---
title: "Battle of Frogs and Mice, Byzantine Prosody"
title_greek: Βατραχομυομαχία
author: Parodist  Anonymous
eul_wid: mje-aa
eul_aid: mje
canonical: "https://eulogikon.org/works/parodist-anon-frogs-mice-mje-aa"
period: Hellenistic
dialect: Epic (Homeric)
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Battle of Frogs and Mice, Byzantine Prosody

*Βατραχομυομαχία*

**Author:** Parodist  Anonymous

**eul_wid:** `mje-aa` · [HTML page](https://eulogikon.org/works/parodist-anon-frogs-mice-mje-aa)

## Text

### unit_1

οὐδέποτε πτολέμοιο κακὴν ἀπέφυγον ἀϋτήν, ἀλλ’ εὐθὺς μετὰ μῶλον ἰὼν προμάχοισιν ἐμίχθην. ἄνθρωπον οὐ δέδια καί περ μέγα σῶμα φοροῦντα, ἀλλ’ ἐπὶ λέκτρον ἰὼν ἄκρον δάκτυλον δάκνω, καὶ πτέρνης λαβόμην, καὶ οὐ πόνος ἵκανεν ἄνδρα, νήδυμος οὐκ ἀπέφυγεν ὕπνος δάκνοντος ἐμεῖο. ἀλλὰ δύω μάλα πάντα τὰ δείδια πᾶσαν ἐπ’ αἶαν, κίρκον καὶ γαλέην, οἵ μοι μέγα πένθος ἄγουσιν, καὶ παγίδα στονόεσσαν, ὅπου δολόεις πέλε πότμος· πλεῖστον δὴ γαλέην περιδείδια, ἥ τις ἀρίστη, ἣ καὶ τρωγλοδύνοντα κατὰ τρώγλην ἐρεείνει.

### unit_2

ποινὴν ἀντέκτισίν τ’ ὀρθὴν ὅς κ’ ἀποδώσει ποινὴν σὺ τίσεις μυῶν στρατῷ οὐδ’ ὑπαλύξεις καί ῥα κραιπνότατος μοίρας μυσὶν ἄγγελος ἦλθεν ἣν παγίδα καλέουσι, μυῶν ὀλέτειραν ἐοῦσαν. ὡς βατράχων στρατὸς ἔβρεμεν εὖτε γιγάντων καὶ μῦες κενταύρων μεγαλαύχων ἦσαν ὁμοῖοι Ἀρτοφάγος δὲ Πολύφωνον κατὰ γαστέρα τύψε· ἤριπε δὲ πρηνής, ψυχὴ δὲ μελέων ἐξέπτη. Λιμνόχαρις δ’ ὡς εἶδεν ἀπολλύμενον Πολύφωνον, Τρωγλοδύτην ἁπαλοῖο δι’ αὐχένος τρῶσεν ἐπιφθὰς πέτρῳ μυλοειδέϊ· τὸν δὲ σκότος ὄσσε κάλυψε·

### unit_3

Ὠκιμίδην δ’ ἄχος εἷλε καὶ ἤλασεν ὀξέϊ σχοίνῳ οὐδ’ ἐξέσπασεν ἔγχος ἐναντίον· ὡς δ’ ἐνόησε Λειχήνωρ δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ καὶ βάλεν, οὐδ’ ἀφάμαρτε καθ’ ἧπαρ· ὡς δ’ ἐνόησε Κοστοφάγον φεύγοντα βαθείαις ἔμπεσεν ὄχθαις. ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μάχης ἀλλ’ ἤλασεν αὐτόν· κάππεσε δ’, οὐκ ἀνένευσεν, ἐβάπτετο δ’ αἵματι λίμνη πορφυρέῳ, αὐτὸς δὲ παρ’ ἠιόν’ ἐξετανύσθη, χορδῇσιν λιπαρῇσί τ’ ἐπορνύμενος λαγόνεσσιν.

### unit_4

Ὑδρόχαρις δ’ ἔπεφνεν Πτερνοφάγον βασιλῆα, ἔσχατος δ’ ἐκ λίμνης ἀνεδύσετο, τείρετο δ’ αἰνῶς ἥρωας κρατερούς, ἀλλ’ ἔδυνε βένθεσι λίμνης μεριδάρπαξ ὄρχαμος μιμούμενος αὐτὸν ἄρηα ὃς μόνος ἐν μύεσσιν ἀρίστευεν καθ’ ὅμιλον αὐτὸς δ’ ἑστήκει γαυρούμενος κατὰ λίμνην οὐ μικρόν με πλήσσει μεριδάρπαξ ὃς κατὰ λίμνην κινείσθω τιτανοκτόνον ὀβριμοεργόν ᾧ Τιτᾶνας πέφνες ἀρίστους ἔξοχα πάντων αὐτὰρ ἔπειτα κεραυνὸν δειμαλέον διὸς ὅπλον ἧκ’ ἐπιδινήσας· ὁ δ’ ἄρ’ ἔπτατο χειρὸς ἄνακτος

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: mje-aa`.
