---
title: Fragments on Death and Illness
title_greek: Ἀπόσπασμα περὶ Θανάτου καὶ Νόσου
author: Pherecydes of Syros II
eul_wid: aza-aa
eul_aid: aza
canonical: "https://eulogikon.org/works/pherecydes-syros-death-illness-aza-aa"
period: Archaic
dialect: Ionic (frg)
format: Epistle
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Death and Illness

*Ἀπόσπασμα περὶ Θανάτου καὶ Νόσου*

**Author:** Pherecydes of Syros II

**eul_wid:** `aza-aa` · [HTML page](https://eulogikon.org/works/pherecydes-syros-death-illness-aza-aa)

## Text

### 1

Θαλῇ.

### 2

Εὖ θνήσκοις ὅταν τοι τὸ χρεὼν ἥκῃ. νοῦσός με καταλελάβηκε δεδεγμένον τὰ παρὰ σέο γράμματα. φθειρῶν ἔβρυον πᾶς καί με εἶχεν ἠπίαλος. ἐπέσκηψα δ’ ὦν τοῖσι οἰκιήτῃσι, ἐπήν με κατθάψωσι, ἐς σὲ τὴν γραφὴν ἐνεῖκαι. σὺ δὲ ἢν δοκιμώσῃς σὺν τοῖσι ἄλλοισι σοφοῖσι, οὕτω μιν φῆνον, ἢν δὲ οὐ δοκιμώσητε, μὴ φήνῃς· ἐμοὶ μὲν γὰρ οὔκω ἥνδανε. ἔστι δὲ οὐκ ἀτρεκηίη πρηγμάτων, οὐδ’ ὑπίσχομαι τἀληθὲς εἰδέναι, ἅσσα δ’ ἂν ἐπιλέγῃ θεολογέων· τὰ ἄλλα χρὴ νοέειν· ἅπαντα γὰρ αἰνίσσομαι. τῇ δὲ νούσῳ πιεζόμενος ἐπὶ μᾶλλον οὔτε τῶν τινὰ ἰητρῶν οὔτε τοὺς ἑταίρους ἐσιέμην, προεστεῶσι δὲ τῇ θύρῃ καὶ εἰρομένοισι ὁκοῖόν τι εἴη, διεὶς δάκτυλον ἐκ τῆς κληίθρης ἔδειξ’ ἂν ὡς ἔβρυον τοῦ κακοῦ. καὶ προεῖπα αὐτοῖσι ἥκειν ἐς τὴν ὑστε ραίην ἐπὶ τὰς Φεφεκύδεω ταράς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: aza-aa`.
