---
title: Fragments on Feasting
title_greek: Ἀποσπάσματα περὶ Εὐωχίας
author: Phoenicides the Comic Poet
eul_wid: jsi-ab
eul_aid: jsi
canonical: "https://eulogikon.org/works/phoenicides-feasting-jsi-ab"
period: Hellenistic
dialect: Koine
domain: Comedy
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Feasting

*Ἀποσπάσματα περὶ Εὐωχίας*

**Author:** Phoenicides the Comic Poet

**eul_wid:** `jsi-ab` · [HTML page](https://eulogikon.org/works/phoenicides-feasting-jsi-ab)

## Text

### book 1.1

[spk_β]Δύνασαι

### book 1.2

σιωπᾶν; Β. ὥστε

### book 1.3

τοὺς τὰς διαλύσεις

### book 1.4

συντιθεμένους κεκραγέναι [πᾶσιν] δοκεῖν.

### book 1.1

Μύρτων λέγουσι καὶ μέλιτος ἐγκώμια, καὶ τῶν

### book 1.2

προπυλαίων καὶ τέταρτον ἰσχάδων. τούτων ἐγευσάμην καταπλεύσας εὐθέως καὶ τῶν

### book 1.3

προπυλαίων· κοὐδὲν ἦν

### book 1.4

τούτων ὅλως[ln_5]πρὸς ἀτταγῆνα

### book 1.5

συμβαλεῖν τῶν βρωμάτων.

### book 1.1

Τρίτον δὲ πρὸς

### book 1.2

τούτοισι τὸν

### book 1.3

σοφώτατον

### book 1.4

Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει μέχρι ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς. τοιοῦτ’ ἔχει

### book 1.5

ταμιεῖον ὥσπερ οἰκίας.

### book 1.1

Μὰ τὴν Ἀφροδίτην οὐκ ἂν ὑπομείναιμ’ ἔτι, Πυθιάς, ἑταιρεῖν. χαιρέτω· μή μοι λέγε· ἀπέτυχον· οὐδὲν

### book 1.2

πρὸς ἐμέ· καταλῦσαι θέλω. εὐθὺς ἐπιχειρήσασα φίλον εἶχόν

### book 1.3

τινα[ln_5]στρατιωτικόν· διαπαντὸς οὗτος τὰς μάχας ἔλεγεν, ἐδείκνυ’ ἅμα λέγων τὰ τραύματα, εἰσέφερε δ’ οὐδέν. δωρεὰν ἔφη

### book 1.4

τινά παρὰ τοῦ βασιλέως λαμβάνειν, καὶ ταῦτ’ ἀεί ἔλεγεν· διὰ ταύτην ἣν λέγω τὴν δωρεάν[ln_10]ἐνιαυτὸν ἔσχε μ’ ὁ κακοδαίμων δωρεάν. ἀφῆκα

### book 1.5

τοῦτον, λαμβάνω δ’ ἄλλον

### book 1.6

τινά, ἰατρόν. οὗτος εἰσάγων

### book 1.7

πολλούς

### book 1.8

τινας ἔτεμν’, ἔκαε, πτωχὸς ἦν καὶ δήμιος. δεινότερος οὗτος θατέρου μοι κατεφάνη.

### book 1.1

[ln_15]ὁ μὲν διήγημ’ ἔλεγεν, ὁ δ’ ἐποίει νεκρούς. τρίτῳ συνέζευξ’ ἡ τύχη με

### book 1.2

φιλοσόφῳ, πώγων’ ἔχοντι καὶ τρίβωνα καὶ λόγον. εἰς

### book 1.3

προὖπτον ἦλθον ἐμπεσοῦσα δὴ κακόν· οὐδὲν ἐδίδου γάρ· εἴ τι δ’ αἰτοίμην, ἔφη[ln_20]οὐκ ἀγαθὸν εἶναι τἀργύριον. ἔστω κακόν, διὰ τοῦτο δός μοι, ῥῖψον· οὐκ ἐπείθετο.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: jsi-ab`.
