---
title: Shorter Fragments of a Comic Feast
title_greek: Ἀποσπάσματα Συμποσίου Κωμικοῦ
author: Philyllius the Comic Poet
eul_wid: fdc-ab
eul_aid: fdc
canonical: "https://eulogikon.org/works/philyllius-comic-feast-fdc-ab"
lang: grc
period: Classical
dialect: Attic
domain: Poetry
genre: "Comedy, Drama"
content_hash: "sha256:f6a874a767fd95114ee4fe017914d0204337d3258c2e9fed22c755ac68405a40"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Shorter Fragments of a Comic Feast

*Ἀποσπάσματα Συμποσίου Κωμικοῦ*

**Author:** Philyllius the Comic Poet

**eul_wid:** `fdc-ab` · [HTML page](https://eulogikon.org/works/philyllius-comic-feast-fdc-ab)

## Text

ΑΙΓΕΥΣ.

  

`1`

Ὁ πάππος ἦν μοι γαλεὸς ἀστερίας.  

ΑΥΓΗ.

  

`1`

Καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες· ἀλλʼ ἀφαιρεῖν  

ὥρα ʼστὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι,  

ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.  

`2`

Αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων  

γαλακτοχρῶτας κολλάβους θερμούς.  

`3`

Πάντα γὰρ ἦν  

μέστʼ ἀνδρῶν καὶ μειρακίων  

πινόντων, ὁμοῦ δʼ ἄλλων  

γρᾳδίων μεγάλαισιν οἴνου  

χαίροντα λεπασταῖς.  

ΔΩΔΕΚΑΤΗ.

  

`1`

Σοὶ μὲν οὖν τήνδʼ, ἀμφορεῦ,  

δίδωμι τιμήν, πρῶτα μὲν τοῦτʼ αὔτʼ ἔχειν  

ὄνομα μετρητὴν μετριότητος οὕνεκα.  

ΗΡΑΚΛΗΣ.

  

`1`

Βούλεσθε δῆτʼ ἐγὼ φράσω τίς εἴμʼ ἐγώ;  

ἡ τῶν προτενθῶν Δορπία καλουμένη.  

ΠΛΥΝΤΡΙΑΙ Η ΝΑΥΣΙΚΑΑ.

  

ΠΟΛΕΙΣ.

  

`1`

Πουλυπόδειον. σηπιδάριον, κάραβον, ἀστακόν, ὄστρειον,  

χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ Μυτιλήνης·  

αἴρετʼ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς, πέρκη, κορακῖνος.  

`2`

Ὅ τι ἂν τύχῃ  

μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν  

πληγάς.  

`3`

Ἐκ τᾶς πινακίδος δʼ ἀμπερέως, ὅ τι κἂν λέγῃ  

τὰ γράμμαθʼ, ἑρμήνευε.  

`4`

Σπαθᾶν τὸν ἱστὸν οὐκ ἕσται σπάθη.  

`5`

Κοσκινοποιός, κηπεύς, κουρεύς, ἀνθρακοπώλης.  

ΦΡΕΩΡΥΧΟΣ.

  

`1`

Προὔδωκεν αὐτὸν ὁ τόρος· ἦν γὰρ ἀσθενής.  

`2-3`

Ἀμύγδαλα,  

καρύδιʼ, ἐπιφορήματα.  

`1`

Ἕλκειν τὸ βέδυ σωτήριον προσεύχομαι,  

ὅπερ μέγιστόν ἐστιν ὑγιείας μέρος,  

τὸ τὸν ἀέρʼ ἕλκειν καθαρὸν οὐ τεθολωμένον.  

`2-3`

Οὐκ εἰμὶ τέττιξ οὐδὲ κοχλίας ὦ γύναι.  

Μαινίδες  <span class="gap">…</span> σκόμβροι, κοχλίαι, κορακῖνοι.  

`4`

Τὸ κάταγμα κροκυδίζουσαν αὐτὴν κατέλαβον.  

`5`

Ἥτις κάμηλος ἔτεκε τὸν Φιλωνίδην.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: fdc-ab`.
