---
title: "Lexicon, Part 2 (Epsilon–Omega): Letter Κ"
title_greek: "Λεξικόν (Ε–Ω), Κ"
author: Photius of Constantinople
eul_wid: woy-anf
eul_aid: woy
canonical: "https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-kappa-woy-anf"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:791db1f49e1c3a9717da344999813df6d44edac014b227bc103e333816253c34"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Part 2 (Epsilon–Omega): Letter Κ

*Λεξικόν (Ε–Ω), Κ*

**Author:** Photius of Constantinople

**eul_wid:** `woy-anf` · [HTML page](https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-kappa-woy-anf)

## Text

<!-- κ.119 -->

Ἀρχὴ σὺν Θεωῖ τῆς κ

Κάβαξ: πανοῦργος. Κάβαισος: ἄπληστος· κάβος γὰρ μέτρον σιτικόν· καὶ τὸν μέθυσον ἡμεῖς πίθον. <!-- κ.120 -->Κάβειροι: δαίμονες ἐκ Λήμνου διὰ τὸ τόλμημα τῶν γυναικῶν μετενεχθέντες· εἰσὶ δὲ ἤτοι Ἥφαιστοι ἢ Τιτᾶνες. Κάβησις: ὄρνεόν τι. Καβύλη: χωρίον τῆς Θραίκης ἱδρυμένον πρὸς τωῖ Τάξωι ποταμωῖ κατὰ μέσον τῆς Θράκης. Κάγκανον: ξηρόν. Καγχάζει: ἀθρόως γελαῖ. Καδίσκος: οὗ αἱ ψῆφοι τῶν δικαστῶν βάλλονται. Καδίσκος: ἀγγεῖον τί, εἰς ὃ ἐψηφοφόρουν οἱ δικασταὶ, οὕτως ἐκαλεῖτο· Φρύνιχος Μούσαις· Ἰδοὺ δέχου τὴν ψῆφον· ὁ καδίσκος δέ σοι Ὁ μὲν ἀπολύων οὗτος, ὁ δʼ ἀπολλὺς ὁδί. Καδμεία: ἡ τῶν Θηβαίων ἀκρόπολις. Καδμεία νίκη: παροιμία· λέγεται ἐπὶ τῶν ἐπὶ κακωῖ νικώντων· οἱ μὲν λέγουσιν, ὅτι Θηβαῖοι νικήσαντες, ὕστερον ὑπὸ τῶν Ἐπιγόνων ἡττήθησαν· οἱ δὲ ὅτι Οἰδίπους τὸ αἴνιγμα λύσας ἔπαθλον τὴν μητέρα ἔγημεν· τίθεται καὶ ἐπὶ τῶν ἀλυσιτελῶν· ὡς δὲ αὐτὸς ὁ τὰ περὶ Θηβῶν συντάξας, ὅτι Κάδμος ἀνελὼν τὸν τὴν Ἀρείαν κρήνην τηροῦντα δράκοντα· θητεύσας Ἄρει ηʹ ἔτη. Καθαγιάζεται: ἀφιεροῦται. Καθάπαξ: παντελῶς. Καθαίρωμεν: ἀντὶ τοῦ διακαθαίρωμεν· Πολιτείας γʹ. <!-- κ.121 -->Καθαίρων: στάμνος ἐν ωἷ ὁ καταδικάζων τὰς δύο ψήφους ἔπεμπε. Καθάπτω: καθιερώσω· συντελέσω. Καθαρῶς: ἀκριβῶς. Καθάρσιον: χοιρίδιον ἦν ὀπτὸν ωἷ ἐκάθαιρον τὴν ἐκκλησίαν οἱ λεγόμενοι περιστίαρχοι· περιστίαρχοι δὲ ἀπὸ τοῦ περιστείχειν. Καθάρσιον: ἔθος ἦν Ἀθήνησιν καθαίρειν τὴν ἐκκλησίαν καὶ τὰ θέατρα· καὶ ὅλως τὰς τοῦ δήμου συνόδους μικροῖς πάνυ χοιριδίοις, ἅπερ ὠνόμαζον καθάρσια· τοῦτο δὲ ἐποίουν οἱ λεγόμενοι περιστίαρχοι, ὀνομασθέντες οὕτως ἢ ἀπὸ τοῦ περιστείχειν ἢ ἀπὸ τῆς ἑστίας. Καθαιρήσονται: καταλήψονται. Καθαιρήσετε: οὐ καθελεῖτε· Θουκυδίδης καὶ τῶν ἄλλων οἱ πλείους. Καθεδοῦνται: καθεσθήσονται. Καθέδρα: ἡ ἐπίσχεσις παρὰ Θουκυδίδη. Καθέδρα: τηῖ πρώτηι ἡμέρα τοῦ τελευτήσαντος οἱ προσήκοντες συνελθόντες ἐδείπνουν ἐπὶ τωῖ τελευτήσαντι κοινῆ· ἐκαλεῖτο δὲ καθέδρα· ὅτι καθεζόμενοι ἐδείπνουν καὶ τὰ νομιζόμενα ἐπλήρουν. Καθεῖναι: ἐπὶ τὸ κάτω ἀπολῦσαι. Καθέντες: καταγαγόντες. <!-- κ.122 -->Καθελών: Δημοσθένης ἀντὶ τοῦ ἀνελὼν ἤτοι ἀποκτείνας· καὶ Στησίχορος καὶ Σοφοκλῆς. Καθέξει: κρατήσει. Κάθες: χάλασον. Καθεστηκώς: καθεσταμένος. Κάθετον: ἔστι μὲν γραμμή τις παρὰ τοῖς γεωμέτραις· σημαίνει δὲ καὶ βοῦν τινὰ καθιέμενον εἰς τὴν θάλασσαν ἐπὶ θυσίαι τωῖ Ποσειδῶνι. Καθηγεῖσθαι: τὸ ὑφηγεῖσθαι· οὕτως Φερεκράτης. Καθῆκαν: κατέβαλον. Κάθετος: ὁ καθιέμενος εἰς τὸ πέλαγος ἀμνός· οὕτως Λυσίας καὶ Μελίτων. Καθηκόντως: δεόντως· πρεπόντως. Καθήκοντα: Δημοσθένης ἐν ιαʹ Φιλιππικωῖ φησίν· ὅστις οὐκ ἠξίου τὰ καθήκοντα ἐφʼ ἑαυτὸν ποιεῖν· ἀντὶ τοῦ τὰ ἥκοντα. Καθῆστο: ἐκαθέζετο. Καθιγμένος: καθελών· φθάσας. Καθιγνῦσαι· νεκροῖς θῦσαι. Κάθιδρος: κεκμηκώς. Καθιεροῖ: θεωῖ ἀνατίθησιν. Καθίζεσθε: καταπήξετε. Καθίκετο: καθήψατο. Καθικνεῖται: ἅπτεται. Καθίμησεν: κατήντλησεν. Καθιμῶσιν: χαλῶσι· καὶ καθιμῆσαι, χαλάσαι σχοινίον ἢ τί τοιοῦτον. <!-- κ.123 -->Καθόδοις: ἀγωγαῖς· περιόδοις. Κάθοιμον: κάθοδον. Καθόρμια: περιθέματα. Καθοσίωσις: δικαίωσις. Καθύπερθεν: ὑπεράνωθεν. Καθυπέρτερον: μεῖζον. Καθυφῆκεν: ἐκδέδωκεν· ὑπεκατέβη. Καθωσιωμένος: ἀνακείμενος· ἐγγεγραμμένος. Καὶ ἀπόδος· καὶ κατάστησον καὶ σπεῖρον. Καὶ δή: ὡς δή. Καικίας: ἄνεμος ἀπὸ Καΐκου τοῦ ἐν Μυσίαι ποταμοῦ. Καὶ μάλα: καὶ πάνυ μὲν οὖν. Καινοτομεῖν: καινὴν λατομίαν τέμνειν κυρίως. Καιρός: σειρά τις ἐν ἱστωῖ διʼ ἧς οἱ στήμονες διείρονται. Καιρός: καίριος τόπος καὶ συνήθως. Καὶ τέως: καὶ πρότερον. Καὶ τὸ ἤδη: ἀντὶ τοῦ ἤδειν· καὶ τὸ πεπόνθει ἀντὶ τοῦ ἐπεπόνθει. Καὶ τὸ τοῦ λύκου: φασὶ λύκον ἰδόντα τὸν ποιμένα ἢ καὶ κύνα τῶν ποιμενικῶν πρόβατον ἐσθίοντα, <!-- κ.124 -->εἰπεῖν· ἐγὼ τοῦτο εἰ ἐποίουν, πόση κραυγὴ ἐγίνετο. Καὶ μήν: ἀλλὰ μήν. Καινοτάφια: τινά εἰσιν ἑλισσόμενα ὡς τύπος νεκροῦ. Καὶ δή: ἤδη. Καινοτομεῖ: καινουργεῖ. Καινός: Ἰσοκράτης ἀντὶ τοῦ ὃς τοῖς νεωτέροις ἁρμόττει πράγμασιν· οὕτω δὲ καὶ Ἔφορος. Καινόφιλον: λέγουσι τὸν μὴ τοῖς αὐτοῖς φίλοις χρώμενον ἀεί. Καίριον: φθοροποιόν· θανατῶδες. Καίριον: εὔκαιρον. Καιριώτατα: ἐπικινδυνότατα· θανάσιμα. Καιροφυλακῆσαι: καιρὸν ἐπιτηρῆσαι. Καιροφυλάκιον:  <span class="gap">…</span> Καὶ τάχα ἴμεν: καὶ ταχέως πορευόμεθα. Καὶ χερσί: καὶ ἔργοις. Κακὰ κακῶν: Διοκλῆς Βάκχη· Πλύνει τε τὰ κακὰ τῶν κακῶν ὑμᾶς. Κακεργέτησιν: κακοἔργοις. Κάκη: κακία· οὕτω Πλάτων. Κακὴ μὲν ὄψις: κόμμα· παροιμία· Κακὴ μὲν ὄψις· ἐν δὲ δειλαῖαι φρένες· Μένανδρος Σικυωνίωι. Κακιζόμενοι: ταπεινούμενοι. Κακκάβην δεῖ λέγειν, οὐχὶ κάκκαβον· σημαίνει δὲ τὴν χύτραν. <!-- κ.125 -->Κακκάβη: ὃν ἡμεῖς κάκκαβον· ἔστι δὲ λοπαδῶδες, ἔχων ἐξ ἑαυτοῦ τρεῖς πόδας. Κακκάζειν: μίμησις τικτουσῶν ὀρνίθων φωνῆς. Κάκαλον: τεῖχος. Κάκη: δειλία καὶ κακία· ἐν ὧ τὸ μετὰ κακίας περιποιεῖσθαι τὸ ζῆν, ῥιπτοῦντα τὰ ὅπλα· διαβέβληκεν Νόμων ηʹ. Κάκκη: ἡ δειλία· παρὰ τὸ ἀποπατεῖν· τὸν γὰρ ἀπόπατον κάκκην καλοῦσιν. Κάκη: βαρέως ἡ κακία· ἐν Νόμοις Πλάτων· μετὰ κάκης μᾶλλον ἢ μετὰ ἀνδρείας. Κακοδαίμων: ὁ θεωῖ ἐπαχθής· καὶ ὁ τὴν ψυχὴν ἔχων ἐμπαθῆ. Κακοήθης: κακότροπος. Κακοεπία: βλασφημία. Κακοπαθεῖν: στραγγεύεσθαι. Κακορραφίαι: κακοσυνθέσεις. Κακοττείαν: κακοφημίαν· βλασφημίαν. Κακοτεχνιῶν: δίκης ὄνομα· εἰσήεσαν δὲ ταύτην οἱ λέγοντες μάρτυρας ψευδομαρτυρεῖν κατὰ τῶν παρασχομένων αὐτούς. Κακοτεχνιῶν: δίκης ὄνομα· ἣν οἱ ἑλόντες τινὰ ψευδομαρτυριῶν κατὰ τοῦ παρασχομένου ἐδίδοσαν. Κακόχαρτον: κακοῖς χαίροντα. Κακῶς εἰδότες: ἀντὶ τοῦ ἀγνοοῦντες· Ἰσοκράτης ἐν τωῖ περὶ εἰρήνης. <!-- κ.126 -->Κακώσεως: δίκης ὄνομά ἐστιν ταῖς τε ἐπικλήροις κατὰ τῶν γεγαμηκότων· καὶ κατὰ τῶν παίδων τοῖς γονεῦσι· καὶ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν· οὕτω Δημοσθένης καὶ Λυσίας καὶ Ὑπερίδης. Κακώσεως: δίκης ὄνομά ἐστιν κατὰ τριῶν ταττόμενον· ἢ γὰρ κατὰ τῶν ἀνδρῶν ταῖς γυναιξίν· ἢ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν ἐξιοῦσιν· ὧν ἡ μὲν ἐλέγετο κακώσεως· ἡ δὲ παίδων κακώσεως. Καλὰ δὴ παταγεῖς: ἀντὶ τοῦ λέγεις. Κάλλαια: τὰ τῶν ἀλεκτρυόνων γένεια. Καλλαβίδες: τὸ διαβαίνειν ἀσχημόνως καὶ διέλκειν τὰ ἰσχία ταῖς χερσίν. Καλαμίνθα: ὕλη ὁμοία ἡδυόσμωι. Καλαμᾶσθαι: τὰ λείψανα τῶν τετρυγημένων συνάγειν. Καλαμώμενος: σταχυολογῶν. Καλάσειρις: χιτὼν πλατύς· δῆμος πολεμικός· οὕτως Αἰγύπτιοι. Καλαύρωψ: βουκολικὴ δίκη. Καλαύρεια: νῆσος πλησίον Τροιζῆνος· ἐκαλεῖτο δὲ πρότερον Εἰρήνη. Κάλλειον: δικαστήριον Ἀθήνησιν ἀπὸ Καλλείου τοῦ πεποιηκότος ἐπώνυμον. <!-- κ.127 -->Καλιά: νοσσιά· ἢ οἶκος ξύλινος κυρίως· κάλα γὰρ τὰ ξύλα. Καλινδούμενοι: κυλιόμενοι. Καλήβορον: ἀπεσκολυμμένον. Καλλιέρημα: θυσία εὐπρόσδεκτος. Καλίδιον: μικρὸν οἴκημα. Καλιός: ξύλινον δεσμωτήριον. Καλλιγένειαν: Ἀπολλόδωρος μὲν τὴν γῆν· οἱ δὲ Διὸς καὶ Δήμητρος θυγατέρα· Ἀριστοφάνης δὲ ὁ κωμικὸς τροφόν. Καλλικύριοι: οἱ ἀντὶ τῶν γεωμόρων ἐν Συρακόσσαις γενόμενοι πολλοί τινες τὸ πλῆθος· δοῦλοι δʼ ἦσαν οὗτοι τῶν φυγάδων ὡς Τιμαῖος ἐν ϛʹ· ὅθεν τοὺς ὑπερβολῆ πολλοὺς Καλλικυρίους ἔλεγον· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ εἰς ταυτὸ συνελθεῖν παντοδαποὶ ὄντες, ὡς Ἀριστοτέλης ἐν Συρακοσσίων πολιτείαι, ὅμοιοι τοῖς παρὰ Λακεδαιμονίοις Εἴλωσι, καὶ παρὰ Θεσσαλοῖς Πενέσταις, καὶ παρὰ Κρησὶ Κλαρώταις. Καλλιρόην: κρήνην. Καλλίροον: καλῶς ῥέοντα. Καλλιώνυμος: τὸ θαλάσσιον αἰδοῖον. Καλλύνειν: κοσμεῖν· λέγουσι δὲ καὶ σαροῦν. Καλλυντήρια καὶ πλυντήρια: ἑορτῶν ὀνόματα· γίνονται μὲν αὗται Θαργηλιῶνος μηνὸς, ἐννάτη μὲν ἐπὶ δέκα καλλυντήρια· δευτέρα δὲ φθίνοντος τὰ <!-- κ.128 -->πλυντήρια· τὰ μὲν πλυντήρια φησὶ διὰ τὸν θάνατον τῆς Ἀγραύλου ἐντὸς ἐνιαυτοῦ μὴ πλυθῆναι ἐσθῆτας· εἶθʼ οὕτω πλυθείσας τὴν ὀνομασίαν λαβεῖν ταύτην· τὰ δὲ καλλυντήρια, ὅτι πρώτη δοκεῖ ἡ Ἄγραυλος γενομένη ἱερεία τοὺς θεοὺς κοσμῆσαι· διὸ καὶ καλλυντήρια αὐτῆ ἀπέδειξαν· καὶ γὰρ τὸ κοσμεῖν καὶ λαμπρύνειν ἐστίν. Καλλωπίζεσθαι: οἷον καλοκαγαθίαν ἐνδείκνυσθαι ἢ σεμνύνεσθαι· οὕτω Πλάτων. Καλοκαγαθία: ἀγαθότης. Κάλος: σχοινίον. Καλὸς κʼ ἀγαθός: λέγεται κατὰ συναλιφὴν, οὐχὶ καλὸς καὶ ἀγαθός. Καλοῦμεν: ἀντὶ τοῦ καλέσομεν. Καλύμματα: ἅ τινες φατνώματα· οὕτως Ἀριστοφάνης. Κάλπη: ὑδρία. Κάλυκας: σύριγγας. Κάλυντρα: κόσμητρα. Κάλυξ: ἄνθος ῥόδου μεμυκός. Καλώδιον: σχοινίον. Καλχαίνει: ἐκ βάθους ταράσσεται. Καλῶς: τιθέασι κατὰ τὸν ἐπιδέξιον· διωτῶν καλῶς ταύτη μετὰ παιγνίας· ἐπὶ τοῦ ἀνανεύειν τιθέασι· καὶ ὅτε καλούμενοι ἐπὶ δεῖπνον ἀρνοῖντο. <!-- κ.129 -->Καμάριον: κοιτὼν καμάραν ἔχων. Καμάριον: δωμάτιον καμαρωτόν· καὶ ὅλως ἡ καμάρα Ἑλληνικὸν τὸ ὄνομα. Κάμπτεις: ἀντὶ τοῦ θραύεις. Κάμαξ: χάραξ· ὀρθὸν ξύλον. Καμπυλιάζειν: κάμπτειν καὶ στρέφειν. Κάμπιος δρόμος: δρόμοι τινὲς ἦσαν κάμπιοι, οὐκ εὐθεῖς καὶ ἁπλοῖ, ἀλλὰ καμπὰς ἔχοντες. Κάναστρον: τρυβλίον. Κάνδυς: ἔφαμμα χειριδωτὸν, τοῖς ναυτικοῖς στεγάστροις ἐοικός. Κάνδυς: χιτὼν Περσικός. Κανδύτανες: ἱμάτιοφορίδες· οἱ δὲ εἶδος ἰχθύος· ἔστι δʼ ὅτε τὸ αἰδοῖον. Κάνδυτος: σκευασία ὀψοποιική· μετὰ γάλακτος καὶ στέατος καὶ μέλιτος· ἔνιοι δὲ διὰ κρέως καὶ ἄρτου καὶ τυροῦ· οὕτως Ἀριστοφάνης. Κανηφόροι: παρθένοι αἱ τὰ κανᾶ φέρουσαι τηῖ Ἀθηναῖ ἐν τῆ Παναθηναίων πομπηῖ· αὗται δὲ τῶν ἀστῶν καὶ τῶν εὐγενῶν ἦσαν. Κανηφόροι: Φιλόχορος φησὶν ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ κανᾶ τηῖ θεωῖ ἐφʼ ωἷ ἐπέκειτο τὰ <!-- κ.130 -->πρὸς τὴν θυσίαν τοῖς τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς. Κάνθαρος: ποτηρίου εἶδος. Κανθάρου μελάντερος: παροιμία· Μένανδρος Θησαυρωῖ. Κανθήλιοι: τοὺς βραδεῖς καὶ νωθεῖς οὕτως λέγουσιν μεταφορικῶς ἀπὸ τῶν ὄνων. Κανθήλιοι: ὄνοι· καὶ τὰ ἐπὶ τηῖ πρύμνη σκηνώματα τῶν στρατηγῶν. Κανθήλιος: βραδὺς νοῆσαι ἢ ἀφυής. Κάνθων: ὄνος. Κάναβις: φυτὸν λινωῖ παραπλήσιον, ἐξ οὗ καὶ ἐσθῆτες γίνονται· ἧς τὸ σπέρμα θυμιώμενον ἱδροῦν ποιεῖ πάντας. Κάνιτρον: λυχνίσκιον· κανίσκιον. Κάνναι: πλεκτὰ τινὰ ἐκ καλάμων. Καντήρια: καταβατήρια. Κανοῦν: κανίσκιον. Καπανοι: ἀλφίτων εἶδος. Κάπηλος: μεταβολεὺς, πραγματευτής. Καπηλίας: ἐμπορείας. Καπηλεύειν: μεταπωλεῖν. Κἄπειτα: καὶ ἔπειτα. Καπνίας οἶνος: κεκαπνισμένος. Καπνίας: Ἐκφαντίδης, διὰ τὸ μὴ δʼ ἓν λαμπρὸν γράφειν. <!-- κ.131 -->Κάπνοι: ἄλφιτα· οὕτω Φερεκράτης. Καπρῶντας: ὁρμητικῶς ἔχοντας πρὸς συνουσίαν. Καραδοκεῖ: προσδοκεῖ· κατασκοπεῖ. Καρανούσθω: τελειούσθω. Καρατομεῖται: ἀποκεφαλίζεται. Καραντες: καταφέρεις. Καρβατίνη: ἀγροικικὸν ὑπόδημα. Καρβανίζει: βαρβαρίζει. Κάρδακες: οἱ στρατιῶται ἐν Ἀσίαι· λέγονται δὲ καὶ οἱ φύλακες κάρδακες. Καρδαμάλη: μάζα ἐκ καρδάμου μεμαγμένη· βρῶμα γινόμενον Περσικόν· οἱ δὲ παρδαμάλη λέγουσιν. Καρδάμη: ἐπὶ ἐργάτιδος ὄνου καὶ βοὸς λέγεται. Καρδιαλγίαι: λύπαι καρδίας. Καρδιουλκία: τὰς καρδίας ἕλκειν τῶν θυμάτων. Καρδιώττειν: τὴν καρδίαν ἀλγεῖν Σικελιῶται· ὃ ἡμεῖς βουλιμιᾶν· Ἀπολλόδωρος ἐν ϛʹ περὶ Ἐπιχάρμου τοὺς Σικελιώτας φησὶν τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ καρδιώττειν λέγειν· ὅπερ βουλιμιᾶν λέγει Ξενοφῶν· καὶ εὐκάρδια πολλοὶ τὰ εὐστόμαχα λέγουσιν. Καρδοπεῖον: καρδόπου πῶμα· ὧ καὶ παυσικάπη χρῶνται. <!-- κ.132 -->Καρδοπίων τὴν μητέρα: μύθου ἀρχή. Κάρδοπος: ἡ μάκτρα τοῦ ἀλεύρου. Καρηβαρῶν: τὴν κεφαλὴν βαρούμενος ἀπὸ μέθης οἴνου. Καρηβοᾶν: ὑπὸ ἤχων τὴν κεφαλὴν ἰλιγγιᾶν· ὑπὸ βοῆς ἐσκοτῶσθαι. Κάρηνα: ἀκρόπολις. Κάριος Ζεύς: ἐν Θεσσαλία καὶ Βοιωτία. Καρκίνοι: ὑποδημάτων εἶδος. Καρκίνος: πυράγρα. Καρκίνος: Λυσίας· ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι, φησὶν, αἱ κύνες· καὶ ὅτʼ ἂν ὁ σῖτος ῥιζωθηῖ κατὰ τῆς γῆς, κεκαρκινῶσθαι φασί· Φερεκράτης· Ὁπόταν σχολάζης, νῖψον, ἵνα τὰ λήϊα Συγκαρκινωθηῖ· λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν, ὃ νῦν καρκίνωμα λέγεται· εὑρίσκεται δὲ πολλάκις· καὶ κύριον ὄνομα. Καρκίνου ποιήματα: Μένανδρος Ψευδηρακλεῖ· αἰνιγματώδη· ὁ γὰρ Καρκίνος Ὀρέστην, ὑπὸ Ἡλίου ἀναγκαζόμενον ὁμολογῆσαι ὅτι ἐμητροκτόνησεν, ἐποίησε διʼ αἰνιγμάτων ἀποκρινόμενον. Κάρκαρον: τὸ δεσμωτήριον· οὕτως Σώφρων. Καρκαδόνα: τοῦτο λέγεται Χάροντος δανεῖον, συναγόμενον ἐκ τοῦ ὀβολοῦ τοῦ συγκηδευομένου τοῖς <!-- κ.133 -->τελευτῶσιν· οὐχ ὡς ἔνιοι πλανώμενοι βοτάνης ὄνομα φασὶν εἶναι. Καρικηῖ μούση: τῆ θρηνώδει· δοκοῦσι γὰρ οἱ Κᾶρες θρηνωδοί τινες εἶναι καὶ ἀλλοτρίους νεκροὺς ἐπὶ μισθρωῖ θρηνεῖν· τινὲς δὲ ἐξήκουσαν τηῖ βαρβάρωι καὶ ἀσαφεῖ· ἐπειδὴ οἱ Κᾶρες βαρβαρόφωνοι. Καρπαία: εἶδος ὀρχήσεως· οὕτως Ξενοφῶν ἐν τηῖ Ἀναβάσει· λέγει δὲ καὶ τὸ εἶδος ταύτης. Καρποῦ δίκη: οἱ γῆς ἀμφισβητοῦντες ὡς προσηκούσης αὐτοῖς λαγχάνουσι τοῖς διακρατοῦσιν· εἶτα ἑλόντες, λαγχάνουσι καὶ περὶ ἐπικαρπίας· τοῦτο καρποῦ δίκη καλεῖται. Καρποῦ δίκη: Λυσίας ἐν τῶ κατὰ Δημοσθένους ἐπιτροπῆς· εἰ γάρ τι ἐγκαλεῖς τῶδε τῶ μειρακίω καὶ τῶν σῶν τί ἔχει, δίκασαι αὐτωῖ κατὰ τοὺς νόμους· εἰ μὲν χωρίου ἀμφισβητεῖς, καρποῦ· εἰ δὲ οἰκίας, ἐνοικίου· ὥσπερ νῦν οὗτός σοι ἐπιτροπῆς δικάζεται. Καρπασινοί: κορτῖναι. Καρπίζουσιν: ποτίζουσιν· εὔκαρπα ποιοῦσιν. Κάρπωμα: θυσία· προσφορά. Κάρτα: λίαν ἢ μεγάλως. Καρτερώνυχας: ἰσχυροὺς ὄνυχας ἔχοντας. Καρυάνδα: πόλις Καρίας. Καρυάτεια: ἑορτὴ Ἀρτέμιδος· τὰς δὲ Καρύας, Ἀρκάδων οὔσας, ἀπετέμοντο Λακεδαιμόνιοι. <!-- κ.134 -->Καρυβοᾶν: ὑπὸ βοῆς κεκαρῶσθαι. Καρυκεύων: ἀρτύων· ἡδύνων. Καρυκεία: ἡ ἡδύτης τῶν ζωμῶν. Καρύκη: ἔδεσμα ἐκ πολλῶν συγκείμενον. Κάρυννος: βόλων ὀνόματα. Καρυστεία: γένος καρυῶν. Καρφαλέον: ξηρόν· καὶ καρχαλέον· κατάξηρον. Καρχαρίας: ἰχθὺς ποιός· καὶ κήτους εἶδος θαλαττίου. Καρχαρόδους: τραχεῖς ὀδόντας ἔχων· καὶ κάρχαρον τὸ τραχύ. Καρχήσιον: τὸ ἄκρον τοῦ ἱστοῦ. Καρωθείς: βαρηθεὶς τηῖ κεφαληῖ. Κασθανέα: πόλις ἐν Μακεδονία, ἐκ τῶν περιπεφυκότων δένδρων, ἢ ἀπὸ τῆς νύμφης. Κασαύριον: οἴκημα, ἐφʼ οὗ αἱ πόρναι. Κασίγνητος: γνήσιος ἀδελφός. Κάσις: ἀδελφός. Κάσιν: τὴν πρώτην τῶν σταχύων ἔκφυσιν, ἣ καὶ ἀμφίκαυστις ἐλέγετο. Κατάβα: ἀντὶ τοῦ κατάβηθι. Κατάβαλε: οἷον ῥίψον· ἄφες καὶ κατάθου. Καταβολή: περιοδικὴ λῆψις πυρετοῦ. Καταβολή: τὸ ἐκ περιόδου γινόμενον. Κατά: κυρίως, ἔξ· ἐπί· ἐκ· ἀπό· ἢ ἀντὶ τοῦ εἶτα. Καταβραβευέτω: καταλογιζέσθω· κατακρινέτω· καταγωνιζέσθω. Καταβολή: Δημοσθένης Φιλιππικωῖ· ὥσπερ περίοδος <!-- κ.135 -->ἢ καταβολὴ πυρετοῦ· ἐν ταῖς περιοδικαῖς νόσοις λέγεταί τις καταβολὴ, διὰ τὸ ἐν ἀποδεδειγμένωι προϊέναι χρόνωι· καθάπερ οἱ ἐρανισταὶ τὰς καταβολὰς ποιοῦνται τῶν χρημάτων. Καταγευσθείς: τηῖ γεύσει νικηθείς. Καταγιγαρτίσαι: συνουσιάσαι. Καταπελτάσονται: καταδραμοῦνται. Καταγλωττίσματα: περίεργα φιλήματα. Καταγλωττίζειν: τὸ βλασφημεῖν· ὡς ἐν Ἀχαρνεῦσι· —ψευδῆ κατεγλώττιζέ μου. Κάταγμα: κατάσπασμα ἢ μήρυμα. Καταγοητεύων: ἀπατῶν. Κατάγραπτος: ποικίλος. Καταγώγιον: τὸ κατάλυμα· καὶ καταγωγὴ, ἡ κατάλυσις· καὶ κατάγεσθαι, τὸ καταλύειν· οὕτως φασὶν Ἀττικοί. Καταγωνίζεσθαι: νικᾶν. Καταδαρθάνειν: κατακοιμᾶσθαι· καθυπνοῦν. Καταδεδέσθαι: ἀντὶ τοῦ πεφαρμακεῦσθαι καὶ δεδέσθαι φαρμάκοις· Δείναρχος ἐν τηῖ κατὰ Πυθέου εἰσαγγελίαι. Καταδείσας: φοβηθείς. Καταδεῖται: φοβεῖται. Κατὰ δὲ φρόνιν ἤγαγεν: ἐμίσησεν· κατεφρόνησεν. Κατὰ δήμους δικασταί: οὗτοι πρότερον μὲν ἦσαν λʹ· <!-- κ.136 -->καὶ κατὰ δήμους περιιόντες ἐδίκαζον· ὕστερον δὲ γεγόνασι μʹ. Καταδηοῦν: κατακόπτειν· καταπραιδεύειν. Καταδιιστᾶσι: καταχωρίζουσι. Καταδικασάμενος: ἀντὶ τοῦ νικήσας· καὶ καταδικασθῆναί τινα ποιήσας· Ἰσαῖος ἐν τωῖ κατὰ Διοκλέους ὕβρεως. Κατάγειν τὰ πλοῖα: Δημοσθένης ἐν ηʹ Φιλιππικωῖ· ἀντὶ τοῦ ληΐζεσθαι καὶ κακοῦν καὶ μὴ ἐᾶν τοὺς πλέοντας ὅπου βούλοιντο πλεῖν· ἀλλʼ εἰς τὰ οἰκεῖα χωρία τοῖς ληστεύουσι κατάγειν. Κατάδουπος: καταράκτης ἢ ψόφος. Καταδύεται: καταβυθίζεται· κρύπτεται. Καταδύνοντα: κρύπτοντα. Καταδύσεις: φωλεούς· ὑπονόμους· σπήλαια. Καταθεῖναι τιμήν: καταβαλεῖν. Καταθέειν: κατατρέχειν. Καταθεῶτο: βλέποιτο. Καταθλήσαντες: καταγωνισάμενοι. Καταθρήσομεν: κατασκοπήσομεν. Καταθύμιον: κατὰ ψυχὴν εὐάρεστον. Καταθῶμαι: ἀπερείσωμαι· καταπαύσωμαι. Καταιγίς: ἐπιφορὰ ἀνέμου σφοδροῦ· λέγεται δὲ καὶ ἡ ζάλη. Καταιγίσας: κατασχίσας· οἱ γὰρ ἀνατιθέντες τί τοῖς θεοῖς κατασχίζουσιν ἵνα μή τις ἄρη. <!-- κ.137 -->Καταιδεῖ: καταισχύνει. Καταινέσαι: συγκαταθέσθαι καὶ συνεπινεῦσαι. Καταίροντες: καταπλέοντες. Κατʼ αἶσαν: κατὰ τρόπον· κατὰ τὸ προσῆκον. Καταῖτυξ: εἶδος περικεφαλαίας μὴ ἐχούσης λόφον· κατωφερής. Καταιονῶσι: βρέχουσιν· ἀντλοῦσιν· ἀλείφουσιν. Κατακᾶ: κατακαύσει. Κατὰ κάθετον: τὰ ἀπὸ ὕψους εἰς βάθος διαστήματα. Κατακάνειν: ἀνελεῖν. Κατακαχρύσω: καταφρύξω· καὶ συντρίψω· ἀπὸ τῶν καχρύων μετενήνεκται. Κατακεγχροῦται: τραχύνεται· καὶ ἐντεῦθεν καὶ κέγχρος. Κατακεκερματίσθαι: εἰς πολλὰ μέρη διηρῆσθαι. Κατακεχρίσθαι: τὸ λιπαρῶς ἀληλείφθαι. Κατακερτομεῖν: καταχλευάζειν. Κατακηλοῦσαν: θέλγουσαν· πραΰνουσαν. Κατάκλιτα: κλίνας· θρόνους εἰς ἀνάκλισιν ἐπιτηδείους. Κατακορὴς ξυνουσία: ἐπιπλεονάζουσα. Κατακαχρύσαι: ῥῆξαι· ψοφῆσαι· ποιῆσαι ἀπὸ τῶν φρυγομένων κριθῶν. <!-- κ.138 -->Κατακρῆσαι: καταχέαι. Κατακορμίσαι: κατακόψαι ξύλον. Κατακριδεῦσαι: καταλαλῆσαι· καταναστῆσαι· λάλοι γὰρ αἱ ἀκρίδες. Κατακροτεῖ: ἄγαν ἐπαινεῖ. Κατακωκῦσαι: θρηνῆσαι. Κατὰ κῶλον: κατὰ λέξεις. Καταλαβεῖς: πάσσαλοι. Καταλαμβάνειν: τίθεται καὶ ἀντὶ τοῦ νοεῖν. Καταλεγέσθω: καταταττέσθω. Καταλελάβηκεν: τὸ κατείληφεν Ἡρόδοτος. Καταλεύσιμον: τὸν ἄξιον τοῦ καταλευσθῆναι λίθοις· εἶπεν Δείναρχος ἐν τωῖ κατὰ Λυκούργου. Καταλείβει: καταστάζει. Καταληΐζεται: διαρπάζει. Καταλιναι: καταλιψαι. Κατάλληλον: ἁρμόδιον. Καταλλήλως: ἀκολούθως· ἁρμοζόντως. Καταλογάδην: τὰ πεζῶ λόγωι γραφόμενα. Καταλογεύς: Ἀθήνησι τινὲς ἦσαν κατάλογον διδόντες ὀνομάτων τῶν τὰ κοινὰ διοικεῖν δυναμένων πράγματα· οἱ αὐτοὶ δὲ καὶ συγγραφεῖς ἐκαλοῦντο· ὅτι ἐνέγραφον τινὰς ὡς χρὴ μετέχειν τῆς πολιτείας. Καταλογιεῖται: καταριθμήσει. Κατάλογος: ἡ ἀπογραφὴ τῶν ὀφειλόντων στρατεύεσθαι· καὶ ἡ ἐξαρίθμησις. Καταλοφάδεια: κατὰ τοῦ τραχήλου. <!-- κ.139 -->Καταλῦσαι: τὸν ἀπαγξάμενον καθελεῖν. Καταλύσας: καταστρέψας· ἀφανίσας· ἢ εὐωχηθείς· τάττεται δὲ καὶ ἐπὶ τῆς τοῦ ἀπαγξαμένου κατενέξεως· οὐ γὰρ δεῖ λέγειν κυρίως κατενεγκεῖν ἐπʼ αὐτοῦ, ἀλλὰ καταλύσαι. Καταμεμυγμένα: τὰ τὰς ἀμυχὰς ἔχοντα. Καταμηλῶν: μηλῶσαι καλοῦσιν οἱ ἰατροὶ τὸ μήλην καθεῖναί που· ἦν δὲ καὶ παροιμία τίς ἐπὶ τῶν τὰ ἄδηλα τεκμαιρομένων· λέγεται δὲ καταμηλοῦν, καὶ τὸ βάπτειν ἔρια ὅτʼ ἂν πιέζηται κινούμενα. Καταμόνας: κατιδίαν. Καταμνίων: κατεσθίων. Καταμυκτηρίζειν: τὸ καταγελᾶν. Κάναβος: τὸ πρῶτον τιθέμενον ξύλον ὑπὸ τῶν πλαστῶν· περὶ ὃ τὸν πηλὸν τιθέντες πλάσσουσιν. Καταμύουσιν: κλείονται. Κατὰ ναῦν: κατὰ τάξιν· εἴρηται δὲ ἀπὸ τῆς παροιμίας· κατὰ ναῦν τὰ ἄρμενα. Κατανδρίζεσθαι: καταπαλαίειν. Κατανεανιεύεται: κατισχύει ἢ καυχᾶται. Κατάντικρυ: κατʼ ἐναντίον. Καταντικρὺ καὶ κατευθύ: τηῖ τὰ οἰκεῖα συναγούση ἀποτυπώματα. Κάταντες: καταφερές. Κατάνυται: συντελεῖται. Κατανυγείς: λυπηθείς· μεταγνούς. Κατανωτίσασθαι: ἀντὶ τοῦ κατὰ νώτου φέρειν. <!-- κ.140 -->Κατάξαι: συντρίψαι. Καταξανεῖ: κατατρίψει. Κατάξεται: καταλύσει. Κατὰ ξυμφοράν: κατὰ συντυχίαν. Καταπέρπερος:  <span class="gap">…</span> Καταπέλτης: εἶδος κολαστηρίου. Καταπημήνειεν: καταβλάψειεν. Καταπινεύς: τὸ ἐπιὀρκῆσαι. Καταπεπλησμένον: κατάπλεων. Καταπίονα: λιπαρά. Καταπλαστόν: τὸ περιπεπτόν· προσποιητόν. Καταπλῆσαι: μολῦναι. Καταπλήττεσθαι: κατανίστασθαι. Κατὰ πόδα: παραυτά· κατὰ τάξιν. Καταποντοῦν: καταποντίζειν. Καταπόσον: πλεονάκις. Καταπρέσβην: κατὰ πρεσβυτερίαν. Καταπροΐξεται: καταφρονήσει· καταπροδώσει· οἷον προῖκα ἐκφύγοι. Κατὰ πρόσκλισιν: καθʼ ἑτεροβάρειαν ἢ ἑτερομέρειαν. Καταπρωτείρας: πρωτείραι οἱ περὶ εἴκοσι ἔτη παρὰ Λάκωσι. <!-- κ.141 -->Καταπύγους: κιναίδους. Καταπύγων: ὁ μέσος δάκτυλος. Καταπύγων: κατασελγαίνων. Καταπύγων: ὁ λάγνης· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλφηστῶν οὕτως λεγομένων ἰχθύων, ὅτι ἕπονται κατʼ οὐράν· ἡ γενικὴ δὲ καταπυγόνος καὶ καταπυγόνα ἡ αἰτιατικὴ καὶ αἱ ἄλλαι πτώσεις εὕρηνται· εὕρηται καὶ τὸ θηλυκὸν καταπυγών· καὶ ἡ πρᾶξις καταπυγοσύνη. Καταπυγίζειν: τὸ τὴν πυγὴν ἐπιπολὺ μεταφέρειν ἐν τωῖ βαδίζειν. Κατὰ ῥάβδον ἔφρασεν: κατερραψώδησεν ἢ κατὰ στίχον διῆλθεν. Καταῥαψωδήσει: φλυαρήσει. Κατάρξασθαι τῶν τριχῶν: ἀπάρξασθαι τοῦ ἱερείου. Καταῥουν: κατὰ τρόπον· κατʼ εὐθεῖαν. Κατάρρους: τὸ ἀπὸ τῆς κεφαλῆς ῥεῦμα καταρρέον διὰ μυκτήρων· οἱ δὲ τὴν διάρροιαν οὕτω καλοῦσιν. Κατάρρησις: κατάγνωσις. Καταρρυῆναι: καταπεσεῖν. Κατασείει: καταράττει· καταβάλλει. Κατασεσείκασι: καταβεβλήκασιν. Κατασίνεσθαι: καταβλάπτεσθαι. <!-- κ.142 -->Κατασκελετούμενα: λελεπτυσμένα· ἐξησθενηκότα. Κατασκήψαντος: ἐμπεσόντος. Κατασκεδάζειν: ἔθος ἦν Θράκιον ἐν τοῖς συμποσίοις, ἵνα, ὅτʼ ἂν πίωσι τοῦ οἴνου οἱ συμπόται ὅσον δύνανται, τὸ λοιπὸν τοῦ οἴνου καταχέωσι κατὰ τῶν ἱματίων τῶν συμποτῶν· ὅπερ ἔλεγον κατασκεδάζειν· οὕτω Ξενοφῶν ἐν τῶ ζʹ τῆς τοῦ Κύρου ἀναβάσεως· μέμνηται τούτου καὶ ὁ μέγας Πλάτων ἐν τοῖς Νόμοις· καὶ ὁ μὲν Ξενοφῶν λέγει· ἀναστὰς ὡς εὐθὺς συνέπιεν καὶ συγκατεσκεδάσατο αὐτοῦ τὸ κέρας. Κατασκιδναμένη: σκορπιζομένη. Κατὰ σκοπόν: κατὰ τὸ προκείμενον δέον. Κατασοβεῖται: καταδιώκεται. Κατασοβήσονται: καταδιωχθήσονται. Κατασοφισθεῖσα: χλευασθεῖσα. Κατασοφισόμεθα: τεχνασόμεθα· μηχανῆ τινι κακώσομεν. Κατασπέρχων: σπουδάζων. Κατάστασις: ἔοικεν ἡ κατάστασις ἀργύριον εἶναι ὅπερ οἱ κατασταθέντες ἱππεῖς ἐλάμβανον ἐκ τοῦ δημοσίου ἐπὶ τῆ καταστάσει· οὕτω Λυσίας· ἀλλὰ καὶ Εὔπολις φησίν· Οὐκ ἐσωφρόνησας, ὦ πρεσβῦτα, τὴν κατάστασιν Τήνδε λαμβάνων ἄφνω πρὶν καὶ μαθεῖν τὴν ἱππικήν· ἀπεδίδοτο δὲ τὸ ἀργύριον ὑπὸ τῶν ἱππευσάντων, ὅτε ἀντʼ αὐτῶν ἕτεροι καθίσταντο· ἀπήτουν δὲ αὐτὸ οἱ φύλαρχοι. <!-- κ.143 -->Καταστολή: ἡ στολή. Κατὰ στόμα: κατὰ τὴν ἀρχὴν μεταφορικῶς. Καταστοχάζεται: κατὰ σκοποῦ βλέπει· κατὰ σκοποῦ βάλλει. Καταστρέψαντες: τελευτήσαντες. Καταστροφή: τέλος. Κατὰ σφέας: καθʼ ἑαυτούς. Κατὰ σχολήν: πράως καὶ λάθρα· οὕτως Ἀριστοφάνης. Κατατεθήπεσαν: κατεθαύμασαν· ἐξεπλάγησαν. Κατατείνας: συντείνας. Κατατείνας ἐρῶ: ἀντὶ τοῦ μακρὸν λόγον διεξελεύσομαι· Πολιτείας βʹ· διὸ κατατείνας ἐρῶ. Κατὰ τὴν ἀγορὰν ἀψευδεῖν: ἔοικεν νόμος περὶ ὠνίων κεῖσθαι, ὃς κελεύει ἀψευδεῖν ἐν τηῖ ἀγοραῖ Θεόφραστος γʼοῦν ἐν τοῖς περὶ νόμων φησίν· δυοῖν τούτων ἐπιμελεῖσθαι δεῖν τοὺς ἀγορανόμους, τῆς τε ἐν τῆ ἀγορᾶ εὐκοσμίας, καὶ τοῦ ἀψευδεῖν μὴ μόνον τοὺς πιπράσκοντας, ἀλλὰ καὶ τοὺς ὠνουμένους. Κατατικόν: χιτωνίσκου γένος· οὕτως Μένανδρος. Κᾶτα τί: εἶτα τί. Κατατομήν: οἱ μὲν τὴν ὀρχήστραν· οἱ δὲ μέρος τι τοῦ θεάτρου. Κατατομή: Ὑπερίδης ἐν τῶ κατὰ Δημοσθένους· <!-- κ.144 -->καὶ καθήμενος κάτω ὑπὸ τηῖ κατατομηῖ· καὶ Φιλόχορος· καὶ ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν τῆς πέτρας. Καταπλήξ: ὁ συνεχῶς πεπληγμένος· Θεόπομπος·

  
Ἀλλʼ ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει Ὑπὸ τῶν  
  
γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην.  
Καταῦσαι: καταντλῆσαι. Καταφαγεῖν: ἀντὶ τοῦ φαγεῖν. Καταφάναι: κατειπεῖν. Κατάφασις: πρόρρησις διὰ συγκαταθέσεως. Καταφάσκει: προλέγει· ἐπινεύει. Καταφερής: οὐχ ὁ ἄσωτος, ἀλλʼ ὁ κάτω φερόμενος. Καταφιλοσοφῶν: διὰ τῆς σιγῆς νικῶν. Καταφορικῶς: σφοδρῶς. Καταφυέν: γεννηθέν. Κατάφωρος: φανερός. Κατὰ χεῖρας: εὐκόλως. Κατὰ χειρὸς ὕδωρ λέγουσιν, οὐ κατὰ χειρῶν, οὐδὲ ἐπὶ χεῖρας, οὐδὲ ἄλλως πως· καὶ τὸ ῥαῖστον πάντων καὶ εὐχερέστατον κατὰ χειρὸς ὕδωρ καλοῦσιν· οὕτως Τηλεκλείδης ἐν Ἀμφικτύοσιν· Εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρῶν. Καταχειροτονίας· ἔθος ἦν Ἀθήνησιν καταχειροτονεῖν τὸν ἄρχοντα· μάλιστα δὲ στρατηγὸν, εἰ δόξειεν ἀδικεῖν. Καταχήνη: κατάγελως. <!-- κ.145 -->Καταχήνη: καταχάσμησις. Κατάχυσμα: ἐνίοτε τὸ καταχεόμενον κατὰ τῶν ὄψων ὑπότριμμα· καταχύσματα δὲ πληθυντικῶς· τὰ παρὰ τὴν ἑστίαν κατασκεδαννύμενα τῶν γαμούντων καὶ τῶν πρωτοθεωρῶν· ταῦτα δὲ ἐστὶν ἰσχάδες καὶ πανσπερμία. Καταχύσματα: τῶν νεωνήτων οἱ δεσπόται τραγήματα κατέχεον· ἀλλὰ καὶ τῶν ἀπὸ θεωρίας ἐλθόντων· κατεχεῖτο δὲ καὶ τῶν νυμφίων, φασὶν, ὡς Θεόπομπος. Καταχύσματα: ἔθος ἦν Ἀθήνησιν, ὅτε νεώνητος οἰκέτης εἰσάγοιτο εἰς τὴν οἰκίαν, τὸν δεσπότην ἢ τὴν δέσποιναν ἰσχάδων καὶ καρύων πλῆθος καταχεῖν αὐτοῦ· ἃ καταχύσματα ἐκάλουν· φασὶ δὲ καὶ ἐπὶ τῶν πρῶτον πρεσβευόντων καὶ ἐπὶ τῶν θεωρῶν τοῦτο γίγνεσθαι, ὅτε πρῶτον τοῦτο ἐποίουν. Κατάχυτλον: σκεῦός τι. Καταψαίρουσι: κινοῦνται. Καταψευδομαρτυρησάμενος: ἀντὶ τοῦ παρασχὼν τοὺς τὰ ψευδῆ μαρτυρήσαντας· Δημοσθένης ἐν τῶ κατὰ Στεφάνου. Καταψηφίζεται: κατακρίνει. Καταψήχεται: ἀντὶ τοῦ καταψύχεται τῆς γλισχρότητος χωριζομένης· ἢ καταψᾶται· οὕτως Πλάτων ἐν Τιμαίωι. <!-- κ.146 -->Κατεβαυκάλισεν: κατεκοίμησεν. Κατεαγότα: κεκλασμένα. Κατεβρόχθισεν: κατέπιεν. Κατεγγυᾶν: παραδιδόναι. Κατεγγυῶ: ἀνεγγυῶ. Κατεγλώττιζεν: κατεφλυάρει· κατηγόρει· ἐλοιδόρει. Κατεγνυπωμένως: νωθρῶς· ἀνάνδρως· οὕτω Μένανδρος. Κατεδηδοκώς: καταβεβρωκώς. Κατεδάρθη: κατεκοιμήθη. Κατεδιήτησεν: κατεδίκασεν. Κατέδραθεν: κατεκοιμήθη. Κατέδων: κατεσθίων. Κατέθεμεν: τὸ κατεθήκαμεν. Κατέθορεν: κατεπήδησεν. Κατειργάσατο: κατηγωνίσατο. Κατείρηκεν: κατεῖπεν λάθρα. Κατειλλώπτειν: καταβλεφαρίζεσθαι. Κατειρωνεύεται: μεγαλοφρονεῖ· ὑποκρίνεται· δολιεύεται. Κατειρωνευσάμενοι: καταρραθυμήσαντες· καὶ στραγγευσάμενοι· ὅθεν καὶ εἴρωνα τὸν ἀργὸν λέγουσι. Κατεκήλησαν: κατεπράϋναν. Κατεκίκλασκε: κατέκλα. Κατέλεκτο: κατεκοιμήθη. Κατέλευσαν: ἐλίθασαν. <!-- κ.147 -->Κατέληξεν: κατέπαυσεν. Κατεντευκτήν: κατεντυγχάνουσαν· καὶ κατεντευκτής· κατήγορος. Κατεντευχθέντα: κατεντυχηθέντα. Κατεπερπερεύετο: ἐχαριεντίζετο. Κατεπτήχασιν: συνεστάλησαν. Κατέρεψεν: ἐστέγασεν ἢ ἐστεφάνωσεν. Κατεργάσασθαι: ἀντὶ τοῦ καταπονῆσαι· Θουκυδίδης. Κατερικτά· τὰ ἐρεικόμενα ὄσπρια καὶ σχιζόμενα. Κατερρινημένοις: εὐτελέσιν. Κατερρύηκεν: ἐσάπη· ἠφάνισται. Κατέσβη: ἐσβέσθη· ἐπαύσατο. Κατέσειε· λέγουσιν ἐπὶ τῶν ἐν τοῖς πότοις προπινόντων· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τοὺς καρποὺς κατασειόντων. Κατεσκιρωμένη: πεπαλαιωμένη. Κατεσκηλητευμένος: ἐξίτηλος· τεταλαιπωρημένος. Κατέσκηψεν: κατέσχεν. Κατεσκληκώς: κατεξηραμμένος. Κατεστιγμένον: πεποικιλμένον. Κατεστόρεσεν: κατέστρωσεν. Κατεστρατοπέδευσεν: κατέδραμεν πολεμικῶς. Κατεστυγημένος: μεμισημένος. <!-- κ.148 -->Κάτευγμα: κατάρα. Κατευθικτήσας: ἐπιτυχών. Κατευμαρίζων: κατευχειρίζων. Κατευμεγεθεῖν: καταδυναστεύειν. Κατευνάζεται: κατακοιμίζεται. Κατεύχεσθαι: τὸ καταρᾶσθαι· οὕτως Πλάτων. Κατεύχεσθαι τῶν Ἀχαιῶν· ἀντὶ τοῦ κατὰ τῶν Ἀχαιῶν εὔχεσθαι· οὕτως Σοφοκλῆς. Κατεφοίνιξας: κατέβαψας. Κατεφύοντο: κατέτρεχον. Κατεχειροτόνησαν αὐτοῦ· ἀντὶ τοῦ κατεψηφίσαντο αὐτοῦ· καταχειροτονία δὲ καὶ ἀποχειροτονία καὶ διαχειροτονία διαφέρει· καταχειροτονία μὲν γὰρ ἐγένετο οὕτως· ἔλεγεν ὁ κῆρυξ· ὅτω Μειδίας δοκεῖ ἀδικεῖν, ἀράτω τὴν χεῖρα· εἶτα οἱ θέλοντες ἐξέτεινον τὰς χεῖρας καὶ ἐκαλεῖτο τοῦτο πρῶτον καταχειροτονία· ἀποχειροτονία δὲ ἐγίνετο οὕτως· ὅτω μὴ δοκεῖ ἀδικεῖν Μειδίας, ἀράτω τὴν χεῖρα, καὶ ἐξέτεινον τινὲς, καὶ ἐκαλεῖτο τοῦτο ἀποχειροτονία· λοιπὸν πάσας ἠρίθμουν τὰς χεῖρας καὶ ἑώρα ὁ κῆρυξ ποῖαι πλείους εἰσίν· ποτέρων τῶν φασκόντων αὐτὸν ἀδικεῖν ἢ μή· καὶ ὅσαι ἂν ἦσαν πλείους εὑρεθεῖσαι, ἐκεῖ καὶ ἡ γνώμη ἐκράτει. Κατέχεσθαι: θεοφορεῖσθαι. Κατεώρυκτο: κατορωρυγμένον ἦν. <!-- κ.149 -->Κατηβολή: περιοδικὴ νόσος. Κατηβολή: περιβάλλει. Κατηγορευκότα: κατειπόντα. Κατηγορίας ἔχω: ἀντὶ τοῦ κατηγοροῦμαι Δημοσθένης περὶ τοῦ στεφάνου. Κατήδεσαν: κατήσχυναν. Κατήλιψ: μεσόδμη. Κατηλοίωσεν: οὐχ ἁπλῶς ἀπέκτεινεν· ἀλλὰ ξύλοις παίων· ἀφʼ ὧν καὶ πατραλοίας, ὁ τὸν πατέρα τύπτων. Κατεχορδεύθη: καθηδύνθη· κατεβομβήθη· ὅλος τῆ χορδῆ γέγονεν. Κατήλιψ: μεσοδμή. Κατημαξευμένος: τετριμμένος· ἐγγεγυμνασμένος. Κατημελής: κατήκοος. Κατηρεφέα: κατεστεγασμένα. Κατηρεφον: κατεστεγασμένον ἢ κατώτερον ἐστεγασμένον. Κατῆρεν: κατέπλευσεν. Κατηφόνες: στυγνοὶ, ἢ ἀναίσχυντοι. Κατηχθημένος: καταβεβαρημένος. Κατιαλίζειν: καταδύνειν. Κάτιμεν: κατερχόμεθα. Κατισχνοῦν: καταλεπτύνειν. Κατʼ ὄναρ, οὐ χρὴ λέγειν: βάρβαρον γὰρ παντελῶς· ἀλλὰ ὄναρ· καὶ κατὰ τοὺς ὕπνους· καὶ ἐνύπνιον. Κατοκωχή: ἔνιοι ἀντὶ τοῦ κατοχή. <!-- κ.150 -->Κατόπιν: μετὰ ταῦτα· ἀπὸ τοῦ ὄπισθεν ἰέναι. Κατόπιν: ἢ μετὰ ταῦτα, ἢ μεταξύ. Κατοιόμενος: ὀνομάζων ἑαυτὸν μέγαν καὶ φυσῶν ὑπερήφανος. Κατοιχομένου: νεκροῦ· τεθνεῶτος. Κατʼ ὀρφναίαν: κατὰ τὴν σκοτεινήν. Κατοργᾶν: ὑπερακμάζειν. Κατορώρυκται: κατακέχωσται. Κατουλάδα: Σοφοκλῆς Ναυπλίωι· Ἐπεύχομαι δὲ νυκτὶ τηῖ κατουλάδι· τὴν κατίλλουσαν καὶ κατείργουσαν· καὶ ἐξούλης δίκη, ἡ ἐξείρξεως· οἱ δὲ τηῖ πανωλέθρωι ἐσομένηι τοῖς Ἕλλησιν· οὖλον γὰρ τὸ ὀλέθριον· καὶ ἡ κατα πρόθεσις αὔξησιν ἔχει· ἢ ζοφώδη, ἀπὸ τῆς κατὰ τὸ σῶμα γινομένης οὐλῆς· μελάντεραι γάρ· καταιγίδας ἔχουσαν καὶ συστροφὰς ἀνέμων· εἴλλειν γὰρ τὸ συστρέφειν· Ὅμηρος. Κατʼ οὐράν: κατόπισθεν· ἐκ τῶν ὀπίσω. Καττύεσθαι· Ὑπερίδης τὸ ὑποδεδέσθαι· ἀπὸ τῶν καττυμάτων. Καττύεις: μεταφορικῶς ἀπὸ τῶν ῥαπτόντων τὰ δέρματα. Καττύει: συρράπτει. Καττύμα: ἀπάτη· δόλος. <!-- κ.151 -->Καττύν: ἀπότριμμα δερματίου βαλλόμενον εἰς τὴν στελλείαν ὅταν μὴ σφίγγηι. Κατωθούμενος: ἀνατρεπόμενος. Κάτω κάρα: κάτω τὴν κεφαλὴν ἔχοντα. Κατωκοδόμησεν: Ἰσαῖος ἀντὶ τοῦ κατέκλεισεν εἰς οἴκημα καὶ ἀπέκτεινεν. Κατώλισθον: κατέπεσον. Κατωμαδόν: κατὰ τῶν ὤμων. Καθωραΐζεται: σεμνύνεται. Κατωρχήσαντο: κατεχάρησαν· ἔπαιξαν. Καυλός: τὸ ἄκρον τοῦ δόρατος. Καυνός: σκληρός. Καύνακας: ἔνδυμα ποιόν. Καυρός: κακός· οὕτως Σοφοκλῆς. Καυσία: εἶδος πίλου βαρβαρικοῦ ἐπὶ τῆς κεφαλῆς ὡς τιάρα. Καυστόν: καρπωτόν· ὃ ἐναγίζεται τοῖς τετελευτηκόσιν. Καχλάζει: ταράττεται· φλεγμαίνει· βράττει. Κάχρυς: κριθαὶ πεφρυγμέναι. Καχυπότοπος: καχύποπτος· τοπάσαι γὰρ τὸ ὑπονοῆσαι. Κάψα: κίστη ἢ θήκη. Κέβρινα: πόλις Τρωάδος Κυμαίων ἄποικος. Κεδνός: συνετός· σώφρων ἢ φρόνιμος. Κεγχρεών: τόπος Ἀθήνησιν· ἐν ὧ ἡ ἀργυρῖτις ἐκαθαίρετο κέγχρος· καὶ ἡ ἀπὸ τῶν ἀργυρείων ἀναφερομένη ἄμμος. <!-- κ.152 -->Κεγχρεών: Δημοσθένης ἐν τηῖ πρὸς Πανταίνετον γραφηῖ· κἄπειτα ἔπεισε τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν Κεγχρεῶνα· ἀντὶ τοῦ εἰς τὸ καθαριστήριον· ὅπου τὴν ἐκ τῶν μετάλλων κέγχρον διέψυχον. Κέδρον: οὐδετέρως λέγουσι τὸ θυμίαμα. Κεδρίδες: κέδρου καρπός· λέγονται δὲ καὶ ἀρκευθίδες. Κέδροπα: ὄσπρια· καὶ οἷον χέδροπα. Κειμήλια· κτήματα· ἢ ἀποκείμενα χρήματα. Κείρει: ἐσθίει· κατεσθίει. Κειριάδαι: δῆμος Ἱπποθοωντίδος. Κείρυλοι: οἱ ἄρσενες τῶν ἀλκυόνων· οἵτινες γηράσαντες ὑπὸ τῶν θηλείων βαστάζονται. Κεκάληκας: καλὸς γέγονας. Κεκαρυκευμένα: συγκεκρυμμένα. Κεκασμένον: κεκοσμημένον. Κεκαυτηριασμένος: μὴ ἔχων ὑγιῆ τὴν συνείδησιν. Κεκιβήλευται: διαβέβληται· κατέγνωσται· ἀποδεδοκίμασται· νενόθευται. Κεκλασμένους: ἰσχύοντας. Κεκλιμένος: περιεχόμενος. Κέκλοιο: ἀντὶ τοῦ λέγοις. Κεκμηκώς: κάμνων. Κεκομψευμένος: σεμνός· ἢ ἀστεῖος ἢ εὐκαλλώπιστος. Κεκοινωνημένοι: κοινὴν ἔχοντες τὴν οὐσίαν· ὡς φησὶν Λυσίας. <!-- κ.153 -->Κεκοτυλισμέναι: συνεσπειραμέναι. Κεκοῦρος: εἶδος πλοίου βραχέος. Κεκραγμόν: τὴν βοήν. Κεκραιπαληκώς: εὐφραμμένος. Κεκριγότα: τρίζοντα. Κεκρόπη: Ἀθηνῆ. Κεκροπίς: μία τῶν ἐν Ἀθήνησιν δέκα φυλῶν. Κεκρύφαλον: κεκρύφαντον· σαββακάθιον· σουδάριον. Κεκτώμεθα: κεκτημένοι ὦμεν. Κεκυπτάκασιν: ἀσχολοῦνται. Κεκωδωνισμένος: ἐξητασμένος· ἀπὸ τῶν τοὺς φύλακας διὰ τοῦ κώδωνος ἐξεταζόντων· καὶ διακωδωνίσαι, τὸ ἐξετάσαι· Ἀριστοφάνης Λυσιστράτηι· Ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν. Κεκωφῶσθαι: κωφὸν γεγονέναι. Κελάδησαν: ἐβόησαν. Κελαδεινή: κυνηγός· θόρυβον κατὰ τὰς ἄγρας ποιοῦσα. Κελαδοῦσιν: ἠχοῦσιν. Κελέοντες: κυρίως κελέοντες καλοῦνται οἱ ἱστόποδες· Ἀντιφῶν δὲ ἐν τηῖ πρὸς τὸν Δημοσθένην γραφηῖ τὰ ὀρθὰ ξύλα οὕτως ὠνόμασεν. Κελέοντες: ἱστόποδες· καὶ πάντα τὰ μακρὰ ξύλα. <!-- κ.154 -->Κελεός: οὗ αἱ θυγατέρες ὑπεδέξαντο τὴν Δήμητραν ἐν Ἐλευσῖνι. Κελαρύζειν: μετὰ ἠχοῦς ῥεῖν. Κελενδρύονα: κιχήσιππον· ἀπὸ τοῦ κελέοντος καὶ τῆς δρυὸς, ὡς μακρὸν καὶ δασύ. Κέλευθος: ὁδός· ἀπὸ τοῦ κέλλειν, ὅ ἐστιν εἰς τούμπροσθεν ἰέναι· ὅθεν καὶ ἐξω κεῖλεν ὅ ἐστιν ἔξω τοῦ κέλλειν γέγονεν. Κέλης: τὸ ληστρικὸν πλοῖον ἢ ἄστρωτος ἵππος. Κέλυφος: τὸ λέπυρον τοῦ ὠοῦ. Κελύφανα: τὰ λεπίσματα τῶν τραγημάτων. Κελωρύειν: βοᾶν. Κεμάς: ἔλαφος· ὁ κοιμώμενος ἐν σπηλαίωι· κοιμὰς τίς ὤν. Κένανδρον: κένον ἄνδρα. Κενέβρια· ἐν οἷς τὰ νεκριμαῖα καὶ τοὺς ἀπέργους ὄνους κατακόπτουσιν· καὶ τὰ θνησιμαῖα. Κενεμβατεῖν: εἰς κενὰ βαίνειν· κενὰ ἐπιχειρεῖν. Κενεόν: μάταιον. Κενεών: ὁ περὶ τὸν λαγόνα τόπος. Κένκω: πεινῶ. Κενταυρικῶς: ἀγροίκως. Κενοφωνίας: ματαιοφωνίας· ἀσεβείας· ἠγοῦν αἱρετικάς. Κενοφροσύνη: ἡ ματαιοφροσύνη. <!-- κ.155 -->Κένταυρον: τὸ μόριον· ἢ τὸ γυναικεῖον αἰδοῖον· οὕτω Θεόπομπος. Κεντριάδαι: πατριὰ κηρύκων. Κεντρότυπος: μοχθηρός. Κεντυρίων: ἑκατόνταρχος. Κενῶν φάους: τυφλῶν. Κέοιτο: ὑπάρχοιτο. Κέπφος: εἶδος ὀρνέου ὀξύτατον. Κεπφωθείς: ἐπαρθείς· ἐρεθισθείς· ὀξέως ἐλαυνόμενος. Κεραμίς: δῆμος Ἀκαμαντίδος φυλῆς. Κεραμικαί: πλατεῖαι πληγαί· τοὺς γὰρ ῥαθύμως τρέχοντας τύπτουσιν. Κεραμικαί: ὁ τόπος ἐν ωἷ αἱ πόρναι. Κέραμος: οἱ μὲν τὰ κεράμια· ἀφʼ οὗ καὶ κεραμεύς· οἱ δὲ τὰς ὀπτὰς πλίνθους. Κεραννύουσι: κέρνουσιν· Ὑπερίδης. Κεραόν: τέλειον. Κέρας: τὸ τοῦ πολέμου μέρος καὶ τόξον. Κέρας· κέρως· κέρα: ἐπὶ τῆς παρατάξεως· Θουκυδίδης ηʹ· τοῦ εὐωνύμου κέρως· ἐν τηῖ αὐτηῖ· καὶ οἱ μὲν Ἀργεῖοι τωῖ σφετέρωι αὐτῶν κέρα· καὶ ἐν πᾶσιν οὕτως. Κεραμικὴ μάστιξ: ὀστρακισμός. Κεραΐζει: πορθεῖ· ἀναιρεῖ· διαρπάζει. Κεραμίς: δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος ἡ <!-- κ.156 -->Κεραμίς· εἴληφε δὲ τούνομα ἀπὸ τῆς κεραμικῆς τέχνης καὶ τοῦ θύειν Κεράμω τινὶ ἥρωϊ. Κεραμικός: δύο ἦσαν Κεραμικοί· ὁ μὲν ἔνδον τῆς πόλεως· ὁ δὲ ἔξω· ἔνθα καὶ τοὺς ἐν πολέμωι τελευτήσαντας ἔθαπτον δημοσία· καὶ τοὺς ἐπιταφίους ἔλεγον. Κερασβόλα: τὰ σκληρὰ καὶ ἐν τοῖς πυροῖς καὶ ἐν τοῖς ὀσπρίοις συμφυόμενα· τηῖ μὲν χροιᾶ μέλανα· στρογγύλα δὲ καὶ ἰσομεγέθη κέγχροις· ἃ συνεψόμενα τοῖς ὀσπρίοις οὐ τήκεται· εἴρηται δὲ οὕτως ἀπὸ τοῦ τὴν κατασπορὰν καὶ τὸ ἄροτρον τοῖς κέρασι τῶν βοῶν βεβλῆσθαι καὶ ἀντιτύπτειν· ὅτʼ ἂν οὖν λέγη κερασβόλους, τοὺς ἀπαιδεύτους καὶ σκληροὺς καὶ μὴ πειθομένους τοῖς νόμοις φησί. Κερασφόρος: κερατοφόρος. Κεραυνός: ἱμάτιον ποιόν. Κέραμον: λέγεται ἐπὶ τῶν λεκανίδων· αὗται δέ εἰσιν αἱ λεκανίδες κεραμεαῖ παραπλησίαι τηῖ κατασκευηῖ κρατῆρι· ἃς νῦν ὀψοδόκας αἱ γυναῖκες καλοῦσιν· ἀρώματα οὖν εἰς ταύτας ἐμβάλλουσι καὶ στήμονας· κομίζουσι δὲ αὐτὰς αἱ νύμφαι εἰς τὰς τῶν νυμφίων οἰκίας. Κερβέριοι: οἱ παρʼ Ὁμήρωι Κιμμέριοι· τὴν δὲ πόλιν οἱ μὲν Κίμμερον, οἱ δὲ Κερβερίαν. Κερδίας: κερδοσύνης· φιλοκερδίας. <!-- κ.157 -->Κερδαλέος: ποικιλος· πανοῦργος· κερδαλῆ γὰρ ἡ ἀλώπηξ. Κερδαλεόφρων: δολιόφρων· σκολιὰ βουλευόμενος. Κέρδιον: κρεῖττον· ὠφελιμώτερον. Κέρδιστος: πανουργότατος. Κερδοσύνη: πανουργία. Κερκίδας: εἷς ἦν τῶν τὰ Μακεδονικὰ φρονούντων. Κερκίς: φυτὸν αἰγείρωι ὅμοιον. Κερκῖται: ἔθνος Ἰνδικόν· ὃ χρῆται μακρωῖ πηδαλίωι ὃ καλεῖται κερκέτης. Κέρκος: ἡ οὐρά. Κέρκουρος: εἶδος πλοίου οὕτως καλοῦσιν. Κερκώπη: τέττιγι παρόμοιον, ἕνα φθόγγον προϊέμενον. Κέρκωπες: πανοῦργοι δόλιοι· ἀπατεῶνες· κόλακες· οἳ, καθάπερ ἡ ἀλώπηξ τοὺς θηρατικοὺς κύνας ἀπαταῖ, τοὺς ἁπλουστέρους φενακίζουσι τηῖ κέρκωι τῶν λόγων. Κερκωπίζοντες: χλευάζοντες· μωκίζοντες ὡς οἱ πίθηκοι. Κέρκωψ: ἀπατεών· ἢ καὶ γένος πιθήκου. Κέρκωπες: ἐξαπατητῆρες· ἱστοροῦνται καὶ ψεῦσται οἱ Κέρκωπες· Ξεναγόρας δὲ εἰς πιθήκους αὐτοὺς μεταβαλεῖν φησί· καὶ τὰς Πιθηκούσσας νήσους <!-- κ.158 -->ἀπʼ αὐτῶν κληθῆναι· δύο δὲ ἦσαν οἱ Κέρκωπες· ὧν ὁ μὲν Ἄνδουλος, ὁ δὲ Ἄτλαντος ὀνομάζεται. Κερματίζει: εἰς λεπτὰ διαιρεῖ. Κερουτιᾶν: γαυριᾶν. Κεροβάτας: ὁ Πάν· ὅτι κέρατα ἔχει ἢ κερατίνας βάσεις. Κερουτιασμός: ἀπὸ τοῦ κόρου λέγουσιν. Κερσοβλέπτης: παῖς μὲν ἦν Κότυος· καὶ νεώτατος ὢν, βασιλεὺς κατεστάθη ὑπὸ τοῦ πατρὸς Θραίκης. Κερτόμιος: ἐρεθιστικός. Κερτομῶν: χλευάζων· ἐρεθίζων· σκώπτων. Κέρχανα: τὰ ἐντάφια. Κερχνοῖ: τραχύνει. Κερχνηΐς: ὄρνεον. Κέρχνος: τραχύ τι ἐν τοῖς ἐνωτίοις. Κερχνῶ: πίνω. Κεστὸν ἱμάντα: ποικίλον ἱμάντα. Κεστός: ὁ διακεκεντημένος καὶ διαπεποικιλμένος ἱμάς· οἷον ἔνδυμα Ἀφροδίτης· καταχρηστικῶς δὲ καὶ πάντα τὰ τῶν γυναικῶν φαντασιώδη ἐνδύματα. Κεστρεῖς νήστεις ἐκάλουν κεχηνότας καὶ πεινῶντας· λαίμαργοι γὰρ οὗτοι οἱ ἰχθύες· καὶ ἡ παροιμία· <!-- κ.159 -->κεστρεὺς νηστεύσεις· εἴρηται ἐπὶ τῶν δικαιοπραγούντων μὲν, ἧττον δὲ φερομένων διὰ τοῦτο αὐτό· μετενήνεκται δὲ ἀπὸ τοῦ ἰχθύος· οὗτος γὰρ πάντων τῶν ἰχθύων ἀλληλοφαγούντων, μόνος ἀπέχεται· νέμεται δὲ ἰλὺν, ὡς Ἀριστοτέλης ἐν τοῖς περὶ ζωίων· καὶ δῆλον ὅτι ταλαιπωρεῖ καταδυόμενος εἰς τὴν ἰλὺν καὶ ἧττον τι φέρεται. Κέσκος: ἦν πόλις ἐν Κιλικίαι καὶ παρʼ αὐτὴν ποταμὸς Νοῦς ὄνομα· διʼ ὅπερ οἱ κωμικοὶ παίζοντες τοὺς νοῦν οὐκ ἔχοντας κέσκον φασὶν οὐκ ἔχειν. Κέστραν: τὴν μύραιναν. Κεστρίνους: τὰ τεμάχη τῶν ἰχθύων. Κεστόν: ποικίλον. Κεστρῖνος: εἶδος ἰχθύος· σκεπτέον δὲ εἰ διαφέρει κεστρέως. Κέφαλος: ἔστιν καὶ ὄνομα δημαγωγοῦ. Κεύθειν: κρύπτειν. Κευθήμων: φωλεῶν· ἀποκρύφων τόπων. Κευθμώνων: κρυπτῶν τόπων· ἐνδοτάτων. Κεφάλαιον: παραλαμβάνεται ἐπὶ ἐπιγράμματος· καὶ λόγου· καὶ ἀργυρίου· οὕτως Αἰσχίνης ἐν τῶ κατὰ Κτησιφῶντος καὶ Δημοσθένης ἐν τῶ πρὸς Ἄφοβον. Κεφαλή: δῆμος Ἀκαμαντίδος· καὶ Κεφαλῆθεν· ἐκ τῆς αὐτῆς. <!-- κ.160 -->Κεφαλαίωσον: συντόμισον· συνάγαγε. Κεχαρισμένε: πεφιλημένε. Κεχαρισμένως: εἰς χάριν αὐτῶν πάντα ποιεῖν. Κεχειρωμένοι: ἡττημένοι. Κεχήληνται: καταπεπράϋνται. Κεχήνη: κεχηνὼς ἤμην· ὡς τὸ ἤδη ἤδεα ἤδειν. Κεχηνότες: χαυνῶς ὁρῶντες. Κεχραμμαίνειν: πικραίνεσθαι· ἢ τοὺς ὀδόντας συγκρούειν. Κεχρησμωδημένων: μεμαντευμένων. Κηδεία: ταφή· ἐκφορά. Κήδειν: κακοῦν· λυπεῖν. Κηδείους: οἰκείους· προσφιλεῖς. Κηδεμονία: πρόνοια· καὶ κηδεμὼν, φροντιστὴς, προνοητής. Κηδεστής: ὁ κατʼ ἐπιγαμβρίαν οἰκεῖος· ἢ πενθερός. Κήδεται: φροντίζει· βοηθεῖ· ἐπιμελεῖται. Κηδεύειν: φροντίζειν· ἢ θάπτειν. Κηδίδης: διθυραμβοποιητὴς ἀρχαῖος. Κηδήσαντες: θεραπεύσαντες ἢ λυπήσαντες. Κῆδος: ἡ συναλλαγὴ τοῦ γάμου ἢ τοῦ πένθους. Κηδωνίδης: οὗτος τεθρυλημένος ἦν ἐπὶ παιδεραστίαι ἀνυπερβλήτωι. Κήθια: ὀξύβαφα οἷς κυβεύουσιν. <!-- κ.161 -->Κήθιον: πλεκτόν τι σύστομον· εἰς ὃ ἐντιθέντες τοὺς ἀστραγάλους βάλλουσιν. Κηκάζειν: κακολογεῖν. Κηκίς: ἔστι μὲν καὶ καρπός τις περιφερής· ἔστι δὲ καὶ βάμμα τί καὶ στύμμα· ἢ καὶ ὀπὸς δρυὸς ἐπιτήδειος εἰς βαφήν. Κηλῖδες: σπίλοι. Κήλησις: πειθὼ μετὰ τέρψεως. Κηλίς: ῥύπος· μῶμος· μορφή· ἕλκος· οὐλή. Κηλούμενος: φλεγόμενος· τερπόμενος· οἷον αὐλοῖς καὶ ἡδυφωνίαις. Κημός: εἶδος χαλινοῦ· ἢ φιμός. Κημός: πλέγμα κωνοειδές· διʼ οὗ καθιᾶσιν οἱ δικασταὶ τὴν ψῆφον εἰς τὸν κάδον· καὶ τὸ τοῖς ἵπποις ἐπιτιθέμενον· καὶ γυναικεῖον προκόσμημα· καὶ αἱ αὐλητικαὶ φορβειαί· καὶ κρίκου τι γένος· καὶ πόα τίς· καὶ ὄσπριόν τι παρὰ Θραξίν. Κήνυγμα: σκιὰ καὶ εἴδωλον. Κῆπος: πόλις κατὰ Βόσπορον οὕτω καλουμένη. Κῆπος: κουρὰ τίς ἐπὶ καλλωπισμωῖ διαβαλλομένη. Κῆπος: γυναικὸς αἰδοῖον. Κῆπος καὶ παράδεισος διαφόρως παρʼ αὐτοῖς λέγεται. Κήπουρεύμα: τὸ ὕδωρ τοῦ κηπουροῦ, εἰς ἄρδευσιν πεποιημένον. <!-- κ.162 -->Κήρ: ψυχή· θανατηφόρος μοῖρα· καὶ κῆρες, θανατηφόροι μοῖραι. Κήρυκες: γένος ἐν Ἀθήναις ὠνομασμένον ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ. Κηρίναι: μάστιγες γίνονται τινὲς οὕτως ὡς οἱ κηρίωνες· εἰ μὴ ἄρα αἱ διπλαῖ· ἢ διπύξιναι. Κηρίω βῦσαι: αἱ ὑποβαλλόμεναι κηρίον ἐπετίθεσαν τοῖς παιδίοις ἵνα μὴ βοᾶ. Κηρυκίδαι: γένος Ἀθήνηισιν. Κηραίνει: τήκει· πρὸς φθορὰν ἄγει. Κημᾶν: φιμοῦν· χαλινοῦν. Κηρυκίνην: γυναῖκα κηρύττουσαν λέγουσιν. Κήτειον: λάχανον ἀνθερίκωι ὅμοιον. Κηττός: δῆμος Λεοντίδος φυλῆς. Κήτταν: τὴν περὶ τὸν στόμαχον τῶν κυουσῶν γυναικῶν διάθεσιν· καὶ τὸ ὄρνεον ὁμοίως καλοῦσιν. Κηφισόδωρος: ἄλλος μὲν ὃς κεκωμώδηται ὡς ὀνώδης· ἕτερος δὲ ὁ ὕπαρχος ὃς ἐν Μαντινείαι μετὰ Γρύλλου τοῦ Ξενοφῶντος ἀπέθανεν. Κηφισόδοτος: οὗτος Ἀλωπεκόννησον πολιορκῶν ἀπεχειροτονήθη· καὶ κριθεὶς ἑάλω· καὶ ἀπέτισε πέντε τάλαντα. Κηφήν: ἀργός· ἀπρόκοπος· μετέωρος. <!-- κ.163 -->Κηφήνεσσι κοθούροισι: τοῖς καθεζομένοις καὶ φυλάττουσι τὴν τῶν μελισσῶν ἔξοδον· οὖροι γὰρ οἱ φύλακες· καὶ θυρωροὶ, οἱ τὰς θύρας φυλάσσοντες. Κηφισιεύς: δῆμος τῆς Ἐρεχθηΐδος. Κίαλον: χρῶμα ὑπόφαιον. Κιβαδες: ἡμέραι. Κιβδηλιᾶν: ὠχριᾶν. Κιβδηλιῶντας: ὠχριῶντας. Κιβδῶνες: οἱ μετάλλειοι. Κίβδηλον: οὕτως ἐκάλουν τὸ νόθον καὶ ἀδόκιμον νόμισμα καὶ παρακοπέν· Νόμων ιαʹ· ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθέν· κίβδηλον μέν ἐστιν ὅτἂν ἔχη ἐπιφάνειαν ὡς ἀστεῖον, ηἶ δὲ μοχθηρὸν τωῖ τρόπωι. Κιβωτός: λάρναξ· κίστη. Κιγκλίζει: σαλεύει· μοχλεύει· ἦχον ποιεῖ· κινεῖ. Κιγκλίς: ὁ τοῦ δικαστηρίου κάγκελλος· ἤτοι τοῦ ἱεροῦ οἴκου. Κιγκλίδες: αἱ τῶν δικαστηρίων θύραι. Κίγκλος: ὄρνεον τὴν ὀσφὺν πολλὰ κινοῦν· ὅ τινες σεισοπυγίδα καλοῦσιν· σφόδρα λεπτόν· καὶ <!-- κ.164 -->ἡ πτωχότερος κίγκλου παροιμία· ἧ κέχρηται Μένανδρος Θαΐδι. Κίδαρις: περίθεμα κεφαλῆς ἢ ἐκ τῆς τριχὸς ὕφασμα· ἤτοι εἶδος καλαμαυκίου, ὃ καὶ τιάρα νοεῖτε τινὲς δὲ κίδαριν λέγουσι· περικράνιον πίλιον· ἢ στέφανον ἢ φακιόλιον ἢ πῖλον βασιλικὸν Περσῶν· ἢ τὸ στρόφιον ὃ οἱ ἱερεῖς φοροῦσιν. Κιγκιόπραγοι: ἀντὶ τοῦ δασεῖς. Κιγχάνειν: τὸ ἐπεξιέναι· οὕτως Σόλων. Κιδάφη: ἀλώπηξ. Κιδαφίων: πανοῦργος· δόλιος· κιδάφη γὰρ ἡ ἀλώπηξ· οἱ δὲ ἀπὸ τῶν κίων.  <span class="gap">…</span> Κίδναται: σκορπίζεται. Κίθαρος: ἰχθὺς ποιός· λέγεται καὶ τὸ στῆθος. Κιθαιρών: ὄρος ἐν Βοιωτίαι. Κικλήσκουσι: καλοῦσι. Κίκκαβος: ὀνοματοπεποίηταί τι νομισμάτιον ἐν Αἵδου. Κίκκασος: ὀβολοῦ ὄνομα. Κικκαβίζειν: τὴν τῶν γλαυκῶν φωνὴν οὕτως καλεῖ Ἀριστοφάνης. Κιλίκων: ἐπώνυμον Ἀχαιοῦ τοῦ Μέροπος, ἀπὸ <!-- κ.165 -->τροφοῦ Κιλίσσης· ὃς τὴν πατρίδα Μίλητον προύδωκεν τοῖς Πριηνεῦσι· καὶ τὸν βασιλέα στρατηγῶν· ἢ, παρόσον Κίλικες διεβέβληντο ἐπὶ πονηρίαι καὶ ὠμότητι, διὰ τοῦτο ἐκλήθη Κιλίκων· Φερεκράτης·

  
Ἀεὶ πόθʼ ἡμῖν ἐγκιλικίζουσʼ οἱ θεοί.  
Κιλίκιος ὄλεθρος:  <span class="gap">…</span> Κιλικισμόν: Θεόπομπος ὁ ἱστορικὸς τὸν ἐκ παρανομίας φόνον λέγει. Κιλικίους: τὰς πικρὰς τιμωρίας οὕτως ἐκάλουν. Κιλλεία: πρὸς τῶ Ὑμηττωῖ δασύ· οἱ δὲ κρήνην· Καλλίστρατος δὲ ἄγριον λάχανον τραχύ· Εὐφρόνιος δὲ τὰ ἀκανθώδη τῶν ἐχίνων. Κιλλικύριοι: ἐν Συρακόσσαις τινὲς ἐκλήθησαν· οἱ ἀντὶ τῶν γεωμόρων μέρος καταλαβόντες τοῦ πολιτεύματος· οἷον Εἴλωτες καὶ Πενέσται τινες. Κίλικι λιμῶ: ἀντὶ τοῦ ὀλέθρωι· καὶ Κιλικιστούς· τοὺς ἔκ τινος παρανομίας φόνους. Κιλλόν: χρῶμα παρὰ τὸ φαιόν. Κίμβικα: σφικία· ἢ μέλισσα· ἡ μικρολογία· ἢ διαστροφή. Κίμβικας· καὶ κικκάβους: τοὺς αἰσχρούς. Κιμμερικόν: εἶδος χιτωνίσκου· οὕτως Ἀριστοφάνης. <!-- κ.166 -->Κιμώνεια: ἐρείπια Ἀθήνησιν· ἐν οἷς ἀπεπάτουν καὶ ἐπεραίνοντο. Κιναβευμάτων: πονηρευμάτων. Κινάβρα: μικρολογία· οἱ δὲ τὰ ἀποκαθάρματα· οἱ δὲ τὴν τῆς ἀλώπεκος σόβην. Κιναβρεύεσθαι: τὸ σκευωρεῖσθαι. Κίναδος: θηρίον· Δημοσθένης ἐν τῶ κατὰ Κτησιφῶντος· ἰδίως δὲ Σικελιώτας φασὶ τὴν ἀλώπεκα κινάδιον καλεῖν. Κίναιδος: ἀσελγής· μαλακός. Κιναθισμόν: οἱ μὲν τὴν κίνησιν ἀποδιδόασιν· οἱ δὲ τὸν θησαυρισμὸν κίναθον καλοῦσιν. Κιμβάζειν: στραγγεύεσθαι. Κίνδαξ: κίνδυνος. Κίνδας: εὐκίνητος. Κινδαψός: ὄργανον ποιόν. Κίνδυνον ἀναρρίψαι λέγουσι μεταφέροντες ἀπὸ τῶν κύβων. Κινδυνεύει: ἀντὶ τοῦ ἐγγίζει. Κινεῖ: οἷον ἐρεθίζει· λέγουσι δὲ οὕτω καὶ τὸ ἀροτριᾶν· καὶ ἀκίνητον, τὴν ἀναροτρίατον. Κινησίας: ὄνομα κύριον· οὗτος ἐπὶ ἀσεβείαι καὶ παρανομίαι διεθρυλεῖτο· ἦν δὲ διθυραμβοποιός. <!-- κ.167 -->Κινύρα: ὄργανον μουσικόν· ἢ κιθάρα. Κινυρή: οἰκτρά· θρηνητική. Κινύρεσθαι: ὀδύρεσθαι. Κίξας: τοὺς ἐν ὁδωῖ ληστάς. Κίος: νῆσος μὲν μία τῶν Κυκλάδων παρακειμένη τηῖ Ἀττικηῖ· πόλιν δὲ τὴν νῆσον Λυσίας ἐκάλεσεν· ἀλλὰ καὶ ἄλλοι πολλάκις τῶν ῥητόρων τὰς νήσους πόλεις ὀνομάζουσιν. Κίρκον: ἱέρακα· ἢ οὐράν· ἢ κωπηλάτην. Κιρρόν: πυρρόν· ἢ αἷμα τὸ ἀπὸ ζῶντος. Κιρραῖον πεδίον: Κίρρα πόλις ἐστιν ἀπέχουσα Δελφῶν λʹ σταδίους· ἔοικεν οὖν Αἰσχίνης Κίρραιον πεδίον καλεῖν τὸ παρακείμενον ταύτηι τηῖ πόλει. Κισσύβιον: ἐκ κισυβίνου ξύλου ποτήριον κυρίως. Κισθήνη: ὄρος τῆς Θραίκης. Κίστη καὶ κοίτης: ἀγγεῖον ἐν ωἷ τὰ βρώματα κεῖται· ἢ ἱμάτιά τινα· ἠγοῦν κιβώτια. Κιστοφόρος: ἔοικεν δὲ τὰς κίστας ἱερὰς εἶναι Διονύσου καὶ ταῖν θεαῖν. Κιττοφόρος: ἔνιοι δὲ μετὰ τοῦ σ γράφουσιν. Κιχλισμός: ὁ λεπτὸς καὶ ἀκόλαστος γέλως. Κιχόρεια: τὸ ἄγριον λάχανον· Ἀριστοφάνης. Κιχρᾶ: δανείζει. <!-- κ.168 -->Κίων: ἡ ἐν τῶ στόματι σταφυλή. Κλᾶν ἄμπελον: τὸ τέμνειν. Κλαγγή: ποιά τις φωνὴ ὀρνέου. Κλαγγηδόν: μετὰ κραυγῆς. Κλαιήσει: ὃ ἡμεῖς κλαύσει λέγομεν. Κλαρώται: μέτοικοι· ὡς Μαριανδυνοὶ ἐν Ἡρακλείαι· καὶ Εἴλωτες ἐν Λακεδαίμονι· καὶ ἐν Θετταλίαι Πενέσται· καὶ Κιλλικύριοι ἐν Συρακόσσαις. Κλαστάσαι: κλάσαι· προϊέναι· ἢ παρατηρεῖν. Κλαυμυρίζεται καὶ κλαυμυριεῖται λέγουσιν· οὐ κλαίει καὶ κλαύσει. Κλέος: τὴν φαύλην δόξαν Ἀριστοφάνης. Κληῖσαι: οἱ ἀρχαῖοι λέγουσιν· οὐ κλεῖσαι· καὶ κληῖδα· οὕτω καὶ οἱ τραγικοὶ καὶ Θουκυδίδης. Κλειτοριάζειν: τὸ ἀκολάστως ἅπτεσθαι τοῦ γυναικείου αἰδοίου. Κλείθροις: κλειδώμασιν. Κλεινός: ἔνδοξος· ἀπὸ τοῦ κλέους. Κλεμμάδιον: κλεψιμαῖον. Κλεπία: κλοπή. Κλεπτόμενοι: ἀπατώμενοι. Κλέπτος: φώριον. Κλεψούμενος: λέγουσι τὸ ὑφαιρησόμενος. Κλεψύδρα: κρήνη ἐν ἀκροπόλει οὕτως καλεῖται. Κλεψύδρα: ὄργανον ἀστρολογικόν· ἐν ωἷ αἱ ὧραι μετροῦνται. <!-- κ.169 -->Κλῆρος: οὐσία ἢ λαχμὸς λέγεται κλῆρος· καὶ τὸ σύστημα τῶν διακόνων καὶ πρεσβυτέρων, κλῆρος καὶ ἡ κληρονομία· κλῆρος καὶ μέτρον γῆς, ὅθεν καὶ οἱ κληροῦχοι, ἀντὶ τοῦ οἱ τοὺς κλήρους καὶ τὰ μέτρα τῆς γῆς κατέχοντες. Κλῆρος Ἑρμοῦ: συνήθεια ἀρχαία· ἔβαλλον οἱ κληροῦντες εἰς ὑδρίαν ἐλαίας φύλλον, ὃ προσηγόρευον Ἑρμῆν· καὶ πρῶτον ἐξήρουν τοῦτο, τιμὴν τωῖ θεωῖ ταύτην ἀπονέμοντες· ἐλάγχανεν δὲ ὁ μετὰ τὸν θεόν· Εὐριπίδης ἐν Αἰόλωι μνημονεύει τοῦ ἔθους τούτου. Κληδών: φήμη· μαντεία. Κληροῦχοι: οἱ παρὰ τῶν Ἀθηναίων εἰς τὰς πόλεις ἃς ἐλάμβανον πεμπόμενοι εἰς τὸ διανεῖμαι τοὺς κλήρους ἑκάστου· ἡ δὲ κληρουχία αὕτη διανομὴ τῆς χώρας ἦν. Κληροῦχοι ἐκαλοῦντο, οὓς Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰς πόλεις ἃς ἐλάμβανον· κλήρους ἑκάστοις διανέμοντας· οὕτως Ἰσοκράτης ἐν Πανηγυρικωῖ· Δημοσθένης δὲ ἐν τωῖ περὶ τῶν συμμορίων κληρουχικὰ ἂν λέγοι τὰ τῶν ἐκπεμφθέντων εἰς ἑτέραν χώραν, ἥντινα δήποτε κατὰ κληρουχίαν· πῶς γάρ· οὐ γὰρ οἷόν τε τὸν μὴ ἐπιδημοῦντα Ἀθήνησιν τριηραρχεῖν. Κλητεῦσαι: κοινῶς μὲν τὸ κλητῆρα δίκης γενέσθαι· ἰδίως δὲ ἐπὶ τῶν μαρτύρων λέγεται τὸ κλητεῦσαι· <!-- κ.170 -->καὶ ἐκκλητεῦσαι μετὰ τῆς προθέσεως, ὅτʼ ἂν μὴ ὑπακούσωσι πρὸς τὴν μαρτυρίαν ἐν τοῖς δικαστηρίοις ἐφʼ οἷς καλοῦνται· ἐπιτίμιον δὲ ἦν κατὰ τῶν ἁλόντων. Κλητῆρες καὶ κλητεύειν: καὶ κλητῆρες, οἱ ἄνδρες, διʼ ὧν εἰς τὰς δίκας προκαλοῦνται οἱ δικαζόμενοι τισίν· ἔδει γὰρ παρεῖναί τινας ὥσπερ μάρτυρας τῆς προκλήσεως· κλητεῦσαι δὲ ἔστιν τὸ κλητῆρα γενέσθαι, ὡς Ἰσαῖος· λέγεται δὲ κλητεύεσθαι καὶ ἐκκλητεύεσθαι ἐπὶ τῶν μαρτύρων· ὅτἂν μὴ ὑπακούσωσι πρὸς τὴν μαρτυρίαν ἐν τωῖ δικαστηρίωι· καὶ ἔστιν ἐπιτίμιον κατʼ αὐτῶν δραχμαὶ χίλιαι· ὡς Ἰσαῖος ἐν τωῖ ὑπὲρ Πυθῶνος ἀποστασίου. Κλητεύεις: μαρτυρεῖς. Κλητῆρες: οἱ μαρτυροῦντες τοῖς προσκαλουμένοις δίκην τινά· οὗτοι δὲ ἦσαν δύο. Κλιμακίζειν: σκελίζειν καὶ διαστρέφειν· ἔστιν γάρ τι καὶ βασανιστικὸν ὄργανον, κλίμαξ καλούμενον· ὃ τὰ σώματα τῶν βασανιζομένων διαστρέφει. Κλιμακίζειν: μέμνηται Δείναρχος ἐν τηῖ ὑπὲρ Αἰσχίνου εἰσηγορίαι λέγων· οὗτος κλιμακίζει τοὺς νόμους· ἔστι δὲ οἷον παράγει καὶ διαστρέφει· ἴσως ἀπὸ τῆς κλίμακος εἰρημένου τοῦ ὀνόματος· ἥτις οὖσα ὄργανον βασανιστικὸν διαστρέφει τὰ σώματα τῶν βασανιζομένων. Κλιμάζει: Δείναρχος· ὅτʼ ἂν οὖν κλιμάζηι καὶ <!-- κ.171 -->παράγηι τοὺς νόμους· ἀντὶ τοῦ παρακλίνηι καὶ τρέπηι· μήποτε δὲ δεῖ γράφειν βλιμάζειν ἀντὶ τοῦ θλίβειν καὶ βιάζεται. Κλιμακτῆρας: οὓς ἔνιοι βασμοὺς λέγουσι τῶν κλιμάκων. Κλίνη ἀμφικέφαλος: ἡ ἔχουσα ἑκατέρωθεν ἀνάκλιντρον. Κλινίς: κλίνη βραχεῖα· οἷον ἥ τε παράβυστος καὶ ἡ ἐπὶ τωῖ ζεύγει τοῦ νυμφίου καὶ τῆς νύμφης τιθεμένηι. Κλιντήρ: εἶδος φορείου· ἔστιν δὲ καὶ κλινοκαθέδριον. Κλιντηρίδιον: κλινίδιον. Κλισιάδες: αἱ μεγάλαι θύραι τῆς αὐλῆς· διʼ ὧν ζεῦγος εἰσελαύνεται· καλοῦνται δὲ οὕτως διὰ τὸ κεκλεῖσθαι κατὰ τὸ πλεῖστον. Κλινοπετῆ: τὸν κλινήρη λέγουσιν. Κλισιάδες: θύραι δίπτυχαι ἢ σκηναὶ, καὶ κλισία, ἡ σκηνή. Κλίσις: ἡ πρόσκλισις· παραγγελία εἰς κρίσιν· οὕτω Δημοσθένης. Κλῖτος: μέρος. Κλοιός: περιτραχήλιος δεσμός. Κλόνος: θόρυβος· τάραχος· ἢ στρόφος. <!-- κ.172 -->Κλοπαί: παραλογισμοί. Κλυδώνιον: τὸν κλύδωνα λέγουσιν. Κλυδώνιον: κῦμα καὶ κλύδωνα ἄμφω· Θουκυδίδης βʹ· καὶ τὰς κώπας ἀδύνατοι ὄντες ἐν κλύδωνι ἀναφέρειν. Κλύει: ἀκούει. Κλύθι: ἐπάκουσον. Κλύτος: δόξα. Κλώζειν: ἐκβάλλειν τῆ γλώσσηι ἠχοῦντα· καὶ κλωγμὸν τὴν φωνὴν ἔλεγον ταύτην· ὑποσύροντες γὰρ τὴν γλῶτταν καὶ πλήσσοντες τὸν οὐρανίσκον, ποιὸν ἦχον ἀπετέλουν. Κλώθει: κατασπαῖ· ἐπιμερίζει. Κλώϊος: ὁ δεσμός. Κλωπᾶσθαι: ἐπιθυμεῖν· καὶ τὸ λάθρα. Κλωπωμένη: ἐφιεμένη· ἐπιθυμοῦσα. Κλωστῆρα: ἐκκεκλωσμένον. Κλῶψ: κλέπτης. Κνάπτοντες: καταξύοντες· κατακεντοῦντες. Κνάφος: ἡ γναφικὴ ἄκανθα. Κνάφος: ὄργανόν τι ἐν κύκλωι κέντρα ἔχον· διʼ οὗ τοὺς βασανιζομένους κτείνουσιν· ὅμοιον δέ ἐστι κναφικωῖ κτενί. Κνεόμενον: καταπονούμενον. Κνίψ: εἶδος μύρμηκος. Κνεφαῖος: σκοτεινός. <!-- κ.173 -->Κνέφαλον: τύλη. Κνέφας: σκότος· νύξ. Κνέψος: σκότος. Κνέωρον: φυτὸν θαμνῶδες ἐπιτήδειον εἰς κάθαρσιν· ὧ καὶ ἰατροὶ χρῶνται· ὅτε δὲ τὸ γυναικεῖον αἰδοῖον. Κνημία: τὰ ἐν τοῖς θρόνοις καὶ τροχοῖς διερείσματα· καὶ πληγαὶ ἐν κνήμαις· καὶ τὸ κνημιοπαχὲς ξύλον, ὡς Ἀριστοφάνης. Κνίζων: λυπῶν ἢ τέμνων. Κνησιῶντα: ἐπιθυμητικῶς ἔχοντα τοῦ κνᾶσθαι. Κνηκίδας: ὡς ἡμεῖς, τὰς τὸν χειμῶνα σημαινούσας νεφέλας. Κνηστὰ λάχανα: συγκοπτά. Κνοιθιδεύς: ὄρος τῆς Ἀττικῆς. Κνοῦς: τὸ πρὸς τωῖ ἄκρωι ἄξονι τοῦ τροχοῦ. Κνύειν: ξύειν καὶ οἱονεὶ θεῖν· Μένανδρος. Κνώδων: ἡ ἀκμὴ τοῦ ξίφους. Κνίσσαισιν: ἀναθυμιάσεσιν. Κνίσσης: λίπους ἢ ἀναθυμιάσεως. Κνυζώμενον: στένοντα· μεταφορικῶς ἀπὸ τῶν σκυλάκων. Κνίψ: ζωύφιον· τὸ τοῦ κνιπός ἡ γενικὴ μετέστη εἰς εὐθεῖαν καὶ σημαίνει τὸν ὀλίγα δαπανῶντα. <!-- κ.174 -->Κνώδαλον: ζωῖον μικρὸν θηρίον· κυρίως μὲν τὸ θαλάσσιον· ποτὲ δὲ τὸ χερσαῖον. Κόγχη: ἡ κογχύλη, ὅθεν ἡ πορφύρα. Κόγχην: τὸ ἐλάχιστον λέγουσι· καὶ κόγχης ἄξιον· τὸ οὐδενὸς ἄξιον· καὶ κόγχην διελεῖν· ἐπὶ τῶν ῥαιδίων. Κόθορνος: ὑπόδημα ἀμφοτεροδέξιον. Κοῖλον: βαθύ. Κοῖλα: τὰ ὑποκάτω τῶν ὀφθαλμῶν· καὶ οἷον ἐπὶ τοῦ προσώπου μῆλα. Κοινὰ τὰ φίλων: Τιμαῖος φησὶν ἐν τῶ θʹ ταύτην λεχθῆναι κατὰ τὴν μεγάλην Ἑλλάδα· καθʼ οὓς χρόνους Πυθαγόρας ἀνέπειθεν τοὺς ταύτην κατοικοῦντας ἀδιανέμητα κεκτῆσθαι· κέχρηται τηῖ παροιμίαι Μένανδρος Ἀδελφοῖς. Κοινὸν γραμματεῖον καὶ ληξιαρχικόν: τὸ μὲν κοινὸν, εἰς ὃ ἐνεγράφοντο εἰς τοὺς φράτορας καὶ γεννητάς· τὸ δὲ ληξιαρχικὸν εἰς ὃ ἐνεγράφοντο οἱ εἰς τοὺς δήμους ἐγγραφόμενοι. Κοίθουρον: κηφῆνα· εἴρηται δὲ, ὅτι κεύθει τὴν οὐράν· ἢ ὅτι ἄκεντρος. Κοινεῖον: πορνεῖον. Κοινολογία: κοινὴ διάλεκτος. Κοίρανος: βασιλεύς· ἄρχων. Κοινωνικόν: Δημοσθένης ἐν τῶ περὶ τῶν συμμοριῶν κοινωνικοὺς λέγει τάχα μὲν τοὺς ἀνέμητον οὐσίαν νέμοντας ἀδελφούς· ὧν ὁ μὲν πατὴρ ἐδύνατο <!-- κ.175 -->λειτουργεῖν· οἱ δὲ κληρονόμοι τῶν ἐκείνου καθʼ ἕνα τριηραρχεῖν οὐκ ἐξήρκουν· τάχα δʼ ἂν καὶ περὶ τῶν ἑκουσίαν κοινωνίαν συνθεμένων ἐμπορίας ἢ τινὸς ἄλλου· ὧν ἕκαστος οὐκ εἶχε τὸ ὅλον τίμημα τῆς κοινῆς οὐσίας. Κοῖτος: κοίμημα. Κόγχη: χήμη· σπανίως λέγεται χήμη. Κοάλεμος: ἠλίθιος· φλύαρος. Κόβαλος: ἡ προσποίητος καὶ σὺν ἀπάτη παιδιὰ κοβαλεία ἐκαλεῖτο· καὶ κόβαλος ὁ ταύτηι χρώμενος. Κόβαλος: πανοῦργος· ἀπατεών· ἢ τωθαστής. Κοβαλεία: οὕτως ἐλέγετο ἡ προσποίητος μετὰ ἀπάτης παιδιά· καὶ κόβαλος ὁ ταύτηι χρώμενος· ἔοικεν δὲ συνώνυμον τωῖ βωμολόχωι· Φιλόχορος βʹ Ἀτθίδος· οὐ γὰρ, ὃ ἔνιοι λέγουσι, βωμολόχον τινὰ καὶ κόβαλον γενέσθαι νομιστέον τὸν Διόνυσον· Ἀριστοτέλης δὲ ἐν ζʹ ζώων ἱστορίας τὸν ὦτον φησὶν κόβαλον καὶ μιμητὴν ὄντα ἀντορχούμενον ἁλίσκεσθαι. Κόβατρα: κοβαλεύματα. Κοδομή: ὄνομα θεραπαίνης. <!-- κ.176 -->Κόδρους: τοὺς ἀρχαίους. Κοδομεύτριαι: αἱ φρύγουσαι καὶ ἐν ἰπνωῖ ἀναστρεφόμεναι. Κοδράντης: τὸ πᾶν, ἢ λεπτὰ δύο. Κόθορνος: ὑπόδημα ἀρχαῖον κοινὸν ἀνδρῶν καὶ γυναικῶν· ταυτὸν ἀμφοτέροις τοῖς ποσὶν ἐφαρμόττον. Κοθύλη: καὶ Κυθήριοι· καὶ Κυδαθῆναι· δῆμος Πανδίονος. Κοθωκίδαι: δῆμος Οἰνηΐδος. Κοικύλλειν: περιβλέπειν.  <span class="gap">…</span> Κρατηρίζων: οἶνον ἐν κρατῆρι κιρνῶν· ἢ ἀπὸ κρατήρων ἐν τοῖς μυστηρίοις σπένδων. Κραυαλλίδαι ἢ Κραγαλλίδαι: ἡ ἐν Φωκεῦσι πλησίον Κίρρας χώρα. Κραυγασμός· καὶ κραυγάζειν: κραυγὰς λέγουσι τὰς μαρτυρίας τῶν ἐπαίνων· ἃς καὶ βοὰς καλοῦσιν. Κραυγή: νόσημα παιδίων. Κραυμυρίζεται: ἐπὶ τῆς παιδικῆς φωνῆς λέγεται. Κραυρόν: ψαφαρόν· καπυρόν· ξηρόν· καὶ κραυρότερον· εὐθραυστότερον, σκληρότερον· κραύρα δὲ καὶ <!-- κ.177 -->ἡ τῶν συῶν νόσος, ἰσχυρά τις οὖσα· ὡς Ἀριστοτέλης. Κρέας: τὸ ἐν Ἀρείωι πάγωι ἐπανάρυμα· καὶ τὸ σῶμα· —τὴν περὶ τῶν κρεῶν: ὁ δὲ Ἰξίων γράφει τὴν περὶ τῶν νεκρῶν· τῶν ἐν Ἀργινούσαις ἀτάφων, ὑπὲρ ὧν ἀνηρέθησαν οἱ στρατηγοί. Κρείων: βασιλεὺς ἢ ἄρχων· κρατῶν μεγάλως. Κρείττονες: οἱ ἥρωες· δοκοῦσι δὲ κακωτικοὶ εἶναι· διʼ ὃ καὶ οἱ τὰ ἡρῶα παριόντες σιωπῶσιν. Κρεμβαλιάζειν: ἐλεφαντίνοις τισὶ κροταλίζειν. Κρέξ: ἀντὶ τοῦ ἀλαζών· οὕτως Εὔπολις. Κρεόφυλος: Πολιτείας ιʹ· ὁ γὰρ Κρεόφυλος, ὦ Σώκρατες, ἴσως ὁ τοῦ Ὁμήρου ἑταῖρος· τοῦτον τινὲς καὶ διδάσκαλον Ὁμήρου λέγουσι γεγονέναι· καὶ ἔστιν αὐτοῦ ποίημα Οἰχαλίας ἅλωσις· ἀρχαῖος μὲν οὖν ἐστι· νεώτερος δὲ ἱκανῶς Ὁμήρου. Κρεῦσις: ἀντὶ τοῦ παραλογισμός. Κρήγυον: ἀληθές· ἀγαθόν. Κρήδεμνον: κεφαλοδέσμιον ἢ μαφόριον. Κρημνοί: ἐξέχοντες τόποι. Κρημνοκοπεῖν: κυμπάζειν· ἀλαζονεύεσθαι. Κρηνοφύλαξ: λέων χαλκοῦς ἐπὶ κρήνης· διʼ οὗ τὸ ὕδωρ ἐφέρετο· ἦν δὲ καὶ ἀρχή τις Ἀθήνησιν. Κρηπίς: θεμέλιος· ἢ εἶδος ὑποδήματος· ὑποβάθρα. Κρηπίς: τόπος Ἀθήνησιν· οὕτω Φιλόχορος. Κρησέρα: ὀθόνιον ἀραιόν· εἰς ὃ ἐμβάλλοντες τὰ ἄλευρα σήθουσιν· κατασκευάζουσι δὲ ἔνιοι καὶ ἐρεᾶ· <!-- κ.178 -->καλεῖται δέ τι καὶ ὑπὸ τῶν ἁλιέων, ὧ θηρεύουσι τὰς ἀφύας. Κρῆσαι: καταχέαι· καὶ ἐπικρησαμένη· καταχεαμένη. Κρησφύγετα: τὰ πρὸς τοὺς χειμῶνας στεγνὰ καὶ ὀχυρώματα· οἱ δὲ φασὶν ὅτι Κρῆτες τοὺς νησιώτας ἅμα Μίνωι τωῖ βασιλεῖ θαλασσοκρατοῦντι ἔφυγον εἰς σπήλαια τινά· ὅθεν ἐκεῖνα ὠνομάσθησαν κρησφύγετα. Κρητήριον: ἐπίχυσις· ἐπικρῆσαι δὲ, ἀντὶ τοῦ καταχέαι. Κρητίζειν: τὸ ψεύδεσθαι· Ἰδομενεὺς γὰρ ἐπιτραπεὶς τὸν ἀπὸ τῶν λαφύρων χαλκὸν διανεῖμαι, τὸν ἄριστον αὐτωῖ ἐξείλετο. Κρητίδαι: μάντεις ἀπὸ Κρήτης. Κρητικόν: μέλος τί καὶ ῥυθμός. Κρητικόν: βραχὺ ἱμάτιον· οὕτως Εὔπολις· —οὐ πάνυ ταχὺ Ῥίψας ἐμοὶ τοῦτʼ, ἀναβαλεῖ τὸ Κρητικόν. Κριάδδεμεν: τὸ γελᾶν Βοιωτοί. Κρίβανον: οἱ Ἀττικοὶ λέγουσιν, οἷον κριθῶν βαῦνον· τοῦτέστιν κάμινον. Κρίζει: τρίζει ἀπαχθὲς καὶ μιαρόν. Κρινάμενος: ἐπιλεξάμενος. <!-- κ.179 -->Κριὸν ἀσελγοκέρων: τὸν Ἀθήνησι χαλκοῦν· κυρίττοντα· καὶ ὑβρίζοντα κέρασιν. Κριθώτη: πόλις τῶν ἐν Χερροννήσωι κατοικισθεῖσα ὑπὸ Ἀθηναίων τῶν μετὰ Μιλτιάδου ἐκεῖ παραγενομένων. Κριὸς τροφεῖα ἀπέτισεν: παροιμία ἐπὶ τῶν ἀχαρίστων· ἐπεὶ τὰς φάτνας οὗτοι πλήττουσιν. Κριωεύς: δῆμος τῆς Ἀντιοχίδος Κριώα. Κριοῦ διακονία: παρὰ τὴν παροιμίαν· κριὸς τὰ τροφεῖα· κυρίττει γὰρ τοὺς τρέφοντας. Κρίσσαμις: Κωῖος· οὗτος ἦν πολυθρέμματος· τούτω φασὶν ἔγχελυν τὸ κάλλιστον τῶν προβάτων ἁρπάζειν· καὶ τὸν Κρίσσαμιν ἀνελεῖν αὐτήν· φαινομένην δὲ αὐτῶ ὄναρ κελεῦσαι καταθάψαι αὐτήν· τὸν δὲ μὴ φροντίσαντα, παγγενεὶ ἀπολέσθαι. Κρίσεως: δοκιμασίας· ἀκολουθίας. Κρίσις: ἐξέτασις· ψῆφος· βάσανος. Κριτός: ἐπίλεκτος. Κροαίνων: τοῖς ποσὶ κρούων ἢ ἐπιθυμῶν. Κρόκαι: ψῆφοι παραθαλάσσιοι. Κρατίκλη: <!-- κ.180 -->Κρόκην νήθειν λέγουσιν: καὶ καθʼ ὅλου δὲ πᾶν τὸ εἰς λεπτὸν ἀγόμενον νῆμα ἐκάλουν· ὅθεν καὶ τὰ μηρύματα νήματα λέγουσιν, ὡς Ὅμηρος· Νήματος ἀσκητοῖο βεβυσμένον· καὶ Εὐριπίδης. Κρόνια: ἑορτὴ Κρόνου καὶ μητρὸς τῶν θεῶν. Κρόκη: ῥοδάνη. Κροκοῦν: οἱ μύσται ὡς φασὶ κρόκη τὴν δεξιὰν χεῖρα καὶ τὸν πόδα ἀναδοῦνται· καὶ λέγεται τοῦτο κροκοῦν· οἱ δὲ ὅτι ἐνίοτε κρόκωι καθαίρονται. Κρόσσας: κλιμακίδας. Κροταλίζειν: οὐ διὰ τῶν χειρῶν κροτεῖν, ἀλλὰ διὰ κροτάλου τῆς κροταλισάσης, ὡς Εὐριπίδης φησὶν ὁ κωμικὸς περὶ τῆς Ὑψιπύλης λέγων. Κρονικώτερα: ἀρχαιότερα· μωρότερα. Κροτήσατε: ἐπαινέσατε ταῖς χερσίν. Κρότωνος: τοῦτο δεῖ ἐπὶ τοῦ ζωίου δέχεσθαι· τὸ γὰρ εἶναι πάντοθεν ὅμοιον καὶ μηδεμίαν ἔχειν διακοπὴν, ἀλλʼ εἶναι ὁμαλός· διὰ τοῦτο ἀπʼ αὐτοῦ λέγουσιν· ὑγιέστερος κρότωνος. Κροτώνων: κυνείων φθειρῶν. Κρουπέζαι: ξύλινα ὑποδήματα, ἐν οἷς τὰς ἐλαίας ἐπάτουν· οἱ δὲ κρόταλον, ὃ ἐπιψοφοῦσιν οἱ αὐληταί· τὸ βάταλον. Κρουστὰ γράμματα: τὰ ἀπὸ τοῦ παρακρούεσθαι καὶ μὴ εὐθέως λέγειν. <!-- κ.181 -->Κρουσιδημῶν: ἀντὶ τοῦ κρουσιμετρῶν. Κρουσιμετρεῖν: φαύλως μετρεῖν. Κροῦσις: ἀναλογισμός. Κρύβδην: λαθραίως. Κρυψίνους: δόλιος· πανοῦργος. Κρώβυλος: πλέγμα τριχῶν εἰς ὀξὺ λῆγον· ἐκαλεῖτο δὲ τοῦτο ἐπʼ ἀνδρῶν· κόρυμβος δὲ ἐπὶ γυναικῶν· σκορπίος δὲ ἐπὶ παίδων· καὶ Θουκυδίδης· κρωβύλους ἀναδούμενοι. Κρώβυλος: κυρίως εἶδος ἐμπλοκῆς ἐστι κατὰ Θουκυδίδην. Κρώβυλος: ὁ μαλλὸς τῶν παιδίων. Κρωβύλου ζεῦγος: ἐπὶ πονηρῶν· ἀπὸ πορνοβοσκοῦ δύο πόρνας ἔχοντος. Κρώζει: ὡς κόραξ ἢ κορώνη κράζει. Κρωνεια: δῆμος Λεοντίδος. Κτηδόνες: τριόδοι ἰχθύες· καὶ θηρίδια· καὶ ἐπʼ εὐθείας τῶν ξύλων ἐκφύσεις. Κτηματίτην: τὸν κτήματα πολλὰ ἔχοντα· οὕτως Λυκοῦργος. Κτίλος: ὁ προηγούμενος τῶν προβάτων κριός. Κτησίου Διός: τὸν κτήσιον Δία ἐν τοῖς ταμιείοις ἱδρύοντο. Κτησιφῶν: εἷς τῶν δέκα πρέσβεων τῶν μετὰ Δημοσθένους καὶ Αἰσχίνου πρεσβευσάντων· ἕτερος δʼ <!-- κ.182 -->ἂν εἴη ὁ τὸ ψήφισμα τὸ περὶ τοῦ στεφάνου γεγραφὼς Δημοσθένει· καθʼ οὗ καὶ λόγος ἐστι τωῖ Αἰσχίνηι. Κύαθος: ἀντλητήριον· μέτρον ὑγρὸν ὀγκιῶν δύο. Κυαμεῦσαι: κυάμωι ψηφοφορῆσαι· ὧ ἐχρῶντο οἱ βουλευταί. Κυαμοτρώξ: ἀπὸ τοῦ ἐν ταῖς ψήφοις κυάμου. Κυαμίτης: ἡρῶος ἦν ὄνομα κύριον· ἴσως δὲ ἐξ ἐπωνυμίας τῶν κυάμων, διʼ ὅτι παρʼ αὐτωῖ ἐκληροῦντο οἱ κυαμίται ἄρχοντες· ἢ ὅτι ὁ κύαμος ἐπιπράσκετο παρʼ αὐτωῖ. Κυάμω λαχεῖν: νόμος ἦν Ἀθήνησιν ἄρχοντας τινὰς κυάμωι κληροῦν. Κυανέοι: μέλανες. Κυανοχαίτης: μελάνθριξ· πορφυρόθριξ· Ποσειδῶν. Κύβεθρον: θήκη μελισσῶν. Κυβεία: πανουργία. Κυβεία: ἐπὶ τῶν παραβόλων πραγμάτων ἔλεγον. Κυβηβᾶν: μαίνεσθαι· ἐνθουσιᾶν. Κύβηβος: ὁ κατεχόμενος τηῖ μητρὶ τῶν θεῶν· θεοφόρητος· Χάρων δὲ ὁ Λαμψακηνὸς ἐν τηῖ πρώτηι τὴν Ἀφροδίτην ὑπὸ Φρυγῶν καὶ Λυδῶν Κυβήβην λέγεσθαι. Κυβευτήν: τὸν περὶ ἀργύρου κυβεύοντα. <!-- κ.183 -->Κύβηβον: Κρατῖνος Θράτταις· τὸν θεοφόρητον· Ἴωνες δὲ τὸν μητραγύρτην καὶ γάλλον νῦν καλούμενον· οὕτως Σιμωνίδης. Κυβηλίσαι: πελεκῆσαι· κύβηλις γὰρ ὁ πέλεκυς. Κύβηλις: μάχαιρα ἣ τοὺς βοῦς τραχηλοκοπεῖ. Κύβηλις: ἀγγεῖον κεραμεοῦν ὡς πυξίς. Κύβηλος: τυρόκνηστις. Κυβήσινδα: ἐπὶ κεφαλὴν φέρειν ἢ κατὰ νώτου. Κύβηττον: Ἴωνες· τὸ ἄκρον τοῦ ἀγκῶνος· οὕτως Ἐπίχαρμος. Κύβοι: πλάσεις τινὲς ἄρτων· οὕτως Εὔπολις. Κύβος: πᾶν τετράγωνον. Κυδάζεσθαι: λοιδορεῖσθαι. Κυδαθηναιεύς: δῆμος φυλῆς τῆς Πανδιονίδος· ἢ ἀπὸ δήμου τῆς Ἀττικῆς. Κυδοιδοπαῖν: ταράσσειν. Κύδαροι: πλοιάρια ἄττα· παρʼ Ἀντιφάνει τὸ ὄνομα. Κυδαντίδαι: δῆμος τῆς Αἰγηΐδος φυλῆς. Κυδάλιμον: ἔνδοξον· τίμιον· εὐπρεπές. Κυδοιμός: θόρυβος· τάραχος. Κύδιστος: ἔνδοξος. <!-- κ.184 -->Κύδος: λοιδορία ἀρσενικῶς· καὶ παροιμία· κύδου δίκην ὀφείλειν ἐπὶ τῶν συκοφαντησάντων. Κῦδος: γαῦρος· δύναμις· δόξα· φήμη. Κύει: γεννᾶ. Κύειν: τὴν ἐν γαστρὶ ἔχουσαν λέγουσιν. Κυζικηνοὶ στατῆρες: οἱ καλοὶ μητέρα θεῶν ἔχοντες. Κυζηθμός: ἡ ἀσαφὴς τῶν κυνῶν βοή. Κυθέρεια: οὐχ ὅτι προσέκυρσε Κυθήροις, ὡς Ἡσίοδος φησίν· ἀλλʼ ἡ ἐν αὐτηῖ κευθόμενον ἔχουσα τὸν ἔρωτα, ὃν πᾶσιν ἐφίησιν· διὰ γὰρ τοῦ κεστοῦ ἔχει τὴν δύναμιν. Κυθήριος: Κυθηρὸν δῆμος τῆς Πανδιονίδος. Κύθνιοι: Κύθνος μία τῶν Κυκλάδων. Κυκᾶ: ταράττει. Κυκᾶν: ταράττειν τὰ ἄλφιτα. Κυκεών: πόμα ἐκ διαφόρων μιγμάτων κιρνώμενον. Κυκήθρα: ταραχή· συμφορά· σκυθρωπότης. Κύκλα: τροχούς. Κυκλάμινος: ὁ τῆς κομάρου καρπός· ὃν οἱ πλεῖστοι φαγόντες κεφαλαλγοῦντες διατελοῦσιν· ἔστι δὲ καὶ ἕτερον ταῖς ῥαφανῖσι κυκλοειδές. Κυκλήσομεν: ἀναζεύξομεν. Κυκλόβορος: ποταμὸς τῆς Ἀττικῆς. <!-- κ.185 -->Κύκλιον χορόν: ὃν Ἀρείων ἐν Κορίνθωι πρῶτος ἔστησεν. Κύκλοι: κύκλοι ἐκαλοῦντο οἱ τόποι ἐν οἷς ἐπωλοῦντο τινές· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ κύκλω περιεστάναι τοὺς πωλουμένους. Κυκλοφορεῖται: κατὰ κύκλον φέρεται ἢ κινεῖται. Κύκλωπες: ἄγριοι ἄνθρωποι. Κύκνοι: τὸ μὲν ζωῖον δῆλον· ἔστιν δὲ καὶ εἶδος πλοίου· ἴσως ὅτι κύκνος κατὰ τῆς πρώρας τῆς νεὼς ἐκτετύπωτο ἐπισήμου ἕνεκα. Κυκώμενος: ταραττόμενος. Κύλα: τὰ ὑποκάτω τῶν ὀφθαλμῶν μέρη· καὶ κυλοιδιαῖν ἐπειδὰν οἰδηῖ ταῦτα. Κυλάραβις: γυμνάσιον ἐν Ἄργει· ἀπὸ Κυλαράβεως τινός. Κυλινδεῖ: κυλίει· ἐπιφέρει. Κύλιξ: φιάλη· ποτήριον. Κυλιχνίδα: τὴν ἰατρικὴν πυξίδα· ἔσθʼ ὅτε δὲ καὶ τὴν λιβανώτιδα. Κυλλήστεις: τοὺς ὀξεῖς ἄρτους Αἰγύπτιοι. Κυλλοῦ πήραν: ἡ Πήρα χωρίον πρὸς τωῖ Ὑμηττωῖ, ἐν ωἷ ἱερὸν Ἀφροδίτης· καὶ κρήνη ἐξ ἧς αἱ πιοῦσαι εὐτοκοῦσι· καὶ αἱ ἄγονοι γόνιμοι γίνονται· <!-- κ.186 -->Κρατῖνος δὲ ἐν Μαλθακοῖς καλιὰν αὐτὴν φησίν· οἱ δὲ κολλοπήραν· τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν τὴν φύσιν βιαζομένων ἐξ ἐπιτεχνήσεως. Κυλοιδιαῖν: τὸ τὰ κύλα οἰδεῖν ἐκ μέθης· κύλα δὲ λέγεται τὰ ὑποκάτω τοῦ κάτω βλεφάρου· ἃ ἡμεῖς ὑπώπια καλοῦμεν. Κῦμα: τὸ κυούμενον. Κυμαίνει: ταράσσει. Κυμάτια: αἱ ὑπεροχαὶ παρὰ τέκτοσι καὶ λιθοποιοῖς. Κύμβαχος: ἐπὶ κεφαλὴν πεσὼν καὶ ἄνω τοὺς πόδας. Κύμβιον: εἶδος τί ἐκπόματος ἐπίμηκες καὶ στενόν· καὶ τῶ σχήματι παρόμοιον τωῖ πλοίωι, ὃ καλεῖται κύμβη. Κύμβηκα: τὸν κύαμον λέγουσιν. Κύμινον: ἐπὶ μικρολόγου Μένανδρος. Κύνα: τονωπα δοκεῖ πρῶτος ὀνομάσαι Σωκράτης. Κυνᾶς: τὰς περικεφαλαίας ἤτοι τὰς ἀπὸ κυνέων δερμάτων γιγνομένας· ἢ ἀπὸ Κυνὸς τινὸς κατασκευάσαντος πρώτου· μέμνηται Δημοσθένης ἐν τῶ κατὰ Νεαίρας οὕτως· οἱ τὰς κυνᾶς τὰς Βοιωτίας ἔχοντες. Κυνέη: περικεφαλαία. <!-- κ.187 -->Κυναλώπεκα: τὸν Φιλόστρατον. Κυνῆ Βοιωτία: ἐπεὶ ἐκεῖ καλαὶ γίνονται αἱ κύνες. Κύνβη: πλοίου εἶδος· Σοφοκλῆς. Κυνηδόν: ὡς κύων. Κυνηδόν: καὶ τὸ χαμαὶ συνουσιάζειν· καὶ τὸ μὴ ἀπολύεσθαι συμπλακέντας. Κύνειος: Ἀπόλλων Ἀθήνησιν οὕτως λεγόμενος· ὃν ἱδρύσατο Κύνης Ἀπόλλωνος καὶ Παρνηθίας νύμφης· ὡς Σωκράτης ἐν ιβʹ· θεμένης τῆς Λητοῦς τὰ βρέφη ὑπὸ κυνῶν ἁρπασθῆναι τοῦ κνύζειν· τοὺς γὰρ αἰσθομένους κύνας καὶ ποιμένας ἀνασῶσαι τῆ μητρί· ὀνομασθῆναι οὖν ἐν Ὑμηττωῖ ἀπὸ τῶν κυνῶν· Κράτης ἐν τωῖ περὶ τῶν Ἀθήνησι θυσιῶν οὕτω γράφει· τὸ δὲ Κυνήειον ἐστιν Ἀπόλλωνος ἱερόν· Κυννείου τὸ ἐκ τοῦ θυννείου γινόμενον· τοῦτο δέ ἐστι τὸ θυννεῖον Ἁληῖσι· καὶ γίνεται πρόσοδος μεγάλη· ταύτην ἡ πόλις εἰς θυσίαν καταχωρίζει τωῖ Ἀπόλλωνι τωῖ Κυνηείωι· Ἁλησίου Δημήτριος ὁ βασιλεύς. Κύννα: πόρνης ὄνομα. Κυννίδαι: γένος τι Ἀθηναίοις οὕτω καλούμενον. Κυνόσαργες: ἓν τί τῶν παρʼ Ἀθηναίοις γυμνασίων τὸ Κυνόσαργες. Κυνόσαργες: τόπος ἐστι παρὰ Ἀθηναίοις καὶ ἱερὸν Ἡρακλέους κατʼ αἰτίαν τοιαύτην· Δίδυμος ὁ <!-- κ.188 -->Ἀθηναῖος ἔθυεν ἐν τῆ ἑστίαι· εἶτα κύων λευκὸς παρὼν ἥρπασεν τὸ ἱερεῖον καὶ ἀπέθετο εἴς τινα τόπον· ὁ δὲ περιδεὴς ἦν· ἔχρησε δὲ αὐτῶ ὁ θεὸς, ὅτι εἰς ἐκεῖνον τὸν τόπον, οὗ τὸ ἱερεῖον ἀπέθετο ὁ κύων, Ἡρακλέους βωμὸν ὀφείλει ἱδρύσασθαι· ὅθεν ἐκλήθη Κυνόσαργες· ἐπειδὴ οὖν καὶ ὁ Ἡρακλῆς δοκεῖ νόθος εἶναι, διὰ τοῦτο ἐκεῖ οἱ νόθοι ἐτελοῦντο, οἱ μήτε πρὸς πατρὸς μήτε πρὸς μητρὸς πολῖται. Κυνοδέσμη: δερμάτιον ὧ τὰς ἀκροποσθίας ἀποδοῦσιν οἱ περὶ τὰς ἀποδύσεις ἀσχημονοῦντες. Κυνοκέφαλον: ἐν τοῖς δύο λλ λέγουσιν· οὕτως Ἀριστοφάνης. Κυνοραισταί: κρότωνες· οἱ τῶν κυνῶν τὸ αἷμα ἐκπιπίζοντες. Κυνόσουρα: φυλὴ Λακωνική· καὶ ἄκρα Μαραθῶνος. Κυνοφθαλμίζεται: ἀναιδῶς ἐμβλέπει. Κυνοπίς: ἀναιδής. Κυνόπιδος: ἀναιδοῦς. Κυνοῦχος: βαλάντιον ἢ θύλακος. Κυντερώτατα: καὶ κυντατώτατα λέγουσιν· Εὔβουλος Παρμενίσκωι· Ἀπὸ τῶν ἐκείνου καὶ τὰ κυντατώτατα· Φερεκράτης Λήροις· —ἔπειτα καὶ ἕτερα Τούτων ποιοῦντα πολλὰ κυντερώτερα· καὶ Αἰσχύλος. Κύος: κύημα. <!-- κ.189 -->Κύπασσις: ἔνδυμα γυναικεῖον. Κύπελλον: κισσύβιον· ποτήριον. Κύπερον: ὅμορον. Κυπρίζουσαι: ἀνθοῦσαι. Κυπρόθεμις: ὄνομα κύριον· ὃν κατέστησεν Τιγράνης φρούραρχον Σάμου, βασιλέως ὕπαρχον. Κυπτάζουσιν: στραγγεύονται· ἢ διὰ μικρολογίαν περὶ τὰ βραχύτατα ἀσχολοῦνται. Κυρβασίαν: κεφαλὴν ἀλέκτορος. Κυρβασία: τιάρα· ηἷ οἱ μὲν βασιλεῖς ὀρθηῖ ἐχρῶντο· οἱ δὲ στρατηγοὶ ἐπικεκλιμένη· καὶ περικεφαλαίας εἶδος καὶ πίλου. Κύρβεις: τοὺς κύρβεις φησὶν Ἀπολλόδωρος ἐγγεγραμμένους ἔχειν τοὺς νόμους· εἶναι δὲ λίθους ὀρθοὺς ἑστῶτας· ὡς ἀπὸ μὲν τῆς στάσεως στήλας καλεῖσθαι· ἀπὸ δὲ τῆς εἰς ὕψος παραστάσεως, διὰ τὸ κεκορυφῶσθαι, κύρβεις· ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τεθειμένην· Ἀριστοτέλης δέ φησιν ἐν τηῖ Ἀθηναίων πολιτείαι· ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τηῖ στοαῖ τηῖ βασιλίδι. Κύρβεις: τρίγωνοι ἄξονες ἢ πίνακες ἔχοντες τοὺς πολιτικοὺς νόμους καὶ τὰς δημοσίας ἀναγραφάς· εἴρηται δὲ ἀπὸ τοῦ κεκορυφῶσθαι εἰς ὕψος· ἢ <!-- κ.190 -->κατεσκειρῶσθαι, ὡς Ἀπολλόδωρος· Θεόφραστος δὲ ἀπὸ τῶν Κρητικῶν Κορυβάντων· τῶν γὰρ Κορυβαντικῶν ἱερῶν οἷον ἀντίγραφα αὐτοὺς εἶναι. Κύρβεις: τρίγωνοι πίνακες ἐν οἷς οἱ περὶ τῶν ἱερῶν νόμοι ἐγγεγραμμένοι ἦσαν καὶ οἱ πολιτικοί· καὶ ἄξονες δὲ ἐκαλοῦντο οἱ περὶ τῶν ἰδιωτικῶν ἔχοντες τοὺς νόμους καὶ τετράγωνοι. Κυρσάνια: τοὺς μειρακίσκους Λάκωνες. Κυρεῖ: τυγχάνει. Κυρηβάσασθαι: διαμαχέσασθαι. Κυρηβάζεσθαι: λοιδορεῖσθαι. Κυρήβια: πίτυρα καὶ τὰ τῶν κριθῶν ἀποβρέγματα. Κυρήβια: τὰ ἐκ τῶν κυάμων ἐρείγματα· καὶ τὰ ἀπὸ σίτου καρφία· ἃ τινὲς καλοῦσι γόνατα. Κυρηβίων: Δημοσθένης ἐν τωῖ κατʼ Αἰσχίνου· ἐπώνυμόν ἐστιν Ἐπικράτους, τοῦ Αἰσχίνου κηδεστοῦ. Κύρημα: ἐπίτευγμα· συγκύρημα· ἕρμαιον. Κυρήνη: πόρνης ὄνομα. Κυρσῖλος: ὄνομα κύριον· ὃν Ἀθηναῖοι κατέλευσαν, διʼ ὅτι ὑπακούειν Πέρσαις προυτρέπετο. Κυρία ἐκκλησία: οἱ Πρυτάνεις συνῆγον τὴν βουλὴν καὶ τὸν δῆμον· ἢ τὴν βουλὴν ὁσήμεραι, πλὴν ἐάν τις ἀφέσιμος ἦ· τὸν δὲ δῆμον τετράκις τῆς <!-- κ.191 -->πρυτανείας ἑκάστης· ἐν δὲ τηῖ κυρίαι ἐκκλησίαι ἔδει τὰς ἀρχὰς ἀποχειροτονεῖν, οἳ ἐδόκουν μὴ καλῶς ἄρχειν· καὶ περὶ τῆς φυλακῆς δὲ τῆς χώρας· καὶ τὰς εἰσαγγελίας ἐν ταύτη τηῖ ἡμέραι οἱ βουλόμενοι ἐποιοῦντο. Κυρία: ἡ κατὰ φύσιν ὑπάρχουσα δύναμις· καὶ κυρία, ἡ ὡρισμένη καὶ ἐμπρόθεσμος ἡμέρα. Κυρία ἐκκλησία: ἐν ἧ τοὺς ἄρχοντας ἐχειροτόνουν· οἷον στρατηγοὺς, ἱππάρχους καὶ τοὺς τοιούτους· ἄλλοι δὲ φασὶν καθʼ ἕκαστον μῆνα ἐκκλησίας εἶναι τρεῖς, αἳ κύριαι πρὸς σύγκρισιν ἐλέγοντο τῶν συγκλήτων. Κυριβάσασθαι: διαμαχέσασθαι· οὕτως Κρατῖνος. Κύρειον: Κύρειον στράτευμα Ἰσοκράτης ἐν τωῖ πανηγυρικωῖ φησίν· ἔστιν δὲ τὸ μετὰ Κύρου ἀναβεβηκὸς ἐπὶ Ἀρταξέρξην τὸν ἀδελφὸν αὐτοῦ. Κυρίσσει: κέρατι τύπτει. Κυρίττοντες: κυρίως ἐπὶ τῶν κριῶν, ὅτʼ ἂν ἐνσείωσιν ἀλλήλοις τοῖς κέρασιν. Κυρίσαι: φιλῆσαι. Κυρκανᾶν: κυκᾶν· ταράσσειν. Κύρνος: ἐρώμενος Θεόγνιδος· Μακεδόνες δὲ τοὺς σκοτίους κύρνους καλοῦσιν. Κῦρος: ἐξουσία. Κυραννή: ὄνομα θεοῦ γυναικείας Κιλικίου· οὕτω Μένανδρος. <!-- κ.192 -->Κύρρη: στήλη τρίγωνος πυραμοειδὴς, νόμους ἔχουσα περὶ θεῶν. Κυρριβάζεσθαι: λοιδορεῖσθαι· διασύρεσθαι. Κυρσάνια: Λάκωνες τὰ μειράκια. Κυρωνίδαι: γένος ἐστιν ὠνομασμένον ἀπὸ Κύρωνος, ὃν νόθον ἀδελφὸν εἶναι φασὶ τοῦ Κρόκωνος· παρὸ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας τῶν Κυρωνίδων· τριχῆ δὲ αὐτοὺς ὀνομάζουσι· Κυρωνίδας· Φιλιεῖς καὶ Περιθοίδας. Κυσινόχωλος καὶ ἐγκυσινόχωλος: ὁ ἀπὸ τοῦ κατὰ τὸν κυσὸν τόπου χωλός. Κυσολάκων: ὁ Κλεινίας ὁ τωῖ κυσωῖ Λακωνίζων· τὸ δὲ τοῖς παιδικοῖς χρῆσθαι Λακωνίζειν λέγουσιν· Μελαίνηι γὰρ Θησεὺς οὕτως ἐχρήσατο, ὡς Ἀριστοτέλης. Κυσοχήνη: εὐρυπρωκτία. Κύστιν: οὐρήθραν· ἐφήβιον· ὑπογάστριον. Κύτος: ὄγκος· χώρημα· βάθος. Κύτταρος: ἡ τῆς βαλάνου πυελίς· ἢ τὸ προεξάνθημα τῆς ῥοιᾶς· ἢ ἡ ἐν τοῖς κηρίοις τῶν μελιττῶν πυελὶς καὶ κατάτρησις. <!-- κ.193 -->Κύτταροι: σφηκίαι. Κύτταροι: βόστρυχοι, καὶ τὰ τῶν μελισσῶν ἀγγεῖα. Κύτταρος: οἱ μὲν ἀπέδωκαν ἐν ωἷ αἱ σφηκίαι ἐγκάθηνται· μάχεται δὲ αὐτοῖς τὸ τοῦ Ἀριστοφάνους ἐν Σφηξίν· Ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι· ἔοικεν δʼ ἐπὶ τῶν ἀγγειώδων τίθεσθαι· τοῦτο δὲ καὶ Ἀριστοτέλης ἀποδέδωκε· Θεόφραστος δὲ προάνθησιν τινὰ τῆς πεύκης καὶ τῆς πιτύος κύτταρον προσαγορεύει· τοῦτο δέ ἐστιν ὥσπερ ὁ στάχυς μικρὸς ἐκ μεγάλων πυρήνων· ξηραινόμενος δὲ θυλακοῦται καὶ ἀποπέπτει. Κύτινος: τὰ ἄνθη τῶν ῥοιῶν. Κύφων: ὁ εὐτελὴς ἄνθρωπος. Κύφων: ἔστι μὲν δεσμὸς ξύλινος, διʼ οὗ τὸν τράχηλον καὶ τὰς χεῖρας διείρουσιν· χρῶνται δὲ ἤδη τηῖ λέξει καὶ ἐπὶ πάντων τῶν δυσχερῶν. Κυφόν: κεκυμμένον. Κύφωνες: ἱμάτια γυναικεῖα· ἢ χιτῶνος εἶδος· οὕτως Ποσείδιππος. Κυφός: κεκυρτωμένος· καὶ πάγκυφος ἐλαία, ἡ κατακεκαμμένη. Κύψαι: ἀντὶ τοῦ ἀπάγξασθαι· Ἀρχίλοχος· Κύψαντες ὕβριν ἀθρόην ἀπέφλοσαν. Κυψέλαι: φρονημάτων ἀγγεῖα· ἢ κενοὶ παντάπασιν. Κυψέλη: κυβέρτιον μελισσῶν· λέγεται δὲ καὶ ἡ ὀπὴ τοῦ ὠτός. <!-- κ.194 -->Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίαι: ἐν Φαίδρωι· παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήλατος ἐν Ὀλυμπίαι ἐστάθη κολοσσὸς, ἀλλʼ οὐ τῶν Κυψελιδῶν· Κυψέλου δὲ φασὶ τὸ ἀνάθημα· ὡς Ἀγάκλυτος ἐν τωῖ περὶ Ὀλυμπίας φησὶν οὕτως· ναὸς τῆς Ἥρας παλαιὸς, ἀνάθημα Σκιλλουντίων· οὗτοι δὲ εἰσὶν Ἠλείων· ἔνεστιν δὲ ἐν αὐτωῖ χρυσοῦς κολοσσὸς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύψελον εὐξάμενον, εἰ Κορινθίων τυραννεύσειε, τὰς οὐσίας πάντων εἰς δέκατον ἔτος ἀνιερώσειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπραξάμενον, κατασκευάσαι τὸν σφυρήλατον κολοσσόν· Δίδυμος δὲ κατασκευάσαι τὸν κολοσσὸν φησὶ Περίανδρον· ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν τοὺς Κορινθίους· καὶ γὰρ Θεόφραστος ἐν τωῖ περὶ καιρῶν βʹ λέγει οὕτως· ἕτεροι δὲ εἰς ἀνδρωδέστερα καταδαπανῶντες, οἷον στρατείας ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος· ἐκεῖνος γὰρ οὐ μόνον ωἴετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὐτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδια τοῖς ἐπιβουλεύουσιν· ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτωι, καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς, καὶ πάντα τὰ τοιαῦτα τὴν <!-- κ.195 -->αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν· φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ· Εἰμὶ ἐγὼ χρυσοῦς σφυρήλατος εἰμὶ κολοσσὸς, Ἐξώλης εἴη Κυψελιδῶν γενεά· ὅπερ Ἀπελλᾶς ὁ Ποντικὸς οὕτω προφέρεται· Εἰμὶ ἐγὼ ναξος παγχρύσεος εἰμὶ κολοσσὸς, Ἐξώλης εἴη Κυψελιδῶν γενεά. Κύων: τὸ αἰδοῖον. Κύων ἐπὶ φάτνην: παροιμία ἐπὶ τῶν μήτε χρωμένων, μήτε ἄλλους ἐώντων. Κύων παρʼ ἐντέροις: παροιμία ἐπὶ τῶν μὴ δυναμένων ἀπολαύειν τῶν παρακειμένων· ἢ ἐπὶ τῶν ἀχρήστων σφόδρα· καὶ ἀνωφελῶν· δύσβρωτα γὰρ τωῖ κυνὶ καὶ δυσκατάποτα. Κωβηλη: συνουσιασμός. Κώδιον: προβάτειον δέρμα. Κωδύαι: μηκώνων κεφαλαί. Κώδυα: ἡ τῆς μήκωνος κεφαλή. Κωδωνίσαι: ἀπὸ τῶν ἵππων μετενήνεκται· εἰώθασι γὰρ οὕτως δοκιμάζειν τοὺς γενναίους ἵππους, εἰ μὴ καταπλήσσονται τὸν ἐν τωῖ πολέμωι θόρυβον· τοὺς κώδωνας ψοφοῦντες. Κώθων: εἶδος ποτηρίου. Κώθων: ποτήριον Λακωνικὸν στρατιωτικόν· καὶ κουρᾶς εἶδος. Κωθωνίσαι: μεθύσαι. Κωκύοντες: θρηνοῦντες. <!-- κ.196 -->Κωκυτός: ὄνομα ποταμοῦ· ἢ θρῆνος· κοπετός· ὀδυρμός. Κωλακρέται: ταμίαι τοῦ δικαστικοῦ· οἳ καὶ τὰ εἰς θεοὺς ἀναλισκόμενα παρεῖχον. Κωδωνοφορῶν: περιπολῶν καὶ ἐξετάζων εἰ γρηγοροῦσιν οἱ φύλακες· οἱ γὰρ τὰς φυλακὰς ἐπισκοποῦντες κώδωνας εἶχον καὶ ἐψόφουν· ἵνʼ οἱ φυλάσσοντες ἀντιφθέγγωνται· οὕτως Νικοφῶν. Κωλέα: μέρος κρέατος. Κωλήβη: μήποτε ὁ λάσταυρος· κώληβοι γὰρ οἱ ταῦροι. Κωλὴν λεκτέον: οὐχὶ ἀκροκώλιον, οὐδὲ κωλεόν· οὕτως Ἀριστοφάνης. Κωλῆν: κωλέαν. Κωλιάς: τόπος ἐν Ἀττικηῖ ἐκκείμενος, ὅμοιος ἀνθρώπου κώλωι· ἐν ωἷ ἱερὸν Ἀφροδίτης· ἦν δὲ καὶ ναυκληρία. Κώληπα: τὸ ὀπίσω τοῦ γονατίου μέρος· ἡ κόξα. Κωλύμη: κώλυμα· κώλυσις· ἐμπόδιον· ἔστι δὲ ἡ λέξις Θουκυδίδου. Κωλαγρέται: οἱ ταμίαι τοῦ δικαστικοῦ μισθοῦ καὶ τῶν εἰς θεοὺς ἀναλωμάτων. Κωλώτης: ἀσκαλαβώτης. <!-- κ.197 -->Κῶμα: κοίμημα. Κῶμαι: αἱ βραχεῖαι πόλεις. Κώμας: τὰ ἄμφοδα. Κωμάζει: κῶμον ἢ δρᾶμα ἄδει· ὑβρίζει. Κωμαστής· ὁ τρυφῶν μετʼ ὠδῆς ἀσελγοῦς. Κώμην: οἱ πλεῖστοι τὸν στενωπόν· καὶ τὴν οἷον γειτνίασιν· οἱ δὲ τοὺς ἐν τηῖ πόλει δήμους κώμας φασὶ προσαγορεύεσθαι· καὶ κωμήτας τοὺς δημότας ἐν πόλει· καὶ οἷον ἐν τηῖ αὐτηῖ τάξει καὶ μοίραι τῆς πόλεως οἰκοῦντες· οὕτως Ἀριστοφάνης· εἴρηκεν δὲ καὶ Θουκυδίδης κώμας τοὺς δήμους ἐν πρώτωι· κατὰ κώμας δὲ τωῖ παλαιωῖ τρόπωι οἰκηθεῖσα. Κωμήτης: γείτων· κῶμαι γὰρ τὰ ἄμφοδα ὅθεν καὶ τὸ ἐπικωμάσαι, παρὰ τὸ ἐν αὐτοῖς κοιμᾶσθαι καὶ βιοῦν. Κῶμοι: ὠδαί· ἢ ὀρχήσεις μετὰ μέθης. Κῶμος: εἶδος ὀρχήσεως. Κωμωδεῖν: σκώπτειν. Κώμυθα: δέσμη χόρτου. Κωμωδίαι: ὕβρεις· διασυρμοί· ἐμπαίγματα. Κωνῆσαι: περιενεγκεῖν· διακαῦσαι· ἀπὸ τῶν πισσούντων· ἐπεὶ περιδινοῦσιν ἐν κύκλωι τὰ πισσούμενα· κώνους γὰρ καλοῦσι τοὺς στροβίλους· εἰκότως καὶ οἱ πιττοῦντες τὰ ἀγγεῖα ἀπὸ τῆς <!-- κ.198 -->περιαγωγῆς κωνᾶν· καὶ τοῦ ἐλαίου δὴ περικωνῆσαι· εἴληπται ἀπὸ τῆς τῶν κώνων περιαγωγῆς· οὐκ ἀπὸ τῆς πιττώσεως. Κωνειαζομέναις: θανάσιμον φάρμακον πινούσαις. Κώνειον: θανάσιμον· δηλητήριον. Κωνοειδές: σχῆμα τοιοῦτον οἷον στροβιλοειδές. Κῶνοι: στρόβιλοι. Κῶος: ἑξείτης. Κωπαΐδες: ἐγχέλυες ἐκ τῆς Κωπαΐδος λίμνης τῆς Βοιωτίας. Κωπαῖοι: σφῆκες· οὕτως Ἀριστοφάνης. Κώπην: μαχαίρας λαβήν. Κωπῆρες πλοῖον: ὡς ἡμεῖς· καὶ Θουκυδίδης ἐν δʹ. Κωπητήρ: σκαλμός. Κωραλίσκον: τὸ μειράκιον Κρῆτες. Κώρυκος: θυλάκιον. Κωρυκαῖος: θεὸν τινὰ παρεισάγουσιν οἱ κωμικοὶ ἐπακροώμενον ἀπὸ παροιμίας τινός· Κώρυκος γὰρ τῆς Παμφυλίας ἀκρωτήριον, παρʼ ωἷ πόλις Ἀτταλία· ἐνταῦθα οἱ ἀπὸ τῆς πόλεως, ἵνα μηδὲν αὐτοὶ κακῶς πάσχωσιν ἀπὸ τῶν ἐφορμούντων τὴν ἄκραν ληστῶν, ὑπαλλαττόμενοι πρὸς τοὺς ἐν ἄλλοις <!-- κ.199 -->λιμέσιν ὁρμοῦντας κατηκροῶντο· καὶ τοῖς λησταῖς ἀπήγγελλον· καὶ τίνες εἰσὶν καὶ ποῖ πλέουσιν· ὅθεν καὶ ἡ παροιμία· Τοῦ δʼ ἆρα Κωρυκαῖος ἠκροάζετο· οἱ δὲ κωμικοὶ Κωρυκαῖον τὸν θεὸν εἰσάγουσι· Μένανδρος Ἐνχειριδίωι· Διωξίππος Θησαυρωῖ—μὴ κατακούσειεν δέμας Ὁ Κωρυκαῖος· ἀλλὰ μὴν κατακήκοα Σοῦ κατακολουθῶν ἔνδοθεν· ὁ δὲ Ἔφορος ἐν γʹ· ὑπʼ ἄκραι, φησὶν, ωἴκουν οἱ καλούμενοι Κωρυκαῖοι, ἀνατεινούσηι εἰς πέλαγος, συμμικτοὶ τινὲς κατασκευασάμενοι πολισμάτιον, γείτονες Μυονήσωι· τοῖς οὖν ὁρμῶσιν ἐμπόροις προσήεσαν ὡς ἐωνούμενοι σύμπλοοι· εἶτα μαθόντες τί τε κομίζουσι καὶ ποῖ πλέουσι, τοῖς Μυονησίοις ἀπήγγελλον· κακεῖνοι ἐπετίθεντο αὐτοῖς· ἐλάμβανον δὲ καὶ αὐτοὶ μέρη τινὰ τῶν λύτρων. Κῶσος: ἀστράγαλος ὁ ἑξείτης ὑπὸ τῶν πολλῶν καλούμενος. Κώτιλος: πανοῦργος· ἢ κόλαξ· ἀπατεών. Κωτίλλω: λαλῶ. Κωφεῖν: βλάπτειν· πηροῦν. Κωφόν: ἄηχον· ἀσθενές· ἀμβλύ. Κωφός: ὁ οὔτε λαλῶν οὔτε ἀκούων. <!-- κ.200 -->Κωφότερος κίχλης: παρʼ Εὐβούλωι ἐν Διονυσίω λέγεται ἀφωνότερος κίχλης. Κωφότερος τοῦ Τορωνέος λιμένος· περὶ Τορώνην τῆς Θράκης καλεῖται τίς κωφὸς λιμήν.

Τέλος τοῦ κ στοιχείου.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: woy-anf`.
