---
title: On Eating and Drinking
title_greek: Περὶ βρώσεως καὶ πόσεως
author: Palladius of Alexandria
eul_wid: vgi-ac
eul_aid: vgi
canonical: "https://eulogikon.org/works/palladius-alexandria-eating-drinking-vgi-ac"
lang: grc
content_hash: "sha256:c54f7afb968359c20b11e60594c338c83742f6917255357366edaca9e7899678"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Eating and Drinking

*Περὶ βρώσεως καὶ πόσεως*

**Author:** Palladius of Alexandria

**eul_wid:** `vgi-ac` · [HTML page](https://eulogikon.org/works/palladius-alexandria-eating-drinking-vgi-ac)

## Text

Ἐκ τῶν Παλλαδίου σοφίστου περὶ βρώσεως

  

καὶ πόσεως.

  

Δεῖ εἰδέναι ὅτι τὸ στόμα δεξάμενον τὴν τροφὴν μασᾶται  

αὐτὴν καὶ τέμνει καὶ καταλεαίνει διαφόροις ὀδοῦσι  

καὶ παραπέμπει τῷ οἰσοφάγῳ. ὁ δὲ οἰσοφάγος μέσος  

κεῖται τοῦ τε λάρυγγος καὶ τῶν σπονδύλων, διαδέχεται  

δὲ αὐτὸν τὸ κύτος τῆς γαστρὸς, ἐν ᾧ τὰ σιτία περιερχόμενα  

πέττεται καὶ χυλοῦται· εἶτα κατὰ διαφορῶν εἰς μίαν  

μεταβάλλεται ἰδέαν. ἰδέα δὲ τῆς γαστρὸς λευκή ἐστι.  

διὸ καὶ ὁ χυμὸς ὁ ἀπὸ τῶν σιτωδῶν λευκός ἐστι. μετὰ  

δὲ τὴν γαστέρα ἐστὶν ἡ καλουμένη δωδεκαδάκτυλος ἔκφυσις,  

ἥτις ἐκ τοῦ κατὰ τὸ μῆκος μέτρου τὴν προσηγορίαν  

ἀπείληφε. ταύτην δέ τινες μὲν ἐνόμισαν εἶναι μέρος  

τῆς γαστρὸς, τινὲς δὲ τῶν ἐντέρων, καὶ οὗτοι μᾶλλον  

ἀληθεύουσι. μετὰ δὲ τὴν δωδεκαδάκτυλον ἔστιν ἡ καλουμένη  

νῆστις, ἣ καὶ ἐκλήθη νῆστις διὰ τὸ πλῆθος τῶν εἰς  

αὐτὴν ἐμβαλλουσῶν ἀγγείων ἤτοι φλεβῶν, ἀνελκουσῶν  

ἀεὶ τὸ ἐν αὐτῇ, ὡς πάντοτε κενὴν αὐτὴν εὑρίσκεσθαι,  

μηδόλως περιέχουσάν τι. μετὰ δὲ ταύτην ἐστὶ τὰ λεπτὰ  

ἔντερα. ἀλλʼ ἐπειδὴ ἐν τούτοις τοῖς εἰρημένοις ἐντέροις  

τινές εἰσιν· οὐ γὰρ δὴ κατʼ εὐθείαν κεῖνται. μεταξὺ  

τῶν ἑλίκων τούτων ἐστὶν οἷον ὑμενώδης τις ἅμα καὶ πιμελώδης  

οὐσία, ἣ καλεῖται ἐπίπλους, ἐφʼ ἣν ἐποχοῦνται  

αἱ λεγόμεναι μεσαραϊκαὶ φλέβες, αἳ φέρονται μὲν ἀπὸ  

τοῦ ἥπατος, ἐμβάλλουσι δὲ ὀλίγαι μὲν εἰς τὴν γαστέρα,  

πολλαὶ δὲ εἰς τὰ εἰρημένα μόρια. μετὰ δὲ τὰ λεπτὰ ἔντερα  

διαδέχεται τὴν κόπρον τὰ παχέα, ἐν οἷς πρῶτον  

μέν ἐστι τὸ τυφλὸν, ὃ πρώτως δέχεται τὴν κόπρον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: vgi-ac`.
