---
title: "Lexicon, Part 2 (Epsilon–Omega): Letter Η"
title_greek: "Λεξικόν (Ε–Ω), Η"
author: Photius of Constantinople
eul_wid: woy-anc
eul_aid: woy
canonical: "https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-eta-woy-anc"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:031f1532e09ce72687f90b9ce41f4b9cf7549e40bf4b4bdab155e4af57ec05c2"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Part 2 (Epsilon–Omega): Letter Η

*Λεξικόν (Ε–Ω), Η*

**Author:** Photius of Constantinople

**eul_wid:** `woy-anc` · [HTML page](https://eulogikon.org/works/photius-constantinople-lexicon-letter-eta-woy-anc)

## Text

<!-- η.57 -->

Ἀρχὴ σὺν Θεῶ η.

Ἧ: ἀντὶ τοῦ ὣς, καθώς. Ἤ: βαρέως ἀντὶ τοῦ ἄρα. Ἦ: χωρὶς τοῦ ν ἢ περισπωμένως, ἀντὶ τοῦ ἔα, ἤμην· καὶ παρῆ ἀντὶ τοῦ παρήμην· περὶ ψυχῆς· καὶ αὐτὸς οὐκ ἦ μυθολόγος· ἢ σὺν τωῖ ν. Ηἶα: δισυλλάβως· τὸ ἐπορευόμην, σὺν τωῖ ι γράφεται· οἱ γοῦν Ἴωνες ἤϊα λέγουσι· καὶ ἤϊσαν, τὸ ηἴεσαν· καὶ παρὰ Θουκυδίδη οὕτως ἀναγνωστέον· ὅτι ἀκμάζοντές τε ηἶσαν ἐς αὐτόν· οἱ δὲ Ἴωνες ηἴεσαν καὶ ηἶσαν· Ἀριστοφάνης Ὁλκάσιν·

  
Ἐπεὶ δʼ ἐγενόμην οἷπερ ηἶʼ ἐπὶ ξύλα.  
Ἡβαῖ: ἀκμάζει· σφριγαῖ. Ἡβαιόν: μικρόν· ὀλίγον. Ἡβάσκει: ἀκμάζει. Ἥβη: νεότης· ἀκμή. Ἡβηδόν: ἡβῶντας· ἢ τὰς στρατείας· ἢ ἀθρόον· ὅλα καθʼ ἡλικίαν. Ἡβήσαντες: ἀκμάσαντες. Ἧ βούλονται: καθὸ βούλονται. Ἡβρυνόμην: διεχεόμην. Ἡβυλλιᾶν: ἡβᾶν· ἀκμάζειν. <!-- η.58 -->Ἤγαλλεν: ἐθεράπευεν· Δίων ἐν ιϛʹ λόγω Ῥωμαϊκῶν· διά τε οὖν ταῦτα καὶ ὅτι τὸ θεῖον ἀκριβῶς ἤγαλλε· κέχρηνται οὖν τῆ λέξει ταύτηι ἄλλοι τὲ καὶ Εὐνόμιος ὁ δυσσεβής. Ἠγάμην: ἀπεδεξάμην. Ἦ γάρ: ἀντὶ τοῦ οὐχʼ οὕτως. Ἠγάσαντο: ἐθαύμασαν. Ἠγάσθην: ἐθαύμασα. Ἠγγύα: ὡμολόγει δώσειν. Ἠγγυᾶτο: ὁ λαμβάνων. Ἤγειρα: παρώξυνα. Ἡγεῖσθέ μοι: ἄγετέ μοι. Ἡγεμονεύω: διοικῶ. Ἡγεμονία δικαστηρίου: Αἰσχίνης ἐν τωῖ κατὰ Κτησιφῶντος· ἀλλὰ καὶ πρὸς ἄλλους τῶν ἀρχόντων ἐλαγχάνοντο δίκαι· τὰς δὲ ἀπενεχθείσας αἱ ἀρχαὶ κατὰ τὸν αὑτῶν ἑκάστη νόμον εἰσῆγον εἰς δικαστήριον· ἡγουμένη καὶ προεστῶσα· οἷον πρὸς μὲν τὸν ἄρχοντα αἱ τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων· πρὸς δὲ τὸν βασιλέα αἱ τῆς ἀσεβείας· πρὸς δὲ πολέμαρχον ἀπροστασίου τὲ καὶ ἀπρονοησίου· πρὸς δὲ τοὺς θεσμοθέτας αἱ τῆς ξενίας τὲ καὶ δωροξενίας καὶ συκοφαντίας· καὶ ψευδογραφῆς καὶ ὕβρεως καὶ μοιχείας καὶ βουλεύσεως καὶ ἄλλων. Ἡγεμὼν συμμορίας: Δημοσθένης ἐν τῶ ὑπὲρ <!-- η.59 -->Κτησιφῶντος· ὁ προέχων πλούτωι καὶ διὰ τοῦτον τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος. Ἡγουμένου: Πολιτείας θʹ· ὑπʼ αὐτοῦ τοῦ Ἔρωτος πάσαις ταῖς δορυφόροις ἡγουμένου· ἀντὶ τοῦ πασῶν προηγουμένου τοῦ Ἔρωτος. Ἠγρηγόρειν καὶ ἐγρηγόρειν: φησὶ Μένανδρος. Ἡγεμονία δικαστηρίου: τοῖς ἄρχουσιν οὐ πάσας πᾶσιν ἐφεῖτο δίκας εἰσάγειν· ἀλλὰ τωῖ μὲν ἄρχοντι τὰς τῶν ὀρφανῶν καὶ τὰς τῆς παρανοίας καὶ τὰς τῶν ἀποκλήρων ἐπιδικασίας· τοῖς δὲ λογισταῖς τὰς κατὰ τῶν ἀρξάντων εὐθύνας· τωῖ μέν τοι γε βασιλεῖ τάς τε φονικὰς καὶ τὰς τῆς ἀσεβείας· καὶ ἄν τις ἱερωσύνης ἠμφισβήτει· πρότερον δὲ καὶ τὰς περὶ τῶν ἱερῶν τοῖς ἱερεῦσιν ἀμφισβητήσεις· προηγόρευε δὲ καὶ τῶν νόμων εἴργεσθαι τοὺς ἐναντία· τωῖ πολεμάρχω δὲ ὅσαι ἀποστασίου γραφὴν ἔφερον· ἔτι μὴν καὶ ὅσα ὁ ἄρχων ἐν τοῖς ἀστοῖς, ὁ πολέμαρχος τοῖς μετοίκοις διηίτει· οἱ θεσμοθέται συκοφαντίας καὶ δώρων καὶ ὕβρεων καὶ μοιχείας καὶ βουλεύσεως· τοῖς ἕνδεκα ὅσαι ληστὰς καὶ λωποδύτας καὶ ἀνδραποδιστὰς εἰσάγουσι· τωῖ στρατηγωῖ περὶ τριηραρχίας καὶ ἀντιδόσεως· οὕτως οὖν διαιτοῦντες ἡγεμονίαν δικαστηρίου ἔχειν λέγονται· ἀλλὰ γὰρ ὁ βασιλεὺς καὶ τῶν μυστηρίων ἅμα τοῖς ἐπιμεληταῖς προΐσταται· ἔχει δὲ μόνος καὶ στέφανον. <!-- η.60 -->Ἡγεμονικόν: ὁ νοῦς. Ἡγήμων: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος· εἷς ἦν τῶν Μακεδονιζόντων· καὶ τῶν ἐπὶ δωροδοκία διαβεβλημένων. Ἦγεν: ἐν Τιμαίωι· ἡγεῖτο. Ἡγέτης: ἡγεμών. Ἥγημα: βουλή· γνώμη. Ἥγημαι: λελόγισμαι· ἔσχον. Ἠγμένος: τεθηρευμένος καὶ παντὶ πειθαρχῶν. Ἡγήσιππος: οὗτός ἐστιν ὁ Κρώβυλος ἐπικαλούμενος· οὗ δοκεῖ τισὶν εἶναι ὁ ζʹ Φιλιππικὸς, Δημοσθένους ἐπιγραφόμενος. Ἡγήσοιτο: προηγήσοιτο. Ἡγητηρία: παλάθη ἦν σύκων· ἢν ἐν τηῖ πομπῆ τῶν πλυντηρίων φέρουσιν· ὅτι ἡμέρου τροφῆς πρώτης ταύτης ἡγήσαντο. Ἡγήτορες: ἡγεμόνες. Ἠγλαϊσμένη: χαίρουσα· λαμπρυνομένη. Ἡ δέ: ἀντὶ τοῦ ἡ αὐτὴ δέ. Ἠδαξήσατο: ἐκνήσατο. Ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν: τῆς χελώνης ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ· πολλὰ δὲ καθαίρει· ὅθεν καὶ τὴν παροιμίαν Δήμων· <!-- η.61 -->ἕτεροι δὲ ἐπὶ τῶν ἀποδύντων μὲν πρᾶγμα, στραγγευσαμένων δέ· φασὶ δὲ ταύτην Τερψίωνος εἶναι. Ἡ δὲ αἲξ τὴν μάχαιραν: ἐπὶ τῶν ἑαυτοῖς ἐπιφερόντων κακόν· ἀπὸ Κορινθιακῆς παροιμίας· ἡ αἲξ δοῦσα τὴν μάχαιραν· οὕτω γὰρ λέγεται· Κορινθίων γὰρ Ἥραι Ἀκραία θυόντων, ἣν λέγεται ἱδρύσθαι Μήδειαν, οἱ τὴν παροχὴν μεμισθωμένοι, γῆ κρύψαντες τὴν μάχαιραν, ἐσκήπτοντο ἐπιλελῆσθαι· ἡ δὲ αἲξ αὐτὴν τοῖς ποσὶν ἀνεσκάλευσεν. Ἥδει: τέρπει· καὶ ἤδη· ἀντὶ τοῦ νῦν. Ἤδη: ἀντὶ τοῦ πάλαι. Ἤδη: ἀντὶ τοῦ ηἴδειν· Εὐθύδημος· καὶ τῶν δὴ περὶ ψυχῆς· ἀλλὰ σχεδὸν μέν τι ἤδη ὁ Κρίτων. Ἤδη: πρὸ τούτου· λοιπόν· ἐγγὺς τοῦ παρόντος νῦν ἀτόμου· μέρος δὲ χρόνου ἢ τοῦ μέλλοντος· ἢ τοῦ παρεληλυθότος· ἤδη τὲ γὰρ βαδιεῖσθαι φαμέν· καὶ τὸ συνάπτον τὸ νῦν· ἤδη τὲ βεβαδικέναι· οὐ πολὺ ἀφιστάντες τοῦ νῦν τὸν χρόνον. Ἥδιστα: ἡδέως. Ἡδίων: ἡδύτερος. Ἡδόμενος: ἀρεσκόμενος. Ἦ δʼ ὅς: οἱ μὲν περὶ Ἐρατοσθένην ἀντὶ τοῦ ἔφη δὲ ὅς· διὸ καὶ δασύνουσι τὴν ἐσχάτην· ἐντετάχθαι γὰρ ἄρθρον τὸ ὅς· καὶ ἦ ἀντὶ τοῦ ἔφη· ἀλλὰ περιμενοῦμεν, ἦ δʼ ὃς ὁ Γλαύκων· καὶ ἦν δὲ ἐγώ· ἀντὶ τοῦ ἔφην δὲ ἐγώ· παρὸ δὴ καὶ Ἕρμιππος ἐν Ἀθηνᾶς <!-- η.62 -->γοναῖς ἠσὶν ἀντὶ τοῦ φησίν· Ὁ Ζεὺς, δίδωμι Παλλὰς, ἠσὶ, τούνομα· Ἀρίσταρχος δὲ τὸ μὲν ἦ δʼ ὃς, ἀντὶ τοῦ ἔφη δὲ ὅς· τὸ δὲ ἦν δʼ ἐγὼ, ἔφην δʼ ἐγώ· τὸ δὲ ἦ τῶν ἀρχαίων ἔφη εἶναι λεξειδίων· Ὅμηρον δὲ οὐ κατὰ πάντα χρῆσθαι αὐτῶ· οὐδὲ σχηματίζειν ἀπʼ αὐτοῦ· τὸ ἀνάλογον μὲν, ὡς ὅτʼ ἂν λόγου τελευτὴν σημαίνη· Ἦ καὶ κυανέηισιν ἐπʼ ὀφρύσι· καί· Ἦ καὶ ἐπʼ Ἀντινόω· τοὺς δὲ μεθʼ Ὅμηρον ἀδιαφόρως αὐτὸ τάσσειν. Ἦ δʼ ὅς: ἀντὶ τοῦ ἔφη δὲ οὗτος· καὶ ἀντὶ τοῦ ἔφη· τάττεται δὲ καὶ ἐπὶ ἀνδρὸς καὶ γυναικός· καὶ ἀντὶ τοῦ ἔφασαν· καὶ ἀντὶ τοῦ ὦ φίλε· τοῦτο Χάρης μέν φησι καὶ Κριτόλαος σημαίνει· διελέγχεται δὲ ὑπὸ πλειόνων. Ἧδος: ἡδονή· ὄφελος. Ἥδρασεν: ἐστήριξεν. Ἡδυεπής: ἡδυλόγος. Ἡδύλειον: ὄρος ἐστὶν ἐν Βοιωτία τὸ Ἡδύλειον. Ἡδυλισμός: εἶδος τι κολακείας· καὶ Μένανδρος ἐν Ἁλιεῖ κέχρηται τωῖ ἡδυλίζειν. Ἡδυπαθής: φιλήδονος· πάθει χαίρων. Ἡδύς: εὐήθης· ἐκάλουν δὲ οὕτω καὶ τοὺς ὑπομώρους. Ἡδύσματα: βρώματα· ἢ εὐοσμία. Ἡδυντῆρες: ἅλες: τινὲς δὲ λέγουσιν ἡδυντῆτες. Ἡδύνθαι: ἠρτύσθαι. <!-- η.63 -->Ἡδύχρους: τὸ ἐν γάλατι ὑπάρχον ἀρνίον· καὶ μήπω γεγευμένον πόας· ὃ καὶ ἡδύπνουν λέγουσιν. Ἠέ: βαρυτόνως διαζευκτικὸς σύνδεσμος· Ἠὲ διατμῆξαι κοῖλον δόρυ· περισπωμένως δὲ ἀπορηματικόν· —περιπταίη μαχεούμενον ἠὲ καὶ οὐχί. Ἤει: πορεύεται. Ηἴεσαν: ἐπορεύοντο. Ἢ ἐν ὁδωῖ καθελών: ἀντὶ τοῦ ἐνεχθέντα ἑλών· τουτέστιν ἔν τινι ἐνέδρα καταβαλών· Δημοσθένης ἐν τῶ κατὰ Ἀριστοκράτους. Ἠετιωνεία: οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιῶς ἄκρα· ἀπὸ τοῦ κατακτησαμένου τὴν γῆν Ἠετίωνος. Ἠεμεν: ἤδειμεν. Ἠεροφοῖτις: ἡ ἀοράτως ἐρχομένη· κατὰ τὸν ἀέρα. Ἠθάδων: συνήθων. Ἧ θέμις: ὡς νόμος· ὡς προσῆκον. Ἠθεῖος: παρὰ Ἴωσι νεωτέρου πρὸς πρεσβύτερον προσαγόρευσις. Ἤθεος: ἄφθαρτος πρὸς γυναῖκας. Ἤθη: συνηθείας· —μετά τʼ ἤθεα καὶ νόμον ἵππων· γράφεται καὶ ἔθη. Ἠθημένος: διυλισμένος· οὕτως Ἐπίλυκος. Ἠθμωδεῖν: ἀλγεῖν τοὺς ὀδόντας. Ἤθνευμαι: ἠκολάστηκα. <!-- η.64 -->Ἤθεσι: τοῖς συνήθεσι τόποις· ταῖς ἐξ ἔθους διατριβαῖς. Ἠθολόγος: θεατριστής. Ἤϊα: τὴν τῶν ὀσπρίων καλάμην· οὕτως Ἐρατοσθένης· ὁ δὲ ποιητὴς ἁπλῶς ἔοικε βρώματα· Θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται· καὶ τὸν εἰς τὰς ναῦς ἐπισιτισμὸν ὁμοίως. Ἠΐθεος: ὁ ὥραν γάμου ἔχων καὶ μηδέπω γεγαμηκώς· ὁμοίως δὲ καὶ ἡ ἐπίγαμος. Ἤϊα: βρώματα· καὶ τὸ ἐπορευόμην. Ηἴκειν: ὅμοιος ἦν. Ηἶσμεν: ἐπιστάμεθα. Ἠϊόεντι: καλὸν, αἰγιαλὸν ἔχοντι. Ἠϊόνα: αἰγιαλόν· ὄχθον. Ἥκειν: ἀντὶ τοῦ ἥκων. Ἤκειν: τὸ ἐώκειν ἐπὶ γʹ προσώπου· οὕτως Ἀριστοφάνης. Ἠκαιρεῖσθε: ἐκωλύεσθε· καιρὸν οὐκ εἴχετε. Ἧκεν: ἐφῆκεν. Ἠκέσατο: ἰάσατο· ἐθεράπευσεν. Ἠκιδωμένος: ἀκίδας ἔχων. Ἠκισμένους: ἠφανισμένους. Ἥκιστα: οὐδαμῶς· οὐχ ἧττον· καὶ Λιβάνιος φησίν· εἴ τινα ἄλλον τρόπον ὃν ἥκιστα ὤφθη μετελθών· ἐν τωῖ ο ἐπὶ τῆ φιάληι ἔμπορος· ἀντὶ τοῦ πάνυ. Ἡ ʼκονήσατο: ἀντὶ τοῦ ἡ ʼκόνησεν. <!-- η.65 -->Ηϊς: ὑπάρχεις. Ηἶσαν: ἐπίσταντο. Ἡκόντων: ἀντὶ τοῦ ἡκέτωσαν. Ἠκρωτηριασμένος: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος· ἠκρωτηριασμένοι τὰς αὑτῶν ἕκαστοι πατρίδας· ἀντὶ τοῦ λελυμασμένοι· οἱ γὰρ λυμαινόμενοι τισὶν εἰώθασι περικόπτειν αὐτῶν τὰ ἄκρα· τὸ μέντοι ἠκρωτηριασμένοι ἀντὶ τοῦ ἠκρωτηριακότες. Ἦκται: εἵλκυσται. Ἧκον δέ: ἐληλύθειν. Ἥκω: ἦλθον. Ἡ κυὼν ἐπὶ τῆς φάτνης: παροιμία ἐπὶ τῶν μήτε χρωμένων, μήτε ἄλλοις μεταδιδόντων. Ἠλακάται: καλάμων ῥαβδία· ἀφʼ ὧν καὶ τὰ κῶλα τῶν σταχύων. Ἠλακάτη: ἐργαλεῖον γυναικός. Ἤλασεν: ἔσκαψεν· ἔπληξεν. Ἠλαστρημένον: τὸν περιεφθαρμένον καὶ περιπεπλανημένον. Ἠλεᾶτο: ἔθαλπεν. Ἠλέκτραι: τὰ ἐν τοῖς κλινόποσι τῶν σφιγγῶν ὄμματα. Ἤλεκτρον: ἀλλότυπον χρυσίον μεμιγμένον ὑέλωι καὶ λιθία. Ἠλέκτρων: τῶν ἐν ταῖς κλίναις ποικιλλομένων. <!-- η.66 -->Ἠλέκτωρ: ὁ ἥλιος. Ἠλιόμην: ἠλισμένος ἤμην. Ἤλεγχον: ἐφανεροποίουν· ἢ ἀνέκρινον ὡς Ξενοφῶν. Ἤλεις: ἤληθες. Ἠλιαῖα: τόπος Ἀθήνησιν, εἰς ὃν συνάγεται δύο δικαστήρια, ὅτʼ ἂν χίλιοι δικάζωσιν· ὧν προέστηκεν εἷς γραμματεύς. Ἠλιαῖα: καὶ ἠλιάζεσθαι· ἠλιαῖα μέν ἐστι τὸ μέγιστον δικαστήριον Ἀθήνησιν· ἐν ωἷ τὰ δημόσια τῶν πραγμάτων ἐκρίνετο, χιλίων δικαστῶν ἢ χιλίων καὶ πεντακοσίων συνιόντων· συνίασι δὲ οἱ μὲν χίλιοι ἐκ δυοῖν δικαστηρίων· οἱ δὲ χίλιοι πεντακόσιοι ἐκ τριῶν. Ἠλίβατον: ὑψηλόν· ἄβατον· ἤ ἐστιν ἁλεῖν βαίνοντα· ἢ ὅπου ἥλιος πρῶτον βάλλει· ἁλὶ βεβηκυῖαν· Στησίχορος δὲ Τάρταρον ἠλίβατον βαθὺν λέγει· ἔνιοι ἠλίφατον ἀποδιδόασιν, ἡλίω φαινόμενον. Ἠλίβατος: ὑψηλή· ἐφʼ ἣν πρῶτον διὰ τὸ ὕψος ὁ ἥλιος βαίνει. Ἠλίθιος: ἄφρων· ἢ σκληρός· ἢ ἀναίσθητος. Ἡλίκον: μέγα· πηλίκον. Ἡλικία τῆς πόλεως: ἀντὶ τοῦ ἐν ἡλικία οἱ νέοι· οὕτω Λυσίας καὶ Δημοσθένης ἐν Φιλιππικοῖς. Ἠλινδημένον: ἀντὶ τοῦ ἀνεστραμμένον· Δείναρχος ἐν τῶ κατὰ Φορμισίου· ὅπη Ἰσοκράτης καλινδεῖσθαι λέγει. <!-- η.67 -->Ἥλιος: ὄνομα κύριον Ἀθηναίου τινός. Ἠλισγημένος: μεμιασμένος· μεμολυσμένος· ἠρτυμένος. Ἡλίσκον: τὸν μικρὸν ἧλον· Ἀριστοφάνης. Ἡλίσκοντο: ἐπορθοῦντο· ἠλέγχοντο. Ἠλίσμην: ἠλισμένος ἤμην. Ἠλιτόμηνον: τὸ παρὰ μῆνα γεννηθέν. Ἡλιωμένος: ἐπικεκαυμένος. Ἠλύγη: σκιά· σκέπη· καὶ ἐπηλυγησάμενος παρὰ Πλάτωνι τὸ προβαλόμενος καὶ ἐπισκιασάμενος. Ἡ Λύκου δεκάς: Λύκος Ἀθήνησι πρὸς τωῖ δικαστηρίω ἥρως· μορφὴν ἔχων θηρίου· δεκὰς δὲ τὸ δεκάζεσθαι· πρὸς ὃ ἡ παροιμία· καὶ οἱ πρῶτοι δικασταὶ πρὸς τῶ λυκοειδεῖ ἥρωϊ ἐκλήθησαν. Ἠλύσιον: ἱερὸν περίοδον· οἱ δὲ περὶ Αἴγυπτον· οἱ δὲ περὶ Λέσβον· οἱ δὲ τὸ κεκεραυνωμένον χωρίον ἢ πεδίον· τὰ δὲ τοιαῦτα ἐστὶν ἄβατα· καλεῖται δὲ καὶ Ἐνηλύσια· Πολέμων δὲ Ἀθηναίους φησὶ τὸ κατασκαφὲν χωρίον καλεῖν. Ἤλυσις: πορεία. Ἥλω τὸν ἧλον ἐκκρούεις: ἀντὶ τοῦ ἁμαρτήματι τὸ ἁμάρτημα σπεύδεις ἐξελάσαι. Ἥλω: ἐλήφθη· ἐφανερώθη· ἐπορθήθη. Ἥλωσαν: ἐνικήθησαν· ἐλήφθησαν. Ἠμαθόεντος: ἀμμώδους. <!-- η.68 -->Ἦμαρ: ἡμέρα. Ἤματα: ἡμέρας ἢ ἱμάτια. Ἠμάλαπτεν: ἔκρυπτεν· ἠφάνιζεν. Ἡμέδιμνον: τὸ ἡμιμέδιμνον. Ἡμεδαπῶν: ἰδίων· ἐγχωρίων· αὐτοχθόνων· δάπεδον γὰρ τὸ ἔδαφος· ὅθεν καὶ τὸ ποδαπὸς, ἀντὶ τοῦ ποῖον λαμβάνεται ἢ ποίας χώρας ἢ τῶν πατρίδων. Ἠμείβετο: ἀνταπεκρίνετο. Ἠμείφθη: ἠλλάγη. Ἤμειψα: ἤλλαξα. Ἡμένη πελειάς: παροιμία ἐπὶ τῶν ἁπλουστέρων καὶ ἀκακοήθων ταττομένη· κατʼ ἀντεξέτασιν τῶν παλευτριῶν· αἱ ἐξιπτάμεναι ἄλλας προσάγουσιν. Ἠ μὲν κλέος, ἠ δὲ καὶ ἦσθα: παροιμία ἐπὶ τῶν ὁμοίων τηῖ περὶ αὐτῶν φήμη. Ἡμερίδα: τὴν ἄμπελον· οὕτως Ἀριστοφάνης. Ἡμεροδρόμος: ὁ ἥλιος· λέγονται δὲ καὶ οἱ ἐν ταῖς βασιλικαῖς διατάξεσι ταχύτατα διακονούμενοι. Ἡμεροκαλλές: ἄνθος σπειρόμενον ὁ Δίδυμος· οὐκ ἔστι δὲ ἄνθος, ἀλλὰ φοινικοῦν ἔριον διαπεποικιλμένον, ωἷ χρῶνται πρὸς τὰς ἱερουργίας Ἀθήνησιν· ὡς Θεόδωρος ὁ παναγὴς προσαγορευόμενος ἐν τωῖ αʹ περὶ τοῦ Κηρύκων γένους· καὶ τὴν αἰτίαν τοῦ ὀνόματος ἀποδιδούς· γράφει δέ· καλεῖται ἡμεροκαλλὲς διὰ τὸ πεπλύσθαι καὶ βεβάφθαι καὶ εἰργάσθαι ἐν μιαῖ ἡμέρα· κάλλη δὲ προσαγορεύεται τὰ ἄνθη. <!-- η.69 -->Ἡμερόλεγδον: τὸ καθʼ ἑκάστην ἡμέραν ἐξαριθμεῖν. Ἡμερῶα: ἡμεροφυλάκια. Ἡμερωρεῖν: ἡμεροφυλακεῖν. Ἠ μήν: ὄντως δή· καὶ ἀλλʼ οὖν· καὶ ἀλλʼ ὅμως. Ἡμιδιπλοίδιον: γυναικεῖον βραχὺ περίβλημα· ὃ ἔνδον φοροῦσιν ὑπὸ τὸν μηρόν. Ἡμιδαής: ἡμίκαυστος. Ἡμιδαπής: ἡμιτελής. Ἡμίεκτον: τὸ ἕκτον μέρος τοῦ μεδίμνου. Ἡμιθνῆτα: τὸν ἡμιθάνατον. Ἡμίεκτον καὶ ἡμιμέδιμνον: τοῦ μεδίμνου ἔχοντος χοίνικας μηʹ, τὸ ἡμιμέδιμνον δηλονότι κδʹ εἶχεν· ἡμίεκτον δὲ τὸ χωροῦν δʹ χοίνικας· τὸ γὰρ ἕκτον χοίνικες ηʹ. Ἠμιλλᾶτο: ἠπείγετο. Ἡμιμάλλονες: μαινάδες· Νύμφαι ἢ Βάκχαι. Ἡμιμέδιμνον: μέτρον χωροῦν ἥμισυ μεδίμνου· τουτέστι χοίνικας κδʹ. Ἡμῖν: ἀντὶ τοῦ ἡμᾶς. Ἡμιολία: ληστρικὸν πλοῖον· οὗ τὸ ἡμιόλιον μέρος ψιλῶν ἐρετῶν ἐστι, πρὸς τὸ ἀπʼ αὐτοῦ μάχεσθαι· τριημιολία δὲ, οὐ τριπλασία ταύτης, ἀλλὰ τριήρης. Ἡμιολία: τὸ ἥμισυ τοῦ κεφαλαίου. Ἡμιολίας: ἡμίσεας. Ἡμιολασμός: Ἀντιφῶν· ἀντὶ τοῦ τὰ ἡμιόλια δοῦναι· <!-- η.70 -->ἡμιόλιος δέ ἐστιν ἀριθμὸς, ὁ ἔχων ἄλλον ὅλον καὶ τὸ ἥμισυ αὐτοῦ. Ἡμίοποι: κυρίως ἡμιτέλειοι αὐλοί. Ἡμιπέλεκα: αἱ μονόστομοι ἀξίναι. Ἡμιτύβιον: δίκροσσον· Ἀριστοφάνης Πλούτω·

  
Ἔπειτα καθαρὸν ἡμιτύβιον λαβών.  
Ἡμιφόριον: ἥμισυ ἱματίου. Ἡμμένοι: συνημμένοι. Ἠμοιρηκώς: μὴ μετέχων. Ἠμπέσχετο: περιεβάλλετο. Ἤμορος: ἄμοιρος. Ἠμόριξεν: ἄμοιρον ἐποίησεν. Ἤμων: ἐθέριζον. Ἠμύναθον: ἤμυνα. Ἠμπείχετο: περιεβέβλητο. Ἠμπλάκομεν: ἡμάρτομεν. Ἠμφιέσθαι: τὸ περιβεβλῆσθαι. Ἦν: ἤμην. Ἦν: ἀντὶ τοῦ ἦσαν. Ἦν: ἀντὶ τοῦ ὑπῆρχεν. Ἦν: ἀντὶ τοῦ ἤμην· τὸ δὲ παλαιὸν ἔλεγον τὸ ἤμην ἦ κατὰ συναλιφὴν, οἷον ἦα καὶ ἔα. Ἦν: ἀντὶ τοῦ η τοῦ ὑποτακτικοῦ. Ἡν: δασέως ὅτʼ ἂν ἠθικῶς λέγηται· οἱ δὲ παλαιοὶ ἐν Μενάνδρωι Αὐτὸν τιμωρουμένω· τὸ δὲ ψιλὸν ἀντὶ τοῦ ἰδού· Ἀλλʼ ἦν χιτών σοι. Ἤνδανεν: ἤρεσκεν. <!-- η.71 -->Ἠνδρώθησαν: ἀνδράσιν ὡμίλησαν· οὕτως Δίων πολλάκις ἐχρήσατο. Ἤναυε πῦρ: λέγουσι τὸ ἧπτε πῦρ. Ἤνας: κόψας. Ἦν δʼ ἐγώ: ἀντὶ τοῦ ἔφην ἐγώ· τάττεται καὶ ἐπὶ ἀνδρὸς καὶ γυναικός. Ἠνδρωμένη: παρθένος ἡ γεγαμημένη. Ἠνεμόεσσαν: ὑψηλήν. Ἤνεγκα καὶ ἤνεγκον: ἄμφω λέγουσι· τὸ μὲν ἀπὸ τοῦ ἐνέγκαι· τὸ δὲ ἀπὸ τοῦ ἐνεγκεῖν. Ἠνέγκατο: ἀντὶ τοῦ ἤνεγκεν. Ἠνείχετο: καὶ ἠνώχλει· καὶ ἠκηκόει καὶ ἠντιβόλει· κοινὸν τῶν Ἀττικῶν ἰδίωμα. Ἡνίκα ἀνταποδίδοται τῶ τηνικαῦτα καὶ τηνικάδε· σημαίνει δὲ τὸ μὲν ἡνίκα, καθʼ ἣν ὥραν· τὸ δὲ τηνικαῦτα, κατʼ ἐκείνην τὴν ὥραν· ὁμοίως δὲ καὶ τὸ ὅτε δηλοῖ καὶ τότε· τὸ δὲ ὁπηνίκα, καθʼ ὁποίαν ὥραν. Ἡνίαι: λῶροι χαλινῶν. Ἡνίοχοι: οἱ εὐπορώτατοι Ἀθήνησι κατελέγοντο· ἁρματοτροφήσοντες ὥσπερ οἱ ἱππεῖς. Ἡνιόχους: τοὺς ἀκροκέρους κάλους· οὓς νῦν ἐκφόρους λέγουσιν. Ἤνυστρον: ἡ πρώτη κοιλία τῶν μαρυκουμένων ζώων. Ἤνυστρον: τὸ παχυμερὲς τῆς κοιλίας ἔντερον· ωἷ εἰς <!-- η.72 -->τρία τέτμηται ἡ γαστήρ· ἤνυστρον· ἐχῖνον· κεκρύφαλον. Ἠόνησας: κατήντλησας· ἔλουσας· τάχα καὶ τοὺς αἰγιαλοὺς ἠϊόνας φασι, παρὰ τὸ ἐπικλύζεσθαι. Ἠοῦς: ὄρθρου· ἡμέρας· ἀνατολῆς. Ἠπάτησεν: ἐπλάνησεν. Ἠπήτην: οὐδεὶς εἴρηκε τῶν Ἑλλήνων· οὐδὲ ἠπήτριαν· ἀλλὰ ἀκέστριαν. Ἤπειρον: τωῖ Ἰσοκράτει σύνηθές ἐστι τὴν ὑπὸ βασιλεῖ τῶν Περσῶν γῆν οὕτω καλεῖν. Ἤπειρος: χέρσος γῆ· οἷον ἄπειρός τις οὖσα· ἤπειρος δὲ λέγεται παρὰ τοῖς ποιηταῖς ἡ γῆ καταχρηστικῶς· κυρίως δὲ ἡ εἰς ἄπειρον ἐκβάλλουσα, ὡς Εὐριπίδης· Ἤπειρον εἰς ἄπειρον ἐκβάλλων πόδα. Ἠπίαλος: ὁ ῥιγοπύρετος. Ἠπιάλης: ἐπιάλης· ὁ πνιγαλίων ὑπό τινων. Ἡπιόδωρος: ἡπία καὶ προσηνῆ δωρουμένη· χρηστή. Ἥπιος: πρᾶος· ἢ λιπαρός. Ἡ Περγαῖα Ἄρτεμις: τάσσεται ἐπὶ τῶν ἀγυρτῶν καὶ πλανητῶν· παρόσον καὶ ἡ θεὸς ἐν αὐτηῖ. Ἤ ποθεν: ἀμόθεν· οὕτως Ἀριστοφάνης. Ἤ που: ἄρα γε. Ἤπου: ἴσως· σχεδόν. Ἤπου γε: πολλῶι πλέον. Ἡράκλεις: ἐπίφθεγμα θαυμαστικόν· τὸ δὲ Ἥρακλες κλητικὴ πτῶσις· ὥσπερ τὸ ὦ Δάματερ τοῦ Δήμητερ διαφέρει· ἐπικαλοῦνται δὲ καὶ τοὺς <!-- η.73 -->Ἡρακλείδας ὁμοίως· Μένανδρος· Ἀλλʼ Ἡρακλεῖδαι καὶ θεοί. Ἡράκλεια: πολλῶν ὄντων τῶν κατὰ τὴν Ἀττικὴν Ἡρακλείων, Δημοσθένης ἐν τῶ κατʼ Αἰσχίνου· ἤτοι τῶν ἐν Μαραθῶνι ἢ τῶν ἐν Κυνοσάργει μνημονεύει· ταῦτα γὰρ διὰ τιμῆς μάλιστα ἦγον Ἀθηναῖοι. Ἡρακλείαν λίθον: τινὲς τὴν μαγνῆτιν ἀπέδοσαν· διὰ τὴν Ἡρακλείαν τῆς Μαγνησίας· ἔνιοι δὲ, ὅτι ἡ μὲν ἐπισπωμένη τὸν σίδηρον, Ἡρακλεῶτις· ἡ δὲ μαγνῆτις ὁμοία ἐστὶν ἀργύρω ὡς Εὐρ. Οἰν. —τὰς βροτῶν Γνώμας σκοπῶν, ὥστε μαγνῆτις λίθος, Τὴν δόξαν ἕλκει καὶ μεθίστησιν πάλιν· οὐ λέγει νῦν ὑπὸ τῆς μαγνήτιδος λίθου τὸν σίδηρον· ἀλλὰ τὴν τῶν θεωμένων δόκησιν ἕλκεσθαι πλανωμένην ὡς ἐπὶ ἀργύρω. Ἡράκλεια λουτρά: τὴν Ἀθηνᾶν ἐν Θερμοπύλαις κατιόντι Ἡρακλεῖ ἀνεῖναι· οἱ δὲ ἐν Σικελία τὰς Νύμφας· οἱ δὲ αὐτὸν αὐτὰ κατασκευάσαι. Ἡρακλεώτης λίθος: ὁ ὑφʼ ἡμῶν μάγνης ὁ ἐπισπώμενος τὸν σίδηρον· Ἡρακλεία γὰρ ἐλέγετο ἡ Μαγνησία. Ἡρακλείδην: τὸν Ἡρακλέα οὕτως ἔλεγον. Ἤραρεν: ἥρμοσεν. Ἠρασάμην: ἠράσθην. <!-- η.74 -->Ἥρας δεσμοὺς ὑπὸ υἱέος: Πολιτείας βʹ οὕτω γραπτέον· παρὰ Πινδάρω γὰρ ὑπὸ Ἡφαίστου δεσμεύεται ἐν τωῖ ὑπʼ αὐτοῦ κατασκευασθέντι θρόνω· ὅ τινες ἀγνοήσαντες γράφουσιν ὑπὸ Διὸς καὶ φασὶ δεθῆναι αὐτὴν ἐπιβουλεύσασαν Ἡρακλεῖ· Κλήμεντος ἡ ἱστορία· καὶ παρʼ Ἐπιχάρμω ἐν Κωμασταῖς ἢ Ἡφαίστω. Ήραον τεῖχος: χωρίον ἐστὶν ἐν Θράκη· ὑπὸ Σαμίων δὲ ὠκίσθη. Ἠρᾶτο: εὔξατο. Ἠρδαλωμένος: λεπρὸς καὶ μεμιασμένος. Ἦρδεν: ἀντὶ τοῦ ὕγραινεν, διέβρεχε. Ἠρέμα: ἀτρέμα· πράως· ἡσυχῆ· ἡ γὰρ ἠρεμία ἡσυχία. Ἤρετο: ἠρώτησεν. Ἤρεφεν: ἐστέγαζεν. Ἤρειδε: σφοδρῶς κατηγόρει· ἀπὸ τῶν ἐρεσσόντων. Ἠρία: οἱ τάφοι· φασὶ δέ τινες κοινότερον μὲν πάντας τοὺς τάφους οὕτως ὀνομάζεσθαι· κατʼ ἐξαίρετον δὲ τοὺς μὴ ἐν ὕψει ὠκοδομημένους· ὠνομάσθαι δὲ παρὰ τὴν ἔραν. Ηἱρηκότες: πεπορθηκότες. Ἡρημένον: ἐπικριθέν· ἐκλελεγμένον. Ἠρήρειστο: ἥρμοστο. <!-- η.75 -->Ἤρθη: ηὐξήθη· ὑψώθη. Ἦρι: ὄρθρου· ἕωθεν· ἢ ἔαρι. Ἠριγένειαν: τὸν ὄρθρον. Ἠριδανός: ποταμὸς ἐν τηῖ Ἀττικῆ· οὗ αἱ πηγαὶ ἐντὸς τῶν Διοχάρους πυλῶν. Ἠρικνωμένον: ἐρρυτιδωμένον· παλαιόν. Ἠρινοῦ τόκου: ἐπεὶ ἔαρος οἱ φόροι ἐφέροντο. Ἤρειπεν: εἰς τὴν ἔραν κατέπεσεν. Ἠριστάναι: Ἕρμιππος· ὡς καὶ δεδειπνάναι φασίν. Ἤρκεσεν: ἐβοήθησεν. Ἡρματισμένον: ἠσφαλισμένον. Ἡρμόττετο: οὐχ ἡρμόζετο. Ἠροάνθια: ἑορτὴ γυναικεῖα ὅτε τὸ ἔαρ ἀνθεῖ. Ἠροῦτο: ἠροτριᾶτο. Ἤρρησεν: ἐφθάρη· ἦλθεν· ὅθεν καὶ τὸ εἰσήρρησεν. Ἤρτηται: κρέμαται. Ἤρτα: ἐκρεμάννυεν. Ἠρτικροτοῦντο: συνεφώνουν. Ἠρτίαζον: ἀστραγάλοις ἔπαιζον. Ἠρτυκώς: κατηρτυκώς. Ἠρτύνετο: παρεσκευάζετο. Ἤρυγεν: ἠρεύξατο· ἤντλει. Ἠρύγγη: λεπτὸν καὶ ἀκανθῶδες κάρφος. Ἥρως ἰατρός: οὗ μέμνηται Δημοσθένης ἐν τωῖ περὶ τοῦ στεφάνου. Ἥρως ποικίλος: τοῦτο ἔλεγον ἐπὶ τῶν ἐστιγμένων· <!-- η.76 -->ἢ διὰ τὸ τοὺς ὄφεις ποικίλους ὄντας ἥρωας καλεῖσθαι. Ἥρως: ἡμίθεος· δυνατός· γενναῖος. Ἡρῶσσαι: αἱ ἡρωΐδες. Ἡρωΐναι: ὁμοίως ἡρωΐδες. Ἦσάν ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι· παροιμία ἀπὸ χρησμοῦ ἐπὶ τῶν προγεγονότων. Ἤσας: χάριν ἐποίησας· ἔδοξας. Ἥσας: ἡδύνας. Ἦσθα: ἀντὶ τοῦ ὑπῆρχες. Ἥσθην: ἐχάρην. Ἥσσητο: ἥττητο. Ἧσσον ἑτοίμως κατέχειν: ἀντὶ τοῦ οὐδὲ ὁμοίως. Ἥσεις: ἀντὶ τοῦ ἀφήσεις. Ἠσὶ δέ: ἀντὶ τοῦ φησὶ δέ. Ἠσκάριζεν: ἀντὶ τοῦ ἤσπαιρεν. Ἦσμεν: ἀντὶ τοῦ ὑπήρχομεν· ἀπὸ τοῦ ἐσμέν. Ἤστην: ἐκαθίζοντο δυϊκῶς. Ἠσυνθέτηκας: ἢ συνέθου καὶ ὡμολόγησας. Ἠσχάτισεν: ὑστέρησεν. Ἢ τὰν ἢ ἐπὶ τάν: ἢ ταύτην ἢ ἐπὶ ταύτην· ἐκείνην. Ἡττήσομαι: ἡττηθήσομαι. Ἧττον: οὐδαμῶς. Ἡταίρηκεν: ἠτάκτησεν. <!-- η.77 -->Ἠτημένην: ἀντὶ τοῦ κεχρημένην· καὶ γὰρ αἰτεῖσθαι ἔλεγον τὸ κιχρᾶσθαι. Ἠτίμησεν: ἠτίμασεν· ὕβρισεν. Ἧτορ: ψυχή. Ἠτριαῖον ἢ ἤτριον: ἐφʼ ὕψους τάττεται ἡ φωνή. Ἤτριον: ἔνδυμα ὑμενῶδες. Ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι: τὸ γὰρ παλαιὸν τρισὶν ἐχρῶντο κύβοις πρὸς τὴν παιδίαν· διχῶς δὲ λέγεται, καὶ ὁ ἀναρριπτούμενος καὶ ἰδίως ὁ κενός. Ἦτρον: τὸ ὑπὸ τὸν ὀμφαλὸν μέρος. Ηὔδα: ἔλεγεν· εἶπεν. Ἠσχάτισεν: ἐταπείνωσε· καὶ ἠσχατίσμαι· τεταπείνωμαι· ἐσχατίζω γὰρ τὸ θέμα. Ηὐλήσαντο: ἐταράχθησαν· ἐστράφησαν· πεφύσηνται. Ηὖχεν: ἀντὶ τοῦ ἤλπιζεν. Ἡ Φανοῦ θύρα: τὸν Φανὸν φησὶ Δήμων ὀβολοστάτην εἶναι· ἄλλως δὲ τυφλόν· ὑπανοιγομένης δὲ αὐτωῖ τῆς τοῦ ταμιείου θύρας, κατασκευάσαι τοιαύτην ἣν οὐκ ἄν τις ἤνοιξε μὴ ψόφον ποιήσας· ἐνίους δὲ λέγειν ὡς μοιχευομένης αὐτῶ τῆς γυναικὸς, τὴν αὔλειον θύραν εἰργάσατο ὡς μὴ ἄνευ ψόφου ἀνοίγεσθαι· τῆς δὲ κατὰ τοῦ τέγους δεχομένης τὸν μοιχὸν, χλευάζοντας τοὺς γείτονας ἐπὶ τῶν μηδὲν ἀνυόντων ἐν τῶ φυλάττειν, τὴν Φανοῦ θύραν εἶναι λέγειν. Ἡ φάρυξ: λέγεται θηλυκῶς. Ἥφαιστος: ὁ θεὸς καὶ τὸ πῦρ. <!-- η.78 -->Ἡφαιστία: δύο πόλεις ἦσαν τῆς Λήμνου· Μύρρινά τε καὶ Ἡφαιστία. Ἠφειδηκότες: καταπαύσαντες· μὴ φεισάμενοι. Ἠφείθη: ἐάθη· συνεχωρήθη. Ἠχαρίστηκα: τὸ ἀχαριστεῖν λέγουσιν. Ἠχήν: ἦχον· ἢ φήμην. Ἦχθαι: τεθηρεῦσθαι. Ἠχθησμένην: καταβεβαρημένην. Ἤχλυσε: συνεσκότασεν. Ἠχὼ πετραῖα: ἡ Αἴγινα· ἐπειδὴ πετρώδης ἐστὶ καὶ πολλὰ ἔχει κεράμια. Ἡψιμάχουν: συνῆπτον μάχην. Ἠών: Δημοσθένης ἐν τῶ κατὰ Τιμοκράτους πόλις ἐστὶ Μενδαίων ἀποικία. Ἠώς: ἡμέρα ἀπὸ ὄρθρου. Ἠώς: πρωΐ· ἡμέρα· ὄρθρος· ἐπὶ μὲν τῆς θεᾶς· Ἠὼς δʼ ἐκ λεχέων· ἐπὶ δὲ ὅλης ἡμέρας· —ἥδε δὲ μοι νῦν Ἠὼς ἑνδεκάτη· ἐπὶ δὲ τῆς πρωΐας ἕως ἕκτης ὥρας· Ἔσσεται ἢ ἠὼς, ἢ δείλη, ἢ μέσον ἦμαρ.

Τέλος η.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: woy-anc`.
