---
title: Epigrams
title_greek: Ἐπιγράμματα
author: Phaedimus of Bisanthe
eul_wid: jro-aa
eul_aid: jro
canonical: "https://eulogikon.org/works/phaedimus-bisanthe-epigrams-jro-aa"
lang: grc
period: Hellenistic
dialect: Koine
domain: Poetry
genre: Epigram
content_hash: "sha256:c4941b2b9242d1cd321191ec2c2b931bf285d72722caf21e69176feaa519dbc2"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Epigrams

*Ἐπιγράμματα*

**Author:** Phaedimus of Bisanthe

**eul_wid:** `jro-aa` · [HTML page](https://eulogikon.org/works/phaedimus-bisanthe-epigrams-jro-aa)

## Text

`6.271`

ΦΑΙΔΙΜΟΥ

  

Ἄρτεμι, σοὶ τὰ πέδιλα Κιχησίου εἵσατο υἱὸς  

καὶ πέπλων ὀλίγον πτύγμα Θεμιστοδίκη,  

οὕνεκά οἱ πρηεῖα λεχοῖ δισσὰς ὑπερέσχες  

χεῖρας ἄτερ τόξου, πότνια, νισσομένη.  

Ἄρτεμι, νηπίαχον δὲ καὶ εἰσέτι παῖδα Λέοντος  

νεῦσον ἰδεῖν κοῦρον γυῖʼ ἐπαεξόμενον.  

`7.739`

ΦΑΙΔΙΜΟΥ

  

Αἰάζω Πολύανθον, ὃν εὐνέτις, ὦ παραμείβων,  

νυμφίον ἐν τύμβῳ θῆκεν Ἀρισταγόρη  

δεξαμένη σποδιήν τε καὶ ὀστέα—τὸν δὲ δυσαὲς  

ὤλεσεν Αἰγαίου κῦμα περὶ Σκίαθον—,  

δύσμορον ὀρθρινοί μιν ἐπεὶ νέκυν ἰχθυβολῆες,  

ξεῖνε, Τορωναίων εἵλκυσαν ἐς λιμένα.  

`13.2`

ΦΑΙΔΙΜΟΥ

  

Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε,  

ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπον·  

Κηφισιεὺς ὁ κοῦρος· ᾧ χαρείς, ἄναξ,  

Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω.  

`13.22`

ΦΑΙΔΙΜΟΥ

  

Τόξον μέν, ᾧ Γίγαντος ὤλεσας σθένος,  

ἴσχε βίης, ἑκάεργʼ ἀνάσσων·  

οὔ σοι φαρέτρη λύεται λυκοκτόνος·  

τοῖσδε δʼ ἐπʼ ἠιθέοις ὀιστὸν  

στρέφειν Ἔρωτος, τόφρʼ ἀλέξωνται πάτρῃ  

θαρσαλέοι φιλότατι κούρων·  

πυρὸς γὰρ ἀλκή, καὶ θεῶν ὑπέρτατος  

αἰὲν ὅδε προμάχους ἀέξειν.  

Μελιστίωνος δʼ, ὦ πατρώιον σέβας  

Σχοινιέων, ἐπίηρα δέχθαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: jro-aa`.
