόρφυρος εἴαρος ὄρνις. <!-- ο.349 -->Ὄρνυται: ὁρμαῖ. Ὄροβοι: ὀσπρίου τι εἶδος γνωρίμου. Ὀρογυίας λέγουσιν, οὐχὶ ὀργυίας· Ἀριστοφάνης. Ὀρόγκους: τοὺς τῶν ὀρῶν ὄγκους. Ὅρος: καὶ τὰ ὅρια τῆς χώρας· καὶ τὰ τέλη ὅροι ὀνομάζονται. Ὅρος ἐπιγραφόμενος τοῖς ὑποκειμένοις χωρίοις καὶ ταῖς οἰκίαις. Ὀρός: τὸ λεγόμενον ὑφʼ ἡμῶν ῥυπόν· ἔστι δὲ ὑποστάθμη γάλακτος. Ὁροσάγγαι: σωματοφύλακες βασιλέως. Ὅρος: οὕτως ἐκάλουν οἱ Ἀττικοὶ τὰ ἐπόντα ταῖς ὑποκειμέναις οἰκίαις ἢ χωρίοις γράμματα· ἃ ἐδήλουν ὅτι ὑπόκεινται δανειστηῖ· οὕτως Δημοσθένης καὶ Μένανδρος. Ὁρονύχιον: ὅρος νυκτερινὸς, τουτέστι φυλακή. Ὅρον: σκεῦος τί γεωργικόν· ὡς Ἰσαῖος δηλοῖ· μήποτε μέντοι τὸ ὅρον παρά τε Αἰσχύλωι καὶ παρὰ Μενάνδρωι ξύλον τί σημαίνει, ωἷ τὴν πεπατημένην σταφυλὴν πιέζουσιν. Ὀρρωιδεῖν: ἀντὶ τοῦ φοβεῖσθαι· καὶ ὀρρωιδία, τὸ δέος. Ὀροτύπος: ὑλοτόμος. Ὀροτύπους: τοὺς γίγαντας, ὅτι ταῖς τῶν ὀρῶν κορυφαῖς ἔβαλλον. Ὄροφος καὶ ὀροφή: στέγη. Ὀροφοιτῶντα: εἰς ὄρη περιερχόμενα. Ὄρπηξ: κλάδος. Ὀρρωιδεῖ: φοβεῖται. <!-- ο.350 -->Ὀρρωιδία: φόβος. Ὀρσοθύρη: θύρα ἐν ὕψει τοῦ τοίχου. Ὄρρος: τράμις· καὶ ὀρροπύγιον· οὕτως καὶ οἱ Ἴωνες· ὀρθοπύγιον δὲ παρʼ οὐδενὶ τῶν Ἑλλήνων. Ὄρρος: ὁ ταῦρος. Ὀρσολοπεῖν: λοιδορεῖν· πολεμεῖν. Ὀρσολοπεῖται: διαπολεμεῖται. Ὀρτάλιχοι: οἱ μηδέπω πετόμενοι νεοττοί. Ὄρτυγας: συστέλλοντες οἱ Ἀττικοὶ λέγουσιν τὸ υ· καὶ τὸν ὀρτυγοκόμον βραχέως· δηλοῖ Ἀριστοφάνης Δαιταλεῦσιν. Ὀρτυγοκόπος: παιδιά τις, ἐν ηἷ ὄρτυγας ἱστᾶσιν ἐν γύρωι, οὓς τύπτουσιν εἰς τὴν κεφαλήν· καὶ ὁ μὲν ἐν τωῖ γύρωι καταβαλὼν τὸν ὄρτυγα, λαμβάνει ἑξῆς οὓς ἂν δύνηται· ὁ δὲ ἀποτυχὼν παρέχει θατέρωι τοὺς ὄρτυγας τύπτειν· καὶ τοῦτο ἀνὰ μέρος ποιοῦσιν· λέγει οὖν ἐν Ἀλκιβιάδηι· οὔκ ἀλλὰ πρὸς Μειδίαν δεῖ σὲ ἀποβλέποντα τὸν ὀρτυγοκόπον καὶ τοιούτους ἄλλους· ἐν Φαίδωνι· ὅτι οὐ πρὸς τοὺς τυχόντας ὁ ἀγών ἐστι· πρὸς δὲ τοὺς ἀρίστους· διόπερ οὐ ῥαθυμητέον. Ὀρτυγομήτρα: ὄρτυξ μέγας. Ὀρτυγοσκοπεῖν: ἐν γύρωι τιθέντες ὄρτυγα, εἰώθασιν ἐπʼ αὐτὸν βαδίζειν· ἔπειτʼ ἐὰν μὲν πληγεὶς ὁ ὄρτυξ ἔλθοι πτερυσσόμενος, περὶ τὸν πατάξαντα γίνεται τὸ βραβεῖον, καὶ ἀποφέρει τὸν ὄρτυγα· ἐὰν δὲ μείνηι <!-- ο.351 -->περὶ τὸν ἄντικρυς, καὶ ἀποφέρει τοῦτον τε αὐτὸν καὶ ἕτερον παρὰ τοῦ λειφθέντος. Ὄρυγμα: ἰδίως οὕτως ἐκαλεῖτο· ἐφʼ οὗ οἱ κακοῦργοι ἐκολάζοντο. Ὀρυμαγδός: θόρυβος· τάραχος· κτύπος. Ὀρφανισταί: ἀρχὴ ἐπὶ τῶν ὀρφανικῶν· ἵνα μηδὲν ἀδικῶνται. Ὀρφναίην: σκοτεινήν. Ὄρφνη: σκοτία· νὺξ μελαίνη. Ὄρχαμος: ἡγεμών. Ὀρχάτοις καὶ ὄρχοις: στίχοις ἀμπέλων ἢ ἑτέρων φυτῶν. Ὀρχίλος: βασιλικὸς σαλπιγκτής· ὄρνεον ὁμοίως σάλπιγγι φθεγγόμενον. Ὀρχιπεδεῖν: τὸ περὶ τὰ παιδία κακοσχολεῖσθαι. Ὀρχήστρα: πρῶτον ἐκλήθη ἐν τηῖ ἀγοραῖ· εἶτα καὶ τοῦ θεάτρου τὸ κάτω ἡμίκυκλον· οὗ καὶ οἱ χοροὶ ηἶδον καὶ ὠρχοῦντο· εἰς τὴν ὀρχήστραν· —ἔτι γὰρ τὴν θέαν ωἴκειτʼ ἐκεῖ, φησὶν ὁ κωμικός. Ὄρχους: τὰς κατὰ στίχον φυτείας. Ὀρχήστρα: τὸ νῦν τοῦ θεάτρου λεγόμενον σίγμα. ἐκεῖ γὰρ ὠρχοῦντο οἱ χοροί. Ὁρωῖτο: βλέποιτο. Ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν: ὅσον καὶ ἐφʼ ὅσον χρόνον οὐκ ἀπῆν αὐτοῦ τὸ ἀτρεμεῖν. <!-- ο.352 -->Ὅσα μὲν τὸ δοκεῖν κακωθεῖσαι· τὸ δʼ ἀληθὲς κακῶν ἀπαλλαγεῖσαι: ἀντὶ τοῦ τὸ μὲν δοκεῖν κακωθεῖσαι καὶ ἑξῆς. Ὁσημέραι: διαπαντός· πάντοτε· καθʼ ἡμέραν. Ὅσια: τὰ ἰδιωτικὰ καὶ μὴ ἱερά. Ὅσια ταῖς θυσίαις ἐπιλέγεσθαι ἀπηρτισμέναις: οἷον ἐφεῖται καὶ ὅσιόν ἐστι γεύεσθαι ἤδη τῶν ἀποτεθυμένων. Ὅσιον χωρίον: τὸ βέβηλον· καὶ μὴ ἱερὸν, εἰς ὃ ἔξεστιν εἰσιέναι· Ἀριστοφάνης Λυσιστράτηι· Ὦ πότνιʼ Εἰλείθυια, ἐπίσχες τοῦ τόκου, Ἕως ἂν εἰς ὅσιον ἀπέλθω χωρίον· καὶ ὅσια χρήματα, τὰ μὴ ἱερά· λέγεται δὲ καὶ τὸ δίκαιον, ὅσιον. Ὅσιον: Ὑπερίδης ἐν τωῖ πρὸς Ἀριστογείτονα φησί· καὶ τὰ χρήματα τά τε ἱερὰ καὶ τὰ ὅσια· καὶ Ἰσοκράτης· τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις· τὰ δημόσια ὅσια λέγοντες· καὶ Δημοσθένης δὲ ἐν τωῖ κατὰ Τιμοκράτους σαφῶς διδάσκει τοῦτο· Δίδυμος δέ φησι διχῶς λέγεσθαι τὸ ὅσιον· τό, τε ἱερὸν καὶ τὸ ἰδιωτικόν. Ὁσίους θαλάμους: τοὺς μὴ θείους, ἀλλʼ ἀνθρωπίνους. Ὁσιωθῆναι ἡμέρας λέγουσιν ἐπὶ θανάτωι τινός· οἷον μὴ ἱερὰς, ἀλλʼ ὁσίας νομισθῆναι. Ὀσμή: ἡ δὲ ὀδμὴ Ἰακόν. Ὀσμύλια: ἰχθύδια εὐτελῆ· Ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια· φησὶν Ἀριστοφάνης. Ὅσον βιώσιμον: ὅσον ζῆσαι. <!-- ο.353 -->Ὅσον οὐκ ἀποτετέλεστο: ἀντὶ τοῦ σχεδόν. Ὅσον οὔπω: ταχύ· μετʼ ὀλίγον· ἢ ἀντὶ τοῦ ἤδη. Ὄσσος: ὀφθαλμός· ἐν τηῖ τραγωιδίαι ἀρσενικῶς· παρʼ Ὁμήρωι οὐδετέρως. Ὀστακός: οἱ δὲ ἀστακός· καράβου εἶδος· καὶ τὴν πόλιν τὴν Ἄστακον, Ὄστακον Ἴωνες· Κάρʼ ὦ χάρων· Ὄστακος ἐκτίσθη ὑπὸ Χαλκηδονίων. Ὀσταφίδα: οὐχ ὅπως Κρατῖνος Νόμοις· —ὁ δὲ Ζεὺς ὀσταφίσιν ὕσει τάχα· ἀλλὰ καὶ Πλάτων ηʹ Νόμοις· τῆς δʼ εἰς ἀπόθεσιν ὀσταφίδος. Ὄστινον: οὐκ ὀστέϊνον· Ἀριστοφάνης Ἀχαρνεῦσι. Ὀστοῦν: δισυλλάβως· οὐκ ὀστέον λέγουσιν οἱ Ἀττικοί. Ὀστολογεῖν: ὀστᾶ συλλέγειν. Ὀστολόγος: παρὰ Ἐπιλύκωι· καὶ δρᾶμα Αἰσχύλου Ὀστολόγοι. Ὀστράκων: τῶν τοῦ ὠοῦ· Αἰσχύλος. Ὀστρακίνδα: παιδιὰ ἡ ἐπʼ ὀστράκων. Ὀστράκου περιστροφή: παροιμία ἐπὶ τῶν ταχέως τί ποιούντων λεγομένη. Ὀστρακισμός: οἱ κακονούστατοι τωῖ δήμωι ἐξωστρακίζοντο καὶ κατεδικάζοντο· ὀστράκοις ἐγγραφόντων τὸν ὄνομα τοῦ φευξομένου. Ὀστρακισμὸς καὶ ἐξοστρακισμός: φυγῆς ἐστὶν εἶδος, ὀνομασθὲν ἐκ τοῦ εἰς ὄστρακον ἐγγράφειν ἕκαστον τῶν Ἀθηναίων, εἴ τις αὐτοῖς ἐνομίζετο πρέπειν μεθίστασθαι τῆς πόλεως. <!-- ο.354 -->Ὄστρεια: σὺν τωῖ ι μᾶλλον. Ὄστριμα: περίβολοι κτηνῶν καὶ οἷον ἐπαύλεις· Ἀντίμαχος Θηβαΐδι·—βοῦς ὀστρίμου ἐξήλασσεν. Ὀσφραίνεσθαι: λέγουσιν ὡς ἡμεῖς. Ὄσχη: τὸ σὺν τοῖς βότρυσι κλῆμα. Ὀσχοφορεῖν: ἑορτή τις ὀσχοφόρια καλουμένη· ὄσχος γὰρ καλεῖται κληματίς· ἐκκειμένους ἔχουσα τοὺς βότρυας· ἡ οὖν εὐγενὴς παῖς ἔφερεν εἰς τὸ ἱερὸν Σκιράδος· ὁ τρόπος διʼ ὃν τοῦτο ἐγίνετο, διάφορος τοῖς παλαιοῖς ἀπεδόθη. Ὀσχοφόροι: δύο ἦσαν τῶν γένει καὶ πλούτωι διαφερόντων· ἡ δὲ ὄσχη κλῆμά ἐστι βότρυς ἐξηρτημένους ἔχον· ταύτην δʼ ἔνιοι ὀρεσχάδα καλοῦσιν. Ὅτʼ ἂν οὖν: πάνυ μὲν οὖν. Ὅτι νόμος ἐστιν, ὑπὲρ τεσσαράκοντα ἔτη γενόμενον χορηγεῖν παισίν. Ὅτι ξένους τινὰς ἑαυτωῖ αἰχμαλώτους σκάπτοντας ἐν τωῖ Φιλίππου ἀμπελουργείωι καὶ δεδεμένους παρὰ πότον ἐξηιτήσατο παρὰ Φιλίππου Σάτυρος· Αἰσχίνης μὲν ἐν τωῖ περὶ παραπρεσβείας φησίν· ὁ δὲ Δημοσθένης ἐν τωῖ κατʼ Αἰσχίνου λέγει, ὅτι τὰς Ἀπολλοφάνους θυγατέρας ἐξηιτήσατο· καὶ ἔοικεν μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει· Σατύρωι τωῖ ὑποκριτηῖ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. Ὅτι οἱ ἁλόντες ἐπʼ ἀκουσίωι φόνωι, εἶχον εἰς <!-- ο.355 -->διοίκησιν τῶν ἰδίων· Δημοσθένης τὲ ἐν τωῖ κατὰ Ἀριστοκράτους ὑποσημαίνει· καὶ Θεόφραστος ἐν τωῖ ιγʹ τῶν Νόμων. Ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρωῖον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τωῖ οἴκωι τοῦ ποιησαμένου. Ὅτι τὰ ἐπικηρυττόμενα τισὶ χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο. Ὅτι πρὸς τὴν φυλὴν τοῦ κτησαμένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι. Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν ἐμβάλλειν πέρα μεδίμνου κριθῶν. Ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες. Ὅτί ποτε: ἀντὶ τοῦ ποτέ. Ὄτλος: ὁ πόνος καὶ ὁ μόχθος· καὶ ὀτλεῖν, τὸ μοχθεῖν. Ὄτοβος: θόρυβος. Ὁ τὸν πατέρα εὑρὼν χαλκοῦ χρείαι. Ὁ τὸν κῦσον τρωθεὶς ἤδη Αἰσώπου μάλιστα τοῦ κράνους χρείαι. Ὅτου χάριν: τίνος ἕνεκεν. Ὀτρηρός: ταχύς· ὀξύτατος· δραστήριος. Ὀτρυγηφάγον: τὸν κριθοφάγον· Ἀρχίλοχος κατὰ πλεονασμὸν τοῦ ο· τρύγη γὰρ ὁ Δημητριακὸς καρπός. Ὀτρύνοντες: κελεύοντες. Ὄττα: φήμη· μαντεία διὰ κληδόνος· καὶ ὀττεύεσθαι, τὸ μαντεύεσθαι. <!-- ο.356 -->Ὁ τυχών: ὁ παρατυχών· λέγουσι δʼ ὅταν τὴν προσπάθειαν καὶ τὸ φιλόστοργον δηλώσηι, οὐχ ὁ τυχών. Ὅτωι γὰρ φίλον: ωἷ τινι ἀρέσκει. Οὐ γὰρ ἄκανθαι· λεγόμενον ἐπὶ τῶν ὠφελίμων· ἀπὸ τῆς τοῦ βίου εἰς τὸ ἡμερώτερον μεταβολῆς. Οὐδαμηῖ: ἀντὶ τοῦ οὐδαμόθι· Τηλεκλείδης Ἡσιόδωι. Οὐδαμαῖ: οὐδέποτε· Ἀριστοφάνης. Οὐδαμῶς: κατʼ οὐδένα τρόπον. Οὐδʼ ἀπὸ γείσων ὗσεν: ἐπὶ τοῦ ἐλαχίστου. Οὐδὲ Ἡρακλῆς πρὸς δύο: τοὺς γὰρ Μολιονίδας ἔφυγε· Δίων δὲ ἐν βʹ τῆς δευτέρας συντάξεως, Ἡρακλέα τὸν Ἰδαῖον Δάκτυλον, καταδείξαντα Ὀλύμπια, πρὸς βʹ διαπυκτεύσαντα ἡττηθῆναι. Οὐδεὶς δυσώνης χρηστὸν ὀψῶνει κρέας. Οὐδείς: οἱ παλαιοὶ διὰ τοῦ ρ· οἱ δὲ νεώτεροι καὶ διὰ τοῦ θ, οὐθείς. Οὐδεὶς κομήτης, ὅστις οὐ περαίνεται. Οὔδει: ἐδάφει. Οὐδὲν ἀπὸ τρόπου: ἀντὶ τοῦ οὐκ ἀπεικός· Ἀττικοί. Οὐδένες: τὸ πληθυντικὸν τοῦτο σύνηθες τοῖς παλαιοῖς· καὶ οὐδένων καὶ οὐδέσι καὶ οὐδένας. Οὐδʼ ἐν δέρματι: ἀντὶ τοῦ γυμνὸς ὑπερβολικῶς. Οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου: οὐ γὰρ τοιοῦτον ἐγὼ δύναμαι εἰπεῖν, οἷον ὁ νόμος. Οὐδὲν ἱερόν: Ἡρακλῆς εἶπεν Ἀδώνιδος ἰδὼν ξόανον· ὡς τῶν εὐεργετησάντων τοὺς ἀνθρώπους μόνων <!-- ο.357 -->ὀφειλόντων τιμᾶσθαι· ἢ ὅτι οἱ καταφυγόντες εἰς αὐτὸ δοῦλοι ἄδειαν οὐκ εἶχον. Οὐδὲν λευκῶν ἀνδρῶν ὄφελος:  <span class="gap">…</span> Οὐδὲν πρὸς ἔπος:  <span class="gap">…</span> Οὐδὲν πρὸς τὸν Διόνυσον: Ἐπιγένους τοῦ Σικυωνίου τραγωιδίαν εἰς αὐτὸν ποιήσαντος ἐπεφώνησαν τινὲς τοῦτο· ὅθεν ἡ παροιμία· βέλτιον δὲ οὕτως· τὸ πρόσθεν εἰς τὸν Διόνυσον γράφοντες, τούτοις ἠγωνίζοντο, ἅπερ καὶ Σατυρικὰ ἐλέγετο· ὕστερον δὲ μεταβάντες εἰς τραγωιδίας γράφειν, κατὰ μικρὸν εἰς μύθους καὶ ἱστορίας ἐτράπησαν· μηκέτι τοῦ θεοῦ μνημονεύοντες· ὅθεν καὶ ἐπεφώνησαν· καὶ Χαμαιλέων ἐν τωῖ περὶ Θέσπιδος τὰ παραπλήσια ἱστορεῖ· Θεαίτητος δὲ ἐν τωῖ περὶ παροιμίας, Παρράσιον φησὶ τὸν ζωγράφον ἀγωνιζόμενον παρὰ Κορινθίοις ποιῆσαι Διόνυσον κάλλιστον· τοὺς δὲ ὁρῶντας τά, τε τῶν ἀνταγωνιστῶν ἔργα, ἃ κατὰ πολὺ ἐλείπετο, καὶ τὸν τοῦ Παρρασίου Διόνυσον, ἐπιφωνεῖν, τί πρὸς τὸν Διόνυσον· ἐπὶ τῶν μὴ τὰ προσήκοντα τοῖς ὑποκειμένοις φλυαρούντων. Οὐδʼ ἐν σελίνοις: ἐπὶ τῶν μὴ δʼ ἐπὶ τὴν ἀρχὴν ἐφθακότων· ἀπὸ τῶν ἐπὶ τοὺς κήπους ἰόντων· ἐπὶ γὰρ τὰ ἄκρα, τοὺς λεγομένους περικήπους, σέλινα καὶ πήγανα κατεφύτευον· βούλεται οὖν λέγειν ἡ παροιμία, οὔπω οὐδὲ ἀρχὴν ἔχεις τοῦ πράγματος· καθάπερ οὐδὲ οἱ ἐν τοῖς κήποις εἰσιόντες, ἐν τοῖς σελίνοις εἰσίν. <!-- ο.358 -->Οὐδὲν φρονεῖ δίκαιον ἐστυκὼς ἀνήρ:  <span class="gap">…</span> Οὐδὲ πυρφόρος: ὅταν πολλοὺς ἀποφῆναι βουλώμεθα τοὺς τελευτήσαντας, λέγομεν ὅτι οὐδὲ πυρφόρος ὑπελείφθη· οἷον, οὐδὲ ὁ τὸ πῦρ οἴσων εἰς τὴν πόλιν, καθάπερ εἰ ἐλέγομεν, οὐδὲ σκηνοφύλαξ· ἤ τις τῶν παραπλησίων. Οὐδὲ τἀρχαῖον ποιεῖ: ἐπὶ τῶν μὴ λυσιτελούντων· ὁ δʼ ὀξὺ κριθεὶς ἐπὶ τῶν ἐλαχίστων. Οὐδός: φλιά· βατήρ· τὸ κάτω τῆς θύρας· ἢ ἔδαφος ἢ βαθμός. Οὐδʼ ὑφʼ ἕνων: Ἀττικοὶ ἀντὶ τοῦ ὑπʼ οὐδένων λέγουσιν ὑπερβιβάζοντες. Οὐδʼ ὥς: οὐδαμῶς. Οὔθαρ: τὸ γονιμώτατον μέλος. Οὔθατα: οἱ μαζοὶ τῶν προβάτων. Οὐκ ἀθεεί: οὐ χωρὶς θείας προνοίας. Οὐ καθέστηκεν: οὐ νήφει· μαίνεται. Οὐκ ἄλλως πονεῖται: ἀντὶ τοῦ οὐ μάτην. Οὐκ ἂν δύναιο γαστρὶ πενθῆσαι νεκρόν. Οὐ καλῶς: ἀντὶ τοῦ κακῶς. Οὐκ ἂν ἐβίω· οὐκ ἂν ἐβίωσα. Οὐκ αἰσθήσομαι: οὐ προσποιήσομαι. Οὐκ ἀπὸ τρόπου: οὐ πόρρω τρόπου. Οὐ κατὰ κόσμον: οὐ κατὰ τὸ πρέπον. Οὐκ ἂν φθανοίμην τὴν μάχαιραν παρακονῶν. <!-- ο.359 -->Οὐκ ἀσκίω: ἀντὶ τοῦ κενῶ· ἀσκίοις γὰρ τὰ παιδία μορμύσσεται. Οὐκ ἀποτευκτήσεις: οὐκ ἀποτεύξηι λέγουσι· καὶ οὐκ ἀτυχήσεις. Οὐκ ἀποψάλακτος· οὐκ ἀκρότητος· οὐδὲ ἀράπιστος. Οὐκ ἄτραχυς: ὁ τραχύς. Οὐκ ἐμποίνιμον: οὐ δόκιμον. Οὐκ ἐκφρῶσιν: οὐκ ἐξαφῶσι· Σοφοκλῆς. Οὐκ ἐντελεῖς: ἀντὶ τοῦ οὐκ ἐγκαλέσεις. Οὐκ ἐπιγλωττήσομαι: οὐ βλασφημήσω. Οὐκ ἐπαινεθείης, οὐδʼ ἐν περιδείπνωι: ἐπὶ τῶν μηδενὸς ἀξίων ἡ παροιμία· εἰώθεσαν γὰρ ἐν τοῖς περιδείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν. Οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμὴ τοῖς πολλοῖς: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· παροιμία ἐστὶν ἐλλιπῶς εἰρημένη· προσυπακουστέον δὲ ἔξωθεν τὸ ἀγκύρας. Οὐκ ἐσκοράκισεν: οὐχ οἷον ἔφη, οὐκ ἐς κόρακας· ἀλλʼ οἷον οὐχ ὑπερηφάνησεν· οὐκ ἐφρυάξατο. Οὐκ ἐς μακράν: ἀντὶ τοῦ ταχέως. Οὐκ ἐτός: οὐκ ἀπεικότως· ἢ οὐ μάτην· παρὰ τὸ ἐτώσιον, ὅ ἐστι μάταιον· οἱ δὲ οὐκ ἀλόγως. Οὔκουν: οὐδαμῶς. Οὐκ ὤφιξεν: οὐ βλάπτει· Σοφοκλῆς ἐν ἐπὶ τεράρωι Σατύροις. Οὐλάδες: πῆραι. <!-- ο.360 -->Οὐλαμός: ἀπὸ τοῦ ἴλλω· καὶ ἴουλος καὶ οὐλὴ, ἀπὸ τοῦ αὐτοῦ. Οὐ λελήθασι: φανεροί εἰσιν. Οὐλή: ἐπιπόλαιον ἕλκος· εἰς ὑγείαν ἧκον. Οὐλοκόμος: Ἄλεξις  <span class="gap">…</span> Οὐλόθριξ: οὐχὶ οὐλότριχος· καὶ οὐλότριχα, οὐχὶ οὐλότριχον. Οὖλον: ἁπαλόν· μαλακόν. Οὐ μάλα κυκκᾶ: τὸ μηδέν. Οὐ μάλα κυκκᾶς: παροιμία οὐδὲν σημαίνουσα. Οὐ μὲν δή: ἀντὶ τοῦ ὅμως δή· ἥκιστα δή· ἀλλὰ οὐ δή. Οὐ μηκέτι: ἀντὶ τοῦ οὐκ ἔτι· Μένανδρος. Οὐ μὴ δʼ ἐρεῖς: ἀντὶ τοῦ παῦσαι λέγων. Οὐ μήν: ἀλλὰ μήν· οὐδαμῶς· οὐ μόνον· ἢ ἔτι μήν· ὅμως δέ. Οὗ: ἑαυτοῦ· ὧν δὲ, ἑαυτῶν. Οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθʼ ὁ πλοῦς: διὰ τὸ τὰς ἑταίρας ὑπὲρ τῶν Ἑλλήνων εὔξασθαι, φασὶν, ἐν τωῖ μεγάλωι πολέμωι τηῖ Ἀφροδίτηι· ἢ διὰ τὸ δυσείσβολον εἶναι τὸν πλοῦν· ἢ ἐπεὶ πολλαὶ ἦσαν ἑταῖραι, καὶ τῶν πλουσίων μόνον ὁ πλοῦς. Οὐ παρῆν: οὐ παρήμην. Οὔπω: ταυτὸν τωῖ οὐδέποτε. Οὐραγεῖ: τὸ τέλος ἄγει τοῦ στρατοῦ. Οὔπως: οὐδένα τρόπον· καὶ Θουκυδίδης εʹ· καὶ Ὅμηρος·

  
Ὦ γέρον, οὔπως τοῦτο ἐγὼ τελέεσθαι ὀΐω.  
<!-- ο.361 -->Οὐραγίαν: στρατιὰν τὴν ὄπισθεν ἀκολουθοῦσαν. Οὐ ῥαιδίως: ἀντὶ τοῦ κακῶς· Θουκυδίδης· Ἀριστογείτων ὕστερον λαμφθεὶς, οὐ ῥαιδίως διετέθη· Ἁρμόδιος δὲ αὐτοῦ παραχρῆμα ἀπόλλυται. Οὐρανία αἴξ: ηἷ οἱ εὐχόμενοι πάντως ἐπετύγχανον· ἴσως διὰ τὸ τὴν Σελήνην αὐτηῖ ἐποχεῖσθαι· Κρατῖνος Χείρωσιν· Αἲξ οὐρανία. Οὐράνιον: μέγα. Οὐράνιον παιδιάν: ὅταν τὴν σφαῖραν εἰς τὸν οὐρανὸν ἀναβάλλωσιν. Οὐρανιζέτω: πρὸς τὸν οὐρανὸν διικνείσθω· Αἰσχύλος. Οὐράνιον ἄχος: τὸν κονιορτόν· Σοφοκλῆς. Οὐράνιον νέφος: ἤτοι τὸ κατʼ οὐρανὸν ἢ ὑπʼ οὐρανὸν ἐλαυνόμενον. Οὐράν: αἰδοῖον· Σοφοκλῆς. Οὐρητιᾶν: ὁμοίως ἡμῖν λέγουσιν. Οὔρια πλεῖν: λέγουσιν. Οὐρίσαι: ἀποκαταστῆσαι εἰς οὔριον. Οὔριος: ἐπιδέξιος· ἐπιτήδειος ἄνεμος. Οὐροδόκην: τὴν ἀμίδα· Ξενοφῶν· οὔρειον δὲ βίκον Ἀντισθένης. Οὖρος: ὁ τῆς γῆς ὅρος καὶ φύλαξ. Οὐρούς: ὀξυτόνως τὰ νεώρια καὶ περιορίσματα τῶν νηῶν Οὐσίας δίκη: οἱ δικαζόμενοι περὶ χωρίων ἢ οἰκιῶν, πρὸς τοὺς ἔχοντας οὐσίας ἐδικάζοντο τὴν δευτέραν <!-- ο.362 -->δίκην· ἡ δὲ προτέρα ἦν, τῶν μὲν οἰκιῶν, ἐνοικίου· τῶν δὲ χωρῶν, καρποῦ· τρίτη δὲ ἐπὶ τούτων, ἐξούλης· καὶ ἐξῆν τοῖς ἑλοῦσι κρατεῖν τῶν κτημάτων, καὶ εἰ τὴν δίκην τοῦ καρποῦ ἢ τοῦ ἐνοικίου, ἢ καὶ τὴν δευτέραν ἡττηθεῖεν τὴν τῆς οὐσίας· εἰ δὲ καὶ ἐξούλης ἁλοῖεν, οὐκ ἔτι ἐξῆν κρατεῖν, ἀλλὰ καὶ ἐξίστασθαι ἤδη τῶν κτημάτων ἔδει τοῖς καταδικασαμένοις. Οὐσίας δίκη: οὐσίας εἰσάγουσι δίκην πρὸς τοὺς ἑαλωκότας ἐν προτέραι δίκηι χρέους ἢ καρποῦ· ὡς δέον ἀπολαμβάνειν αὐτοὺς ἐξ ὅλης τῆς οὐσίας, ἃ κατεδίκασαν. Οὐσίαν: τὰ χρήματα, ὡς ἡμεῖς· Εὔπολις Πόλεσιν· Ὃς τὴν Μαραθῶνι κατέλιφʼ ἡμῖν οὐσίαν· Ἀριστοφάνης Πλούτωι· —κʼ οὐσίαν τʼ εἶχον συχνήν. Οὐσίας δίκη: οἱ δικαζόμενοι περὶ χωρίου καὶ οἰκιῶν, πρὸς τοὺς ἔχοντας οὐσίας λέγονται δικάζεσθαι· προτέραν μὲν δίκην τὴν τῶν οἰκιῶν, περὶ ἐνοικίων· δευτέραν δὲ περὶ καρποῦ τῶν χωρίων· τρίτη δὲ ἐπὶ τούτοις ἐγίνετο ἡ ἐξούλης· καὶ ἐξῆν τοῖς ἑλοῦσι τοῦτο κρατεῖν τῶν κτημάτων, κʼ ἂν ἡττηθεῖεν τὴν πρώτην τοῦ ἐνοικίου δίκην, καὶ τοῦ καρποῦ τὴν δευτέραν· εἰ δὲ καὶ τὴν τρίτην ἡττηθεῖεν τὴν ἐξούλης, οὐκ ἔτι ἐξῆν ἐπικρατεῖν· ἀλλʼ ἐξίστασθαι ἤδη τῶν κτημάτων. Οὖς: ὠτὸς ἡ γενική· οἱ δὲ Ἴωνες, οὔατος. Οὑτοσί: ἀναφορικῶς καὶ δεικτικῶς λέγουσιν. <!-- ο.363 -->Οὐτιδανός: οὐδενὸς ἄξιος. Οὔτοι: οὐδὲν οὐδαμῶς. Οὐ τρέφει μία λόχμη δύο ἐριθάκους: ἐπὶ τῶν ἐκ μικροῦ τινος κερδαίνειν σπουδαζόντων· ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον. Οὐ φροντὶς Ἱπποκλείδηι: παροιμία, ἧς μέμνηται Ἕρμιππος ἐν Δημόταις· Ἱπποκλείδης ὁ Τισάνδρου μέλλων γαμεῖν Ἀγαρίστην τὴν Κλεισθένους τοῦ Σικυωνίου θυγατέρα τοῦ τυράννου· ἐν αὐτηῖ τηῖ τῶν γάμων ἡμέραι, ἀπωρχήσατο περιττῶς· μεταβουλευσαμένου δὲ τοῦ Κλεισθένους, καὶ Μεγακλεῖ τωῖ Ἀλκμαίωνος τὴν θυγατέρα δόντος, πρὸς δὲ τὸν Ἱπποκλείδην φανερῶς εἰπόντος, ὅτι ἀπώρχηται τὸν γάμον τὸν Ἀγαρίστης· ὑποτυχὼν ἔφη· οὐ φροντὶς Ἱπποκλείδηι. Οὐχ ἥκιστα: μάλιστα· πάνυ· οὐχ ἧττον. Οὐχὶ καὶ ναῖχι: Ἑλληνικά. Οὐχ οἷόν τε: οὐ δυνατόν. Ὄφελμα: αὔξημα· Σοφοκλῆς. Ὄφελον καὶ ὄφελες καὶ ὄφελε: τοῖς προσώποις συσχηματίζουσιν ὡς ῥῆμα· καὶ διὰ τοῦ ω· ὤφελον ἐγώ· καὶ ὤφελες σύ· καὶ ὤφελεν οὗτος· τάττουσιν αὐτὰ ἐπὶ πραγμάτων ἤδη γεγονότων, ἃ ἐβουλόμεθʼ ἂν ἄλλως γεγονέναι· οἷον, ὤφελεν μὴ γεγενῆσθαι τόδε· ὤφελον μὴ πεπραχέναι τοῦτο· Μένανδρος. Ὄφεις: ψέλια δρακοντωτά. Ὄφις: ἐκτείνουσι κατὰ τὸ ἑνικόν. Ὄφις ὀροφίας: λέγεται οὕτως. <!-- ο.364 -->Ὄφεις παρείας: τοὺς ἐπηρμένας ἔχοντας τὰς παρειάς· δοκοῦσι δὲ ἤπιοι εἶναι καὶ μὴ ἀδικεῖν ἀνθρώπους· ἐσθίειν δὲ τοὺς ἔχεις καὶ εἶναι τῶν μυστηρίων ἱεροί. Ὄφελον: εἴθε· μακάριον. Ὀφθαλμίσαι: φθονῆσαι· ἐπιβαλεῖν ἐπιθυμητικῶς· ἣ τοὺς ὀφθαλμοὺς πάσχειν. Ὀφθαλμὸν ἐπιβάλλειν: τὸ περιέργως θεάσασθαι· οὕτως Ἄλεξις. Ὀφθαλμὸν βασιλέως:  <span class="gap">…</span> Ὀφιομάχης: εἶδος ἀκρίδος μὴ ἔχον πτερά. Ὄφλημα: χρεώστημα. Ὄφλησις: χρέος· ὀφειλή. Ὄφλειν: ἀντὶ τοῦ ἡττᾶσθαι ἐν δικαστηρίωι. Ὀφλάνειν: ἀντὶ τοῦ ὀφλισκάνειν. Ὄφλειν καὶ ῥόφειν: τὰς πρώτας συλλαβὰς τῶν τοιούτων οἱ Ἀττικοὶ ὀξύνουσιν. Ὀφλίσκουσι καὶ ὄφλουσι: χρεωστοῦσιν. Ὀφρυάζειν: τὸ συνάγειν τὰς ὀφρῦς. Ὄφρα: ὅπως· ἢ μέχρι· ἢ ἕως· ἢ ἵνα. Ὀφρύην: τὸ μετέωρον· Εὐριπίδης. Ὀφρυόεντες: ὑπερήφανοι. Ὀφρύνιον: πόλις ἐστὶ τῆς Τρωάδος· Δημοσθένης ἐν τωῖ πρὸς Ἀπατούριον. Ὀφρυόεσσα: ὑψηλή. Ὀφρυόεις: ὑπερήφανος. <!-- ο.365 -->Ὄχανον: ὅθεν ἡ ἀσπὶς κρατεῖται τηῖ χειρί. Ὀχάνοις: δεσμοῖς. Ὄχα: ἐξόχως. Ὄχεα: ἅρματα. Ὀχεία: μίξις· συνουσία. Ὀχεῖον: ἅρμα· δίφρος· ἅμαξα. Ὀχεῖον: ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐχρήσατο· ἐχρήσατο δὲ ὁ αὐτὸς ἀντὶ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον· φησὶ γάρ· ὠνοῦνταί μοι τὸν ἵππον ὀχεῖον· Λυκοῦργος δὲ ἐν τωῖ περὶ οἰκήσεως γείτονος, τοῦ ὀχείου φησί· καὶ μήποτε ἐπὶ τόπου τινὲς ἔλαβον τὴν λέξιν, ἐν ωἷ ὀχεῖαι γίνονται κτηνῶν· ἢ ὀχήματα μισθοῦται. Ὄχετλα: ὀχήματα· ἐν ἄλλωι· σχήματα. Ὀχετόκρανα: τὰς λεγομένας ἐκχύσεις τῶν μηχανημάτων· εἰσὶ δὲ αὗται ξύλιναι ἢ κεράτιναι· οἱ δέ φασι τοὺς ὑπονόμους καὶ τοὺς ὑπὸ γῆν ὀχετούς. Ὀχετεύει: σαλεύει· μεταφέρει. Ὀχετηγός: ὑδρηγός. Ὀχετός: σώλην· ἀγωγός· ῥύαξ. Ὀχεύς: ὁ ἱμὰς τῆς περικεφαλαίας· ωἷ συνέχεται περὶ τὸν τράχηλον τοῦ φοροῦντος· καὶ ὁ συνέχων τὴν θωρακοζώνην ἱμάς. Ὀχῆες: δεσμοί· μοχλοί. Ὄχθας: τὰ χείλη τοῦ ποταμοῦ. Ὀχθεῖ: στενάζει. Ὀχθήσας: στενάξας. <!-- ο.366 -->Ὄχθοι: αἱ τραχεῖαι καὶ δύσβατοι πέτραι· αἱ ἐξοχαί. Ὄχθοιβος: λῶμα· Φερεκράτης Λήροις· Μίτραν ἁλουργῆ, στρόφιον, ὄχθοιβον, κτένα. Ὀχθοίβους: τὰ λώματα· ἔστι δὲ περὶ τὸ στῆθος τοῦ χιτῶνος ἁλουργὲς πρόσραμμα. Ὄχθους: ὕψη· ὑψηλοὺς αἰγιαλούς. Ὀχλίζειν: μοχλεύειν· κινεῖν. Ὄχλος: τὸ πλῆθος· καὶ τὴν ὄχλησιν. Ὀχλῶν: ὀχευτικῶς ὀχῶν. Ὀχμάζεται: συνέχεται· χειροῦται. Ὄχος ἀκεσσαῖος: ἐδόκουν αἱ Σικελικαὶ ἡμίονοι εἶναι σπουδαῖαι· ἡ γὰρ Ἄκεσσα Σικελικὴ πόλις· Σοφοκλῆς Ὑδροφόροις· Ὄχοις Ἀκεσσαίοισιν ἐμβεβὼς πόδα. Ὄψανον: τὴν ὄψιν. Ὀψαρτυτής: μάγειρος. Ὀψέ: βραδέως. Ὀψαρτυτική: μαγειρική. Ὀψεπέδων: οὐχὶ ὀψὲ πεπεδημένος· ἀλλὰ ὀψὲ λελυμένος. Ὀψὲ ὁδοῦ: ὀψὲ πορείας. Ὀψείοντες: ὀπτικῶς ἔχοντες· ἰδεῖν βουλόμενοι. Ὀψιαίτερον: οὐκ ὀψίτερον. Ὀψιγόνων: τῶν ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐσομένων. <!-- ο.367 -->Ὀψιπέδων: ὁ μέχρι πολλοῦ ἐν πέδαις γεγονώς· σύνηθες Μενάνδρωι τὸ ὄνομα. Ὄψιν: οὐ τὸ πρόσωπον, οὐδὲ τοὺς ὀφθαλμούς· ἀλλὰ τὴν πρόσοψιν λεκτέον. Ὀψισθῆναι: τὸ ὀψὲ ἐλθεῖν λέγουσιν. Ὄψʼ ἦλθες· ἀλλʼ εἰς τὸν Κολωνὸν ἵεσο: παροιμία λέγεται ἐπὶ τῶν μισθαρνούντων. Ὀψιγεννής: βραδέως γεννηθείς. Ὄψις: ὅρασις. Ὀψιτέλεστον: βραδέως τελειούμενον. Ὄψον: πᾶν προσόψημα ἢ προσφάγιον. Ὄψος: μοχθηρός. Ὀψώνια: κέρδη· χαρίσματα. Ὀψώνιον: τὴν ὀψωνίαν· τὸ δὲ παρʼ ἡμῖν ὀψώνιον μισθὸν λέγουσι καὶ σιτηρέσιον.

Τέλος τοῦ ο στοιχείου.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: woy-ank`.
