title: Fragments P. Derveni
title_greek: Ἀποσπάσματα Π. Δερβενίου
author: Orphic Poems
eul_wid: lea-ac
eul_aid: lea
canonical: "https://eulogikon.org/works/orphic-poems-derveni-lea-ac"
lang: grc
period: Uncertain
dialect: Homeric
domain: "Philosophy, Poetry, Mythology"
genre: Commentary
content_hash: "sha256:630be3a3ae18ccdcd48d434b77658aac6579d08c1fadf71a76a4818adf11275b"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"

# Fragments P. Derveni

*Ἀποσπάσματα Π. Δερβενίου*

**Author:** Orphic Poems

**eul_wid:** `lea-ac` · [HTML page](https://eulogikon.org/works/orphic-poems-derveni-lea-ac)

## Text

`1a–=`

… ων  … μετα … ουναι  … ίνεται … α τῆς τύχης γὰρ λαμμανε  … αρ ουτ … δε κόσμος  … ησας … οτοσμ … τα κοινὰ  … έστατα ὅσος περὶ κε … λόγῳ λέγων  … οὐ κατὰ φύσιν ἀνθρωπηίου εὖρος ποδὸς  … οὐχ ὑπερβάλλων  … ι … ὅρους ε … εἰ δὲ μή, Ἐρινύες νιν ἐξευρήσουσι ὑπερβατὸμ ποῇ κ … θυο … στει … ς … α τὰ κοινὰ ῥ … υπε … ειν … σ … ος … γ γίνεται δὲ σεμνὸν  … η ἐξώλεας σφᾶς ποήσειν … δαίμονες οἳ κάτω εἰσὶγ καὶ τούτων Ἐρινύες· εἰσὶ δὲ θεῶν ὑπηρέται καὶ ἀνθρώπους κολάζουσι· ὅσαι δὲ εἰσὶν ὅπωσπερ ἄρισται ἁμαρτημάτων ποῖναι, ἐκ τοῦδʼ αἰτίην ἴσχουσι τὰ κάλλιστα ποιοῦσι  … μέχρι ὁ νοῦς συνετώτερος γίνηται  … ναστ … χρηστηριαζομ … χρηστηριαζον … αὐτοῖς παριμε … μαντεῖον ἐπε … τῶμ μαντευομένων ἕνεκεν εἰ θεμι … ιδουδεινα τί ἀπιστοῦσι, οὐ γινώσκοντες τὰ ἐνύπνια  … τῶν ἄλλωμ πραγμάτων ἑκαστ … ν ἂν  … δειγμάτωμ πιστεύοιεν ὑπὸ  … καὶ τῆς ἄλλης ἡδονῆς νενικημένοι … σιν  … πιστεύουσι α … στιν δε … θάνωσι μη … ε γινώσκωσι  … ι καὶ θυσία μ … υσι … ε … μα … ν δύναται δαίμονας ελ … ρ … ς μεθιστάναι. δαίμονες εμπο … ψυχ … οι τὴν θυσίαν τούτου ἔνεκεν  … οἱ μύσται ὡσπερεὶ ποινὴν ἀποδιδόντες τοιδε … ἱεροῖς ἐπισπένδουσιν ὕδωρ καὶ γάλα, ἐξ ὧμπερ καὶ τὰς χοὰς ποιοῦσι. ἀνάριθμα καὶ πολυόμφαλα τὰ πόπανα θύουσιν ὅτι καὶ αἱ ψυχαὶ ἀνάριθμοί εἰσι. μύσται Εὐμενίσι προθύουσι κ … υ … α … αγοις· Εὐμενίδες γὰρ ψυχαί εἰσιν, ὧν ἕνεκεν  … α θεοῖς θύειν  … ιον πρότερον  … ισγ … ται  … τεκαι … οι  … λι … η καὶ θεμιτὰ λεγο … ο γὰρ  … αι εἰπεῖν οὐχ οἷόν τε  … ὀνομάτων  … τάπορρηθέντα. ἔστι δε … πόησις αἰνιγματώδης  … σαυτ … κε θεὰς λέγειν  … αἰνιγματωδῶς  … αι μὲν οὖγ καὶ  … ο πρώτου  … του ῥήματος ὥσπερ καὶ ἐν τῷ θύρας γὰρ ἐπιθέσθαι κελεύσας τοὺς βεβήλους  … ειμ φ … πολλοῖς  … ν ἀκοὴν  … ντας  … ει … δεδήλωται ἐν τῷδε τῷ ἔπει· οἳ Διὸς ἐξεγένοντο ὑπερμενέος βασιλῆος. ὅπως δʼ ἄρχεται ἐν τοῖσδε δηλοῖ· Ζεὺς μὲν ἐπεὶ δὴ πατρὸς ὲοῦ πάρα θέσφατον ἀρχὴν ἀλκήν τʼ ἐγ χείρεσσι ἔλαβεγ καὶ δαίμονα κυδρόν. ταῦτα τὰ ἔπη ὑπερβατά ἐόντα λανθάνει,  … ιν δὲ ὧδʼ ἔχοντα· Ζεὺς μὲν ἐπεὶ τὴν ἀλκὴν παρὰ πατρὸς ἑοῦ ἔλαβεγ καὶ δαίμονα κυδρόν. χρὴ ὧδʼ ἔχοντα οὐκ ἀκούειν τὸν Ζᾶνα  … τει  … ες ἀλλὰ τὴν ἀλκὴν λαμβαν  … οντα παρὰ θέσφατα δ … κ … γὰρ τούτῳ μα … ἀνάγκην νομιζομ … καὶ μαθὼν ο … ο … αιτ … ην οὖν τοῦ ἰσχυροτάτου ἐπόησεν … εἶναι ὡσπερεὶ παῖδα πατρός. οἱ δὲ οὐ γινώσκοντες τὰ λεγόμενα δοκοῦσι τὸν Ζᾶνα παρὰ τοῦ αὑτοῦ πατρὸς τὴν ἀλκήν τε καὶ τὸν δαίμονα λαμμάνειν. γινώσκων οὖν τὸ  … μεμειγμένον τοῖς ἄλλοις ὅτι ταράσσοι καὶ κωλύοι τὰ ὄντα συνίστασθαι διὰ τὴν θάλψιν ἐξαλλασς … τε ἱκανόν ἐστιν ἐξαλλαχθὲμ μὴ κωλύειν τὰ ὄντα συμπαγῆναι. ὅσα δʼ ἂν ἁφθῇ ἐπικρατεῖται. ἐπικρατηθὲν δὲ μίσγεται τοῖς ἄλλοις. ὅτι δʼ ἐγ χείρεσσιν ἔλαβεν ᾐνίζετο ὥσπερ τἆλλα τὰ π  … ομεν  … α βεβαιότατα νοει  … ν ἰσχυρός. ἔφη τὸν Ζᾶνα τ … ν δαίμονα ὡσπερεὶ ε … ἰσχυροῦ. καὶ λέγειν· οὐ γὰρ λέγειν οἷόν τε μὴ φωνοῦντα. ἐνόμιζε δὲ τὸ αὐτὸν εἶναι τὸ λέγειν τε καὶ φωνεῖν. λέγειν δὲ καὶ διδάσκειν τὸ αὐτὸ δύναται· οὐ γὰρ οἷόν τε διδάσκειν ἄνευ τοῦ λέγειν ὅσα διὰ λόγων διδάσκεται. νομίζεται δὲ τὸ διδάσκειν ἐν τῷ λέγειν εἶναι. οὐ τοίνυν τὸ μὲν διδάσκειν ἐκ τοῦ λέγειν ἐφημίσθη τὸ δὲ λέγειν ἐκ τοῦ φωνεῖν, τὸ δʼ αὐτὸν δύναται φωνεῖγ καὶ λέγειν καὶ διδάσκειν. οὕτως οὐδὲγ κωλύει πανομφεύουσαγ καὶ πάντα διδάσκουσαν τὸ αὐτὸ εἶναι. τροφ … ι … αι ὅτι ἅσσα ὁ ἥλιος  … αύει ταῦτα ἡ νὺξ τ … σ  … ἅσσα ὁ ἥλιος  … ρ … τα … τῆς νυκτός. ἐξ ἀδύτοιο δʼ αὐτὴν λέγει χρῆσαι γνώμην ποιούμενος ἄδυτον εἶναι τὸ βάθος τῆς Νυκτός· οὐ γὰρ δύνει ὥσπερ τὸ φῶς, ἀλλά νιν ἐν τῷ αὐτῷ μένον αὐγὴ καταλαμμάνει. χρῆσαι δὲ καὶ ἀρκέσαι ταὐτὸ δύναται. σκέψασθαι δὲ χρὴ ἐφʼ ᾧ κεῖται τὸ ἀρκέσαι καὶ τὸ χρῆσαι. χρᾶν τὸνδε τὸν θεὸν νομίζοντες ἔρχονται πευσόμενοι ἅσσα ποῶσι· τα … ῳ λέγει· ἡ δὲ ἔχρησεν ἅπαντα τά οἱ θέμις  … αι  … ις ἐδήλωσεν ὅτι ο … ονται … καὶ ἀφ … · τὸ δʼ ἐχόμενον ἔπος ὧδʼ ἔχει· ὡς α … κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου. Ὄλυμπος καὶ χρόνος τὸ αὐτόν· οἱ δὲ δοκοῦντες Ὄλυμπογ καὶ οὐρανὸν ταὐτὸ εἶναι ἐξαμαρτάνουσιν, οὐ γινώσκοντες ὅτι οὐρανὸν οὐχ οἷόν τε μακρότερον ἢ εὐρύτερον εἶναι, χρόνον δὲ μακρὸν εἴ τις ὀνομάζοι οὐκ ἂν ἐξαμαρτάνοι· ὁ δὲ ὅπου μὲν οὐρανὸν θέλοι λέγειν, τὴμ προσθήκην εὐρὺν ἐποεῖτο, ὅπου δὲ Ὄλυμπον, τοὐναντίον, εὐρὺμ μὲν οὐδέποτε, μακρὸν δέ· νιφόεντα δὲ φήσας εἶναι τῇ δυνάμει ε  … ι νιφετώδει  … νιφετω … ονε … αμ … Ζεὺς μὲν ἐπεὶ δὴ πατρὸς ἑοῦ πάρα θέσφατʼ ἀκούσας· οὔτε γὰρ τό … ε ἤκουσεν, ἀλλὰ δεδήλωται ὅπως ἤκουσεν, οὔτε ἡ Νὺξ κελεύει. ἀλλὰ δηλοῖ ὧδε λέγων· αἰδοῖογ κατέπινεν, ὃς αἰθέρα ἔχθορε πρῶτος. ὅτι μὲμ πᾶσαν τὴμ πόησιν περὶ τῶμ πραγμάτων αἰνίζεται καθʼ ἔπος ἕκαστον ἀνάγκη λέγειν. ἐν τοῖς αἰδοίοις ὁρῶν τὴγ γένεσιν τοὺς ἀνθρώπους νομίζοντας εἶναι τούτῳ ἐχρήσατο, ἄνευ δὲ τῶν αἰδοίων οὐ γίνεσθαι, αἰδοίῳ εἰκάσας τὸν ἥλιον· ἄνευ γὰρ τοῦ ἡλίου τὰ ὄντα τοιαῦτα οὐχ οἷόν τε γ … ένων τῶν ἐόντων  … πρ  … τὸν ἥλιομ πάντα ο … ἐχθόρηι τὸν λαμπρότατόν τε καὶ λευκότατον χωρισθὲν ἀφʼ ἑωυτοῦ. τοῦτον οὖν τὸγ Κρόνον γενέσθαι φησὶν ἐκ τοῦ Ἡλίου τῇ Γῇ, ὅτι αἰτίαν ἔσχε διὰ τὸν ἥλιον κρούεσθαι πρὸς ἄλληλα. διὰ τοῦτο λέγει· ὃς μέγʼ ἔρεξεν. τὸ δʼ ἐπὶ τούτῳ· Οὐρανὸς Εὐφρονίδης, ὃς πρώτιστος βασίλευσεν, κρούοντα τὸν Νοῦμ πρὸς ἄλληλα Κρόνον ὀνομάσας μέγα ῥέξαι φησὶ τὸν Οὐρανόν· ἀφαιρεθῆναι γὰρ τὴμ βασιλείαν αὐτόγ. Κρόνον δὲ ὠνόμασεν ἀπὸ τοῦ  … ου αὐτὸν καὶ τἆλλα κατὰ τὸν αὐτὸν λόγον ἔκαστον· τῶγ γὰρ ἁπαντ  … ναν  … σορ … ν φύσιν  … ν  … ς ἀφαιρεῖσθαι δʼ αὐτὸν  … τὴμ βασιλείαν  … ενων  … ντα κρούεν αὐτὰ πρὸς ἄλληλα καὶ ποήσῃ το … ον χωρισθέντα διαστῆναι δίχʼ ἀλλήλων τὰ ἐόντα· χωριζομένου γὰρ τοῦ ἡλίου καὶ ἀπολαμβανομένου ἐμ μέσῳ πήξας ἴσχει καὶ τἄνωθε τοῦ ἡλίου καὶ τὰ κάτωθεν. ἐχόμενον δὲ ἔπος· ἐκ τοῦ δὴ Κρόνος αὖτις, ἔπειτα δὲ μητίετα Ζεύς, λέγει ὅτι ἐκ τοῦδε ἀρχή ἐστιν ἐξ ὅσου βασιλεύει ηδε ἀρχὴ διηγεῖται  … οντα κρούωμ πρὸς ἄλληλα διαστησας … τὴν νῦμ μετάστασιν οὐκ ἐξ ἑτέρων ἕτερʼ ἄλλʼ ἑτερ  … τὸ δʼ ἔπειτα δὲ μητίετα Ζεὺς, ὅτι μὲν οὐχ ἕτερος … ἀλλὰ ὁ αὐτὸς  … ι δὲ τόδε· Μῆτιγ κα  … ωμ βασιληίδα τιμήν ες … αι ιν … ει … αἰδοῖον τὸν ἥλιον ἔφησεν εἶναι δεδήλωται. ὅτι δὲ ἐκ τῶν ὑπαρχόντων τὰ νῦν ὄντα γίνεται λέγει· πρωτογόνου βασιλέως αἰδοίου, τοῦ δʼ ἄρα πάντες ἀθάνατοι προσέφυμ μάκαρες θεοὶ ἠδὲ θέαιναι καὶ ποταμοὶ καὶ κρῆναι ἐπήρατοι ἄλλα τε πάντα, ὅσσα τότʼ ἦγ γεγαῶτʼ, αὐτὸς δʼ ἄρα μοῦνος ἔγεντο. ἐν τούτοις σημαίνει ὅτι τὰ ὄντα ὑπῆρχεν ἀεί, τὰ δὲ νῦν ἐόντα ἐκ τῶν ὑπαρχόντων γίνεται. τὸ δὲ αὐτὸς δὲ ἄρα μοῦνος ἔγεντο, τοῦτο δὲ λέγων δηλοῖ αὐτὸν Νοῦμ πάντων ἄξιον εἶναι μόνον ἐόντα ὡσπερεὶ μηδὲν τἆλλα εἴη· οὐ γὰρ οἷόν τε ταῦτα εἶναι τὰ  … οντα ἄνευ τοῦ Νοῦ  … ομένωι  … ου ἄξιον πάντων  … ναι  … ν βασιλεὺς πάντων  … ειτα  … Νοῦς καὶ  … τον πρότερον ἦν πρὶν ὀνομασθῆναι· ἔπειτα ὠνομάσθη· ἦγ γὰρ καὶ πρόσθεν  … ων η τὰ νῦν ἐόντα συσταθῆναι ἀὴρ καὶ ἔσται ἀεί· οὐ γὰρ ἐγένετο, ἀλλὰ ἦν· διʼ ὅ τι δὲ ἀὴρ ἐκλήθη δεδήλωται ἐν τοῖς προτέροις. γενέσθαι δὲ ἐνομίσθη ἐπείτʼ ὠνομάσθη Ζεύς, ὡσπερεὶ πρότερον μή ἐών. καὶ ὕστατον ἐφησεν ἔσεσθαι τοῦτον, ἔπειτ … ὠνομάσθη Ζεὺς καὶ τοῦτο αὐτῷ διατελεῖ ὄνομα ὄν μέχρι εἰς τὸ αὐτὸ εἶδος τὰ νῦν ἐόντα συνεστάθη, ἐν ᾧπερ πρόσθεν ἐόντα ᾐωρεῖτο. τὰ δὲ ὄντα  … γενέσθαι τοιαῦτα διὰ τοῦτον καὶ γενόμενα  … ἐν τούτῳ  … σημαίνει δʼ ἐν τοῖς ἔπεσι τοῖσδε· Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δʼ ἐκ πάντα τέτυκται· κεφαλη  … ντʼ αἰνίζεται ο … κεφαλη  … ἀρχὴ γίνεται ς … συσταθῆναι  …

`=1–=8`

… α φάμενος  … ν καὶ τὰ κατω … μενα τὴν δ … καὶ τἆλλα πάντα εἶναι ἐν τῷι ἀέρι πνεῦμα ἑόν. τοῦτʼ οὖν τὸ πνεῦμα Ὀρφεὺς ὠνόμασεμ Μοῖραν. οἱ δʼ ἄλλοι ἄνθρωποι κατὰ φάτιμ «Μοῖραν ἐπικλῶσαι» φασὶν «σφίσιγ» καὶ «ἔσεσθαι ταῦθʼ ἅσσα Μοῖρα ἐπέκλωσεν», λέγοντες μὲν ὀρθῶς οὐκ εἰδότες δὲ οὔτε τὴμ Μοῖραν ὅ τί εστιν οὔτε τὸ ἐπικλῶσαι. Ὀρφεὺς γὰρ τὴμ φρόνησιμ Μοῖραν ἐκάλεσεν· ἐφαίνετο γὰρ αὐτῷ τοῦτο προσφερέστατον εἶναι ἐξ ὧν ἅπαντες ἄνθρωποι ὠνόμασαμ. πρὶμ μὲγ γὰρ κληθῆναι Ζῆνα, ἦμ Μοῖρα φρόνησις τοῦ θεοῦ ἀεί τε καὶ διὰ παντός· ἐπεὶ δʼ ἐκλήθη Ζεύς, γενέσθαι αὐτὸν δοκοῦσι, ὄντα μέγ καὶ πρόσθεν ὀνομαζόμενον δʼ ὅτε  … Ζεὺς πρῶτος  … τογ γ … ντα  … ἐπειτ … ο  … ἀνθρώπων οἱ μὴ συνιέντες τὰ λεγόμενα  … τὸν Ζῆνα  … εκ … ντα ἓν ἕκαστογ κέκληται ἀπὸ τοῦ ἐπικρατοῦντος, Ζεὺς πάντα κατὰ τὸν αὐτὸν λόγον ἐκλήθη· πάντας γὰρ ὁ ἀὴρ ἐπικρατεῖ τοσοῦτον ὅσομ βούλεται. «Μοῖραν» δʼ «ἐπικλῶσαι» λέγοντες τοῦ Διὸς τὴμ φρόνησιν ἐπικυρῶσαι λέγουσιν τὰ ἐόντα καὶ τὰ γινόμενα καὶ τὰ μέλλοντα, ὅπως χρὴ γενέσθαι τε καὶ εἶναι καὶ παύσασθαι. βασιλεῖ δὲ αὐτὸν εἰκάζει — τοῦτο γάρ οἱ προσφέρειν ἐφαίνετο ἐκ τῶν λεγομένων ὀνομάτων — λέγων ὧδε· Ζεὺς βασιλεύς, Ζεὺς δʼ ἀρχὸς ἁπάντων ἀργικέραυνος. βασιλέα ἔφη εἶναι ὅτι πολλῶν  … ωμ μία ἀρχὴ κρατεῖ καὶ πάντα τελεῖ  … οὐδενὶ  … χιν τελέσαι  … ἀρχὸν δε … ἄρχεται δια … ἀνθρώπων ἐμ πόλεσιν ἐπιτελέσαντες τὰ ἱερὰ εἶδον, ἔλασσον σφᾶς θαυμάζω μὴ γινώσκειν — οὐ γὰρ οἷόν τε ἀκοῦσαι ὁμοῦ καὶ μαθεῖν τὰ λεγόμενα —, ὅσοι δὲ παρὰ τοῦ τέχνημ ποιουμένου τὰ ἱερὰ, οὗτοι ἄξιοι θαυμάζεσθαι καὶ οἰκτείρεσθαι, θαυμάζεσθαι μὲν ὅτι δοκοῦντες πρότερον ἢ ἐπιτελέσαι εἰδήσειν ἀπέρχονται ἐπιτελέσαντες πρὶν εἰδέναι οὐδʼ ἑπανερόμενοι ὥσπερ ὡς εἰδότες τι ὧν εἶδον ἢ ἤκουσαν ἢ ἔμαθον· οἰκτείρεσθαι δὲ ὅτι οὐκ ἀρκεῖ σφιν τὴν δαπάνην προανηλῶσθαι ἀλλὰ καὶ τῆς γνώμης στερόμενοι προσαπέρχονται. πρὶμ μὲν τὰ ἱερὰ ἐπιτελέσαι ἐλπίζοντες εἰδήσειν ἐπιτελέσαντες δὲ στερηθέντες καὶ τῆς ἐλπίδος ἀπέρχονται. τ … υοντ … λογος … ται … να  … υο … οὔτε τὸ ψυχρὸν τῷ ψυχρῷ. θόρνῃ δὲ λέγων δηλοῖ ὅτι ἐν τῷ ἀέρι κατὰ μικρὰ μεμερισμένα ἐκινεῖτο καὶ ἐθόρνυτο, θορνύμενα δὲ κατασυνεστάθη πρὸς ἄλληλα. μέχρι δὲ τούτου ἐθόρνυτο, μέχρι ἕκαστον ἦλθεν εἰς τὸ σύνηθες. Ἀφροδίτη οὐρανία καὶ Ζεὺς καὶ ἀφροδισιάζειν καὶ θόρνυσθαι καὶ Πειθὼ καὶ Ἁρμονία τῷ αὐτῷ θεῷ ὄνομα κεῖται. ἀνὴρ γυναικὶ μισγόμενος ἀφροδισιάζειν λέγεται κατὰ φάτιν. τῶγ γὰρ νῦν ἐόντωμ μιχθέντων ἀλλήλοις Ἀφροδίτη ὠνομάσθη. Πειθώ δʼ ὅτι εἶξεν τὰ ἐόντα ἀλλήλοισιν. εἴκειν δὲ καὶ πείθειν τὸ αὐτόν. Ἁρμονία δὲ ὅτι πο … ἠρμοσε τῶν ἐόντων ἑκάστω … · ἦμ μὲγ γὰρ καὶ πρόσθεν, ὠνομάσθη δὲ γενέσθαι ἐπεὶ διεκρίθη· τὸ δὲ διακριθῆναι δηλοῖ ὅτι  … εις εδι … ατειωσ … ν  … νῦν πάντʼ οὖν ὁμοίως ὠνόμασεν ὡς κάλλιστα ἠδύνατο γινώσκων τῶν ἀνθρώπων τὴμ φύσιν, ὅτι οὐ πάντες ὁμοίαν ἔχουσιν οὐδὲ θέλουσιν πάντες ταὐτά· κρατιστεύοντες λέγουσι ὅ τι ἂν αὐτῶν ἑκάστῳ ἐπὶ θυμὸν ἔλθῃ, ἅπερ ἂν θέλοντες τυγχάνωσι, οὐδαμὰ ταὐτά, ὑπὸ πλεονεξίας, τὰ δὲ καὶ ὑπʼ ἀμαθίας. Γῆ δὲ καὶ Μήτηρ καὶ Ῥέα καὶ Ἥρη ἡ αὐτή. ἐκλήθη δὲ Γῆ μὲν νόμῳ, Μήτηρ δʼ ὅτι ἐκ ταύτης πάντα γίνεται. Γῆ καὶ Γαῖα κατὰ γλῶσσαν ἑκάστοις. Δημήτηρ δὲ ὠνομάσθη ὥσπερ ἡ Γῆ Μήτηρ, ἐξ ἀμφοτέρων ἓν ὄνομα· τὸ αὐτὸ γὰρ ἦν. — ἔστι δὲ καὶ ἐν τοῖς Ὕμνοις εἰρημένον· Δημήτηρ Ῥέα Γῆ Μήτηρ Ἑστία Δηιώι. καλεῖται γὰρ καὶ Δηιὼ ὅτι ἐδηιώθη ἐν τῇ μείξει. δηλώσει δ … αν κατὰ τὰ επ … γε … · Ῥέα δʼ ὅτι πόλλὰ καὶ  … ζῷα ἔφυ  … ἐξ αὐτῆς. Ῥέα κα … κα  … ηοεκ … τοῦτο τὸ ἔπος παραγωγὸμ πεπόηται καὶ τοῖς μὲν πολλοῖς ἄδηλόν ἐστιν τοῖς δὲ ὀρθῶς γινώσκουσι εὔδηλον ὅτι Ὠκεανός ἐστιν ὁ ἀήρ, ἀὴρ δὲ Ζεύς· οὔκουν ἐμήσατο τὸν Ζᾶνα ἕτερος Ζεὺς ἀλλʼ αὐτὸς αὑτῷ σθένος μέγα. οἱ δʼ οὐ γινώσκοντες τὸν Ὠκεανὸν ποταμὸν δοκοῦσιν εἶναι ὅτι εὐρὺ ῥέοντα προσέθηκεν. —ὁ δὲ σημαίνει τὴν αὑτοῦ γνώμην ἐν τοῖς λεγομένοις καὶ νομιζομένοις ῥήμασι. καὶ γὰρ τῶν ἀνθρώπων τοὺς μέγα δυνατοῦντας «μεγάλους» φασὶ «ῥυῆναι». τὸ δʼ ἐχόμενον· ἶνας δʼ ἐγ … α … σσʼ Ἀχελῴου ἀργυροδίνεω τῷ ὕδατι  … σι Ἀχελῷον ὄνομα  … δ … τὰς δʼ ἶνας ἐγ … α … σσαι ἐστὶν τὸ ἐγγ … αι τη … ων αυ  … ἑκαστ  … δεβουλ … ν  … οντο … ἴσα ἐστὶν ἐκ τοῦ μέσου μετρούμενα, ὅσα δὲ μὴ κυκλοειδέα οὐχ οἷόν τε ἰσομελῆ εἶναι. δηλοῖ δὲ τόδε· ἣ πολλοῖς φαίνει μερόπεσσι ἐπʼ ἀπείρονα γαῖαν. τοῦτο τὸ ἔπος δόξειεν ἄν τις ἄλλως ἐρῆσθαι, ὅτι ἤν ὑπερβάλῃ μᾶλλον τὰ ἐόντα φαίνεται ἢ πρὶν ὑπερβάλλειν. ὁ δὲ οὐ τοῦτο λέγει φαίνειν αὐτήν — εἰ γὰρ τοῦτο ἔλεγε, οὐκ ἂμ «πολλοῖς» ἔφη φαίνειν αὐτὴν ἀλλὰ «πᾶσιν» — ἀλλὰ τοῖς τε τὴγ γῆν ἐργαζομένοις καὶ τοῖς ναυτιλλομένοις, ὁπότε χρὴ πλεῖν, τούτοις τὴν ὥραν. εἰ γὰρ μὴ ἦν σελήνη, οὐκ ἂν ἐξηύρισκον οἱ ἄνθρωποι τὸν ἀριθμὸν οὔτε τῶν ὡρέων οὔτε τῶν ἀνέμων  … καὶ τἆλλα πάντα  … ην εκ  … σαεν … ·  … ς καὶ λαμπρότητα· τὰ δʼ ἐξ ὧν ἡ σελήνη λευκότατα μὲν τῶν ἄλλων κατὰ τὸν αὐτὸν λόγον μεμερισμένα θερμὰ δʼ οὔκ ἐστι. ἔστι δὲ καὶ ἄλλα νῦν ἐν τῷ ἀέρι ἑκὰς ἀλλήλων αἰωρούμενʼ, ἀλλὰ τῆς μὲν ἡμέρης ἄδηλʼ ἐστὶν ὑπὸ τοῦ ἡλίου ἐπικρατούμενα τῆς δὲ νυκτὸς ἐόντα δῆλά ἐστιν, ἐπικρατεῖται δὲ διὰ σμικρότητα. αἰωρεῖται δʼ αὐτῶν ἕκαστα ἐν ἀνάγκῃ, ὡς ἂμ μὴ συνίῃ πρὸς ἄλληλα· εἰ γὰρ μή, συνέλθοι ἂν ἁλέα ὅσα τὴν αὐτὴν δύναμιν ἔχει, ἐξ ὧν ὁ ἥλιος συνεστάθη. τὰ νῦν ἐόντα ὁ θεὸς εἰ μὴ ἤθελεν εἶναι, οὐκ ἂν ἐπόησεν ἥλιον. ἐποίησε δὲ τοιοῦτογ καὶ τοσοῦτον γινόμενον οἷος ἐν ἀρχῇ τοῦ λόγου διηγεῖται, τὰ δʼ ἐπὶ τούτοις ἐπίπροσθε ποιεῖται οὐ βουλόμενος πάντας γινώσκειν. ἐν δὲ τῷδε σημαίνει  … μει … αδιο … σα … μητρὸς μὲν ὅτι μήτηρ ὁ Νοῦς ἔστιν τῶν ἄλλων ἑᾶς δὲ ὅτι ἀγαθῆς. δηλοῖ δὲ καὶ ἐν τοῖσδε τοῖς ἔπεσιν ὅτι ἀγαθὴν σημαίνει.

Ἑρμῆ Μαιάδος υἱὲ διάκτορε δῶτορ ἐάων.
δηλοῖ δὲ καὶ ἐν τῷδε·

δοιοὶ γάρ τε πίθοι κατακήαται ἐν Διὸς οὔδει
δώρων οἷα διδοῦσι, κακῶν, ἕτερος δέ τʼ ἐάων. οἱ δὲ τὸ ῤρῆμα οὐ γινώσκοντες δοκοῦσιν εἶναι μητρὸς ἑαυτοῦ· ὁ δʼ εἴπερ ἤθελεν ἑαυτοῦ μητρὸς ἐμ φιλότητι ἀποδεῖξαι θέλοντα μιχθῆναι τὸν θεόν, ἐξῆν αὐτῷ γράμματα παρακλίναντα «μητρὸς ἑοῖο» εἰπεῖν· οὕτω γὰρ ἂν «ἑαυτοῦ» γίνοιτο  … αυτῆς ανε … δῆλον ὅτι  … εν τῇ συ … ἄμφοτερ … ἀγαθη … α … εναι …

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: lea-ac`.