---
title: Paean to Dionysus
title_greek: Παιὰν πρὸς Διόνυσον
author: Philodamus of Scarpheia the Lyric Poet
eul_wid: hdk-aa
eul_aid: hdk
canonical: "https://eulogikon.org/works/philodamus-scarpheia-paean-dionysus-hdk-aa"
period: Classical
dialect: Attic
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Paean to Dionysus

*Παιὰν πρὸς Διόνυσον*

**Author:** Philodamus of Scarpheia the Lyric Poet

**eul_wid:** `hdk-aa` · [HTML page](https://eulogikon.org/works/philodamus-scarpheia-paean-dionysus-hdk-aa)

## Text

### unit_1

[Δεῦρ’ ἄνα Δ]ιθύραμβε Βάκχ’ ε[ὔιε, ταῦρε, κισσο]χαῖ‐ τα, Βρόμι’, ἠρινα[ῖς ἵκου] [ταῖσδ’] ἱεραῖς ἐν ὥραις· Εὐοῖ ὦ Ἰό[βακχ’ ὦ ἰὲ Παιά]ν· [ὃ]ν Θήβαις ποτ’ ἐν εὐίαις Ζη[νὶ γείνατο] καλλίπαις Θυώνα· πάντες δ’ [ἀθά]νατοι [χ]όρευ‐ σαν, πάντες δὲ βροτοὶ χ[άρεν] [σαῖσι], Βάκχιε, γένναις. [para]Ἰὲ Παιάν, ἴθι σωτήρ, [para][εὔφρων τάνδε] πόλιν φύλασς’ [para]εὐαίωνι σὺν [ὄλβῳ.] Ἤν, τότε βακχίαζε μὲν χθὼ[ν μεγαλώνυμός] τε Κά‐ δμου Μινυᾶν τε κόλπ[ος Εὔ‐] [βο]ιά τε καλλίκαρπος· Εὐοῖ ὦ Ἰόβ[ακχ’ ὦ ἰὲ] Παιάν· πᾶσα δ’ ὑμνοβρύης χόρευ‐ ε[ν Δελφῶ]ν ἱερὰ μάκαιρα χώρα· αὐτὸς δ’ ἀστε[ρόεν δ]έμας φαίνων Δελφίσι σὺν κόραις [Παρν]ασσοῦ πτύχας ἔστας. [para]Ἰὲ Παιάν, ἴθι σωτήρ, εὔφρων τάνδε πόλιν φύλασς’ [para]εὐαίωνι σὺν ὄλβῳ. [ ]λὲς δὲ χειρὶ πάλ‐ λων δ[έρ]ας ἐνθέοις [σὺν οἴσ‐] τροις ἔμολες μυχοὺς [Ἐλε]υ‐ σῖνος ἀν’ [ἀνθεμώ]δεις· Εὐοῖ ὦ Ἰόβακχ’ ὦ ἰ[ὲ Παι]άν· [ἔθνος ἔνθ’] ἅπαν Ἑλλάδος γᾶς ἀ[μφ(ὶ) ἐ]ννατέταις [φίλιον] ἐπ[όπ]ταις ὀργίων ὁσ[ίων Ἴ]ακ‐ χον [κλείει σ]ε· βροτοῖς πόνων ᾦξ[ας δ’ ὅρ]μον [ [para]Ἰὲ Παιάν, ἴθι σωτήρ,

### unit_2

εὔφρων τάνδε πόλιν φύλασς’ εὐαιῶνι σὺν ὄλβῳ. Παννυχίσιν] δὲ καὶ χοροῖς Γ.......ΛΙΣ xii litt. ΕΚΓ xvi litt. Σ []Ν . . . . . . . . ...ΥΘ..ΥΡ[ .Λ.ΤΟ...Ν.......ΠΑΟ.[ εὔφρω[ν τάνδε] πό[λιν] φύλασ[ς’] [ε]ὐ[αίωνι σὺν ὄλβῳ. [Ἔ]ν[θεν ἐ]π’ ὀλβίας χθονὸς Θεσ[σαλίας] ἔκελσας ἄ‐ στη, τέμενός τ’ Ὀλύμπι[ον], [Πιερ]ίαν τε κλειτάν· Εὐοῖ ὦ Ἰόβακχ’ [ὦ ἰὲ Παι]άν· Μοῦσαι [δ’] αὐτίκα παρθένοι κ[ισσῷ] στε[ψ]άμεναι κύκλῳ σε πᾶσαι μ[έλψαν] ἀθάνα[τον] ἐς ἀεὶ Παιᾶν’ εὐκλέα τ’ ὀ[πὶ κλέο]υ‐ σαι· [κα]τᾶρξε δ’ Ἀπόλλων. [para]Ἰὲ Παιάν, ἴθι σωτήρ, [para]εὔφρων τάνδε πόλιν φύλασς’ εὐαίωνι σὺν ὄλβῳ. ....σευ.θ.ετας τ.τιμ.......ισορι ....κανεξεσι πυθοχρη[στ....] ἰαχὰν ...νεαι⁚ εὐοῖ ὦ Ἰόβακχ’ [ὦ ἰὲ Παιὰ]ν ...εμι....λε..δαιδ........πις [ [ x litt. ]νφο[ [ παλ ρων φιλ ων προφη[ νομοθετ[ παλλ.κ[ ως [ [ [ [ ναπεμπε[ οἳ σέβου[σι ως δυσαντ[ σιν εχρθθπο[ ε χώραν ελε [xx lit.] πατρωι [...] [para]Ἰ[ὲ Παιάν, ἴθι] σωτήρ, [para][εὔφρων τάνδε πόλιν φύλ[ασ]ς’ [para]εὐαίωνι σ[ὺ]ν ὄλβ[ῳ.] Ἐκτελέσαι δὲ πρᾶξιν Ἀμ‐ φικτύονας θ[εὸς] κελεύ‐ ει τάχος, ὡ[ς ἐπ]άβολος μὴν ἱκέτα[ς] κατάσχῃ. Εὐοῖ ὦ [Ἰόβ]ακχ’ ὦ ἰὲ Παιάν·

### unit_3

δε[ῖξαι] δ’ ἐγ ξενίοις ἐτεί‐ οις θεῶν ἱερῷ γένει συναίμῳ τόνδ’ ὕμνον, θυσίαν δὲ φαί‐ νει[ν] σὺν Ἑλλάδος ὀλβίας πα[νδ]ήμοις ἱκετείαις. Ἰὲ Παιάν, ἴθι σωτήρ, [para]εὔφρων τάνδε πόλιν φύλασς’ [para]εὐαίωνι σὺν ὄλβῳ. Ὦ μάκαρ ὀλβία τε κεί‐ νων γεν[εὰ] βροτῶν, ἀγή‐ ρων ἀμίαντον ἃ κτίσῃ ναὸ[ν ἄ]νακ[τι] Φοίβῳ. Εὐοῖ ὦ Ἰόβακχ’ ὦ ἰὲ Π[αιάν]. [ν]ε[ο]χρύσεον χρυσέοις τύποις πα[ circ. xi litt. ]νθεαιγ κύκλου [circ. vii litt.] κω[ circ. iv litt. ]δογ, κόμαν δ’ ἀργαίνοντ’ ἐλέφαντι, κ[ρα‐ τὸς] δ’ αὐτόχθονι κόσμῳ. [para]Ἰὲ Παιάν, ἴθι σωτήρ, [para]εὔφρων τάνδε πόλιν φύλασς’ εὐαίωνι σὺν ὄλβῳ. Πυθιάσιν δὲ πενθετή‐ ροισ[ι τ]ροπαῖς ἔταξε Βάκ‐ χου θυσίαν χορῶν τε πο[λ‐] [λῶν] κυκλίαν ἅμιλλαν (Εὐοῖ ὦ Ἰ[ό]βακχ’ [ὦ ἰὲ Παι]ὰν) τεύχειν· ἁλιοφεγγ[έ]σ[ι]ν δ’ ἀρχο[ύσαις] ἴσον ἁβρὸν ἄγαλμα Βάκχο[υ] ἐν [vi litt.] χρυσέων λεόν‐ των στῆσα[ι], ζαθέῳ τε τ[εῦ‐] ξαι θεῷ πρέπον ἄντρον. [para]Ἰὲ Παιάν, ἴθι σωτήρ, [para]εὔφρων τάνδε πόλιν φύλασς’ [para]εὐαίωνι σὺν ὄλβῳ. Ἀλλὰ δέχεσθε Βακχ[ιά‐]

### unit_4

[στα]ν Δι[ό]νυσ[ον, ἐν δ’ ἀγυι‐] αῖς ἅμα σὺγ [χοροῖσ]ι κ[ι‐] [κλῄσκετε] κισσ[οχ]αίταις (Ε[ὐοῖ ὦ Ἰ]όβακχ’ ὦ ἰὲ [Παιὰν]) πᾶσαν [Ἑλ]λάδ’ ἀν’ ὀ[λβίαν .αν....ιτε πολ..υ..στεα..νας..ρεπι[Partial Letter][ λω [......]ν...ιο.ε...κυκλι[ [ἄ]να[ξ] ὑγιείας. [para]Ἰὲ Παιάν, [ἴ]θι σω[τήρ· εὔφρων] τάνδε πόλιν φύλασς’ [εὐαίωνι σὺν ὄλβῳ.]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: hdk-aa`.
