---
title: Fragments on Abraham and Patriarchs
title_greek: Ἀποσπάσματα περὶ Ἀβραὰμ καὶ τῶν Πατριαρχῶν
author: Philo of Alexandria the Elder
eul_wid: mcq-aa
eul_aid: mcq
canonical: "https://eulogikon.org/works/philo-alexandria-abraham-patriarchs-mcq-aa"
lang: grc
period: Hellenistic
dialect: Koine
domain: "Poetry, Theology"
genre: Epic
content_hash: "sha256:29a9b769b7ff2c8dd848b298841dedf06ffe37a2ef6ba15492c9e489677cb325"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Abraham and Patriarchs

*Ἀποσπάσματα περὶ Ἀβραὰμ καὶ τῶν Πατριαρχῶν*

**Author:** Philo of Alexandria the Elder

**eul_wid:** `mcq-aa` · [HTML page](https://eulogikon.org/works/philo-alexandria-abraham-patriarchs-mcq-aa)

## Text

`681-686`

περὶ Ἱεροσόλυμα

  

`681-685`

περὶ Ἱεροσόλυμα αʹ

  

`681`

ἔκλυον ἀρχεγόνοισι τὸ μυρίον ὥς ποτε θεσμοῖς  <span class="gap">…</span>  

Ἀβραὰμ κλυτοηχές, ὑπέρτερον ἅμματι δεσμῶν,  

παμφαὲς ἐπλήμμυρε μεγαυχήτοισι λογισμοῖς  

θειοφιλῆ θέλγηθρα. λιπόντι γὰρ ἀγλαὸν ἕρκος  

αἰνοφύτων ἔκκαυμα βριήπυος αἰνετὸς ἴσχων  

ἀθάνατον ποίησεν ἑὴν φάτιν· ἐξέτι κείνου  

ἔκγονος αἰνογόνοιο πολύμνιον ἔλλαχε κῦδος.  

`682`

ἄρτι χερὸς θνητοῖο ξιφηφόρον ἐντύνοντος  

λήμματι καὶ σφαράγοιο παρακλιδὸν ἀθροισθέντος·  

ἀλλʼ ὁ μὲν ἐν χείρεσσι κερασφόρον ὤπασε κριόν.  

`683`

νηχομένοις δʼ ἐφύπερθε τὸ θαμβηέστατον ἄλλο  

δέρκηθρον· συναοιδὰ μεγιστούχοιο λοετροῖς  

ῥεύματος ἐμπίπλησι βαθὺν ῥόον ἐξανιείσης.  

`684`

ῥεῦμα γὰρ ὑψιφάεινον ἐν ὑετίοις νιφετοῖσιν  

ἱέμενον πολυγηθὲς ὑπαὶ πύργοις συνόροισιν  

στρωφᾶται, καὶ ξηρὰ πέδῳ κεκονιμένα κρήνης  

τηλεφαῆ δείκνυσιν ὑπέρτατα θάμβεα λαῶν  

`685`

αἰπὺ δʼ ἄρʼ ἐκπτύουσι διὰ χθονὸς ὑδροχόοισι  

σωλῆνες  

`686`

περὶ Ἱεροσόλυμα ιδʹ  <span class="gap">…</span>

  

τοῖσιν ἕδος μακαριστὸν ὅλης μέγας ἔκτισεν ἄκτωρ  

ὕψιστος καὶ πρόσθεν ἀπʼ Ἀβραάμοιο καὶ Ἰσάκ  

Ἰακώβ τʼ εὐτέκνοιο, τόθεν Ἰωσήφ, ὃς ὀνείρων  

θεσπιστὴς σκηπτούχῳ ἐν Αἰγύπτοιο θρόνοισιν  

δινεύσας λαθραῖα χρόνου πλημμυρίδι μοίρης.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: mcq-aa`.
