---
title: Fragments of Endurance and Moira
title_greek: Ἀποσπάσματα Καρτερίας καὶ Μοίρας
author: Philetas of Cos
eul_wid: hvm-ac
eul_aid: hvm
canonical: "https://eulogikon.org/works/philetas-cos-fragments-endurance-moira-hvm-ac"
lang: grc
period: Hellenistic
dialect: Attic
domain: Poetry
genre: Elegy
content_hash: "sha256:d4982b4634b51daa222e316b39d28dc5ff5df34c52c16d6a819538f6627fc26f"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments of Endurance and Moira

*Ἀποσπάσματα Καρτερίας καὶ Μοίρας*

**Author:** Philetas of Cos

**eul_wid:** `hvm-ac` · [HTML page](https://eulogikon.org/works/philetas-cos-fragments-endurance-moira-hvm-ac)

## Text

`1`

Δημήτηρ

  

Νῦν δʼ αἰεὶ πέσσω· τὸ δʼ ἀέξεται ἄλλο νεῶρες  

πῆμα· κακοῦ δʼ οὔπω γίγνεται ἡσυχίη.  

`2`

Ἀλλʼ ὅτʼ ἐπὶ χρόνος ἔλθῃ, ὃς ἐκ Διὸς ἄλγεα πέσσειν  

ἔλλαχε, καὶ πενθέων φάρμακα μοῦνος ἔχει·  

καὶ γάρ τις μελέοιο κορεσσάμενος κλαυθμοῖο  

κήδεα δειλαίων εἷλεν ἀπὸ πραπίδων ...  

`3`

Τω ου μοι πολέων γαίης ὕπερ ἠδὲ θαλάσσης  

ἐκ Διὸς ὡραίων ἐρχομένων ἐτέων.  

Οὐδʼ ἀπὸ Μοῖρα κακῶν μελέῳ φέρει, ἀλλὰ μένουσιν  

ἔμπεδʼ ἀεί, καὶ τοῖς ἄλλα προσαυξάνεται.  

`4`

Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱὸς  

Φλιοῦς ἣν αὐτὸς δείματο, λευκόλοφος.  

`6`

Ἀτραπὸν εἰς Ἀΐδαο  

ἤνυσα, τὴν οὔπω τις ἐναντίον ἦλθεν ὁδίτης.  

`7`

Ἦ μὲν γὰρ πολέεσσι πεφύρησαι χαλεποῖσι,  

θυμέ, γαληναίῃ δʼ ἐπιμίσγεαι οὐδʼ ὅσον ὅσσον,  

ἀμφὶ δέ τοι νέαι αἰὲν ἀνῖαι τετρήχασιν.  

`8`

Ἰσχυρὰ γὰρ ἐπικρατεῖ ἀνδρὸς Ἀνάγκη,  

ἥ ῥʼ οὐδʼ ἀθανάτους ὑποδείδιεν οἵ τʼ ἐν Ὀλύμπῳ  

ἔκτοσθεν χαλεπῶν ἀχέων οἴκους ἐκάμοντο.  

`9`

Ἀγαθὴ δʼ ἔπι ἤθεσιν αἰδώ.  

`10-13`

Παίγνια

  

`10`

Οὔ μέ τις ἐξ ὀρέων ἀποφώλιος ἀγροιώτης  

αἱρήσει κλήθρην, αἰρόμενος μακέλην·  

ἀλλʼ ἐπέων εἰδὼς κόσμον καὶ πολλὰ μογήσας  

μύθων παντοίων οἶμον ἐπιστάμενος.  

`11`

Ἐκ θυμοῦ κλαῦσαί με τὰ μέτρια, καί τι προσηνὲς  

εἰπεῖν, μεμνῆσθαί τʼ οὐκέτʼ ἐόντος ὁμῶς.  

`12`

Οὐ κλαίω ξείνων σε, φιλαίτατε· πολλὰ γὰρ ἔγνως  

καλά· κακῶν δʼ αὖ σοι μοῖραν ἔνειμε θεός.  

`13`

Γαῖαν μὲν φανέουσι θεοί ποτε· νῦν δὲ πάρεστιν  

λαιψηρῶν ἀνέμων μοῦνον ὁρᾶν τέμενος.  

`14`

Θρήσασθαι πλατάνῳ γραίῃ ὕπο  

`16`

Γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ψυχὴν ὀλέσασα,  

ὀξείης κάκτου τύμμα φυλαξαμένη.  

`17`

Λευγαλέος δὲ χιτὼν πεπινωμένος, ἀμφὶ δʼ ἀραιὴ  

ἰξὺς εἴλυται ῥάμμα μελαγκράνινον.  

`18`

Τά οἵ ποτε Κύπρις ἑλοῖσα  

μᾶλα Διωνύσου δῶκεν ἀπὸ κροτάφων.  

`19`

Δμωίδες εἰς ταλάρους λευκὸν ἄγουσιν ἔρι.  

`20`

Οὐδʼ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγεν.  

`21`

Νήχυτον ὕδωρ  

`22`

Βουγενέας φάμενος προσεβήσαο μακρὰ μελίσσας  

`23`

Καί κεν Ἀθηναίης δολιχαόρου ἱερὸν ἄστυ  

`24`

Νάσσατο δʼ ἐν προχοῇσι μελαμπέτροιο Βυρίνης.  

`25`

Νισύριοι μοῦνοι μὲν ἐλεύθεροι ἱεροεργοὶ  

ἀνδράσι πὰρ Κῴοισιν, ἐλεύθερον ἆμαρ ἔχοντες,  

δούλων δʼ οὔτις πάμπαν ἐσέρχεται οὐδʼ ἠβαιόν.  

`26`

Θοὴ δʼ ὑπεδέξατο γαῖα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: hvm-ac`.
