---
title: On the Difference of Related Words
title_greek: Περὶ Διαφορᾶς Συγγενῶν Λέξεων
author: Philon of Byblos
eul_wid: oow-ac
eul_aid: oow
canonical: "https://eulogikon.org/works/philon-byblos-difference-words-oow-ac"
period: Roman
dialect: Koine (frg)
domain: Grammar
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Difference of Related Words

*Περὶ Διαφορᾶς Συγγενῶν Λέξεων*

**Author:** Philon of Byblos

**eul_wid:** `oow-ac` · [HTML page](https://eulogikon.org/works/philon-byblos-difference-words-oow-ac)

## Text

### 1

ἆθλον ἐπάθλου διαφέρει. ἆθλον μὲν γὰρ καλεῖται αὐτὸς ὁ ἀγών, ἔπαθλον δὲ τὸ διδόμενον τῷ νικήσαντι δῶρον. Eren. Er. Egud. ἀμφὶ μὲν σημαίνει τὸ περί, τὸ δὲ ἀμφὶς ποτὲ μὲν σημαίν〈ε〉ι τὸ περί, ποτὲ δὲ τὸ χωρὶς ἀμφοτέρωθεν.

### 2

Pt. Eren. Er. ἀμῦναι καὶ ἐπαμῦναι τινὲς ταὐτὸ ᾠήθησαν εἶναι, καὶ οὐ καλῶς· διαφέρει γάρ.

### 3

ἀμῦναι οὖν ἐστι τὸ ἀνταμείψασθαι τὸν ἠδικηκότα, ἐπαμῦναι δὲ τὸ βοηθῆσαι. Ὅμηρος (Ε 685)· ‘ἀλλ’ ἐπάμυνον‘. Egud. ἀμφισβήτησις ἀγνοίας διαφέρει.

### 4

ἄγνοια μὲν γάρ ἐστι παντελῶς ἀνεπιστημοσύνη τοῦ προκειμένου, ἀμφισβήτησις δὲ ἡ ἑτέρου πρὸς ἕτερον ἀμφιβολία περὶ τοῦ προκειμένου πράγματος. Egud. ἀνάθημα ἀναθέματος διαφέρει.

### 5

ἀνάθημα μὲν γάρ ἐστι, τὸ διὰ τοῦ η γραφόμενον, τὸ ἀνιερούμενόν τε καὶ ἀνατιθέμενον 〈ἐν〉 ἱερῷ τινι τόπῳ· ἀνάθεμα δέ, διὰ τοῦ ε ἐκφερόμενον, τὸ ὕβρεως ἐχόμενον καὶ ἀναθεματισμοῦ. Eren. ἀνὴρ ἀνθρώπου διαφέρει.

### 6

ἀνὴρ μὲν γὰρ κυρίως λέγεται ὁ ἐπ’ ἀρετῇ τινι διαπρέπων, ἄνθρωπος δὲ ὁ ἐπὶ μηδενί τινι διαπρέπων. Eren. Er. Egud. ἀπαράσκευος ἀπαρασκευάστου διαφέρει.

### 7

ὁ μὲν γὰρ δι’ ἑαυτοῦ τὴν χορηγίαν ἔχων ἀπαράσκευος ἂν λέγοιτο, ὁ δὲ δι’ ἑτέρου ἀπαρασκεύαστος. Pt. Eren. Er. Egud. ὁ μὲν γὰρ ἄρχων ὁ μονομάχους δοῦναι θέλων ἀπαράσκευος λέγεται Eren. Sym. Egud. οἱ δὲ μονομάχοι ἀπαρασκεύαστοι Eren. Sym. Egud. Pt. τὸ μὲν γὰρ διὰ τὸ παθητικὴν ἔχειν ἔμφασιν ὑφ’ ἕτερον πίπτει, τὸ δὲ αὐτεξούσιόν ἐστιν. ὁ οὖν ἐναλλάσσων ταῦτα ἀκυρολογεῖ. Eren. Sym. (Egud. valde mutil.) ἄποικοι μὲν οἱ ἐν ἐρήμῳ τόπῳ πεμπόμενοι οἰκῆσαι, ἔποικοι δὲ οἱ ἐν πόλει. [5]

### 8

Laur. ἀπολείπει καὶ ἐκβάλλει διαφέρει.

### 9

ἀπολείπει μὲν ἡ γυνὴ τὸν ἄνδρα, ἐκβάλλει δὲ ὁ ἀνὴρ τὴν γυναῖκα. Eren. Er. ἀπόνοια ἀνοίας διαφέρει Eren.

### 10

Er. Egud. ἀπόνοια μὲν γὰρ μανία τίς ἐστιν καὶ ὑπερηφανία μισουμένη· ἡ δὲ ἄνοια στέρησις οὖσα φρονήσεως ἐλεεῖται μᾶλλον ἢ μισεῖται. Eren. Er. ἀστρολογία ἀστρονομίας διαφέρει.

### 11

ἀστρονομία μὲν γάρ ἐστιν ἡ κατάληψις τῶν ἄστρων, ἀστρολογία δὲ ἡ τὰ ἐκ τῶν κινήσεων τῶν ἀστέρων ἀποτελέσματα δηλοῦσα ἐπιστήμη. Eren. Er. Egud. βοῦς μόσχου διαφέρει.

### 12

βοῦς μὲν γάρ ἐστι ὁ τέλειος· μόσχος δὲ ὁ νεογνός, ἀφ’ οὗ καὶ μοσχεία ἡ νέα φυτεία. Er. Egud. γαμήλια καὶ γαμηλία διαφέρει.

### 13

γαμήλια τὰ τελούμενα ἐν τῇ ἡμέρᾳ καθ’ ἣν ὁ γάμος ἐκτελεῖται, ἢ τὰ δῶρα τὰ διδόμενα ἐν γάμῳ. γαμηλία δὲ ἡ εἰς τοὺς φράτορας διδομένη ἐγγραφὴ καὶ εἰσαγωγὴ ἐπὶ γάμοις ἣν ὠνόμαζον καὶ κουρεῶτιν. οἱ δέ φασιν γαμηλίαν θυσίαν ἣν ἔθυον τοῖς δημόταις οἱ εἰς τοὺς ἐφήβους ἐγγραφόμενοι καὶ μέλλοντες γαμεῖν· ἐγίνετο δὲ ἡ θυσία Ἥρᾳ καὶ Ἀφροδίτῃ καὶ Χάρισι γαμηλίαις· ἢ θυσία τοῖς τῷ δήμῳ θεοῖς. Eren. ἕρκος καὶ ἑρκίον διαφέρει. [5]

### 14

ἕρκος ἐπὶ πόλεων, ἑρκίον ἐπὶ ἐπαύλεων. Eren. Er. ἡσυχάζειν καὶ σιγᾶν διαφέρει Eren.

### 15

Egud. ἡσυχάζειν μὲν γὰρ τὸ ἠρεμεῖν καὶ ἀτρεμεῖν δι’ ὅλου τοῦ σώματος, σιγᾶν δὲ ἐπὶ γλώττης μόνον, τὸ μὴ λαλεῖν. Eren. Er. Egud. Pt. θόλος καὶ θολ{ι}ὸς διαφέρει.

### 16

θόλος τὸ οἰκοδόμημα ὃ νῦν καμάραν καλοῦσι· θολ{ι}ὸς τὸ μέλαν τῆς σητηός. Eren. τὸ ἱππῆς τοῦ ἱππέας διαφέρει.

*[crux: τηό]*

### 17

ἱππῆς μὲν γὰρ λέγουσιν οἱ Ἀττικοὶ ἐπὶ ὀνομαστικῆς πτώσεως, ἱππέας δὲ ἐπὶ αἰτιατικῆς ἐπιτεταμένως· ὁμοίως βασιλῆς καὶ βασιλέας καὶ τἆλλα προσηγορικά Pt. μηρία καὶ μηροὶ διαφέρει.

### 18

μηρία μὲν γὰρ τὰ {ἐν}ἁγιζόμενα τοῖς θεοῖς, μηροὶ δὲ 〈καὶ〉 τὰ μὴ οὕτως ἔχοντα. Eren. Er. μνᾶται καὶ μνηστεύεται διαφέρει.

### 19

μνᾶται μὲν ὁ ἀνὴρ γυναῖκα, μνηστεύεται δὲ ἡ γυνὴ ἄνδρα. Eren. Er. τὸ μὲν οὐδέποτε καὶ ἐπὶ τοῦ παρεληλυθότος καὶ ἐπὶ τοῦ μέλλοντος λέγεται, τὸ δὲ οὐδεπώποτε ἐπὶ μόνου παρεληλυθότος· ὥστε οἱ λέγοντες ‘οὐδεπώποτε γενήσεται‘ σολοικίζουσιν.

### 20

Pt. πάγετος μὲν τὸ κρύος, παγετὸς δὲ ὁ χειμών.

### 21

Eren. Er. τύραννοι καὶ βασιλεῖς διαφέρουσιν.

### 22

τύραννοι μὲν γὰρ οἱ ἐξ ὠμότητος ἢ ἁρπαγῆς τὴν βασιλείαν δεξάμενοι, βασιλεῖς δὲ οἱ πατροπαράδοτον τὴν βασιλείαν ἔχοντες. Er. φλαῦρον καὶ φαῦλον διαφέρει.

### 23

φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν καὶ κοῦφον κακόν, φαῦλον δὲ τὸ μέγα Eren. Er., ὡς καὶ ἐν ἄλλοις παρεδηλώσαμεν. Er. χρῆνα〈ι〉 δεῖν.

### 24

Ἴσαιος (fr. 27 c Thalh.) πρὸς Τληπόλεμον· ‘ἐπειδὴ γοῦν οὐκ ἐδόκει χρῆναι πλέον δαν〈ε〉ίζεσθαι‘. χρὴ δεῖ, ἐχρῆν ἔδει. Pt. χροῦς καὶ χρῶς διαφέρει.

### 25

χροῦς μὲν γὰρ ἡ χροιὰ καὶ τὸ χρῶμα τῆς γαστρός· φαμὲν οὖν εὔχρουν καὶ ἄχρουν. χρῶς δὲ τὸ σῶμα. Pt.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: oow-ac`.
