---
title: "Philo's Medicinal Formulary"
title_greek: Ἀπόσπασμα
author: Philo of Tarsus the Physician
eul_wid: nkc-aa
eul_aid: nkc
canonical: "https://eulogikon.org/works/philo-tarsus-medicinal-formulary-nkc-aa"
period: Hellenistic
dialect: Technical Koine
domain: Medicine
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Philo's Medicinal Formulary

*Ἀπόσπασμα*

**Author:** Philo of Tarsus the Physician

**eul_wid:** `nkc-aa` · [HTML page](https://eulogikon.org/works/philo-tarsus-medicinal-formulary-nkc-aa)

## Text

### 690

Ταρσέος ἰητροῖο μέγα θνητοῖσι, Φίλωνος εὕρεμα πρὸς πολλάς εἰμι παθῶν ὀδύνας, εἴτε κόλον πάσχει τις, ἅπαξ δοθέν, εἴτε τις ἧπαρ εἴτε δυσουρ〈ε〉ίῃ ἴσχεται εἴτε λίθῳ.

### 690

ἰῶμαι καὶ σπλῆνα καὶ ὀρθόπνοιαν ἀνιγρήν, καὶ φθίσιν ἰῶμαι, σπασμὸν ἐνιστάμενον, καὶ σφαλερὴν πλευρῖτιν· ἀποπτύων δέ τις αἷμα ἢ ἐμέων ἕξει μ’ ἀντίπαλον θανάτου. πάντα δ’ ὅσα σπλάγχνοισιν ἐνίσταται ἄλγεα παύω, βῆχά τε καὶ πνιγμόν, λύγγα τε καὶ κατάρουν. γέγραμμαι δὲ σοφοῖσι, μαθὼν δέ τις οὐ βραχύ μ’ ἕξει δῶρον, ἐς ἀξυνέτους δ’ οὐκ ἐπόθησα περᾶν. ξανθὴν μὲν τρίχα βάλλε μυρίπνοον ἰσοθέοιο, οὗ λύθρος Ἑρμεία〈ι〉ς λάμπεται ἐν βοτάναις, κρόκου δὲ σταθμὸν φρένας ἀνέρος· οὐ γὰρ ἄδηλον· βάλλε δὲ καὶ δραχμὴν Ναυπλίου Εὐβοέως, καὶ τρίτου ἐν Τρώεσσι Μενοιτιάδαο φονῆος δραχμὴν τὴν μήλων γαστέρι σῳζομένην. ὁλκὰς δ’ ἀργεννοῖο πυρώδεος εἴκοσι βάλλε, εἴκοσι καὶ κυάμου θηρὸς ἀπ’ Ἀρκαδίης, δραχμὴν καὶ ῥίζης ψευδωνύμου, ἣν ἀνέθρεψε χῶρος ὁ τὸν Πίσῃ Ζῆνα λοχευσάμενος. πῖον δὲ γράψας, ἄρθρον βάλε πρῶτον ἐπ’ αὐτῷ ἄρρεν, ἐνὶ δραχμαῖς πέντε δὶς ἑλκόμενον, νᾶμα δὲ θυγατέρων ταύρων χέε Κεκροπίδαισι συγγενές, οὐκ Τρίκκης ὡς ἐνέπουσιν ἐμοί.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: nkc-aa`.
