---
title: "Lexicon, Part 2 (Epsilon–Omega): Letter Ω"
title_greek: "Λεξικόν (Ε–Ω), Ω"
author: Photius of Constantinople
eul_wid: woy-ans
eul_aid: woy
canonical: "https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-omega-woy-ans"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:d881cb5e4f7cd0e2ad2ec330ba1d2ff25ac0af381939ac6e361b1c7334b31f92"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Part 2 (Epsilon–Omega): Letter Ω

*Λεξικόν (Ε–Ω), Ω*

**Author:** Photius of Constantinople

**eul_wid:** `woy-ans` · [HTML page](https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-omega-woy-ans)

## Text

<!-- ω.657 -->

Ἀρχὴ σὺν Θεωῖ τοῦ ω.

Ὤα: μηλωτή· διφθέρα· καὶ τὸ λῶμα τοῦ ἐνδύματος περὶ τὴν πέζαν· ἢ τὸ περιστόμιον. <!-- ω.658 -->Ὠατωθήσομαι: ἀκούσομαι· Δωριεῖς. Ὦ: τὸ μὲν ἄρθρον περισπωμένως· τὸ δὲ σχετλιαστικὸν ὀξυτόνως. Ὤγνυντο: ἠνοίγοντο. Ὠγύγια κακά: ἐπὶ τῶν ὀχληρῶν· ἐπεὶ συνέβη Κάδμον τὸν Ὠγύγου διὰ τὰς θυγατέρας κακοῖς περιπεσεῖν· ἄμεινον δὲ λέγειν Ὠγύγια κακὰ τὰ παλαία· τοῦτο γὰρ ἡ λέξις δηλοῖ. Ὠγύγιον: ἀρχαῖον· παλαιόν· ἢ ὑπερμέγεθες· ἢ διὰ τὸ Ὠγύγιον πρῶτον ἄρξαι τῶν Θηβῶν. Ὤγμευον: Ξενοφῶν ἐν βʹ ἀντὶ τοῦ ἐπορεύοντο παρὰ τὸν ὀγμὸν, τὸν σημαίνοντα τὴν κατὰ τάξιν ὁδὸν τῶν θεριζόντων. Ὧδε: οὐ μόνον τὸ οὕτως· ἀλλὰ καὶ τὸ ἐνθάδε ὡς ἡμεῖς· Κρατῖνος Δραπέτισι· Τοὺς ὧδε μόνον στασιάζοντας καὶ βουλομένους τινὰς εἶναι· Ἀριστοφάνης Κωκάλωι· —ἐκδότω δέ τις Καὶ ψηφολογεῖον ὧδε καὶ δίφρω δύο· καὶ Πλάτων που κέχρηται ἀντὶ τοῦ δεῦρο καὶ ἐνθάδε· τὸ δὲ οὕτως ἐν τοῖς πλείστοις δηλοῖ· Εὔπολις Ταξιάρχοις· Οὐκ, ἢν φυλάττη γʼ ὧδʼ ἔχων τὴν ἀσπίδα. <!-- ω.659 -->Ὠδεῖον: Ἀθήνησιν ὥσπερ θεάτρον· ὃ πεποίηκεν, ὡς φασὶ, Περικλῆς εἰς τὸ ἐπιδείκνυσθαι τοὺς μουσικούς· διὰ τοῦτο γὰρ καὶ Ὠδεῖον ἐκλήθη ἀπὸ τῆς ὠδῆς· ἔστι δὲ ἐν αὐτωῖ τὸ δικαστήριον τοῦ ἄρχοντος· διεμετρεῖτο δὲ καὶ ἄλφιτα ἐκεῖ. Ὡδέ πως: οὕτω πως. Ὠδηκώς: οἰδήσας· φυσήσας. Ὠδίς: ἡ ἐκ τοῦ τοκετοῦ ὀδύνη. Ὤετο: ὑπελάμβανεν. Ὤζειν: θαυμάζειν. Ὤζηκεν λέγουσιν: Ὠ ʼζυροί: κρᾶσις Ἀττική. Ὠήθησαν: ἐνόμισαν. Ὦ Ἡράκλεις: ἐπίφθεγμα θαυμαστικόν. Ὦ Ἥρακλες: ἡ κλητικὴ πτῶσις οὕτως διαφέρει· καὶ τὸ, ὦ Δάματερ, τὸ Δήμητερ· φασὶ δὲ καὶ χωρὶς τοῦ ὦ τοῦ θαυμαστικοῦ, Ἡράκλεις· καὶ μᾶλλον ἐν τηῖ χρήσει.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: woy-ans`.
